eul_wid: daw-am

Aristophanes of Athens Knights in Greek

Knights is a comedy by the ancient Athenian playwright Aristophanes, which won first prize at the Lenaea festival in 424 BCE. A fierce political satire, the play directly targets the Athenian demagogue Cleon, a dominant and controversial leader during the Peloponnesian War. Its plot functions as an allegory in which the Athenian state is represented as a household. The master is an old man named Demos, personifying the Athenian citizenry, who has fallen under the control of a corrupt and bullying slave, a caricature of Cleon. Two other slaves, representing generals opposed to Cleon, conspire to overthrow him by recruiting a shameless sausage-seller as a rival demagogue. The dramatic action revolves around a series of comic contests in which the two rivals attempt to outdo each other in flattering, deceiving, and offering extravagant promises to Demos. The chorus, from which the play derives its title, consists of knights representing the Athenian cavalry class, who were often in political opposition to populist figures like Cleon. Interpreted by modern scholars as a trenchant critique of political demagoguery, the play explores how leaders manipulate public opinion through rhetoric, deception, and grandiose pledges. The complete text of Knights survives through medieval manuscript transmission. As one of the eleven extant plays by Aristophanes, it stands as one of the most brazen and pointed political satires from the ancient world, offering a vivid, though comically hostile, perspective on the stresses within Athenian democracy during wartime.

ΟΙΚΕΤΗΣ Α
1 Ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ. Κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί. Ἐξ οὗ γὰρ εἰσήρρησεν εἰς τὴν οἰκίαν
5 πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις.
ΟΙΚΕΤΗΣ Β
6 Κάκιστα δῆθ’ οὗτός γε πρῶτος Παφλαγόνων αὐταῖς διαβολαῖς.
7 Ὦ κακόδαιμον, πῶς ἔχεις;
7 Κακῶς καθάπερ σύ.
8 Δεῦρο δὴ πρόσελθ’, ἵνα ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον.
10 Μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ.
10 Τί κινυρόμεθ’ ἄλλως; Οὐκ ἐχρῆν ζητεῖν τινα σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι;
10 Τίς οὖν γένοιτ’ ἄν;
13 Λέγε σύ.
13 Σὺ μὲν οὖν μοι λέγε, ἵνα μὴ μάχωμαι.
14 Μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ.
15 Ἀλλ’ εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω.
17 Ἀλλ’ οὐκ ἔνι μοι τὸ θρέττε. Πῶς ἂν οὖν ποτε εἴποιμ’ ἂν αὐτὸ δῆτα κομψευριπικῶς; —
16 Πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;
19 Μή μοί γε, μή μοι, μὴ διασκανδικίσῃς·
20 ἀλλ’ εὑρέ τιν’ ἀπόκινον ἀπὸ τοῦ δεσπότου.
20 Λέγε δὴ μο — λω — μεν ξυνεχὲς ὡδὶ ξυλλαβών.
20 Καὶ δὴ λέγω· Μολωμε ν.
22 Ἐξόπισθέ νυν αὐ — το φάθι τοῦ μολωμεν.
23 Αὐτο.
23 Πάνυ καλῶς. Ὥσπερ δεφόμενός νυν ἀτρέμα πρῶτον λέγε
25 τὸ μολωμε ν, εἶτα δ’ αὐτ ο, κᾆτ’ ἐπάγων πυκνόν.
25 Μολωμεν αὐτο μολωμεν αὐτομολῶμεν.
26 Ἤν, οὐχ ἡδύ;
27 Νὴ Δία· πλήν γε περὶ τῷ δέρματι δέδοικα τουτονὶ τὸν οἰωνόν.
28 Τί δαί;
28 Ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται.
30 Κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν, θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας.
30 Ποῖον βρέτας; 〈Φέρ’〉 ἐτεὸν ἡγεῖ γὰρ θεούς;
30 Ἔγωγε.
33 Ποίῳ χρώμενος τεκμηρίῳ;
33 Ὁτιὴ θεοῖσιν ἐχθρός εἰμ’. Οὐκ εἰκότως;
35 Εὖ προσβιβάζεις μ’. Ἀλλ’ ἑτέρᾳ πῃ σκεπτέον. Βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω;
35 Οὐ χεῖρον· ἓν δ’ αὐτοὺς παραιτησώμεθα, ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποεῖν, ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν.
40 Λέγοιμ’ ἂν ἤδη. Νῷν γάρ ἐστι δεσπότης ἄγροικος ὀργήν, κυαμοτρώξ, ἀκράχολος, Δῆμος Πυκνίτης, δύσκολον γερόντιον ὑπόκωφον. Οὗτος τῇ προτέρᾳ νουμηνίᾳ ἐπρίατο δοῦλον βυρσοδέψην, Παφλαγόνα
45 πανουργότατον καὶ διαβολώτατόν τινα. Οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους, ὁ βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην ᾔκαλλ’, ἐθώπευ’, ἐκολάκευ’, ἐξηπάτα κοσκυλματίοις ἄκροισι, τοιαυτὶ λέγων·
45 «Ὦ Δῆμε, λοῦσαι πρῶτον ἐκδικάσας μίαν, ἐνθοῦ, ῥόφησον, ἔντραγ’, ἔχε τριώβολον. Βούλει παραθῶ σοι δόρπον;» Εἶτ’ ἀναρπάσας ὅ τι ἄν τις ἡμῶν σκευάσῃ τῷ δεσπότῃ Παφλαγὼν κεχάρισται τοῦτο. Καὶ πρώην γ’ ἐμοῦ
55 μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν, πανουργότατά πως παραδραμὼν ὑφαρπάσας αὐτὸς παρέθηκε τὴν ὑπ’ ἐμοῦ μεμαγμένην. Ἡμᾶς δ’ ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότην ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων
60 δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας. Ἄιδει δὲ χρησμούς· ὁ δὲ γέρων σιβυλλιᾷ. Ὁ δ’ αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα, τέχνην πεπόηται· τοὺς γὰρ ἔνδον ἄντικρυς ψευδῆ διαβάλλει· κᾆτα μαστιγούμεθα
65 ἡμεῖς· Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας αἰτεῖ, ταράττει, δωροδοκεῖ λέγων τάδε· «Ὁρᾶτε τὸν Ὕλαν δι’ ἐμὲ μαστιγούμενον; Εἰ μή μ’ ἀναπείσετ’, ἀποθανεῖσθε τήμερον.» Ἡμεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι
70 ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν. Νῦν οὖν ἁνύσαντε φροντίσωμεν, ὦγαθέ, ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα.
70 Κράτιστ’ ἐκείνην τὴν μολωμε ν, ὦγαθέ.
70 Ἀλλ’ οὐχ οἷόν τε τὸν Παφλαγόν’ οὐδὲν λαθεῖν·
75 ἐφορᾷ γὰρ αὐτὸς πάντ’. Ἔχει γὰρ τὸ σκέλος τὸ μὲν ἐν Πύλῳ, τὸ δ’ ἕτερον ἐν τἠκκλησίᾳ. Τοσόνδε δ’ αὐτοῦ βῆμα διαβεβηκότος ὁ πρωκτός ἐστιν αὐτόχρημ’ ἐν Χάοσιν, τὼ χεῖρ’ ἐν Αἰτωλοῖς, ὁ νοῦς δ’ ἐν Κλωπιδῶν.
80 Κράτιστον οὖν νῷν ἀποθανεῖν.
80 Ἀλλὰ σκόπει, ὅπως ἂν ἀποθάνοιμεν ἀνδρικώτατα.
80 Πῶς δῆτα, πῶς γένοιτ’ ἂν ἀνδρικώτατα; Βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν·
80 ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος.
85 Μὰ Δί’ ἀλλ’ ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος. Ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα.
85 Ἰδού γ’ ἄκρατον. Περὶ ποτοῦ γοῦν ἐστί σοι. Πῶς δ’ ἂν μεθύων χρηστόν τι βουλεύσαιτ’ ἀνήρ;
85 Ἄληθες, οὗτος; κρουνοχυτροληραῖος εἶ.
90 Οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν; Οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον; Ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι, τότε πλουτοῦσι, διαπράττουσι, νικῶσιν δίκας, εὐδαιμονοῦσιν, ὠφελοῦσι τοὺς φίλους.
95 Ἀλλ’ ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ, τὸν νοῦν ἵν’ ἄρδω καὶ λέγω τι δεξιόν.
95 Οἴμοι, τί ποθ’ ἡμᾶς ἐργάσει τῷ σῷ ποτῷ;
95 Ἀγάθ’· ἀλλ’ ἔνεγκ’· ἐγὼ δὲ κατακλινήσομαι. Ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω
95 βουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων.
95 Ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθεν κλέπτων τὸν οἶνον.
102 Εἰπέ μοι, Παφλαγών τί δρᾷ;
102 Ἐπίπαστα λείξας δημιόπραθ’ ὁ βάσκανος ῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος.
105 Ἴθι νυν, ἄκρατον ἐγκάναξόν μοι πολὺν σπονδήν.
106 Λαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος.
106 Ἕλχ’, ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου. Ὦ δαῖμον ἀγαθέ, σὸν τὸ βούλευμ’, οὐκ ἐμόν.
106 Εἴπ’, ἀντιβολῶ, τί ἐστι;
109 Τοὺς χρησμοὺς ταχὺ
110 κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν, ἕως καθεύδει.
111 Ταῦτ’. Ἀτὰρ τοῦ δαίμονος δέδοιχ’ ὅπως μὴ τεύξομαι κακοδαίμονος.
111 Φέρε νυν, ἐγὼ ’μαυτῷ προσαγάγω τὸν χοᾶ, τὸν νοῦν ἵν’ ἄρδω καὶ λέγω τι δεξιόν.
115 Ὡς μεγάλ’ ὁ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται, ὥστ’ ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβών, ὅνπερ μάλιστ’ ἐφύλαττεν.
117 Ὦ σοφώτατε. — Φέρ’ αὐτόν, ἵν’ ἀναγνῶ· σὺ δ’ ἔγχεον πιεῖν ἁνύσας τι. Φέρ’ ἴδω, τί ἄρ’ ἔνεστιν αὐτόθι;
120 Ὦ λόγια. Δός μοι, δὸς τὸ ποτήριον ταχύ.
120 Ἰδού. Τί φης’ ὁ χρησμός;
121 Ἑτέραν ἔγχεον.
121 Ἐν τοῖς λογίοις ἔνεστιν· «Ἑτέραν ἔγχεον;»
121 Ὦ Βάκι.
123 Τί ἐστι;
123 Δὸς τὸ ποτήριον ταχύ.
123 Πολλῷ γ’ ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ.
125 Ὦ μιαρὲ Παφλαγών, ταῦτ’ ἄρ’ ἐφυλάττου πάλαι, τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν.
126 Τιή;
126 Ἐνταῦθ’ ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται.
126 Καὶ πῶς;
128 Ὅπως; ὁ χρησμὸς ἄντικρυς λέγει ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται,
130 ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα.
130 Εἷς οὑτοσὶ πώλης. Τί τοὐντεῦθεν; λέγε.
130 Μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος.
130 Δύο τώδε πώλα. Καὶ τί τόνδε χρὴ παθεῖν;
130 Κρατεῖν, ἕως ἕτερος ἀνὴρ βδελυρώτερος
135 αὐτοῦ γένοιτο· μετὰ δὲ ταῦτ’ ἀπόλλυται. Ἐπιγίγνεται γὰρ βυρσοπώλης ὁ Παφλαγών, ἅρπαξ, κεκράκτης, Κυκλοβόρου φωνὴν ἔχων.
135 Τὸν προβατοπώλην ἦν ἄρ’ ἀπολέσθαι χρεὼν ὑπὸ βυρσοπώλου;
139 Νὴ Δί’.
139 Οἴμοι δείλαιος.
140 Πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἷς μόνος;
140 Ἔτ’ ἔστιν εἷς ὑπερφυᾶ τέχνην ἔχων.
140 Εἴπ’, ἀντιβολῶ, τίς ἐστιν;
142 Εἴπω;
142 Νὴ Δία.
142 Ἀλλαντοπώλης ἔσθ’ ὁ τοῦτον ἐξελῶν.
142 Ἀλλαντοπώλης; Ὦ Πόσειδον, τῆς τέχνης.
145 Φέρε, ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν;
145 Ζητῶμεν αὐτόν. Ἀλλ’ ὁδὶ προσέρχεται ὥσπερ κατὰ θεὸν εἰς ἀγοράν. Ὦ μακάριε ἀλλαντοπῶλα, δεῦρο δεῦρ’, ὦ φίλτατε, ἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
145 Τί ἐστι; Τί με καλεῖτε;
145 Δεῦρ’ ἔλθ’, ἵνα πύθῃ ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.
145 Ἴθι δή, κάθελ’ αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει· ἐγὼ δ’ ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.
155 Ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί· ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς.
155 Ἰδού· τί ἐστιν;
157 Ὦ μακάρι’, ὦ πλούσιε, ὦ νῦν μὲν οὐδείς, αὔριον δ’ ὑπέρμεγας, ὦ τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων.
160 Τί μ’, ὦγάθ’, οὐ πλύνειν ἐᾷς τὰς κοιλίας πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;
160 Ὦ μῶρε, ποίας κοιλίας; Δευρὶ βλέπε. Τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν;
163 Ὁρῶ.
163 Τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει,
165 καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς πυκνός· βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις, δήσεις, φυλάξεις, ἐν πρυτανείῳ λαικάσεις.
165 Ἐγώ;
168 Σὺ μέντοι· κοὐδέπω γε πάνθ’ ὁρᾷς. Ἀλλ’ ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ
170 καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ.
170 Καθορῶ.
171 Τί δαί; τἀμπόρια καὶ τὰς ὁλκάδας;
171 Ἔγωγε.
172 Πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς; Ἔτι νυν τὸν ὀφθαλμὸν παράβαλλ’ εἰς Καρίαν τὸν δεξιόν, τὸν δ’ ἕτερον εἰς Καρχηδόνα.
175 Εὐδαιμονήσω δ’, εἰ διαστραφήσομαι;
175 Οὔκ, ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται· γίγνει γάρ, ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει, ἀνὴρ μέγιστος.
178 Εἰπέ μοι, καὶ πῶς ἐγὼ ἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι;
180 Δι’ αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας, ὁτιὴ πονηρὸς κἀξ ἀγορᾶς εἶ καὶ θρασύς.
180 Οὐκ ἀξιῶ ’γὼ ’μαυτὸν ἰσχύειν μέγα.
180 Οἴμοι, τί ποτ’ ἔσθ’ ὅτι σαυτὸν οὐ φῂς ἄξιον; Ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν.
185 Μῶν ἐκ καλῶν εἶ κἀγαθῶν;
185 Μὰ τοὺς θεούς, εἰ μὴ ’κ πονηρῶν γ’.
186 Ὦ μακάριε τῆς τύχης, ὅσον πέπονθας ἀγαθὸν εἰς τὰ πράγματα.
186 Ἀλλ’, ὦγάθ’, οὐδὲ μουσικὴν ἐπίσταμαι πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς.
190 Τουτὶ μόνον ς’ ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς.
190 Ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ ἔτ’ ἐστὶν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους, ἀλλ’ εἰς ἀμαθῆ καὶ βδελυρόν. Ἀλλὰ μὴ παρῇς ἅ σοι διδόας’ ἐν τοῖς λογίοισιν οἱ θεοί.
195 Πῶς δῆτά φης’ ὁ χρησμός;
195 Εὖ νὴ τοὺς θεοὺς καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος· Ἀλλ’ ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην, δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη,
195 κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει, αἴ κα μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται.
195 Πῶς οὖν πρὸς ἐμὲ ταῦτ’ ἐστίν; ἀναδίδασκέ με.
195 Βυρσαίετος μὲν ὁ Παφλαγών ἐσθ’ οὑτοσί.
195 Τί δ’ ἀγκυλοχήλης ἐστίν;
204 Αὐτό που λέγει,
205 ὅτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει.
205 Ὁ δράκων δὲ πρὸς τί;
206 Τοῦτο περιφανέστατον. Ὁ δράκων γάρ ἐστι μακρὸν ὅ τ’ ἀλλᾶς αὖ μακρόν· εἶθ’ αἱματοπώτης ἔσθ’ ὅ τ’ ἀλλᾶς χὠ δράκων. Τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον
210 ἤδη κρατήσειν, αἴ κα μὴ θαλφθῇ λόγοις.
210 Τὰ μὲν λόγι’ αἰκάλλει με· θαυμάζω δ’ ὅπως τὸν δῆμον οἷός τ’ ἐπιτροπεύειν εἴμ’ ἐγώ.
210 Φαυλότατον ἔργον· ταῦθ’ ἅπερ ποεῖς πόει·
210 τάραττε καὶ χόρδευ’ ὁμοῦ τὰ πράγματα
215 ἅπαντα, καὶ τὸν δῆμον ἀεὶ προσποιοῦ ὑπογλυκαίνων ῥηματίοις μαγειρικοῖς. Τὰ δ’ ἄλλα σοι πρόσεστι δημαγωγικά, φωνὴ μιαρά, γέγονας κακῶς, ἀγοραῖος εἶ· ἔχεις ἅπαντα πρὸς πολιτείαν ἃ δεῖ·
220 χρησμοί τε συμβαίνουσι καὶ τὸ Πυθικόν. Ἀλλὰ στεφανοῦ καὶ σπένδε τῷ Κοαλέμῳ· χὤπως ἀμυνεῖ τὸν ἄνδρα.
222 Καὶ τίς ξύμμαχος γενήσεταί μοι; Καὶ γὰρ οἵ τε πλούσιοι δεδίασιν αὐτὸν ὅ τε πένης βδύλλει λεώς.
225 Ἀλλ’ εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι, καὶ τῶν πολιτῶν οἱ καλοί τε κἀγαθοί. καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός, κἀγὼ μετ’ αὐτῶν χὠ θεὸς ξυλλήψεται.
230 Καὶ μὴ δέδιθ’· οὐ γάρ ἐστιν ἐξῃκασμένος· ὑπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελεν τῶν σκευοποιῶν εἰκάσαι. Πάντως γε μὴν γνωσθήσεται· τὸ γὰρ θέατρον δεξιόν.
230 Οἴμοι κακοδαίμων, ὁ Παφλαγὼν ἐξέρχεται.
ΠΑΦΛΑΓΩΝ
235 Οὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον, ὁτιὴ ’πὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι. Τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον;
235 Οὐκ ἔσθ’ ὅπως οὐ Χαλκιδέας ἀφίστατον. Ἀπολεῖσθον, ἀποθανεῖσθον, ὦ μιαρωτάτω.
240 Οὗτος, τί φεύγεις; Οὐ μενεῖς; Ὦ γεννάδα ἀλλαντοπῶλα μὴ προδῷς τὰ πράγματα. Ἄνδρες ἱππῆς, παραγένεσθε· νῦν ὁ καιρός. Ὦ Σίμων, ὦ Παναίτι’, οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας; Ἅνδρες ἐγγύς. Ἀλλ’ ἀμύνου κἀπαναστρέφου πάλιν.
245 Ὁ κονιορτὸς δῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων. Ἀλλ’ ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ.
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
247 Παῖε παῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατον καὶ τελώνην καὶ φάραγγα καὶ Χάρυβδιν ἁρπαγῆς, καὶ πανοῦργον καὶ πανοῦργον· πολλάκις γὰρ αὔτ’ ἐρῶ.
247 καὶ γὰρ οὗτος ἦν πανοῦργος πολλάκις τῆς ἡμέρας. Ἀλλὰ παῖε καὶ δίωκε καὶ τάραττε καὶ κύκα καὶ βδελύττου, καὶ γὰρ ἡμεῖς, κἀπικείμενος βόα· εὐλαβοῦ δὲ μὴ ’κφύγῃ σε· καὶ γὰρ οἶδε τὰς ὁδούς, ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων.
ΠΑΦΛΑΓΩΝ
255 Ὦ γέροντες ἡλιασταί, φράτερες τριωβόλου, οὓς ἐγὼ βόσκω κεκραγὼς καὶ δίκαια κἄδικα, παραβοηθεῖθ’, ὡς ὑπ’ ἀνδρῶν τύπτομαι ξυνωμοτῶν.
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
255 Ἐν δίκῃ γ’, ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις, κἀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους σκοπῶν,
260 ὅστις αὐτῶν ὠμός ἐστιν ἢ πέπων ἢ μὴ πέπων.
264 Καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν,
265 πλούσιος καὶ μὴ πονηρὸς καὶ τρέμων τὰ πράγματα.
261 Κἄν τιν’ αὐτῶν γνῷς ἀπράγμον’ ὄντα καὶ κεχηνότα, καταγαγὼν ἐκ Χερρονήσου, διαλαβὼν ἀγκυρίσας, εἶτ’ ἀποστρέψας τὸν ὦμον αὐτὸν ἐνεκολήβασας.
ΠΑΦΛΑΓΩΝ
266 Ξυνεπίκεισθ’ ὑμεῖς; ἐγὼ δ’, ἄνδρες, δι’ ὑμᾶς τύπτομαι, ὅτι λέγειν γνώμην ἔμελλον ὡς δίκαιον ἐν πόλει ἱστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν.
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
266 Ὡς δ’ ἀλαζών, ὡς δὲ μάσθλης. Εἶδες οἷ’ ὑπέρχεται·
270 ὡσπερεὶ γέροντας ἡμᾶς ἐκκοβαλικεύεται.
ΠΑΦΛΑΓΩΝ
273 Ὦ πόλις καὶ δῆμ’, ὑφ’ οἵων θηρίων γαστρίζομαι.
273 Καὶ κέκραγας, ὥσπερ ἀεὶ τὴν πόλιν καταστρέφει.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
271 Ἀλλ’ ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται· ἢν δ’ ὑπεκκλίνῃ γε, δευρὶ πρὸς σκέλος κυρηβάσει.
ΠΑΦΛΑΓΩΝ
275 Ἀλλ’ ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτα τρέψομαι.
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
275 Ἀλλ’ ἐὰν μέντοι γε νικᾷς τῇ βοῇ, τήνελλά σοι· ἢν δ’ ἀναιδείᾳ παρέλθῃ ς’, ἡμέτερος ὁ πυραμοῦς.
ΠΑΦΛΑΓΩΝ
275 Τουτονὶ τὸν ἄνδρ’ ἐγὼ ’νδείκνυμι, καὶ φήμ’ ἐξάγειν ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
280 Ναὶ μὰ Δία κἄγωγε τοῦτον, ὅτι κενῇ τῇ κοιλίᾳ εἰσδραμὼν εἰς τὸ πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖ πλέᾳ.
280 Νὴ Δί’, ἐξάγων γε τἀπόρρηθ’, ἅμ’ ἄρτον καὶ κρέας καὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε.
ΠΑΦΛΑΓΩΝ
280 Ἀποθανεῖσθον αὐτίκα μάλα.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
285 Τριπλάσιον κεκράξομαί σου.
ΠΑΦΛΑΓΩΝ
285 Καταβοήσομαι βοῶν σε.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
285 Κατακεκράξομαί σε κράζων.
ΠΑΦΛΑΓΩΝ
285 Διαβαλῶ ς’, ἐὰν στρατηγῇς.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
285 Κυνοκοπήσω σου τὸ νῶτον.
ΠΑΦΛΑΓΩΝ
290 Περιελῶ ς’ ἀλαζονείαις.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
290 Ὑποτεμοῦμαι τὰς ὁδούς σου.
ΠΑΦΛΑΓΩΝ
290 Βλέψον εἴς μ’ ἀσκαρδάμυκτος.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
290 Ἐν ἀγορᾷ κἀγὼ τέθραμμαι.
ΠΑΦΛΑΓΩΝ
290 Διαφορήσω ς’, εἴ τι γρύξεις.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
295 Κοπροφορήσω ς’, εἰ λαλήσεις.
ΠΑΦΛΑΓΩΝ
295 Ὁμολογῶ κλέπτειν· σὺ δ’ οὐχί.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
295 Νὴ τὸν Ἑρμῆν τὸν Ἀγοραῖον.
ΠΑΦΛΑΓΩΝ
295 Κἀπιορκῶ γε βλεπόντων.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
295 Ἀλλότρια τοίνυν σοφίζει.
ΠΑΦΛΑΓΩΝ
295 Καὶ φανῶ σε τοῖς πρυτάνεσιν
295 ἀδεκατεύτους τῶν θεῶν ἱε‐ ρὰς ἔχοντα κοιλίας.
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
303-304 Ὦ μιαρὲ καὶ βδελυρὲ κρᾶκτα, τοῦ σοῦ θράσους
305 πᾶσα μὲν γῆ πλέα, πᾶσα δ’ ἐκκλησία,
306-307 καὶ τέλη καὶ γραφαὶ καὶ δικαστήρι’, ὦ
308-309 βορβοροτάραξι καὶ τὴν πόλιν ἅπασαν ἡ‐
310 μῶν ἀνατετυρβακώς,
311-312 ὅστις ἡμῶν τὰς Ἀθήνας ἐκκεκώφωκας βοῶν
313 κἀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν.
ΠΑΦΛΑΓΩΝ
313 Οἶδ’ ἐγὼ τὸ πρᾶγμα τοῦθ’ ὅθεν πάλαι καττύεται.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
315 Εἰ δὲ μὴ σύ γ’ οἶσθα κάττυμ’, οὐδ’ ἐγὼ χορδεύματα, ὅστις ὑποτέμνων ἐπώλεις δέρμα μοχθηροῦ βοὸς τοῖς ἀγροίκοισιν πανούργως, ὥστε φαίνεσθαι παχύ, καὶ πρὶν ἡμέραν φορῆσαι μεῖζον ἦν δυοῖν δοχμαῖν.
315 Νὴ Δία κἀμὲ τοῦτ’ ἔδρασε ταὐτόν, ὥστε κατάγελων
320 πάμπολυν τοῖς δημόταισι καὶ φίλοις παρασχεθεῖν. Πρὶν γὰρ εἶναι Περγασῆσιν ἔνεον ἐν ταῖς ἐμβάσιν.
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
324 Ἆρα δῆτ’ οὐκ ἀπ’ ἀρχῆς ἐδήλους ἀναί‐
325 δειαν, ἥπερ μόνη προστατεῖ ῥητόρων; Ἧι σὺ πιστεύων ἀμέλγει τῶν ξένων τοὺς καρπίμους, πρῶτος ὤν· ὁ δ’ Ἱπποδάμου λείβεται θεώμενος. Ἀλλ’ ἐφάνη γὰρ ἀνὴρ ἕτερος πολὺ
325 σοῦ μιαρώτερος, ὥστε με χαίρειν,
330 ὅς σε παύσει καὶ πάρεισι, δῆλός ἐστιν, αὐτόθεν πανουργίᾳ τε καὶ θράσει καὶ κοβαλικεύμασιν. Ἀλλ’ ὦ τραφεὶς ὅθενπέρ εἰσιν ἄνδρες οἵπερ εἰσίν, νῦν δεῖξον ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
335 Καὶ μὴν ἀκούσαθ’ οἷός ἐστιν οὑτοσὶ πολίτης.
ΠΑΦΛΑΓΩΝ
335 Οὐκ αὖ μ’ ἐάσεις;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
336 Μὰ Δί’, ἐπεὶ κἀγὼ πονηρός εἰμι.
336 Ἐὰν δὲ μὴ ταύτῃ γ’ ὑπείκῃ, λέγ’ ὅτι κἀκ πονηρῶν.
ΠΑΦΛΑΓΩΝ
336 Οὐκ αὖ μ’ ἐάσεις;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
338 Μὰ Δία.
ΠΑΦΛΑΓΩΝ
338 Ναὶ μὰ Δία.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
338 Μὰ τὸν Ποσειδῶ, ἀλλ’ αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι.
ΠΑΦΛΑΓΩΝ
340 Οἴμοι, διαρραγήσομαι.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
340 Καὶ μὴν ἐγὼ οὐ παρήσω.
340 Πάρες πάρες πρὸς τῶν θεῶν αὐτῷ διαρραγῆναι.
ΠΑΦΛΑΓΩΝ
340 Τῷ καὶ πεποιθὼς ἀξιοῖς ἐμοῦ λέγειν ἔναντα;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
340 Ὁτιὴ λέγειν οἷός τε κἀγὼ καὶ καρυκοποιεῖν.
ΠΑΦΛΑΓΩΝ
340 Ἰδοὺ λέγειν. Καλῶς γ’ ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι
345 ὠμοσπάρακτον παραλαβὼν μεταχειρίσαιο χρηστῶς. Ἀλλ’ οἶσθ’ ὅ μοι πεπονθέναι δοκεῖς; ὅπερ τὸ πλῆθος. Εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου,
345 τὴν νύκτα θρυλῶν καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ, ὕδωρ τε πίνων κἀπιδεικνὺς τοὺς φίλους τ’ ἀνιῶν,
345 ᾤου δυνατὸς εἶναι λέγειν. Ὦ μῶρε τῆς ἀνοίας.
345 Τί δαὶ σὺ πίνων τὴν πόλιν πεπόηκας, ὥστε νυνὶ ὑπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν;
345 Ἐμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τιν’; ὅστις εὐθὺς θύννεια θερμὰ καταφαγών, κᾆτ’ ἐπιπιὼν ἀκράτου
355 οἴνου χοᾶ κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
355 Ἐγὼ δέ γ’ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν καταβροχθίσας κᾆτ’ ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτος λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.
355 Τὰ μὲν ἄλλα μ’ ἤρεσας λέγων· ἓν δ’ οὐ προσίεταί με,
360 τῶν πραγμάτων ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσεις.
ΠΑΦΛΑΓΩΝ
360 Ἀλλ’ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
360 Ἀλλὰ σχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα.
ΠΑΦΛΑΓΩΝ
360 Ἐγὼ δ’ ἐπεισπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
360 Ἐγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης.
ΠΑΦΛΑΓΩΝ
365 Ἐγὼ δέ γ’ ἐξέλξω σε τῆς πυγῆς θύραζε κῦβδα.
365 Νὴ τὸν Ποσειδῶ κἀμὲ τἄρ’, ἤνπερ γε τοῦτον ἕλκῃς.
365 Οἷόν σε δήσω 〈’ν〉 τῷ ξύλῳ.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
365 Διώξομαί σε δειλίας.
ΠΑΦΛΑΓΩΝ
365 Ἡ βύρσα σου θρανεύσεται.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
370 Δερῶ σε θύλακον κλοπῆς.
ΠΑΦΛΑΓΩΝ
370 Διαπατταλευθήσει χαμαί.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
370 Περικόμματ’ ἔκ σου σκευάσω.
ΠΑΦΛΑΓΩΝ
370 Τὰς βλεφαρίδας σου παρατιλῶ.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
370 Τὸν πρηγορεῶνά σου ’κτεμῶ.
375 Καὶ νὴ Δί’ ἐμβαλόντες αὐ‐ τῷ πάτταλον μαγειρικῶς εἰς τὸ στόμ’, εἶτα δ’ ἔνδοθεν τὴν γλῶτταν ἐξείραντες αὐ‐ τοῦ σκεψόμεσθ’ εὖ κἀνδρικῶς
380 κεχηνότος τὸν πρωκτὸν, εἰ χαλαζᾷ.
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
382-383 Ἦν ἄρα πυρός 〈γ’〉 ἕτερα θερμότερα καὶ λόγων
384-385 ἐν πόλει τῶν ἀναιδῶν ἀναιδέστεροι·
385-386 καὶ τὸ πρᾶγμ’ ἦν ἄρ’ οὐ φαῦλον ὧδ’ 〈οὐδ’ ἐλαφρόν.〉
387 Ἀλλ’ ἔπιθι καὶ στρόβει, μηδὲν ὀλίγον πόει· νῦν γὰρ ἔχεται μέσος. Ὡς ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ,
390 δειλὸν εὑρήσεις· ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι.
390 Ἀλλ’ ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸν βίον, κᾆτ’ ἀνὴρ ἔδοξεν εἶναι, τἀλλότριον ἀμῶν θέρος. Νῦν δὲ τοὺς στάχυς ἐκείνους, οὓς ἐκεῖθεν ἤγαγεν, ἐν ξύλῳ δήσας ἀφαύει κἀποδόσθαι βούλεται.
ΠΑΦΛΑΓΩΝ
395 Οὐ δέδοιχ’ ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριον καὶ τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον,
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
397-398 Ὡς δὲ πρὸς πᾶν ἀναιδεύεται κοὐ μεθί‐
398-399 στησι τοῦ χρώματος τοῦ παρεστηκότος.
398-399 Εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ. Ὦ περὶ πάντ’ ἐπὶ πᾶσί τε πράγμασι δωροδόκοισιν ἐπ’ ἄνθεσιν ἵζων, εἴθε φαύλως, ὥσπερ ηὗρες, ἐκβάλοις τὴν ἔνθεσιν.
405 Ἄισαιμι γὰρ τότ’ ἂν μόνον· «Πῖνε πῖν’ ἐπὶ συμφοραῖς». Τὸν Οὐλίου τ’ ἂν οἴομαι, γέροντα πυροπίπην, ἡσθέντ’ ἰηπαιωνίσαι καὶ βακχέβακχον ᾆσαι.
ΠΑΦΛΑΓΩΝ
408 Οὔτοί μ’ ὑπερβαλεῖσθ’ ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ,
410 ἢ μήποτ’ Ἀγοραίου Διὸς σπλάγχνοισι παραγενοίμην.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
410 Ἔγωγε, νὴ τοὺς κονδύλους, οὓς πολλὰ δὴ ’πὶ πολλοῖς ἠνεσχόμην ἐκ παιδίου, μαχαιρίδων τε πληγάς, ὑπερβαλεῖσθαί ς’ οἴομαι τούτοισιν, ἢ μάτην γ’ ἂν ἀπομαγδαλιὰς σιτούμενος τοσοῦτος ἐκτραφείην.
ΠΑΦΛΑΓΩΝ
415 Ἀπομαγδαλιὰς ὥσπερ κύων; Ὦ παμπόνηρε, πῶς οὖν
415 κυνὸς βορὰν σιτούμενος μαχεῖ σὺ κυνοκεφάλῳ;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
415 Καὶ νὴ Δί’ ἄλλα γ’ ἐστί μου κόβαλα παιδὸς ὄντος· ἐξηπάτων γὰρ τοὺς μαγείρους 〈ἂν〉 λέγων τοιαυτί· «Σκέψασθε, παῖδες· οὐχ ὁρᾶθ’; ὥρα νέα, χελιδών.»
420 Οἱ δ’ ἔβλεπον, κἀγὼ ’ν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον.
420 Ὦ δεξιώτατον κρέας, σοφῶς γε προὐνοήσω· ὥσπερ ἀκαλήφας ἐσθίων πρὸ χελιδόνων ἔκλεπτες.
420 Καὶ ταῦτα δρῶν ἐλάνθανόν 〈γ’.〉 Εἰ δ’ οὖν ἴδοι τις αὐτῶν, ἀποκρυπτόμενος εἰς τὼ κοχώνα τοὺς θεοὺς ἀπώμνυν·
425 ὥστ’ εἶπ’ ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτο δρῶντα· «Οὐκ ἔσθ’ ὅπως ὁ παῖς ὅδ’ οὐ τὸν δῆμον ἐπιτροπεύσει.»
425 Εὖ γε ξυνέβαλεν αὔτ’· ἀτὰρ δῆλόν γ’ ἀφ’ οὗ ξυνέγνω· ὁτιὴ ’πιώρκεις θ’ ἡρπακὼς καὶ κρέας ὁ πρωκτὸς εἶχεν.
ΠΑΦΛΑΓΩΝ
425 Ἐγώ σε παύσω τοῦ θράσους, οἶμαι δὲ μᾶλλον ἄμφω.
430 Ἔξειμι γάρ σοι λαμπρὸς ἤδη καὶ μέγας καθιείς, ὁμοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκῇ.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
430 Ἐγὼ δὲ συστείλας γε τοὺς ἀλλᾶντας εἶτ’ ἀφήσω κατὰ κῦμ’ ἐμαυτὸν οὔριον, κλάειν σε μακρὰ κελεύσας.
430 Κἄγωγ’, ἐάν τι παραχαλᾷ, τὴν ἀντλίαν φυλάξω.
ΠΑΦΛΑΓΩΝ
435 Οὔτοι μὰ τὴν Δήμητρα καταπροίξει τάλαντα πολλὰ κλέψας Ἀθηναίων.
436 Ἄθρει καὶ τοῦ ποδὸς παρίει·
436 ὡς οὗτος ἤδη καικίας ἢ συκοφαντίας πνεῖ.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
436 Σὲ δ’ ἐκ Ποτειδαίας ἔχοντ’ εὖ οἶδα δέκα τάλαντα.
ΠΑΦΛΑΓΩΝ
436 Τί δῆτα; βούλει τῶν ταλάντων ἓν λαβὼν σιωπᾶν;
440 Ἁνὴρ ἂν ἡδέως λάβοι. Τοὺς τερθρίους παρίει· τὸ πνεῦμ’ ἔλαττον γίγνεται.
440 Φεύξει γραφὰς ἑκατονταλάντους τέτταρας.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
440 Σὺ δ’ ἀστρατείας γ’ εἴκοσιν, κλοπῆς δὲ πλεῖν ἢ χιλίας.
ΠΑΦΛΑΓΩΝ
445 Ἐκ τῶν ἀλιτηρίων σέ φη‐ μι γεγονέναι τῶν τῆς θεοῦ.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
445 Τὸν πάππον εἶναι φημί σου τῶν δορυφόρων—
ΠΑΦΛΑΓΩΝ
448 Ποίων; φράσον.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
448 Τῶν Βυρσίνης τῆς Ἱππίου.
ΠΑΦΛΑΓΩΝ
448 Κόβαλος εἶ.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
448 Πανοῦργος εἶ.
448 Παῖ’ ἀνδρικῶς.
ΠΑΦΛΑΓΩΝ
451 Ἰοὺ ἰού, τύπτουσί μ’ οἱ ξυνωμόται.
451 Παῖ’ αὐτὸν ἀνδρικώτατα καὶ γάστριζε, καὶ τοῖς ἐντέροις
455 καὶ τοῖς κόλοις
455 ὅπως κολᾷ τὸν ἄνδρα.
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
455 Ὦ γεννικώτατον κρέας ψυχήν τ’ ἄριστε πάντων, καὶ τῇ πόλει σωτὴρ φανεὶς ἡμῖν τε τοῖς πολίταις, ὡς εὖ τὸν ἄνδρα ποικίλως τ’ ἐπῆλθες ἐν λόγοισιν.
460 Πῶς ἄν ς’ ἐπαινέσαιμεν οὕτως ὥσπερ ἡδόμεσθα;
ΠΑΦΛΑΓΩΝ
460 Ταυτὶ μὰ τὴν Δήμητρά μ’ οὐκ ἐλάνθανεν τεκταινόμενα τὰ πράγματ’, ἀλλ’ ἠπιστάμην γομφούμεν’ αὐτὰ πάντα καὶ κολλώμενα.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
465 Οὔκουν μ’ ἐν Ἄργει γ’ οἷα πράττεις λανθάνει. Πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποεῖ, ἰδίᾳ δ’ ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται.
464 Οἴμοι, σὺ δ’ οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις;
468 Καὶ ταῦτ’ ἐφ’ οἷσίν ἐστι συμφυσώμενα ἐγᾦδ’· ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται.
470 Εὖ γ’, εὖ γε· χάλκευ’ ἀντὶ τῶν κολλωμένων.
470 Καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτ’ ἐκεῖθεν αὖ. Καὶ ταῦτά μ’ οὔτ’ ἀργύριον οὔτε χρυσίον διδοὺς ἀναπείσεις οὔτε προσπέμπων φίλους, ὅπως ἐγὼ ταῦτ’ οὐκ Ἀθηναίοις φράσω.
ΠΑΦΛΑΓΩΝ
475 Ἐγὼ μὲν οὖν αὐτίκα μάλ’ εἰς βουλὴν ἰὼν ὑμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ, καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς ἐν τῇ πόλει, καὶ πάνθ’ ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε, καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
480 Πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος;
ΠΑΦΛΑΓΩΝ
480 Ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ.
480 Ἄγε δὴ σὺ τίνα νοῦν ἢ τίνα γνώμην ἔχεις, νυνὶ διδάξεις, εἴπερ ἀπεκρύψω τότε εἰς τὼ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις.
485 Θεύσει γὰρ ᾄξας εἰς τὸ βουλευτήριον, ὡς οὗτος εἰσπεσὼν ἐκεῖσε διαβαλεῖ ἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
485 Ἀλλ’ εἶμι· πρῶτον δ’, ὡς ἔχω, τὰς κοιλίας καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι.
490 Ἔχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳί, ἵν’ ἐξολισθάνειν δύνῃ τὰς διαβολάς.
490 Ἀλλ’ εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί.
490 Ἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί.
493 Τί δαί;
493 Ἵν’ ἄμεινον, ὦ τᾶν, ἐσκοροδισμένος μάχῃ.
495 Καὶ σπεῦδε ταχέως.
495 Ταῦτα δρῶ.
495 Μέμνησό νυν δάκνειν, διαβάλλειν, τοὺς λόφους κατεσθίειν, χὤπως τὰ κάλλαι’ ἀποφαγὼν ἥξεις πάλιν.
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
497 Ἀλλ’ ἴθι χαίρων, καὶ πράξειας κατὰ νοῦν τὸν ἐμόν, καί σε φυλάττοι
497 Ζεὺς Ἀγοραῖος· καὶ νικήσας αὖθις ἐκεῖθεν πάλιν ὡς ἡμᾶς
497 ἔλθοις στεφάνοις κατάπαστος. Ὑμεῖς δ’ ἡμῖν προσέχετε τὸν νοῦν τοῖς ἀναπαίστοις,
505 ὦ παντοίας ἤδη μούσης πειραθέντες καθ’ ἑαυτούς.
506 Εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶς ἠνάγκαζεν λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι, οὐκ ἂν φαύλως ἔτυχεν τούτου· νῦν δ’ ἄξιός ἐσθ’ ὁ ποητής,
510 ὅτι τοὺς αὐτοὺς ἡμῖν μισεῖ τολμᾷ τε λέγειν τὰ δίκαια, καὶ γενναίως πρὸς τὸν Τυφῶ χωρεῖ καὶ τὴν ἐριώλην. Ἃ δὲ θαυμάζειν ὑμῶν φησιν πολλοὺς αὐτῷ προσιόντας καὶ βασανίζειν πῶς οὐχὶ πάλαι χορὸν αἰτοίη καθ’ ἑαυτόν, ἡμᾶς ὑμῖν ἐκέλευε φράσαι περὶ τούτου. Φησὶ γὰρ ἁνὴρ
515 οὐχ ὑπ’ ἀνοίας τοῦτο πεπονθὼς διατρίβειν, ἀλλὰ νομίζων κωμῳδοδιδασκαλίαν εἶναι χαλεπώτατον ἔργον ἁπάντων· πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι· ὑμᾶς τε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας καὶ τοὺς προτέρους τῶν ποιητῶν ἅμα τῷ γήρᾳ προδιδόντας·
520 τοῦτο μὲν εἰδὼς ἅπαθε Μάγνης ἅμα ταῖς πολιαῖς κατιούσαις, ὃς πλεῖστα χορῶν τῶν ἀντιπάλων νίκης ἔστησε τροπαῖα· πάσας δ’ ὑμῖν φωνὰς ἱεὶς καὶ ψάλλων καὶ πτερυγίζων καὶ λυδίζων καὶ ψηνίζων καὶ βαπτόμενος βατραχειοῖς οὐκ ἐξήρκεσεν, ἀλλὰ τελευτῶν ἐπὶ γήρως, οὐ γὰρ ἐφ’ ἥβης,
525 ἐξεβλήθη πρεσβύτης ὤν, ὅτι τοῦ σκώπτειν ἀπελείφθη· εἶτα Κρατίνου μεμνημένος, ὃς πολλῷ ῥεύσας ποτ’ ἐπαίνῳ
525 διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρασύρων ἐφόρει τὰς δρῦς καὶ τὰς πλατάνους καὶ τοὺς ἐχθροὺς προθελύμνους· ᾆσαι δ’ οὐκ ἦν ἐν συμποσίῳ πλήν· Δωροῖ συκοπέδιλ ε,
530 καὶ τέκτονες εὐπαλάμων ὕμνω ν· οὕτως ἤνθησεν ἐκεῖνος. Νυνὶ δ’ ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντ’ οὐκ ἐλεεῖτε, ἐκπιπτουσῶν τῶν ἠλέκτρων καὶ τοῦ τόνου οὐκέτ’ ἐνόντος τῶν θ’ ἁρμονιῶν διαχασκουσῶν· ἀλλὰ γέρων ὢν περιέρρει, ὥσπερ Κοννᾶς, στέφανον μὲν ἔχων αὗον, δίψῃ δ’ ἀπολωλώς,
535 ὃν χρῆν διὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷ πρυτανείῳ, καὶ μὴ ληρεῖν, ἀλλὰ θεᾶσθαι λιπαρὸν παρὰ τῷ Διονύσῳ. Οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελιγμούς, ὃς ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπεν, ἀπὸ κραμβοτάτου στόματος μάττων ἀστειοτάτας ἐπινοίας·
540 χοὖτος μέντοι μόνος ἀντήρκει, τοτὲ μὲν πίπτων, τοτὲ δ’ οὐχί. Ταῦτ’ ὀρρωδῶν διέτριβεν ἀεί, καὶ πρὸς τούτοισιν ἔφασκεν ἐρέτην χρῆναι πρῶτα γενέσθαι πρὶν πηδαλίοις ἐπιχειρεῖν, κᾆτ’ ἐντεῦθεν πρῳρατεῦσαι καὶ τοὺς ἀνέμους διαθρῆσαι, κᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. Τούτων οὖν οὕνεκα πάντων,
545 ὅτι σωφρονικῶς κοὐκ ἀνοήτως εἰσπηδήσας ἐφλυάρει, αἴρεσθ’ αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατ’ ἐφ’ ἕνδεκα κώπαις, θόρυβον χρηστὸν ληναΐτην, ἵν’ ὁ ποιητὴς ἀπίῃ χαίρων κατὰ νοῦν πράξας,
545 φαιδρὸς λάμποντι μετώπῳ.
545 Ἵππι’ ἄναξ Πόσειδον, ᾧ χαλκοκρότων ἵππων κτύπος
545 καὶ χρεμετισμὸς ἁνδάνει καὶ κυανέμβολοι θοαὶ
555 μισθοφόροι τριήρεις, μειρακίων θ’ ἅμιλλα λαμ‐ πρυνομένων ἐν ἅρμασιν καὶ βαρυδαιμονούντων, δεῦρ’ ἔλθ’ εἰς χορόν, ὦ χρυσοτρίαιν’, ὦ
560 δελφίνων μεδέων Σουνιάρατε, ὦ Γεραίστιε παῖ Κρόνου, Φορμίωνί τε φίλτατ’ ἐκ τῶν ἄλλων τε θεῶν Ἀθη‐ ναίοις πρὸς τὸ παρεστός.
565 Εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτι ἄνδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου, οἵτινες πεζαῖς μάχαισιν ἔν τε ναυφράκτῳ στρατῷ πανταχοῦ νικῶντες ἀεὶ τήνδ’ ἐκόσμησαν πόλιν· οὐ γὰρ οὐδεὶς πώποτ’ αὐτῶν τοὺς ἐναντίους ἰδὼν
570 ἠρίθμησεν, ἀλλ’ ὁ θυμὸς εὐθὺς ἦν ἀμυνίας· εἰ δέ που πέσοιεν εἰς τὸν ὦμον ἐν μάχῃ τινί, τοῦτ’ ἀπεψήσαντ’ ἄν, εἶτ’ ἠρνοῦντο μὴ πεπτωκέναι, ἀλλὰ διεπάλαιον αὖθις. Καὶ στρατηγὸς οὐδ’ ἂν εἷς τῶν πρὸ τοῦ σίτησιν ᾔτης’ ἐρόμενος Κλεαίνετον·
575 νῦν δ’ ἐὰν μὴ προεδρίαν φέρωσι καὶ τὰ σιτία, οὐ μαχεῖσθαί φασιν. Ἡμεῖς δ’ ἀξιοῦμεν τῇ πόλει προῖκα γενναίως ἀμύνειν καὶ θεοῖς ἐγχωρίοις. Καὶ πρὸς οὐκ αἰτοῦμεν οὐδὲν πλὴν τοσουτονὶ μόνον· ἤν ποτ’ εἰρήνη γένηται καὶ πόνων παυσώμεθα,
580 μὴ φθονεῖθ’ ἡμῖν κομῶσι μηδ’ ἀπεστλεγγισμένοις.
580 Ὦ πολιοῦχε Παλλάς, ὦ τῆς ἱερωτάτης ἁπα‐ σῶν πολέμῳ τε καὶ ποη‐ ταῖς δυνάμει θ’ ὑπερφερού‐
585 σης μεδέουσα χώρας, δεῦρ’ ἀφικοῦ λαβοῦσα τὴν ἐν στρατιαῖς τε καὶ μάχαις ἡμετέραν ξυνεργὸν Νίκην, ἣ χορικῶν ἐστιν ἑταίρα
590 τοῖς τ’ ἐχθροῖσι μεθ’ ἡμῶν στασιάζει. Νῦν οὖν δεῦρο φάνηθι· δεῖ γὰρ τοῖς ἀνδράσι τοῖσδε πά‐ σῃ τέχνῃ πορίσαι σε νί‐ κην εἴπερ ποτὲ καὶ νῦν.
595 Ἃ ξύνισμεν τοῖσιν ἵπποις, βουλόμεσθ’ ἐπαινέσαι. Ἄξιοι δ’ εἴς’ εὐλογεῖσθαι· πολλὰ γὰρ δὴ πράγματα ξυνδιήνεγκαν μεθ’ ἡμῶν, εἰσβολάς τε καὶ μάχας. Ἀλλὰ τἀν τῇ γῇ μὲν αὐτῶν οὐκ ἄγαν θαυμάζομεν, ὡς ὅτ’ εἰς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς,
595 πριάμενοι κώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ κρόμμυα· εἶτα τὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱ βροτοὶ ἐμβαλόντες ἀνεφρυάξανθ’· «Ἱππαπαῖ, τίς ἐμβαλεῖ; Ληπτέον μᾶλλον. Τί δρῶμεν; Οὐκ ἐλᾷς, ὦ σαμφόρα;» Ἐξεπήδων τ’ εἰς Κόρινθον· εἶτα δ’ οἱ νεώτατοι
605 ταῖς ὁπλαῖς ὤρυττον εὐνὰς καὶ μετῇσαν βρώματα· ἤσθιον δὲ τοὺς παγούρους ἀντὶ ποίας Μηδικῆς,
605 εἴ τις ἐξέρποι θύραζε κἀκ βυθοῦ θηρώμενοι· ὥστ’ ἔφη Θέωρος εἰπεῖν καρκίνον Κορίνθιον· «Δεινά γ’, ὦ Πόσειδον, εἰ μηδ’ ἐν βυθῷ δυνήσομαι
610 μήτε γῇ μήτ’ ἐν θαλάττῃ διαφυγεῖν τοὺς ἱππέας.»
610 Ὦ φίλτατ’ ἀνδρῶν καὶ νεανικώτατε, ὅσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα· καὶ νῦν ἐπειδὴ σῶς ἐλήλυθας πάλιν, ἄγγειλον ἡμῖν πῶς τὸ πρᾶγμ’ ἠγωνίσω.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
615 Τί δ’ ἄλλο γ’ εἰ μὴ νικόβουλος ἐγενόμην;
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
615 Νῦν ἄρ’ ἄξιον πᾶσίν ἐστιν ὀλολῦξαι. Ὦ καλὰ λέγων, πολὺ δ’ ἀμείνον’ ἔτι τῶν λόγων ἐργασάμεν’ εἴθ’ ἐπέλ‐ θοις ἅπαντά μοι σαφῶς·
620 ὡς ἐγώ μοι δοκῶ κἂν μακρὰν ὁδὸν διελθεῖν ὥστ’ ἀκοῦσαι. Πρὸς τάδ’, ὦ βέλ‐ τιστε, θαρρήσας λέγ’, ὡς ἅ‐
623 παντες ἡδόμεσθά σοι.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
623 Καὶ μὴν ἀκοῦσαί γ’ ἄξιον τῶν πραγμάτων.
625 Εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδ’ ἱέμην· ὁ δ’ ἄρ’ ἔνδον ἐλασίβροντ’ ἀναρρηγνὺς ἔπη τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων, κρημνοὺς ἐρείδων καὶ ξυνωμότας λέγων πιθανώταθ’· ἡ βουλὴ δ’ ἅπας’ ἀκροωμένη
630 ἐγένεθ’ ὑπ’ αὐτοῦ ψευδατραφάξυος πλέα, κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπ’ ἀνέσπασεν. Κἄγωγ’ ὅτε δὴ ’γνων ἐνδεχομένην τοὺς λόγους καὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην· «Ἄγε δὴ Σκίταλοι καὶ Φένακες, ἦν δ’ ἐγώ,
635 Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθων, ἀγορά τ’, ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην ἐγώ, νῦν μοι θράσος καὶ γλῶτταν εὔπορον δότε φωνήν τ’ ἀναιδῆ». Ταῦτα φροντίζοντί μοι ἐκ δεξιᾶς ἐπέπαρδε καταπύγων ἀνήρ.
640 Κἀγὼ προσέκυσα· κᾆτα τῷ πρωκτῷ θενὼν τὴν κιγκλίδ’ ἐξήραξα κἀναχανὼν μέγα ἀνέκραγον· «Ὦ βουλή, λόγους ἀγαθοὺς φέρων εὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι· ἐξ οὗ γὰρ ἡμῖν ὁ πόλεμος κατερράγη,
645 οὐπώποτ’ ἀφύας εἶδον ἀξιωτέρας.» Ἡ δ’ εὐθέως τὰ πρόσωπα διεγαλήνισεν· εἶτ’ ἐστεφάνουν μ’ εὐαγγέλια· κἀγὼ ’φρασα αὐτοῖς ἀπόρρητον ποησάμενος ταχύ, ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ,
645 τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια. Οἱ δ’ ἀνεκρότησαν καὶ πρὸς ἔμ’ ἐκεχήνεσαν. Ὁ δ’ ὑπονοήσας, ὁ Παφλαγών, εἰδὼς ἄρα οἷς ἥδεθ’ ἡ βουλὴ μάλιστα ῥήμασιν, γνώμην ἔλεξεν· «Ἄνδρες, ἤδη μοι δοκεῖ
655 ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ. Ἐπένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν. Κἄγωγ’ ὅτε δὴ ’γνων τοῖς βολίτοις ἡττημένος, διηκοσίῃσι βουσὶν ὑπερηκόντισα,
660 τῇ δ’ Ἀγροτέρᾳ κατὰ χιλίων παρῄνεσα εὐχὴν ποήσασθαι χιμάρων εἰς αὔριον, αἱ τριχίδες εἰ γενοίαθ’ ἑκατὸν τοὐβολοῦ. Ἐκαραδόκησεν εἰς ἔμ’ ἡ βουλὴ πάλιν. Ὁ δὲ ταῦτ’ ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα·
665 κᾆθ’ εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται, οἱ δ’ ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες. Ὁ δ’ ἠντεβόλει γ’ αὐτοὺς ὀλίγον μεῖναι χρόνον· «ἵν’ ἅτθ’ ὁ κῆρυξ οὑκ Λακεδαίμονος λέγει πύθησθ’· ἀφῖκται γὰρ περὶ σπονδῶν», λέγων.
670 Οἱ δ’ ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον· «Νυνὶ περὶ σπονδῶν; ἐπειδή γ’, ὦ μέλε, ᾔσθοντο τὰς ἀφύας παρ’ ἡμῖν ἀξίας. Οὐ δεόμεθα σπονδῶν· ὁ πόλεμος ἑρπέτω.» Ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι·
675 εἶθ’ ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ. Ἐγὼ δὲ τὰ κορίανν’ ἐπριάμην ὑποδραμὼν ἅπαντα τά τε γήτει’ ὅς’ ἦν ἐν τἀγορᾷ· ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα
675 ἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην.
680 Οἱ δ’ ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην ὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
682 Πάντα τοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα· ηὗρε δ’ ὁ πανοῦργος ἕτερον πολὺ πανουργίαις
685 μείζοσι κεκασμένον καὶ δόλοισι ποικίλοις ῥήμασίν θ’ αἱμύλοις. Ἀλλ’ ὅπως ἀγωνιεῖ φρόν‐
688 τιζε τἀπίλοιπ’ ἄριστα· συμμάχους δ’ ἡμᾶς ἔχων εὔ‐
690 νους ἐπίστασαι πάλαι.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
690 Καὶ μὴν ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται, ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν, ὡς δὴ καταπιόμενός με. Μορμὼ τοῦ θράσους.
ΠΑΦΛΑΓΩΝ
690 Εἰ μή ς’ ἀπολέσαιμ’, εἴ τι τῶν αὐτῶν ἐμοὶ
695 ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῇ.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
695 Ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις, ἀπεπυδάρισα μόθωνα, περιεκόκκασα.
ΠΑΦΛΑΓΩΝ
695 Οὔτοι μὰ τὴν Δήμητρ’ ἔτ’ εἰ μή ς’ ἐκφάγω ἐκ τῆσδε τῆς γῆς, οὐδέποτε βιώσομαι.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
695 Εἰ μὴ ’κφάγῃς; Ἐγὼ δέ γ’, εἰ μή ς’ ἐκπίω, κἂν ἐκροφήσας αὐτὸς ἐπιδιαρραγῶ.
ΠΑΦΛΑΓΩΝ
695 Ἀπολῶ σε νὴ τὴν προεδρίαν τὴν ἐκ Πύλου.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
695 Ἰδοὺ προεδρίαν· οἷον ὄψομαί ς’ ἐγὼ ἐκ τῆς προεδρίας ἔσχατον θεώμενον.
ΠΑΦΛΑΓΩΝ
705 Ἐν τῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανόν.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
705 Ὡς ὀξύθυμος. Φέρε τί σοι δῶ καταφαγεῖν; Ἐπὶ τῷ φάγοις ἥδιστ’ ἄν; Ἐπὶ βαλλαν—τίῳ;
ΠΑΦΛΑΓΩΝ
705 Ἐξαρπάσομαί σου τοῖς ὄνυξι τἄντερα.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
705 Ἀπονυχιῶ σου τἀν πρυτανείῳ σιτία.
ΠΑΦΛΑΓΩΝ
710 Ἕλξω σε πρὸς τὸν δῆμον, ἵνα δῷς μοι δίκην.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
710 Κἀγὼ δὲ ς’ ἕλξω καὶ διαβαλῶ πλείονα.
ΠΑΦΛΑΓΩΝ
710 Ἀλλ’, ὦ πόνηρε, σοὶ μὲν οὐδὲν πείθεται· ἐγὼ δ’ ἐκείνου καταγελῶ γ’ ὅσον θέλω.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
710 Ὡς σφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας.
ΠΑΦΛΑΓΩΝ
715 Ἐπίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
715 Κᾆθ’ ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς· μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντίθης, αὐτὸς δ’ ἐκείνου τριπλάσιον κατέσπακας.
ΠΑΦΛΑΓΩΝ
715 Καὶ νὴ Δί’ ὑπό γε δεξιότητος τῆς ἐμῆς
720 δύναμαι ποεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
720 Χὠ πρωκτὸς οὑμὸς τουτογὶ σοφίζεται.
ΠΑΦΛΑΓΩΝ
720 Οὐκ, ὦγάθ’, ἐν βουλῇ με δόξεις καθυβρίσαι. Ἴωμεν εἰς τὸν δῆμον.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
723 Οὐδὲν κωλύει, ἰδού· βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω.
ΠΑΦΛΑΓΩΝ
725 Ὦ Δῆμε, δεῦρ’ ἔξελθε—
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
725 Νὴ Δί’, ὦ πάτερ, ἔξελθε δῆτ’, ὦ Δημίδιον, 〈ὦ〉 φίλτατον.
ΠΑΦΛΑΓΩΝ
725 Ἔξελθ’, ἵν’ εἰδῇς οἷα περιυβρίζομαι.
ΔΗΜΟΣ
728 Τίνες οἱ βοῶντες; Οὐκ ἄπιτ’ ἀπὸ τῆς θύρας; Τὴν εἰρεσιώνην μου κατεσπαράξατε.
730 Τίς, ὦ Παφλαγών, ἀδικεῖ σε;
ΠΑΦΛΑΓΩΝ
730 Διὰ σὲ τύπτομαι ὑπὸ τουτουὶ καὶ τῶν νεανίσκων.
ΔΗΜΟΣ
731 Τιή;
ΠΑΦΛΑΓΩΝ
731 Ὁτιὴ φιλῶ ς’, ὦ Δῆμ’, ἐραστής τ’ εἰμὶ σός.
ΔΗΜΟΣ
731 Σὺ δ’ εἶ τίς ἐτεόν;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
733 Ἀντεραστὴς τουτουί, ἐρῶν πάλαι σου βουλόμενός τέ ς’ εὖ ποεῖν,
735 ἄλλοι τε πολλοὶ καὶ καλοί τε κἀγαθοί. Ἀλλ’ οὐχ οἷοί τ’ ἐσμὲν διὰ τουτονί. Σὺ γὰρ ὅμοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις· τοὺς μὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει, σαυτὸν δὲ λυχνοπώλαισι καὶ νευρορράφοις
740 καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως.
ΠΑΦΛΑΓΩΝ
740 Εὖ γὰρ ποιῶ τὸν δῆμον.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
741 Εἰπέ μοι, τί δρῶν;
ΠΑΦΛΑΓΩΝ
741 Ὅ τι; τῶν στρατηγῶν ὑποδραμόντων ἐκ Πύλου, πλεύσας ἐκεῖσε, τοὺς Λάκωνας ἤγαγον.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
741 Ἐγὼ δὲ περιπατῶν γ’ ἀπ’ ἐργαστηρίου
745 ἕψοντος ἑτέρου τὴν χύτραν ὑφειλόμην.
ΠΑΦΛΑΓΩΝ
745 Καὶ μὴν ποήσας αὐτίκα μάλ’ ἐκκλησίαν, ὦ Δῆμ’, ἵν’ εἰδῇς ὁπότερος νῷν ἐστί σοι εὐνούστερος, διάκρινον, ἵνα τοῦτον φιλῇς.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
745 Ναί, ναί, διάκρινον δῆτα, πλὴν μὴ ’ν τῇ πυκνί.
ΔΗΜΟΣ
745 Οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ. Ἀλλ’ εἰς τὸ πρόσθε. Χρὴ παρεῖν’ εἰς τὴν πύκνα.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
745 Οἴμοι κακοδαίμων, ὡς ἀπόλωλ’. Ὁ γὰρ γέρων οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος, ὅταν δ’ ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας,
755 κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας.
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
755 Νῦν δή σε πάντα δεῖ κάλων ἐξιέναι σεαυτοῦ, καὶ λῆμα θούριον φορεῖν καὶ λόγους ἀφύκτους, ὅτοισι τόνδ’ ὑπερβαλεῖ. Ποικίλος γὰρ ἁνὴρ κἀκ τῶν ἀμηχάνων πόρους εὐμήχανος πορίζειν.
760 Πρὸς ταῦθ’ ὅπως ἔξει πολὺς καὶ λαμπρὸς εἰς τὸν ἄνδρα.
760 Ἀλλὰ φυλάττου καὶ πρὶν ἐκεῖνον προσκεῖσθαί σοι πρότερον σὺ τοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβάλλου.
ΠΑΦΛΑΓΩΝ
762 Τῇ μὲν δεσποίνῃ Ἀθηναίῃ, τῇ τῆς πόλεως μεδεούσῃ, εὔχομαι, εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίων γεγένημαι
765 βέλτιστος ἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλαβακχώ, ὥσπερ νυνὶ μηδὲν δράσας δειπνεῖν ἐν τῷ πρυτανείῳ· εἰ δέ σε μισῶ καὶ μὴ περί σου μάχομαι μόνος ἀντιβεβηκώς, ἀπολοίμην καὶ διαπρισθείην κατατμηθείην τε λέπαδνα.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
765 Κἄγωγ’, ὦ Δῆμ’, εἰ μή σε φιλῶ καὶ μὴ στέργω, κατατμηθεὶς
770 ἑψοίμην ἐν περικομματίοις· κεἰ μὴ τούτοισι πέποιθας, ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ καὶ τῇ κρεάγρᾳ τῶν ὀρχιπέδων ἑλκοίμην εἰς Κεραμεικόν.
ΠΑΦΛΑΓΩΝ
770 Καὶ πῶς ἂν ἐμοῦ μᾶλλόν σε φιλῶν, ὦ Δῆμε, γένοιτο πολίτης; ὃς πρῶτα μέν, ἡνίκ’ ἐβούλευον, σοὶ χρήματα πλεῖστ’ ἀπέδειξα
775 ἐν τῷ κοινῷ, τοὺς μὲν στρεβλῶν, τοὺς δ’ ἄγχων, τοὺς δὲ μεταιτῶν, οὐ φροντίζων τῶν ἰδιωτῶν οὐδενός, εἰ σοὶ χαριοίμην.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
775 Τοῦτο μέν, ὦ Δῆμ’, οὐδὲν σεμνόν· κἀγὼ γὰρ τοῦτό σε δράσω· ἁρπάζων γὰρ τοὺς ἄρτους σοι τοὺς ἀλλοτρίους παραθήσω. Ὡς δ’ οὐχὶ φιλεῖ ς’ οὐδ’ ἔστ’ εὔνους, τοῦτ’ αὐτό σε πρῶτα διδάξω,
780 ἀλλ’ ἢ διὰ τοῦτ’ αὔθ’ ὁτιή σου τῆς ἀνθρακιᾶς ἀπολαύει. Σὲ γάρ, ὃς Μήδοισι διεξιφίσω περὶ τῆς χώρας Μαραθῶνι, καὶ νικήσας ἡμῖν μεγάλως ἐγγλωττοτυπεῖν παρέδωκας, ἐπὶ ταῖσι πέτραις οὐ φροντίζει σκληρῶς σε καθήμενον οὕτως, οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω. Ἀλλ’ ἐπαναίρου,
785 κᾆτα καθίζου μαλακῶς, ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι.
ΔΗΜΟΣ
785 Ἄνθρωπε, τίς εἶ; Μῶν ἔγγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων; Τοῦτό γέ τοί σου τοὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον.
ΠΑΦΛΑΓΩΝ
785 Ὡς ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
785 Καὶ σὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτων δελεάσμασιν εἷλες.
ΠΑΦΛΑΓΩΝ
790 Καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων ἢ μᾶλλον ἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
790 Καὶ πῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντ’ ἐν ταῖς πιθάκναισιν καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον οὐκ ἐλεαίρεις, ἀλλὰ καθείρξας αὐτὸν βλίττεις; Ἀρχεπτολέμου δὲ φέροντος
795 τὴν εἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείας τ’ ἀπελαύνεις ἐκ τῆς πόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰς προκαλοῦνται.
ΠΑΦΛΑΓΩΝ
795 Ἵνα γ’ Ἑλλήνων ἄρξῃ πάντων. Ἔστι γὰρ ἐν τοῖς λογίοισιν ὡς τοῦτον δεῖ ποτ’ ἐν Ἀρκαδίᾳ πεντωβόλου ἡλιάσασθαι, ἢν ἀναμείνῃ· πάντως δ’ αὐτὸν θρέψω ’γὼ καὶ θεραπεύσω,
795 ἐξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
795 Οὐχ ἵνα γ’ ἄρξῃ μὰ Δί’ Ἀρκαδίας προνοούμενος, ἀλλ’ ἵνα μᾶλλον σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων, ὁ δὲ δῆμος ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης ἃ πανουργεῖς μὴ καθορᾷ σου, ἀλλ’ ὑπ’ ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ.
805 Εἰ δέ ποτ’ εἰς ἀγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ, καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ εἰς λόγον ἔλθῃ, γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου· εἶθ’ ἥξει σοι δριμὺς ἄγροικος κατά σου τὴν ψῆφον ἰχνεύων. Ἃ σὺ γιγνώσκων τόνδ’ ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ αὐτοῦ.
ΠΑΦΛΑΓΩΝ
810 Οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτ’ ἔστ’ ἐμὲ καὶ διαβάλλειν πρὸς Ἀθηναίους καὶ τὸν δῆμον, πεποηκότα πλείονα χρηστὰ νὴ τὴν Δήμητρα Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
810 Ὦ πόλις Ἄργους, κλύεθ’ οἷα λέγει. Σὺ Θεμιστοκλεῖ ἀντιφερίζεις; ὃς ἐποίησεν τὴν πόλιν ἡμῶν μεστὴν εὑρὼν ἐπιχειλῆ,
815 καὶ πρὸς τούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν, ἀφελών τ’ οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺς παρέθηκεν· σὺ δ’ Ἀθηναίους ἐζήτησας μικροπολίτας ἀποφῆναι διατειχίζων καὶ χρησμῳδῶν, ὁ Θεμιστοκλεῖ ἀντιφερίζων. Κἀκεῖνος μὲν φεύγει τὴν γῆν, σὺ δ’ Ἀχιλλείων ἀπομάττει.
ΠΑΦΛΑΓΩΝ
820 Οὔκουν ταυτὶ δεινὸν ἀκούειν, ὦ Δῆμ’, ἐστίν μ’ ὑπὸ τούτου, ὁτιή σε φιλῶ;
ΔΗΜΟΣ
821 〈Ὢ〉 παῦ’, οὗτος, καὶ μὴ σκέρβολλε πονηρά. Πολλοῦ δὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθεις ἐγκρυφιάζων.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
821 Μιαρώτατος, ὦ Δημακίδιον, καὶ πλεῖστα πανοῦργα δεδρακώς. Ὁπόταν χασμᾷ, καὶ τοὺς καυλοὺς
825 τῶν εὐθυνῶν ἐκκαυλίζων καταβροχθίζει, κἀμφοῖν χειροῖν μυστιλᾶται τῶν δημοσίων.
ΠΑΦΛΑΓΩΝ
825 Οὐ χαιρήσεις, ἀλλά σε κλέπτονθ’ αἱρήσω ’γὼ τρεῖς μυριάδας.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
830 Τί θαλαττοκοπεῖς καὶ πλατυγίζεις, μιαρώτατος ὢν περὶ τὸν δῆμον τὸν Ἀθηναίων; Καί ς’ ἐπιδείξω νὴ τὴν Δήμητρ’, ἢ μὴ ζῴην, δωροδοκήσαντ’ ἐκ Μυτιλήνης
835 πλεῖν ἢ μνᾶς τετταράκοντα.
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
835 Ὦ πᾶσιν ἀνθρώποις φανεὶς μέγιστον ὠφέλημα, ζηλῶ σε τῆς εὐγλωττίας. Εἰ γὰρ ὧδ’ ἐποίσεις, μέγιστος Ἑλλήνων ἔσει, καὶ μόνος καθέξεις τἀν τῇ πόλει τῶν συμμάχων τ’ ἄρξεις ἔχων τρίαιναν,
840 ᾗ πολλὰ χρήματ’ ἐργάσει σείων τε καὶ ταράττων.
840 Καὶ μὴ μεθῇς τὸν ἄνδρ’, ἐπειδή σοι λαβὴν δέδωκεν· κατεργάσει γὰρ ῥᾳδίως πλευρὰς ἔχων τοιαύτας.
ΠΑΦΛΑΓΩΝ
842 Οὐκ, ὦγαθοί, ταῦτ’ ἐστί πω ταύτῃ μὰ τὸν Ποσειδῶ. Ἐμοὶ γάρ ἐστ’ εἰργασμένον τοιοῦτον ἔργον ὥστε
845 ἁπαξάπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν, ἕως ἂν ᾖ τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπόν.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
845 Ἐπίσχες ἐν ταῖς ἀσπίσιν· λαβὴν γὰρ ἐνδέδωκας. Οὐ γάρ ς’ ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας ταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι.
845 Ἀλλ’ ἐστὶ τοῦτ’, ὦ Δῆμε, μηχάνημ’, ἵν’, ἢν σὺ βούλῃ τὸν ἄνδρα κολάσαι τουτονί, σοὶ τοῦτο μὴ ’κγένηται. Ὁρᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν νεανιῶν· τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι καὶ τυροπῶλαι· τοῦτο δ’ εἰς ἕν ἐστι συγκεκυφός,
855 ὥστ’ εἰ σὺ βριμήσαιο καὶ βλέψειας ὀστρακίνδα, νύκτωρ καθαρπάσαντες ἂν τὰς ἀσπίδας θέοντες τὰς εἰσβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιεν ἡμῶν.
ΔΗΜΟΣ
855 Οἴμοι τάλας· ἔχουσι γὰρ πόρπακας; Ὦ πόνηρε, ὅσον με παρεκόπτου χρόνον τοιαῦτα κρουσιδημῶν.
ΠΑΦΛΑΓΩΝ
860 Ὦ δαιμόνιε, μὴ τοῦ λέγοντος ἴσθι, μηδ’ οἰηθῇς
860 ἐμοῦ ποθ’ εὑρήσειν φίλον βελτίον’, ὅστις εἷς ὢν ἔπαυσα τοὺς ξυνωμότας, καί μ’ οὐ λέληθεν οὐδὲν ἐν τῇ πόλει ξυνιστάμενον, ἀλλ’ εὐθέως κέκραγα.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
860 Ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας.
865 Ὅταν μὲν ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν· ἐὰν δ’ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν, αἱροῦσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς. Ἓν δ’ εἰπέ μοι τοσουτονί· σκύτη τοσαῦτα πωλῶν ἔδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ
870 ταῖς ἐμβάσιν φάσκων φιλεῖν;
ΔΗΜΟΣ
870 Οὐ δῆτα μὰ τὸν Ἀπόλλω.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
870 Ἔγνωκας οὖν δῆτ’ αὐτὸν οἷός ἐστιν; Ἀλλ’ ἐγώ σοι ζεῦγος πριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι.
ΔΗΜΟΣ
870 Κρίνω ς’ ὅσων ἐγᾦδα περὶ τὸν δῆμον ἄνδρ’ ἄριστον εὐνούστατόν τε τῇ πόλει καὶ τοῖσι δακτύλοισιν.
ΠΑΦΛΑΓΩΝ
875 Οὐ δεινὸν οὖν δῆτ’ ἐμβάδας τοσουτονὶ δύνασθαι, ἐμοῦ δὲ μὴ μνείαν ἔχειν ὅσων πέπονθας; ὅστις ἔπαυσα τοὺς κινουμένους, τὸν Γρύττον ἐξαλείψας.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
875 Οὔκουν σε δῆτα ταῦτα δεινόν ἐστι πρωκτοτηρεῖν παῦσαί τε τοὺς κινουμένους; Κοὐκ ἔσθ’ ὅπως ἐκείνους
880 οὐχὶ φθονῶν ἔπαυσας, ἵνα μὴ ῥήτορες γένοιντο. Τονδὶ δ’ ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικοῦτον οὐπώποτ’ ἀμφιμασχάλου τὸν Δῆμον ἠξίωσας χειμῶνος ὄντος· ἀλλ’ ἐγώ σοι τουτονὶ δίδωμι.
ΔΗΜΟΣ
880 Τοιουτονὶ Θεμιστοκλῆς οὐπώποτ’ ἐπενόησεν.
885 Καίτοι σοφὸν κἀκεῖν’ ὁ Πειραιεύς· ἔμοιγε μέντοι οὐ μεῖζον εἶναι φαίνετ’ ἐξεύρημα τοῦ χιτῶνος.
ΠΑΦΛΑΓΩΝ
885 Οἴμοι τάλας, οἵοις πιθηκισμοῖς με περιελαύνεις.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
885 Οὔκ, ἀλλ’ ὅπερ πίνων ἀνὴρ πέπονθ’ ὅταν χεσείῃ, τοῖσιν τρόποις τοῖς σοῖσιν ὥσπερ βλαυτίοισι χρῶμαι.
ΠΑΦΛΑΓΩΝ
890 Ἀλλ’ οὐχ ὑπερβαλεῖ με θωπείαις· ἐγὼ γὰρ αὐτὸν προσαμφιῶ τοδί· σὺ δ’ οἴμωζ’, ὦ πόνηρ’.
ΔΗΜΟΣ
891 Ἰαιβοῖ. Οὐκ ἐς κόρακας ἀποφθερεῖ βύρσης κάκιστον ὄζον;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
891 Καὶ τοῦτό 〈γ’〉 ἐπίτηδές σε περιήμπεσχ’, ἵνα ς’ ἀποπνίξῃ· καὶ πρότερον ἐπεβούλευσέ σοι. Τὸν καυλὸν οἶσθ’ ἐκεῖνον
895 τὸν σιλφίου τὸν ἄξιον γενόμενον;
ΔΗΜΟΣ
895 Οἶδα μέντοι.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
895 Ἐπίτηδες οὗτος αὐτὸν ἔσπευς’ ἄξιον γενέσθαι, ἵν’ ἐσθίοιτ’ ὠνούμενοι, κἄπειτ’ ἐν ἡλιαίᾳ βδέοντες ἀλλήλους ἀποκτείνειαν οἱ δικασταί.
ΔΗΜΟΣ
895 Νὴ τὸν Ποσειδῶ καὶ πρὸς ἐμὲ τοῦτ’ εἶπ’ ἀνὴρ Κόπρειος.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
895 Οὐ γὰρ τόθ’ ὑμεῖς βδεόμενοι δήπου ’γένεσθε πυρροί;
ΔΗΜΟΣ
895 Καὶ νὴ Δί’ ἦν γε τοῦτο Πυρράνδρου τὸ μηχάνημα.
ΠΑΦΛΑΓΩΝ
895 Οἵοισί μ’, ὦ πανοῦργε, βωμολοχεύμασιν ταράττεις.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
895 Ἡ γὰρ θεός μ’ ἐκέλευε νικῆσαί ς’ ἀλαζονείαις.
ΠΑΦΛΑΓΩΝ
895 Ἀλλ’ οὐχὶ νικήσεις. Ἐγὼ γάρ φημί σοι παρέξειν,
905 ὦ Δῆμε, μηδὲν δρῶντι μισθοῦ τρύβλιον ῥοφῆσαι.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
905 Ἐγὼ δὲ κυλίχνιόν γέ σοι καὶ φάρμακον δίδωμι τἀν τοῖσιν ἀντικνημίοις ἑλκύδρια περιαλείφειν.
ΠΑΦΛΑΓΩΝ
905 Ἐγὼ δὲ τὰς πολιάς γέ σου ’κλέγων νέον ποήσω.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
905 Ἰδοὺ δέχου κέρκον λαγῶ τὠφθαλμιδίω περιψῆν.
ΠΑΦΛΑΓΩΝ
910 Ἀπομυξάμενος, ὦ Δῆμέ, μου πρὸς τὴν κεφαλὴν ἀποψῶ.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
910 Ἐμοῦ μὲν οὖν.
ΠΑΦΛΑΓΩΝ
911 Ἐμοῦ μὲν οὖν. Ἐγώ σε ποιήσω τριη‐ ραρχεῖν, ἀναλίσκοντα τῶν σαυτοῦ, παλαιὰν ναῦν ἔχοντ’,
915 εἰς ἣν ἀναλῶν οὐκ ἐφέ‐ ξεις οὐδὲ ναυπηγούμενος· διαμηχανήσομαί θ’ ὅπως ἂν ἱστίον σαπρὸν λάβῃς.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
915 Ἁνὴρ παφλάζει, παῦε παῦ’,
920 ὑπερζέων· ὑφελκτέον τῶν δαλίων ἀπαρυστέον τε τῶν ἀπειλῶν ταυτῃί.
ΠΑΦΛΑΓΩΝ
920 Δώσεις ἐμοὶ καλὴν δίκην ἰπούμενος ταῖς εἰσφοραῖς.
925 Ἐγὼ γὰρ εἰς τοὺς πλουσίους σπεύσω ς’ ὅπως ἂν ἐγγραφῇς.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
925 Ἐγὼ δ’ ἀπειλήσω μὲν οὐ‐
925 δέν, εὔχομαι δέ σοι ταδί· τὸ μὲν τάγηνον τευθίδων
930 ἐφεστάναι σῖζον, σὲ δὲ γνώμην ἐρεῖν μέλλοντα περὶ Μιλησίων καὶ κερδανεῖν τάλαντον, ἢν κατεργάσῃ, σπεύδειν ὅπως τῶν τευθίδων
935 ἐμπλήμενος φθαίης ἔτ’ εἰς ἐκκλησίαν ἐλθών· ἔπει‐ τα πρὶν φαγεῖν ἁνὴρ μεθή‐ κοι, καὶ σὺ τὸ τάλαντον λαβεῖν βουλόμενος ἐ‐
940 σθίων 〈ἅμ’〉 ἀποπνιγείης.
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
941-942 Εὖ γε νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα.
ΔΗΜΟΣ
943 Κἀμοὶ δοκεῖ, καὶ τἄλλα γ’ εἶναι καταφανῶς ἀγαθὸς πολίτης, οἷος οὐδείς πω χρόνου
945 ἀνὴρ γεγένηται τοῖσι πολλοῖς τοὐβολοῦ. Σὺ δ’, ὦ Παφλαγών, φάσκων φιλεῖν μ’ ἐσκορόδισας. Καὶ νῦν ἀπόδος τὸν δακτύλιον, ὡς οὐκέτι ἐμοὶ ταμιεύσεις.
ΠΑΦΛΑΓΩΝ
948 Ἔχε· τοσοῦτον δ’ ἴσθ’ ὅτι, εἰ μή μ’ ἐάσεις ἐπιτροπεύειν, ἕτερος αὖ
948 ἐμοῦ πανουργότερός τις ἀναφανήσεται.
ΔΗΜΟΣ
948 Οὐκ ἔσθ’ ὅπως ὁ δακτύλιός ἐσθ’ οὑτοσὶ οὑμός· τὸ γοῦν σημεῖον ἕτερον φαίνεται. Ἀλλ’ ἦ οὐ καθορῶ;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
953 Φέρ’ ἴδω, τί σοι σημεῖον ἦν;
ΔΗΜΟΣ
953 Δημοῦ βοείου θρῖον ἐξωπτημένον.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
955 Οὐ τοῦτ’ ἔνεστιν.
ΔΗΜΟΣ
955 Οὐ τὸ θρῖον; Ἀλλὰ τί;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
955 Λάρος κεχηνὼς ἐπὶ πέτρας δημηγορῶν.
ΔΗΜΟΣ
955 Αἰβοῖ τάλας.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
957 Τί ἐστιν;
ΔΗΜΟΣ
957 Ἀπόφερ’ ἐκποδών. Οὐ τὸν ἐμὸν εἶχεν, ἀλλὰ τὸν Κλεωνύμου. Παρ’ ἐμοῦ δὲ τουτονὶ λαβὼν ταμίευέ μοι.
ΠΑΦΛΑΓΩΝ
960 Μὴ δῆτά πώ γ’, ὦ δέσποτ’, ἀντιβολῶ ς’ ἐγώ, πρὶν ἄν γε τῶν χρησμῶν ἀκούσῃς τῶν ἐμῶν.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
960 Καὶ τῶν ἐμῶν νυν.
ΠΑΦΛΑΓΩΝ
962 Ἀλλ’ ἐὰν τούτῳ πίθῃ, μολγὸν γενέσθαι δεῖ σε.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
963 Κἄν γε τουτῳί, ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου.
ΠΑΦΛΑΓΩΝ
965 Ἀλλ’ οἵ γ’ ἐμοὶ λέγουσιν ὡς ἄρξαι σε δεῖ χώρας ἁπάσης ἐστεφανωμένον ῥόδοις.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
965 Οὑμοὶ δέ γ’ αὖ λέγουσιν ὡς ἁλουργίδα ἔχων κατάπαστον καὶ στεφάνην ἐφ’ ἅρματος χρυσοῦ διώξεις Σμικύθην καὶ κύριον.
ΔΗΜΟΣ
970 Καὶ μὴν ἔνεγκ’ αὐτοὺς ἰών, ἵν’ οὑτοσὶ αὐτῶν ἀκούσῃ.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
971 Πάνυ γε.
ΔΗΜΟΣ
971 Καὶ σύ νυν φέρε.
ΠΑΦΛΑΓΩΝ
971 Ἰδού.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
972 Ἰδοὺ νὴ τὸν Δί’, οὐδὲν κωλύει.
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
972 Ἥδιστον φάος ἡμέρας
972 ἔσται τοῖς 〈τε〉 παροῦσι καὶ
975 τοῖσιν 〈εἰσ〉αφικνουμένοις, ἢν Κλέων ἀπόληται. Καίτοι πρεσβυτέρων τινῶν οἵων ἀργαλεωτάτων ἐν τῷ δείγματι τῶν δικῶν
980 ἤκους’ ἀντιλεγόντων, ὡς εἰ μὴ ’γένεθ’ οὗτος ἐν τῇ πόλει μέγας, οὐκ ἂν ἤ‐ στην σκεύει δύο χρησίμω,
983 δοῖδυξ οὐδὲ τορύνη.
983 Ἀλλὰ καὶ τόδ’ ἔγωγε θαυ‐
985 μάζω τῆς ὑομουσίας
986-987 αὐτοῦ· φασὶ γὰρ αὐτὸν οἱ
988 παῖδες οἳ ξυνεφοίτων, τὴν Δωριστὶ μόνην 〈ἂν〉 ἁρ‐
990 μόττεσθαι θαμὰ τὴν λύραν, ἄλλην δ’ οὐκ ἐθέλειν μαθεῖν· κᾆτα τὸν κιθαριστὴν ὀργισθέντ’ ἀπάγειν κελεύ‐ ειν, ὡς ἁρμονίαν ὁ παῖς
995 οὗτος οὐ δύναται μαθεῖν ἢν μὴ Δωροδοκιστί.
ΠΑΦΛΑΓΩΝ
996 Ἰδοὺ θέασαι, κοὐχ ἅπαντας ἐκφέρω.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
996 Οἴμ’ ὡς χεσείω, κοὐχ ἅπαντας ἐκφέρω.
ΔΗΜΟΣ
996 Ταυτὶ τί ἐστι;
ΠΑΦΛΑΓΩΝ
999 Λόγια.
ΔΗΜΟΣ
999 Πάντ’;
ΠΑΦΛΑΓΩΝ
999 Ἐθαύμασας;
999 Καὶ νὴ Δί’ ἔτι γέ μοὐστὶ κιβωτὸς πλέα.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
999 Ἐμοὶ δ’ ὑπερῷον καὶ ξυνοικία δύο.
ΔΗΜΟΣ
999 Φέρ’ ἴδω, τίνος γάρ εἰσιν οἱ χρησμοί ποτε;
ΠΑΦΛΑΓΩΝ
999 Οὑμοὶ μέν εἰσι Βάκιδος.
ΔΗΜΟΣ
1003 Οἱ δὲ σοὶ τίνος;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1003 Γλάνιδος, ἀδελφοῦ τοῦ Βάκιδος γεραιτέρου.
ΔΗΜΟΣ
1005 Εἰσὶν δὲ περὶ τοῦ;
ΠΑΦΛΑΓΩΝ
1005 Περὶ Ἀθηνῶν, περὶ Πύλου, περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.
ΔΗΜΟΣ
1005 Οἱ σοὶ δὲ περὶ τοῦ;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1007 Περὶ Ἀθηνῶν, περὶ φακῆς, περὶ Λακεδαιμονίων, περὶ σκόμβρων νέων, περὶ τῶν μετρούντων τἄλφιτ’ ἐν ἀγορᾷ κακῶς,
1010 περὶ σοῦ, περὶ ἐμοῦ. —Τὸ πέος οὑτοσὶ δάκοι.
ΔΗΜΟΣ
1010 Ἄγε νυν ὅπως αὐτοὺς ἀναγνώσεσθέ μοι, καὶ τὸν περὶ ἐμοῦ ’κεῖνον ᾧπερ ἥδομαι, ὡς ἐν νεφέλῃσιν αἰετὸς γενήσομαι.
ΠΑΦΛΑΓΩΝ
1010 Ἄκουε δή νυν καὶ πρόσεχε τὸν νοῦν ἐμοί·
1015 Φράζευ, Ἐρεχθεΐδη, λογίων ὁδόν, ἥν σοι Ἀπόλλων ἴαχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων. Σῴζεσθαί ς’ ἐκέλευ’ ἱερὸν κύνα καρχαρόδοντα, ὃς πρὸ σέθεν χάσκων καὶ ὑπὲρ σοῦ δεινὰ κεκραγὼς σοὶ μισθὸν ποριεῖ. Κἂν μὴ δρᾷς ταῦτ’, ἀπολεῖται·
1020 πολλοὶ γὰρ μίσει σφε κατακρώζουσι κολοιοί.
ΔΗΜΟΣ
1020 Ταυτὶ μὰ τὴν Δήμητρ’ ἐγὼ οὐκ οἶδ’ ὅ τι λέγει. Τί γάρ ἐστ’ Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί;
ΠΑΦΛΑΓΩΝ
1020 Ἐγὼ μέν εἰμ’ ὁ κύων· πρὸ σοῦ γὰρ ἀπύω· σοὶ δ’ εἶπε σῴζεσθαι ’μ’ ὁ Φοῖβος τὸν κύνα.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1025 Οὐ τοῦτό φης’ ὁ χρησμός, ἀλλ’ ὁ κύων ὁδὶ ὥσπερ ἀθάρης σου τῶν λογίων παρεσθίει. Ἐμοὶ γάρ ἐστ’ ὀρθῶς περὶ τούτου τοῦ κυνός.
ΔΗΜΟΣ
1025 Λέγε νυν· ἐγὼ δὲ πρῶτα λήψομαι λίθον, ἵνα μή μ’ ὁ χρησμὸς ὁ περὶ τοῦ κυνὸς δάκῃ.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1030 Φράζευ, Ἐρεχθεΐδη, κύνα Κέρβερον ἀνδραποδιστήν, ὃς κέρκῳ σαίνων ς’, ὁπόταν δειπνῇς, ἐπιτηρῶν ἐξέδεταί σου τοὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς· ἐσφοιτῶν τ’ ἐς τοὐπτάνιον λήσει σε κυνηδὸν νύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων.
ΔΗΜΟΣ
1035 Νὴ τὸν Ποσειδῶ πολύ γ’ ἄμεινον, ὦ Γλάνι.
ΠΑΦΛΑΓΩΝ
1035 Ὦ τᾶν, ἄκουσον, εἶτα διάκρινον, τόδε· Ἔστι γυνή, τέξει δὲ λέονθ’ ἱεραῖς ἐν Ἀθήναις, ὃς περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται ὥς τε περὶ σκύμνοισι βεβηκώς· τὸν σὺ φυλάξαι,
1040 τεῖχος ποιήσας ξύλινον πύργους τε σιδηροῦς. Ταῦτ’ οἶσθ’ ὅ τι λέγει;
ΔΗΜΟΣ
1041 Μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ.
ΠΑΦΛΑΓΩΝ
1041 Ἔφραζεν ὁ θεός σοι σαφῶς σῴζειν ἐμέ· ἐγὼ γὰρ ἀντὶ τοῦ λέοντός εἰμί σοι.
ΔΗΜΟΣ
1041 Καὶ πῶς μ’ ἐλελήθεις Ἀντιλέων γεγενημένος;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1045 Ἓν οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκών, ὅ τι τὸ σιδήρου τεῖχός ἐστι καὶ ξύλων, ἐν ᾧ σε σῴζειν τόνδ’ ἐκέλευ’ ὁ Λοξίας.
ΔΗΜΟΣ
1045 Πῶς δῆτα τοῦτ’ ἔφραζεν ὁ θεός;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1048 Τουτονὶ δῆσαί ς’ ἐκέλευ’ ἐν πεντεσυρίγγῳ ξύλῳ.
ΔΗΜΟΣ
1048 Ταυτὶ τελεῖσθαι τὰ λόγι’ ἤδη μοι δοκεῖ.
ΠΑΦΛΑΓΩΝ
1048 Μὴ πείθου· φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι. Ἀλλ’ ἱέρακα φίλει μεμνημένος ἐν φρεσίν, ὅς σοι ἤγαγε συνδήσας Λακεδαιμονίων κορακίνους.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1048 Τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς.
1055 Κεκροπίδη κακόβουλε, τί τοῦθ’ ἡγεῖ μέγα τοὔργον; Καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη· ἀλλ’ οὐκ ἂν μαχέσαιτο· χέσαιτο γάρ, εἰ μαχέσαιτο.
ΠΑΦΛΑΓΩΝ
1055 Ἀλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν· Ἔστι Πύλος πρὸ Πύλοιο—
ΔΗΜΟΣ
1059 Τί τοῦτο λέγει, πρὸ Πύλοιο;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1060 Τὰς πυέλους φησὶν καταλήψεσθ’ ἐν βαλανείῳ.
ΔΗΜΟΣ
1060 Ἐγὼ δ’ ἄλουτος τήμερον γενήσομαι;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1060 Οὗτος γὰρ ἡμῶν τὰς πυέλους ὑφήρπασεν. Ἀλλ’ οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ ὁ χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.
ΔΗΜΟΣ
1065 Προσέχω· σὺ δ’ ἀναγίγνωσκε, τοῖς ναύταισί μου ὅπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1065 Αἰγεΐδη, φράσσαι κυναλώπεκα, μή σε δολώσῃ, λαίθαργον, ταχύπουν, δολίαν κερδώ, πολύιδριν. Οἶσθ’ ὅ τι ἐστὶν τοῦτο;
ΔΗΜΟΣ
1069 Φιλόστρατος ἡ κυναλώπηξ.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1070 Οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε αἰτεῖ ταχείας ἀργυρολόγους οὑτοσί· ταύτας ἀπαυδᾷ μὴ διδόναι ς’ ὁ Λοξίας.
ΔΗΜΟΣ
1070 Πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1073 Ὅπως; ὅτι ἡ τριήρης 〈τ’〉 ἐστὶ χὠ κύων ταχύ.
ΔΗΜΟΣ
1075 Πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνί;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1075 Ἀλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν, ὁτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις.
ΔΗΜΟΣ
1075 Εἶἑν.
1078 Τούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1078 Ἐγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν.
1080 Ἀλλ’ ἔτι τόνδ’ ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαι χρησμὸν Λητοΐδης, Κυλλήνην, μή σε δολώσῃ.
ΔΗΜΟΣ
1080 Ποίαν Κυλλήνην;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1082 Τὴν τούτου χεῖρ’ ἐπόησεν Κυλλήνην ὀρθῶς, ὁτιή φης’· «Ἔμβαλε κυλλῇ.»
ΠΑΦΛΑΓΩΝ
1082 Οὐκ ὀρθῶς φράζει· τὴν Κυλλήνην γὰρ ὁ Φοῖβος
1085 ἐς τὴν χεῖρ’ ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους. Ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός,
1085 αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1085 Καὶ γὰρ ἐμοί· καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης, χὤτι γ’ ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα.
ΠΑΦΛΑΓΩΝ
1090 Ἀλλ’ ἐγὼ εἶδον ὄναρ, καί μοὐδόκει ἡ θεὸς αὐτὴ τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1090 Νὴ Δία καὶ γὰρ ἐγώ· καί μοὐδόκει ἡ θεὸς αὐτὴ ἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ ’πικαθῆσθαι· εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ
1095 ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην.
ΔΗΜΟΣ
1095 Ἰοῦ ἰοῦ. Οὐκ ἦν ἄρ’ οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος. Καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ γερονταγωγεῖν κἀναπαιδεύειν πάλιν.
ΠΑΦΛΑΓΩΝ
1095 Μήπω γ’, ἱκετεύω ς’, ἀλλ’ ἀνάμεινον, ὡς ἐγὼ κριθὰς ποριῶ σοι καὶ βίον καθ’ ἡμέραν.
ΔΗΜΟΣ
1095 Οὐκ ἀνέχομαι κριθῶν ἀκούων· πολλάκις ἐξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους.
ΠΑΦΛΑΓΩΝ
1095 Ἀλλ’ ἄλφιτ’ ἤδη σοι ποριῶ ’σκευασμένα.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1105 Ἐγὼ δὲ μαζίσκας γε διαμεμαγμένας καὶ τοὔψον ὀπτόν· μηδὲν ἄλλ’ εἰ μὴ ’σθιε.
ΔΗΜΟΣ
1105 Ἁνύσατέ νυν, ὅ τι περ ποήσεθ’· ὡς ἐγώ, ὁπότερος ἂν σφῷν νῦν με μᾶλλον εὖ ποῇ, τούτῳ παραδώσω τῆς πυκνὸς τὰς ἡνίας.
ΠΑΦΛΑΓΩΝ
1110 Τρέχοιμ’ ἂν εἴσω πρότερος.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1110 Οὐ δῆτ’, ἀλλ’ ἐγώ.
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
1110 Ὦ Δῆμε, καλήν γ’ ἔχεις
1110 ἀρχήν, ὅτε πάντες ἄν‐ θρωποι δεδίασί ς’ ὥσ‐ περ ἄνδρα τύραννον.
1115 Ἀλλ’ εὐπαράγωγος εἶ, θωπευόμενός τε χαί‐ ρεις κἀξαπατώμενος, πρὸς τόν τε λέγοντ’ ἀεὶ κέχηνας· ὁ νοῦς δέ σου
1120 παρὼν ἀποδημεῖ.
ΔΗΜΟΣ
1120 Νοῦς οὐκ ἔνι ταῖς κόμαις ὑμῶν, ὅτε μ’ οὐ φρονεῖν νομίζετ’· ἐγὼ δ’ ἑκὼν ταῦτ’ ἠλιθιάζω.
1125 Αὐτός τε γὰρ ἥδομαι βρύλλων τὸ καθ’ ἡμέραν, κλέπτοντά τε βούλομαι τρέφειν ἕνα προστάτην· τοῦτον δ’, ὅταν ᾖ πλέως,
1130 ἄρας ἐπάταξα.
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
1130 Οὕτω μὲν ἂν εὖ ποιοῖς, εἴ σοι πυκνότης ἔνεστ’ ἐν τῷ τρόπῳ, ὡς λέγεις, τούτῳ πάνυ πολλή,
1135 εἰ τούσδ’ ἐπίτηδες ὥσ‐ περ δημοσίους τρέφεις ἐν τῇ πυκνί, κᾆθ’ ὅταν
1135 μή σοι τύχῃ ὄψον ὄν, τούτων ὃς ἂν ᾖ παχύς,
1140 θύσας ἐπιδειπνεῖς.
ΔΗΜΟΣ
1140 Σκέψασθε δέ μ’, εἰ σοφῶς αὐτοὺς περιέρχομαι τοὺς οἰομένους φρονεῖν κἄμ’ ἐξαπατύλλειν.
1145 Τηρῶ γὰρ ἑκάστοτ’ αὐ‐ τοὺς οὐδὲ δοκῶν ὁρᾶν κλέπτοντας· ἔπειτ’ ἀναγ‐ κάζω πάλιν ἐξεμεῖν ἅττ’ ἂν κεκλόφωσί μου,
1145 κημὸν καταμηλῶν.
ΠΑΦΛΑΓΩΝ
1145 Ἄπαγ’ ἐς μακαρίαν ἐκποδών.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1151 Σύ γ’, ὦ φθόρε.
ΠΑΦΛΑΓΩΝ
1151 Ὦ Δῆμ’, ἐγὼ μέντοι παρεσκευασμένος τρίπαλαι κάθημαι βουλόμενός ς’ εὐεργετεῖν.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1151 Ἐγὼ δὲ δεκάπαλαι γε καὶ δωδεκάπαλαι
1155 καὶ χιλιόπαλαι καὶ προπαλαιπαλαίπαλαι.
ΔΗΜΟΣ
1155 Ἐγὼ δὲ προσδοκῶν γε τρισμυριόπαλαι βδελύττομαί σφω καὶ προπαλαιπαλαίπαλαι.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1155 Οἶσθ’ οὖν ὃ δρᾶσον;
ΔΗΜΟΣ
1158 Εἴσομ’, ἢν φράσῃς γε σύ.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1158 Ἄφες ἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονί,
1160 ἵνα ς’ εὖ ποιῶμεν ἐξ ἴσου.
ΔΗΜΟΣ
1160 Δρᾶν ταῦτα χρή. Ἄπιτον.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ ΚΑΙ ΠΑΦΛΑΓΩΝ
1161 Ἰδού.
ΔΗΜΟΣ
1161 Θέοιτ’ ἄν.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1161 Ὑποθεῖν οὐκ ἐῶ.
ΔΗΜΟΣ
1161 Ἀλλ’ ἢ μεγάλως εὐδαιμονήσω τήμερον ὑπὸ τῶν ἐραστῶν, νὴ Δί’, ἢ ’γὼ θρύψομαι.
ΠΑΦΛΑΓΩΝ
1161 Ὁρᾷς, ἐγώ σοι πρότερος ἐκφέρω δίφρον.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1165 Ἀλλ’ οὐ τράπεζαν· ἀλλ’ ἐγὼ προτεραίτερος.
ΠΑΦΛΑΓΩΝ
1165 Ἰδοὺ φέρω σοι τήνδε μαζίσκην ἐγὼ ἐκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1165 Ἐγὼ δὲ μυστίλας μεμυστιλημένας ὑπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ.
ΔΗΜΟΣ
1170 Ὡς μέγαν ἄρ’ εἶχες, ὦ πότνια, τὸν δάκτυλον.
ΠΑΦΛΑΓΩΝ
1170 Ἐγὼ δ’ ἔτνος γε πίσινον εὔχρων καὶ καλόν· ἐτόρυνε δ’ αὐτὴ Παλλὰς ἡ Πυλαιμάχος.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1170 Ὦ Δῆμ’, ἐναργῶς ἡ θεός ς’ ἐπισκοπεῖ. Καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν.
ΔΗΜΟΣ
1175 Οἴει γὰρ οἰκεῖσθ’ ἂν ἔτι τήνδε τὴν πόλιν, εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν;
ΠΑΦΛΑΓΩΝ
1175 Τουτὶ τέμαχός σοὔδωκεν ἡ Φοβεσιστράτη.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1175 Ἡ δ’ Ὀβριμοπάτρα γ’ ἑφθὸν ἐκ ζωμοῦ κρέας καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.
ΔΗΜΟΣ
1180 Καλῶς γ’ ἐπόησε τοῦ πέπλου μεμνημένη.
ΠΑΦΛΑΓΩΝ
1180 Ἡ Γοργολόφα ς’ ἐκέλευε τουτουὶ φαγεῖν ἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1180 Λαβὲ καὶ ταδί νυν.
ΔΗΜΟΣ
1183 Καὶ τί τούτοις χρήσομαι τοῖς ἐντέροις;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1184 Ἐπίτηδες αὔτ’ ἔπεμψέ σοι
1185 εἰς τὰς τριήρεις ἐντερόνειαν ἡ θεός· ἐπισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικόν. Ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο.
ΔΗΜΟΣ
1185 Ὡς ἡδύς, ὦ Ζεῦ, καὶ τὰ τρία φέρων καλῶς.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1185 Ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν.
ΠΑΦΛΑΓΩΝ
1190 Λαβέ νυν πλακοῦντος πίονος παρ’ ἐμοῦ τόμον.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1190 Παρ’ ἐμοῦ δ’ ὅλον γε τὸν πλακοῦντα τουτονί.
ΠΑΦΛΑΓΩΝ
1190 Ἀλλ’ οὐ λαγῷ’ ἕξεις ὁπόθεν δῷς· ἀλλ’ ἐγώ.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1190 Οἴμοι, πόθεν λαγῷά μοι γενήσεται; Ὦ θυμέ, νυνὶ βωμολόχον ἔξευρέ τι.
ΠΑΦΛΑΓΩΝ
1195 Ὁρᾷς τάδ’, ὦ κακόδαιμον;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1195 Ὀλίγον μοι μέλει· ἐκεινοιὶ γὰρ ὡς ἔμ’ ἔρχονταί τινες πρέσβεις ἔχοντες ἀργυρίου βαλλάντια.
ΠΑΦΛΑΓΩΝ
1195 Ποῦ ποῦ;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1198 Τί δέ σοι τοῦτ’; Οὐκ ἐάσεις τοὺς ξένους; Ὦ Δημίδιον, ὁρᾷς τὰ λαγῷ’ ἅ σοι φέρω;
ΠΑΦΛΑΓΩΝ
1198 Οἴμοι τάλας, ἀδίκως γε τἄμ’ ὑφήρπασας.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1198 Νὴ τὸν Ποσειδῶ, καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου.
ΔΗΜΟΣ
1198 Εἴπ’, ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1198 Τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμ’ ἐμόν. Ἐγὼ δ’ ἐκινδύνευς’.
ΠΑΦΛΑΓΩΝ
1204 Ἐγὼ δ’ ὤπτησά γε.
ΔΗΜΟΣ
1205 Ἄπιθ’· οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος ἡ χάρις.
ΠΑΦΛΑΓΩΝ
1205 Οἴμοι κακοδαίμων, ὑπεραναιδευθήσομαι.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1205 Τί οὐ διακρίνεις, Δῆμ’, ὁπότερός ἐστι νῷν ἀνὴρ ἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα;
ΔΗΜΟΣ
1205 Τῷ δῆτ’ ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳ
1210 δόξαιμι κρίνειν τοῖς θεαταῖσιν σοφῶς;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1210 Ἐγὼ φράσω σοι. Τὴν ἐμὴν κίστην ἰὼν ξύλλαβε σιωπῇ καὶ βασάνισον ἅττ’ ἔνι, καὶ τὴν Παφλαγόνος· κἀμέλει κρινεῖς καλῶς.
ΔΗΜΟΣ
1210 Φέρ’ ἴδω, τί οὖν ἔνεστιν;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1214 Οὐχ ὁρᾷς κενήν,
1215 ὦ παππίδιον; Ἅπαντα γάρ σοι παρεφόρουν.
ΔΗΜΟΣ
1215 Αὕτη μὲν ἡ κίστη τὰ τοῦ δήμου φρονεῖ.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1215 Βάδιζέ νυν καὶ δεῦρο πρὸς τὴν Παφλαγόνος. Ὁρᾷς 〈τάδ’;〉
ΔΗΜΟΣ
1218 Οἴμοι, τῶν ἀγαθῶν ὅσων πλέα. Ὅσον τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο·
1220 ἐμοὶ δ’ ἔδωκεν ἀποτεμὼν τυννουτονί.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1220 Τοιαῦτα μέντοι καὶ πρότερόν ς’ ἠργάζετο·
1220 σοὶ μὲν προσεδίδου μικρὸν ὧν ἐλάμβανεν, αὐτὸς δ’ ἑαυτῷ παρετίθει τὰ μείζονα.
ΔΗΜΟΣ
1220 Ὦ μιαρέ, κλέπτων δή με ταῦτ’ ἐξηπάτας;
1225 Ἐγὼ δέ τυ ἐστεφάνιξα κἠδωρησάμα ν.
ΠΑΦΛΑΓΩΝ
1225 Ἐγὼ δ’ ἔκλεπτον ἐπ’ ἀγαθῷ γε τῇ πόλει.
ΔΗΜΟΣ
1225 Κατάθου ταχέως τὸν στέφανον, ἵν’ ἐγὼ τουτῳὶ αὐτὸν περιθῶ.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1228 Κατάθου ταχέως, μαστιγία.
ΠΑΦΛΑΓΩΝ
1228 Οὐ δῆτ’, ἐπεί μοι χρησμός ἐστι Πυθικὸς
1230 φράζων, ὑφ’ οὗ χρεὼν ἔμ’ ἡττᾶσθαι μόνου.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1230 Τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.
ΠΑΦΛΑΓΩΝ
1230 Καὶ μήν ς’ ἐλέγξαι βούλομαι τεκμηρίῳ, εἴ τι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις. Καί σου τοσοῦτο πρῶτον ἐκπειράσομαι·
1235 Παῖς ὢν ἐφοίτας εἰς τίνος διδασκάλου;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1235 Ἐν ταῖσιν εὔστραις κονδύλοις ἡρμοττόμην.
ΠΑΦΛΑΓΩΝ
1235 Πῶς εἶπας; Ὥς μοὐ χρησμὸς ἅπτεται φρενῶν.
1237 Εἶἑν. Ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1237 Κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντίον.
ΠΑΦΛΑΓΩΝ
1240 Ὦ Φοῖβ’ Ἄπολλον Λύκιε, τί ποτέ μ’ ἐργάσει; Τέχνην δὲ τίνα ποτ’ εἶχες ἐξανδρούμενος;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1240 Ἠλλαντοπώλουν καί τι καὶ βινεσκόμην.
ΠΑΦΛΑΓΩΝ
1240 Οἴμοι κακοδαίμων· οὐκέτ’ οὐδέν εἰμ’ ἐγώ.
1240 Λεπτή τις ἐλπίς ἐστ’ ἐφ’ ἧς ὀχούμεθα.
1245 Καί μοι τοσοῦτον εἰπέ· πότερον ἐν ἀγορᾷ ἠλλαντοπώλεις ἐτεὸν ἢ ’πὶ ταῖς πύλαις;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1245 Ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον.
ΠΑΦΛΑΓΩΝ
1245 Οἴμοι, πέπρακται τοῦ θεοῦ τὸ θέσφατον. Κυλίνδετ’ εἴσω τόνδε τὸν δυσδαίμονα.
1245 Ὦ στέφανε, χαίρων ἄπιθι, καί ς’ ἄκων ἐγὼ λείπω· σὲ δ’ ἄλλος τις λαβὼν κεκτήσεται, κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ’ ἴσως.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1245 Ἑλλάνιε Ζεῦ, σὸν τὸ νικητήριον.
1245 Ὦ χαῖρε καλλίνικε· καὶ μέμνης’ ὅτι
1255 ἀνὴρ γεγένησαι δι’ ἐμέ· καί ς’ αἰτῶ βραχύ, ὅπως ἔσομαί σοι Φανὸς ὑπογραφεὺς δικῶν.
ΔΗΜΟΣ
1255 Ἐμοὶ δέ γ’ ὅ τι σοι τοὔνομ’ εἴπ’.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1257 Ἀγοράκριτος· ἐν τἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην.
ΔΗΜΟΣ
1257 Ἀγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω
1260 καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονί.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1260 Καὶ μὴν ἐγώ ς’, ὦ Δῆμε, θεραπεύσω καλῶς, ὥσθ’ ὁμολογεῖν σε μηδέν’ ἀνθρώπων ἐμοῦ ἰδεῖν ἀμείνω τῇ Κεχηναίων πόλει.
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
1263 Τί κάλλιον ἀρχομένοι‐
1265 σιν ἢ καταπαυομένοισιν ἢ θοᾶν ἵππων ἐλατῆρας ἀείδειν μηδὲν εἰς Λυσίστρατον,
1265 μηδὲ Θούμαντιν τὸν ἀνέστιον αὖ λυ‐ πεῖν ἑκούσῃ καρδίᾳ;
1270 Καὶ γὰρ οὗτος, ὦ φίλ’ Ἄπολλον, 〈ἀεὶ〉 πεινῇ, θαλεροῖς δακρύοισιν σᾶς ἁπτόμενος φαρέτρας Πυθῶνι δίᾳ 〈μὴ〉 κακῶς πένεσθαι.
1273 Λοιδορῆσαι τοὺς πονηροὺς οὐδέν ἐστ’ ἐπίφθονον,
1275 ἀλλὰ τιμὴ τοῖσι χρηστοῖς, ὅστις εὖ λογίζεται. Εἰ μὲν οὖν ἅνθρωπος, ὃν δεῖ πόλλ’ ἀκοῦσαι καὶ κακά, αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἀνδρὸς ἐμνήσθην φίλου. Νῦν δ’ Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται, ὅστις ἢ τὸ λευκὸν οἶδεν ἢ τὸν ὄρθιον νόμον.
1280 Ἔστιν οὖν ἀδελφὸς αὐτῷ τοὺς τρόπους οὐ συγγενής, Ἀριφράδης πονηρός. Ἀλλὰ τοῦτο μὲν καὶ βούλεται· ἐστὶ δ’ οὐ μόνον πονηρός, οὐ γὰρ οὐδ’ ἂν ᾐσθόμην, οὐδὲ παμπόνηρος, ἀλλὰ καὶ προσεξηύρηκέ τι. Τὴν γὰρ αὑτοῦ γλῶτταν αἰσχραῖς ἡδοναῖς λυμαίνεται,
1285 ἐν κασαυρείοισι λείχων τὴν ἀπόπτυστον δρόσον, καὶ μολύνων τὴν ὑπήνην καὶ κυκῶν τὰς ἐσχάρας, καὶ Πολυμνήστεια ποιῶν καὶ ξυνὼν Οἰωνίχῳ. Ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα βδελύττεται, οὔποτ’ ἐκ ταὐτοῦ μεθ’ ἡμῶν πίεται ποτηρίου.
1290 Ἦ πολλάκις ἐννυχίαι‐
1290 σι φροντίσι συγγεγένημαι, καὶ διεζήτηχ’ ὁπόθεν ποτὲ φαύλως ἐσθίει Κλεώνυμος. Φασὶ γάρ 〈ποτ’〉 αὐτὸν ἐρεπτόμενον
1295 τὰ τῶν ἐχόντων ἀνέρων οὐκ ἂν ἐξελθεῖν ἀπὸ τῆς σιπύης· τοὺς δ’ ἀντιβολεῖν ἂν ὁμοίως· Ἴθ’, ὦ ἄνα, πρὸς γονάτων, ἔξελθε καὶ σύγγνωθι τῇ τραπέζῃ.
1299 Φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις εἰς λόγον, καὶ μίαν λέξαι τιν’ αὐτῶν, ἥτις ἦν γεραιτέρα· «Οὐδὲ πυνθάνεσθε ταῦτ’, ὦ παρθένοι, τἀν τῇ πόλει; Φασὶν αἰτεῖσθαί τιν’ ἡμῶν ἑκατὸν εἰς Καρχηδόνα, ἄνδρα μοχθηρὸν πολίτην, ὀξίνην Ὑπέρβολον·»
1305 ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετόν, καί τιν’ εἰπεῖν, ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει· «Ἀποτρόπαι’, οὐ δῆτ’ ἐμοῦ γ’ ἄρξει ποτ’, ἀλλ’ ἐάν με χρῇ, ὑπὸ τερηδόνων σαπεῖς’ ἐνταῦθα καταγηράσομαι.» — «Οὐδὲ Ναυφάντης γε τῆς Ναύσωνος, οὐ δῆτ’, ὦ θεοί,
1310 εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην. Ἢν δ’ ἀρέσκῃ ταῦτ’ Ἀθηναίοις, καθῆσθαί μοι δοκῶ εἰς τὸ Θησεῖον πλεούσας ἢ ’πὶ τῶν σεμνῶν θεῶν. Οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει· ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται,
1315 τὰς σκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους, καθελκύσας.»
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1315 Εὐφημεῖν χρὴ καὶ στόμα κλείειν καὶ μαρτυριῶν ἀπέχεσθαι,
1315 καὶ τὰ δικαστήρια συγκλείειν, οἷς ἡ πόλις ἥδε γέγηθεν, ἐπὶ καιναῖσιν δ’ εὐτυχίαισιν παιωνίζειν τὸ θέατρον.
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
1315 Ὦ ταῖς ἱεραῖς φέγγος Ἀθήναις καὶ ταῖς νήσοις ἐπίκουρε,
1320 τίν’ ἔχων φήμην ἀγαθὴν ἥκεις, ἐφ’ ὅτῳ κνισῶμεν ἀγυιάς;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1320 Τὸν Δῆμον ἀφεψήσας ὑμῖν καλὸν ἐξ αἰσχροῦ πεπόηκα.
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
1320 Καὶ ποῦ ’στιν νῦν, ὦ θαυμαστὰς ἐξευρίσκων ἐπινοίας;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1320 Ἐν ταῖσιν ἰοστεφάνοις οἰκεῖ ταῖς ἀρχαίαισιν Ἀθήναις.
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
1320 Πῶς ἂν ἴδοιμεν; Ποίαν 〈τιν’〉 ἔχει σκευήν; Ποῖος γεγένηται;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1325 Οἷός περ Ἀριστείδῃ πρότερον καὶ Μιλτιάδῃ ξυνεσίτει. Ὄψεσθε δέ· καὶ γὰρ ἀνοιγνυμένων ψόφος ἤδη τῶν προπυλαίων· Ἀλλ’ ὀλολύξατε φαινομέναισιν ταῖς ἀρχαίαισιν Ἀθήναις καὶ θαυμασταῖς καὶ πολυύμνοις, ἵν’ ὁ κλεινὸς Δῆμος ἐνοικεῖ.
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
1325 Ὦ ταὶ λιπαραὶ καὶ ἰοστέφανοι καὶ ἀριζήλωτοι Ἀθῆναι,
1330 δείξατε τὸν τῆς Ἑλλάδος ἡμῖν καὶ τῆς γῆς τῆσδε μόναρχον.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1330 Ὅδ’ ἐκεῖνος ὁρᾶν τεττιγοφόρος, τἀρχαίῳ σχήματι λαμπρός· οὐ χοιρινῶν ὄζων, ἀλλὰ σπονδῶν, σμύρνῃ κατάλειπτος.
ΧΟΡΟΣ ΙΠΠΕΩΝ
1330 Χαῖρ’, ὦ βασιλεῦ τῶν Ἑλλήνων· καί σοι ξυγχαίρομεν ἡμεῖς· τῆς γὰρ πόλεως ἄξια πράττεις καὶ τοῦ ’ν Μαραθῶνι τροπαίου.
ΔΗΜΟΣ
1335 Ὦ φίλτατ’ ἀνδρῶν, ἐλθὲ δεῦρ’, Ἀγοράκριτε. Ὅσα με δέδρακας ἀγάθ’ ἀφεψήσας.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1336 Ἐγώ; Ἀλλ’, ὦ μέλ’, οὐκ οἶσθ’ οἷος ἦσθ’ αὐτὸς πάρος,
1336 οὐδ’ οἷ’ ἔδρας· ἐμὲ γὰρ νομίζοις ἂν θεόν.
ΔΗΜΟΣ
1336 Τί δ’ ἔδρων πρὸ τοῦ, κάτειπε, καὶ ποῖός τις ἦν;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1340 Πρῶτον μέν, ὁπότ’ εἴποι τις ἐν τἠκκλησίᾳ· «Ὦ Δῆμ’, ἐραστής εἰμι σὸς φιλῶ τέ σε καὶ κήδομαί σου καὶ προβουλεύω μόνος», τούτοις ὁπότε χρήσαιτό τις προοιμίοις, ἀνωρτάλιζες κἀκερουτίας.
ΔΗΜΟΣ
1344 Ἐγώ;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1345 Εἶτ’ ἐξαπατήσας ς’ ἀντὶ τούτων ᾤχετο.
ΔΗΜΟΣ
1345 Τί φῄς;
1346 Ταυτί μ’ ἔδρων, ἐγὼ δὲ τοῦτ’ οὐκ ᾐσθόμην;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1346 Τὰ γὰρ ὦτά σου, νὴ 〈τὸν〉 Δί’, ἐξεπετάννυτο ὥσπερ σκιάδειον καὶ πάλιν ξυνήγετο.
ΔΗΜΟΣ
1346 Οὕτως ἀνόητος ἐγεγενήμην καὶ γέρων;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1346 Καὶ νὴ Δί’ εἴ γε δύο λεγοίτην ῥήτορε, ὁ μὲν ποεῖσθαι ναῦς μακράς, ὁ δ’ ἕτερος αὖ καταμισθοφορῆσαι τοῦθ’, ὁ τὸν μισθὸν λέγων τὸν τὰς τριήρεις παραδραμὼν ἂν ᾤχετο. Οὗτος, τί κύπτεις; Οὐχὶ κατὰ χώραν μενεῖς;
ΔΗΜΟΣ
1355 Αἰσχύνομαί τοι ταῖς πρότερον ἁμαρτίαις.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1355 Ἀλλ’ οὐ σὺ τούτων αἴτιος, μὴ φροντίσῃς, ἀλλ’ οἵ σε ταῦτ’ ἐξηπάτων. Νῦν δὴ φράσον· Ἐάν τις εἴπῃ βωμολόχος ξυνήγορος· «Οὐκ ἔστιν ὑμῖν τοῖς δικασταῖς ἄλφιτα,
1360 εἰ μὴ καταγνώσεσθε ταύτην τὴν δίκην», τοῦτον τί δράσεις, εἰπέ, τὸν ξυνήγορον;
ΔΗΜΟΣ
1360 Ἄρας μετέωρον εἰς τὸ βάραθρον ἐμβαλῶ, ἐκ τοῦ λάρυγγος ἐκκρεμάσας Ὑπέρβολον.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1360 Τουτὶ μὲν ὀρθῶς καὶ φρονίμως ἤδη λέγεις·
1365 τὰ δ’ ἄλλα, φέρ’ ἴδω, πῶς πολιτεύσει; φράσον.
ΔΗΜΟΣ
1365 Πρῶτον μὲν ὁπόσοι ναῦς ἐλαύνουσιν μακράς, καταγομένοις τὸν μισθὸν ἀποδώσω ’ντελῆ.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1365 Πολλοῖς γ’ ὑπολίσποις πυγιδίοισιν ἐχαρίσω.
ΔΗΜΟΣ
1365 Ἔπειθ’ ὁπλίτης ἐντεθεὶς ἐν καταλόγῳ
1370 οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται, ἀλλ’ οὗπερ ἦν τὸ πρῶτον ἐγγεγράψεται.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1370 Τοῦτ’ ἔδακε τὸν πόρπακα τὸν Κλεωνύμου.
ΔΗΜΟΣ
1370 Οὐδ’ ἀγοράσει γ’ ἀγένειος οὐδεὶς ἐν ἀγορᾷ.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1370 Ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων;
ΔΗΜΟΣ
1375 Τὰ μειράκια ταυτὶ λέγω τἀν τῷ μύρῳ, ἃ στωμυλεῖται τοιαδὶ καθήμενα· Σοφός γ’ ὁ Φαίαξ δεξιῶς τ’ οὐκ ἀπέθανεν. Συνερτικὸς γάρ ἐστι καὶ περαντικός, καὶ γνωμοτυπικὸς καὶ σαφὴς καὶ κρουστικός,
1380 καταληπτικός τ’ ἄριστα τοῦ θορυβητικοῦ
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1380 Οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ;
ΔΗΜΟΣ
1380 Μὰ Δί’, ἀλλ’ ἀναγκάσω κυνηγετεῖν ἐγὼ
1380 τούτους ἅπαντας, παυσαμένους ψηφισμάτων.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1380 Ἔχε νυν ἐπὶ τούτοις τουτονὶ τὸν ὀκλαδίαν
1385 καὶ παῖδ’ ἐνόρχην, ὅσπερ οἴσει τόνδε σοι· κἄν που δοκῇ σοι, τοῦτον ὀκλαδίαν πόει.
ΔΗΜΟΣ
1385 Μακάριος εἰς τἀρχαῖα δὴ καθίσταμαι.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1385 Φήσεις γ’, ἐπειδὰν τὰς τριακοντούτιδας σπονδὰς παραδῶ σοι. Δεῦρ’ ἴθ’, αἱ Σπονδαί, ταχύ.
ΔΗΜΟΣ
1390 Ὦ Ζεῦ πολυτίμηθ’, ὡς καλαί. Πρὸς τῶν θεῶν, ἔξεστιν αὐτῶν κατατριακοντουτίσαι; Πῶς ἔλαβες αὐτὰς ἐτεόν;
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1392 Οὐ γὰρ ὁ Παφλαγὼν ἀπέκρυπτε ταύτας ἔνδον, ἵνα σὺ μὴ λάβῃς; Νῦν οὖν ἐγώ σοι παραδίδωμ’ εἰς τοὺς ἀγροὺς
1395 αὐτὰς ἰέναι λαβόντα.
ΔΗΜΟΣ
1395 Τὸν δὲ Παφλαγόνα, ὃς ταῦτ’ ἔδρασεν, εἴφ’ ὅ τι ποήσεις κακόν.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
1395 Οὐδὲν μέγ’ ἀλλ’ ἢ τὴν ἐμὴν ἕξει τέχνην· ἐπὶ ταῖς πύλαις ἀλλαντοπωλήσει μόνος, τὰ κύνεια μειγνὺς τοῖς ὀνείοις πράγμασιν,
1395 μεθύων τε ταῖς πόρναισι λοιδορήσεται, κἀκ τῶν βαλανείων πίεται τὸ λούτριον.
ΔΗΜΟΣ
1395 Εὖ γ’ ἐπενόησας οὗπέρ ἐστιν ἄξιος, πόρναισι καὶ βαλανεῦσι διακεκραγέναι. Καί ς’ ἀντὶ τούτων εἰς τὸ πρυτανεῖον καλῶ
1405 εἰς τὴν ἕδραν θ’, ἵν’ ἐκεῖνος ἧσθ’ ὁ φαρμακός. Ἕπου δὲ ταυτηνὶ λαβὼν τὴν βατραχίδα· κἀκεῖνον ἐκφερέτω τις ὡς ἐπὶ τὴν τέχνην,
1405 ἵν’ ἴδωσιν αὐτὸν, οἷς ἐλωβᾶθ’, οἱ ξένοι.