eul_wid: daw-an

Aristophanes of Athens Clouds in Greek

Clouds is a comedy by the ancient Athenian playwright Aristophanes. Written in verse, the play is a prime example of Old Comedy. The plot follows an elderly farmer, Strepsiades, who enrolls in a "Thinkery" run by a caricature of the philosopher Socrates to learn clever argumentation and escape his debts. The play satirizes the new intellectual trends of its time, contrasting them with traditional morality, and features a chorus of Clouds who embody these shifting, ambiguous ideas. The text preserved today is a revised version; the original was performed in 423 BCE and failed in competition, after which Aristophanes reworked it, likely between 418 and 416 BCE. This complete revised version is structured across typical comic sections including a prologue, a formal debate, and a direct address to the audience. Modern scholars interpret the work as a conservative critique of the Sophistic movement and its perceived corrosive influence on Athenian society during the Peloponnesian War. Its memorable, though distorted, portrayal of Socrates is historically significant for its contribution to the philosopher's controversial public image.

1.1 ἰοὺ ἰού.
1.2 ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν νυκτῶν ὅσον.
1.3 ἀπέραντον. οὐδέποθ’ ἡμέρα γενήσεται;
1.4 καὶ μὴν πάλαι γ’ ἀλεκτρυόνος ἤκους’ ἐγώ.
5.1 οἱ δ’ οἰκέται ῥέγκουσιν. ἀλλ’ οὐκ ἂν πρὸ τοῦ.
5.2 ἀπόλοιο δῆτ’, ὦ πόλεμε, πολλῶν οὕνεκα,
5.3 ὅτ’ οὐδὲ κολάς’ ἔξεστί μοι τοὺς οἰκέτας.
5.4 ἀλλ’ οὐδ’ ὁ χρηστὸς οὑτοσὶ νεανίας
5.5 ἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται
10.1 ἐν πέντε σισύραις ἐγκεκορδυλημένος.
10.2 ἀλλ’ εἰ δοκεῖ, ῥέγκωμεν ἐγκεκαλυμμένοι.
10.3 ἀλλ’ οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενος
10.4 ὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶν
10.5 διὰ τουτονὶ τὸν υἱόν. ὁ δὲ κόμην ἔχων
15.1 ἱππάζεταί τε καὶ ξυνωρικεύεται
15.2 ὀνειροπολεῖ θ’ ἵππους. ἐγὼ δ’ ἀπόλλυμαι
15.3 ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας·
15.4 οἱ γὰρ τόκοι χωροῦσιν. ἅπτε παῖ λύχνον
15.5 κἄκφερε τὸ γραμματεῖον, ἵν’ ἀναγνῶ λαβὼν
20.1 ὁπόσοις ὀφείλω καὶ λογίσωμαι τοὺς τόκους.
20.2 φέρ’ ἴδω, τί ὀφείλω; δώδεκα μνᾶς Πασίᾳ. τοῦ δώδεκα μνᾶς Πασίᾳ; τί ἐχρησάμην;
20.3 ὅτ’ ἐπριάμην τὸν κοππατίαν. οἴμοι τάλας,
20.4 εἴθ’ ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ.
25.1 Φίλων, ἀδικεῖς. ἔλαυνε τὸν σαυτοῦ δρόμον. τοῦτ’ ἐστὶ τουτὶ τὸ κακὸν ὅ μ’ ἀπολώλεκεν·
25.2 ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν. πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια; ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρ’ ἐλαύνεις δρόμους.
30.1 ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;
30.2 τρεῖς μναῖ διφρίσκου καὶ τροχοῖν Ἀμεινίᾳ. ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε. ἀλλ’ ὦ μέλ’ ἐξήλικας ἐμέ γ’ ἐκ τῶν ἐμῶν,
30.3 ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκου
35 ἐνεχυράσεσθαί φασιν.
35.1 ἐτεόν, ὦ πάτερ,
35.2 τί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθ’ ὅλην; δάκνει μέ τις δήμαρχος ἐκ τῶν στρωμάτων. ἔασον ὦ δαιμόνιε καταδαρθεῖν τί με. σὺ δ’ οὖν κάθευδε. τὰ δὲ χρέα ταῦτ’ ἴσθ’ ὅτι
40 εἰς τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται.
41a φεῦ.
41b εἴθ’ ὤφελ’ ἡ προμνήστρι’ ἀπολέσθαι κακῶς
42.1 ἥτις με γῆμ’ ἐπῆρε τὴν σὴν μητέρα.
42.2 ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίος,
42.3 εὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος,
45.1 βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις.
45.2 ἔπειτ’ ἔγημα Μεγακλέους τοῦ Μεγακλέους
45.3 ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως,
45.4 σεμνήν, τρυφῶσαν, ἐγκεκοισυρωμένην.
45.5 ταύτην ὅτ’ ἐγάμουν, συγκατεκλινόμην ἐγὼ
unit_15.1 ὄζων τρυγός, τρασιᾶς, ἐρίων, περιουσίας,
unit_15.2 ἡ δ’ αὖ μύρου, κρόκου, καταγλωττισμάτων,
unit_15.3 δαπάνης, λαφυγμοῦ, Κωλιάδος, Γενετυλλίδος.
unit_15.4 οὐ μὴν ἐρῶ γ’ ὡς ἀργὸς ἦν, ἀλλ’ ἐσπάθα,
unit_15.5 ἐγὼ δ’ ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ
55 πρόφασιν ἔφασκον· ὦ γύναι, λίαν σπαθᾷς.
56 ἔλαιον ἡμῖν οὐκ ἔνεστ’ ἐν τῷ λύχνῳ.
unit_18.1 οἴμοι. τί γάρ μοι τὸν πότην ἧπτες λύχνον;
unit_18.2 δεῦρ’ ἔλθ’ ἵνα κλάῃς.
58 διὰ τί δῆτα κλαύσομαι;
unit_20 ὅτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων.
60.1 μετὰ ταῦθ’, ὅπως νῷν ἐγένεθ’ υἱὸς οὑτοσί,
60.2 ἐμοί τε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ,
60.3 περὶ τοὐνόματος δὴ ’ντεῦθεν ἐλοιδορούμεθα.
60.4 ἡ μὲν γὰρ ἵππον προσετίθει πρὸς τοὔνομα,
60.5 Ξάνθιππον ἢ Χάριππον ἢ Καλλιππίδην,
65.1 ἐγὼ δὲ τοῦ πάππου ’τιθέμην Φειδωνίδην.
65.2 τέως μὲν οὖν ἐκρινόμεθ’· εἶτα τῷ χρόνῳ
65.3 κοινῇ ξυνέβημεν κἀθέμεθα Φειδιππίδην.
65.4 τοῦτον τὸν υἱὸν λαμβάνους’ ἐκορίζετο·
65.5 “ὅταν σὺ μέγας ὢν ἅρμ’ ἐλαύνῃς πρὸς πόλιν,
70.1 ὥσπερ Μεγακλέης, ξυστίδ’ ἔχων—” ἐγὼ δ’ ἔφην·
70.2 “ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέως,
70.3 ὥσπερ ὁ πατήρ σου, διφθέραν ἐνημμένος—”.
70.4 ἀλλ’ οὐκ ἐπείθετο τοῖς ἐμοῖς οὐδὲν λόγοις,
70.5 ἀλλ’ ἵππερόν μου κατέχεεν τῶν χρημάτων.
75.1 νῦν οὖν ὅλην τὴν νύκτα φροντίζων ὁδοῦ
75.2 μίαν ηὗρον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ,
75.3 ἣν ἢν ἀναπείσω τουτονί, σωθήσομαι.
75.4 ἀλλ’ ἐξεγεῖραι πρῶτον αὐτὸν βούλομαι.
75.5 πῶς δῆτ’ ἂν ἥδιστ’ αὐτὸν ἐπεγείραιμι; πῶς;
80 Φειδιππίδη, Φειδιππίδιον.
80 τί, ὦ πάτερ;
unit_27 κύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν.
unit_28 ἰδού. τί ἐστιν;
82 εἰπέ μοι, φιλεῖς ἐμέ;
unit_30 νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον.
unit_31 μή μοι γε τοῦτον μηδαμῶς τὸν ἵππιον·
85.1 οὗτος γὰρ ὁ θεὸς αἴτιός μοι τῶν κακῶν.
85.2 ἀλλ’ εἴπερ ἐκ τῆς καρδίας μ’ ὄντως φιλεῖς,
85.3 ὦ παῖ, πιθοῦ.
87 τί οὖν πίθωμαι δῆτά σοι;
unit_34.1 ἔκτρεψον ὡς τάχιστα τοὺς σαυτοῦ τρόπους
unit_34.2 καὶ μάνθαν’ ἐλθὼν ἃν ἐγὼ παραινέσω.
90 λέγε δή, τί κελεύεις;
90 καί τι πείσει;
90.1 πείσομαι,
90.2 νὴ τὸν Διόνυσον.
91.1 δεῦρό νυν ἀπόβλεπε.
91.2 ὁρᾷς τὸ θύριον τοῦτο καὶ τοἰκίδιον;
unit_39 ὁρῶ. τί οὖν τοῦτ’ ἐστὶν ἐτεόν, ὦ πάτερ;
unit_40 ψυχῶν σοφῶν τοῦτ’ ἐστὶ φροντιστήριον.
95.1 ἐνταῦθ’ ἐνοικοῦς’ ἄνδρες οἳ τὸν οὐρανὸν
95.2 λέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεύς,
95.3 κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δ’ ἅνθρακες.
95.4 οὗτοι διδάσκους’, ἀργύριον ἤν τις διδῷ,
95.5 λέγοντα νικᾶν καὶ δίκαια κἄδικα.
unit_42 εἰσὶν δὲ τίνες;
unit_43.1 οὐκ οἶδ’ ἀκριβῶς τοὔνομα.
unit_43.2 μεριμνοφροντισταὶ καλοί τε κἀγαθοί.
unit_44.1 αἰβοῖ, πονηροί γ’, οἶδα. τοὺς ἀλαζόνας,
unit_44.2 τοὺς ὠχριῶντας, τοὺς ἀνυποδήτους λέγεις,
unit_44.3 ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν.
105.1 ἢ ἤ, σιώπα. μηδὲν εἴπῃς νήπιον.
105.2 ἀλλ’ εἴ τι κήδει τῶν πατρῴων ἀλφίτων,
105.3 τούτων γενοῦ μοι, σχασάμενος τὴν ἱππικήν.
unit_46.1 οὐκ ἂν μὰ τὸν Διόνυσον εἰ δοίης γέ μοι
unit_46.2 τοὺς Φασιανοὺς οὓς τρέφει Λεωγόρας.
110.1 ἴθ’, ἀντιβολῶ ς’, ὦ φίλτατ’ ἀνθρώπων ἐμοί,
110.2 ἐλθὼν διδάσκου.
111 καὶ τί σοι μαθήσομαι;
unit_49.1 εἶναι παρ’ αὐτοῖς φασὶν ἄμφω τὼ λόγω,
unit_49.2 τὸν κρείττον’, ὅστις ἐστί, καὶ τὸν ἥττονα.
unit_49.3 τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα,
115.1 νικᾶν λέγοντά φασι τἀδικώτερα.
115.2 ἢν οὖν μάθῃς μοι τὸν ἄδικον τοῦτον λόγον,
115.3 ἃ νῦν ὀφείλω διὰ σέ, τούτων τῶν χρεῶν
115.4 οὐκ ἂν ἀποδοίην οὐδ’ ἂν ὀβολὸν οὐδενί.
unit_51 οὐκ ἂν πιθοίμην· οὐ γὰρ ἂν τλαίην ἰδεῖν
120 τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος.
unit_53.1 οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γ’ ἐμῶν ἔδει
unit_53.2 οὔτ’ αὐτὸς οὔθ’ ὁ ζύγιος οὔθ’ ὁ σαμφόρας,
unit_54 ἀλλ’ ἐξελῶ ς’ εἰς κόρακας ἐκ τῆς οἰκίας.
unit_55 ἀλλ’ οὐ περιόψεταί μ’ ὁ θεῖος Μεγακλέης
125 ἄνιππον. ἀλλ’ εἴσειμι, σοῦ δ’ οὐ φροντιῶ.
unit_57.1 ἀλλ’ οὐδ’ ἐγὼ μέντοι πεσών γε κείσομαι,
unit_57.2 ἀλλ’ εὐξάμενος τοῖσιν θεοῖς διδάξομαι
unit_57.3 αὐτὸς βαδίζων εἰς τὸ φροντιστήριον.
unit_57.4 πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺς
130.1 λόγων ἀκριβῶν σκινδαλάμους μαθήσομαι;
130.2 ἰτητέον. τί ταῦτ’ ἔχων στραγγεύομαι
130.3 ἀλλ’ οὐχὶ κόπτω τὴν θύραν; παῖ, παιδίον.
133 βάλλ’ εἰς κόρακας. τίς ἐσθ’ ὁ κόψας τὴν θύραν;
unit_60 Φείδωνος υἱὸς Στρεψιάδης Κικυννόθεν.
135.1 ἀμαθής γε νὴ Δί’, ὅστις οὑτωσὶ σφόδρα
135.2 ἀπεριμερίμνως τὴν θύραν λελάκτικας
135.3 καὶ φροντίδ’ ἐξήμβλωκας ἐξηυρημένην.
unit_62.1 σύγγνωθί μοι· τηλοῦ γὰρ οἰκῶν τῶν ἀγρῶν.
unit_62.2 ἀλλ’ εἰπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον.
140 ἀλλ’ οὐ θέμις πλὴν τοῖς μαθηταῖσιν λέγειν.
unit_64.1 λέγε νυν ἐμοὶ θαρρῶν· ἐγὼ γὰρ οὑτοσὶ
unit_64.2 ἥκω μαθητὴς εἰς τὸ φροντιστήριον.
unit_65 λέξω, νομίσαι δὲ ταῦτα χρὴ μυστήρια.
unit_66 ἀνήρετ’ ἄρτι Χαιρεφῶντα Σωκράτης
145.1 ψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας.
145.2 δακοῦσα γὰρ τοῦ Χαιρεφῶντος τὴν ὀφρῦν
145.3 ἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο.
unit_68 πῶς δῆτα διεμέτρησε;
148.1 δεξιώτατα.
148.2 κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼν
unit_70.1 ἐνέβαψεν εἰς τὸν κηρὸν αὐτῆς τὼ πόδε,
unit_70.2 κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί.
unit_70.3 ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον.
unit_71 ὦ Ζεῦ βασιλεῦ, τῆς λεπτότητος τῶν φρενῶν.
unit_72 τί δῆτ’ ἄν, ἕτερον εἰ πύθοιο Σωκράτους
155 φρόντισμα;
155 ποῖον; ἀντιβολῶ, κάτειπέ μοι.
unit_75.1 ἀνήρετ’ αὐτὸν Χαιρεφῶν ὁ Σφήττιος
unit_75.2 ὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδας
unit_75.3 κατὰ τὸ στόμ’ ᾄδειν ἢ κατὰ τοὐρροπύγιον.
unit_76 τί δῆτ’ ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος;
160.1 ἔφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδος
160.2 στενόν, διὰ λεπτοῦ δ’ ὄντος αὐτοῦ τὴν πνοὴν
unit_78.1 βίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου·
unit_78.2 ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενον
unit_78.3 τὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος.
165.1 σάλπιγξ ὁ πρωκτός ἐστιν ἄρα τῶν ἐμπίδων.
165.2 ὦ τρισμακάριος τοῦ διεντερεύματος.
165.3 ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκην
165.4 ὅστις δίοιδε τοὔντερον τῆς ἐμπίδος.
unit_80 πρῴην δέ γε γνώμην μεγάλην ἀφῃρέθη
170 ὑπ’ ἀσκαλαβώτου.
170 τίνα τρόπον; κάτειπέ μοι.
unit_83.1 ζητοῦντος αὐτοῦ τῆς σελήνης τὰς ὁδοὺς
unit_83.2 καὶ τὰς περιφοράς, εἶτ’ ἄνω κεχηνότος
unit_83.3 ἀπὸ τῆς ὀροφῆς νύκτωρ γαλεώτης κατέχεσεν.
unit_84 ἥσθην γαλεώτῃ καταχέσαντι Σωκράτους.
175 ἐχθὲς δέ γ’ ἡμῖν δεῖπνον οὐκ ἦν ἑσπέρας.
unit_86 εἶἑν. τί οὖν πρὸς τἄλφιτ’ ἐπαλαμήσατο;
unit_87.1 κατὰ τῆς τραπέζης καταπάσας λεπτὴν τέφραν,
unit_87.2 κάμψας ὀβελίσκον, εἶτα διαβήτην λαβών,
unit_87.3 ἐκ τῆς παλαίστρας θοἰμάτιον ὑφείλετο.
180.1 τί δῆτ’ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν;
180.2 ἄνοιγ’ ἄνοιγ’ ἁνύσας τὸ φροντιστήριον
180.3 καὶ δεῖξον ὡς τάχιστά μοι τὸν Σωκράτη.
180.4 μαθητιῶ γάρ. ἀλλ’ ἄνοιγε τὴν θύραν.
unit_89 ὦ Ἡράκλεις, ταυτὶ ποδαπὰ τὰ θηρία;
185 τί ἐθαύμασας; τῷ σοι δοκοῦσιν εἰκέναι;
unit_91.1 τοῖς ἐκ Πύλου ληφθεῖσι, τοῖς Λακωνικοῖς.
unit_91.2 ἀτὰρ τί ποτ’ εἰς τὴν γῆν βλέπουσιν οὑτοιί;
unit_92 ζητοῦσιν οὗτοι τὰ κατὰ γῆς.
188.1 βολβοὺς ἄρα
188.2 ζητοῦσι. μή νυν τοῦτό γ’ ἔτι φροντίζετε·
190.1 ἐγὼ γὰρ οἶδ’ ἵν’ εἰσὶ μεγάλοι καὶ καλοί.
190.2 τί γὰρ οἵδε δρῶσιν οἱ σφόδρ’ ἐγκεκυφότες;
unit_95 οὗτοι δ’ ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρταρον.
unit_96 τί δῆθ’ ὁ πρωκτὸς εἰς τὸν οὐρανὸν βλέπει;
unit_97 αὐτὸς καθ’ αὑτὸν ἀστρονομεῖν διδάσκεται.
195 ἀλλ’ εἴσιθ’, ἵνα μὴ ’κεῖνος ὑμῖν ἐπιτύχῃ.
unit_99.1 μήπω γε μήπω γ’, ἀλλ’ ἐπιμεινάντων, ἵνα
unit_99.2 αὐτοῖσι κοινώσω τι πραγμάτιον ἐμόν.
unit_100.1 ἀλλ’ οὐχ οἷόν τ’ αὐτοῖσι πρὸς τὸν ἀέρα
unit_100.2 ἔξω διατρίβειν πολὺν ἄγαν ἐστὶν χρόνον.
unit_101 πρὸς τῶν θεῶν, τί γὰρ τάδ’ ἐστίν; εἰπέ μοι.
unit_102 ἀστρονομία μὲν αὑτηί.
201 τουτὶ δὲ τί;
unit_104 γεωμετρία.
202 τοῦτ’ οὖν τί ἐστι χρήσιμον;
unit_106 γῆν ἀναμετρεῖσθαι.
203 πότερα τὴν κληρουχικήν;
unit_108 οὔκ, ἀλλὰ τὴν σύμπασαν.
204 ἀστεῖον λέγεις·
205 τὸ γὰρ σόφισμα δημοτικὸν καὶ χρήσιμον.
unit_111.1 αὕτη δέ σοι γῆς περίοδος πάσης. ὁρᾷς;
unit_111.2 αἵδε μὲν Ἀθῆναι.
207.1 τί σὺ λέγεις; οὐ πείθομαι,
207.2 ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους.
unit_113 ὡς τοῦτ’ ἀληθῶς Ἀττικὸν τὸ χωρίον.
210 καὶ ποῦ Κικυννῆς εἰσίν, οὑμοὶ δημόται;
unit_115.1 ἐνταῦθ’ ἔνεισιν. ἡ δέ γ’ Εὔβοι’, ὡς ὁρᾷς,
unit_115.2 ἡδὶ παρατέταται μακρὰ πόρρω πάνυ.
unit_116.1 οἶδ’· ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους.
unit_116.2 ἀλλ’ ἡ Λακεδαίμων ποῦ ’στίν;
214 ὅπου ’στίν; αὑτηί.
215.1 ὡς ἐγγὺς ἡμῶν. τοῦτο μεταφροντίζετε,
215.2 ταύτην ἀφ’ ἡμῶν ἀπαγαγεῖν πόρρω πάνυ.
unit_119 ἀλλ’ οὐχ οἷόν τε.
217 νὴ Δί’, οἰμώξεσθ’ ἄρα.
unit_121 φέρε τίς γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας ἀνήρ;
unit_122 αὐτός.
219 τίς αὐτός;
219 Σωκράτης.
219 ὦ Σωκράτης.
220 ἴθ’ οὗτος ἀναβόησον αὐτόν μοι μέγα.
unit_127 αὐτὸς μὲν οὖν σὺ κάλεσον· οὐ γάρ μοι σχολή.
unit_128.1 ὦ Σώκρατες.
unit_128.2 ὦ Σωκρατίδιον.
223 τί με καλεῖς, ὦ ’φήμερε;
unit_130 πρῶτον μὲν ὅτι δρᾷς, ἀντιβολῶ, κάτειπέ μοι.
225 ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.
unit_132.1 ἔπειτ’ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς,
unit_132.2 ἀλλ’ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ;
227.1 οὐ γὰρ ἄν ποτε
227.2 ἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα
227.3 εἰ μὴ κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδα,
230.1 λεπτὴν καταμείξας εἰς τὸν ὅμοιον ἀέρα.
230.2 εἰ δ’ ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν,
230.3 οὐκ ἄν ποθ’ ηὗρον· οὐ γὰρ ἀλλ’ ἡ γῆ βίᾳ
230.4 ἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος.
unit_135 πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα.
235.1 πῶς φῄς;
235.2 ἡ φροντὶς ἕλκει τὴν ἰκμάδ’ εἰς τὰ κάρδαμα;
235.3 ἴθι νυν κατάβηθ’, ὦ Σωκρατίδιον, ὡς ἐμέ,
235.4 ἵνα με διδάξῃς ὧνπερ ἕνεκ’ ἐλήλυθα.
unit_137 ἦλθες δὲ κατὰ τί;
239 βουλόμενος μαθεῖν λέγειν·
240.1 ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων
240.2 ἄγομαι, φέρομαι, τὰ χρήματ’ ἐνεχυράζομαι.
unit_140 πόθεν δ’ ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος;
unit_141.1 νόσος μ’ ἐπέτριψεν ἱππική, δεινὴ φαγεῖν.
unit_141.2 ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν,
245.1 τὸν μηδὲν ἀποδιδόντα. μισθὸν δ’ ὅντιν’ ἂν
245.2 πράττῃ μ’, ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς.
unit_143.1 ποίους θεοὺς ὀμεῖ σύ; πρῶτον γὰρ θεοὶ
unit_143.2 ἡμῖν νόμισμ’ οὐκ ἔστι.
248.1 τῷ γὰρ ὄμνυτε;
248.2 [ἦ] σιδαρέοισιν, ὥσπερ ἐν Βυζαντίῳ;
unit_145.1 βούλει τὰ θεῖα πράγματ’ εἰδέναι σαφῶς
unit_145.2 ἅττ’ ἐστὶν ὀρθῶς;
251 νὴ Δί’, εἴπερ ἐστί γε.
unit_147.1 καὶ συγγενέσθαι ταῖς Νεφέλαισιν εἰς λόγους,
unit_147.2 ταῖς ἡμετέραισι δαίμοσιν;
253 μάλιστά γε.
unit_149 κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα.
255 ἰδού, κάθημαι.
255.1 τουτονὶ τοίνυν λαβὲ
255.2 τὸν στέφανον.
256.1 ἐπὶ τί στέφανον; οἴμοι, Σώκρατες,
256.2 ὥσπερ με τὸν Ἀθάμανθ’ ὅπως μὴ θύσετε.
unit_153.1 οὔκ, ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένους
unit_153.2 ἡμεῖς ποοῦμεν.
259 εἶτα δὴ τί κερδανῶ;
260.1 λέγειν γενήσει τρῖμμα, κρόταλον, παιπάλη.
260.2 ἀλλ’ ἔχ’ ἀτρεμεί.
261.1 μὰ τὸν Δί’ οὐ ψεύσει γέ με·
261.2 καταπαττόμενος γὰρ παιπάλη γενήσομαι.
unit_157.1 εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ἐπακούειν.
unit_157.2 ὦ δέσποτ’ ἄναξ, ἀμέτρητ’ Ἀήρ, ὃς ἔχεις τὴν γῆν μετέωρον,
265 λαμπρός τ’ Αἰθήρ, σεμναί τε θεαὶ Νεφέλαι βροντησικέραυ‐
265.1 νοι,
265.2 ἄρθητε, φάνητ’, ὦ δέσποιναι, τῷ φροντιστῇ μετέωροι.
unit_160.1 μήπω, μήπω γε, πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ.
unit_160.2 τὸ δὲ μηδὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμον’
268 ἔχοντα.
unit_162 ἔλθετε δῆτ’, ὦ πολυτίμητοι Νεφέλαι, τῷδ’ εἰς ἐπίδειξιν·
270.1 εἴτ’ ἐπ’ Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε,
270.2 εἴτ’ Ὠκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμ‐
271.1 φαις,
271.2 εἴτ’ ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε
272.1 πρόχοισιν,
272.2 ἢ Μαιῶτιν λίμνην ἔχετ’ ἢ σκόπελον νιφόεντα Μίμαντος·
272.3 ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι.
275 ἀέναοι Νεφέλαι,
276-277 ἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον
278.1 πατρὸς ἀπ’ Ὠκεανοῦ βαρυαχέος
278.2 ὑψηλῶν ὀρέων κορυφὰς ἔπι
280.1 δενδροκόμους, ἵνα
280.2 τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα
280.3 καρπούς τ’ ἀρδομέναν ἱερὰν χθόνα
280.4 καὶ ποταμῶν ζαθέων κελαδήματα
280.5 καὶ πόντον κελάδοντα βαρύβρομον·
285-286 ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖται
287.1 μαρμαρέαισιν αὐγαῖς.
287.2 ἀλλ’ ἀποσεισάμεναι νέφος ὄμβριον
287.3 ἀθανάτας ἰδέας ἐπιδώμεθα
290 τηλεσκόπῳ ὄμματι γαῖαν.
unit_173.1 ὦ μέγα σεμναὶ Νεφέλαι, φανερῶς ἠκούσατέ μου καλέσαντος.
unit_173.2 ᾔσθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης θεοσέπτου;
unit_174 καὶ σέβομαί γ’, ὦ πολυτίμητοι, καὶ βούλομαι ἀνταπο‐
293.1 παρδεῖν
293.2 πρὸς τὰς βροντάς· οὕτως αὐτὰς τετραμαίνω καὶ πεφόβημαι.
295 κεἰ θέμις ἐστίν, νυνί γ’ ἤδη, κεἰ μὴ θέμις ἐστί, χεσείω.
unit_177.1 οὐ μὴ σκώψει μηδὲ ποήσεις ἅπερ οἱ τρυγοδαίμονες οὗτοι,
unit_177.2 ἀλλ’ εὐφήμει· μέγα γάρ τι θεῶν κινεῖται σμῆνος ἀοιδαῖς.
unit_178 παρθένοι ὀμβροφόροι,
299-300 ἔλθωμεν λιπαρὰν χθόνα Παλλάδος, εὔανδρον γᾶν
301.1 Κέκροπος ὀψόμεναι πολυήρατον·
301.2 οὗ σέβας ἀρρήτων ἱερῶν, ἵνα
301.3 μυστοδόκος δόμος
301.4 ἐν τελεταῖς ἁγίαις ἀναδείκνυται·
305.1 οὐρανίοις τε θεοῖς δωρήματα,
305.2 ναοί θ’ ὑψερεφεῖς καὶ ἀγάλματα,
305.3 καὶ πρόσοδοι μακάρων ἱερώταται
308-309 εὐστέφανοί τε θεῶν θυσίαι θαλίαι τε
310.1 παντοδαπαῖσιν ὥραις,
310.2 ἦρί τ’ ἐπερχομένῳ Βρομία χάρις
310.3 εὐκελάδων τε χορῶν ἐρεθίσματα
unit_184 καὶ μοῦσα βαρύβρομος αὐλῶν.
unit_185 πρὸς τοῦ Διός, ἀντιβολῶ σε, φράσον, τίνες εἴς’, ὦ Σώ‐
314 κρατες, αὗται
315 αἱ φθεγξάμεναι τοῦτο τὸ σεμνόν; μῶν ἡρῷναί τινές εἰσιν;
unit_188 ἥκιστ’, ἀλλ’ οὐράνιαι Νεφέλαι, μεγάλαι θεαὶ ἀνδράσιν
316.1 ἀργοῖς,
316.2 αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν παρέχουσιν
316.3 καὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν.
unit_190 ταῦτ’ ἄρ’ ἀκούσας’ αὐτῶν τὸ φθέγμ’ ἡ ψυχή μου πεπότηται
320.1 καὶ λεπτολογεῖν ἤδη ζητεῖ καὶ περὶ καπνοῦ στενολεσχεῖν
320.2 καὶ γνωμιδίῳ γνώμην νύξας’ ἑτέρῳ λόγῳ ἀντιλογῆσαι·
320.3 ὥστ’ εἴ πως ἐστίν, ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπιθυμῶ.
unit_192.1 βλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθ’· ἤδη γὰρ ὁρῶ κατιούσας
unit_192.2 ἡσυχῇ αὐτάς.
324 φέρε ποῦ; δεῖξον.
324 χωροῦς’ αὗται πάνυ πολλαὶ
325 διὰ τῶν κοίλων καὶ τῶν δασέων, αὗται πλάγιαι.
325.1 τί τὸ χρῆμα;
325.2 ὡς οὐ καθορῶ.
326 παρὰ τὴν εἴσοδον.
326 ἤδη νυνὶ μόλις οὕτως.
unit_199 νῦν γέ τοι ἤδη καθορᾷς αὐτάς, εἰ μὴ λημᾷς κολοκύνταις.
unit_200 νὴ Δί’ ἔγωγ’. ὦ πολυτίμητοι· πάντα γὰρ ἤδη κατέχουσιν.
unit_201 ταύτας μέντοι σὺ θεὰς οὔσας οὐκ ᾔδεις οὐδ’ ἐνόμιζες;
330 μὰ Δί’, ἀλλ’ ὁμίχλην καὶ δρόσον αὐτὰς ἡγούμην καὶ καπνὸν
330 εἶναι.
unit_204 οὐ γὰρ μὰ Δί’ οἶσθ’ ὁτιὴ πλείστους αὗται βόσκουσι σοφισ‐
331.1 τάς,
331.2 Θουριομάντεις, ἰατροτέχνας, σφραγιδονυχαργοκομήτας·
331.3 κυκλίων τε χορῶν ᾀσματοκάμπτας, ἄνδρας μετεωροφένα‐
333.1 κας,
333.2 οὐδὲν δρῶντας βόσκους’ ἀργούς, ὅτι ταύτας μουσοποοῦσιν.
335 ταῦτ’ ἄρ’ ἐποίουν “ὑγρᾶν Νεφελᾶν στρεπταίγλαν δάϊον
335.1 ὁρμάν”,
335.2 “πλοκάμους θ’ ἑκατογκεφάλα Τυφῶ” “πρημαινούσας τε
336.1 θυέλλας”,
336.2 εἶτ’ “ἀερίας διεράς” “γαμψούς τ’ οἰωνοὺς ἀερονηχεῖς”
336.3 “ὄμβρους θ’ ὑδάτων δροσερᾶν νεφελᾶν”· εἶτ’ ἀντ’ αὐτῶν
338.1 κατέπινον
338.2 κεστρᾶν τεμάχη μεγαλᾶν ἀγαθᾶν κρέα τ’ ὀρνίθεια κιχηλᾶν.
340 διὰ μέντοι τάσδ’. οὐχὶ δικαίως;
340.1 λέξον δή μοι, τί παθοῦσαι,
340.2 εἴπερ νεφέλαι γ’ εἰσὶν ἀληθῶς, θνηταῖς εἴξασι γυναιξίν;
340.3 οὐ γὰρ ἐκεῖναί γ’ εἰσὶ τοιαῦται.
342 φέρε, ποῖαι γάρ τινές εἰσιν;
unit_214.1 οὐκ οἶδα σαφῶς· εἴξασιν δ’ οὖν ἐρίοισιν πεπταμένοισιν,
unit_214.2 κοὐχὶ γυναιξίν, μὰ Δί’, οὐδ’ ὁτιοῦν· αὗται δὲ ῥῖνας ἔχουσιν.
345 ἀπόκριναί νυν ἅττ’ ἂν ἔρωμαι.
345 λέγε νυν ταχέως ὅτι βούλει.
unit_217.1 ἤδη ποτ’ ἀναβλέψας εἶδες νεφέλην κενταύρῳ ὁμοίαν
unit_217.2 ἢ παρδάλει ἢ λύκῳ ἢ ταύρῳ;
347 νὴ Δί’ ἔγωγ’. εἶτα τί τοῦτο;
unit_219.1 γίγνονται πάνθ’ ὅτι βούλονται· κᾆτ’ ἢν μὲν ἴδωσι κομήτην
unit_219.2 ἄγριόν τινα τῶν λασίων τούτων, οἷόνπερ τὸν Ξενοφάντου,
unit_220 σκώπτουσαι τὴν μανίαν αὐτοῦ κενταύροις ᾔκασαν αὑτάς.
unit_221 τί γὰρ ἢν ἅρπαγα τῶν δημοσίων κατίδωσι Σίμωνα, τί
351 δρῶσιν;
unit_223 ἀποφαίνουσαι τὴν φύσιν αὐτοῦ λύκοι ἐξαίφνης ἐγένοντο.
unit_224 ταῦτ’ ἄρα, ταῦτα Κλεώνυμον αὗται τὸν ῥίψασπιν χθὲς
353.1 ἰδοῦσαι,
353.2 ὅτι δειλότατον τοῦτον ἑώρων, ἔλαφοι διὰ τοῦτ’ ἐγένοντο.
355 καὶ νῦν γ’ ὅτι Κλεισθένη εἶδον, ὁρᾷς, διὰ τοῦτ’ ἐγένοντο
355 γυναῖκες.
unit_228 χαίρετε τοίνυν, ὦ δέσποιναι· καὶ νῦν, εἴπερ τινὶ κἄλλῳ,
unit_229 οὐρανομήκη ῥήξατε κἀμοὶ φωνήν, ὦ παμβασίλειαι.
unit_230.1 χαῖρ’, ὦ πρεσβῦτα παλαιογενές, θηρατὰ λόγων φιλομούσων.
unit_230.2 σύ τε, λεπτοτάτων λήρων ἱερεῦ, φράζε πρὸς ἡμᾶς ὅτι χρῄ‐
359 ζεις·
360.1 οὐ γὰρ ἂν ἄλλῳ γ’ ὑπακούσαιμεν τῶν νῦν μετεωροσοφιστῶν
360.2 πλὴν ἢ Προδίκῳ, τῷ μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δὲ
360.3 ὅτι βρενθύει τ’ ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις
360.4 κἀνυπόδητος κακὰ πόλλ’ ἀνέχει κἀφ’ ἡμῖν σεμνοπροσω‐
363 πεῖς.
unit_234 ὦ Γῆ, τοῦ φθέγματος, ὡς ἱερὸν καὶ σεμνὸν καὶ τερατῶδες.
365 αὗται γάρ τοι μόναι εἰσὶ θεαί, τἄλλα δὲ πάντ’ ἐστὶ φλύαρος.
unit_236 ὁ Ζεὺς δ’ ὑμῖν, φέρε, πρὸς τῆς Γῆς, Οὑλύμπιος οὐ θεός ἐστιν;
unit_237 ποῖος Ζεύς; οὐ μὴ ληρήσεις. οὐδ’ ἐστὶ Ζεύς.
367.1 τί λέγεις σύ;
367.2 ἀλλὰ τίς ὕει; τουτὶ γὰρ ἔμοιγ’ ἀπόφηναι πρῶτον ἁπάντων.
unit_239 αὗται δήπου· μεγάλοις δέ ς’ ἐγὼ σημείοις αὐτὸ διδάξω.
370.1 φέρε, ποῦ γὰρ πώποτ’ ἄνευ νεφελῶν ὕοντ’ ἤδη τεθέασαι;
370.2 καίτοι χρῆν αἰθρίας ὕειν αὐτόν, ταύτας δ’ ἀποδημεῖν.
unit_241.1 νὴ τὸν Ἀπόλλω, τοῦτό γε τοι τῷ νυνὶ λόγῳ εὖ προσέφυσας.
unit_241.2 καίτοι πρότερον τὸν Δί’ ἀληθῶς ᾤμην διὰ κοσκίνου οὐρεῖν.
unit_241.3 ἀλλ’ ὅστις ὁ βροντῶν ἐστὶ φράσον, τοῦθ’ ὅ με ποιεῖ τετρα‐
374 μαίνειν.
375 αὗται βροντῶσι κυλινδόμεναι.
375 τῷ τρόπῳ, ὦ πάντα σὺ τολμῶν;
unit_245.1 ὅταν ἐμπλησθῶς’ ὕδατος πολλοῦ κἀναγκασθῶσι φέρεσθαι
unit_245.2 κατακριμνάμεναι πλήρεις ὄμβρου δι’ ἀνάγκην, εἶτα βαρεῖαι
unit_245.3 εἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν.
unit_246 ὁ δ’ ἀναγκάζων ἐστὶ τίς αὐτάς—οὐχ ὁ Ζεύς; —ὥστε φέρεσθαι;
380 ἥκιστ’, ἀλλ’ αἰθέριος δῖνος.
380.1 Δῖνος; τουτί μ’ ἐλελήθει,
380.2 ὁ Ζεὺς οὐκ ὤν, ἀλλ’ ἀντ’ αὐτοῦ Δῖνος νυνὶ βασιλεύων.
380.3 ἀτὰρ οὐδέν πω περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μ’ ἐδί‐
382 δαξας.
unit_250.1 οὐκ ἤκουσάς μου τὰς νεφέλας ὕδατος μεστὰς ὅτι φημὶ
unit_250.2 ἐμπιπτούσας εἰς ἀλλήλας παταγεῖν διὰ τὴν πυκνότητα;
385 φέρε, τουτὶ τῷ χρὴ πιστεύειν;
385.1 ἀπὸ σαυτοῦ ’γώ σε διδάξω.
385.2 ἤδη ζωμοῦ Παναθηναίοις ἐμπλησθεὶς εἶτ’ ἐταράχθης
385.3 τὴν γαστέρα καὶ κλόνος ἐξαίφνης αὐτὴν διεκορκορύγησεν;
unit_253.1 νὴ τὸν Ἀπόλλω, καὶ δεινὰ ποεῖ γ’ εὐθύς μοι καὶ τετάρακται,
unit_253.2 χὤσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ καὶ δεινὰ κέκραγεν,
390 ἀτρέμας πρῶτον, παππὰξ παππάξ, κἄπειτ’ ἐπάγει παπα‐
390 παππάξ·
unit_256 χὤταν χέζω, κομιδῇ βροντᾷ, παπαπαππάξ, ὥσπερ ἐκεῖναι.
unit_257.1 σκέψαι τοίνυν ἀπὸ γαστριδίου τυννουτουὶ οἷα πέπορδας·
unit_257.2 τὸν δ’ ἀέρα τόνδ’ ὄντ’ ἀπέραντον πῶς οὐκ εἰκὸς μέγα
393.1 βροντᾶν;
393.2 ταῦτ’ ἄρα καὶ τὠνόματ’ ἀλλήλοιν, “βροντὴ” καὶ “πορδή”,
394 ὁμοίω.
395 ἀλλ’ ὁ κεραυνὸς πόθεν αὖ φέρεται λάμπων πυρί, τοῦτο
395.1 δίδαξον,
395.2 καὶ καταφρύγει βάλλων ἡμᾶς, τοὺς δὲ ζῶντας περιφλεύει.
395.3 τοῦτον γὰρ δὴ φανερῶς ὁ Ζεὺς ἵης’ ἐπὶ τοὺς ἐπιόρκους.
unit_262.1 καὶ πῶς, ὦ μῶρε σὺ καὶ Κρονίων ὄζων καὶ βεκκεσέληνε,
unit_262.2 εἴπερ βάλλει τοὺς ἐπιόρκους, δῆτ’ οὐχὶ Σίμων’ ἐνέπρησεν
unit_263 οὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον; καίτοι σφόδρα γ’ εἴς’
unit_264.1 ἐπίορκοι.
unit_264.2 ἀλλὰ τὸν αὑτοῦ γε νεὼν βάλλει καὶ Σούνιον, ἄκρον Ἀθηνέων,
unit_264.3 καὶ τὰς δρῦς τὰς μεγάλας, τί μαθών; οὐ γὰρ δὴ δρῦς γ’ ἐπι‐
402 ορκεῖ.
unit_266 οὐκ οἶδ’· ἀτὰρ εὖ σὺ λέγειν φαίνει. τί γάρ ἐστιν δῆθ’ ὁ
403 κεραυνός;
unit_268 ὅταν εἰς ταύτας ἄνεμος ξηρὸς μετεωρισθεὶς κατακλεισθῇ,
405.1 ἔνδοθεν αὐτὰς ὥσπερ κύστιν φυσᾷ, κἄπειθ’ ὑπ’ ἀνάγκης
405.2 ῥήξας αὐτὰς ἔξω φέρεται σοβαρὸς διὰ τὴν πυκνότητα,
unit_270 ὑπὸ τοῦ ῥοίβδου καὶ τῆς ῥύμης αὐτὸς ἑαυτὸν κατακάων.
unit_271.1 νὴ Δί’ ἐγὼ γοῦν ἀτεχνῶς ἔπαθον τουτί ποτε Διασίοισιν.
unit_271.2 ὀπτῶν γαστέρα τοῖς συγγένεσιν κᾆτ’ οὐκ ἔσχων ἀμελήσας,
410.1 ἡ δ’ ἄρ’ ἐφυσᾶτ’, εἶτ’ ἐξαίφνης διαλακήσασα πρὸς αὐτὼ
410.2 τὠφθαλμώ μου προσετίλησεν καὶ κατέκαυσεν τὸ πρόσωπον.
unit_273.1 ὦ τῆς μεγάλης ἐπιθυμήσας σοφίας ἄνθρωπε παρ’ ἡμῶν,
unit_273.2 ὡς εὐδαίμων ἐν Ἀθηναίοις καὶ τοῖς Ἕλλησι γενήσει
unit_273.3 εἰ μνήμων εἶ καὶ φροντιστὴς καὶ τὸ ταλαίπωρον ἔνεστιν
415.1 ἐν τῇ ψυχῇ καὶ μὴ κάμνεις μήθ’ ἑστὼς μήτε βαδίζων
415.2 μήτε ῥιγῶν ἄχθει λίαν μήτ’ ἀριστᾶν ἐπιθυμεῖς
415.3 οἴνου τ’ ἀπέχει καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων
415.4 καὶ βέλτιστον τοῦτο νομίζεις, ὅπερ εἰκὸς δεξιὸν ἄνδρα,
415.5 νικᾶν πράττων καὶ βουλεύων καὶ τῇ γλώττῃ πολεμίζων.
420.1 ἀλλ’ εἵνεκα γε ψυχῆς στερρᾶς δυσκολοκοίτου τε μερίμνης
420.2 καὶ φειδωλοῦ καὶ τρυσιβίου γαστρὸς καὶ θυμβρεπιδείπνου,
420.3 ἀμέλει, θαρρῶν εἵνεκα τούτων ἐπιχαλκεύειν παρέχοιμ’ ἄν.
unit_276 ἄλλο τι δῆτ’ οὐ νομιεῖς ἤδη θεὸν οὐδένα πλὴν ἅπερ ἡμεῖς,
unit_277 τὸ Χάος τουτὶ καὶ τὰς Νεφέλας καὶ τὴν Γλῶτταν, τρία ταυτί;
425 οὐδ’ ἂν διαλεχθείην γ’ ἀτεχνῶς τοῖς ἄλλοις οὐδ’ ἂν ἀπαν‐
425.1 τῶν,
425.2 οὐδ’ ἂν θύσαιμ’ οὐδ’ ἂν σπείσαιμ’ οὐδ’ ἐπιθείην λιβανωτόν.
unit_280.1 λέγε νυν ἡμῖν ὅτι σοι δρῶμεν θαρρῶν, ὡς οὐκ ἀτυχήσεις
unit_280.2 ἡμᾶς τιμῶν καὶ θαυμάζων καὶ ζητῶν δεξιὸς εἶναι.
unit_281 ὦ δέσποιναι, δέομαι τοίνυν ὑμῶν τουτὶ πάνυ μικρόν,
430 τῶν Ἑλλήνων εἶναί με λέγειν ἑκατὸν σταδίοισιν ἄριστον.
unit_283 ἀλλ’ ἔσται σοι τοῦτο παρ’ ἡμῶν, ὥστε τὸ λοιπόν γ’ ἀπὸ
431.1 τουδὶ
431.2 ἐν τῷ δήμῳ γνώμας οὐδεὶς νικήσει πλείονας ἢ σύ.
unit_285.1 μή μοι γε λέγειν γνώμας μεγάλας· οὐ γὰρ τούτων ἐπιθυμῶ,
unit_285.2 ἀλλ’ ὅς’ ἐμαυτῷ στρεψοδικῆσαι καὶ τοὺς χρήστας δι‐
434 ολισθεῖν.
435.1 τεύξει τοίνυν ὧν ἱμείρεις· οὐ γὰρ μεγάλων ἐπιθυμεῖς.
435.2 ἀλλὰ σεαυτὸν παράδος θαρρῶν τοῖς ἡμετέροις προπόλοισιν.
unit_288.1 δράσω ταῦθ’ ὑμῖν πιστεύσας· ἡ γὰρ ἀνάγκη με πιέζει
unit_288.2 διὰ τοὺς ἵππους τοὺς κοππατίας καὶ τὸν γάμον ὅς μ’ ἐπέ‐
438.1 τριψεν.
438.2 νῦν οὖν [χρήσθων] ἀτεχνῶς ὅτι βούλονται
440.1 τουτὶ τό γ’ ἐμὸν σῶμ’ αὐτοῖσιν
440.2 παρέχω τύπτειν, πεινῆν, διψῆν,
unit_291.1 αὐχμεῖν, ῥιγῶν, ἀσκὸν δείρειν,
unit_291.2 εἴπερ τὰ χρέα διαφευξοῦμαι
unit_291.3 τοῖς τ’ ἀνθρώποις εἶναι δόξω
445.1 θρασύς, εὔγλωττος, τολμηρός, ἴτης,
445.2 βδελυρός, ψευδῶν συγκολλητής,
445.3 εὑρησιεπής, περίτριμμα δικῶν,
445.4 κύρβις, κρόταλον, κίναδος, τρύμη,
445.5 μάσθλης, εἴρων, γλοιός, ἀλαζών,
unit_293.1 κέντρων, μιαρός, στρόφις, ἀργαλέος,
unit_293.2 ματιολοιχός.
unit_293.3 ταῦτ’ εἴ με καλοῦς’ ἁπαντῶντες,
unit_293.4 δρώντων ἀτεχνῶς ὅτι χρῄζουσιν·
unit_293.5 κεἰ βούλονται,
455.1 νὴ τὴν Δήμητρ’ ἔκ μου χορδὴν
455.2 τοῖς φροντισταῖς παραθέντων.
unit_295.1 λῆμα μὲν πάρεστι τῷδέ γ’
unit_295.2 οὐκ ἄτολμον ἀλλ’ ἕτοιμον.
unit_295.3 ἴσθι δ’ ὡς
460-461 ταῦτα μαθὼν παρ’ ἐμοῦ κλέος οὐρανόμηκες
462 ἐν βροτοῖσιν ἕξεις.
unit_298 τί πείσομαι;
463.1 τὸν πάντα χρόνον μετ’ ἐμοῦ
463.2 ζηλωτότατον βίον ἀν‐
465 θρώπων διάξεις.
unit_301.1 ἆρά γε τοῦτ’ ἄρ’ ἐγώ ποτ’
unit_301.2 ὄψομαι;
467.1 ὥστε γέ σου
467.2 πολλοὺς ἐπὶ ταῖσι θύραις
467.3 ἀεὶ καθῆσθαι,
470.1 βουλομένους ἀνακοινοῦ‐
470.2 σθαι τε καὶ εἰς λόγον ἐλθεῖν
470.3 πράγματα κἀντιγραφὰς
470.4 πολλῶν ταλάντων,
470.5 ἄξια σῇ φρενὶ συμ‐
475 βουλευσομένους μετὰ σοῦ.
475.1 ἀλλ’ ἐγχείρει τὸν πρεσβύτην ὅτιπερ μέλλεις προδιδάσκειν
475.2 καὶ διακίνει τὸν νοῦν αὐτοῦ καὶ τῆς γνώμης ἀποπειρῶ.
unit_306.1 ἄγε δή, κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον,
unit_306.2 ἵν’ αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰς
480 ἤδη ’πὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω.
unit_308 τί δέ; τειχομαχεῖν μοι διανοεῖ, πρὸς τῶν θεῶν;
unit_309.1 οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι,
unit_309.2 εἰ μνημονικὸς εἶ.
483.1 δύο τρόπω, νὴ τὸν Δία.
483.2 ἢν μέν γ’ ὀφείληταί τι μοι, μνήμων πάνυ,
485 ἐὰν δ’ ὀφείλω σχέτλιος, ἐπιλήσμων πάνυ.
unit_312 ἔνεστι δῆτά σοι λέγειν ἐν τῇ φύσει;
unit_313 λέγειν μὲν οὐκ ἔνεστ’, ἀποστερεῖν δ’ ἔνι.
unit_314 πῶς οὖν δυνήσει μανθάνειν;
488 ἀμέλει, καλῶς.
unit_316 ἄγε νυν ὅπως, ὅταν τι προβάλωμαι σοφὸν
490 περὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσει.
unit_318 τί δαί; κυνηδὸν τὴν σοφίαν σιτήσομαι;
unit_319.1 ἅνθρωπος ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος.
unit_319.2 δέδοικά ς’, ὦ πρεσβῦτα, μὴ πληγῶν δέει.
unit_319.3 φέρ’ ἴδω, τί δρᾷς ἤν τις σε τύπτῃ;
494 τύπτομαι,
495.1 κἄπειτ’ ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι·
495.2 εἶτ’ αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι.
unit_322 ἴθι νυν κατάθου θοἰμάτιον.
497 ἠδίκηκά τι;
unit_324 οὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι νομίζεται.
unit_325 ἀλλ’ οὐχὶ φωράσων ἔγωγ’ εἰσέρχομαι.
unit_326 κατάθου. τί ληρεῖς;
unit_327.1 εἰπὲ δή νυν μοι τοδί·
unit_327.2 ἢν ἐπιμελὴς ὦ καὶ προθύμως μανθάνω,
unit_327.3 τῷ τῶν μαθητῶν ἐμφερὴς γενήσομαι;
unit_328 οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν.
unit_329 οἴμοι κακοδαίμων, ἡμιθνὴς γενήσομαι.
505.1 οὐ μὴ λαλήσεις, ἀλλ’ ἀκολουθήσεις ἐμοὶ
505.2 ἁνύσας τι δευρὶ θᾶττον.
506.1 εἰς τὼ χεῖρέ νυν
506.2 δός μοι μελιτοῦτταν πρότερον, ὡς δέδοικ’ ἐγὼ
506.3 εἴσω καταβαίνων ὥσπερ εἰς Τροφωνίου.
unit_332 χώρει. τί κυπτάζεις ἔχων περὶ τὴν θύραν;
510.1 ἀλλ’ ἴθι χαίρων
510.2 τῆς ἀνδρείας εἵνεκα ταύτης.
511.1 εὐτυχία γένοιτο τἀν‐
511.2 θρώπῳ ὅτι προήκων
511.3 εἰς βαθὺ τῆς ἡλικίας
515.1 νεωτέροις τὴν φύσιν αὑ‐
515.2 τοῦ πράγμασιν χρωτίζεται
515.3 καὶ σοφίαν ἐπασκεῖ.
517.1 ὦ θεώμενοι, κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως
517.2 τἀληθῆ, νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με.
520.1 οὕτω νικήσαιμί τ’ ἐγὼ καὶ νομιζοίμην σοφὸς
520.2 ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς
520.3 καὶ ταύτην σοφώτατ’ ἔχειν τῶν ἐμῶν κωμῳδιῶν
520.4 πρώτους ἠξίως’ ἀναγεῦς’ ὑμᾶς, ἣ παρέσχε μοι
unit_338 ἔργον πλεῖστον· εἶτ’ ἀνεχώρουν ὑπ’ ἀνδρῶν φορτικῶν
525.1 ἡττηθεὶς οὐκ ἄξιος ὤν. ταῦτ’ οὖν ὑμῖν μέμφομαι
525.2 τοῖς σοφοῖς, ὧν οὕνεκ’ ἐγὼ ταῦτ’ ἐπραγματευόμην.
525.3 ἀλλ’ οὐδ’ ὣς ὑμῶν ποθ’ ἑκὼν προδώσω τοὺς δεξιούς.
525.4 ἐξ ὅτου γὰρ ἐνθάδ’ ὑπ’ ἀνδρῶν, οὓς ἡδὺ καὶ λέγειν,
525.5 ὁ σώφρων τε χὠ καταπύγων ἄριστ’ ἠκουσάτην,
530.1 κἀγώ, παρθένος γὰρ ἔτ’ ἦν κοὐκ ἐξῆν πώ μοι τεκεῖν,
530.2 ἐξέθηκα, παῖς δ’ ἑτέρα τις λαβοῦς’ ἀνείλετο,
530.3 ὑμεῖς δ’ ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε,
530.4 ἐκ τούτου μοι πιστὰ παρ’ ὑμῶν γνώμης ἔσθ’ ὅρκια.
530.5 νῦν οὖν Ἠλέκτραν κατ’ ἐκείνην ἥδ’ ἡ κωμῳδία
535.1 ζητοῦς’ ἦλθ’, ἤν που ’πιτύχῃ θεαταῖς οὕτω σοφοῖς.
535.2 γνώσεται γάρ, ἤνπερ ἴδῃ, τἀδελφοῦ τὸν βόστρυχον.
535.3 ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθ’, ἥτις πρῶτα μὲν
535.4 οὐδὲν ἦλθε ῥαψαμένη σκύτινον καθειμένον
535.5 ἐρυθρὸν ἐξ ἄκρου, παχύ, τοῖς παιδίοις ἵν’ ᾖ γέλως·
540.1 οὐδ’ ἔσκωψεν τοὺς φαλακρούς, οὐδὲ κόρδαχ’ εἵλκυσεν·
540.2 οὐδὲ πρεσβύτης ὁ λέγων τἄπη τῇ βακτηρίᾳ
540.3 τύπτει τὸν παρόντ’, ἀφανίζων πονηρὰ σκώμματα·
540.4 οὐδ’ εἰσῇξε δᾷδας ἔχους’ οὐδ’ “ἰοὺ ἰού” βοᾷ·
540.5 ἀλλ’ αὑτῇ καὶ τοῖς ἔπεσιν πιστεύους’ ἐλήλυθεν.
545.1 κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποητὴς οὐ κομῶ,
545.2 οὐδ’ ὑμᾶς ζητῶ ’ξαπατᾶν δὶς καὶ τρὶς ταὔτ’ εἰσάγων,
unit_344.1 ἀλλ’ αἰεὶ καινὰς ἰδέας εἰσφέρων σοφίζομαι
unit_344.2 οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς·
unit_344.3 ὃς μέγιστον ὄντα Κλέων’ ἔπαις’ εἰς τὴν γαστέρα
unit_345.1 κοὐκ ἐτόλμης’ αὖθις ἐπεμπηδῆς’ αὐτῷ κειμένῳ.
unit_345.2 οὗτοι δ’, ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος,
unit_345.3 τοῦτον δείλαιον κολετρῶς’ ἀεὶ καὶ τὴν μητέρα.
unit_345.4 Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν
unit_345.5 ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς,
555.1 προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχ’, ἣν
555.2 Φρύνιχος πάλαι πεπόηχ’, ἣν τὸ κῆτος ἤσθιεν.
555.3 εἶθ’ Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον,
555.4 ἅλλοι τ’ ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον,
555.5 τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.
560.1 ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω.
560.2 ἢν δ’ ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθ’ εὑρήμασιν,
560.3 εἰς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε.
unit_348.1 ὑψιμέδοντα μὲν θεῶν
unit_348.2 Ζῆνα τύραννον εἰς χορὸν
565.1 πρῶτα μέγαν κικλήσκω·
565.2 τόν τε μεγασθενῆ τριαίνης ταμίαν,
565.3 γῆς τε καὶ ἁλμυρᾶς θαλάσ‐
unit_350.1 σης ἄγριον μοχλευτήν·
unit_350.2 καὶ μεγαλώνυμον ἡμέτερον πατέρ’
570.1 Αἰθέρα σεμνότατον, βιοθρέμμονα πάντων·
570.2 τόν θ’ ἱππονώμαν, ὃς ὑπερ‐
570.3 λάμπροις ἀκτῖσιν κατέχει
570.4 γῆς πέδον, μέγας ἐν θεοῖς
570.5 ἐν θνητοῖσί τε δαίμων.
575.1 ὦ σοφώτατοι θεαταί, δεῦρο τὸν νοῦν προσέχετε·
575.2 ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθ’ ἐναντίον.
575.3 πλεῖστα γὰρ θεῶν ἁπάντων ὠφελούσαις τὴν πόλιν
575.4 δαιμόνων ἡμῖν μόναις οὐ θύετ’ οὐδὲ σπένδετε,
575.5 αἵτινες τηροῦμεν ὑμᾶς. ἢν γὰρ ᾖ τις ἔξοδος
580.1 μηδενὶ ξὺν νῷ, τότ’ ἢ βροντῶμεν ἢ ψακάζομεν.
580.2 εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόνα
580.3 ἡνίχ’ ᾑρεῖσθε στρατηγόν, τὰς ὀφρῦς ξυνήγομεν
580.4 κἀποοῦμεν δεινά, βροντὴ δ’ ἐρράγη δι’ ἀστραπῆς.
580.5 ἡ σελήνη δ’ ἐξέλειπεν τὰς ὁδούς, ὁ δ’ ἥλιος
585.1 τὴν θρυαλλίδ’ εἰς ἑαυτὸν εὐθέως ξυνελκύσας
585.2 οὐ φανεῖν ἔφασκεν ὑμῖν εἰ στρατηγήσοι Κλέων.
585.3 ἀλλ’ ὅμως εἵλεσθε τοῦτον· φασὶ γὰρ δυσβουλίαν
585.4 τῇδε τῇ πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεούς,
585.5 ἅττ’ ἂν ὑμεῖς ἐξαμάρτητ’, ἐπὶ τὸ βέλτιον τρέπειν.
590 ὡς δὲ καὶ τοῦτο ξυνοίσει, ῥᾳδίως διδάξομεν.
unit_356.1 ἢν Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆς
unit_356.2 εἶτα φιμώσητε τούτου τῷ ξύλῳ τὸν αὐχένα,
unit_356.3 αὖθις εἰς τἀρχαῖον ὑμῖν, εἴ τι κἀξημάρτετε,
unit_356.4 ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει ξυνοίσεται.
595.1 ἀμφί μοι αὖτε Φοῖβ’ ἄναξ
595.2 Δήλιε, Κυνθίαν ἔχων
595.3 ὑψικέρατα πέτραν·
595.4 ἥ τ’ Ἐφέσου μάκαιρα πάγχρυσον ἔχεις
595.5 οἶκον, ἐν ᾧ κόραι σε Λυ‐
unit_358.1 δῶν μεγάλως σέβουσιν·
unit_358.2 ἥ τ’ ἐπιχώριος ἡμετέρα θεὸς
unit_358.3 αἰγίδος ἡνίοχος, πολιοῦχος Ἀθάνα·
unit_358.4 Παρνασσίαν θ’ ὃς κατέχων
unit_358.5 πέτραν σὺν πεύκαις σελαγεῖ
605.1 Βάκχαις Δελφίσιν ἐμπρέπων
605.2 κωμαστὴς Διόνυσος.
606.1 ἡνίχ’ ἡμεῖς δεῦρ’ ἀφορμᾶσθαι παρεσκευάσμεθα,
606.2 ἡ Σελήνη ξυντυχοῦς’ ἡμῖν ἐπέστειλεν φράσαι
606.3 πρῶτα μὲν χαίρειν Ἀθηναίοισι καὶ τοῖς ξυμμάχοις·
610.1 εἶτα θυμαίνειν ἔφασκε. δεινὰ γὰρ πεπονθέναι
610.2 ὠφελοῦς’ ὑμᾶς ἅπαντας οὐ λόγοις ἀλλ’ ἐμφανῶς·
610.3 πρῶτα μὲν τοῦ μηνὸς εἰς δᾷδ’ οὐκ ἔλαττον ἢ δραχμήν,
unit_362.1 ὥστε καὶ λέγειν ἅπαντας ἐξιόντας ἑσπέρας
unit_362.2 “μὴ πρίῃ, παῖ, δᾷδ’, ἐπειδὴ φῶς Σεληναίης καλόν.”
615.1 ἄλλα τ’ εὖ δρᾶν φησίν, ὑμᾶς δ’ οὐκ ἄγειν τὰς ἡμέρας
615.2 οὐδὲν ὀρθῶς, ἀλλ’ ἄνω τε καὶ κάτω κυδοιδοπᾶν,
615.3 ὥστ’ ἀπειλεῖν φησὶν αὐτῇ τοὺς θεοὺς ἑκάστοτε,
615.4 ἡνίκ’ ἂν ψευσθῶσι δείπνου κἀπίωσιν οἴκαδε
615.5 τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον τῶν ἡμερῶν.
620.1 κᾆθ’ ὅταν θύειν δέῃ, στρεβλοῦτε καὶ δικάζετε,
620.2 πολλάκις δ’ ἡμῶν ἀγόντων τῶν θεῶν ἀπαστίαν,
620.3 ἡνίκ’ ἂν πενθῶμεν ἢ τὸν Μέμνον’ ἢ Σαρπηδόνα,
620.4 σπένδεθ’ ὑμεῖς καὶ γελᾶτ’· ἀνθ’ ὧν λαχὼν Ὑπέρβολος
620.5 τῆτες ἱερομνημονεῖν κἄπειθ’ ὑφ’ ἡμῶν τῶν θεῶν
625.1 τὸν στέφανον ἀφῃρέθη· μᾶλλον γὰρ οὕτως εἴσεται
625.2 κατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέρας.
unit_366.1 μὰ τὴν Ἀναπνοήν, μὰ τὸ Χάος, μὰ τὸν Ἀέρα,
unit_366.2 οὐκ εἶδον οὕτως ἄνδρ’ ἄγροικον οὐδαμοῦ
unit_366.3 οὐδ’ ἄπορον οὐδὲ σκαιὸν οὐδ’ ἐπιλήσμονα,
630.1 ὅστις σκαλαθυρμάτι’ ἄττα μικρὰ μανθάνων
630.2 ταῦτ’ ἐπιλέλησται πρὶν μαθεῖν. ὅμως γε μὴν
630.3 αὐτὸν καλῶ θύραζε δεῦρο πρὸς τὸ φῶς.
630.4 ποῦ Στρεψιάδης; ἔξει τὸν ἀσκάντην λαβών;
unit_368 ἀλλ’ οὐκ ἐῶσί μ’ ἐξενεγκεῖν οἱ κόρεις.
635 ἁνύσας τι κατάθου καὶ πρόσεχε τὸν νοῦν.
635 ἰδού.
unit_371.1 ἄγε δή, τί βούλει πρῶτα νυνὶ μανθάνειν
unit_371.2 ὧν οὐκ ἐδιδάχθης πώποτ’ οὐδέν; εἰπέ μοι.
unit_371.3 πότερον περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν;
unit_372 περὶ τῶν μέτρων ἔγωγ’· ἔναγχος γάρ ποτε
640 ὑπ’ ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ.
unit_374.1 οὐ τοῦτ’ ἐρωτῶ ς’, ἀλλ’ ὅτι κάλλιστον μέτρον
unit_374.2 ἡγεῖ, πότερον τὸ τρίμετρον ἢ τὸ τετράμετρον;
unit_375 ἐγὼ μὲν οὐδὲν πρότερον ἡμιέκτεω.
unit_376 οὐδὲν λέγεις, ὤνθρωπε.
644 περίδου νυν ἐμοὶ
645 εἰ μὴ τετράμετρόν ἐστιν ἡμιέκτεων.
unit_379.1 εἰς κόρακας. ὡς ἄγροικος εἶ καὶ δυσμαθής.
unit_379.2 ταχύ γ’ ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν.
unit_380 τί δέ μ’ ὠφελήσους’ οἱ ῥυθμοὶ πρὸς τἄλφιτα;
unit_381 πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ,
unit_382 ἐπαΐονθ’ ὁποῖός ἐστι τῶν ῥυθμῶν
unit_383 κατ’ ἐνόπλιον, χὠποῖος αὖ κατὰ δάκτυλον.
unit_384 κατὰ δάκτυλον; νὴ τὸν Δί’, ἀλλ’ οἶδ’.
652 εἰπὲ δή.
unit_386.1 [τίς ἄλλος ἀντὶ τουτουὶ τοῦ δακτύλου;]
unit_386.2 πρὸ τοῦ μέν, ἔτ’ ἐμοῦ παιδὸς ὄντος, οὑτοσί.
655 ἀγρεῖος εἶ καὶ σκαιός.
655.1 οὐ γὰρ ᾠζυρὲ
655.2 τούτων ἐπιθυμῶ μανθάνειν οὐδέν.
656 τί δαί;
unit_390 ἐκεῖν’ ἐκεῖνο, τὸν ἀδικώτατον λόγον.
unit_391.1 ἀλλ’ ἕτερα δεῖ σε πρότερα τούτου μανθάνειν,
unit_391.2 τῶν τετραπόδων ἅττ’ ἐστιν ὀρθῶς ἄρρενα.
660.1 ἀλλ’ οἶδ’ ἔγωγε τἄρρεν’, εἰ μὴ μαίνομαι·
660.2 κριός, τράγος, ταῦρος, κύων, ἀλεκτρυών.
unit_393.1 ὁρᾷς ἃ πάσχεις; τήν τε θήλειαν καλεῖς
unit_393.2 ἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα.
unit_394 πῶς δή, φέρε;
664 πῶς; ἀλεκτρυὼν κἀλεκτρυών.
665 νὴ τὸν Ποσειδῶ. νῦν δὲ πῶς με χρὴ καλεῖν;
unit_397 ἀλεκτρύαιναν, τὸν δ’ ἕτερον ἀλέκτορα.
unit_398.1 ἀλεκτρύαιναν; εὖ γε νὴ τὸν Ἀέρα·
unit_398.2 ὥστ’ ἀντὶ τούτου τοῦ διδάγματος μόνου
unit_398.3 διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον.
670.1 ἰδοὺ μάλ’ αὖθις, τοῦθ’ ἕτερον. τὴν κάρδοπον
670.2 ἄρρενα καλεῖς θήλειαν οὖσαν.
671.1 τῷ τρόπῳ;
671.2 ἄρρενα καλῶ ’γὼ κάρδοπον;
672.1 μάλιστά γε,
672.2 ὥσπερ γε καὶ Κλεώνυμον.
673 πῶς δή; φράσον.
unit_403 ταὐτὸν δύναταί σοι κάρδοπος Κλεωνύμῳ.
675.1 ἀλλ’ ὦ ’γάθ’, οὐδ’ ἦν κάρδοπος Κλεωνύμῳ,
675.2 ἀλλ’ ἐν θυείᾳ στρογγύλῃ γ’ ἀνεμάττετο.
675.3 ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν;
677.1 ὅπως;
677.2 τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην.
unit_406 τὴν καρδόπην θήλειαν;
679 ὀρθῶς γὰρ λέγεις.
680 ἐκεῖνο † δ’ ἦν ἄν †· καρδόπη, Κλεωνύμη.
unit_409.1 ἔτι δέ γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ,
unit_409.2 ἅττ’ ἄρρεν’ ἐστίν, ἅττα δ’ αὐτῶν θήλεα.
unit_410 ἀλλ’ οἶδ’ ἔγωγ’ ἃ θήλε’ ἐστίν.
683 εἰπὲ δή.
683-684 Λύσιλλα, Φίλιννα, Κλειταγόρα, Δημητρία.
685 ἄρρενα δὲ ποῖα τῶν ὀνομάτων;
685.1 μυρία.
685.2 Φιλόξενος, Μελησίας, Ἀμεινίας.
unit_415 ἀλλ’ ὦ πόνηρε, ταῦτά γ’ ἔστ’ οὐκ ἄρρενα.
unit_416 οὐκ ἄρρεν’ ὑμῖν ἐστίν;
688.1 οὐδαμῶς γ’, ἐπεὶ
688.2 πῶς γ’ ἂν καλέσειας ἐντυχὼν Ἀμεινίᾳ;
690 ὅπως ἄν; ὡδί· δεῦρο δεῦρ’, Ἀμεινία.
unit_419 ὁρᾷς; γυναῖκα τὴν Ἀμεινίαν καλεῖς.
unit_420.1 οὔκουν δικαίως, ἥτις οὐ στρατεύεται;
unit_420.2 ἀτὰρ τί ταῦθ’ ἃ πάντες ἴσμεν μανθάνω;
unit_421 οὐδὲν μὰ Δί’, ἀλλὰ κατακλινεὶς δευρί—
694 τί δρῶ;
695 ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων.
unit_424.1 μὴ δῆθ’, ἱκετεύω, ’νταῦθά γ’, ἀλλ’ εἴπερ γε χρή,
unit_424.2 χαμαί μ’ ἔασον αὐτὰ ταῦτ’ ἐκφροντίσαι.
unit_425 οὐκ ἔστι παρὰ ταῦτ’ ἄλλα.
698 κακοδαίμων ἐγώ.
unit_427 οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον.
unit_428.1 φρόντιζε δὴ καὶ διάθρει
unit_428.2 πάντα τρόπον τε σαυτὸν
702-703 στρόβει πυκνώσας. ταχὺς δ’, ὅταν εἰς ἄπορον
704 πέσῃς, ἐπ’ ἄλλο πήδα
705.1 νόημα φρενός· ὕπνος δ’ ἀπέ‐
705.2 στω γλυκύθυμος ὀμμάτων.
unit_432 ἀτταταῖ ἀτταταῖ.
unit_433 τί πάσχεις; τί κάμνεις;
unit_434 ἀπόλλυμαι δείλαιος. ἐκ τοῦ σκίμποδος
710.1 δάκνουσί μ’ ἐξέρποντες οἱ Κορίνθιοι,
710.2 καὶ τὰς πλευρὰς δαρδάπτουσιν
710.3 καὶ τὴν ψυχὴν ἐκπίνουσιν
710.4 καὶ τοὺς ὄρχεις ἐξέλκουσιν
710.5 καὶ τὸν πρωκτὸν διορύττουσιν,
715 καί μ’ ἀπολοῦσιν.
unit_437 μή νυν βαρέως ἄλγει λίαν.
unit_438.1 καὶ πῶς; ὅτε μου
unit_438.2 φροῦδα τὰ χρήματα, φρούδη χροιά,
unit_438.3 φρούδη ψυχή, φρούδη δ’ ἐμβάς,
720.1 καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖς
720.2 φρουρᾶς ᾄδων
unit_440 ὀλίγου φροῦδος γεγένημαι.
unit_441 οὗτος τί ποιεῖς; οὐχὶ φροντίζεις;
723.1 ἐγώ;
723.2 νὴ τὸν Ποσειδῶ.
724 καὶ τί δῆτ’ ἐφρόντισας;
725 ὑπὸ τῶν κόρεων εἴ μου τι περιλειφθήσεται.
unit_445 ἀπολεῖ κάκιστ’.
726 ἀλλ’ ὦ ’γάθ’ ἀπόλωλ’ ἀρτίως.
unit_447.1 οὐ μαλθακιστέ’ ἀλλὰ περικαλυπτέα.
unit_447.2 ἐξευρετέος γὰρ νοῦς ἀποστερητικός
unit_447.3 κἀπαιόλημ’.
729 οἴμοι τίς ἂν δῆτ’ ἐπιβάλοι
730 ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα;
unit_450.1 φέρε νυν ἀθρήσω πρῶτον, ὅτι δρᾷ, τουτονί.
unit_450.2 οὗτος, καθεύδεις;
732 μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ.
unit_452 ἔχεις τι;
733 μὰ Δί’ οὐ δῆτ’ ἔγωγ’.
733 οὐδὲν πάνυ;
unit_455 οὐδέν γε πλὴν ἢ τὸ πέος ἐν τῇ δεξιᾷ.
735 οὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς;
unit_457 περὶ τοῦ; σὺ γάρ μοι τοῦτο φράσον, ὦ Σώκρατες.
unit_458 αὐτὸς ὅτι βούλει πρῶτος ἐξευρὼν λέγε.
unit_459.1 ἀκήκοας μυριάκις ἁγὼ βούλομαι,
unit_459.2 περὶ τῶν τόκων, ὅπως ἂν ἀποδῶ μηδενί.
740.1 ἴθι νυν καλύπτου, καὶ σχάσας τὴν φροντίδα
740.2 λεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα
740.3 ὀρθῶς διαιρῶν καὶ σκοπῶν.
742 οἴμοι τάλας.
unit_462.1 ἔχ’ ἀτρέμα· κἂν ἀπορῇς τι τῶν νοημάτων,
unit_462.2 ἀφεὶς ἄπελθε, κᾆτα τῇ γνώμῃ πάλιν
745 κίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον.
unit_464 ὦ Σωκρατίδιον φίλτατον.
746 τί, ὦ γέρον;
unit_466 ἔχω τόκου γνώμην ἀποστερητικήν.
unit_467 ἐπίδειξον αὐτήν.
748 εἰπὲ δή νυν μοι—
748 τὸ τί;
unit_470 γυναῖκα φαρμακίδ’ εἰ πριάμενος Θετταλὴν
unit_471.1 καθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴ
unit_471.2 αὐτὴν καθείρξαιμ’ εἰς λοφεῖον στρογγύλον
unit_471.3 ὥσπερ κάτροπτον, κᾆτα τηροίην ἔχων.
unit_472 τί δῆτα τοῦτ’ ἂν ὠφελήσειέν ς’;
753.1 ὅτι
753.2 εἰ μηκέτ’ ἀνατέλλοι σελήνη μηδαμοῦ,
755 οὐκ ἂν ἀποδοίην τοὺς τόκους.
755 ὁτιὴ τί δή;
unit_476 ὁτιὴ κατὰ μῆνα τἀργύριον δανείζεται.
unit_477.1 εὖ γ’. ἀλλ’ ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν.
unit_477.2 εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη,
unit_477.3 ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι.
760 ὅπως; ὅπως; οὐκ οἶδ’. ἀτὰρ ζητητέον.
unit_479.1 μή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί,
unit_479.2 ἀλλ’ ἀποχάλα τὴν φροντίδ’ εἰς τὸν ἀέρα
unit_479.3 λινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός.
unit_480 ηὕρηκ’ ἀφάνισιν τῆς δίκης σοφωτάτην,
765 ὥστ’ αὐτὸν ὁμολογεῖν σέ μοι.
765 ποίαν τινά;
unit_483.1 ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον
unit_483.2 ταύτην ἑόρακας, τὴν καλήν, τὴν διαφανῆ,
unit_483.3 ἀφ’ ἧς τὸ πῦρ ἅπτουσι;
768 τὴν ὕαλον λέγεις;
unit_485 ἔγωγε. φέρε, τί δῆτ’ ἄν, εἰ ταύτην λαβών,
770.1 ὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς,
770.2 ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον
unit_487 τὰ γράμματ’ ἐκτήξαιμι τῆς ἐμῆς δίκης;
unit_488 σοφῶς γε νὴ τὰς Χάριτας.
773.1 οἴμ’, ὡς ἥδομαι
773.2 ὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη.
775 ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον.
775 τὸ τί;
unit_492.1 ὅπως ἀποστρέψαις ἂν ἀντιδικῶν δίκην,
unit_492.2 μέλλων ὀφλήσειν, μὴ παρόντων μαρτύρων.
unit_493 φαυλότατα καὶ ῥᾷστ’.
778 εἰπὲ δή.
778.1 καὶ δὴ λέγω.
778.2 εἰ πρόσθεν ἔτι μιᾶς· ἐνεστώσης δίκης
780 πρὶν τὴν ἐμὴν καλεῖσθ’ ἀπαγξαίμην τρέχων.
unit_497 οὐδὲν λέγεις.
781.1 νὴ τοὺς θεοὺς ἔγωγ’, ἐπεὶ
781.2 οὐδεὶς κατ’ ἐμοῦ τεθνεῶτος εἰσάξει δίκην.
unit_499 ὑθλεῖς. ἄπερρ’. οὐκ ἂν διδαξαίμην ς’ ἔτι.
unit_500 ὁτιὴ τί; ναί, πρὸς τῶν θεῶν, ὦ Σώκρατες.
785 ἀλλ’ εὐθὺς ἐπιλήθει σύ γ’ ἅττ’ ἂν καὶ μάθῃς.
unit_502 ἐπεὶ τί νυνὶ πρῶτον ἐδιδάχθης; λέγε.
unit_503.1 φέρ’ ἴδω, τί μέντοι πρῶτον ἦν; τί πρῶτον ἦν;
unit_503.2 τίς ἦν ἐν ᾗ ματτόμεθα μέντοι τἄλφιτα;
unit_503.3 οἴμοι, τίς ἦν;
789 οὐκ εἰς κόρακας ἀποφθερεῖ,
790 ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον;
unit_506.1 οἴμοι. τί οὖν δῆθ’ ὁ κακοδαίμων πείσομαι;
unit_506.2 ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν.
unit_506.3 ἀλλ’ ὦ Νεφέλαι, χρηστόν τι συμβουλεύσατε.
unit_507 ἡμεῖς μέν, ὦ πρεσβῦτα, συμβουλεύομεν,
795.1 εἴ σοι τις υἱός ἐστιν ἐκτεθραμμένος,
795.2 πέμπειν ἐκεῖνον ἀντὶ σαυτοῦ μανθάνειν.
unit_509.1 ἀλλ’ ἔστ’ ἔμοιγ’ υἱὸς καλός τε κἀγαθός·
unit_509.2 ἀλλ’ οὐκ ἐθέλει γὰρ μανθάνειν, τί ἐγὼ πάθω;
unit_510 σὺ δ’ ἐπιτρέπεις;
799 εὐσωματεῖ γὰρ καὶ σφριγᾷ,
unit_512.1 κἄστ’ ἐκ γυναικῶν εὐπτέρων καὶ Κοισύρας.
unit_512.2 ἀτὰρ μέτειμί γ’ αὐτόν· ἢν δὲ μὴ θέλῃ,
unit_512.3 οὐκ ἔσθ’ ὅπως οὐκ ἐξελῶ ’κ τῆς οἰκίας.
unit_512.4 ἀλλ’ ἐπανάμεινόν μ’ ὀλίγον εἰσελθὼν χρόνον.
unit_513 ἆρ’ αἰσθάνει πλεῖστα δι’ ἡ‐
805.1 μᾶς ἀγάθ’ αὐτίχ’ ἕξων
805.2 μόνας θεῶν; ὡς ἕτοιμος ὅδ’ ἐστὶν ἅπαν‐
805.3 τα δρᾶν ὅς’ ἂν κελεύῃς.
805.4 σὺ δ’ ἀνδρὸς ἐκπεπληγμένου
unit_515 καὶ φανερῶς ἐπηρμένου
810-811 γνοὺς ἀπολάψεις ὅτι πλεῖστον δύνασαι
812.1 ταχέως· φιλεῖ γάρ πως τὰ τοι‐
812.2 αῦθ’ ἑτέρᾳ τρέπεσθαι.
unit_518 οὔτοι μὰ τὴν Ὁμίχλην ἔτ’ ἐνταυθοῖ μενεῖς,
815 ἀλλ’ ἔσθι’ ἐλθὼν τοὺς Μεγακλέους κίονας.
unit_520.1 ὦ δαιμόνιε, τί χρῆμα πάσχεις, ὦ πάτερ;
unit_520.2 οὐκ εὖ φρονεῖς, μὰ τὸν Δία τὸν Ὀλύμπιον.
unit_521.1 ἰδού γ’ ἰδοὺ Δί’ Ὀλύμπιον. τῆς μωρίας·
unit_521.2 τὸν Δία νομίζειν ὄντα τηλικουτονί.
820 τί δὲ τοῦτ’ ἐγέλασας ἐτεόν;
820.1 ἐνθυμούμενος
820.2 ὅτι παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιϊκά.
820.3 ὅμως γε μὴν πρόσελθ’, ἵν’ εἰδῇς πλείονα,
820.4 καί σοι φράσω τι πρᾶγμ’ ὃ [σὺ] μαθὼν ἀνὴρ ἔσει.
820.5 ὅπως δὲ τοῦτο μὴ διδάξεις μηδένα.
825 ἰδού. τί ἐστιν;
825 ὤμοσας νυνὶ Δία.
unit_526 ἔγωγ’.
826.1 ὁρᾷς οὖν ὡς ἀγαθὸν τὸ μανθάνειν;
826.2 οὐκ ἔστιν, ὦ Φειδιππίδη, Ζεύς.
827 ἀλλὰ τίς;
unit_529 Δῖνος βασιλεύει τὸν Δί’ ἐξεληλακώς.
unit_530 αἰβοῖ· τί ληρεῖς;
829 ἴσθι τοῦθ’ οὕτως ἔχον.
830 τίς φησι ταῦτα;
830.1 Σωκράτης ὁ Μήλιος
830.2 καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη.
unit_534.1 σὺ δ’ εἰς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας
unit_534.2 ὥστ’ ἀνδράσιν πείθει χολῶσιν;
833.1 εὐστόμει
833.2 καὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺς
835.1 καὶ νοῦν ἔχοντας, ὧν ὑπὸ τῆς φειδωλίας
835.2 ἀπεκείρατ’ οὐδεὶς πώποτ’ οὐδ’ ἠλείψατο
835.3 οὐδ’ εἰς βαλανεῖον ἦλθε λουσόμενος· σὺ δὲ
835.4 ὥσπερ τεθνεῶτος καταλόει μου τὸν βίον.
835.5 ἀλλ’ ὡς τάχιστ’ ἐλθὼν ὑπὲρ ἐμοῦ μάνθανε.
840 τί δ’ ἂν παρ’ ἐκείνων καὶ μάθοι χρηστόν τις ἄν;
unit_538.1 ἄληθες; ὅσαπέρ ἐστιν ἀνθρώποις σοφά.
unit_538.2 γνώσει δὲ σαυτὸν ὡς ἀμαθὴς εἶ καὶ παχύς.
unit_538.3 ἀλλ’ ἐπανάμεινόν μ’ ὀλίγον ἐνταυθοῖ χρόνον.
unit_539 οἴμοι· τί δράσω παραφρονοῦντος τοῦ πατρός;
845 πότερον παρανοίας αὐτὸν εἰσαγαγὼν ἕλω,
unit_541 ἢ τοῖς σοροπηγοῖς τὴν μανίαν αὐτοῦ φράσω;
unit_542 φέρ’ ἴδω, σὺ τοῦτον τίνα νομίζεις; εἰπέ μοι.
unit_543 ἀλεκτρυόνα.
848 καλῶς γε. ταυτηνὶ δὲ τί;
unit_545 ἀλεκτρυόν’.
849 ἄμφω ταὐτό; καταγέλαστος εἶ.
unit_547.1 μή νυν τὸ λοιπόν, ἀλλὰ τήνδε μὲν καλεῖν
unit_547.2 ἀλεκτρύαιναν, τουτονὶ δ’ ἀλέκτορα.
unit_548.1 ἀλεκτρύαιναν; ταῦτ’ ἔμαθες τὰ δεξιὰ
unit_548.2 εἴσω παρελθὼν ἄρτι παρὰ τοὺς γηγενεῖς;
unit_549 χἄτερά γε πόλλ’· ἀλλ’ ὅτι μάθοιμ’ ἑκάστοτε
855 ἐπελανθανόμην ἂν εὐθὺς ὑπὸ πλήθους ἐτῶν.
unit_551 διὰ ταῦτα δὴ καὶ θοἰμάτιον ἀπώλεσας;
unit_552 ἀλλ’ οὐκ ἀπολώλεκ’, ἀλλὰ καταπεφρόντικα.
unit_553 τὰς δ’ ἐμβάδας ποῖ τέτροφας, ὦ ’νόητε σύ;
unit_554 ὥσπερ Περικλέης, εἰς τὸ δέον ἀπώλεσα.
860.1 ἀλλ’ ἴθι, βάδιζ’, ἴωμεν. εἶτα τῷ πατρὶ
860.2 πιθόμενος ἐξάμαρτε. κἀγώ τοι ποτὲ
860.3 οἶδ’ ἑξέτει σοι τραυλίσαντι πιθόμενος.
860.4 ὃν πρῶτον ὀβολὸν ἔλαβον ἠλιαστικόν,
860.5 τούτου ’πριάμην σοι Διασίοις ἁμαξίδα.
865 ἦ μὴν σὺ τούτοις τῷ χρόνῳ ποτ’ ἀχθέσει.
unit_557 εὖ γ’ ὅτι ἐπείσθης.
866.1 δεῦρο δεῦρ’ ὦ Σώκρατες,
866.2 ἔξελθ’· ἄγω γάρ σοι τὸν υἱὸν τουτονὶ
866.3 ἄκοντ’ ἀναπείσας.
868.1 νηπύτιος γάρ ἐστ’ ἔτι
868.2 καὶ τῶν κρεμαστῶν οὐ τρίβων τῶν ἐνθάδε.
870 αὐτὸς τρίβων εἴης ἄν, εἰ κρέμαιό γε.
unit_561 οὐκ εἰς κόρακας; καταρᾷ σὺ τῷ διδασκάλῳ;
unit_562.1 ἰδοὺ κρέμαι’· ὡς ἠλίθιον ἐφθέγξατο
unit_562.2 καὶ τοῖσι χείλεσιν διερρυηκόσιν.
unit_562.3 πῶς ἂν μάθοι ποθ’ οὗτος ἀπόφευξιν δίκης
875.1 ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν;
875.2 καίτοι ταλάντου τοῦτ’ ἔμαθεν Ὑπέρβολος.
unit_564.1 ἀμέλει δίδασκε. θυμόσοφός ἐστιν φύσει.
unit_564.2 εὐθύς γε τοι παιδάριον ὂν τυννουτονὶ
unit_564.3 ἔπλαττεν ἔνδον οἰκίας ναῦς τ’ ἔγλυφεν
880.1 ἁμαξίδας τε † σκυτίνας ἠργάζετο
880.2 κἀκ τῶν σιδίων βατράχους ἐποίει, πῶς δοκεῖς;
880.3 ὅπως δ’ ἐκείνω τὼ λόγω μαθήσεται,
unit_566.1 τὸν κρείττον’, ὅστις ἐστί, καὶ τὸν ἥττονα,
unit_566.2 ὃς τἄδικα λέγων ἀνατρέπει τὸν κρείττονα·
885 ἐὰν δὲ μή, τὸν γοῦν ἄδικον πάσῃ τέχνῃ.
unit_568.1 αὐτὸς μαθήσεται παρ’ αὐτοῖν τοῖν λόγοιν·
unit_568.2 ἐγὼ δ’ ἀπέσομαι.
887.1 τοῦτό νυν μέμνης’, ὅπως
887.2 πρὸς πάντα τὰ δίκαι’ ἀντιλέγειν δυνήσεται.
889 χώρει δευρί· δεῖξον σαυτὸν
890 τοῖσι θεαταῖς καίπερ θρασὺς ὤν.
891.1 ἴθ’ ὅποι χρῄζεις· πολὺ γὰρ μᾶλλόν ς’
891.2 ἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ.
unit_573 ἀπολεῖς σύ; τίς ὤν;
893 λόγος.
893 ἥττων γ’ ὤν.
894a ἀλλά σε νικῶ
894b τὸν ἐμοῦ κρείττω φάσκοντ’ εἶναι.
895 τί σοφὸν ποιῶν;
unit_579 γνώμας καινὰς ἐξευρίσκων.
unit_580 ταῦτα γὰρ ἀνθεῖ
unit_581 διὰ τουτουσὶ τοὺς ἀνοήτους.
unit_582 οὔκ, ἀλλὰ σοφούς.
899 ἀπολῶ σε κακῶς.
unit_584 εἰπέ, τί ποιῶν;
unit_585 τὰ δίκαια λέγων.
unit_586.1 ἀλλ’ ἀνατρέψω ταῦτ’ ἀντιλέγων·
unit_586.2 οὐδὲ γὰρ εἶναι πάνυ φημὶ Δίκην.
unit_587 οὐκ εἶναι φῄς;
903 φέρε γάρ, ποῦ ’στίν;
904a παρὰ τοῖσι θεοῖς.
904b πῶς δῆτα Δίκης οὔσης ὁ Ζεὺς
905.1 οὐκ ἀπόλωλεν τὸν πατέρ’ αὑτοῦ
905.2 δήσας;
906.1 αἰβοῖ, τουτὶ καὶ δὴ.
906.2 χωρεῖ τὸ κακόν. δότε μοι λεκάνην.
unit_593 τυφογέρων εἶ κἀνάρμοστος.
unit_594 καταπύγων εἶ κἀναίσχυντος.
910 ῥόδα μ’ εἴρηκας.
910 καὶ βωμολόχος.
unit_597 κρίνεσι στεφανοῖς.
911 καὶ πατραλοίας.
unit_599 χρυσῷ πάττων μ’ οὐ γιγνώσκεις.
unit_600 οὐ δῆτα πρὸ τοῦ γ’, ἀλλὰ μολύβδῳ.
unit_601 νῦν δέ γε κόσμος τοῦτ’ ἐστὶν ἐμοί.
915 θρασὺς εἶ πολλοῦ.
915 σὺ δέ γ’ ἀρχαῖος.
unit_604.1 διὰ σὲ δὲ φοιτᾶν
unit_604.2 οὐδεὶς ἐθέλει τῶν μειρακίων.
unit_604.3 καὶ γνωσθήσει ποτ’ Ἀθηναίοις
unit_604.4 οἷα διδάσκεις τοὺς ἀνοήτους.
920 αὐχμεῖς αἰσχρῶς.
920.1 σὺ δέ γ’ εὖ πράττεις.
920.2 καίτοι πρότερόν γ’ ἐπτώχευες,
920.3 Τήλεφος εἶναι Μυσὸς φάσκων
920.4 ἐκ πηριδίου
920.5 γνώμας τρώγων Πανδελετείους.
925 ὤμοι σοφίας—
925 ὤμοι μανίας—
unit_609 ἧς ἐμνήσθης.
926.1 τῆς σῆς πόλεως θ’
926.2 ἥτις σε τρέφει
926.3 λυμαινόμενον τοῖς μειρακίοις.
unit_611 οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν.
930.1 εἴπερ γ’ αὐτὸν σωθῆναι χρὴ
930.2 καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι.
unit_613 δεῦρ’ ἴθι, τοῦτον δ’ ἔα μαίνεσθαι.
unit_614 κλαύσει, τὴν χεῖρ’ ἢν ἐπιβάλλῃς.
unit_615 παύσασθε μάχης καὶ λοιδορίας.
935.1 ἀλλ’ ἐπίδειξαι
935.2 σύ τε τοὺς προτέρους ἅττ’ ἐδίδασκες,
937a σύ τε τὴν καινὴν
937b παίδευσιν, ὅπως ἂν ἀκούσας σφῷν
938 ἀντιλεγόντοιν κρίνας φοιτᾷ.
unit_620 δρᾶν ταῦτ’ ἐθέλω.
939 κἄγωγ’ ἐθέλω.
940 φέρε δή, πότερος λέξει πρότερος;
unit_623.1 τούτῳ δώσω·
unit_623.2 κᾆτ’ ἐκ τούτων ὧν ἂν λέξῃ
unit_623.3 ῥηματίοισιν καινοῖς αὐτὸν
unit_623.4 καὶ διανοίαις κατατοξεύσω,
945.1 τὸ τελευταῖον δ’, ἢν ἀναγρύζῃ,
945.2 τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ
945.3 κεντούμενος ὥσπερ ὑπ’ ἀνθρηνῶν
945.4 ὑπὸ τῶν γνωμῶν ἀπολεῖται.
unit_625 νῦν δείξετον τὼ πισύνω
unit_626.1 τοῖς περιδεξίοισιν
unit_626.2 λόγοισι καὶ φροντίσι καὶ
unit_626.3 γνωμοτύποις μερίμναις
unit_626.4 ὁπότερος αὐτοῖν ἀμεί‐
unit_626.5 νων λέγων φανήσεται.
955.1 νῦν γὰρ ἅπας ἐνθάδε κίν‐
955.2 δυνος ἀνεῖται σοφίας,
955.3 ἧς πέρι τοῖς ἐμοῖς φίλοις
955.4 ἐστὶν ἀγὼν μέγιστος.
958 ἀλλ’ ὦ πολλοῖς τοὺς πρεσβυτέρους ἤθεσι χρηστοῖς στεφανώ‐
959 σας,
960 ῥῆξον φωνὴν ᾗτινι χαίρεις καὶ τὴν σαυτοῦ φύσιν εἰπέ.
unit_631.1 λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο,
unit_631.2 ὅτ’ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη ’νενόμιστο.
unit_631.3 πρῶτον μὲν ἔδει παιδὸς φωνὴν γρύξαντος μηδέν’ ἀκοῦσαι·
unit_631.4 εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως εἰς κιθαριστοῦ
965 τοὺς κωμήτας γυμνοὺς ἁθρόους, κεἰ κριμνώδη κατανείφοι.
unit_633.1 εἶτ’ αὖ προμαθεῖν ᾆσμ’ ἐδίδασκεν τὼ μηρὼ μὴ ξυνέχοντας,
unit_633.2 ἢ “Παλλάδα περσέπολιν δεινάν” ἢ “τηλέπορόν τι
967.1 βόαμα”,
967.2 ἐντειναμένους τὴν ἁρμονίαν ἣν οἱ πατέρες παρέδωκαν.
967.3 εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτ’ ἢ κάμψειέν τινα καμπὴν
970.1 οἵας οἱ νῦν, τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπ‐
970.2 τους,
970.3 ἐπετρίβετο τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων.
970.4 ἐν παιδοτρίβου δὲ καθίζοντας τὸν μηρὸν ἔδει προβαλέσθαι
970.5 τοὺς παῖδας, ὅπως τοῖς ἔξωθεν μηδὲν δείξειαν ἀπηνές·
975.1 εἶτ’ αὖ πάλιν αὖθις ἀνιστάμενον συμψῆσαι καὶ προνοεῖσθαι
975.2 εἴδωλον τοῖσιν ἐρασταῖσιν τῆς ἥβης μὴ καταλείπειν.
975.3 ἠλείψατο δ’ ἂν τοὐμφαλοῦ οὐδεὶς παῖς ὑπένερθεν τότ’ ἄν,
977.1 ὥστε
977.2 τοῖς αἰδοίοισι δρόσος καὶ χνοῦς ὥσπερ μήλοισιν ἐπήνθει.
977.3 οὐδ’ ἂν μαλακὴν φυρασάμενος τὴν φωνὴν πρὸς τὸν ἐραστὴν
980 αὐτὸς ἑαυτὸν προαγωγεύων τοῖν ὀφθαλμοῖν ἐβάδιζεν.
unit_639.1 οὐδ’ ἀνελέσθαι δειπνοῦντ’ ἐξῆν κεφάλαιον τῆς ῥαφανῖδος,
unit_639.2 οὐδ’ ἄννηθον τῶν πρεσβυτέρων ἁρπάζειν οὐδὲ σέλινον,
unit_639.3 οὐδ’ ὀψοφαγεῖν οὐδὲ κιχλίζειν οὐδ’ ἴσχειν τὼ πόδ’ ἐναλλάξ.
unit_640 ἀρχαῖά γε καὶ Διπολιώδη καὶ τεττίγων ἀνάμεστα
985 καὶ Κηκείδου καὶ Βουφονίων.
985.1 ἀλλ’ οὖν ταῦτ’ ἐστὶν ἐκεῖνα
985.2 ἐξ ὧν ἄνδρας Μαραθωνομάχας ἡμὴ παίδευσις ἔθρεψεν.
985.3 σὺ δὲ τοὺς νῦν εὐθὺς ἐν ἱματίοισι διδάσκεις ἐντετυλίχθαι,
985.4 ὥστε μ’ ἀπάγχεσθ’ ὅταν ὀρχεῖσθαι Παναθηναίοις δέον
988.1 αὐτοὺς
988.2 τὴν ἀσπίδα τῆς κωλῆς προέχων ἀμελῇ τις Τριτογενείης.
990 πρὸς ταῦτ’, ὦ μειράκιον, θαρρῶν ἐμὲ τὸν κρείττω λόγον
990.1 αἱροῦ.
990.2 κἀπιστήσει μισεῖν ἀγορὰν καὶ βαλανείων ἀπέχεσθαι,
990.3 καὶ τοῖς αἰσχροῖς αἰσχύνεσθαι κἂν σκώπτῃ τίς σε φλέγεσθαι,
990.4 καὶ τῶν θάκων τοῖς πρεσβυτέροις ὑπανίστασθαι προσιοῦσιν,
990.5 καὶ μὴ περὶ τοὺς σαυτοῦ γονέας σκαιουργεῖν, ἄλλο τε μηδὲν
995 αἰσχρὸν ποιεῖν ὅτι τῆς Αἰδοῦς μέλλεις τἄγαλμ’ † ἀναπλή‐
995.1 σειν †·
995.2 μηδ’ εἰς ὀρχηστρίδος εἰσᾴττειν, ἵνα μὴ πρὸς ταῦτα κεχηνὼς
995.3 μήλῳ βληθεὶς ὑπὸ πορνιδίου τῆς εὐκλείας ἀποθραυσθῇς,
995.4 μηδ’ ἀντειπεῖν τῷ πατρὶ μηδὲν μηδ’ Ἰαπετὸν καλέσαντα
995.5 μνησικακῆσαι τὴν ἡλικίαν ἐξ ἧς ἐνεοττοτροφήθης.
unit_648.1 εἰ ταῦτ’, ὦ μειράκιον, πείσει τούτῳ, νὴ τὸν Διόνυσον
unit_648.2 τοῖς Ἱπποκράτους υἱέσιν εἴξεις καί σε καλοῦσι βλιτομάμ‐
1001 μαν.
unit_650.1 ἀλλ’ οὖν λιπαρός γε καὶ εὐανθὴς ἐν γυμνασίοις διατρίψεις,
unit_650.2 οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελ’, οἷάπερ οἱ
1003.1 νῦν,
1003.2 οὐδ’ ἑλκόμενος περὶ πραγματίου γλισχραντιλογεξεπιτρίπτου,
1005.1 ἀλλ’ εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει
1005.2 στεφανωσάμενος καλάμῳ λευκῷ μετὰ σώφρονος ἡλικιώτου,
1005.3 σμίλακος ὄζων καὶ ἀπραγμοσύνης καὶ λεύκης † φυλλο‐
1007.1 βολούσης †,
1007.2 ἦρος ἐν ὥρᾳ, χαίρων ὁπόταν πλάτανος πτελέᾳ ψιθυρίζῃ.
unit_654 ἢν ταῦτα ποῇς ἁγὼ φράζω
1010.1 καὶ πρὸς τούτοις προσέχῃς τὸν νοῦν
1010.2 ἕξεις αἰεὶ
1010.3 στῆθος λιπαρόν, χροιὰν λαμπράν,
1010.4 ὤμους μεγάλους, γλῶτταν βαιάν,
1010.5 πυγὴν μεγάλην, πόσθην μικράν·
1015.1 ἢν δ’ ἅπερ οἱ νῦν ἐπιτηδεύῃς,
1015.2 πρῶτα μὲν ἕξεις
1015.3 χροιὰν ὠχράν, ὤμους μικρούς,
1015.4 στῆθος λεπτόν, γλῶτταν μεγάλην,
1015.5 κωλῆν μικράν, ψήφισμα μακρόν,
1020.1 καί ς’ ἀναπείσει τὸ μὲν αἰσχρὸν ἅπαν
1020.2 καλὸν ἡγεῖσθαι, τὸ καλὸν δ’ αἰσχρόν,
1020.3 καὶ πρὸς τούτοις τῆς Ἀντιμάχου
1020.4 καταπυγοσύνης ἀναπλήσει.
unit_658 ὦ καλλίπυργον σοφίαν
1025.1 κλεινοτάτην ἐπασκῶν,
1025.2 ὡς ἡδύ σου τοῖσι λόγοις
1025.3 σῶφρον ἔπεστιν ἄνθος.
1028-1029 εὐδαίμονες ἄρ’ ἦσαν οἱ ζῶντες τότε.
1030-1031 πρὸς τάδε ς’, ὦ κομψοπρεπῆ μοῦσαν ἔχων,
1032 δεῖ σε λέγειν τι καινόν, ὡς
unit_663.1 ηὐδοκίμηκεν ἁνήρ.
unit_663.2 δεινῶν δέ σοι βουλευμάτων ἔοικε δεῖν πρὸς αὐτόν,
1035 εἴπερ τὸν ἄνδρ’ ὑπερβαλεῖ καὶ μὴ γέλωτ’ ὀφλήσεις.
unit_665.1 καὶ μὴν πάλαι ’γὼ ’πνιγόμην τὰ σπλάγχνα κἀπεθύμουν
unit_665.2 ἅπαντα ταῦτ’ ἐναντίαις γνώμαισι συνταράξαι.
unit_665.3 ἐγὼ γὰρ ἥττων μὲν λόγος δι’ αὐτὸ τοῦτ’ ἐκλήθην
unit_665.4 ἐν τοῖσι φροντισταῖσιν, ὅτι πρώτιστος ἐπενόησα
1040.1 τοῖσιν νόμοις καὶ ταῖς δίκαις τἀναντί’ ἀντιλέξαι.
1040.2 καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔστ’ ἄξιον στατήρων,
1040.3 αἱρούμενον τοὺς ἥττονας λόγους ἔπειτα νικᾶν.
1040.4 σκέψαι δὲ τὴν παίδευσιν ᾗ πέποιθεν, ὡς ἐλέγξω,
1040.5 ὅστις σε θερμῷ φησὶ λοῦσθαι πρῶτον οὐκ ἐάσειν.
1045 καίτοι τίνα γνώμην ἔχων ψέγεις τὰ θερμὰ λουτρά;
unit_668 ὁτιὴ κάκιστόν ἐστι καὶ δειλὸν ποεῖ τὸν ἄνδρα.
unit_669.1 ἐπίσχες· εὐθὺς γάρ σε μέσον ἔχω λαβὼν ἄφυκτον.
unit_669.2 καί μοι φράσον· τῶν τοῦ Διὸς παίδων τίν’ ἄνδρ’ ἄριστον
unit_669.3 ψυχὴν νομίζεις, εἰπέ, καὶ πλείστους πόνους πονῆσαι;
unit_670 ἐγὼ μὲν οὐδέν’ Ἡρακλέους βελτίον’ ἄνδρα κρίνω.
unit_671.1 ποῦ ψυχρὰ δῆτα πώποτ’ εἶδες Ἡράκλεια λουτρά;
unit_671.2 καίτοι τίς ἀνδρειότερος ἦν;
1052.1 ταῦτ’ ἐστί, ταῦτ’, ἐκεῖνα
1052.2 ἃ τῶν νεανίσκων ἀεὶ δι’ ἡμέρας λαλούντων
1052.3 πλῆρες τὸ βαλανεῖον ποιεῖ κενὰς δὲ τὰς παλαίστρας.
1055.1 εἶτ’ ἐν ἀγορᾷ τὴν διατριβὴν ψέγεις, ἐγὼ δ’ ἐπαινῶ.
1055.2 εἰ γὰρ πονηρὸν ἦν, Ὅμηρος οὐδέποτ’ ἂν ἐποίει
1055.3 τὸν Νέστορ’ ἀγορητὴν ἄν, οὐδὲ τοὺς σοφοὺς ἅπαντας.
1055.4 ἄνειμι δῆτ’ ἐντεῦθεν εἰς τὴν γλῶτταν, ἣν ὁδὶ μὲν
1055.5 οὔ φησι χρῆναι τοὺς νέους ἀσκεῖν, ἐγὼ δέ φημι.
1060.1 καὶ σωφρονεῖν αὖ φησὶ χρῆναι, δύο κακὼ μεγίστω.
1060.2 ἐπεὶ σὺ διὰ τὸ σωφρονεῖν τῷ πώποτ’ εἶδες ἤδη
1060.3 ἀγαθόν τι γενόμενον; φράσον, καί μ’ ἐξέλεγξον εἰπών.
unit_675 πολλοῖς. ὁ γοῦν Πηλεὺς ἔλαβε διὰ τοῦτο τὴν μάχαιραν.
unit_676 μάχαιραν; ἀστεῖόν γε κέρδος ἔλαβεν ὁ κακοδαίμων.
1065.1 Ὑπέρβολος δ’ οὑκ τῶν λύχνων πλεῖν ἢ τάλαντα πολλὰ
1065.2 εἴληφε διὰ πονηρίαν, ἀλλ’ οὐ μὰ Δί’ οὐ μάχαιραν.
unit_678 καὶ τὴν Θέτιν γ’ ἔγημε διὰ τὸ σωφρονεῖν ὁ Πηλεύς.
unit_679.1 κᾆτ’ ἀπολιποῦσά γ’ αὐτὸν ᾤχετ’· οὐ γὰρ ἦν ὑβριστὴς
unit_679.2 οὐδ’ ἡδὺς ἐν τοῖς στρώμασιν τὴν νύκτα παννυχίζειν·
1070.1 γυνὴ δὲ σιναμωρουμένη χαίρει. σὺ δ’ εἶ Κρόνιππος.
1070.2 σκέψαι γάρ, ὦ μειράκιον, ἐν τῷ σωφρονεῖν ἅπαντα
1070.3 ἅνεστιν, ἡδονῶν θ’ ὅσων μέλλεις ἀποστερεῖσθαι·
1070.4 παίδων, γυναικῶν, κοττάβων, ὄψων, πότων, καχασμῶν.
1070.5 καίτοι τί σοι ζῆν ἄξιον, τούτων ἐὰν στερηθῇς;
1075.1 εἶἑν. πάρειμ’ ἐντεῦθεν εἰς τὰς τῆς φύσεως ἀνάγκας.
1075.2 ἥμαρτες, ἠράσθης, ἐμοίχευσάς τι, κᾆτ’ ἐλήφθης.
1075.3 ἀπόλωλας· ἀδύνατος γὰρ εἶ λέγειν. ἐμοὶ δ’ ὁμιλῶν
unit_682.1 χρῶ τῇ φύσει, σκίρτα, γέλα, νόμιζε μηδὲν αἰσχρόν.
unit_682.2 μοιχὸς γὰρ ἢν τύχῃς ἁλούς, τάδ’ ἀντερεῖς πρὸς αὐτόν,
1080.1 ὡς οὐδὲν ἠδίκηκας· εἶτ’ εἰς τὸν Δί’ ἐπανενεγκεῖν,
1080.2 κἀκεῖνος ὡς ἥττων ἔρωτός ἐστι καὶ γυναικῶν·
1080.3 καίτοι σὺ θνητὸς ὢν θεοῦ πῶς μεῖζον ἂν δύναιο;
unit_684.1 τί δ’ ἢν ῥαφανιδωθῇ πιθόμενός σοι τέφρᾳ τε τιλθῇ;
unit_684.2 ἕξει τινὰ γνώμην λέγειν τὸ μὴ εὐρύπρωκτος εἶναι;
1085 ἢν δ’ εὐρύπρωκτος ᾖ, τί πείσεται κακόν;
unit_686 τί μὲν οὖν ἂν ἔτι μεῖζον πάθοι τούτου ποτέ;
unit_687 τί δῆτ’ ἐρεῖς, ἢν τοῦτο νικηθῇς ἐμοῦ;
unit_688 σιγήσομαι. τί δ’ ἄλλο;
1088.1 φέρε δή μοι φράσον,
1088.2 συνηγοροῦσιν ἐκ τίνων;
1090 ἐξ εὐρυπρώκτων.
1090.1 πείθομαι.
1090.2 τί δαί; τραγῳδοῦς’ ἐκ τίνων;
unit_692 ἐξ εὐρυπρώκτων.
1092.1 εὖ λέγεις.
1092.2 δημηγοροῦσι δ’ ἐκ τίνων;
unit_694 ἐξ εὐρυπρώκτων.
1094 ἆρα δῆτ’
1095.1 ἔγνωκας ὡς οὐδὲν λέγεις;
1095.2 καὶ τῶν θεατῶν ὁπότεροι πλείους σκόπει.
unit_697 καὶ δὴ σκοπῶ.
1097 τί δῆθ’ ὁρᾷς;
unit_699.1 πολὺ πλείονας, νὴ τοὺς θεούς,
unit_699.2 τοὺς εὐρυπρώκτους. τουτονὶ
1099 γοῦν οἶδ’ ἐγὼ κἀκεινονὶ
unit_701 καὶ τὸν κομήτην τουτονί.
unit_702 τί δῆτ’ ἐρεῖς;
unit_703.1 ἡττήμεθ’. ὦ κινούμενοι,
unit_703.2 πρὸς τῶν θεῶν δέξασθέ μου θοἰμάτιον, ὡς
unit_703.3 ἐξαυτομολῶ πρὸς ὑμᾶς.
1105.1 τί δῆτα; πότερα τοῦτον ἀπάγεσθαι λαβὼν
1105.2 βούλει τὸν υἱόν, ἢ διδάσκω σοι λέγειν;
unit_705.1 δίδασκε καὶ κόλαζε καὶ μέμνης’ ὅπως
unit_705.2 εὖ μοι στομώσεις αὐτόν, ἐπὶ μὲν θάτερα
unit_705.3 οἷον δικιδίοις, τὴν δ’ ἑτέραν αὐτοῦ γνάθον
1110 στόμωσον οἵαν εἰς τὰ μείζω πράγματα.
unit_707 ἀμέλει, κομιεῖ τοῦτον σοφιστὴν δεξιόν.
unit_708 ὠχρὸν μὲν οὖν οἶμαί γε καὶ κακοδαίμονα.
unit_709 χωρεῖτέ νυν. οἶμαι δὲ σοὶ
unit_710 ταῦτα μεταμελήσειν.
1115.1 τοὺς κριτὰς ἃ κερδανοῦσιν, ἤν τι τόνδε τὸν χορὸν
1115.2 ὠφελῶς’ ἐκ τῶν δικαίων, βουλόμεσθ’ ἡμεῖς φράσαι.
1115.3 πρῶτα μὲν γάρ, ἢν νεᾶν βούλησθ’ ἐν ὥρᾳ τοὺς ἀγρούς,
1115.4 ὕσομεν πρώτοισιν ὑμῖν, τοῖσι δ’ ἄλλοις ὕστερον.
1115.5 εἶτα τὸν καρπὸν τεκούσας ἀμπέλους φυλάξομεν,
1120.1 ὥστε μήτ’ αὐχμὸν πιέζειν μήτ’ ἄγαν ἐπομβρίαν.
1120.2 ἢν δ’ ἀτιμάσῃ τις ἡμᾶς θνητὸς ὢν οὔσας θεάς,
1120.3 προσεχέτω τὸν νοῦν πρὸς ἡμῶν οἷα πείσεται κακά,
1120.4 λαμβάνων οὔτ’ οἶνον οὔτ’ ἄλλ’ οὐδὲν ἐκ τοῦ χωρίου.
1120.5 ἡνίκ’ ἂν γὰρ αἵ τ’ ἐλαῖαι βλαστάνως’ αἵ τ’ ἄμπελοι,
1125.1 ἀποκεκόψονται· τοιαύταις σφενδόναις παιήσομεν.
1125.2 ἢν δὲ πλινθεύοντ’ ἴδωμεν, ὕσομεν καὶ τοῦ τέγους
1125.3 τὸν κέραμον αὐτοῦ χαλάζαις στρογγύλαις συντρίψομεν.
1125.4 κἂν γαμῇ ποτ’ αὐτὸς ἢ τῶν ξυγγενῶν ἢ τῶν φίλων,
1125.5 ὕσομεν τὴν νύκτα πᾶσαν, ὥστ’ ἴσως βουλήσεται
1130 κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ κρῖναι κακῶς.
unit_715.1 πέμπτη, τετράς, τρίτη· μετὰ ταύτην δευτέρα·
unit_715.2 εἶθ’ ἣν ἐγὼ μάλιστα πασῶν ἡμερῶν
unit_715.3 δέδοικα καὶ πέφρικα καὶ βδελύττομαι,
unit_715.4 εὐθὺς μετὰ ταύτην ἔσθ’ ἕνη τε καὶ νέα.
1135.1 πᾶς γάρ τις ὀμνύς, οἷς ὀφείλων τυγχάνω,
1135.2 θείς μοι πρυτανεῖ’ ἀπολεῖν μέ φησι κἀξολεῖν.
unit_717.1 κἀμοῦ μέτριά τε καὶ δίκαι’ αἰτουμένου,
unit_717.2 “ὦ δαιμόνιε, τὸ μέν τι νυνὶ μὴ λάβῃς,
unit_717.3 τὸ δ’ ἀναβαλοῦ μοι, τὸ δ’ ἄφες”, οὔ φασίν ποτε
1140.1 οὕτως ἀπολήψεσθ’, ἀλλὰ λοιδοροῦσί με
1140.2 ὡς ἄδικός εἰμι, καὶ δικάσεσθαί φασί μοι.
1140.3 νῦν οὖν δικαζέσθων. ὀλίγον γάρ μοι μέλει,
1140.4 εἴπερ μεμάθηκεν εὖ λέγειν Φειδιππίδης.
1140.5 τάχα δ’ εἴσομαι κόψας τὸ φροντιστήριον.
1145 παῖ, ἠμί, παῖ, παῖ.
1145 Στρεψιάδην ἀσπάζομαι.
unit_721.1 κἄγωγέ ς’. ἀλλὰ τουτονὶ πρῶτον λαβέ.
unit_721.2 χρὴ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον.
unit_721.3 καί μοι τὸν υἱόν, εἰ μεμάθηκε τὸν λόγον
unit_721.4 ἐκεῖνον, εἴφ’, ὃν ἀρτίως εἰσήγαγες.
unit_722 μεμάθηκεν.
unit_723 εὖ γ’, ὦ παμβασίλει’ Ἀπαιόλη.
unit_724 ὥστ’ ἀποφύγοις ἂν ἥντιν’ ἂν βούλῃ δίκην.
unit_725 κεἰ μάρτυρες παρῆσαν ὅτ’ ἐδανειζόμην;
unit_726 πολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι.
unit_727 βοάσομαι τἄρα τὰν ὑπέρτονον
1155.1 βοάν. ἰώ, κλάετ’ ὦ ’βολοστάται,
1155.2 αὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων.
1155.3 οὐδὲν γὰρ ἄν με φλαῦρον ἐργάσαισθ’ ἔτι,
1155.4 οἷος ἐμοὶ τρέφεται
1155.5 τοῖσδ’ ἐνὶ δώμασι παῖς
1160.1 ἀμφήκει γλώττῃ λάμπων,
1160.2 πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη,
1160.3 λυσανίας πατρῴων μεγάλων κακῶν·
1163-1164 ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ.
1165.1 ὦ τέκνον, ὦ παῖ, ἔξελθ’ οἴκων,
1165.2 ἄϊε σοῦ πατρός.
unit_732 ὅδ’ ἐκεῖνος ἀνήρ.
unit_733 ὦ φίλος, ὦ φίλος.
unit_734 ἄπιθι λαβών.
1170 ἰὼ ἰώ, τέκνον.
1171a ἰοῦ ἰοῦ.
1171b ὡς ἥδομαί σου πρῶτα τὴν χροιὰν ἰδών.
1172.1 νῦν μέν γ’ ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸς
1172.2 κἀντιλογικός, καὶ τοῦτο τοὐπιχώριον
1172.3 ἀτεχνῶς ἐπανθεῖ, τὸ “τί λέγεις σύ;” καὶ δοκεῖν
1175.1 ἀδικοῦντ’ ἀδικεῖσθαι, καὶ κακουργοῦντ’, οἶδ’ ὅτι.
1175.2 ἐπὶ τοῦ προσώπου τ’ ἐστὶν Ἀττικὸν βλέπος.
1175.3 νῦν οὖν ὅπως σώσεις μ’, ἐπεὶ κἀπώλεσας.
unit_740 φοβεῖ δὲ δὴ τί;
1178 τὴν ἕνην τε καὶ νέαν.
unit_742 ἕνη γάρ ἐστι καὶ νέα τις ἡμέρα;
1180 εἰς ἥν γε θήσειν τὰ πρυτανεῖά φασί μοι.
unit_744.1 ἀπολοῦς’ ἄρ’ αὔθ’ οἱ θέντες. οὐ γάρ ἐσθ’ ὅπως
unit_744.2 μί’ ἡμέρα γένοιτ’ ἂν ἡμέραι δύο.
unit_745 οὐκ ἂν γένοιτο;
1183.1 πῶς γάρ, εἰ μή περ γ’ ἅμα
1183.2 αὑτὴ γένοιτ’ ἂν γραῦς τε καὶ νέα γυνή.
1185 καὶ μὴν νενόμισταί γ’.
1185.1 οὐ γὰρ οἶμαι τὸν νόμον
1185.2 ἴσασιν ὀρθῶς ὅτι νοεῖ.
1186 νοεῖ δὲ τί;
unit_750 ὁ Σόλων ὁ παλαιὸς ἦν φιλόδημος τὴν φύσιν.
unit_751 τουτὶ μὲν οὐδέν πω πρὸς ἕνην τε καὶ νέαν.
unit_752 ἐκεῖνος οὖν τὴν κλῆσιν εἰς δύ’ ἡμέρας
1190 ἔθηκεν, εἴς γε τὴν ἕνην τε καὶ νέαν,
unit_754 ἵν’ αἱ θέσεις γίγνοιντο τῇ νουμηνίᾳ.
unit_755 ἵνα δὴ τί τὴν ἕνην προσέθηκεν;
1192.1 ἵν’, ὦ μέλε,
1192.2 παρόντες οἱ φεύγοντες ἡμέρᾳ μιᾷ
1192.3 πρότερον ἀπαλλάττοινθ’ ἑκόντες· εἰ δὲ μή,
1195 ἕωθεν ὑπανιῷντο τῇ νουμηνίᾳ.
unit_758.1 πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ
unit_758.2 ἁρχαὶ τὰ πρυτανεῖ’, ἀλλ’ ἕνῃ τε καὶ νέᾳ;
unit_759.1 ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι παθεῖν·
unit_759.2 ὅπως τάχιστα τὰ πρυτανεῖ’ ὑφελοίατο,
unit_760 διὰ τοῦτο προυτένθευσαν ἡμέρᾳ μιᾷ.
unit_761.1 εὖ γ’. ὦ κακοδαίμονες, τί κάθησθ’ ἀβέλτεροι,
unit_761.2 ἡμέτερα κέρδη τῶν σοφῶν, ὄντες λίθοι,
unit_761.3 ἀριθμός, πρόβατ’ ἄλλως, ἀμφορῆς νενησμένοι;
unit_761.4 ὥστ’ εἰς ἐμαυτὸν καὶ τὸν υἱὸν τουτονὶ
1205.1 ἐπ’ εὐτυχίαισιν ᾀστέον μοὐγκώμιον.
1205.2 “μάκαρ ὦ Στρεψίαδες
1205.3 αὐτός τ’ ἔφυς, ὡς σοφός,
1205.4 χοἶον τὸν υἱὸν τρέφεις”,
1205.5 φήσουσι δή μ’ οἱ φίλοι χοἰ δημόται
1210.1 ζηλοῦντες ἡνίκ’ ἂν σὺ νι‐
1210.2 κᾷς λέγων τὰς δίκας.
1212-1213 ἀλλ’ εἰσάγων σε βούλομαι πρῶτον ἑστιᾶσαι.
1214 εἶτ’ ἄνδρα τῶν αὑτοῦ τι χρὴ προϊέναι;
1215.1 οὐδέποτέ γ’, ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότε
1215.2 ἀπερυθριᾶσαι μᾶλλον ἢ σχεῖν πράγματα,
1215.3 ὅτε τῶν ἐμαυτοῦ γ’ ἕνεκα νυνὶ χρημάτων
1215.4 ἕλκω σε κλητεύσοντα, καὶ γενήσομαι
1215.5 ἐχθρὸς ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότῃ.
1220.1 ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶ
1220.2 ζῶν, ἀλλὰ καλοῦμαι Στρεψιάδην—
1221 τίς οὑτοσί;
unit_769 —εἰς τὴν ἕνην τε καὶ νέαν.
1222.1 μαρτύρομαι
1222.2 ὅτι εἰς δύ’ εἶπεν ἡμέρας. τοῦ χρήματος;
unit_771 τῶν δώδεκα μνῶν, ἃς ἔλαβες ὠνούμενος
1225 τὸν ψαρὸν ἵππον.
1225.1 ἵππον; οὐκ ἀκούετε;
1225.2 ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθ’ ἱππικήν.
unit_774 καὶ νὴ Δί’ ἀποδώσειν γ’ ἐπώμνυς τοὺς θεούς.
unit_775 μὰ τὸν Δί’ οὐ γάρ πω τότ’ ἐξηπίστατο
unit_776 Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον.
1230 νῦν δὲ διὰ τοῦτ’ ἔξαρνος εἶναι διανοεῖ;
unit_778 τί γὰρ ἄλλ’ ἂν ἀπολαύσαιμι τοῦ μαθήματος;
unit_779.1 καὶ ταῦτ’ ἐθελήσεις ἀπομόσαι μοι τοὺς θεοὺς
unit_779.2 ἵν’ ἂν κελεύσω ’γώ σε;
1233 τοὺς ποίους θεούς;
unit_781 τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ.
1234 νὴ Δία,
1235 κἂν προσκαταθείην γ’, ὥστ’ ὀμόσαι, τριώβολον.
unit_784 ἀπόλοιο τοίνυν ἕνεκ’ ἀναιδείας ἔτι.
unit_785 ἁλσὶν διασμηχθεὶς ὄναιτ’ ἂν οὑτοσί.
unit_786 οἴμ’ ὡς καταγελᾷς.
1238 ἓξ χοᾶς χωρήσεται.
unit_788 οὔτοι μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεοὺς
1240 ἐμοῦ καταπροίξει.
1240.1 θαυμασίως ἥσθην θεοῖς,
1240.2 καὶ Ζεὺς γελοῖος ὀμνύμενος τοῖς εἰδόσιν.
unit_791.1 ἦ μὴν σὺ τούτων τῷ χρόνῳ δώσεις δίκην.
unit_791.2 ἀλλ’ εἴτ’ ἀποδώσεις μοι τὰ χρήματ’ εἴτε μή,
unit_792 ἀπόπεμψον ἀποκρινάμενος.
1244 ἔχε νυν ἥσυχος·
1245 ἐγὼ γὰρ αὐτίκ’ ἀποκρινοῦμαί σοι σαφῶς.
unit_795 τί σοι δοκεῖ δράσειν; ἀποδώσειν σοι δοκεῖ;
unit_796.1 ποῦ ’σθ’ οὗτος ἁπαιτῶν με τἀργύριον; λέγε,
unit_796.2 τουτὶ τί ἐστι;
1248 τοῦθ’ ὅτι ἐστί; κάρδοπος.
unit_798 ἔπειτ’ ἀπαιτεῖς ἀργύριον τοιοῦτος ὤν;
unit_799.1 οὐκ ἂν ἀποδοίην οὐδ’ ἂν ὀβολὸν οὐδενὶ
unit_799.2 ὅστις καλέσειε “κάρδοπον” τὴν καρδόπην.
unit_800 οὐκ ἄρ’ ἀποδώσεις;
1252.1 οὐχ ὅσον γ’ ἔμ’ εἰδέναι.
1252.2 οὔκουν ἁνύσας τι θᾶττον ἀπολιταργιεῖς
1252.3 ἀπὸ τῆς θύρας;
1254 ἄπειμι· καὶ τοῦτ’ ἴσθ’, ὅτι
1255 θήσω πρυτανεῖ’, ἢ μηκέτι ζῴην ἐγώ.
unit_804.1 προσαποβαλεῖς ἄρ’ αὐτὰ πρὸς ταῖς δώδεκα.
unit_804.2 καίτοι σε τοῦτό γ’ οὐχὶ βούλομαι παθεῖν
unit_804.3 ὁτιὴ ’κάλεσας εὐηθικῶς “τὴν κάρδοπον”.
1259a ἰώ μοι μοι.
1259b ἔα·
1260.1 τίς οὑτοσί ποτ’ ἔσθ’ ὁ θρηνῶν; οὔ τι που
1260.2 τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο;
unit_808.1 τί δ’, ὅστις εἰμί, τοῦτο βούλεσθ’ εἰδέναι;
unit_808.2 ἀνὴρ κακοδαίμων.
1263 κατὰ σεαυτόν νυν τρέπου.
unit_810 ὦ σκληρὲ δαῖμον· ὦ τύχαι θραυσάντυγες
1265 ἵππων ἐμῶν· ὦ Παλλάς, ὥς μ’ ἀπώλεσας.
unit_812 τί δαί σε Τλημπόλεμός ποτ’ εἴργασται κακόν;
unit_813.1 μὴ σκῶπτέ μ’, ὦ τᾶν, ἀλλά μοι τὰ χρήματα
unit_813.2 τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν,
unit_813.3 ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι.
1270 τὰ ποῖα ταῦτα χρήμαθ’;
1270 ἁδανείσατο.
unit_816 κακῶς ἄρ’ ὄντως εἶχες, ὥς γ’ ἐμοὶ δοκεῖς.
unit_817 ἵππους γ’ ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς.
unit_818 τί δῆτα ληρεῖς ὥσπερ ἀπ’ ὄνου καταπεσών;
unit_819 ληρῶ, τὰ χρήματ’ ἀπολαβεῖν εἰ βούλομαι;
1275 οὐκ ἔσθ’ ὅπως σύ γ’ αὐτὸς ὑγιαίνεις.
1275 τί δαί;
unit_822 τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς.
unit_823.1 σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γ’ ἐμοί,
unit_823.2 εἰ μὴ ’ποδώσεις τἀργύριον.
1278.1 κάτειπέ νυν·
1278.2 πότερα νομίζεις καινὸν αἰεὶ τὸν Δία
1280.1 ὕειν ὕδωρ ἑκάστοτ’, ἢ τὸν ἥλιον
1280.2 ἕλκειν κάτωθεν ταὐτὸ τοῦθ’ ὕδωρ πάλιν;
unit_826 οὐκ οἶδ’ ἔγωγ’ ὁπότερον, οὐδέ μοι μέλει.
unit_827.1 πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ,
unit_827.2 εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων;
1285.1 ἀλλ’ εἰ † σπανίζεις τἀργυρίου μοι τὸν τόκον
1285.2 ἀπόδοτε †.
1286 τοῦτο δ’ ἔσθ’, ὁ τόκος, τί θηρίον;
unit_830.1 τί δ’ ἄλλο γ’ ἢ κατὰ μῆνα καὶ καθ’ ἡμέραν
unit_830.2 πλέον πλέον τἀργύριον αἰεὶ γίγνεται
unit_830.3 ὑπορρέοντος τοῦ χρόνου;
1289 καλῶς λέγεις.
1290.1 τί δῆτα; τὴν θάλαττάν ἐσθ’ ὅτι πλείονα
1290.2 νυνὶ νομίζεις ἢ πρὸ τοῦ;
1291.1 μὰ Δί’, ἀλλ’ ἴσην.
1291.2 οὐ γὰρ δίκαιον πλείον’ εἶναι.
1292.1 κᾆτα πῶς
1292.2 αὕτη μέν, ὦ κακόδαιμον, οὐδὲν γίγνεται
1292.3 ἐπιρρεόντων τῶν ποταμῶν πλείων, σὺ δὲ
1295.1 ζητεῖς ποῆσαι τἀργύριον πλέον τὸ σόν;
1295.2 οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας;
1295.3 φέρε μοι τὸ κέντρον.
1297 ταῦτ’ ἐγὼ μαρτύρομαι.
unit_837 ὕπαγε. τί μέλλεις; οὐκ ἐλᾷς, ὦ σαμφόρα;
unit_838 ταῦτ’ οὐχ ὕβρις δῆτ’ ἐστίν;
1299 ἄξεις; ἐπιαλῶ
unit_840.1 κεντῶν ὑπὸ τὸν πρωκτόν σε τὸν σειραφόρον.
unit_840.2 φεύγεις; ἔμελλόν ς’ ἆρα κινήσειν ἐγὼ
unit_840.3 αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν.
unit_841.1 οἷον τὸ πραγμάτων ἐρᾶν φλαύρων· ὁ γὰρ
unit_841.2 γέρων ὅδ’ ἐρασθεὶς
1305.1 ἀποστερῆσαι βούλεται
1305.2 τὰ χρήμαθ’ ἁδανείσατο.
1305.3 κοὐκ ἔσθ’ ὅπως οὐ τήμερον
1305.4 λήψεταί τι πρᾶγμ’ ὃ τοῦ‐
1305.5 τον ποήσει τὸν σοφι‐
1310a στὴν ὧν πανουργεῖν ἤρξατ’ ἐξ‐
1310b αίφνης † τι κακὸν λαβεῖν †.
1311.1 οἶμαι γὰρ αὐτὸν αὐτίχ’ εὑρήσειν ὅπερ
1311.2 πάλαι ποτ’ ἐζήτει,
1311.3 εἶναι τὸν υἱὸν δεινόν οἱ
1311.4 γνώμας ἐναντίας λέγειν
1315.1 τοῖσιν δικαίοις, ὥστε νι‐
1315.2 κᾶν ἅπαντας, οἵσπερ ἂν
1315.3 ξυγγένηται, κἂν λέγῃ
1315.4 παμπόνηρ’. ἴσως δ’ ἴσως
1315.5 βουλήσεται
1320 κἄφωνον αὐτὸν εἶναι.
unit_848.1 ἰοὺ ἰού.
unit_848.2 ὦ γείτονες καὶ ξυγγενεῖς καὶ δημόται,
unit_848.3 ἀμυνάθετέ μοι τυπτομένῳ πάσῃ τέχνῃ.
unit_848.4 οἴμοι κακοδαίμων τῆς κεφαλῆς καὶ τῆς γνάθου.
1325 ὦ μιαρέ, τύπτεις τὸν πατέρα;
1325 φήμ’, ὦ πάτερ.
unit_851 ὁρᾶθ’ ὁμολογοῦνθ’ ὅτι με τύπτει;
1326 καὶ μάλα.
unit_853 ὦ μιαρὲ καὶ πατραλοῖα καὶ τοιχωρύχε.
unit_854.1 αὖθίς με ταὐτὰ ταῦτα καὶ πλείω λέγε.
unit_854.2 ἆρ’ οἶσθ’ ὅτι χαίρω πόλλ’ ἀκούων καὶ κακά;
1330 ὦ λακκόπρωκτε.
1330 πάττε πολλοῖς τοῖς ῥόδοις.
unit_857 τὸν πατέρα τύπτεις;
1331.1 κἀποφανῶ γε νὴ Δία
1331.2 ὡς ἐν δίκῃ ς’ ἔτυπτον.
1332.1 ὦ μιαρώτατε,
1332.2 καὶ πῶς γένοιτ’ ἂν πατέρα τύπτειν ἐν δίκῃ;
unit_860 ἔγωγ’ ἀποδείξω καί σε νικήσω λέγων.
1335 τουτὶ σὺ νικήσεις;
1335.1 πολύ γε καὶ ῥᾳδίως.
1335.2 ἑλοῦ δ’ ὁπότερον τοῖν λόγοιν βούλει λέγειν.
unit_863 ποίοιν λόγοιν;
1337 τὸν κρείττον’ ἢ τὸν ἥττονα.
unit_865.1 ἐδιδαξάμην μέντοι σε νὴ Δί’, ὦ μέλε,
unit_865.2 τοῖσιν δικαίοις ἀντιλέγειν, εἰ ταῦτά γε
1340.1 μέλλεις ἀναπείσειν, ὡς δίκαιον καὶ καλὸν
1340.2 τὸν πατέρα τύπτεσθ’ ἐστὶν ὑπὸ τῶν υἱέων.
unit_867.1 ἀλλ’ οἴομαι μέντοι ς’ ἀναπείσειν, ὥστε γε
unit_867.2 οὐδ’ αὐτὸς ἀκροασάμενος οὐδὲν ἀντερεῖς.
unit_868 καὶ μὴν ὅτι καὶ λέξεις ἀκοῦσαι βούλομαι.
1345.1 σὸν ἔργον, ὦ πρεσβῦτα, φροντίζειν ὅπῃ
1345.2 τὸν ἄνδρα κρατήσεις,
1345.3 ὡς οὗτος, εἰ μή τῳ ’πεποίθειν, οὐκ ἂν ἦν
unit_870.1 οὕτως ἀκόλαστος.
unit_870.2 ἀλλ’ ἔσθ’ ὅτῳ θρασύνεται· δῆλόν 〈γε τοι〉
unit_871 τὸ λῆμα τἀνθρώπου.
unit_872.1 ἀλλ’ ἐξ ὅτου τὸ πρῶτον ἤρξαθ’ ἡ μάχη γενέσθαι
unit_872.2 ἤδη λέγειν χρὴ πρὸς χορόν· πάντως δὲ τοῦτο δράσεις.
unit_873.1 καὶ μὴν ὅθεν γε πρῶτον ἠρξάμεσθα λοιδορεῖσθαι
unit_873.2 ἐγὼ φράσω. ’πειδὴ γὰρ εἱστιώμεθ’, ὥσπερ ἴστε,
1355.1 πρῶτον μὲν αὐτὸν τὴν λύραν λαβόντ’ ἐγὼ ’κέλευσα
1355.2 ᾆσαι Σιμωνίδου μέλος, τὸν Κριόν, ὡς ἐπέχθη.
1355.3 ὁ δ’ εὐθέως ἀρχαῖον εἶν’ ἔφασκε τὸ κιθαρίζειν
1355.4 ᾄδειν τε πίνονθ’, ὡσπερεὶ κάχρυς γυναῖκ’ ἀλοῦσαν.
unit_875 οὐ γὰρ τότ’ εὐθὺς χρῆν ς’ ἀράττεσθαί τε καὶ πατεῖσθαι,
1360 ᾄδειν κελεύονθ’, ὡσπερεὶ τέττιγας ἑστιῶντα;
unit_877.1 τοιαῦτα μέντοι καὶ τότ’ ἔλεγεν ἔνδον, οἷάπερ νῦν,
unit_877.2 καὶ τὸν Σιμωνίδην ἔφασκ’ εἶναι κακὸν ποητήν.
unit_877.3 κἀγὼ μόλις μέν, ἀλλ’ ὅμως, ἠνεσχόμην τὸ πρῶτον.
unit_877.4 ἔπειτα δ’ ἐκέλευς’ αὐτὸν ἀλλὰ μυρρίνην λαβόντα
1365.1 τῶν Αἰσχύλου λέξαι τί μοι. κᾆθ’ οὗτος εὐθὺς εἶπεν·
1365.2 “ἐγὼ γὰρ Αἰσχύλον νομίζω πρῶτον ἐν ποηταῖς—
unit_879.1 ψόφου πλέων, ἀξύστατον, στόμφακα, κρημνοποιόν.”
unit_879.2 κἀνταῦθα πῶς οἴεσθέ μου τὴν καρδίαν ὀρεχθεῖν;
unit_879.3 ὅμως δὲ τὸν θυμὸν δακὼν ἔφην· “σὺ δ’ ἀλλὰ τούτων
1370.1 λέξον τι τῶν νεωτέρων, ἅττ’ ἐστὶ τὰ σοφὰ ταῦτα.”
1370.2 ὁ δ’ εὐθὺς ἦγ’ Εὐριπίδου ῥῆσίν τιν’, ὡς ἐκίνει
1370.3 ἁδελφός, ὦ ’λεξίκακε, τὴν ὁμομητρίαν ἀδελφήν.
1370.4 κἀγὼ οὐκέτ’ ἐξηνεσχόμην, ἀλλ’ εὐθέως ἀράττω
1370.5 πολλοῖς κακοῖς καἰσχροῖσι. κᾆτ’ ἐντεῦθεν, οἷον εἰκός,
1375.1 ἔπος πρὸς ἔπος ἠρειδόμεσθ’· εἶθ’ οὗτος ἐπαναπηδᾷ,
1375.2 κἄπειτ’ ἔφλα με κἀσπόδει κἄπνιγε κἀπέτριβεν.
unit_882.1 οὔκουν δικαίως, ὅστις οὐκ Εὐριπίδην ἐπαινεῖς,
unit_882.2 σοφώτατον;
1378.1 σοφώτατον γ’ ἐκεῖνον, ὦ—τί ς’ εἴπω;
1378.2 ἀλλ’ αὖθις αὖ τυπτήσομαι.
1379 νὴ τὸν Δί’, ἐν δίκῃ γ’ ἄν.
1380.1 καὶ πῶς δικαίως; ὅστις ὦ ’ναίσχυντέ ς’ ἐξέθρεψα
1380.2 αἰσθανόμενός σου πάντα τραυλίζοντος, ὅτι νοοίης.
1380.3 εἰ μέν γε βρῦν εἴποις, ἐγὼ γνοὺς ἂν πιεῖν ἐπέσχον·
unit_886.1 μαμμᾶν δ’ ἂν αἰτήσαντος, ἧκόν σοι φέρων ἂν ἄρτον·
unit_886.2 κακκᾶν δ’ ἂν οὐκ ἔφθης φράσας, κἀγὼ λαβὼν θύραζε
1385.1 ἐξέφερον ἂν καὶ προυσχόμην σε. σὺ δέ με νῦν ἀπάγχων,
1385.2 βοῶντα καὶ κεκραγόθ’ ὅτι
1385.3 χεζητιῴην, οὐκ ἔτλης
1385.4 ἔξω ’ξενεγκεῖν, ὦ μιαρέ,
1385.5 θύραζέ μ’, ἀλλὰ πνιγόμενος
1390 αὐτοῦ ’πόησα κακκᾶν.
unit_889.1 οἶμαί γε τῶν νεωτέρων τὰς καρδίας
unit_889.2 πηδᾶν ὅτι λέξει.
unit_889.3 εἰ γὰρ τοιαῦτά γ’ οὗτος ἐξειργασμένος
unit_889.4 λαλῶν ἀναπείσει,
1395.1 τὸ δέρμα τῶν γεραιτέρων λάβοιμεν ἂν
1395.2 ἀλλ’ οὐδ’ ἐρεβίνθου.
1396.1 σὸν ἔργον, ὦ καινῶν ἐπῶν κινητὰ καὶ μοχλευτά,
1396.2 πειθώ τινα ζητεῖν, ὅπως δόξεις λέγειν δίκαια.
unit_892 ὡς ἡδὺ καινοῖς πράγμασιν καὶ δεξιοῖς ὁμιλεῖν
unit_893.1 καὶ τῶν καθεστώτων νόμων ὑπερφρονεῖν δύνασθαι.
unit_893.2 ἐγὼ γὰρ ὅτε μὲν ἱππικῇ τὸν νοῦν μόνῃ προσεῖχον,
unit_893.3 οὐδ’ ἂν τρί’ εἰπεῖν ῥήμαθ’ οἷός τ’ ἦν πρὶν ἐξαμαρτεῖν·
unit_893.4 νυνὶ δ’, ἐπειδή μ’ οὑτοσὶ τούτων ἔπαυσεν αὐτός,
unit_893.5 γνώμαις δὲ λεπταῖς καὶ λόγοις ξύνειμι καὶ μερίμναις,
1405 οἶμαι διδάξειν ὡς δίκαιον τὸν πατέρα κολάζειν.
unit_895.1 ἵππευε τοίνυν νὴ Δί’, ὡς ἔμοιγε κρεῖττόν ἐστιν
unit_895.2 ἵππων τρέφειν τέθριππον ἢ τυπτόμενον ἐπιτριβῆναι.
unit_896.1 ἐκεῖσε δ’ ὅθεν ἀπέσχισάς με τοῦ λόγου μέτειμι,
unit_896.2 καὶ πρῶτ’ ἐρήσομαί σε τουτί· παῖδά μ’ ὄντ’ ἔτυπτες;
1410 ἔγωγέ ς’, εὐνοῶν τε καὶ κηδόμενος.
1410.1 εἰπὲ δή μοι,
1410.2 οὐ κἀμὲ σοὶ δίκαιόν ἐστιν εὐνοεῖν ὁμοίως
1410.3 τύπτειν τ’, ἐπειδήπερ γε τοῦτ’ ἔστ’ εὐνοεῖν, τὸ τύπτειν;
1410.4 πῶς γὰρ τὸ μὲν σὸν σῶμα χρὴ πληγῶν ἀθῷον εἶναι,
1410.5 τοὐμὸν δὲ μή; καὶ μὴν ἔφυν ἐλεύθερός γε κἀγώ.
1415.1 “κλάουσι παῖδες, πατέρα δ’ οὐ κλάειν δοκεῖς;”
1415.2 φήσεις νομίζεσθαι σὺ παιδὸς τοῦτο τοὔργον εἶναι·
1415.3 ἐγὼ δέ γ’ ἀντείποιμ’ ἂν ὡς δὶς παῖδες οἱ γέροντες.
1415.4 εἰκός τε μᾶλλον τοὺς γέροντας ἢ νέους τι κλάειν,
1415.5 ὅσῳπερ ἐξαμαρτάνειν ἧττον δίκαιον αὐτούς.
1420 ἀλλ’ οὐδαμοῦ νομίζεται τὸν πατέρα τοῦτο πάσχειν.
unit_901.1 οὔκουν ἀνὴρ ὁ τὸν νόμον θεὶς τοῦτον ἦν τὸ πρῶτον,
unit_901.2 ὥσπερ σὺ κἀγώ, καὶ λέγων ἔπειθε τοὺς παλαιούς;
unit_901.3 ἧττόν τι δῆτ’ ἔξεστι κἀμοὶ καινὸν αὖ τὸ λοιπὸν
unit_901.4 θεῖναι νόμον τοῖς υἱέσιν, τοὺς πατέρας ἀντιτύπτειν;
1425.1 ὅσας δὲ πληγὰς εἴχομεν πρὶν τὸν νόμον τεθῆναι,
1425.2 ἀφίεμεν, καὶ δίδομεν αὐτοῖς προῖκα συγκεκόφθαι.
1425.3 σκέψαι δὲ τοὺς ἀλεκτρυόνας καὶ τἄλλα τὰ βοτὰ ταυτί,
1425.4 ὡς τοὺς πατέρας ἀμύνεται· καίτοι τί διαφέρουσιν
1425.5 ἡμῶν ἐκεῖνοι, πλήν γ’ ὅτι ψηφίσματ’ οὐ γράφουσιν;
1430.1 τί δῆτ’, ἐπειδὴ τοὺς ἀλεκτρυόνας ἅπαντα μιμεῖ,
1430.2 οὐκ ἐσθίεις καὶ τὴν κόπρον κἀπὶ ξύλου καθεύδεις;
unit_904 οὐ ταὐτόν, ὦ τᾶν, ἐστίν, οὐδ’ ἂν Σωκράτει δοκοίη.
unit_905 πρὸς ταῦτα μὴ τύπτ’· εἰ δὲ μή, σαυτόν ποτ’ αἰτιάσει.
unit_906 καὶ πῶς;
1434 ἐπεὶ σὲ μὲν δίκαιός εἰμ’ ἐγὼ κολάζειν,
1435 σὺ δ’, ἢν γένηταί σοι, τὸν υἱόν.
1435.1 ἢν δὲ μὴ γένηται,
1435.2 μάτην ἐμοὶ κεκλαύσεται, σὺ δ’ ἐγχανὼν τεθνήξεις.
unit_910.1 ἐμοὶ μέν, ὦνδρες ἥλικες, δοκεῖ λέγειν δίκαια,
unit_910.2 κἄμοιγε συγχωρεῖν δοκεῖ τούτοισι τἀπιεικῆ·
unit_910.3 κλάειν γὰρ ἡμᾶς εἰκός ἐστ’, ἢν μὴ δίκαια δρῶμεν.
1440 σκέψαι δὲ χἀτέραν ἔτι γνώμην.
1440 ἀπὸ γὰρ ὀλοῦμαι.
unit_913 καὶ μὴν ἴσως γ’ οὐκ ἀχθέσει παθὼν ἃ νῦν πέπονθας.
unit_914 πῶς δή; δίδαξον γὰρ τί μ’ ἐκ τούτων ἐπωφελήσεις.
unit_915 τὴν μητέρ’ ὥσπερ καὶ σὲ τυπτήσω.
1443.1 τί φῄς, τί φῂς σύ;
1443.2 τοῦθ’ ἕτερον αὖ μεῖζον κακόν.
1444 τί δ’ ἢν ἔχων τὸν ἥττω
1445.1 λόγον σε νικήσω λέγων
1445.2 τὴν μητέρ’ ὡς τύπτειν χρεών;
unit_919.1 τί δ’ ἄλλο γ’ ἤ, ταῦτ’ ἢν ποῇς,
unit_919.2 οὐδέν σε κωλύσει σεαυτὸν ἐμβαλεῖν
1449-1450 εἰς τὸ βάραθρον μετὰ Σωκράτους
1451.1 καὶ τὸν λόγον τὸν ἥττω;
1451.2 ταυτὶ δι’ ὑμᾶς, ὦ Νεφέλαι, πέπονθ’ ἐγώ,
1451.3 ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα.
unit_922 αὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος,
1455 στρέψας σεαυτὸν εἰς πονηρὰ πράγματα.
unit_924.1 τί δῆτα ταῦτ’ οὔ μοι τότ’ ἠγορεύετε,
unit_924.2 ἀλλ’ ἄνδρ’ ἄγροικον καὶ γέροντ’ ἐπήρατε;
unit_925.1 ἡμεῖς ποοῦμεν ταῦθ’ ἑκάστοθ’, ὅντιν’ ἂν
unit_925.2 γνῶμεν πονηρῶν ὄντ’ ἐραστὴν πραγμάτων,
1460 ἕως ἂν αὐτὸν ἐμβάλωμεν εἰς κακόν,
unit_927 ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι.
unit_928.1 ὤμοι, πονηρά γ’, ὦ Νεφέλαι, δίκαια δέ·
unit_928.2 οὐ γάρ με χρῆν τὰ χρήμαθ’ ἁδανεισάμην
unit_928.3 ἀποστερεῖν. νῦν οὖν ὅπως, ὦ φίλτατε,
1465.1 τὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτη
1465.2 ἀπολεῖς μετ’ ἐμοῦ ’λθών, οἳ σὲ κἄμ’ ἐξηπάτων.
unit_930 ἀλλ’ οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους.
unit_931 ναὶ ναί, καταιδέσθητι πατρῷον Δία.
unit_932 ἰδού γε Δία πατρῷον. ὡς ἀρχαῖος εἶ.
1470 Ζεὺς γάρ τις ἐστίν;
1470 ἐστίν.
1470.1 οὐκ ἔστ’, οὔκ, ἐπεὶ
1470.2 Δῖνος βασιλεύει, τὸν Δί’ ἐξεληλακώς.
unit_936.1 οὐκ ἐξελήλακ’, ἀλλ’ ἐγὼ τοῦτ’ ᾠόμην
unit_936.2 διὰ τουτονὶ τὸν δῖνον. ὤμοι δείλαιος,
unit_936.3 ὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην.
1475 ἐνταῦθα σαυτῷ παραφρόνει καὶ φληνάφα.
unit_938.1 οἴμοι παρανοίας. ὡς ἐμαινόμην ἄρα
unit_938.2 ὅτ’ ἐξέβαλον καὶ τοὺς θεοὺς διὰ Σωκράτη.
unit_938.3 ἀλλ’ ὦ φίλ’ Ἑρμῆ, μηδαμῶς θύμαινέ μοι,
unit_938.4 μηδέ μ’ ἐπιτρίψῃς, ἀλλὰ συγγνώμην ἔχε
1480 ἐμοῦ παρανοήσαντος ἀδολεσχίᾳ.
unit_940.1 καί μοι γενοῦ ξύμβουλος, εἴτ’ αὐτοὺς γραφὴν
unit_940.2 διωκάθω γραψάμενος, εἴθ’ ὅτι σοι δοκεῖ.
unit_940.3 ὀρθῶς παραινεῖς οὐκ ἐῶν δικορραφεῖν
unit_940.4 ἀλλ’ ὡς τάχιστ’ ἐμπιμπράναι τὴν οἰκίαν
1485.1 τῶν ἀδολεσχῶν. δεῦρο δεῦρ’, ὦ Ξανθία,
1485.2 κλίμακα λαβὼν ἔξελθε καὶ σμινύην φέρων,
1485.3 κἄπειτ’ ἐπαναβὰς ἐπὶ τὸ φροντιστήριον
1485.4 τὸ τέγος κατάσκαπτ’, εἰ φιλεῖς τὸν δεσπότην,
1485.5 ἕως ἂν αὐτοῖς ἐμβάλῃς τὴν οἰκίαν.
1490.1 ἐμοὶ δὲ δᾷδ’ ἐνεγκάτω τις ἡμμένην.
1490.2 κἀγώ τιν’ αὐτῶν τήμερον δοῦναι δίκην
1490.3 ἐμοὶ ποήσω, κεἰ σφόδρ’ εἴς’ ἀλαζόνες.
1493 ἰοὺ ἰού.
unit_944 σὸν ἔργον, ὦ δᾷς, ἱέναι πολλὴν φλόγα.
1495 ἄνθρωπε, τί ποεῖς;
1495.1 ὅτι ποῶ; τί δ’ ἄλλο γ’ ἢ
1495.2 διαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας;
1497 οἴμοι· τίς ἡμῶν πυρπολεῖ τὴν οἰκίαν;
unit_948 ἐκεῖνος οὗπερ θοἰμάτιον εἰλήφατε.
unit_949 ἀπολεῖς, ἀπολεῖς.
1499 τοῦτ’ αὐτὸ γὰρ καὶ βούλομαι,
unit_951.1 ἢν ἡ σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας
unit_951.2 ἢ ’γὼ πρότερόν πως ἐκτραχηλισθῶ πεσών.
unit_952 οὗτος, τί ποιεῖς ἐτεόν, οὑπὶ τοῦ τέγους;
unit_953 ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.
unit_954 οἴμοι τάλας δείλαιος, ἀποπνιγήσομαι.
1505 ἐγὼ δὲ κακοδαίμων γε κατακαυθήσομαι.
unit_956.1 τί γὰρ μαθόντες τοὺς θεοὺς ὑβρίζετε
unit_956.2 καὶ τῆς σελήνης ἐσκοπεῖσθε τὴν ἕδραν;
unit_956.3 δίωκε, παῖε, βάλλε, πολλῶν οὕνεκα,
unit_956.4 μάλιστα δ’ εἰδὼς τοὺς θεοὺς ὡς ἠδίκουν.
1510-1511 ἡγεῖσθ’ ἔξω· κεχόρευται γὰρ μετρίως τό γε τήμερον
1510-1511 ἡμῖν.