eul_wid: daw-ab

Aristophanes of Athens Assemblywomen in Greek

The Assemblywomen is a comedy by the Athenian playwright Aristophanes, first performed around 392 BCE. The play centers on the character Praxagora, who organizes the women of Athens to disguise themselves as men and seize control of the citizen Assembly. Through a fraudulent vote, they transfer all political authority to women, who proceed to institute a radical communal regime. This new order abolishes private property, mandates the equal sharing of all wealth and resources, and imposes controversial regulations on sexual partnerships for the purported benefit of the state, resulting in a series of farcical situations.

As a work of Old Comedy, the play employs the standard structure of the genre, comprising a prologue, a choral entry, a formal debate scene, a direct address to the audience, and episodic sketches that build toward a celebratory finale. The complete text has been preserved via medieval manuscript tradition. Scholarly analysis views the comedy as a satirical critique targeting the political and intellectual climate of early fourth-century Athens, a period of recovery and uncertainty following the city's defeat in the Peloponnesian War. Its fantastical premise lampoons contemporary philosophical speculations on ideal states, challenges conventional gender roles, and exposes perceived vulnerabilities within democratic systems. The play was almost certainly composed for a major civic festival such as the City Dionysia, where its bold subversion of social norms would have engaged its original Athenian audience.

ΠΡΑΞΑΓΟΡΑ
1 Ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου λύχνου, κάλλιστ’ ἐν εὐστόχοισιν ἐξηυρημένον— γονάς τε γὰρ σὰς καὶ τύχας δηλώσομεν· τροχῷ γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ἄπο
5 μυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις— ὅρμα φλογὸς σημεῖα τὰ ξυγκείμενα. σοὶ γὰρ μόνῳ δηλοῦμεν εἰκότως, ἐπεὶ κἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπων πειρωμέναισι πλησίον παραστατεῖς,
10 λορδουμένων τε σωμάτων ἐπιστάτην ὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων. μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺς λάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα· στοάς τε καρποῦ Βακχίου τε νάματος
15 πλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς· καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον. ἀνθ’ ὧν συνείσει καὶ τὰ νῦν βουλεύματα ὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις. ἀλλ’ οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν.
20 καίτοι πρὸς ὄρθρον γ’ ἐστίν, ἡ δ’ ἐκκλησία αὐτίκα μάλ’ ἔσται· καταλαβεῖν δ’ ἡμᾶς ἕδρας
23 δεῖ τὰς ἑταίρας κῶλά θ’ ἱζομένας λαθεῖν,
22 ἃς Φυρόμαχός ποτ’ εἶπεν, εἰ μέμνησθ’ ἔτι.
24 τί δῆτ’ ἂν εἴη; πότερον οὐκ ἐρραμμένους
25 ἔχουσι τοὺς πώγωνας, οὓς εἴρητ’ ἔχειν; ἢ θαἰμάτια τἀνδρεῖα κλεψάσαις λαθεῖν ἦν χαλεπὸν αὐταῖς; ἀλλ’ ὁρῶ τονδὶ λύχνον προσιόντα. φέρε νυν ἐπαναχωρήσω πάλιν, μὴ καί τις ὢν ἀνὴρ ὁ προσιὼν τυγχάνῃ.
ΓΥΝΗ Α
30 ὥρα βαδίζειν, ὡς ὁ κῆρυξ ἀρτίως ἡμῶν προσιόντων δεύτερον κεκόκκυκεν.
ΠΡΑΞΑΓΟΡΑ
30 ἐγὼ δέ γ’ ὑμᾶς προσδοκῶς’ ἐγρηγόρη τὴν νύκτα πᾶσαν. ἀλλὰ φέρε τὴν γείτονα τήνδ’ ἐκκαλέσωμαι θρυγανῶσα τὴν θύραν.
35 δεῖ γὰρ τὸν ἄνδρ’ αὐτῆς λαθεῖν.
ΓΥΝΗ Β
35 ἤκουσά τοι ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων,
35 ἅτ’ οὐ καταδαρθοῦς’. ὁ γὰρ ἀνήρ, ὦ φιλτάτη, Σαλαμίνιος γάρ ἐστιν ᾧ ξύνειμ’ ἐγώ, τὴν νύχθ’ ὅλην ἤλαυνέ μ’ ἐν τοῖς στρώμασιν,
40 ὥστ’ ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ ’λαβον.
ΠΡΑΞΑΓΟΡΑ
40 καὶ μὴν ὁρῶ καὶ Κλειναρέτην καὶ Σωστράτην προσιοῦσαν ἤδη τήνδε καὶ Φιλαινέτην.
40 οὔκουν ἐπείξεσθ’; ὡς Γλύκη κατώμοσεν τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς
45 ἡμῶν ἀποτείσειν κἀρεβίνθων χοίνικα.
45 τὴν Σμικυθίωνος δ’ οὐχ ὁρᾷς Μελιστίχην
45 σπεύδουσαν ἐν ταῖς ἐμβάσιν; καί μοι δοκεῖ κατὰ σχολὴν παρὰ τἀνδρὸς ἐξελθεῖν μόνη.
45 τὴν τοῦ καπήλου δ’ οὐχ ὁρᾷς Γευσιστράτην
45 ἔχουσαν ἐν τῇ δεξιᾷ τὴν λαμπάδα;
45 καὶ τὴν Φιλοδωρήτου τε καὶ Χαιρητάδου ὁρῶ προσιούσας χἀτέρας πολλὰς πάνυ
45 γυναῖκας, ὅ τι πέρ ἐστ’ ὄφελος ἐν τῇ πόλει.
ΧΟΡΟΣ
54 καὶ πάνυ ταλαιπώρως ἔγωγ’, ὦ φιλτάτη,
55 ἐκδρᾶσα παρέδυν. ὁ γὰρ ἀνὴρ τὴν νύχθ’ ὅλην ἔβηττε τριχίδων ἑσπέρας ἐμπλήμενος.
ΠΡΑΞΑΓΟΡΑ
55 κάθησθε τοίνυν, ὡς 〈ἂν〉 ἀνέρωμαι τάδε ὑμᾶς, ἐπειδὴ συλλελεγμένας ὁρῶ, ὅσα Σκίροις ἔδοξεν εἰ δεδράκατε.
60 ἔγωγε. πρῶτον μέν γ’ ἔχω τὰς μασχάλας λόχμης δασυτέρας, καθάπερ ἦν ξυγκείμενον. ἔπειθ’ ὁπόθ’ ἁνὴρ εἰς ἀγορὰν οἴχοιτό μου ἀλειψαμένη τὸ σῶμ’ ὅλον δι’ ἡμέρας ἐχραινόμην ἑστῶσα πρὸς τὸν ἥλιον.
65 κἄγωγε· τὸ ξυρὸν δέ γ’ ἐκ τῆς οἰκίας ἔρριψα πρῶτον, ἵνα δασυνθείην ὅλη καὶ μηδὲν εἴην ἔτι γυναικὶ προσφερής.
65 ἔχετε δὲ τοὺς πώγωνας, οὓς εἴρητ’ ἔχειν πάσαισιν ὑμῖν, ὁπότε συλλεγοίμεθα;
70 νὴ τὴν Ἑκάτην, καλόν γ’ ἔγωγε τουτονί.
70 κἄγωγ’ Ἐπικράτους οὐκ ὀλίγῳ καλλίονα.
70 ὑμεῖς δὲ τί φατε; φασί· κατανεύουσι γοῦν.
70 καὶ μὴν τά γ’ ἄλλ’ ὑμῖν ὁρῶ πεπραγμένα. Λακωνικὰς γὰρ ἔχετε καὶ βακτηρίας
75 καὶ θαἰμάτια τἀνδρεῖα, καθάπερ εἴπομεν.
75 ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην τὸ τοῦ Λαμίου τουτὶ καθεύδοντος λάθρᾳ.
75 τοῦτ’ ἔστ’ ἐκείνου τὸ σκύταλον, ὃς πέρδεται.
75 νὴ τὸν Δία τὸν σωτῆρ’ ἐπιτήδειός γ’ ἂν ἦν
80 τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος εἴπερ τις ἄλλος βουκολεῖν τὸν δήμιον. ἀλλ’ ἄγεθ’ ὅπως καὶ τἀπὶ τούτοις δράσομεν, ἕως ἔτ’ ἐστὶν ἄστρα κατὰ τὸν οὐρανόν· ἡκκλησία δ’, εἰς ἣν παρεσκευάσμεθα
85 ἡμεῖς βαδίζειν, ἐξ ἕω γενήσεται.
85 νὴ τὸν Δί’, ὥστε δεῖ σε καταλαβεῖν ἕδρας ὑπὸ τῷ λίθῳ τῶν πρυτάνεων καταντικρύ.
85 ταυτί γέ τοι νὴ τὸν Δί’ ἐφερόμην, ἵνα
85 πληρουμένης ξαίνοιμι τῆς ἐκκλησίας.
90 πληρουμένης τάλαινα; νὴ τὴν Ἄρτεμιν ἔγωγε. τί γὰρ ἂν χεῖρον ἀκροῴμην ἄρα ξαίνουσα; γυμνὰ δ’ ἐστί μου τὰ παιδία.
90 ἰδού γέ σε ξαίνουσαν, ἣν τοῦ σώματος οὐδὲν παραφῆναι τοῖς καθημένοις ἔδει.
95 οὐκοῦν καλά γ’ ἂν πάθοιμεν, εἰ πλήρης τύχοι ὁ δῆμος ὢν κἄπειθ’ ὑπερβαίνουσά τις ἀναβαλλομένη δείξειε τὸν Φορμίσιον. ἢν δ’ ἐγκαθεζώμεσθα πρότεραι, λήσομεν ξυστειλάμεναι θαἰμάτια· τὸν πώγωνά τε
95 ὅταν καθῶμεν ὃν περιδησόμεσθ’ ἐκεῖ, τίς οὐκ ἂν ἡμᾶς ἄνδρας ἡγήσαιθ’ ὁρῶν; Ἀγύρριος γοῦν τὸν Προνόμου πώγων’ ἔχων λέληθε· καίτοι πρότερον ἦν οὗτος γυνή. νυνὶ δ’, ὁρᾷς, πράττει τὰ μέγιστ’ ἐν τῇ πόλει.
105 τούτου γέ τοι, νὴ τὴν ἐπιοῦσαν ἡμέραν, τόλμημα τολμῶμεν τοσοῦτον οὕνεκα, ἤν πως παραλαβεῖν τῆς πόλεως τὰ πράγματα δυνώμεθ’ ὥστ’ ἀγαθόν τι πρᾶξαι τὴν πόλιν. νῦν μὲν γὰρ οὔτε θέομεν οὔτ’ ἐλαύνομεν.
110 καὶ πῶς γυναικῶν θηλύφρων ξυνουσία
110 δημηγορήσει; πολὺ μὲν οὖν ἄριστά που. λέγουσι γὰρ καὶ τῶν νεανίσκων ὅσοι πλεῖστα σποδοῦνται, δεινοτάτους εἶναι λέγειν. ἡμῖν δ’ ὑπάρχει τοῦτο κατὰ τύχην τινά.
115 οὐκ οἶδα. δεινὸν δ’ ἐστὶν ἡ μὴ ’μπειρία.
115 οὔκουν ἐπίτηδες ξυνελέγημεν ἐνθάδε, ὅπως προμελετήσωμεν ἁκεῖ δεῖ λέγειν; οὐκ ἂν φθάνοις τὸ γένειον ἂν περιδουμένη ἄλλαι θ’ ὅσαι λαλεῖν μεμελετήκασί που.
120 τίς δ’ ὦ μέλ’ ἡμῶν οὐ λαλεῖν ἐπίσταται;
120 ἴθι δὴ σὺ περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ. ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαι καὐτὴ μεθ’ ὑμῶν, ἤν τί μοι δόξῃ λέγειν.
120 δεῦρ’ ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι τάλαν
125 ὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται.
125 πῶς καταγέλαστον; ὥσπερ εἴ τις σηπίαις πώγωνα περιδήσειεν ἐσταθευμέναις.
125 ὁ περιστίαρχος, περιφέρειν χρὴ τὴν γαλῆν. πάριτ’ ἐς τὸ πρόσθεν. Ἀρίφραδες, παῦσαι λαλῶν.
130 κάθιζε παριών. τίς ἀγορεύειν βούλεται;
130 ἐγώ. περίθου δὴ τὸν στέφανον τύχἀγαθῇ.
130 ἰδού. λέγοις ἄν. εἶτα πρὶν πιεῖν λέγω;
130 ἰδοὺ πιεῖν. τί γὰρ ὦ μέλ’ ἐστεφανωσάμην;
130 ἄπιθ’ ἐκποδών· τοιαῦτ’ ἂν ἡμᾶς ἠργάσω
135 κἀκεῖ. τί δ’; οὐ πίνουσι κἀν τἠκκλησίᾳ;
135 ἰδού γε σοὶ πίνουσι. νὴ τὴν Ἄρτεμιν, καὶ ταῦτά γ’ εὔζωρον. τὰ γοῦν βουλεύματα αὐτῶν, ὅς’ ἂν πράξωσιν ἐνθυμουμένοις, ὥσπερ μεθυόντων ἐστὶ παραπεπληγμένα.
140 καὶ νὴ Δία σπένδουσί γ’· ἢ τίνος χάριν τοσαῦτ’ ἂν ηὔχοντ’, εἴπερ οἶνος μὴ παρῆν; καὶ λοιδοροῦνταί γ’ ὥσπερ ἐμπεπωκότες, καὶ τὸν παροινοῦντ’ ἐκφέρους’ οἱ τοξόται.
140 σὺ μὲν βάδιζε καὶ κάθης’· οὐδὲν γὰρ εἶ.
145 νὴ τὸν Δί’, ἦ μοι μὴ γενειᾶν κρεῖττον ἦν· δίψῃ γάρ, ὡς ἔοικ’, ἀφαυανθήσομαι.
145 ἔσθ’ ἥτις ἑτέρα βούλεται λέγειν; ἐγώ.
145 ἴθι δὴ στεφανοῦ· καὶ γὰρ τὸ χρῆμ’ ἐργάζεται. ἄγε νυν ὅπως ἀνδριστὶ καὶ καλῶς ἐρεῖς
145 διερεισαμένη τὸ σχῆμα τῇ βακτηρίᾳ.
145 ἐβουλόμην μὲν ἕτερον ἂν τῶν ἠθάδων λέγειν τὰ βέλτισθ’, ἵν’ ἐκαθήμην ἥσυχος. νῦν δ’ οὐκ ἐάσω, κατά γε τὴν ἐμὴν μίαν, ἐν τοῖς καπηλείοισι λάκκους ἐμποιεῖν
155 ὕδατος. ἐμοὶ μὲν οὐ δοκεῖ, μὰ τὼ θεώ.
155 μὰ τὼ θεώ; τάλαινα, ποῦ τὸν νοῦν ἔχεις;
155 τί δ’ ἔστιν; οὐ γὰρ δὴ πιεῖν γ’ ᾔτησά σε.
155 μὰ Δί’ ἀλλ’ ἀνὴρ ὢν τὼ θεὼ κατώμοσας, καίτοι τά γ’ ἄλλ’ εἰποῦσα δεξιώτατα.
160 ὢ νὴ τὸν Ἀπόλλω. παῦε τοίνυν, ὡς ἐγὼ ἐκκλησιάσους’ οὐκ ἂν προβαίην τὸν πόδα τὸν ἕτερον, εἰ μὴ ταῦτ’ ἀκριβωθήσεται.
160 φέρε τὸν στέφανον· ἐγὼ γὰρ αὖ λέξω πάλιν. οἶμαι γὰρ ἤδη μεμελετηκέναι καλῶς.
165 ἐμοὶ γάρ, ὦ γυναῖκες αἱ καθήμεναι, —
165 γυναῖκας αὖ, δύστηνε, τοὺς ἄνδρας λέγεις;
165 δι’ Ἐπίγονόν γ’ ἐκεῖνον· ἐπιβλέψασα γὰρ ἐκεῖσε πρὸς γυναῖκας ᾠόμην λέγειν.
165 ἄπερρε καὶ σὺ καὶ κάθης’ ἐντευθενί.
170 αὐτὴ γὰρ ὑμῶν γ’ ἕνεκά μοι λέξειν δοκῶ τονδὶ λαβοῦσα. τοῖς θεοῖς μὲν εὔχομαι τυχεῖν κατορθώσασα τὰ βεβουλευμένα. ἐμοὶ δ’ ἴσον μὲν τῆσδε τῆς χώρας μέτα ὅσονπερ ὑμῖν· ἄχθομαι δὲ καὶ φέρω
175 τὰ τῆς πόλεως ἅπαντα βαρέως πράγματα. ὁρῶ γὰρ αὐτὴν προστάταισι χρωμένην ἀεὶ πονηροῖς. κἄν τις ἡμέραν μίαν χρηστὸς γένηται, δέκα πονηρὸς γίγνεται. ἐπέτρεψας ἑτέρῳ· πλείον’ ἔτι δράσει κακά.
180 χαλεπὸν μὲν οὖν ἄνδρας δυσαρέστους νουθετεῖν, οἳ τοὺς φιλεῖν μὲν βουλομένους δεδοίκατε, τοὺς δ’ οὐκ ἐθέλοντας ἀντιβολεῖθ’ ἑκάστοτε. ἐκκλησίαισιν ἦν ὅτ’ οὐκ ἐχρώμεθα οὐδὲν τὸ παράπαν· ἀλλὰ τόν γ’ Ἀγύρριον
185 πονηρὸν ἡγούμεσθα. νῦν δὲ χρωμένων ὁ μὲν λαβὼν ἀργύριον ὑπερεπῄνεσεν, ὁ δ’ οὐ λαβὼν εἶναι θανάτου φής’ ἀξίους
185 τοὺς μισθοφορεῖν ζητοῦντας ἐν τἠκκλησίᾳ.
185 νὴ τὴν Ἀφροδίτην εὖ γε ταυταγὶ λέγεις.
190 τάλαιν’ Ἀφροδίτην ὤμοσας; χαρίεντά γ’ ἂν ἔδρασας, εἰ τοῦτ’ εἶπας ἐν τἠκκλησίᾳ.
190 ἀλλ’ οὐκ ἂν εἶπον. μηδ’ ἐθίζου νῦν λέγειν. τὸ συμμαχικὸν αὖ τοῦθ’, ὅτ’ ἐσκοπούμεθα, εἰ μὴ γένοιτ’, ἀπολεῖν ἔφασκον τὴν πόλιν.
195 ὅτε δὴ δ’ ἐγένετ’, ἤχθοντο, τῶν δὲ ῥητόρων ὁ τοῦτ’ ἀναπείσας εὐθὺς ἀποδρὰς ᾤχετο. ναῦς δεῖ καθέλκειν· τῷ πένητι μὲν δοκεῖ, τοῖς πλουσίοις δὲ καὶ γεωργοῖς οὐ δοκεῖ. Κορινθίοις ἄχθεσθε, κἀκεῖνοί γέ σοι·
195 νῦν εἰσὶ χρηστοί, καὶ σύ νυν χρηστὸς γενοῦ. Ἁργεῖος ἀμαθής, ἀλλ’ Ἱερώνυμος σοφός. σωτηρία παρέκυψεν, ἀλλ’ ὀργίζεται Θρασύβουλος αὐτὸς οὐχὶ παρακαλούμενος.
195 ὡς ξυνετὸς ἁνήρ. νῦν καλῶς ἐπῄνεσας.
205 ὑμεῖς γάρ ἐστ’, ὦ δῆμε, τούτων αἴτιοι. τὰ δημόσια γὰρ μισθοφοροῦντες χρήματα
205 ἰδίᾳ σκοπεῖσθ’ ἕκαστος ὅ τι τις κερδανεῖ, τὸ δὲ κοινὸν ὥσπερ Αἴσιμος κυλίνδεται. ἢν οὖν ἐμοὶ πείθησθε, σωθήσεσθ’ ἔτι.
210 ταῖς γὰρ γυναιξὶ φημὶ χρῆναι τὴν πόλιν ἡμᾶς παραδοῦναι. καὶ γὰρ ἐν ταῖς οἰκίαις ταύταις ἐπιτρόποις καὶ ταμίαισι χρώμεθα.
210 εὖ γ’ εὖ γε νὴ Δί’, εὖ γε. λέγε, λέγ’ ὦγαθέ.
210 ὡς δ’ εἰσὶν ἡμῶν τοὺς τρόπους βελτίονες
215 ἐγὼ διδάξω. πρῶτα μὲν γὰρ τἄρια βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον ἁπαξάπασαι, κοὐχὶ μεταπειρωμένας ἴδοις ἂν αὐτάς. ἡ δ’ Ἀθηναίων πόλις, εἰ τοῦτο χρηστῶς εἶχεν, οὐκ ἂν ἐσῴζετο,
220 εἰ μή τι καινὸν ἄλλο περιηργάζετο. καθήμεναι φρύγουσιν ὥσπερ καὶ πρὸ τοῦ. ἐπὶ τῆς κεφαλῆς φέρουσιν ὥσπερ καὶ πρὸ τοῦ.
223a τὰ Θεσμοφόρι’ ἄγουσιν ὥσπερ καὶ πρὸ τοῦ.
223b πέττουσι τοὺς πλακοῦντας ὥσπερ καὶ πρὸ τοῦ.
224 τοὺς ἄνδρας ἐπιτρίβουσιν ὥσπερ καὶ πρὸ τοῦ.
225 μοιχοὺς ἔχουσιν ἔνδον ὥσπερ καὶ πρὸ τοῦ.
225 αὑταῖς παροψωνοῦσιν ὥσπερ καὶ πρὸ τοῦ. οἶνον φιλοῦς’ εὔζωρον ὥσπερ καὶ πρὸ τοῦ. βινούμεναι χαίρουσιν ὥσπερ καὶ πρὸ τοῦ. ταύταισιν οὖν ὦνδρες παραδόντες τὴν πόλιν
230 μὴ περιλαλῶμεν, μηδὲ πυνθανώμεθα τί ποτ’ ἄρα δρᾶν μέλλουσιν, ἀλλ’ ἁπλῷ τρόπῳ ἐῶμεν ἄρχειν, σκεψάμενοι ταυτὶ μόνα, ὡς τοὺς στρατιώτας πρῶτον οὖσαι μητέρες σῴζειν ἐπιθυμήσουσιν· εἶτα σιτία
235 τίς τῆς τεκούσης θᾶττον ἐπιπέμψειεν ἄν; χρήματα πορίζειν εὐπορώτατον γυνή, ἄρχουσά τ’ οὐκ ἂν ἐξαπατηθείη ποτέ· αὐταὶ γάρ εἰσιν ἐξαπατᾶν εἰθισμέναι. τὰ δ’ ἄλλ’ ἐάσω. ταῦτ’ ἐὰν πείθησθέ μοι,
240 εὐδαιμονοῦντες τὸν βίον διάξετε.
240 εὖ γ’ ὦ γλυκυτάτη Πραξαγόρα καὶ δεξιῶς. πόθεν, ὦ τάλαινα, ταῦτ’ ἔμαθες οὕτω καλῶς;
240 ἐν ταῖς φυγαῖς μετὰ τἀνδρὸς ᾤκης’ ἐν πυκνί. ἔπειτ’ ἀκούους’ ἐξέμαθον τῶν ῥητόρων.
245 οὐκ ἐτὸς ἄρ’ ὦ μέλ’ ἦσθα δεινὴ καὶ σοφή.
245 καί σε στρατηγὸν αἱ γυναῖκες αὐτόθεν αἱρούμεθ’, ἢν ταῦθ’ ἁπινοεῖς κατεργάσῃ. ἀτὰρ ἢν Κέφαλός σοι λοιδορῆται προσφθαρείς, πῶς ἀντερεῖς πρὸς αὐτὸν ἐν τἠκκλησίᾳ;
245 φήσω παραφρονεῖν αὐτόν. ἀλλὰ τοῦτό γε
245 ἴσασι πάντες. ἀλλὰ καὶ μελαγχολᾶν.
245 καὶ τοῦτ’ ἴσασιν. ἀλλὰ καὶ τὰ τρύβλια κακῶς κεραμεύειν, τὴν δὲ πόλιν εὖ καὶ καλῶς.
245 τί δ’ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ;
255 τοῦτον μὲν εἶπον ἐς κυνὸς πυγὴν ὁρᾶν.
255 τί δ’ ἢν ὑποκρούωσίν σε; προσκινήσομαι ἅτ’ οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων.
255 ἐκεῖνο μόνον ἄσκεπτον, ἤν ς’ οἱ τοξόται
255 ἕλκωσιν, ὅ τι δράσεις ποτ’. ἐξαγκωνιῶ
260 ὡδί· μέση γὰρ οὐδέποτε ληφθήσομαι.
ΧΟΡΟΣ
260 ἡμεῖς δέ γ’, ἢν αἴρως’, ἐᾶν κελεύσομεν.
260 ταυτὶ μὲν ἡμῖν ἐντεθύμηται καλῶς.
260 ἐκεῖνο δ’ οὐ πεφροντίκαμεν, ὅτῳ τρόπῳ τὰς χεῖρας αἴρειν μνημονεύσομεν τότε.
265 εἰθισμέναι γάρ ἐσμεν αἴρειν τὼ σκέλει.
ΠΡΑΞΑΓΟΡΑ
265 χαλεπὸν τὸ πρᾶγμ’· ὅμως δὲ χειροτονητέον ἐξωμισάσαις τὸν ἕτερον βραχίονα. ἄγε νυν ἀναστέλλεσθ’ ἄνω τὰ χιτώνια· ὑποδεῖσθε δ’ ὡς τάχιστα τὰς Λακωνικάς,
270 ὥσπερ τὸν ἄνδρ’ ἐθεᾶσθ’, ὅτ’ εἰς ἐκκλησίαν μέλλοι βαδίζειν ἢ θύραζ’ ἑκάστοτε. ἔπειτ’ ἐπειδὰν ταῦτα πάντ’ ἔχῃ καλῶς, περιδεῖσθε τοὺς πώγωνας. ἡνίκ’ ἂν δέ γε τούτους ἀκριβώσητε περιηρμοσμέναι,
275 καὶ θαἰμάτια τἀνδρεῖ’ ἅπερ γ’ ἐκλέψατε ἐπαναβάλησθε, κᾆτα ταῖς βακτηρίαις ἐπερειδόμεναι βαδίζετ’ ᾄδουσαι μέλος πρεσβυτικόν τι, τὸν τρόπον μιμούμεναι
275 τὸν τῶν ἀγροίκων. εὖ λέγεις. ἡμεῖς δέ γε
280 προΐωμεν αὐτῶν. καὶ γὰρ ἑτέρας οἴομαι ἐκ τῶν ἀγρῶν ἐς τὴν πύκν’ ἥξειν ἄντικρυς
280 γυναῖκας. ἀλλὰ σπεύσαθ’ ὡς εἴωθ’ ἐκεῖ τοῖς μὴ παροῦσιν ὀρθρίοις ἐς τὴν πύκνα ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον.
ΧΟΡΟΣ
285 ὥρα προβαίνειν ὦνδρες ἡμῖν ἐστι· τοῦτο γὰρ χρὴ μεμνημένας ἀεὶ λέγειν, ὡς μήποτ’ ἐξολίσθῃ, ἡμᾶς. ὁ κίνδυνος γὰρ οὐχὶ μικρός, ἢν ἁλῶμεν ἐνδυόμεναι κατὰ σκότον τόλμημα τηλικοῦτον.
289/290 χωρῶμεν εἰς ἐκκλησίαν ὦνδρες· ἠπείλησε γὰρ
291a ὁ θεσμοθέτης, ὃς ἂν
291a μὴ πρῲ πάνυ τοῦ κνέφους
291b ἥκῃ κεκονιμένος,
292a στέργων σκοροδάλμῃ
292b βλέπων ὑπότριμμα, μὴ
292b δώσειν τὸ τριώβολον.
293a ἀλλ’, ὦ Χαριτιμίδη
293b καὶ Σμίκυθε καὶ Δράκης,
294 ἕπου κατεπείγων,
295a σαυτῷ προσέχων ὅπως
295a μηδὲν παραχορδιεῖς
295b ὧν δεῖ ς’ ἀποδεῖξαι·
296 ὅπως δὲ τὸ σύμβολον λαβόντες ἔπειτα πλη‐
297 σίοι καθεδούμεθ’, ὡς
297 ἂν χειροτονῶμεν ἅπανθ’ ὁπός’ ἂν δέῃ τὰς ἡμετέρας φίλας—
299 καίτοι τί λέγω; φίλους
299 γὰρ χρῆν μ’ ὀνομάζειν.
300/301 ὅρα δ’ ὅπως ὠθήσομεν τούσδε τοὺς ἐξ ἄστεως
302a ἥκοντας, ὅσοι πρὸ τοῦ
302a μέν, ἡνίκ’ ἔδει λαβεῖν
302b ἐλθόντ’ ὀβολὸν μόνον,
303a καθῆντο λαλοῦντες
303b ἐν τοῖς στεφανώμασιν,
303b νυνὶ δ’ ἐνοχλοῦς’ ἄγαν.
304a ἀλλ’ οὐχί, Μυρωνίδης
304b ὅτ’ ἦρχεν ὁ γεννάδας,
305a οὐδεὶς ἂν ἐτόλμα
305b τὰ τῆς πόλεως διοι‐
305b κεῖν ἀργύριον φέρων·
306 ἀλλ’ ἧκεν ἕκαστος ἐν ἀσκιδίῳ φέρων πιεῖν ἅμα τ’ ἄρτον αὑ‐
308 τῷ καὶ δύο κρομμύω
308 καὶ τρεῖς ἂν ἐλάας. νυνὶ δὲ τριώβολον
310 ζητοῦσι λαβεῖν, ὅταν
310 πράττωσί τι κοινὸν ὥσ‐
310 περ πηλοφοροῦντες.
ΒΛΕΠΥΡΟΣ
311 τί τὸ πρᾶγμα; ποῖ ποθ’ ἡ γυνὴ φρούδη ’στί μοι; ἐπεὶ πρὸς ἕω νῦν γ’ ἔστιν, ἡ δ’ οὐ φαίνεται. ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν, τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳ
315 καὶ θοἰμάτιον. ὅτε δὴ δ’ ἐκεῖνο ψηλαφῶν οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δ’ ἤδη τὴν θύραν ἐπεῖχε κρούων ὁ κοπρεαῖος, λαμβάνω τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον, καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι.
320 ἀλλ’ ἐν καθαρῷ ποῦ ποῦ τις ἂν χέσας τύχοι; ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ; οὐ γάρ με νῦν χέζοντά γ’ οὐδεὶς ὄψεται. οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην γυναῖχ’· ὅσας εἴμ’ ἄξιος πληγὰς λαβεῖν.
325 οὐ γάρ ποθ’ ὑγιὲς οὐδὲν ἐξελήλυθεν δράσους’. ὅμως δ’ οὖν ἐστιν ἀποπατητέον.
ΑΝΗΡ
327 τίς ἔστιν; οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν;
ΒΛΕΠΥΡΟΣ
327 νὴ τὸν Δί’ αὐτὸς δῆτ’ ἐκεῖνος. εἰπέ μοι, τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; οὔτι που
330 Κινησίας σου κατατετίληκέν ποθεν;
330 οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθα τὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται.
ΑΝΗΡ
330 τὸ δ’ ἱμάτιόν σου ποῦ ’στιν; οὐκ ἔχω φράσαι. ζητῶν γὰρ αὔτ’ οὐχ ηὗρον ἐν τοῖς στρώμασιν.
335 εἶτ’ οὐδὲ τὴν γυναῖκ’ ἐκέλευσάς σοι φράσαι;
ΒΛΕΠΥΡΟΣ
335 μὰ τὸν Δί’ οὐ γὰρ ἔνδον οὖσα τυγχάνει, ἀλλ’ ἐκτετρύπηκεν λαθοῦσά μ’ ἔνδοθεν. ὃ καὶ δέδοικα μή τι δρᾷ νεώτερον.
ΑΝΗΡ
335 νὴ τὸν Ποσειδῶ ταὐτὰ τοίνυν ἄντικρυς
340 ἐμοὶ πέπονθας· καὶ γὰρ ᾗ ξύνειμ’ ἐγὼ φρούδη ’στ’ ἔχουσα θοἰμάτιον οὑγὼ ’φόρουν. κοὐ τοῦτο λυπεῖ μ’, ἀλλὰ καὶ τὰς ἐμβάδας. οὔκουν λαβεῖν γ’ αὐτὰς ἐδυνάμην οὐδαμοῦ.
ΒΛΕΠΥΡΟΣ
340 μὰ τὸν Διόνυσον, οὐδ’ ἐγὼ γὰρ τὰς ἐμὰς
345 Λακωνικάς, ἀλλ’ ὡς ἔτυχον χεζητιῶν, ἐς τὼ κοθόρνω τὼ πόδ’ ἐνθεὶς ἵεμαι, ἵνα μὴ ’γχέσαιμ’ ἐς τὴν σισύραν· φανὴ γὰρ ἦν.
345 τί δῆτ’ ἂν εἴη; μῶν ἐπ’ ἄριστον γυνὴ
345 κέκληκεν αὐτὴν τῶν φίλων; γνώμην γ’ ἐμήν.
345 οὔκουν πονηρά γ’ ἐστὶν ὅ τι κἄμ’ εἰδέναι. ἀλλὰ σὺ μὲν ἱμονιάν τιν’ ἀποπατεῖς, ἐμοὶ 〈δ’〉 ὥρα βαδίζειν ἐστὶν εἰς ἐκκλησίαν, ἤνπερ λάβω θοἰμάτιον, ὅπερ ἦν μοι μόνον.
345 κἄγωγ’, ἐπειδὰν ἀποπατήσω· νῦν δέ μοι
355 ἀχράς τις ἐγκλῄσας’ ἔχει τὰ σιτία.
ΑΝΗΡ
355 μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς;
ΒΛΕΠΥΡΟΣ
355 νὴ τὸν Διόνυσον ἐνέχεται γοῦν μοι σφόδρα. ἀτὰρ τί δράσω; καὶ γὰρ οὐδὲ τοῦτό με μόνον τὸ λυποῦν ἐστιν, ἀλλ’ ὅταν φάγω,
360 ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος. νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν, ὅστις ποτ’ ἔσθ’ ἅνθρωπος ἁχραδούσιος. τίς ἂν οὖν ἰατρόν μοι μετέλθοι καὶ τίνα; τίς τῶν καταπρώκτων δεινός ἐστι τὴν τέχνην;
365 ἆρ’ οἶδ’ Ἀμύνων; ἀλλ’ ἴσως ἀρνήσεται. Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ· οὗτος γὰρ ἁνὴρ ἕνεκά γε στεναγμάτων
365 οἶδεν τί πρωκτὸς βούλεται χεζητιῶν. ὦ πότνι’ Εἰλείθυια μή με περιίδῃς
370 διαρραγέντα μηδὲ βεβαλανωμένον, ἵνα μὴ γένωμαι σκωραμὶς κωμῳδική.
ΧΡΕΜΗΣ
372 οὗτος, τί ποιεῖς; οὔτι που χέζεις; ἐγώ; οὐ δῆτ’ ἔτι γε μὰ τὸν Δί’, ἀλλ’ ἀνίσταμαι.
372 τὸ τῆς γυναικὸς δ’ ἀμπέχει χιτώνιον;
ΒΛΕΠΥΡΟΣ
375 ἐν τῷ σκότῳ γὰρ τοῦτ’ ἔτυχον ἔνδον λαβών.
375 ἀτὰρ πόθεν ἥκεις ἐτεόν; ἐξ ἐκκλησίας.
375 ἤδη λέλυται γάρ; νὴ Δί’ ὄρθριον μὲν οὖν. καὶ δῆτα πολὺν ἡ μίλτος, ὦ Ζεῦ φίλτατε, γέλων πάρεσχεν, ἣν προσέρραινον κύκλῳ.
380 τὸ τριώβολον δῆτ’ ἔλαβες; εἰ γὰρ ὤφελον. ἀλλ’ ὕστερος νῦν ἦλθον, ὥστ’ αἰσχύνομαι.
380 μὰ τὸν Δί’ οὐδέν’ ἄλλον ἢ τὸν θύλακον.
380 τὸ δ’ αἴτιον τί; πλεῖστος ἀνθρώπων ὄχλος, ὅσος οὐδεπώποτ’ ἦλθ’ ἁθρόος ἐς τὴν πύκνα.
385 καὶ δῆτα πάντας σκυτοτόμοις ᾐκάζομεν
385 ὁρῶντες αὐτούς· οὐ γὰρ ἀλλ’ ὑπερφυῶς ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡκκλησία. ὥστ’ οὐκ ἔλαβον οὔτ’ αὐτὸς οὔτ’ ἄλλοι συχνοί.
385 οὐδ’ ἄρ’ ἂν ἐγὼ λάβοιμι νῦν ἐλθών; πόθεν;
390 οὐδ’ εἰ μὰ Δία τότ’ ἦλθες ὅτε τὸ δεύτερον
390 ἁλεκτρυὼν ἐφθέγγετ’. οἴμοι δείλαιος. Ἀντίλοχ’, ἀποίμωξόν με τοῦ τριωβόλου τὸν ζῶντα μᾶλλον· τἀμὰ γὰρ διοίχεται. ἀτὰρ τί τὸ πρᾶγμ’ ἦν, ὅτι τοσοῦτον χρῆμ’ ὄχλου
395 οὕτως ἐν ὥρᾳ ξυνελέγη; τί δ’ ἄλλο γ’ ἢ ἔδοξε τοῖς πρυτάνεσι περὶ σωτηρίας γνώμας καθεῖναι τῆς πόλεως; κᾆτ’ εὐθέως πρῶτος Νεοκλείδης ὁ γλάμων παρείρπυσεν. κἄπειθ’ ὁ δῆμος ἀναβοᾷ πόσον δοκεῖς,
395 “οὐ δεινὰ τολμᾶν τουτονὶ δημηγορεῖν, καὶ ταῦτα περὶ σωτηρίας προκειμένου, ὃς αὐτὸς αὑτῷ βλεφαρίδ’ οὐκ ἐσώσατο;” ὁ δ’ ἀναβοήσας καὶ περιβλέψας ἔφη
395 “τί δαί με χρὴ δρᾶν;” “σκόροδ’ ὁμοῦ τρίψαντ’
404 ὀπῷ
405 τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ σαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας”,
405 ἔγωγ’ ἂν εἶπον, εἰ παρὼν ἐτύγχανον.
ΧΡΕΜΗΣ
405 μετὰ τοῦτον Εὐαίων ὁ δεξιώτατος παρῆλθε γυμνός, ὡς ἐδόκει τοῖς πλείοσιν—
410 αὐτός γε μέντοὔφασκεν ἱμάτιον ἔχειν— κἄπειτ’ ἔλεξε δημοτικωτάτους λόγους· “ὁρᾶτε μέν με δεόμενον σωτηρίας τετραστατήρου καὐτόν· ἀλλ’ ὅμως ἐρῶ ὡς τὴν πόλιν καὶ τοὺς πολίτας σώσετε.
415 ἢν γὰρ παρέχωσι τοῖς δεομένοις οἱ κναφῆς χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ, πλευρῖτις ἡμῶν οὐδέν’ ἂν λάβοι ποτέ. ὅσοις δὲ κλίνη μή ’στι μηδὲ στρώματα, ἰέναι καθευδήσοντας ἀπονενιμμένους
420 ἐς τῶν σκυλοδεψῶν· ἢν δ’ ἀποκλῄῃ τῇ θύρᾳ χειμῶνος ὄντος, τρεῖς σισύρας ὀφειλέτω.”
ΒΛΕΠΥΡΟΣ
420 νὴ τὸν Διόνυσον χρηστά γ’. εἰ δ’ ἐκεῖνά γε προσέθηκεν, οὐδεὶς ἀντεχειροτόνησεν ἄν, τοὺς ἀλφιταμοιβοὺς τοῖς ἀπόροις τρεῖς χοίνικας
425 δεῖπνον παρέχειν ἅπασιν ἢ κλάειν μακρά, ἵνα τοῦτ’ ἀπέλαυσαν Ναυσικύδους τἀγαθόν.
ΧΡΕΜΗΣ
425 μετὰ τοῦτο τοίνυν εὐπρεπὴς νεανίας λευκός τις ἀνεπήδης’ ὅμοιος Νικίᾳ δημηγορήσων, κἀπεχείρησεν λέγειν
430 ὡς χρὴ παραδοῦναι ταῖς γυναιξὶ τὴν πόλιν. εἶτ’ ἐθορύβησαν κἀνέκραγον ὡς εὖ λέγοι, τὸ σκυτοτομικὸν πλῆθος, οἱ δ’ ἐκ τῶν ἀγρῶν
ΒΛΕΠΥΡΟΣ
430 ἀνεβορβόρυξαν. νοῦν γὰρ εἶχον, νὴ Δία.
ΧΡΕΜΗΣ
430 ἀλλ’ ἦσαν ἥττους· ὁ δὲ κατεῖχε τῇ βοῇ,
435 τὰς μὲν γυναῖκας πόλλ’ ἀγαθὰ λέγων, σὲ δὲ
ΒΛΕΠΥΡΟΣ
435 πολλὰ κακά. καὶ τί εἶπε; πρῶτον μέν ς’ ἔφη
435 εἶναι πανοῦργον. καὶ σέ; μή πω τοῦτ’ ἔρῃ.
435 κἄπειτα κλέπτην. ἐμὲ μόνον; καὶ νὴ Δία
435 καὶ συκοφάντην. ἐμὲ μόνον; καὶ νὴ Δία
440 τωνδὶ τὸ πλῆθος. τίς δὲ τοῦτ’ ἄλλως λέγει;
ΧΡΕΜΗΣ
440 γυναῖκα δ’ εἶναι πρᾶγμ’ ἔφη νουβυστικὸν καὶ χρηματοποιόν. κοὔτε τἀπόρρητ’ ἔφη ἐκ Θεσμοφόροιν ἑκάστοτ’ αὐτὰς ἐκφέρειν, σὲ δὲ κἀμὲ βουλεύοντε τοῦτο δρᾶν ἀεί.
ΒΛΕΠΥΡΟΣ
445 καὶ νὴ τὸν Ἑρμῆν τοῦτό γ’ οὐκ ἐψεύσατο.
ΧΡΕΜΗΣ
445 ἔπειτα συμβάλλειν πρὸς ἀλλήλας ἔφη ἱμάτια χρυσί’ ἀργύριον ἐκπώματα μόνας μόναις, οὐ μαρτύρων ἐναντίον, καὶ ταῦτ’ ἀποφέρειν πάντα κοὐκ ἀποστερεῖν,
445 ἡμῶν δὲ τοὺς πολλοὺς ἔφασκε τοῦτο δρᾶν.
ΒΛΕΠΥΡΟΣ
445 νὴ τὸν Ποσειδῶ μαρτύρων γ’ ἐναντίον.
ΧΡΕΜΗΣ
454 ἕτερά τε πλεῖστα τὰς γυναῖκας ηὐλόγει·
452 οὐ συκοφαντεῖν, οὐ διώκειν, οὐδὲ τὸν δῆμον καταλύειν, ἄλλα πολλὰ κἀγαθά.
ΒΛΕΠΥΡΟΣ
455 τί δῆτ’ ἔδοξεν; ἐπιτρέπειν γε τὴν πόλιν ταύταις· ἐδόκει γὰρ τοῦτο μόνον ἐν τῇ πόλει
455 οὔπω γεγενῆσθαι. καὶ δέδοκται; φήμ’ ἐγώ.
455 ἅπαντά τ’ αὐταῖς ἐστι προστεταγμένα
455 ἃ τοῖσιν ἀστοῖς ἔμελεν; οὕτω ταῦτ’ ἔχει.
460 οὐδ’ ἐς δικαστήριον ἄρ’ εἶμ’, ἀλλ’ ἡ γυνή;
ΧΡΕΜΗΣ
460 οὐδ’ ἔτι σὺ θρέψεις οὓς ἔχεις ἀλλ’ ἡ γυνή.
ΒΛΕΠΥΡΟΣ
460 οὐδὲ στένειν τὸν ὄρθρον ἔτι πρᾶγμ’ ἆρά μοι;
ΧΡΕΜΗΣ
460 μὰ Δί’ ἀλλὰ ταῖς γυναιξὶ ταῦτ’ ἤδη μέλει· σὺ δ’ ἀστενακτὶ περδόμενος οἴκοι μενεῖς.
ΒΛΕΠΥΡΟΣ
465 ἐκεῖνο δεινὸν τοῖσιν ἡλίκοισι νῷν, μὴ παραλαβοῦσαι τῆς πόλεως τὰς ἡνίας
465 ἔπειτ’ ἀναγκάζωσι πρὸς βίαν— τί δρᾶν;
465 κινεῖν ἑαυτάς. ἢν δὲ μὴ δυνώμεθα;
465 ἄριστον οὐ δώσουσι. σὺ δέ γε νὴ Δία
470 δρᾶ ταῦθ’, ἵν’ ἀριστᾷς τε καὶ κινῇς ἅμα.
470 τὸ πρὸς βίαν δεινότατον. ἀλλ’ εἰ τῇ πόλει τοῦτο ξυνοίσει, ταῦτα χρὴ πάντ’ ἄνδρα δρᾶν.
470 λόγος γέ τοί τις ἔστι τῶν γεραιτέρων, ἀνόηθ’ ὅς’ ἂν καὶ μῶρα βουλευσώμεθα,
475 ἅπαντ’ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν.
ΧΡΕΜΗΣ
475 καὶ ξυμφέροι γ’, ὦ πότνια Παλλὰς καὶ θεοί.
475 ἀλλ’ εἶμι· σὺ δ’ ὑγίαινε. καὶ σύ γ’, ὦ Χρέμης.
ΧΟΡΟΣ
477 ἔμβα χώρει. ἆρ’ ἔστι τῶν ἀνδρῶν τις ἡμῖν ὅστις ἐπακολουθεῖ;
480 στρέφου, σκόπει, φύλαττε σαυτὴν ἀσφαλῶς, πολλοὶ γὰρ οἱ πανοῦργοι, μή πού τις ἐκ τοὔπισθεν ὢν τὸ σχῆμα καταφυλάξῃ.
482 ἀλλ’ ὡς μάλιστα τοῖν ποδοῖν ἐπικτυπῶν βάδιζε. ἡμῖν δ’ ἂν αἰσχύνην φέροι
485 πάσαισι παρὰ τοῖς ἀνδράσιν τὸ πρᾶγμα τοῦτ’ ἐλεγχθέν. πρὸς ταῦτα συστέλλου σεαυ‐
486 τὴν καὶ περισκοπουμένη 〈ἄθρει κύκλῳ〉 κἀκεῖσε καὶ τἀκ δεξιᾶς, μὴ συμφορὰ γενήσεται τὸ πρᾶγμα. ἀλλ’ ἐγκονῶμεν· τοῦ τόπου γὰρ ἐγγύς ἐσμεν ἤδη,
490 ὅθενπερ εἰς ἐκκλησίαν ὡρμώμεθ’ ἡνίκ’ ᾖμεν. τὴν δ’ οἰκίαν ἔξεσθ’ ὁρᾶν, ὅθενπερ ἡ στρατηγὸς ἔσθ’ ἡ τὸ πρᾶγμ’ εὑροῦς’ ὃ νῦν ἔδοξε τοῖς πολίταις.
492 ὥστ’ εἰκὸς ἡμᾶς μὴ βραδύνειν ἔστ’ ἐπαναμενούσας πώγωνας ἐξηρτημένας,
495 μὴ καί τις ὄψεθ’ ἡμέρας χἠμῶν ἴσως κατείπῃ. ἀλλ’ εἶα δεῦρ’ ἐπὶ σκιᾶς ἐλθοῦσα πρὸς τὸ τειχίον, παραβλέπουσα θατέρῳ, πάλιν μετασκεύαζε σαυτὴν αὖθις ἥπερ ἦσθα,
495 καὶ μὴ βράδυν’· ὡς τήνδε καὶ δὴ τὴν στρατηγὸν ἡμῶν χωροῦσαν ἐξ ἐκκλησίας ὁρῶμεν. ἀλλ’ ἐπείγου ἅπασα καὶ μίσει σάκον πρὸς τοῖν γναθοῖν ἔχουσα· χαὖται γὰρ ἄκουσαι πάλαι τὸ σχῆμα τοῦτ’ ἔχουσιν.
ΠΡΑΞΑΓΟΡΑ
503 ταυτὶ μὲν ἡμῖν, ὦ γυναῖκες, εὐτυχῶς
505 τὰ πράγματ’ ἐκβέβηκεν ἁβουλεύσαμεν. ἀλλ’ ὡς τάχιστα, πρίν τιν’ ἀνθρώπων ἰδεῖν, ῥιπτεῖτε χλαίνας, ἐμβὰς ἐκποδὼν ἴτω— χάλα συναπτοὺς ἡνίας Λακωνικάς— βακτηρίας ἄφεσθε. καὶ μέντοι σὺ μὲν
510 ταύτας κατευτρέπιζ’, ἐγὼ δὲ βούλομαι, εἴσω παρερπύσασα πρὶν τὸν ἄνδρα με ἰδεῖν, καταθέσθαι θοἰμάτιον αὐτοῦ πάλιν
510 ὅθενπερ ἔλαβον, τἄλλα θ’ ἁξηνεγκάμην.
ΧΟΡΟΣ
510 κεῖται 〈καὶ〉 δὴ πάνθ’ ἅπερ εἶπας, σὸν δ’ ἔργον τἄλλα
514 διδάσκειν,
515 ὅ τί σοι δρῶσαι ξύμφορον ἡμεῖς δόξομεν ὀρθῶς ὑπακούειν. οὐδεμιᾷ γὰρ δεινοτέρᾳ σου ξυμμείξας’ οἶδα γυναικί.
ΠΡΑΞΑΓΟΡΑ
515 περιμείνατέ νυν, ἵνα τῆς ἀρχῆς ἣν ἄρτι κεχειροτόνημαι, ξυμβούλοισιν πάσαις ὑμῖν χρήσωμαι. καὶ γὰρ ἐκεῖ μοι ἐν τῷ θορύβῳ καὶ τοῖς δεινοῖς ἀνδρειόταται γεγένησθε.
ΒΛΕΠΥΡΟΣ
520 αὕτη, πόθεν ἥκεις, Πραξαγόρα; τί δ’, ὦ μέλε,
520 σοὶ τοῦθ’; ὅ τί μοι τοῦτ’ ἔστιν; ὡς εὐηθικῶς.
ΠΡΑΞΑΓΟΡΑ
520 οὔτοι παρὰ τοῦ μοιχοῦ γε φήσεις. οὐκ ἴσως
520 ἑνός γε. καὶ μὴν βασανίσαι τουτί γέ σοι
ΒΛΕΠΥΡΟΣ ΚΑΙ ΠΡΑΞΑΓΟΡΑ
520 ἔξεστι. πῶς; εἰ τῆς κεφαλῆς ὄζω μύρου.
ΒΛΕΠΥΡΟΣ
525 τί δ’; οὐχὶ βινεῖται γυνὴ κἄνευ μύρου;
ΠΡΑΞΑΓΟΡΑ
525 οὐ δὴ τάλαιν’ ἔγωγε. πῶς οὖν ὄρθριον ᾤχου σιωπῇ θοἰμάτιον λαβοῦσά μου;
525 γυνή μέ τις νύκτωρ ἑταίρα καὶ φίλη
525 μετεπέμψατ’ ὠδίνουσα. κᾆτ’ οὐκ ἦν ἐμοὶ
530 φράσασαν ἰέναι; τῆς λεχοῦς δ’ οὐ φροντίσαι
530 οὕτως ἐχούσης, ὦνερ; εἰποῦσάν γέ μοι.
530 ἀλλ’ ἔστιν ἐνταῦθά τι κακόν. μὰ τὼ θεὼ ἀλλ’ ὥσπερ εἶχον ᾠχόμην· ἐδεῖτο δὲ ἥπερ μεθῆκέ μ’ ἐξιέναι πάσῃ τέχνῃ.
ΒΛΕΠΥΡΟΣ
535 εἶτ’ οὐ τὸ σαυτῆς ἱμάτιον ἐχρῆν ς’ ἔχειν; ἀλλ’ ἔμ’ ἀποδύσας’ ἐπιβαλοῦσα τοὔγκυκλον ᾤχου καταλιποῦς’ ὡσπερεὶ προκείμενον, μόνον οὐ στεφανώσας’ οὐδ’ ἐπιθεῖσα λήκυθον.
ΠΡΑΞΑΓΟΡΑ
535 ψῦχος γὰρ ἦν, ἐγὼ δὲ λεπτὴ κἀσθενής·
540 ἔπειθ’ ἵν’ ἀλεαίνοιμι τοῦτ’ ἠμπεσχόμην. σὲ δ’ ἐν ἀλέᾳ κατακείμενον καὶ στρώμασιν
540 κατέλιπον, ὦνερ. αἱ δὲ δὴ Λακωνικαὶ ᾤχοντο μετὰ σοῦ κατὰ τί χἠ βακτηρία;
540 ἵνα θοἰμάτιον σώσαιμι, μεθυπεδησάμην
545 μιμουμένη σε καὶ κτυποῦσα τοῖν ποδοῖν καὶ τοὺς λίθους παίουσα τῇ βακτηρίᾳ.
ΒΛΕΠΥΡΟΣ
545 οἶσθ’ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα, ὃν χρῆν ἔμ’ ἐξ ἐκκλησίας εἰληφέναι;
ΠΡΑΞΑΓΟΡΑ
545 μὴ φροντίσῃς· ἄρρεν γὰρ ἔτεκε παιδίον.
ΒΛΕΠΥΡΟΣ ΚΑΙ ΠΡΑΞΑΓΟΡΑ
545 ἡκκλησία; μὰ Δί’ ἀλλ’ ἐφ’ ἣν ἐγᾠχόμην.
545 ἀτὰρ γεγένηται; ναὶ μὰ Δί’. οὐκ ᾔδησθά με
545 φράσαντά σοι χθές; ἄρτι γ’ ἀναμιμνῄσκομαι.
ΒΛΕΠΥΡΟΣ
545 οὐδ’ ἄρα τὰ δόξαντ’ οἶσθα; μὰ Δί’ ἐγὼ μὲν οὔ.
545 κάθησο τοίνυν σηπίας μασωμένη.
555 ὑμῖν δέ φασι παραδεδόσθαι τὴν πόλιν.
ΠΡΑΞΑΓΟΡΑ
555 τί δρᾶν; ὑφαίνειν; οὐ μὰ Δί’ ἀλλ’ ἄρχειν. τίνων;
ΒΛΕΠΥΡΟΣ
555 ἁπαξαπάντων τῶν κατὰ πόλιν πραγμάτων.
ΠΡΑΞΑΓΟΡΑ
555 νὴ τὴν Ἀφροδίτην μακαρία γ’ ἄρ’ ἡ πόλις
555 ἔσται τὸ λοιπόν. κατὰ τί; πολλῶν οὕνεκα.
560 οὐ γὰρ ἔτι τοῖς τολμῶσιν αὐτὴν αἰσχρὰ δρᾶν ἔσται τὸ λοιπόν. οὐδαμοῦ δὲ μαρτυρεῖν,
560 οὐ συκοφαντεῖν— μηδαμῶς πρὸς τῶν θεῶν τουτὶ ποιήσῃς μηδ’ ἀφέλῃ μου τὸν βίον.
ΧΡΕΜΗΣ
560 ὦ δαιμόνι’ ἀνδρῶν, τὴν γυναῖκ’ ἔα λέγειν.
ΠΡΑΞΑΓΟΡΑ
565 μὴ λωποδυτῆσαι, μὴ φθονεῖν τοῖς πλησίον, μὴ γυμνὸν εἶναι μὴ πένητα μηδένα,
565 μὴ λοιδορεῖσθαι, μὴ ’νεχυραζόμενον φέρειν.
ΧΡΕΜΗΣ
565 νὴ τὸν Ποσειδῶ μεγάλα γ’, εἰ μὴ ψεύσεται.
ΠΡΑΞΑΓΟΡΑ
565 ἀλλ’ ἀποφανῶ τοῦθ’, ὥστε σέ τέ μοι μαρτυρεῖν
570 καὶ τοῦτον αὐτὸν μηδὲν ἀντειπεῖν ἐμοί.
ΧΟΡΟΣ
570 νῦν δὴ δεῖ σε πυκνὴν φρένα καὶ φιλόσοφον ἐγείρειν
571 φροντίδ’ ἐπισταμένην ταῖσι φίλαισιν ἀμύνειν. κοινῇ γὰρ ἐπ’ εὐτυχίαισιν ἔρχεται γλώττης ἐπίνοια πολίτην
575 δῆμον ἐπαγλαϊοῦσα μυρίαισιν ὠφελίαισι βίου· δηλοῦν 〈δ’〉 ὅ τί περ δύναται
576 καιρός. δεῖται γάρ τοι σοφοῦ τινος ἐξευρήματος ἡ πόλις ἡμῶν. ἀλλὰ πέραινε μόνον μήτε δεδραμένα μήτ’ εἰρημένα πω πρότερον.
580 μισοῦσι γὰρ ἢν τὰ παλαιὰ πολλάκις θεῶνται. ἀλλ’ οὐ μέλλειν, ἀλλ’ ἅπτεσθαι καὶ δὴ χρῆν ταῖς διανοίαις, ὡς τὸ ταχύνειν χαρίτων μετέχει πλεῖστον παρὰ τοῖσι
582 θεαταῖς.
ΠΡΑΞΑΓΟΡΑ
582 καὶ μὴν ὅτι μὲν χρηστὰ διδάξω πιστεύω· τοὺς δὲ θεατάς, εἰ καινοτομεῖν ἐθελήσουσιν καὶ μὴ τοῖς ἠθάσι λίαν
585 τοῖς τ’ ἀρχαίοις ἐνδιατρίβειν, τοῦτ’ ἔσθ’ ὃ μάλιστα
585 δέδοικα.
ΒΛΕΠΥΡΟΣ
585 περὶ μὲν τοίνυν τοῦ καινοτομεῖν μὴ δείσῃς· τοῦτο γὰρ
586 ἡμῖν
586 δρᾶν ἀντ’ ἄλλης ἀρχῆς ἐστιν, τῶν δ’ ἀρχαίων ἀμελῆσαι.
ΠΡΑΞΑΓΟΡΑ
586 μή νυν πρότερον μηδεὶς ὑμῶν ἀντείπῃ μηδ’ ὑποκρούσῃ, πρὶν ἐπίστασθαι τὴν ἐπίνοιαν καὶ τοῦ φράζοντος ἀκοῦ‐
589 σαι.
590 κοινωνεῖν γὰρ πάντας φήσω χρῆναι πάντων μετέχον‐
590 τας κἀκ ταὐτοῦ ζῆν, καὶ μὴ τὸν μὲν πλουτεῖν, τὸν δ’ ἄθλιον
591 εἶναι, μηδὲ γεωργεῖν τὸν μὲν πολλήν, τῷ δ’ εἶναι μηδὲ ταφῆναι, μηδ’ ἀνδραπόδοις τὸν μὲν χρῆσθαι πολλοῖς, τὸν δ’ οὐδ’
593 ἀκολούθῳ. ἀλλ’ ἕνα ποιῶ κοινὸν πᾶσιν βίοτον, καὶ τοῦτον ὅμοιον.
ΒΛΕΠΥΡΟΣ
595 πῶς οὖν ἔσται κοινὸς ἅπασιν; κατέδει πέλεθον
595 πρότερός μου.
595 καὶ τῶν πελέθων κοινωνοῦμεν; μὰ Δί’ ἀλλ’ ἔφθης
596 μ’ ὑποκρούσας. τοῦτο γὰρ ἤμελλον ἐγὼ λέξειν· τὴν γῆν πρώτιστα ποιήσω κοινὴν πάντων καὶ τἀργύριον καὶ τἄλλ’ ὁπός’ ἐστὶν
598 ἑκάστῳ. εἶτ’ ἀπὸ τούτων κοινῶν ὄντων ἡμεῖς βοσκήσομεν ὑμᾶς
598 ταμιευόμεναι καὶ φειδόμεναι καὶ τὴν γνώμην προσ‐
598 έχουσαι.
ΧΡΕΜΗΣ
598 πῶς οὖν ὅστις μὴ κέκτηται γῆν ἡμῶν, ἀργύριον δὲ
598 καὶ Δαρεικούς, ἀφανῆ πλοῦτον; τοῦτ’ ἐς τὸ μέσον
602 καταθήσει.
602 καὶ μὴ καταθεὶς ψευδορκήσει. κἀκτήσατο γὰρ διὰ
603 τοῦτο.
ΠΡΑΞΑΓΟΡΑ
603 ἀλλ’ οὐδέν τοι χρήσιμον ἔσται πάντως αὐτῷ. κατὰ
604 δὴ τί;
605 οὐδεὶς οὐδὲν πενίᾳ δράσει· πάντα γὰρ ἕξουσιν ἅπαντες, ἄρτους, τεμάχη, μάζας, χλαίνας, οἶνον, στεφάνους, ἐρε‐
606 βίνθους. ὥστε τί κέρδος μὴ καταθεῖναι; σὺ γὰρ ἐξευρὼν
607 ἀπόδειξον.
ΧΡΕΜΗΣ
607 οὔκουν καὶ νῦν οὗτοι μᾶλλον κλέπτους’ οἷς ταῦτα
608 πάρεστιν;
ΠΡΑΞΑΓΟΡΑ
608 πρότερόν γ’, ὦταῖρ’, ὅτε τοῖσι νόμοις διεχρώμεθα τοῖς
609 προτέροισιν·
610 νῦν δ’ ἔσται γὰρ βίος ἐκ κοινοῦ, τί τὸ κέρδος μὴ κατα‐
610 θεῖναι;
ΒΛΕΠΥΡΟΣ
610 ἢν μείρακ’ ἰδὼν ἐπιθυμήσῃ καὶ βούληται σκαλαθῦραι, ἕξει τούτων ἀφελὼν δοῦναι, τῶν ἐκ κοινοῦ δὲ μεθέξει
ΠΡΑΞΑΓΟΡΑ
610 ξυγκαταδαρθών. ἀλλ’ ἐξέσται προῖκ’ αὐτῷ ξυγ‐
613 καταδαρθεῖν. καὶ ταύτας γὰρ κοινὰς ποιῶ τοῖς ἀνδράσι συγκατα‐
614 κεῖσθαι
615 καὶ παιδοποιεῖν τῷ βουλομένῳ. πῶς οὖν οὐ πάντες
615 ἴασιν
615 ἐπὶ τὴν ὡραιοτάτην αὐτῶν καὶ ζητήσουσιν ἐρείδειν;
615 αἱ φαυλότεραι καὶ σιμότεραι παρὰ τὰς σεμνὰς καθ‐
617 εδοῦνται. κᾆτ’ ἢν ταύτης ἐπιθυμήσῃ, τὴν αἰσχρὰν πρῶθ’ ὑπο‐
618 κρούσει.
ΒΛΕΠΥΡΟΣ
618 καὶ πῶς ἡμᾶς τοὺς πρεσβύτας, ἢν ταῖς αἰσχραῖσι
619 συνῶμεν,
620 οὐκ ἐπιλείψει τὸ πέος πρότερον πρὶν ἐκεῖς’ οἷ φῂς
620 ἀφικέσθαι;
ΠΡΑΞΑΓΟΡΑ
620 οὐχὶ μαχοῦνται περὶ σοῦ· θάρρει, μὴ δείσῃς· οὐχὶ μα‐
621 χοῦνται.
ΒΛΕΠΥΡΟΣ ΚΑΙ ΠΡΑΞΑΓΟΡΑ
621 περὶ τοῦ; τοῦ μὴ ξυγκαταδαρθεῖν. καὶ σοὶ τοιοῦτον
622 ὑπάρχει.
ΒΛΕΠΥΡΟΣ
622 τὸ μὲν ὑμέτερον γνώμην τιν’ ἔχει· προβεβούλευται γὰρ
623 ὅπως ἂν μηδεμιᾶς ᾖ τρύπημα κενόν· τὸ δὲ τῶν ἀνδρῶν τί ποιήσει;
625 φεύξονται γὰρ τοὺς αἰσχίους, ἐπὶ τοὺς δὲ καλοὺς βαδι‐
625 οῦνται.
ΠΡΑΞΑΓΟΡΑ
625 ἀλλὰ φυλάξους’ οἱ φαυλότεροι τοὺς καλλίους ἀπιόντας ἀπὸ τοῦ δείπνου καὶ τηρήσους’ ἐπὶ τοῖσιν δημοσίοισιν. κοὐκ ἐξέσται παρὰ τοῖσι καλοῖς 〈καὶ τοῖς μεγάλοισ〉
628 καταδαρθεῖν ταῖσι γυναιξὶν πρὶν τοῖς αἰσχροῖς καὶ τοῖς μικροῖς
629 χαρίσωνται.
ΒΛΕΠΥΡΟΣ
630 ἡ Λυσικράτους ἄρα νυνὶ ῥὶς ἴσα τοῖσι καλοῖσι φρονή‐
630 σει;
ΠΡΑΞΑΓΟΡΑ
630 νὴ τὸν Ἀπόλλω καὶ δημοτική γ’ ἡ γνώμη καὶ καταχήνη τῶν σεμνοτέρων ἔσται πολλὴ καὶ τῶν σφραγῖδας ἐχόν‐
632 των, ὅταν ἐμβάδ’ ἔχων εἴπῃ πρότερος, “παραχώρει κᾆτ’ ἐπι‐
633 τήρει, ὅταν ἤδη ’γὼ διαπραξάμενος παραδῶ σοι δευτεριάζειν.”
ΧΡΕΜΗΣ
635 πῶς οὖν οὕτω ζώντων ἡμῶν τοὺς αὑτοῦ παῖδας ἕκαστος
635 ἔσται δυνατὸς διαγιγνώσκειν; τί δὲ δεῖ; πατέρας
636 〈γὰρ〉 ἅπαντας τοὺς πρεσβυτέρους αὑτῶν εἶναι τοῖσι χρόνοισιν νομι‐
637 οῦσιν.
ΒΛΕΠΥΡΟΣ
637 οὐκοῦν ἄγξους’ εὖ καὶ χρηστῶς ἑξῆς τὸν πάντα γέροντα διὰ τὴν ἄγνοιαν, ἐπεὶ καὶ νῦν γιγνώσκοντες πατέρ’ ὄντα
640 ἄγχουσι. τί δῆθ’ ὅταν ἀγνὼς ᾖ; πῶς οὐ τότε κἀπι‐
640 χεσοῦνται;
ΠΡΑΞΑΓΟΡΑ
640 ἀλλ’ ὁ παρεστὼς οὐκ ἐπιτρέψει· τότε δ’ αὐτοῖς οὐκ ἔμελ’
641 οὐδὲν τῶν ἀλλοτρίων, ὅστις τύπτοι, νῦν δ’ ἢν πληγέντος
642 ἀκούσῃ, μὴ αὐτὸν ἐκεῖνον τύπτει δεδιὼς τοῖς δρῶσιν τοῦτο μα‐
643 χεῖται.
ΒΛΕΠΥΡΟΣ
643 τὰ μὲν ἄλλα λέγεις οὐδὲν σκαιῶς· εἰ δὲ προσελθὼν
644 Ἐπίκουρος
645 ἢ Λευκόλοφος “πάππαν” με καλεῖ, τοῦτ’ ἤδη δεινὸν
645 ἀκοῦσαι.
ΠΡΑΞΑΓΟΡΑ
645 πολὺ μέντοι δεινότερον τούτου τοῦ πράγματός ἐστι—
ΒΛΕΠΥΡΟΣ
646 τὸ ποῖον;
ΠΡΑΞΑΓΟΡΑ
646 εἴ σε φιλήσειεν Ἀρίστυλλος φάσκων αὑτοῦ πατέρ’ εἶναι.
ΒΛΕΠΥΡΟΣ
646 οἰμώζοι γ’ ἂν καὶ κωκύοι. σὺ δέ γ’ ὄζοις ἂν καλα‐
648 μίνθης. ἀλλ’ οὗτος μὲν πρότερον γέγονεν πρὶν τὸ ψήφισμα
649 γενέσθαι,
649 ὥστ’ οὐχὶ δέος μή σε φιλήσῃ. δεινὸν μέντἂν ἐπε‐
649 πόνθειν.
ΧΡΕΜΗΣ
649 τὴν γῆν δὲ τίς ἔσθ’ ὁ γεωργήσων; οἱ δοῦλοι. σοὶ δὲ
651 μελήσει, ὅταν ᾖ δεκάπουν τὸ στοιχεῖον, λιπαρὸν χωρεῖν ἐπὶ
652 δεῖπνον.
652 περὶ δ’ ἱματίων τίς πόρος ἔσται; καὶ γὰρ τοῦτ’ ἔστιν
653 ἐρέσθαι.
ΠΡΑΞΑΓΟΡΑ
653 τὰ μὲν ὄνθ’ ὑμῖν πρῶτον ὑπάρξει, τὰ δὲ λοίφ’ ἡμεῖς
654 ὑφανοῦμεν.
ΧΡΕΜΗΣ
655 ἓν ἔτι ζητῶ. πῶς ἤν τις ὄφλῃ παρὰ τοῖς ἄρχουσι δίκην
655 τῳ, πόθεν ἐκτείσει ταύτην; οὐ γὰρ τῶν κοινῶν γ’ ἐστὶ
656 δίκαιον.
ΠΡΑΞΑΓΟΡΑ
656 ἀλλ’ οὐδὲ δίκαι πρῶτον ἔσονται. τουτὶ τοὔπος ς’
657 ἐπιτρίψει.
ΧΡΕΜΗΣ
657 κἀγὼ ταύτην γνώμην ἐθέμην. τοῦ γὰρ τάλαν οὕνεκ’
658 ἔσονται;
ΒΛΕΠΥΡΟΣ
658 πολλῶν οὕνεκα, νὴ τὸν Ἀπόλλω· πρῶτον δ’ ἑνὸς οὕνεκα
659 δήπου,
660 ἤν τις ὀφείλων ἐξαρνῆται. πόθεν οὖν ἐδάνεις’ ὁ
660 δανείσας, ἐν τῷ κοινῷ πάντων ὄντων; κλέπτων δήπου ’στ’ ἐπί‐
661 δηλος.
ΧΡΕΜΗΣ
661 νὴ τὴν Δήμητρ’ εὖ γε διδάσκεις. τουτὶ τοίνυν φρα‐
662 σάτω μοι, τῆς αἰκείας οἱ τύπτοντες πόθεν ἐκτείσουσιν, ἐπειδὰν εὐωχηθέντες ὑβρίζωσιν; τοῦτο γὰρ οἶμαί ς’ ἀπορήσειν.
ΠΡΑΞΑΓΟΡΑ
665 ἀπὸ τῆς μάζης ἧς σιτεῖται· ταύτης γὰρ ὅταν τις ἀφ‐
665 αιρῇ,
665 οὐχ ὑβριεῖται φαύλως οὕτως αὖθις τῇ γαστρὶ κολασθείς.
ΒΛΕΠΥΡΟΣ
665 οὐδ’ αὖ κλέπτης οὐδεὶς ἔσται; πῶς γὰρ κλέψει
667 μετὸν αὐτῷ;
667 οὐδ’ ἀποδύσους’ ἄρα τῶν νυκτῶν; οὐκ ἢν οἴκοι γε
668 καθεύδῃς· οὐδ’ ἤν γε θύραζ’ ὥσπερ πρότερον· βίοτος γὰρ πᾶσιν
669 ὑπάρξει.
670 ἢν δ’ ἀποδύῃ γ’ αὐτὸς δώσει· τί γὰρ αὐτῷ πρᾶγμα μά‐
670 χεσθαι; ἕτερον γὰρ ἰὼν ἐκ τοῦ κοινοῦ κρεῖττον ἐκείνου κομι‐
671 εῖται.
671 οὐδὲ κυβεύσους’ ἆρ’ ἄνθρωποι; περὶ τοῦ γὰρ τοῦτο
672 ποιήσει;
672 τὴν δὲ δίαιταν τίνα ποιήσεις; κοινὴν πᾶσιν. τὸ γὰρ
673 ἄστυ μίαν οἴκησίν φημι ποιήσειν συρρήξας’ εἰς ἓν ἅπαντα,
675 ὥστε βαδίζειν ὡς ἀλλήλους. τὸ δὲ δεῖπνον ποῦ
675 παραθήσεις;
ΠΡΑΞΑΓΟΡΑ
675 τὰ δικαστήρια καὶ τὰς στοιὰς ἀνδρῶνας πάντα ποιήσω.
ΒΛΕΠΥΡΟΣ
675 τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται; τοὺς κρατῆρας
677 καταθήσω καὶ τὰς ὑδρίας, καὶ ῥαψῳδεῖν ἔσται τοῖς παιδαρίοισιν
677 τοὺς ἀνδρείους ἐν τῷ πολέμῳ, κεἴ τις δειλὸς γεγένηται,
680 ἵνα μὴ δειπνῶς’ αἰσχυνόμενοι. νὴ τὸν Ἀπόλλω
680 χάριέν γε.
680 τὰ δὲ κληρωτήρια ποῖ τρέψεις; εἰς τὴν ἀγορὰν
681 καταθήσω. κᾆτα στήσασα παρ’ Ἁρμοδίῳ κληρώσω πάντας, ἕως ἂν εἰδὼς ὁ λαχὼν ἀπίῃ χαίρων ἐν ὁποίῳ γράμματι δειπνεῖ. καὶ κηρύξει τοὺς ἐκ τοῦ βῆτ’ ἐπὶ τὴν στοιὰν ἀκολουθεῖν
685 τὴν βασίλειον δειπνήσοντας, τὸ δὲ θῆτ’ ἐς τὴν παρὰ
685 ταύτην, τοὺς δ’ ἐκ τοῦ κάππ’ ἐς τὴν στοιὰν χωρεῖν τὴν ἀλφιτόπωλιν.
685 ἵνα κάπτωσιν; μὰ Δί’ ἀλλ’ ἵν’ ἐκεῖ δειπνῶσιν.
687 ὅτῳ δὲ τὸ γράμμα μὴ ’ξελκυσθῇ καθ’ ὃ δειπνήσει, τούτους ἀπελῶσιν ἅπαν‐
688 τες.
ΠΡΑΞΑΓΟΡΑ
688 ἀλλ’ οὐκ ἔσται τοῦτο παρ’ ἡμῖν·
690 πᾶσι γὰρ ἄφθονα πάντα παρέξομεν, ὥστε μεθυσθεὶς αὐτῷ στεφάνῳ πᾶς τις ἄπεισιν τὴν δᾷδα λαβών. αἱ δὲ γυναῖκες κατὰ τὰς διόδους προσπίπτουσαι τοῖς ἀπὸ δείπνου
695 τάδε λέξουσιν· “δεῦρο παρ’ ἡμᾶς,
695 ἐνθάδε μεῖράξ ἐσθ’ ὡραία.” “παρ’ ἐμοὶ δ’”, ἑτέρα φήσει τις ἄνωθ’ ἐξ ὑπερῴου, “καὶ καλλίστη καὶ λευκοτάτη·
695 πρότερον μέντοι δεῖ σε καθεύδειν αὐτῆς παρ’ ἐμοί.”
702a τοῖς εὐπρεπέσιν δ’ ἀκολουθοῦντες
702b καὶ μειρακίοις οἱ φαυλότεροι
703 τοιάδ’ ἐροῦσιν· “ποῖ θεῖς οὗτος; πάντως οὐδὲν δράσεις ἐλθών.
705 τοῖς γὰρ σιμοῖς καὶ τοῖς αἰσχροῖς ἐψήφισται προτέροις βινεῖν, ὑμᾶς δὲ τέως θρῖα λαβόντας διφόρου συκῆς ἐν τοῖς προθύροισι δέφεσθαι.”
710 φέρε νυν φράσον μοι, ταῦτ’ ἀρέσκει σφῷν; πάνυ.
710 βαδιστέον τἄρ’ ἐστὶν εἰς ἀγορὰν ἐμοί, ἵν’ ἀποδέχωμαι τὰ προσιόντα χρήματα, λαβοῦσα κηρύκαιναν εὔφωνόν τινα. ἐμὲ γὰρ ἀνάγκη ταῦτα δρᾶν ᾑρημένην
715 ἄρχειν, καταστῆσαί τε τὰ ξυσσίτια, ὅπως ἂν εὐωχῆσθε πρῶτον τήμερον.
ΒΛΕΠΥΡΟΣ
715 ἤδη γὰρ εὐωχησόμεσθα; φήμ’ ἐγώ. ἔπειτα τὰς πόρνας καταπαῦσαι βούλομαι
715 ἁπαξαπάσας. ἵνα τί; δῆλον τουτογί·
720 ἵνα τῶν νέων ἔχωσιν αὗται τὰς ἀκμάς. καὶ τάς γε δούλας οὐχὶ δεῖ κοσμουμένας τὴν τῶν ἐλευθέρων ὑφαρπάζειν Κύπριν, ἀλλὰ παρὰ τοῖς δούλοισι κοιμᾶσθαι μόνον, κατωνάκην τὸν χοῖρον ἀποτετιλμένας.
725 φέρε νυν ἐγώ σοι παρακολουθῶ πλησίον, ἵν’ ἀποβλέπωμαι καὶ λέγωσιν ἐμὲ ταδί, “τὸν τῆς στρατηγοῦ τοῦτον οὐ θαυμάζετε;”
ΧΡΕΜΗΣ
727 ἐγὼ δ’ ἵν’ εἰς ἀγοράν γε τὰ σκεύη φέρω, προχειριοῦμαι κἀξετάσω τὴν οὐσίαν.
730 χώρει σὺ δεῦρο, κιναχύρα, καλὴ καλῶς τῶν χρημάτων θύραζε πρώτη τῶν ἐμῶν, ὅπως ἂν ἐντετριμμένη κανηφορῇς, πολλοὺς κάτω δὴ θυλάκους στρέψας’ ἐμούς. ποῦ ’σθ’ ἡ διφροφόρος; ἡ χύτρα, δεῦρ’ ἔξιθι·
735 νὴ Δία μέλαινά γ’· οὐδ’ ἂν εἰ τὸ φάρμακον ἕψους’ ἔτυχες ᾧ Λυσικράτης μελαίνεται— ἵστω παρ’ αὐτήν· δεῦρ’ ἴθ’, ἡ κομμώτρια. φέρε δεῦρο ταύτην τὴν ὑδρίαν, ὑδριαφόρε,
735 ἐνταῦθα. σὺ δὲ δεῦρ’, ἡ κιθαρῳδός, ἔξιθι,
740 πολλάκις ἀναστήσασά μ’ εἰς ἐκκλησίαν ἀωρὶ νύκτωρ διὰ τὸν ὄρθριον νόμον. ὁ τὴν σκάφην λαβών, προΐτω· τὰ κηρία κόμιζε, τοὺς θαλλοὺς καθίστη πλησίον, καὶ τὼ τρίποδ’ ἐξένεγκε καὶ τὴν λήκυθον.
745 τὰ χυτρίδι’ ἤδη καὶ τὸν ὄχλον ἀφίετε.
ΑΝΗΡ
745 ἐγὼ καταθήσω τἀμά; κακοδαίμων ἄρα ἀνὴρ ἔσομαι καὶ νοῦν ὀλίγον κεκτημένος. μὰ τὸν Ποσειδῶ γ’ οὐδέποτ’, ἀλλὰ βασανιῶ πρώτιστον αὐτὰ πολλάκις καὶ σκέψομαι.
745 οὐ γὰρ τὸν ἐμὸν ἱδρῶτα καὶ φειδωλίαν οὐδὲν πρὸς ἔπος οὕτως ἀνοήτως ἐκβαλῶ, πρὶν ἐκπύθωμαι πᾶν τὸ πρᾶγμ’ ὅπως ἔχει. οὗτος, τί τὰ σκευάρια ταυτὶ βούλεται; πότερον μετοικιζόμενος ἐξενήνοχας
755 αὔτ’ ἢ φέρεις ἐνέχυρα θήσων; οὐδαμῶς.
755 τί δῆτ’ ἐπὶ στοίχου ’στὶν οὕτως; οὔ τι μὴν Ἱέρωνι τῷ κήρυκι πομπὴν πέμπετε;
ΧΡΕΜΗΣ
755 μὰ Δί’ ἀλλ’ ἀποφέρειν αὐτὰ μέλλω τῇ πόλει
755 ἐς τὴν ἀγορὰν κατὰ τοὺς δεδογμένους νόμους.
ΑΝΗΡ
760 μέλλεις ἀποφέρειν; πάνυ γε. κακοδαίμων ἄρ’
760 εἶ,
760 νὴ τὸν Δία τὸν σωτῆρα. πῶς; πῶς; ῥᾳδίως.
ΧΡΕΜΗΣ
760 τί δ’; οὐχὶ πειθαρχεῖν με τοῖς νόμοισι δεῖ;
ΑΝΗΡ
760 ποίοισιν, ὦ δύστηνε; τοῖς δεδογμένοις.
760 δεδογμένοισιν; ὡς ἀνόητος ἦσθ’ ἄρα.
ΧΡΕΜΗΣ ΚΑΙ ΑΝΗΡ
765 ἀνόητος; οὐ γάρ; ἠλιθιώτατος μὲν οὖν
ΧΡΕΜΗΣ
765 ἁπαξαπάντων. ὅτι τὸ ταττόμενον ποιῶ;
ΑΝΗΡ
765 τὸ ταττόμενον γὰρ δεῖ ποιεῖν τὸν σώφρονα;
ΧΡΕΜΗΣ
765 μάλιστα πάντων. τὸν μὲν οὖν ἀβέλτερον.
765 σὺ δ’ οὐ καταθεῖναι διανοεῖ; φυλάξομαι,
770 πρὶν ἄν γ’ ἴδω τὸ πλῆθος ὅ τι βουλεύεται.
770 τί γὰρ ἄλλο γ’ ἢ φέρειν παρεσκευασμένοι
770 τὰ χρήματ’ εἰσίν; ἀλλ’ ἰδὼν ἐπειθόμην.
770 λέγουσι γοῦν ἐν ταῖς ὁδοῖς. λέξουσι γάρ.
770 καί φασιν οἴσειν ἀράμενοι. φήσουσι γάρ.
775 ἀπολεῖς ἀπιστῶν πάντ’. ἀπιστήσουσι γάρ.
775 ὁ Ζεύς σέ γ’ ἐπιτρίψειεν. ἐπιτρίψουσι γάρ. οἴσειν δοκεῖς τιν’ ὅστις αὐτῶν νοῦν ἔχει;
775 οὐ γὰρ πάτριον τοῦτ’ ἐστίν, ἀλλὰ λαμβάνειν ἡμᾶς μόνον δεῖ νὴ Δία· καὶ γὰρ οἱ θεοί.
780 γνώσει δ’ ἀπὸ τῶν χειρῶν γε τῶν ἀγαλμάτων· ὅταν γὰρ εὐχώμεσθα διδόναι τἀγαθά, ἕστηκεν ἐκτείνοντα τὴν χεῖρ’ ὑπτίαν, οὐχ ὥς τι δώσοντ’ ἀλλ’ ὅπως τι λήψεται.
780 ὦ δαιμόνι’ ἀνδρῶν, ἔα με τῶν προὔργου τι δρᾶν.
785 ταυτὶ γάρ ἐστι συνδετέα. ποῦ μοὔσθ’ ἱμάς;
ΑΝΗΡ
785 ὄντως γὰρ οἴσεις; ναὶ μὰ Δία, καὶ δὴ μὲν οὖν
785 τωδὶ ξυνάπτω τὼ τρίποδε. τῆς μωρίας, τὸ μηδὲ περιμείναντα τοὺς ἄλλους ὅ τι
785 δράσουσιν εἶτα τηνικαῦτ’ ἤδη— τί δρᾶν;
790 ἐπαναμένειν, ἔπειτα διατρίβειν ἔτι.
ΧΡΕΜΗΣ ΚΑΙ ΑΝΗΡ
790 ἵνα δὴ τί; σεισμὸς εἰ γένοιτο πολλάκις, ἢ πῦρ ἀπότροπον, ἢ διᾴξειεν γαλῆ, παύσαιντ’ ἂν ἐσφέροντες, ὦμβρόντητε σύ.
ΧΡΕΜΗΣ
790 χαρίεντα γοῦν πάθοιμ’ ἄν, εἰ μὴ ’χοιμ’ ὅποι
795 ταῦτα καταθείην. μὴ γὰρ οὐ λάβοις ὅποι;
795 θάρρει, καταθήσεις, κἂν ἔνης ἔλθῃς. τιή;
ΑΝΗΡ
795 ἐγᾦδα τούτους χειροτονοῦντας μὲν ταχύ, ἅττ’ ἂν δὲ δόξῃ ταῦτα πάλιν ἀρνουμένους.
ΧΡΕΜΗΣ
795 οἴσουσιν, ὦ τᾶν. ἢν δὲ μὴ κομίσωσι, τί;
795 ἀμέλει, κομιοῦσιν. ἢν δὲ μὴ κομίσωσι, τί;
795 μαχούμεθ’ αὐτοῖς. ἢν δὲ κρείττους ὦσι, τί;
795 ἄπειμ’ ἐάσας. ἢν δὲ πωλῶς’ αὐτά, τί;
ΧΡΕΜΗΣ ΚΑΙ ΑΝΗΡ
795 διαρραγείης. ἢν διαρραγῶ δέ, τί;
ΧΡΕΜΗΣ
795 καλῶς ποιήσεις. σὺ δ’ ἐπιθυμήσεις φέρειν;
805 ἔγωγε· καὶ γὰρ τοὺς ἐμαυτοῦ γείτονας
ΑΝΗΡ
805 ὁρῶ φέροντας. πάνυ γ’ ἂν οὖν Ἀντισθένης αὔτ’ εἰσενέγκοι· πολὺ γὰρ ἐμμελέστερον πρότερον χέσαι πλεῖν ἢ τριάκονθ’ ἡμέρας.
ΧΡΕΜΗΣ ΚΑΙ ΑΝΗΡ
805 οἴμωζε. Καλλίμαχος δ’ ὁ χοροδιδάσκαλος
810 αὐτοῖσιν εἰσοίσει τι; πλείω Καλλίου.
ΑΝΗΡ
810 ἅνθρωπος οὗτος ἀποβαλεῖ τὴν οὐσίαν.
ΧΡΕΜΗΣ
810 δεινά γε λέγεις. τί δεινόν; ὥσπερ οὐχ ὁρῶν ἀεὶ τοιαῦτα γιγνόμενα ψηφίσματα.
810 οὐκ οἶσθ’ ἐκεῖν’ οὕδοξε τὸ περὶ τῶν ἁλῶν;
ΧΡΕΜΗΣ ΚΑΙ ΑΝΗΡ
815 ἔγωγε. τοὺς χαλκοῦς δ’ ἐκείνους ἡνίκα
815 ἐψηφισάμεθ’, οὐκ οἶσθα; καὶ κακόν γέ μοι τὸ κόμμ’ ἐγένετ’ ἐκεῖνο. πωλῶν γὰρ βότρυς μεστὴν ἀπῆρα τὴν γνάθον χαλκῶν ἔχων, κἄπειτ’ ἐχώρουν εἰς ἀγορὰν ἐπ’ ἄλφιτα.
820 ἔπειθ’ ὑπέχοντος ἄρτι μου τὸν θύλακον, ἀνέκραγ’ ὁ κῆρυξ μὴ δέχεσθαι μηδένα χαλκοῦν τὸ λοιπόν· “ἀργύρῳ γὰρ χρώμεθα.”
ΑΝΗΡ
820 τὸ δ’ ἔναγχος οὐχ ἅπαντες ἡμεῖς ὤμνυμεν τάλαντ’ ἔσεσθαι πεντακόσια τῇ πόλει
825 τῆς τετταρακοστῆς, ἣν ἐπόρις’ Εὐριπίδης; κεὐθὺς κατεχρύσου πᾶς ἀνὴρ Εὐριπίδην. ὅτε δὴ δ’ ἀνασκοπουμένοις ἐφαίνετο ὁ Διὸς Κόρινθος καὶ τὸ πρᾶγμ’ οὐκ ἤρκεσεν, πάλιν κατεπίττου πᾶς ἀνὴρ Εὐριπίδην.
ΧΡΕΜΗΣ
830 οὐ ταὐτόν, ὦ τᾶν. τότε μὲν ἡμεῖς ἤρχομεν,
830 νῦν δ’ αἱ γυναῖκες. ἃς ἐγὼ φυλάξομαι, νὴ τὸν Ποσειδῶ, μὴ κατουρήσωσί μου.
830 οὐκ οἶδ’ ὅ τι ληρεῖς. φέρε σὺ τἀνάφορον, ὁ παῖς.
ΚΗΡΥΞ
834 ὦ πάντες ἀστοί, νῦν γὰρ οὕτω ταῦτ’ ἔχει,
835 χωρεῖτ’, ἐπείγεσθ’ εὐθὺ τῆς στρατηγίδος, ὅπως ἂν ὑμῖν ἡ τύχη κληρουμένοις φράσῃ καθ’ ἕκαστον ἄνδρ’ ὅποι δειπνήσετε. ὡς αἱ τράπεζαί γ’ εἰσὶν ἐπινενησμέναι ἀγαθῶν ἁπάντων καὶ παρεσκευασμέναι,
840 κλῖναί τε σισυρῶν καὶ δαπίδων νενησμέναι· κρατῆρας ἐγκιρνᾶσιν, αἱ μυροπώλιδες ἑστᾶς’ ἐφεξῆς· τὰ τεμάχη ῥιπίζεται, λαγῷ’ ἀναπηγνύασι, πόπανα πέττεται, στέφανοι πλέκονται, φρύγεται τραγήματα·
845 χύτρας ἔτνους ἕψουσιν αἱ νεώταται, Σμοῖος δ’ ἐν αὐταῖς ἱππικὴν στολὴν ἔχων τὰ τῶν γυναικῶν διακαθαίρει τρύβλια. Γέρων δὲ χωρεῖ χλανίδα καὶ κονίποδα ἔχων, καχάζων μεθ’ ἑτέρου νεανίου,
845 ἐμβὰς δὲ κεῖται καὶ τρίβων ἐρριμμένος. πρὸς ταῦτα χωρεῖθ’, ὡς ὁ τὴν μᾶζαν φέρων ἕστηκεν· ἀλλὰ τὰς γνάθους διοίγνυτε.
ΑΝΗΡ
845 οὐκοῦν βαδιοῦμαι δῆτα. τί γὰρ ἕστηκ’ ἔχων ἐνταῦθ’, ἐπειδὴ ταῦτα τῇ πόλει δοκεῖ;
ΧΡΕΜΗΣ
855 καὶ ποῖ βαδιεῖ σὺ μὴ καταθεὶς τὴν οὐσίαν;
ΑΝΗΡ ΚΑΙ ΧΡΕΜΗΣ
855 ἐπὶ δεῖπνον. οὐ δῆτ’, ἤν γ’ ἐκείναις νοῦς ἐνῇ,
855 πρίν γ’ ἂν ἀπενέγκῃς. ἀλλ’ ἀποίσω. πηνίκα;
ΑΝΗΡ
855 οὐ τοὐμόν, ὦ τᾶν, ἐμποδὼν ἔσται. τί δή;
855 ἑτέρους ἀποίσειν φήμ’ ἔθ’ ὑστέρους ἐμοῦ.
ΧΡΕΜΗΣ
860 βαδιεῖ δὲ δειπνήσων ὅμως; τί γὰρ πάθω; τὰ δυνατὰ γὰρ δεῖ τῇ πόλει ξυλλαμβάνειν
860 τοὺς εὖ φρονοῦντας. ἢν δὲ κωλύσωσι, τί;
ΑΝΗΡ
860 ὁμός’ εἶμι κύψας. ἢν δὲ μαστιγῶσι, τί;
860 καλούμεθ’ αὐτάς. ἢν δὲ καταγελῶσι, τί;
865 ἐπὶ ταῖς θύραις ἕστως— τί δράσεις; εἰπέ μοι.
865 τῶν ἐσφερόντων ἁρπάσομαι τὰ σιτία.
ΧΡΕΜΗΣ
865 βάδιζε τοίνυν ὕστερος· σὺ δ’, ὦ Σίκων καὶ Παρμένων αἴρεσθε τὴν παμπησίαν.
ΑΝΗΡ
865 φέρε νυν ἐγώ σοι ξυμφέρω. μὴ μηδαμῶς.
870 δέδοικα γὰρ μὴ καὶ παρὰ τῇ στρατηγίδι, ὅταν κατατιθῶ, προσποιῇ τῶν χρημάτων.
870 νὴ τὸν Δία, δεῖ γοῦν μηχανήματός τινος,
870 ὅπως τὰ μὲν ὄντα χρήμαθ’ ἕξω, τοῖσδέ τε τῶν ματτομένων κοινῇ μεθέξω πως ἐγώ.
875 ὀρθῶς, ἔμοιγε φαίνεται· βαδιστέον ὁμός’ ἐστὶ δειπνήσοντα κοὐ μελλητέον.
ΓΡΑΥΣ Α
877 τί ποθ’ ἅνδρες οὐχ ἥκουσιν; ὥρα δ’ ἦν πάλαι. ἐγὼ δὲ καταπεπλασμένη ψιμυθίῳ ἕστηκα καὶ κροκωτὸν ἠμφιεσμένη
880 ἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος, παίζους’ ὅπως ἂν περιλάβοιμ’ αὐτῶν τινὰ παριόντα. Μοῦσαι, δεῦρ’ ἴτ’ ἐπὶ τοὐμὸν στόμα, μελύδριον εὑροῦσαί τι τῶν Ἰωνικῶν.
ΝΕΑΝΙΣ
884 νῦν μέν με παρακύψασα προὔφθης, ὦ σαπρά.
885 ᾤου δ’ ἐρήμας οὐ παρούσης ἐνθάδε ἐμοῦ τρυγήσειν καὶ προσάξεσθαί τινα ᾄδους’· ἐγὼ δ’ ἢν τοῦτο δρᾷς ἀντᾴσομαι. κεἰ γὰρ δι’ ὄχλου τοῦτ’ ἐστὶ τοῖς θεωμένοις, ὅμως ἔχει τερπνόν τι καὶ κωμῳδικόν.
890 τούτῳ διαλέγου κἀποχώρησον· σὺ δέ, φιλοττάριον αὐλητά, τοὺς αὐλοὺς λαβὼν
890 ἄξιον ἐμοῦ καὶ σοῦ προσαύλησον μέλος. εἴ τις ἀγαθὸν βούλεται πα‐ θεῖν τι, παρ’ ἐμοὶ χρὴ καθεύδειν.
895 οὐ γὰρ ἐν νέαις τὸ σοφὸν ἔν‐ εστιν, ἀλλ’ ἐν ταῖς πεπείροις. οὐδέ τοι στέργειν ἂν ἐθέλοι μᾶλλον ἢ ’γὼ τὸν φίλον ᾧπερ ξυνείην, ἀλλ’ ἐφ’ ἕτερον ἂν πέτοιτο.
895 μὴ φθόνει ταῖσιν νέαισι· τὸ τρυφερὸν γὰρ ἐμπέφυκε τοῖς ἁπαλοῖσι μηροῖς, κἀπὶ τοῖς μήλοις ἐπαν‐ θεῖ· σὺ δ’, ὦ γραῦ, παραλέλεξαι κἀντέτριψαι
905 τῷ θανάτῳ μέλημα.
905 ἐκπέσοι σου τὸ τρῆμα τό τ’ ἐπίκλιντρον ἀποβάλοις βουλομένη σποδεῖσθαι. κἀπὶ τῆς κλίνης ὄφιν προσελκύσαιο
910 βουλομένη φιλῆσαι.
910 αἰαῖ, τί ποτε πείσομαι; οὐχ ἥκει μοὐταῖρος
912 μόνη δ’ αὐτοῦ λείπομ’· ἡ
912 γάρ μοι μήτηρ ἄλλῃ βέβηκεν. καὶ τἄλλα 〈μ’〉 οὐδὲν 〈τὰ〉 μετὰ ταῦτα δεῖ λέγειν.
915 ἀλλ’, ὦ μαῖ’, ἱκετεύομαι, κά‐ λει τὸν Ὀρθαγόραν, ὅπως σαυτῆς 〈ἂν〉 κατόναι’ ἀντιβολῶ σε.
915 ἤδη τὸν ἀπ’ Ἰωνίας τρόπον, τάλαινα, κνησιᾷς.
920 δοκεῖς δέ μοι καὶ λάβδα κατὰ τοὺς Λεσβίους. ἀλλ’ οὐκ ἄν ποθ’ ὑφαρπάσαιο τἀμὰ παίγνια· τὴν δ’ ἐμὴν ὥραν οὐκ ἀπολεῖς οὐδ’ ἀπολήψει.
920 ᾆδ’ ὁπόσα βούλει καὶ παράκυφθ’ ὥσπερ γαλῆ.
925 οὐδεὶς γὰρ ὡς σὲ πρότερον εἴσεις’ ἀντ’ ἐμοῦ.
925 οὔκουν ἐπ’ ἐκφοράν γε· καινόν γ’, ὦ σαπρά.
925 οὐ δῆτα. τί γὰρ ἂν γραῒ καινά τις λέγοι;
925 οὐ τοὐμὸν ὀδυνήσει σε γῆρας. ἀλλὰ τί; ἥγχουσα μᾶλλον καὶ τὸ σὸν ψιμύθιον;
930 τί μοι διαλέγει; σὺ δὲ τί διακύπτεις; ἐγώ; ᾄδω πρὸς ἐμαυτὴν Ἐπιγένει τὠμῷ φίλῳ.
930 σοὶ γὰρ φίλος τίς ἐστιν ἄλλος ἢ Γέρης;
930 δείξει γε καὶ σοί. τάχα γὰρ εἶσιν ὡς ἐμέ.
930 ὁδὶ γὰρ αὐτός ἐστιν. οὐ σοῦ γ’, ὦλεθρε,
935 δεόμενος οὐδέν. νὴ Δί’, ὦ φθίνυλλα σύ, δείξει τάχ’ αὐτός, ὡς ἔγωγ’ ἀπέρχομαι.
935 κἄγωγ’, ἵνα γνῷς ὡς πολύ σου μεῖζον φρονῶ.
ΝΕΑΝΙΑΣ
938 εἴθ’ ἐξῆν παρὰ τῇ νέᾳ καθεύδειν, καὶ μὴ ’δει πρότερον διασποδῆσαι
940 ἀνάσιμον ἢ πρεσβυτέραν· οὐ γὰρ ἀνασχετὸν τοῦτό γ’ ἐλευθέρῳ.
940 οἰμώζων ἄρα, νὴ Δία, σποδήσεις. οὐ γὰρ τἀπὶ Χαριξένης τάδ’ ἐστίν. κατὰ τὸν νόμον ταῦτα ποιεῖν
945 ἔστι δίκαιον, εἰ δημοκρατούμεθα. ἀλλ’ εἶμι τηρήσους’ ὅ τι καὶ δράσεις ποτέ.
945 εἴθ’, ὦ θεοί, λάβοιμι τὴν καλὴν μόνην, ἐφ’ ἣν πεπωκὼς ἔρχομαι πάλαι ποθῶν.
945 ἐξηπάτησα τὸ κατάρατον γρᾴδιον.
945 φρούδη γάρ ἐστιν οἰομένη μ’ ἔνδον μένειν. ἀλλ’ οὑτοσὶ γὰρ αὐτὸς οὗ ’μεμνήμεθα.
952a δεῦρο δή, δεῦρο δή,
952b φίλον ἐμόν, δεῦρό μοι
953 πρόσελθε καὶ ξύνευνέ μοι
954a τὴν εὐφρόνην ὅπως ἔσει.
954b πάνυ γάρ τις ἔρως με δονεῖ
955 τῶνδε τῶν σῶν βοστρύχων. ἄτοπος δ’ ἔγκειταί μοί τις πόθος, ὅς με διακναίσας ἔχει. μέθες, ἱκνοῦμαί ς’, Ἔρως,
959a καὶ ποίησον τόνδ’ ἐς εὐνὴν
959b τὴν ἐμὴν ἱκέσθαι.
960 δεῦρο δή, δεῦρο δή, φίλον 〈ἐμόν〉, καὶ σύ μοι καταδραμοῦσα τὴν θύραν ἄνοιξον τήνδ’· εἰ δὲ μή, καταπεσὼν κείσομαι. ἀλλ’ ἐν τῷ σῷ βούλομαι κόλπῳ
965 πληκτίζεσθαι μετὰ τῆς σῆς πυγῆς.
965 Κύπρι, τί μ’ ἐκμαίνεις ἐπὶ ταύτῃ; μέθες, ἱκνοῦμαί ς’, Ἔρως,
968a καὶ ποίησον τήνδ’ ἐς εὐνὴν
968b τὴν ἐμὴν ἱκέσθαι.
969 καὶ ταῦτα μέντοι μετρίως πρὸς τὴν ἐμὴν ἀνάγκην
970 εἰρημέν’ ἐστίν. σὺ δέ μοι, φίλτατον, ὢ ἱκετεύω, ἄνοιξον, ἀσπάζου με. διά τοι σὲ πόνους ἔχω.
973a ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος,
973b μέλιττα Μούσης, Χαρίτων θρέμμα, Τρυφῆς πρόσωπον,
974 ἄνοιξον, ἀσπάζου με.
975 διά τοι σὲ πόνους ἔχω.
975 οὗτος, τί κόπτεις; μῶν ἐμὲ ζητεῖς; πόθεν;
975 καὶ τὴν θύραν γ’ ἤραττες. ἀποθάνοιμ’ ἄρα.
975 τοῦ δαὶ δεόμενος δᾷδ’ ἔχων ἐλήλυθας;
975 Ἀναφλύστιον ζητῶν τιν’ ἄνθρωπον. τίνα;
980 οὐ τὸν Σεβῖνον, ὃν σὺ προσδοκᾷς ἴσως.
980 νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γ’ ἤν τε μή.
980 ἀλλ’ οὐχὶ νυνὶ τὰς ὑπερεξηκοντέτεις εἰσάγομεν, ἀλλ’ εἰσαῦθις ἀναβεβλήμεθα. τὰς ἐντὸς εἴκοσιν γὰρ ἐκδικάζομεν.
985 ἐπὶ τῆς προτέρας ἀρχῆς γε ταῦτ’ ἦν, ὦ γλύκων· νυνὶ δὲ πρῶτον εἰσάγειν ἡμᾶς δοκεῖ.
985 τῷ βουλομένῳ γε κατὰ τὸν ἐν πεττοῖς νόμον.
985 ἀλλ’ οὐδὲ δειπνεῖς κατὰ τὸν ἐν πεττοῖς νόμον.
985 οὐκ οἶδ’ ὅ τι λέγεις· τηνδεδί μοι κρουστέον.
990 ὅταν γε κρούσῃς τὴν ἐμὴν πρῶτον θύραν.
990 ἀλλ’ οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα.
990 οἶδ’ ὅτι φιλοῦμαι· νῦν δὲ θαυμάζεις ὅτι θύρασί μ’ ηὗρες. ἀλλὰ πρόσαγε τὸ στόμα.
990 ἀλλ’, ὦ μέλ’ ὀρρωδῶ τὸν ἐραστήν σου. τίνα;
995 τὸν τῶν γραφέων ἄριστον. οὗτος δ’ ἐστὶ τίς;
995 ὃς τοῖς νεκροῖσι ζωγραφεῖ τὰς ληκύθους. ἀλλ’ ἄπιθ’, ὅπως μή ς’ ἐπὶ θύραισιν ὄψεται.
995 οἶδ’, οἶδ’ ὅ τι βούλει. καὶ γὰρ ἐγώ σε, νὴ Δία.
995 μὰ τὴν Ἀφροδίτην, ἥ μ’ ἔλαχε κληρουμένη,
995 μὴ ’γώ ς’ ἀφήσω. παραφρονεῖς, ὦ γρᾴδιον.
995 ληρεῖς· ἐγὼ δ’ ἄξω ς’ ἐπὶ τἀμὰ στρώματα.
995 τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνούμεθα, ἐξὸν καθέντα γρᾴδιον τοιουτονὶ ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν;
1005 μὴ σκῶπτέ μ’, ὦ τάλαν, ἀλλ’ ἕπου δεῦρ’ ὡς ἐμέ.
1005 ἀλλ’ οὐκ ἀνάγκη μοὐστίν, εἰ μὴ τῶν ἐμῶν τὴν πεντακοσιοστὴν κατέθηκας τῇ πόλει.
1005 νὴ τὴν Ἀφροδίτην, δεῖ γε μέντοι ς’· ὡς ἐγὼ τοῖς τηλικούτοις ξυγκαθεύδους’ ἥδομαι.
1010 ἐγὼ δὲ ταῖς γε τηλικαύταις ἄχθομαι,
1010 κοὐκ ἂν πιθοίμην οὐδέποτ’. ἀλλά, νὴ Δία,
1010 ἀναγκάσει τουτί σε. τοῦτο δ’ ἐστὶ τί;
1010 ψήφισμα, καθ’ ὅ σε δεῖ βαδίζειν ὡς ἐμέ.
1010 λέγ’ αὐτὸ τί ποτε κἄστι. καὶ δή σοι λέγω.
1015 ἔδοξε ταῖς γυναιξίν, ἢν ἀνὴρ νέος νέας ἐπιθυμῇ, μὴ σποδεῖν αὐτὴν πρὶν ἂν τὴν γραῦν προκρούσῃ πρῶτον. ἢν δὲ μὴ ’θέλῃ πρότερον προκρούειν, ἀλλ’ ἐπιθυμῇ τῆς νέας, ταῖς πρεσβυτέραις γυναιξὶν ἔστω τὸν νέον
1020 ἕλκειν ἀνατεὶ λαβομένας τοῦ παττάλου.
1020 οἴμοι, Προκρούστης τήμερον γενήσομαι.
1020 τοῖς γὰρ νόμοις τοῖς ἡμετέροισι πειστέον.
1020 τί δ’ ἢν ἀφαιρῆταί μ’ ἀνὴρ τῶν δημοτῶν
1020 ἢ τῶν φίλων ἐλθών τις; ἀλλ’ οὐ κύριος
1025 ὑπὲρ μέδιμνόν ἐστ’ ἀνὴρ οὐδεὶς ἔτι.
1025 ἐξωμοσία δ’ οὐκ ἔστιν; οὐ γὰρ δεῖ στροφῆς.
1025 ἀλλ’ ἔμπορος εἶναι σκήψομαι. κλάων γε σύ.
1025 τί δῆτα χρὴ δρᾶν; δεῦρ’ ἀκολουθεῖν ὡς ἐμέ.
1025 καὶ ταῦτ’ ἀνάγκη μοὐστί; Διομήδειά γε.
1030 ὑποστόρεσαί νυν πρῶτα τῆς ὀριγάνου, καὶ κλήμαθ’ ὑπόθου συγκλάσασα τέτταρα, καὶ ταινίωσαι καὶ παράθου τὰς ληκύθους, ὕδατός τε κατάθου τοὔστρακον πρὸ τῆς θύρας.
1030 ἦ μὴν ἔτ’ ὠνήσει σὺ καὶ στεφάνην ἐμοί.
1035 νὴ τὸν Δί’, ἤνπερ ᾖ γέ που τῶν κηρίνων. οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί ς’ αὐτίκα.
1035 ποῖ τοῦτον ἕλκεις; τόνδ’ ἐμαυτῆς εἰσάγω.
1035 οὐ σωφρονοῦσά γ’· οὐ γὰρ ἡλικίαν ἔχει παρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν, ἐπεὶ
1040 μήτηρ ἂν αὐτῷ μᾶλλον εἴης ἢ γυνή. ὥστ’ εἰ καταστήσεσθε τοῦτον τὸν νόμον, τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε.
1040 ὦ παμβδελυρά, φθονοῦσα τόνδε τὸν λόγον ἐξηῦρες· ἀλλ’ ἐγώ σε τιμωρήσομαι.
1045 νὴ τὸν Δία τὸν σωτῆρα, κεχάρισαί γέ μοι, ὦ γλυκύτατον, τὴν γραῦν ἀπαλλάξασά μου. ὥστ’ ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέραν μεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν.
ΓΡΑΥΣ Β
1049 αὕτη σύ, ποῖ παραβᾶσα τόνδε τὸν νόμον
1049 ἕλκεις, παρ’ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων
1049 πρότερον καθεύδειν αὐτόν; οἴμοι δείλαιος. πόθεν ἐξέκυψας, ὦ κάκιστ’ ἀπολουμένη; τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστερον.
1049 βάδιζε δεῦρο. μηδαμῶς με περιίδῃς
1055 ἑλκόμενον ὑπὸ τῆσδ’, ἀντιβολῶ ς’. ἀλλ’ οὐκ ἐγώ,
1055 ἀλλ’ ὁ νόμος ἕλκει ς’. οὐκ ἐμέ γ’, ἀλλ’ Ἔμπουσά
1056 τις,
1056 ἐξ αἵματος φλύκταιναν ἠμφιεσμένη.
1056 ἕπου, μαλακίων, δεῦρ’ ἀνύσας καὶ μὴ λάλει.
1056 ἴθι νυν ἔασον εἰς ἄφοδον πρώτιστά με
1060 ἐλθόντα θαρρῆσαι πρὸς ἐμαυτόν· εἰ δὲ μή, αὐτοῦ τι δρῶντα πυρρὸν ὄψει μ’ αὐτίκα
1060 ὑπὸ τοῦ δέους. θάρρει, βάδιζ’. ἔνδον χεσεῖ.
1060 δέδοικα κἀγὼ μὴ πλέον γ’ ἢ βούλομαι. ἀλλ’ ἐγγυητάς σοι καταστήσω δύο
1065 ἀξιόχρεως. μή μοι καθίστη.
ΓΡΑΥΣ Γ
1065 ποῖ σὺ ποῖ
1065 χωρεῖς μετὰ ταύτης; οὐκ ἔγωγ’, ἀλλ’ ἕλκομαι. ἀτὰρ ἥτις εἶ γε, πόλλ’ ἀγαθὰ γένοιτό σοι, ὅτι μ’ οὐ περιεῖδες ἐπιτριβέντ’. ὦ Ἡράκλεις, ὦ Πᾶνες, ὦ Κορύβαντες, ὦ Διοσκόρω,
1070 τοῦτ’ αὖ πολὺ τούτου τὸ κακὸν ἐξωλέστερον. ἀτὰρ τί τὸ πρᾶγμ’ ἔστ’, ἀντιβολῶ, τουτί ποτε; πότερον πίθηκος ἀνάπλεως ψιμυθίου, ἢ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων;
1070 μὴ σκῶπτέ μ’, ἀλλὰ δεῦρ’ ἕπου. δευρὶ μὲν οὖν.
1075 ὡς οὐκ ἀφήσω ς’ οὐδέποτ’. οὐδὲ μὴν ἐγώ.
1075 διασπάσεσθέ μ’, ὦ κακῶς ἀπολούμεναι.
1075 ἐμοὶ γὰρ ἀκολουθεῖν ς’ ἔδει κατὰ τὸν νόμον.
1075 οὔκ, ἢν ἑτέρα γε γραῦς ἔτ’ αἰσχίων φανῇ.
1075 ἢν οὖν ὑφ’ ὑμῶν πρῶτον ἀπόλωμαι κακῶς,
1080 φέρε πῶς ἐπ’ ἐκείνην τὴν καλὴν ἀφίξομαι;
1080 αὐτὸς σκόπει σύ· τάδε δέ σοι ποιητέον.
1080 ποτέρας προτέρας οὖν κατελάσας ἀπαλλαγῶ;
1080 οὐκ οἶσθα; βαδιεῖ δεῦρ’. ἀφέτω νύν μ’ αὑτηί.
1080 δευρὶ μὲν οὖν ἴθ’ ὡς ἔμ’. ἢν ἡδί μ’ ἀφῇ.
1085 ἀλλ’ οὐκ ἀφήσω μὰ Δία ς’. οὐδὲ μὴν ἐγώ.
1085 χαλεπαί γ’ ἂν ἦστε γενόμεναι πορθμῆς. τιή;
1085 ἕλκοντε τοὺς πλωτῆρας ἂν ἀπεκναίετε.
1085 σιγῇ βάδιζε δεῦρο. μὰ Δί’ ἀλλ’ ὡς ἐμέ.
1085 τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννωνοῦ σαφῶς
1090 ψήφισμα, βινεῖν δεῖ με διαλελημμένον.
1090 πῶς οὖν δικωπεῖν ἀμφοτέρας δυνήσομαι;
1090 καλῶς, ἐπειδὰν καταφάγῃς βολβῶν χύτραν.
1090 οἴμοι κακοδαίμων· ἐγγὺς ἤδη τῆς θύρας
1090 ἑλκόμενός εἰμ’— ἀλλ’ οὐδὲν ἔσται σοι πλέον.
1095 ξυνεσπεσοῦμαι γὰρ μετὰ σοῦ. μὴ πρὸς θεῶν· ἑνὶ γὰρ ξυνέχεσθαι κρεῖττον ἢ δυοῖν κακοῖν.
1095 νὴ τὴν Ἑκάτην, ἐάν τε βούλῃ γ’ ἤν τε μή.
1095 ὢ τρισκακοδαίμων, εἰ γυναῖκα δεῖ σαπρὰν βινεῖν ὁλὴν τὴν νύκτα καὶ τὴν ἡμέραν,
1095 κἄπειτ’, ἐπειδὰν τῆσδ’ ἀπαλλαγῶ, πάλιν Φρύνην ἔχουσαν λήκυθον πρὸς ταῖς γνάθοις. ἆρ’ οὐ κακοδαίμων εἰμί; βαρυδαίμων μὲν οὖν, νὴ τὸν Δία τὸν σωτῆρ’, ἀνὴρ καὶ δυστυχής, ὅστις τοιούτοις θηρίοις συνείρξομαι.
1105 ὅμως δ’ ἐάν τι πολλὰ πολλάκις πάθω ὑπὸ τοῖνδε τοῖν κασαλβάδοιν δεῦρ’ ἐσπλέων, θάψαι μ’ ἐπ’ αὐτῷ τῷ στόματι τῆς ἐσβολῆς, καὶ τήνδ’ ἄνωθεν ἐπιπολῆς τοῦ σήματος ζῶσαν καταπιττώσαντες εἶτα τὼ πόδε
1110 μολυβδοχοήσαντες κύκλῳ περὶ τὰ σφυρὰ
1110 ἄνω ’πιθεῖναι πρόφασιν ἀντὶ ληκύθου.
ΘΕΡΑΠΑΙΝΑ
1112 ὢ μακάριος μὲν δῆμος, εὐδαίμων δ’ ἐγώ, αὐτή τέ μοι δέσποινα μακαριωτάτη, ὑμεῖς θ’ ὅσαι παρέστατ’ ἐπὶ ταῖσιν θύραις,
1115 οἱ γείτονές τε πάντες οἵ τε δημόται, ἐγώ τε πρὸς τούτοισιν ἡ διάκονος, ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν, ἀγαθοῖσιν, ὦ Ζεῦ. πολὺ δ’ ὑπερπέπαικεν αὖ τούτων ἁπάντων τὰ Θάσι’ ἀμφορείδια.
1120 ἐν τῇ κεφαλῇ γὰρ ἐμμένει πολὺν χρόνον, τὰ δ’ ἄλλ’ ἀπανθήσαντα πάντ’ ἀπέπτατο, ὥστ’ ἐστὶ πολὺ βέλτιστα, πολὺ δῆτ’ ὦ θεοί. κέρασον ἄκρατον· εὐφρανεῖ τὴν νύχθ’ ὅλην ἐκλεγομένας ὅ τι ἂν μάλιστ’ ὀσμὴν ἔχῃ.
1125 ἀλλ’, ὦ γυναῖκες, φράσατέ μοι τὸν δεσπότην, τὸν ἄνδρ’, ὅπου ’στί, τῆς ἐμῆς κεκτημένης.
ΧΟΡΟΣ
1125 αὐτοῦ μένους’ ἡμῖν γ’ ἂν ἐξευρεῖν δοκεῖς.
ΘΕΡΑΠΑΙΝΑ
1125 μάλισθ’· ὁδὶ γὰρ ἐπὶ τὸ δεῖπνον ἔρχεται.
1125 ὦ δέσποτ’, ὦ μακάριε καὶ τρισόλβιε.
ΒΛΕΠΥΡΟΣ ΚΑΙ ΘΕΡΑΠΑΙΝΑ
1130 ἐγώ; σὺ μέντοι, νὴ Δί’, ὥς γ’ οὐδεὶς ἀνήρ. τίς γὰρ γένοιτ’ ἂν μᾶλλον ὀλβιώτερος, ὅστις πολιτῶν πλεῖον ἢ τρισμυρίων ὄντων τὸ πλῆθος οὐ δεδείπνηκας μόνος;
ΧΟΡΟΣ
1130 εὐδαιμονικόν γ’ ἄνθρωπον εἴρηκας σαφῶς.
ΘΕΡΑΠΑΙΝΑ
1135 ποῖ ποῖ βαδίζεις; ἐπὶ τὸ δεῖπνον ἔρχομαι.
1135 νὴ τὴν Ἀφροδίτην, πολύ γ’ ἁπάντων ὕστατος. ὅμως δ’ ἐκέλευε συλλαβοῦσάν μ’ ἡ γυνὴ ἄγειν σε καὶ τασδὶ μετὰ σοῦ τὰς μείρακας. οἶνος δὲ Χῖός ἐστι περιλελειμμένος
1140 καὶ τἄλλ’ ἀγαθά. πρὸς ταῦτα μὴ βραδύνετε, καὶ τῶν θεατῶν εἴ τις εὔνους τυγχάνει, καὶ τῶν κριτῶν εἰ μή τις ἑτέρωσε βλέπει, ἴτω μεθ’ ἡμῶν· πάντα γὰρ παρέξομεν.
ΒΛΕΠΥΡΟΣ
1140 οὔκουν ἁπᾶσι δῆτα γενναίως ἐρεῖς
1145 καὶ μὴ παραλείψεις μηδέν’, ἀλλ’ ἐλευθέρως καλεῖς γέροντα, μειράκιον, παιδίσκον; ὡς τὸ δεῖπνον αὐτοῖς ἐστ’ ἐπεσκευασμένον ἁπαξάπασιν—ἢν ἀπίωσιν οἴκαδε. ἐγὼ δὲ πρὸς τὸ δεῖπνον ἤδη ’πείξομαι·
1145 ἔχω δέ τοι καὶ δᾷδα ταυτηνὶ καλῶς.
ΧΟΡΟΣ
1145 τί δῆτα διατρίβεις ἔχων, ἀλλ’ οὐκ ἄγεις
1145 τασδὶ λαβών; ἐν ὅσῳ δὲ καταβαίνεις, ἐγὼ ἐπᾴσομαι μέλος τι μελλοδειπνικόν. σμικρὸν δ’ ὑποθέσθαι τοῖς κριταῖσι βούλομαι,
1155 τοῖς σοφοῖς μὲν τῶν σοφῶν μεμνημένοις κρίνειν ἐμέ, τοῖς γελῶσι δ’ ἡδέως διὰ τὸν γέλων κρίνειν ἐμέ— σχεδὸν ἅπαντας οὖν κελεύω δηλαδὴ κρίνειν ἐμέ— μηδὲ τὸν κλῆρον γενέσθαι μηδὲν ἡμῖν αἴτιον, ὅτι προείληχ’· ἀλλὰ πάντα ταῦτα χρὴ μεμνημένους
1160 μὴ ’πιορκεῖν, ἀλλὰ κρίνειν τοὺς χοροὺς ὀρθῶς ἀεί, μηδὲ ταῖς κακαῖς ἑταίραις τὸν τρόπον προσεικέναι, αἳ μόνον μνήμην ἔχουσι τῶν τελευταίων ἀεί. ὦ, ὦ, ὥρα δή, 〈ὦ〉 φίλαι γυναῖκες, εἴπερ μέλλομεν τὸ χρῆμα δρᾶν,
1165 ἐπὶ τὸ δεῖπνον ὑπανακινεῖν. Κρητικῶς οὖν τὼ πόδε
ΒΛΕΠΥΡΟΣ
1165 καὶ σὺ κίνει. τοῦτο δρῶ. καὶ τάσδε νῦν ... ...... λαγαρὰς τοῖν σκελίσκοιν τὸν ῥυθμόν. τάχα γὰρ ἔπεισι λοπαδοτεμαχοσελαχογαλεο‐
1170 κρανιολειψανοδριμυποτριμματο‐ σιλφιολιπαρομελιτοκατακεχυμενο‐
1170 κιχλεπικοσσυφοφαττοπεριστερα‐ λεκτρυονοπτοπιφαλλι〈δ〉οκιγκλοπε‐ λειολαγῳοσιραιοβαφητραγα‐
1175 νοπτερυγών. σὺ δὲ ταῦτ’ ἀκροασάμε‐ νος ταχὺ καὶ ταχέως λαβὲ τρύβλιον. εἶτα λαβὼν κόνισαι λέκιθον, ἵν’ ἐπιδειπνῇς. ἀλλὰ λαιμάττουσί που.
1180 αἴρεσθ’ ἄνω, ἰαί, εὐαί, δειπνήσομεν, εὐοῖ, εὐαί, εὐαί, ὡς ἐπὶ νίκῃ.
1180 εὐαί, εὐαί, εὐαί, εὐαί.