eul_wid: daw-aa

Aristophanes of Athens Women at the Thesmophoria in Greek

Women at the Thesmophoria is a comedy by the Athenian playwright Aristophanes, first performed in 411 BCE. Written in verse, the play is a classic example of Old Comedy. Its plot centers on the tragic playwright Euripides, who learns that the women of Athens, angered by his unflattering dramatic portrayals of them, plan to condemn him to death during their secret assembly at the women-only Thesmophoria festival. To infiltrate the gathering, Euripides persuades his elderly relative Mnesilochus to disguise himself as a woman. The ruse is eventually discovered, leading to a series of frantic rescue attempts in which Euripides parodies scenes from his own tragedies. The play adheres to the conventional structure of Old Comedy, featuring a chorus, a formal debate, and a sequence of comic episodes.

Produced during the Peloponnesian War in the aftermath of Athens's disastrous Sicilian Expedition, the comedy reflects a period of profound civic anxiety. Modern scholarship often interprets it as a sophisticated, meta-theatrical critique of Euripidean drama and a satire of Athenian political and legal institutions, which are humorously transposed to a female context. The complete text of the play, comprising 1394 lines, survives through medieval manuscripts primarily from the Byzantine era, transmitted with the minor textual corruptions and gaps typical of ancient works.

1.1 Ὦ Ζεῦ, χελιδὼν ἆρά ποτε φανήσεται;
1.2 Ἀπολεῖ μ’ ἀλύων ἅνθρωπος ἐξ ἑωθινοῦ.
1.3 Οἷόν τε, πρὶν τὸν σπλῆνα κομιδῇ μ’ ἐκβαλεῖν,
1.4 παρὰ σοῦ πυθέσθαι ποῖ μ’ ἄγεις, ωὖριπίδη;
5.1 Ἀλλ’ οὐκ ἀκούειν δεῖ σε πάνθ’ ὅς’ αὐτίκα
5.2 ὄψει παρεστώς.
6.1 Πῶς λέγεις; Αὖθις φράσον.
6.2 Οὐ δεῖ μ’ ἀκούειν;
7 Οὐχ ἅ γ’ ἂν μέλλῃς ὁρᾶν. Οὐδ’ ἆρ’ ὁρᾶν δεῖ μ’;
8 Οὐχ ἅ γ’ ἂν ἀκούειν δέῃ. Πῶς μοι παραινεῖς; Δεξιῶς μέντοι λέγεις.
10 Οὐ φῂς σὺ χρῆναί μ’ οὔτ’ ἀκούειν οὔθ’ ὁρᾶν; Χωρὶς γὰρ αὐτοῖν ἑκατέρου ’στὶν ἡ φύσις. Τοῦ μήτ’ ἀκούειν μήθ’ ὁρᾶν;
12 Εὖ ἴσθ’ ὅτι. Πῶς χωρίς;
13.1 Οὕτω ταῦτα διεκρίθη τότε.
13.2 Αἰθὴρ γὰρ ὅτε τὰ πρῶτα διεχωρίζετο
15.1 καὶ ζῷ’ ἐν αὑτῷ ξυνετέκνου κινούμενα,
15.2 ᾧ μὲν βλέπειν χρὴ πρῶτ’ ἐμηχανήσατο
15.3 ὀφθαλμὸν ἀντίμιμον ἡλίου τροχῷ,
15.4 ἀκοῇ δὲ χοάνην ὦτα διετετρήνατο. Διὰ τὴν χοάνην οὖν μήτ’ ἀκούω μήθ’ ὁρῶ;
20.1 Νὴ τὸν Δί’ ἥδομαί γε τουτὶ προσμαθών.
20.2 Οἷόν γέ πού ’στιν αἱ σοφαὶ ξυνουσίαι. Πόλλ’ ἂν μάθοις τοιαῦτα παρ’ ἐμοῦ.
22.1 Πῶς ἂν οὖν
22.2 πρὸς τοῖς ἀγαθοῖς τούτοισιν ἐξεύροιμ’ ὅπως
22.3 ἔτι προσμάθοιμι χωλὸς εἶναι τὼ σκέλει;
25 Βάδιζε δευρὶ καὶ πρόσεχε τὸν νοῦν.
25 Ἰδού. Ὁρᾷς τὸ θύριον τοῦτο;
26.1 Νὴ τὸν Ἡρακλέα
26.2 οἶμαί γε.
27 Σίγα νυν.
27 Σιωπῶ τὸ θύριον. Ἄκου’.
28 Ἀκούω καὶ σιωπῶ τὸ θύριον. Ἐνταῦθ’ Ἀγάθων ὁ κλεινὸς οἰκῶν τυγχάνει
30 ὁ τραγῳδοποιός.
30.1 Ποῖος οὗτος Ἁγάθων;
30.2 Ἔστιν τις Ἀγάθων—
31 Μῶν ὁ μέλας, ὁ καρτερός; Οὔκ, ἀλλ’ ἕτερός τις.
32.1 Οὐχ ἑόρακα πώποτε.
32.2 Μῶν ὁ δασυπώγων;
33 Οὐχ ἑόρακας πώποτε; Μὰ τὸν Δί’ οὔπω γ’ ὥστε κἀμέ γ’ εἰδέναι.
35.1 Καὶ μὴν βεβίνηκας σύ γ’, ἀλλ’ οὐκ οἶσθ’ ἴσως.
35.2 Ἀλλ’ ἐκποδὼν πτήξωμεν, ὡς ἐξέρχεται
35.3 θεράπων τις αὐτοῦ πῦρ ἔχων καὶ μυρρίνας,
35.4 προθυσόμενος, ἔοικε, τῆς ποήσεως.
39 Εὔφημος πᾶς ἔστω λαός,
40.1 στόμα συγκλῄσας· ἐπιδημεῖ γὰρ
40.2 θίασος Μουσῶν ἔνδον μελάθρων
40.3 τῶν δεσποσύνων μελοποιῶν.
40.4 Ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ,
40.5 κῦμα δὲ πόντου μὴ κελαδείτω
45 γλαυκόν—
45 Βομβάξ.
45.1 Σίγα. Τί λέγει; πτηνῶν τε γένη κατακοιμάσθω,
45.2 θηρῶν τ’ ἀγρίων πόδες ὑλοδρόμων
45.3 μὴ λυέσθων· —
48 Βομβαλοβομβάξ. μέλλει γὰρ ὁ καλλιεπὴς Ἀγάθων
unit_30 πρόμος ἡμέτερος—
unit_31 Μῶν βινεῖσθαι;
unit_32 Τίς ὁ φωνήσας;
51 Νήνεμος αἰθήρ.
unit_34.1 δρυόχους τιθέναι δράματος ἀρχάς.
unit_34.2 Κάμπτει δὲ νέας ἁψῖδας ἐπῶν,
unit_34.3 τὰ δὲ τορνεύει, τὰ δὲ κολλομελεῖ,
55.1 καὶ γνωμοτυπεῖ κἀντονομάζει
55.2 καὶ κηροχυτεῖ καὶ γογγύλλει
55.3 καὶ χοανεύει—
57 καὶ λαικάζει.
unit_37 Τίς ἀγροιώτας πελάθει θριγκοῖς;
unit_38 Ὃς ἕτοιμος σοῦ τοῦ τε ποητοῦ
60.1 τοῦ καλλιεποῦς κατὰ τοῦ θριγκοῦ
60.2 συγγογγύλας καὶ συστρέψας
60.3 τουτὶ τὸ πέος χοανεῦσαι.
unit_40 Ἦ που νέος γ’ ὢν ἦσθ’ ὑβριστής, ὦ γέρον.
unit_41 Ὦ δαιμόνιε, τοῦτον μὲν ἔα χαίρειν, σὺ δὲ
65 Ἀγάθωνά μοι δεῦρ’ ἐκκάλεσον πάσῃ τέχνῃ.
unit_43.1 Μηδὲν ἱκέτευ’· αὐτὸς γὰρ ἔξεισιν τάχα·
unit_43.2 καὶ γὰρ μελοποεῖν ἄρχεται. Χειμῶνος οὖν
unit_43.3 ὄντος κατακάμπτειν τὰς στροφὰς οὐ ῥᾴδιον,
unit_43.4 ἢν μὴ προΐῃ θύραζε πρὸς τὸν ἥλιον.
70 Τί οὖν ἐγὼ δρῶ;
70 Περίμεν’, ὡς ἐξέρχεται.
unit_46 Ὦ Ζεῦ, τί δρᾶσαι διανοεῖ με τήμερον;
unit_47.1 Νὴ τοὺς θεοὺς ἐγὼ πυθέσθαι βούλομαι
unit_47.2 τί τὸ πρᾶγμα τουτί. Τί στένεις; Τί δυσφορεῖς;
unit_47.3 Οὐ χρῆν σε κρύπτειν ὄντα κηδεστὴν ἐμόν.
75 Ἔστιν κακόν μοι μέγα τι προπεφυραμένον.
unit_49 Ποῖόν τι;
76.1 Τῇδε θἠμέρᾳ κριθήσεται
76.2 εἴτ’ ἔστ’ ἔτι ζῶν εἴτ’ ἀπόλωλ’ Εὐριπίδης.
unit_51 Καὶ πῶς; ἐπεὶ νῦν γ’ οὔτε τὰ δικαστήρια
unit_52 μέλλει δικάζειν οὔτε βουλῆς ἐσθ’ ἕδρα,
80 ἐπείπερ ἐστὶ Θεσμοφορίων ἡ μέση.
unit_54.1 Τοῦτ’ αὐτὸ γάρ τοι κἀπολεῖν με προσδοκῶ.
unit_54.2 Αἱ γὰρ γυναῖκες ἐπιβεβουλεύκασί μοι
unit_54.3 κἀν Θεσμοφόροιν μέλλουσι περί μου τήμερον
unit_54.4 ἐκκλησιάζειν ἐπ’ ὀλέθρῳ.
84 Τιὴ τί δή;
85 Ὁτιὴ τραγῳδῶ καὶ κακῶς αὐτὰς λέγω.
unit_57.1 Νὴ τὸν Ποσειδῶ καὶ δίκαιά 〈γ’〉 ἂν πάθοις.
unit_57.2 Ἀτὰρ τίν’ ἐκ τούτων σὺ μηχανὴν ἔχεις;
unit_58.1 Ἀγάθωνα πεῖσαι τὸν τραγῳδοδιδάσκαλον
unit_58.2 εἰς Θεσμοφόροιν ἐλθεῖν.
89 Τί δράσοντ’; εἰπέ μοι.
90.1 Ἐκκλησιάσοντ’ ἐν ταῖς γυναιξὶ χἂν δέῃ
90.2 λέξονθ’ ὑπὲρ ἐμοῦ.
91 Πότερα φανερῶς ἢ λάθρᾳ;
unit_62 Λάθρᾳ, στολὴν γυναικὸς ἠμφιεσμένον.
unit_63.1 Τὸ πρᾶγμα κομψὸν καὶ σφόδρ’ ἐκ τοῦ σοῦ τρόπου·
unit_63.2 τοῦ γὰρ τεχνάζειν ἡμέτερος ὁ πυραμοῦς.
95 Σίγα.
95 Τί δ’ ἐστίν;
95 Ἁγάθων ἐξέρχεται.
unit_67 Καὶ ποῦ ’σθ’;
96 〈Ὅπου〉 ’στίν; Οὗτος οὑκκυκλούμενος.
unit_69.1 Ἀλλ’ ἦ τυφλὸς μέν εἰμ’; Ἐγὼ γὰρ οὐχ ὁρῶ
unit_69.2 ἄνδρ’ οὐδέν’ ἐνθάδ’ ὄντα, Κυρήνην δ’ ὁρῶ.
unit_70 Σίγα· μελῳδεῖν γὰρ παρασκευάζεται.
unit_71 Μύρμηκος ἀτραπούς, ἢ τί διαμινυρίζεται;
101.1 Ἱερὰν Χθονίαιν δεξάμεναι
101.2 λαμπάδα, κοῦραι, ξὺν ἐλευθέρᾳ
101.3 πραπίδι χορεύσασθε βοάν. —
unit_73 (ὡς Χορός.)
104 Τίνι δαιμόνων ὁ κῶμος;
105.1 Λέγε νιν. Εὐπίστως δὲ τοὐμὸν
105.2 δαίμονας ἔχει σεβίσαι. —
105.3 Ἄγετ’ ὦ κλῄζετε, Μοῦσαι,
105.4 χρυσέων ῥύτορα τόξων
105.5 Φοῖβον, ὃς ἱδρύσατο χώρας
110 γύαλα Σιμουντίδι γᾷ. —
unit_77 (ὡς Χορός.)
111.1 Χαῖρε καλλίσταις ἀοιδαῖς,
111.2 Φοῖβ’, ἐν εὐμούσοισι τιμαῖς
111.3 γέρας ἱερὸν προφέρων. —
111.4 Τάν τ’ ἐν ὄρεσι δρυογόνοισιν
115 κόραν ἀείσατ’ Ἄρτεμιν ἀγροτέραν. —
unit_80.1 Ἕπομαι κλῄζουσα σεμνὰν
unit_80.2 γόνον ὀλβίζουσα Λατοῦς,
unit_81 Ἄρτεμιν ἀπειρολεχῆ. —
120.1 Λατώ τε κρούματά τ’ Ἀσιάδος ποδὶ
120.2 παράρυθμ’ εὔρυθμα, Φρυγίων
120.3 διανεύματα Χαρίτων. —
unit_83 (ὡς Χορός.)
122.1 Σέβομαι Λατώ τ’ ἄνασσαν
122.2 κίθαρίν τε ματέρ’ ὕμνων
122.3 ἄρσενι βοᾷ δοκίμων. —
125.1 Τᾷ φάος ἔσσυτο δαιμονίοις
125.2 ὄμμασιν, ἁμετέρας τε δι’ αἰφνιδί‐
125.3 ου ὀπός. Ὧν χάριν
125.4 ἄνακτ’ ἄγαλλε Φοῖβον. —
unit_86 (ὡς Χορός.)
129 Χαῖρ’, ὄλβιε παῖ Λατοῦς.
130.1 Ὡς ἡδὺ τὸ μέλος, ὦ πότνιαι Γενετυλλίδες,
130.2 καὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον
130.3 καὶ μανδαλωτόν, ὥστ’ ἐμοῦ γ’ ἀκροωμένου
130.4 ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος.
130.5 Καί ς’, ὦ νεανίσκ’, εἴ τις εἶ, κατ’ Αἰσχύλον
135.1 ἐκ τῆς Λυκουργείας ἐρέσθαι βούλομαι.
135.2 Ποδαπὸς ὁ γύννις; Τίς πάτρα; Τίς ἡ στολή;
135.3 Τίς ἡ τάραξις τοῦ βίου; Τί βάρβιτος
unit_90.1 λαλεῖ κροκωτῷ; Τί δὲ δορὰ κεκρυφάλῳ;
unit_90.2 Τί λήκυθος καὶ στρόφιον; Ὡς οὐ ξύμφορα.
140.1 Τίς δαὶ κατόπτρου καὶ ξίφους κοινωνία;
140.2 Σύ τ’ αὐτός, ὦ παῖ, πότερον ὡς ἀνὴρ τρέφει;
140.3 Καὶ ποῦ πέος; Ποῦ χλαῖνα; Ποῦ Λακωνικαί;
140.4 Ἀλλ’ ὡς γυνὴ δῆτ’; Εἶτα ποῦ τὰ τιτθία;
140.5 Τί φῄς; Τί σιγᾷς; Ἀλλὰ δῆτ’ ἐκ τοῦ μέλους
145 ζητῶ ς’, ἐπειδή γ’ αὐτὸς οὐ βούλει φράσαι;
unit_93.1 Ὦ πρέσβυ πρέσβυ, τοῦ φθόνου μὲν τὸν ψόγον
unit_93.2 ἤκουσα, τὴν δ’ ἄλγησιν οὐ παρεσχόμην·
unit_93.3 ἐγὼ δὲ τὴν ἐσθῆθ’ ἅμα 〈τῇ〉 γνώμῃ φορῶ.
unit_93.4 Χρὴ γὰρ ποητὴν ἄνδρα πρὸς τὰ δράματα
unit_94.1 ἃ δεῖ ποεῖν, πρὸς ταῦτα τοὺς τρόπους ἔχειν.
unit_94.2 Αὐτίκα γυναικεῖ’ ἢν ποῇ τις δράματα,
unit_94.3 μετουσίαν δεῖ τῶν τρόπων τὸ σῶμ’ ἔχειν.
unit_95 Οὐκοῦν κελητίζεις, ὅταν Φαίδραν ποῇς;
unit_96 Ἀνδρεῖα δ’ ἢν ποῇ τις, ἐν τῷ σώματι
155.1 ἔνεσθ’ ὑπάρχον τοῦθ’. Ἃ δ’ οὐ κεκτήμεθα,
155.2 μίμησις ἤδη ταῦτα συνθηρεύεται.
unit_98.1 Ὅταν σατύρους τοίνυν ποῇς, καλεῖν ἐμέ,
unit_98.2 ἵνα συμποιῶ σοὔπισθεν ἐστυκὼς ἐγώ.
unit_99 Ἄλλως τ’ ἄμουσόν ἐστι ποιητὴν ἰδεῖν
160.1 ἀγρεῖον ὄντα καὶ δασύν. Σκέψαι δ’ ὅτι
160.2 Ἴβυκος ἐκεῖνος κἀνακρέων ὁ Τήιος
160.3 κἀλκαῖος, οἵπερ ἁρμονίαν ἐχύμισαν,
160.4 ἐμιτροφόρουν τε κἀχλίδων Ἰωνικῶς.
unit_101 Καὶ Φρύνιχος, —τοῦτον γὰρ οὖν ἀκήκοας, —
165.1 αὐτός τε καλὸς ἦν καὶ καλῶς ἠμπίσχετο·
165.2 διὰ τοῦτ’ ἄρ’ αὐτοῦ καὶ κάλ’ ἦν τὰ δράματα.
165.3 Ὅμοια γὰρ ποεῖν ἀνάγκη τῇ φύσει.
unit_103.1 Ταῦτ’ ἄρ’ ὁ Φιλοκλέης αἰσχρὸς ὢν αἰσχρῶς ποεῖ,
unit_103.2 ὁ δὲ Ξενοκλέης ὢν κακὸς κακῶς ποεῖ,
170 ὁ δ’ αὖ Θέογνις ψυχρὸς ὢν ψυχρῶς ποεῖ.
unit_105.1 Ἅπας’ ἀνάγκη. Ταῦτα γάρ τοι γνοὺς ἐγὼ
unit_105.2 ἐμαυτὸν ἐθεράπευσα.
172 Πῶς, πρὸς τῶν θεῶν;
unit_107.1 Παῦσαι βαΰζων· καὶ γὰρ ἐγὼ τοιοῦτος ἦν
unit_107.2 ὢν τηλικοῦτος, ἡνίκ’ ἠρχόμην ποεῖν.
175 Μὰ τὸν Δί’, οὐ ζηλῶ σε τῆς παιδεύσεως.
unit_109 Ἀλλ’ ὧνπερ οὕνεκ’ ἦλθον, ἔα μ’ εἰπεῖν.
176 Λέγε.
unit_111.1 Ἀγάθων, «σοφοῦ πρὸς ἀνδρός, ὅστις ἐν βραχεῖ
unit_111.2 πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους.»
unit_111.3 Ἐγὼ δὲ καινῇ ξυμφορᾷ πεπληγμένος
180 ἱκέτης ἀφῖγμαι πρὸς σέ.
180 Τοῦ χρείαν ἔχων;
unit_114.1 Μέλλουσί μ’ αἱ γυναῖκες ἀπολεῖν τήμερον
unit_114.2 τοῖς Θεσμοφορίοις, ὅτι κακῶς αὐτὰς λέγω.
unit_115 Τίς οὖν παρ’ ἡμῶν ἐστιν ὠφέλειά σοι;
unit_116 Ἡ πᾶς’. Ἐὰν γὰρ ἐγκαθεζόμενος λάθρᾳ
185.1 ἐν ταῖς γυναιξίν, ὡς δοκῶν εἶναι γυνή,
185.2 ὑπεραποκρίνῃ μου, σαφῶς σώσεις ἐμέ.
185.3 Μόνος γὰρ ἂν λέξειας ἀξίως ἐμοῦ.
unit_118 Ἔπειτα πῶς οὐκ αὐτὸς ἀπολογεῖ παρών;
unit_119 Ἐγὼ φράσω σοι. Πρῶτα μὲν γιγνώσκομαι·
190.1 ἔπειτα πολιός εἰμι καὶ πώγων’ ἔχω,
190.2 σὺ δ’ εὐπρόσωπος, λευκός, ἐξυρημένος,
190.3 γυναικόφωνος, ἁπαλός, εὐπρεπὴς ἰδεῖν.
unit_121 Εὐριπίδη—
193 Τί ἐστιν;
193.1 Ἐπόησάς ποτε·
193.2 «Χαίρεις ὁρῶν φῶς, πατέρα δ’ οὐ χαίρειν δοκεῖς;»
195 Ἔγωγε.
195.1 Μή νυν ἐλπίσῃς τὸ σὸν κακὸν
195.2 ἡμᾶς ὑφέξειν. Καὶ γὰρ ἂν μαινοίμεθ’ ἄν.
195.3 Ἀλλ’ αὐτὸς ὅ γε σόν ἐστιν οἰκείως φέρε.
195.4 Τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασιν
195.5 φέρειν δίκαιον, ἀλλὰ τοῖς παθήμασιν.
unit_126.1 Καὶ μὴν σύ γ’, ὦ κατάπυγον, εὐρύπρωκτος εἶ
unit_126.2 οὐ τοῖς λόγοισιν, ἀλλὰ τοῖς παθήμασιν.
unit_127 Τί δ’ ἐστὶν ὅτι δέδοικας ἐλθεῖν αὐτόσε;
unit_128 Κάκιον ἀπολοίμην ἂν ἢ σύ.
203 Πῶς;
203.1 Ὅπως;
203.2 Δοκῶν γυναικῶν ἔργα νυκτερείσια
205 κλέπτειν ὑφαρπάζειν τε θήλειαν Κύπριν.
unit_132.1 Ἰδού γε κλέπτειν· νὴ Δία, βινεῖσθαι μὲν οὖν.
unit_132.2 Ἀτὰρ ἡ πρόφασίς γε νὴ Δί’ εἰκότως ἔχει.
unit_133 Τί οὖν; Ποήσεις ταῦτα;
208 Μὴ δόκει γε σύ.
unit_135 Ὦ τρισκακοδαίμων, ὡς ἀπόλωλ’.
209 Εὐριπίδη,
210 ὦ φίλτατ’, ὦ κηδεστά, μὴ σαυτὸν προδῷς.
unit_138 Πῶς οὖν ποήσω δῆτα;
211.1 Τοῦτον μὲν μακρὰ
211.2 κλάειν κέλευ’, ἐμοὶ δ’ ὅ τι βούλει χρῶ λαβών.
unit_140.1 Ἄγε νυν, ἐπειδὴ σαυτὸν ἐπιδίδως ἐμοί,
unit_140.2 ἀπόδυθι τουτὶ θοἰμάτιον.
214 Καὶ δὴ χαμαί.
215 Ἀτὰρ τί μέλλεις δρᾶν μ’;
215.1 Ἀποξυρεῖν ταδί,
215.2 τὰ κάτω δ’ ἀφεύειν.
216.1 Ἀλλὰ πρᾶττ’, εἴ σοι δοκεῖ·
216.2 ἢ μὴ διδόναι γ’ ἐμαυτὸν ὤφελον τότε.
unit_145.1 Ἀγάθων, σὺ μέντοι ξυροφορεῖς ἑκάστοτε,
unit_145.2 χρῆσόν τί νυν ἡμῖν ξυρόν.
219 Αὐτὸς λάμβανε
220 ἐντεῦθεν ἐκ τῆς ξυροδόκης.
220.1 Γενναῖος εἶ.
220.2 Κάθιζε· φύσα τὴν γνάθον τὴν δεξιάν.
unit_149 Οἴμοι.
222.1 Τί κέκραγας; Ἐμβαλῶ σοι πάτταλον,
222.2 ἢν μὴ σιωπᾷς.
223 Ἀτταταῖ ἰατταταῖ.
unit_152 Οὗτος σύ, ποῖ θεῖς;
224 Εἰς τὸ τῶν σεμνῶν θεῶν·
225.1 οὐ γὰρ μὰ τὴν Δήμητρ’ ἔτ’ ἐνταυθοῖ μενῶ
225.2 τεμνόμενος.
226.1 Οὔκουν καταγέλαστος δῆτ’ ἔσει
226.2 τὴν ἡμίκραιραν τὴν ἑτέραν ψιλὴν ἔχων;
unit_156 Ὀλίγον μέλει μοι.
228.1 Μηδαμῶς, πρὸς τῶν θεῶν,
228.2 προδῷς με. Χώρει δεῦρο.
229 Κακοδαίμων ἐγώ.
230 Ἔχ’ ἀτρέμα σαυτὸν κἀνάκυπτε. Ποῖ στρέφει;
unit_160 Μῦ μῦ.
231 Τί μύζεις; Πάντα πεπόηται καλῶς.
unit_162 Οἴμοι κακοδαίμων, ψιλὸς οὖν στρατεύσομαι.
unit_163.1 Μὴ φροντίσῃς· ὡς εὐπρεπὴς φανεῖ πάνυ.
unit_163.2 Βούλει θεᾶσθαι σαυτόν;
234 Εἰ δοκεῖ, φέρε.
235 Ὁρᾷς σεαυτόν;
235 Οὐ μὰ Δί’, ἀλλὰ Κλεισθένη.
unit_167 Ἀνίστας’, ἵν’ ἀφεύσω σε, κἀγκύψας ἔχε.
unit_168 Οἴμοι κακοδαίμων, δελφάκιον γενήσομαι.
unit_169.1 Ἐνεγκάτω τις ἔνδοθεν δᾷδ’ ἢ λύχνον.
unit_169.2 Ἐπίκυπτε· τὴν κέρκον φυλάττου νυν ἄκραν.
240.1 Ἐμοὶ μελήσει νὴ Δία, πλήν γ’ ὅτι κάομαι.
240.2 Οἴμοι τάλας. Ὕδωρ ὕδωρ, ὦ γείτονες,
240.3 πρὶν ἀντιλαβέσθαι τὴν τράμιν μου τῆς φλογός.
unit_171 Θάρρει.
243 Τί θαρρῶ καταπεπυρπολημένος;
unit_173 Ἀλλ’ οὐκέτ’ οὐδὲν πρᾶγμά σοι· τὰ πλεῖστα γὰρ
245 ἀποπεπόνηκας.
245.1 Φῦ, ἰοὺ τῆς ἀσβόλου.
245.2 Αἰθὸς γεγένημαι πάντα τὰ περὶ τὴν τράμιν.
unit_176 Μὴ φροντίσῃς· Σάτυρος γὰρ αὐτὰ σπογγιεῖ.
unit_177 Οἰμώξεται τἄρ’ εἰ τὸν ἐμὸν πρωκτὸν πλυνεῖ.
unit_178 Ἀγάθων, ἐπειδὴ σαυτὸν ἐπιδοῦναι φθονεῖς,
unit_179.1 ἀλλ’ ἱμάτιον γοῦν χρῆσον ἡμῖν τουτῳὶ
unit_179.2 καὶ στρόφιον· οὐ γὰρ ταῦτά γ’ ὡς οὐκ ἔστ’ ἐρεῖς.
unit_180 Λαμβάνετε καὶ χρῆσθ’· οὐ φθονῶ.
252 Τί οὖν λάβω;
unit_182 Ὅ τι; τὸν κροκωτὸν πρῶτον ἐνδύου λαβών.
unit_183 Νὴ τὴν Ἀφροδίτην, ἡδύ γ’ ὄζει ποσθίου.
255 Σύζωσον ἁνύσας. Αἶρέ νυν στρόφιον.
255 Ἰδού·
unit_186 Ἴθι νυν κατάστειλόν με τὰ περὶ τὼ σκέλει.
unit_187 Κεκρυφάλου δεῖ καὶ μίτρας.
257.1 Ἡδὶ μὲν οὖν
257.2 κεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ.
unit_189 Νὴ τὸν Δί’, ἀλλὰ κἀπιτηδεία πάνυ.
260 Ἆρ’ ἁρμόσει μοι;
260.1 Νὴ Δί’, ἀλλ’ ἄριστ’ ἔχει.
260.2 Φέρ’ ἔγκυκλόν τι.
261 Λάμβαν’ ἀπὸ τῆς κλινίδος.
unit_193 Ὑποδημάτων δεῖ.
262 Τἀμὰ ταυτὶ λάμβανε.
unit_195 Ἆρ’ ἁρμόσει μοι; Χαλαρά γ’ οὐ χαίρεις φορῶν.
unit_196 Σὺ τοῦτο γίγνωσκ’. Ἀλλ’—ἔχεις γὰρ ὧν δέει, —
265 εἴσω τις ὡς τάχιστά μ’ εἰσκυκλησάτω.
unit_198.1 Ἀνὴρ μὲν ἡμῖν οὑτοσὶ καὶ δὴ γυνὴ
unit_198.2 τό γ’ εἶδος. Ἢν λαλῇς δ’, ὅπως τῷ φθέγματι
unit_198.3 γυναικιεῖς εὖ καὶ πιθανῶς.
268 Πειράσομαι.
unit_200 Βάδιζε τοίνυν.
269 Μὰ τὸν Ἀπόλλω οὔκ, ἤν γε μὴ
270 ὀμόσῃς ἐμοί—
270 Τί χρῆμα;
270.1 συσσώσειν ἐμὲ
270.2 πάσαις τέχναις, ἤν μοί τι περιπίπτῃ κακόν.
unit_205 Ὄμνυμι τοίνυν αἰθέρ’, οἴκησιν Διός.
unit_206 Τί μᾶλλον ἢ τὴν Ἱπποκράτους ξυνοικίαν;
unit_207 Ὄμνυμι τοίνυν πάντας ἄρδην τοὺς θεούς.
275.1 Μέμνησο τοίνυν ταῦθ’, ὅτι ἡ φρὴν ὤμοσεν,
275.2 ἡ γλῶττα δ’ οὐκ ὀμώμοκ’, οὐδ’ ὥρκως’ ἐγώ.
unit_209.1 Ἔα σπεῦδε ταχέως· ὡς τὸ τῆς ἐκκλησίας
unit_209.2 σημεῖον ἐν τῷ Θεσμοφορείῳ φαίνεται.
unit_209.3 Ἐγὼ δ’ ἄπειμι.
279 Δεῦρό νυν, ὦ Θρᾷτθ’, ἕπου.
280.1 Ὦ Θρᾷττα, θέασαι, καομένων τῶν λαμπάδων
280.2 ὅσον τὸ χρῆμ’ ἀνέρχεθ’ ὑπὸ τῆς λιγνύος.
280.3 Ἀλλ’, ὦ περικαλλεῖ Θεσμοφόρω, δέξασθέ με
280.4 ἀγαθῇ τύχῃ καὶ δεῦρο 〈καὶ〉 πάλιν οἴκαδε.
280.5 Ὦ Θρᾷττα, τὴν κίστην κάθελε, κᾆτ’ ἔξελε
285.1 τὸ πόπανον, ὅπως λαβοῦσα θύσω τοῖν θεοῖν.
285.2 Δέσποινα πολυτίμητε Δήμητερ φίλη
285.3 καὶ Φερρέφαττα, πολλὰ πολλάκις μέ σοι
285.4 θύειν ἔχουσαν, εἰ δὲ μἀλλὰ νῦν λαθεῖν.
285.5 Καὶ τὴν θυγατέρ’ εὔχοιρον ἀνδρός μοι τυχεῖν
290 πλουτοῦντος, ἄλλως δ’ ἠλιθίου κἀβελτέρου,
unit_214.1 καὶ πρὸς σαθίσκον νοῦν ἔχειν μοι καὶ φρένας.
unit_214.2 Ποῦ ποῦ καθίζωμ’ ἐν καλῷ, τῶν ῥητόρων
unit_214.3 ἵν’ ἐξακούω; Σὺ δ’ ἄπιθ’, ὦ Θρᾷττ’, ἐκποδών·
unit_214.4 δούλοις γὰρ οὐκ ἔξεστ’ ἀκούειν τῶν λόγων.
295-296 Εὐφημία ἔστω, εὐφημία ἔστω. Εὔχεσθε τοῖν Θεσ‐
296-297 μοφόροιν, καὶ τῷ Πλούτῳ, καὶ τῇ Καλλιγενείᾳ, καὶ
298-300 τῇ Κουροτρόφῳ, καὶ τῷ Ἑρμῇ, καὶ 〈ταῖσ〉 Χάρισιν,
300-301 ἐκκλησίαν τήνδε καὶ σύνοδον τὴν νῦν κάλλιστα καὶ
302 ἄριστα ποῆσαι, πολυωφελῶς μὲν 〈τῇ〉 πόλει τῇ
303-305 Ἀθηναίων, τυχηρῶς δ’ ὑμῖν αὐταῖς. Καὶ τὴν δρῶ‐
305-306 σαν καὶ ἀγορεύουσαν τὰ βέλτιστα περὶ τὸν δῆμον
307 τὸν Ἀθηναίων καὶ τὸν τῶν γυναικῶν, ταύτην νικᾶν.
308-310 Ταῦτ’ εὔχεσθε, καὶ ὑμῖν αὐταῖς τἀγαθά. Ἰὴ παιών,
311 ἰὴ παιών, ἰὴ παιών. Χαίρωμεν.
unit_225.1 Δεχόμεθα καὶ θεῶν γένος
unit_225.2 λιτόμεθα ταῖσδ’ ἐπ’ εὐχαῖς
unit_225.3 φανέντας ἐπιχαρῆναι.
315.1 Ζεῦ μεγαλώνυμε χρυσολύρα τε
315.2 Δῆλον ὃς ἔχεις ἱεράν,
315.3 καὶ σύ, παγκρατὲς κόρα γλαυκ‐
315.4 ῶπι χρυσόλογχε πόλιν οἰ‐
315.5 κοῦσα περιμάχητον, ἐλθὲ δεῦρο·
320 καὶ πολυώνυμε θηροφόνη,
unit_228.1 Λατοῦς χρυσώπιδος ἔρνος,
unit_228.2 σύ τε, πόντιε σεμνὲ Πόσειδον
unit_228.3 ἁλιμέδον,
unit_228.4 προλιπὼν μυχὸν ἰχθυόεντα
325.1 οἰστροδόνητον, Νηρέος εἰναλίου τε κόραι
325.2 Νύμφαι τ’ ὀρείπλαγκτοι.
325.3 Χρυσέα δὲ φόρμιγξ
325.4 ἰαχήσειεν ἐπ’ εὐχαῖς
325.5 ἡμετέραις· τελέως δ’ ἐκ‐
329 κλησιάσαιμεν Ἀθηνῶν
330 εὐγενεῖς γυναῖκες.
unit_232.1 Εὔχεσθε τοῖς θεοῖσι τοῖς Ὀλυμπίοις
unit_232.2 καὶ ταῖς Ὀλυμπίαισι, καὶ τοῖς Πυθίοις
unit_232.3 καὶ ταῖσι Πυθίαισι, καὶ τοῖς Δηλίοις
unit_232.4 καὶ ταῖσι Δηλίαισι, τοῖς τ’ ἄλλοις θεοῖς.
335.1 Εἴ τις ἐπιβουλεύει τι τῷ δήμῳ κακὸν
335.2 τῷ τῶν γυναικῶν, ἢ ’πικηρυκεύεται
335.3 Εὐριπίδῃ Μήδοις 〈τ’〉 ἐπὶ βλάβῃ τινὶ
335.4 τῇ τῶν γυναικῶν, ἢ τυραννεῖν ἐπινοεῖ,
335.5 ἢ τὸν τύραννον συγκατάγειν, ἢ παιδίον
340.1 ὑποβαλλομένης κατεῖπεν, ἢ δούλη τινὸς
340.2 προαγωγὸς οὖς’ ἐνετρύλισεν τῷ δεσπότῃ,
340.3 ἢ πεμπομένη τις ἀγγελίας ψευδεῖς φέρει,
340.4 ἢ μοιχὸς εἴ τις ἐξαπατᾷ ψευδῆ λέγων
340.5 καὶ μὴ δίδωσιν ἃν ὑπόσχηταί ποτε,
345.1 ἢ δῶρά τις δίδωσι μοιχῷ γραῦς γυνή,
345.2 ἢ καὶ δέχεται προδιδοῦς’ ἑταίρα τὸν φίλον,
unit_236.1 κεἴ τις κάπηλος ἢ καπηλὶς τοῦ χοῶς
unit_236.2 ἢ τῶν κοτυλῶν τὸ νόμισμα διαλυμαίνεται,
unit_236.3 κακῶς ἀπολέσθαι τοῦτον αὐτὸν κᾠκίαν
unit_237.1 ἀρᾶσθε, ταῖς δ’ ἄλλαισιν ὑμῖν τοὺς θεοὺς
unit_237.2 εὔχεσθε πάσαις πολλὰ δοῦναι κἀγαθά.
unit_238.1 Ξυνευχόμεσθα τέλεα μὲν
unit_238.2 πόλει, τέλεα δὲ δήμῳ
unit_238.3 τάδ’ εὔγματ’ ἀποτελεῖσθαι,
355.1 τὰ δ’ ἄρισθ’ ὅσαις προσήκει
355.2 νικᾶν λεγούσαις. Ὁπόσαι δ’
357-358 ἐξαπατῶσιν παραβαίνουσί τε τοὺς
359 ὅρκους τοὺς νενομισμένους
360.1 κερδῶν οὕνεκ’ ἐπὶ βλάβῃ,
360.2 ἢ ψηφίσματα καὶ νόμον
360.3 ζητοῦς’ ἀντιμεθιστάναι,
360.4 τἀπόρρητά τε τοῖσιν ἐ‐
360.5 χθροῖς τοῖς ἡμετέροις λέγους’,
365.1 ἢ Μήδους ἐπάγουσι τῆς
365.2 χώρας οὕνεκ’ ἐπὶ βλάβῃ,
365.3 ἀσεβοῦς’ ἀδικοῦσί τε τὴν πόλιν.
365.4 Ἀλλ’, ὦ παγκρατὲς
365.5 Ζεῦ, ταῦτα κυρώσειας, ὥσθ’
370.1 ἡμῖν θεοὺς παραστατεῖν,
370.2 καίπερ γυναιξὶν οὔσαις.
372-373 Ἄκουε πᾶς’. Ἔδοξε τῇ βουλῇ τάδε
374 τῇ τῶν γυναικῶν· Τιμόκλει’ ἐπεστάτει,
375 Λύσιλλ’ ἐγραμμάτευεν, εἶπε Σωστράτη·
unit_248.1 ἐκκλησίαν ποεῖν ἕωθεν τῇ μέσῃ
unit_248.2 τῶν Θεσμοφορίων, ᾗ μάλισθ’ ἡμῖν σχολή,
unit_248.3 καὶ χρηματίζειν πρῶτα περὶ Εὐριπίδου,
unit_248.4 ὅ τι χρὴ παθεῖν ἐκεῖνον· ἀδικεῖν γὰρ δοκεῖ
379 ἡμῖν ἁπάσαις. Τίς ἀγορεύειν βούλεται;
380 Ἐγώ.
380 Περίθου νυν τόνδε πρῶτον πρὶν λέγειν.
unit_252.1 Σίγα, σιώπα, πρόσεχε τὸν νοῦν· χρέμπτεται γὰρ ἤδη
unit_252.2 ὅπερ ποιοῦς’ οἱ ῥήτορες. Μακρὰν ἔοικε λέξειν.
unit_253.1 Φιλοτιμίᾳ μὲν οὐδεμιᾷ μὰ τὼ θεὼ
unit_253.2 λέξους’ ἀνέστην, ὦ γυναῖκες· ἀλλὰ γὰρ
385.1 βαρέως φέρω τάλαινα πολὺν ἤδη χρόνον,
385.2 προπηλακιζομένας ὁρῶς’ ἡμᾶς ὑπὸ
385.3 Εὐριπίδου τοῦ τῆς λαχανοπωλητρίας
385.4 καὶ πολλὰ καὶ παντοῖ’ ἀκουούσας κακά.
385.5 Τί γὰρ οὗτος ἡμᾶς οὐκ ἐπισμῇ τῶν κακῶν;
390.1 Ποῦ δ’ οὐχὶ διαβέβληχ’, ὅπουπερ ἔμβραχυ
390.2 εἰσὶν θεαταὶ καὶ τραγῳδοὶ καὶ χοροί,
390.3 τὰς μοιχοτρόπους, τὰς ἀνδρεραστρίας καλῶν,
390.4 τὰς οἰνοπότιδας, τὰς προδότιδας, τὰς λάλους,
390.5 τὰς οὐδὲν ὑγιές, τὰς μέγ’ ἀνδράσιν κακόν;
395.1 Ὥστ’ εὐθὺς εἰσιόντες ἀπὸ τῶν ἰκρίων
395.2 ὑποβλέπους’ ἡμᾶς σκοποῦνταί τ’ εὐθέως
395.3 μὴ μοιχὸς ἔνδον ᾖ τις ἀποκεκρυμμένος.
395.4 Δρᾶσαι δ’ ἔθ’ ἡμῖν οὐδὲν ὧνπερ καὶ πρὸ τοῦ
unit_257 ἔξεστι· τοιαῦθ’ οὗτος ἐδίδαξεν κακὰ
unit_258.1 τοὺς ἄνδρας ἡμῶν. Ὥστ’ ἐάν τίς 〈τινα〉 πλέκῃ
unit_258.2 γυνὴ στέφανον, ἐρᾶν δοκεῖ· κἂν ἐκβάλῃ
unit_258.3 σκεῦός τι κατὰ τὴν οἰκίαν πλανωμένη,
unit_258.4 ἁνὴρ ἐρωτᾷ· «Τῷ κατέαγεν ἡ χύτρα;
unit_258.5 Οὐκ ἔσθ’ ὅπως οὐ τῷ Κορινθίῳ ξένῳ.»
405.1 Κάμνει κόρη τις, εὐθὺς ἁδελφὸς λέγει·
405.2 «Τὸ χρῶμα τοῦτό μ’ οὐκ ἀρέσκει τῆς κόρης.»
405.3 Εἶἑν. Γυνή τις ὑποβαλέσθαι βούλεται
405.4 ἀποροῦσα παίδων, οὐδὲ τοῦτ’ ἔστιν λαθεῖν.
405.5 Ἅνδρες γὰρ ἤδη παρακάθηνται πλησίον·
410.1 πρὸς τοὺς γέροντάς θ’ οἳ πρὸ τοῦ τὰς μείρακας
410.2 ἤγοντο, διαβέβληκεν, ὥστ’ οὐδεὶς γέρων
410.3 γαμεῖν ἐθέλει γυναῖκα διὰ τοὔπος τοδί·
410.4 «Δέσποινα γὰρ γέροντι νυμφίῳ γυνή.»
410.5 Εἶτα διὰ τοῦτον ταῖς γυναικωνίτισιν
415.1 σφραγῖδας ἐπιβάλλουσιν ἤδη καὶ μοχλοὺς
415.2 τηροῦντες ἡμᾶς, καὶ προσέτι Μολοττικοὺς
415.3 τρέφουσι μορμολυκεῖα τοῖς μοιχοῖς κύνας.
415.4 Καὶ ταῦτα μὲν ξυγγνώσθ’· ἃ δ’ ἦν ἡμῖν πρὸ τοῦ
415.5 αὐταῖς ταμιεῦσαι καὶ προαιρούσαις λαβεῖν
420.1 ἄλφιτον, ἔλαιον, οἶνον, οὐδὲ ταῦτ’ ἔτι
420.2 ἔξεστιν. Οἱ γὰρ ἄνδρες ἤδη κλειδία
420.3 αὐτοὶ φοροῦσι κρυπτά, κακοηθέστατα,
420.4 Λακωνίκ’ ἄττα, τρεῖς ἔχοντα γομφίους.
420.5 Πρὸ τοῦ μὲν οὖν ἦν ἀλλ’ ὑποῖξαι τὴν θύραν
425.1 ποησαμέναισι δακτύλιον τριωβόλου·
425.2 νῦν δ’ οὗτος αὐτοὺς ᾡκότριψ Εὐριπίδης
425.3 ἐδίδαξε θριπήδεστ’ ἔχειν σφραγίδια
425.4 ἐξαψαμένους. Νῦν οὖν ἐμοὶ τούτῳ δοκεῖ
unit_264 ὄλεθρόν τιν’ ἡμᾶς κυρκανᾶν ἁμωσγέπως,
430 ἢ φαρμάκοισιν ἢ μιᾷ γέ τῳ τέχνῃ,
431-432 ὅπως ἀπολεῖται. Ταῦτ’ ἐγὼ φανερῶς λέγω·
433 τὰ δ’ ἄλλα μετὰ τῆς γραμματέως συγγράψομαι.
unit_268 Οὔπω ταύτης ἤκουσα
435 πολυπλοκωτέρας γυναικὸς
435.1 οὐδὲ δεινότερον λεγούσης.
435.2 Πάντα γὰρ λέγει δίκαια·
435.3 πάσας δ’ ἰδέας ἐξήτασεν,
435.4 πάντα δ’ ἐβάστασε φρενὶ πυκνῶς τε
435.5 ποικίλους λόγους ἀνηῦρεν
439 εὖ διεζητημένους.
440.1 Ὥστ’ ἂν εἰ λέγοι παρ’ αὐτὴν
440.2 Ξενοκλέης ὁ Καρκίνου, δο‐
441.1 κεῖν ἂν αὐτόν, ὡς ἐγᾦμαι,
441.2 πᾶσιν ὑμῖν
442 ἄντικρυς μηδὲν λέγειν.
443.1 Ὀλίγων ἕνεκα καὐτὴ παρῆλθον ῥημάτων.
443.2 Τὰ μὲν γὰρ ἄλλ’ αὕτη κατηγόρηκεν εὖ·
445.1 ἃ δ’ ἐγὼ πέπονθα, ταῦτα λέξαι βούλομαι.
445.2 Ἐμοὶ γὰρ ἁνὴρ ἀπέθανεν μὲν ἐν Κύπρῳ
445.3 παιδάρια πέντε καταλιπών, ἁγὼ μόλις
445.4 στεφανηπλοκοῦς’ ἔβοσκον ἐν ταῖς μυρρίναις.
445.5 Τέως μὲν οὖν ἀλλ’ ἡμικάκως ἐβοσκόμην·
unit_277.1 νῦν δ’ οὗτος ἐν ταῖσιν τραγῳδίαις ποιῶν
unit_277.2 τοὺς ἄνδρας ἀναπέπεικεν οὐκ εἶναι θεούς·
unit_277.3 ὥστ’ οὐκέτ’ ἐμπολῶμεν οὐδ’ εἰς ἥμισυ.
unit_278.1 Νῦν οὖν ἁπάσαισιν παραινῶ καὶ λέγω
unit_278.2 τοῦτον κολάσαι τὸν ἄνδρα πολλῶν οὕνεκα·
455.1 ἄγρια γὰρ ἡμᾶς, ὦ γυναῖκες, δρᾷ κακά,
455.2 ἅτ’ ἐν ἀγρίοισι τοῖς λαχάνοις αὐτὸς τραφείς.
455.3 Ἀλλ’ εἰς ἀγορὰν ἄπειμι· δεῖ γὰρ ἀνδράσιν
455.4 πλέξαι στεφάνους ξυνθηματιαίους εἴκοσιν.
unit_280 Ἕτερον αὖ τι λῆμα τοῦτο
460 κομψότερον ἔτ’ ἢ τὸ πρότερον
460.1 ἀναπέφηνεν.
460.2 Οἷα κατεστωμύλατο
460.3 οὐκ ἄκαιρα, φρένας ἔχουσα
460.4 καὶ πολύπλοκον νόημ’, οὐδ’
460.5 ἀσύνετ’, ἀλλὰ πιθανὰ πάντα.
465 Δεῖ δὲ ταύτης τῆς ὕβρεως ἡ‐
465 μῖν τὸν ἄνδρα
465 περιφανῶς δοῦναι δίκην.
unit_286.1 Τὸ μέν, ὦ γυναῖκες, ὀξυθυμεῖσθαι σφόδρα
unit_286.2 Εὐριπίδῃ, τοιαῦτ’ ἀκουούσας κακά,
unit_286.3 οὐ θαυμάσιόν ἐστ’, οὐδ’ ἐπιζεῖν τὴν χολήν.
unit_286.4 Καὐτὴ γὰρ ἔγωγ’, —οὕτως ὀναίμην τῶν τέκνων, —
470.1 μισῶ τὸν ἄνδρ’ ἐκεῖνον, εἰ μὴ μαίνομαι.
470.2 Ὅμως δ’ ἐν ἀλλήλαισι χρὴ δοῦναι λόγον·
470.3 αὐταὶ γάρ ἐσμεν, κοὐδεμί’ ἐκφορὰ λόγου.
470.4 Τί ταῦτ’ ἔχουσαι ’κεῖνον αἰτιώμεθα
470.5 βαρέως τε φέρομεν, εἰ δύ’ ἡμῶν ἢ τρία
475.1 κακὰ ξυνειδὼς εἶπε δρώσας μυρία;
475.2 Ἐγὼ γὰρ αὐτὴ πρῶτον, ἵνα μἄλλην λέγω,
unit_289.1 ξύνοιδ’ ἐμαυτῇ πολλὰ 〈δείν’·〉 ἐκεῖνο δ’ οὖν
unit_289.2 δεινότατον, ὅτε νύμφη μὲν ἦν τρεῖς ἡμέρας,
unit_289.3 ὁ δ’ ἀνὴρ παρ’ ἐμοὶ καθηῦδεν. Ἦν δέ μοι φίλος,
480.1 ὅσπερ με διεκόρησεν οὖσαν ἑπτέτιν.
480.2 Οὗτος πόθῳ μου ’κνυεν ἐλθὼν τὴν θύραν·
480.3 κᾆτ’ εὐθὺς ἔγνων· εἶτα καταβαίνω λάθρᾳ.
480.4 Ὁ δ’ ἀνὴρ ἐρωτᾷ· «Ποῖ σὺ καταβαίνεις;» «Ὅποι;
480.5 στρόφος μ’ ἔχει τὴν γαστέρ’, ὦνερ, κὠδύνη·
485.1 εἰς τὸν κοπρῶν’ οὖν ἔρχομαι.» «Βάδιζέ νυν.»
485.2 Κᾆθ’ ὁ μὲν ἔτριβε κεδρίδας, ἄννηθον, σφάκον·
485.3 ἐγὼ δὲ καταχέασα τοῦ στροφέως ὕδωρ
485.4 ἐξῆλθον ὡς τὸν μοιχόν· εἶτ’ ἠρειδόμην
485.5 παρὰ τὸν Ἀγυιᾶ κῦβδ’, ἐχομένη τῆς δάφνης.
490.1 Ταῦτ’ οὐδεπώποτ’ εἶφ’, ὁρᾶτ’, Εὐριπίδης·
490.2 οὐδ’ ὡς ὑπὸ τῶν δούλων τε κὠρεωκόμων
490.3 σποδούμεθ’, ἢν μὴ ’χωμεν ἕτερον, οὐ λέγει·
490.4 οὐδ’ ὡς ὅταν μάλισθ’ ὑπό του ληκώμεθα
490.5 τὴν νύχθ’, ἕωθεν σκόροδα διαμασώμεθα,
495.1 ἵν’ ὀσφρόμενος ἁνὴρ ἀπὸ τείχους εἰσιὼν
495.2 μηδὲν κακὸν δρᾶν ὑποτοπῆται. Ταῦθ’, ὁρᾷς,
495.3 οὐπώποτ’ εἶπεν. Εἰ δὲ Φαίδραν λοιδορεῖ,
495.4 ἡμῖν τί τοῦτ’ ἔστ’; Οὐδ’ ἐκεῖν’ εἴρηκέ πω,
495.5 ὡς ἡ γυνὴ δεικνῦσα τἀνδρὶ τοὔγκυκλον
unit_294.1 〈ἰδεῖν〉 ὑπ’ αὐγὰς οἷον, ἐγκεκαλυμμένον
unit_294.2 τὸν μοιχὸν ἐξέπεμψεν, οὐκ εἴρηκέ πω.
unit_294.3 Ἑτέραν δ’ ἐγᾦδ’ ἣ ’φασκεν ὠδίνειν γυνὴ
unit_295.1 δέχ’ ἡμέρας, ἕως ἐπρίατο παιδίον.
unit_295.2 Ὁ δ’ ἀνὴρ περιήρχετ’ ὠκυτόκι’ ὠνούμενος·
505.1 τὸ δ’ εἰσέφερε γραῦς ἐν χύτρᾳ, τὸ παιδίον,
505.2 ἵνα μὴ βοῴη, κηρίῳ βεβυσμένον.
505.3 Εἶθ’ ὡς ἔνευσεν ἡ φέρους’, εὐθὺς βοᾷ·
505.4 «Ἄπελθ’ ἄπελθ’, ἤδη γάρ, ὦνέρ, μοι δοκῶ
505.5 τέξειν.» Τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισεν.
510.1 Χὠ μὲν γεγηθὼς ἔτρεχεν, ἡ δ’ ἐξέσπασεν
510.2 ἐκ τοῦ στόματος τοῦ παιδίου, τὸ δ’ ἀνέκραγεν.
510.3 Εἶθ’ ἡ μιαρὰ γραῦς, ἣ ’φερεν τὸ παιδίον,
510.4 θεῖ μειδιῶσα πρὸς τὸν ἄνδρα καὶ λέγει·
510.5 «Λέων λέων σοι γέγονεν, αὐτέκμαγμα σόν,
515.1 τά τ’ ἄλλ’ ἁπαξάπαντα καὶ τὸ πόσθιον
515.2 τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον.»
515.3 Ταῦτ’ οὐ ποιοῦμεν τὰ κακά; Νὴ τὴν Ἄρτεμιν
515.4 ἡμεῖς γε. Κᾆτ’ Εὐριπίδῃ θυμούμεθα,
515.5 οὐδὲν παθοῦσαι μεῖζον ἢ δεδράκαμεν;
520.1 Τουτὶ μέντοι θαυμαστόν,
520.2 ὁπόθεν ηὑρέθη τὸ χρῆμα,
520.3 χἤτις ἐξέθρεψε χώρα
520.4 τήνδε τὴν θρασεῖαν οὕτω.
520.5 Τάδε γὰρ εἰπεῖν τὴν πανοῦργον
525.1 κατὰ τὸ φανερὸν ὧδ’ ἀναιδῶς
525.2 οὐκ ἂν ᾠόμην ἐν ἡμῖν
525.3 οὐδὲ τολμῆσαί ποτ’ ἄν.
525.4 Ἀλλὰ πᾶν γένοιτ’ ἂν ἤδη.
525.5 Τὴν παροιμίαν δ’ ἐπαινῶ
529 τὴν παλαιάν· ὑπὸ λίθῳ γὰρ
530 παντί που χρὴ
530.1 μὴ δάκῃ ῥήτωρ ἀθρεῖν.
530.2 Ἀλλ’ οὐ γάρ ἐστι τῶν ἀναισχύντων φύσει γυναικῶν
530.3 οὐδὲν κάκιον εἰς ἅπαντα πλὴν ἄρ’ εἰ γυναῖκες.
unit_304.1 Οὔ τοι μὰ τὴν Ἄγλαυρον, ὦ γυναῖκες, εὖ φρονεῖτε,
unit_304.2 ἀλλ’ ἢ πεφάρμαχθ’ ἢ κακόν τι μέγα πεπόνθατ’ ἄλλο,
535.1 ταύτην ἐῶσαι τὴν φθόρον τοιαῦτα περιυβρίζειν
535.2 ἡμᾶς ἁπάσας. Εἰ μὲν οὖν τις ἔστιν ... —, εἰ δὲ μή, ἡμεῖς
535.3 αὐταί τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι
535.4 ταύτης ἀποψιλώσομεν τὸν χοῖρον, ἵνα διδαχθῇ
535.5 γυνὴ γυναῖκας οὖσα μὴ κακῶς λέγειν τὸ λοιπόν.
540.1 Μὴ δῆτα τόν γε χοῖρον, ὦ γυναῖκες. Εἰ γὰρ οὔσης
540.2 παρρησίας κἀξὸν λέγειν ὅσαι πάρεσμεν ἀσταί,
540.3 εἶτ’ εἶπον ἁγίγνωσκον ὑπὲρ Εὐριπίδου δίκαια,
540.4 διὰ τοῦτο τιλλομένην με δεῖ δοῦναι δίκην ὑφ’ ὑμῶν;
unit_307 Οὐ γάρ σε δεῖ δοῦναι δίκην; ἥτις μόνη τέτληκας
545.1 ὑπὲρ ἀνδρὸς ἀντειπεῖν, ὃς ἡμᾶς πολλὰ κακὰ δέδρακεν
545.2 ἐπίτηδες εὑρίσκων λόγους, ὅπου γυνὴ πονηρὰ
545.3 ἐγένετο, Μελανίππας ποιῶν Φαίδρας τε· Πηνελόπην δὲ
545.4 οὐπώποτ’ ἐπόης’, ὅτι γυνὴ σώφρων ἔδοξεν εἶναι.
unit_309 Ἐγὼ γὰρ οἶδα ταἴτιον. Μίαν γὰρ οὐκ ἂν εἴποις
unit_310 τῶν νῦν γυναικῶν Πηνελόπην, Φαίδρας ἁπαξαπάσας.
unit_311.1 Ἀκούετ’, ὦ γυναῖκες, οἷ’ εἴρηκεν ἡ πανοῦργος
unit_311.2 ἡμᾶς ἁπάσας αὖθις αὖ.
552.1 Καὶ νὴ Δί’ οὐδέπω γε
552.2 εἴρηχ’ ὅσα ξύνοιδ’· ἐπεὶ βούλεσθε πλείον’ εἴπω;
unit_313 Ἀλλ’ οὐκ ἂν ἔτ’ ἔχοις· ὅσα γὰρ ᾔδησθ’ ἐξέχεας ἅπαντα.
555.1 Μὰ Δί’ οὐδέπω τὴν μυριοστὴν μοῖραν ὧν ποιοῦμεν.
555.2 Ἐπεὶ τάδ’ οὐκ εἴρηχ’, ὁρᾷς, ὡς στλεγγίδας λαβοῦσαι
555.3 ἔπειτα σιφωνίζομεν τὸν οἶνον—
557 Ἐπιτριβείης.
unit_316.1 ὥς τ’ αὖ τὰ κρέ’ ἐξ Ἀπατουρίων ταῖς μαστροποῖς διδοῦσαι
unit_316.2 ἔπειτα τὴν γαλῆν φαμεν—
559 Τάλαιν’ ἐγώ· φλυαρεῖς.
560.1 Οὐδ’ ὡς ἑτέρα τὸν ἄνδρα τῷ πελέκει κατεσπόδησεν,
560.2 οὐκ εἶπον· οὐδ’ ὡς φαρμάκοις ἑτέρα τὸν ἄνδρ’ ἔμηνεν,
560.3 οὐδ’ ὡς ὑπὸ τῇ πυέλῳ κατώρυξέν ποτ’—
562 Ἐξόλοιο.
unit_320 Ἀχαρνικὴ τὸν πατέρα.
563 Ταῦτα δῆτ’ ἀνέκτ’ ἀκούειν;
unit_322 Οὐδ’ ὡς σὺ τῆς δούλης τεκούσης ἄρρεν εἶτα σαυτῇ
565 τοῦθ’ ὑπεβάλου, τὸ σὸν δὲ θυγάτριον παρῆκας αὐτῇ.
unit_324.1 Οὔ τοι μὰ τὼ θεὼ σὺ καταπροίξει λέγουσα ταυτί,
unit_324.2 ἀλλ’ ἐκποκιῶ σου τὰς ποκάδας.
567 Οὔ τοι μὰ Δία σύ γ’ ἅψει.
unit_326 Καὶ μὴν ἰδού.
568 Καὶ μὴν ἰδού.
568 Λαβὲ θοἰμάτιον, Φιλίστη.
unit_329 Πρόσθιγε μόνον, κἀγώ σε νὴ τὴν Ἄρτεμιν—
569 Τί δράσεις;
570 τὸν σησαμοῦνθ’ ὃν κατέφαγες, τοῦτον χεσεῖν ποήσω.
unit_332.1 Παύσασθε λοιδορούμεναι· καὶ γὰρ γυνή τις ἡμῖν
unit_332.2 ἐσπουδακυῖα προστρέχει. Πρὶν οὖν ὁμοῦ γενέσθαι,
unit_333 σιγᾶθ’, ἵν’ αὐτῆς κοσμίως πυθώμεθ’ ἅττα λέξει.
574 Φίλαι γυναῖκες, ξυγγενεῖς τοὐμοῦ τρόπου,
575.1 ὅτι μὲν φίλος εἴμ’ ὑμῖν, ἐπίδηλος ταῖς γνάθοις.
575.2 Γυναικομανῶ γὰρ προξενῶ θ’ ὑμῶν ἀεί.
575.3 Καὶ νῦν ἀκούσας πρᾶγμα περὶ ὑμῶν μέγα
575.4 ὀλίγῳ τι πρότερον κατ’ ἀγορὰν λαλούμενον,
575.5 ἥκω φράσων τοῦτ’ ἀγγελῶν θ’ ὑμῖν, ἵνα
580.1 σκοπῆτε καὶ τηρῆτε μὴ καὶ προσπέσῃ
580.2 ὑμῖν ἀφράκτοις πρᾶγμα δεινὸν καὶ μέγα.
unit_337.1 Τί δ’ ἐστίν, ὦ παῖ; Παῖδα γάρ ς’ εἰκὸς καλεῖν,
unit_337.2 ἕως ἂν οὕτως τὰς γνάθους ψιλὰς ἔχῃς.
unit_338 Εὐριπίδην φάς’ ἄνδρα κηδεστήν τινα
585 αὑτοῦ γέροντα δεῦρ’ ἀναπέμψαι τήμερον.
unit_340 Πρὸς ποῖον ἔργον ἢ τίνος γνώμης χάριν;
unit_341.1 Ἵν’ ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν,
unit_341.2 ἐκεῖνος εἴη τῶν λόγων κατάσκοπος.
unit_342 Καὶ πῶς λέληθεν ἐν γυναιξὶν ὢν ἀνήρ;
590.1 Ἀφηῦσεν αὐτὸν κἀπέτιλ’ Εὐριπίδης
590.2 καὶ τἄλλ’ ἅπανθ’ ὥσπερ γυναῖκ’ ἐσκεύασεν.
unit_344.1 Πείθεσθε τούτῳ ταῦτα; Τίς δ’ οὕτως ἀνὴρ
unit_344.2 ἠλίθιος ὅστις τιλλόμενος ἠνείχετο;
unit_344.3 Οὐκ οἴομαι ’γωγ’, ὦ πολυτιμήτω θεώ.
595.1 Ληρεῖς. Ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν,
595.2 εἰ μὴ ’πεπύσμην ταῦτα τῶν σάφ’ εἰδότων.
unit_346.1 Τὸ πρᾶγμα τουτὶ δεινὸν εἰσαγγέλλεται.
unit_346.2 Ἀλλ’, ὦ γυναῖκες, οὐκ ἐλινύειν ἐχρῆν,
unit_347 ἀλλὰ σκοπεῖν τὸν ἄνδρα καὶ ζητεῖν ὅπου
unit_348.1 λέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος.
unit_348.2 Καὶ σὺ ξυνέξευρ’ αὐτόν, ὡς ἂν τὴν χάριν
unit_348.3 ταύτην τε κἀκείνην ἔχῃς, ὦ πρόξενε.
unit_349 Φέρ’ ἴδω, τίς εἶ πρώτη σύ;
603 Ποῖ τις τρέψεται;
unit_351 Ζητητέαι γάρ ἐστε.
604 Κακοδαίμων ἐγώ.
605 Ἔμ’ ἥτις 〈εἴμ’〉 ἤρου; Κλεωνύμου γυνή.
unit_354 Γιγνώσκεθ’ ὑμεῖς ἥτις ἔσθ’ ἡδὶ γυνή;
unit_355 Γιγνώσκομεν δῆτ’· ἀλλὰ τὰς ἄλλας ἄθρει.
unit_356.1 Ἡδὶ δὲ δὴ τίς ἐστιν, ἡ τὸ παιδίον
unit_356.2 ἔχουσα;
609 Τίτθη νὴ Δί’ ἐμή.
609 Διοίχομαι.
610 Αὕτη σύ, ποῖ στρέφει; μέν’ αὐτοῦ. Τί τὸ κακόν;
unit_360 Ἔασον οὐρῆσαί μ’· ἀναίσχυντός 〈τισ〉 εἶ.
unit_361 Σὺ δ’ οὖν πόει τοῦτ’. Ἀναμενῶ γὰρ ἐνθάδε.
unit_362.1 Ἀνάμενε δῆτα καὶ σκόπει γ’ αὐτὴν σφόδρα·
unit_362.2 μόνην γὰρ αὐτήν, ὦνερ, οὐ γιγνώσκομεν.
615 Πολύν γε χρόνον οὐρεῖς σύ.
615.1 Νὴ Δί’, ὦ μέλε,
615.2 στραγγουριῶ γάρ· ἐχθὲς ἔφαγον κάρδαμα.
unit_365 Τί καρδαμίζεις; Οὐ βαδιεῖ δεῦρ’ ὡς ἐμέ;
unit_366 Τί δῆτά μ’ ἕλκεις ἀσθενοῦσαν;
618.1 Εἰπέ μοι,
618.2 τίς ἐστ’ ἀνήρ σοι;
619 Τὸν ἐμὸν ἄνδρα πυνθάνει;
620 Τὸν δεῖνα γιγνώσκεις, τὸν ἐκ Κοθωκιδῶν;
unit_370 Τὸν δεῖνα; ποῖον;
621.1 Ἔσθ’ ὁ δεῖν’, ὃς καί ποτε
621.2 τὸν δεῖνα, τὸν τοῦ δεῖνα—
622.1 Ληρεῖν μοι δοκεῖς.
622.2 Ἀνῆλθες ἤδη δεῦρο πρότερον;
623.1 Νὴ Δία
623.2 ὁσέτη γε.
624 Καὶ τίς σοὐστὶ συσκηνήτρια;
625 Ἡ δεῖν’ ἔμοιγ’. Οἴμοι τάλας.
625 Οὐδὲν λέγεις.
unit_377.1 Ἄπελθ’. Ἐγὼ γὰρ βασανιῶ ταύτην καλῶς
unit_377.2 ἐκ τῶν ἱερῶν τῶν πέρυσι. Σὺ δ’ ἀπόστηθί μοι,
unit_377.3 ἵνα μὴ ’πακούσῃς ὢν ἀνήρ. Σὺ δ’ εἰπέ μοι
unit_377.4 ὅ τι πρῶτον ἡμῖν τῶν ἱερῶν ἐδείκνυτο.
630 Φέρ’ ἴδω, τί μέντοι πρῶτον ἦν; Ἐπίνομεν.
unit_379 Τί δὲ μετὰ τοῦτο δεύτερον;
631 Προὐπίνομεν.
unit_381 Ταυτὶ μὲν ἤκουσάς τινος. Τί δαὶ τρίτον;
unit_382 Σκάφιον Ξένυλλ’ ᾔτησεν· οὐ γὰρ ἦν ἁμίς.
unit_383 Οὐδὲν λέγεις. Δεῦρ’ ἐλθέ, δεῦρ’, ὦ Κλείσθενες.
635 Ὅδ’ ἐστὶν ἁνὴρ ὃν λέγεις.
635 Τί οὖν ποιῶ;
unit_386 Ἀπόδυσον αὐτόν· οὐδὲν ὑγιὲς γὰρ λέγει.
unit_387 Κἄπειτ’ ἀποδύσετ’ ἐννέα παίδων μητέρα;
unit_388 Χάλα ταχέως τὸ στρόφιον, ὦναίσχυντε σύ.
unit_389 Ὡς καὶ στιβαρά τις φαίνεται καὶ καρτερά·
640 καὶ νὴ Δία τιτθούς γ’ ὥσπερ ἡμεῖς οὐκ ἔχει.
unit_391 Στερίφη γάρ εἰμι κοὐκ ἐκύησα πώποτε.
unit_392 Νῦν· τότε δὲ μήτηρ ἦσθα παίδων ἐννέα.
unit_393 Ἀνίστας’ ὀρθός. Ποῖ τὸ πέος ὠθεῖς κάτω;
unit_394 Τοδὶ διέκυψε καὶ μάλ’ εὔχρων, ὦ τάλαν.
645 Καὶ ποῦ ’στιν;
645 Αὖθις εἰς τὸ πρόσθεν οἴχεται.
unit_397 Οὐκ ἐγγεταυθί.
646 Μἀλλὰ δεῦρ’ ἥκει πάλιν.
unit_399.1 Ἰσθμόν τιν’ ἔχεις, ἄνθρωπ’· ἄνω τε καὶ κάτω
unit_399.2 τὸ πέος διέλκεις πυκνότερον Κορινθίων.
unit_400 Ὦ μιαρὸς οὗτος. Ταῦτ’ ἄρ’ ὑπὲρ Εὐριπίδου
unit_401 ἡμῖν ἐλοιδορεῖτο.
unit_402.1 Κακοδαίμων ἐγώ,
unit_402.2 εἰς οἷ’ ἐμαυτὸν εἰσεκύλισα πράγματα.
unit_403 Ἄγε δή, τί δρῶμεν;
652.1 Τουτονὶ φυλάττετε
652.2 καλῶς, ὅπως μὴ διαφυγὼν οἰχήσεται·
652.3 ἐγὼ δὲ ταῦτα τοῖς πρυτάνεσιν ἀγγελῶ.
655.1 Ἡμᾶς τοίνυν μετὰ τοῦτ’ ἤδη τὰς λαμπάδας ἁψαμένας χρὴ
655.2 ξυζωσαμένας εὖ κἀνδρείως τῶν θ’ ἱματίων ἀποδύσας
655.3 ζητεῖν, εἴ που κἄλλος τις ἀνὴρ ἐσελήλυθε, καὶ περιθρέξαι
655.4 τὴν πύκνα πᾶσαν καὶ τὰς σκηνὰς καὶ τὰς διόδους διαθρῆσαι.
655.5 Εἶα δὴ πρώτιστα μὲν χρὴ κοῦφον ἐξορμᾶν πόδα
660.1 καὶ διασκοπεῖν σιωπῇ πανταχῇ. Μόνον δὲ χρὴ
660.2 μὴ βραδύνειν, ὡς ὁ καιρός ἐστι μὴ μέλλειν ἔτι.
660.3 Ἀλλὰ τὴν πρώτην τρέχειν χρῆν ὡς τάχιστ’ ἤδη κύκλῳ.
662 Εἶά νυν ἴχνευε καὶ μά‐
663-664 τευε ταχὺ πάντ’, εἴ τις ἐν τό‐
664 ποις ἑδραῖος
664 ἄλλος αὖ λέληθεν ὤν.
665.1 Πανταχῇ δὲ ῥῖψον ὄμμα,
665.2 καὶ τὰ τῇδε καὶ τὰ δεῦρο
666 πάντ’ ἀνασκόπει καλῶς.
666.1 Ἢν γάρ με λάθῃ δράσας ἀνόσια,
666.2 δώσει τε δίκην καὶ πρὸς τούτῳ
666.3 τοῖς ἄλλοις ἀνδράσιν ἔσται
670.1 παράδειγμ’ ὕβρεως ἀδίκων τ’ ἔργων
670.2 ἀθέων τε τρόπων·
670.3 φήσει δ’ εἶναι τε θεοὺς φανερῶς,
670.4 δείξει τ’ ἤδη
670.5 πᾶσιν ἀνθρώποις σεβίζειν δαίμονας
675.1 δικαίως τ’ ἐφέπειν ὅσια καὶ νόμιμα
675.2 μηδομένους ποεῖν ὅ τι καλῶς ἔχει.
677-678 Κἂν μὴ ποιῶσι ταῦτα τοιάδ’ ἔσται·
679 αὐτῶν ὅταν ληφθῇ τις ὅσια 〈μὴ〉 δρῶν,
680.1 μανίαις φλέγων λύσσῃ παράκο‐
680.2 πος εἴ τι δρῴη πᾶσιν ἐμφανὴς ὁρᾶν
682-683 ἔσται γυναιξὶ καὶ βροτοῖς
684-685 ὅτι τὰ παράνομα τά τ’ ἀνόσια
686 θεὸς παραχρῆμ’ ἀποτίνεται.
unit_422.1 Ἀλλ’ ἔοιχ’ ἡμῖν ἅπαντά πως διεσκέφθαι καλῶς.
unit_422.2 Οὐχ ὁρῶμεν γοῦν ἔτ’ ἄλλον οὐδέν’ ἐγκαθήμενον.
unit_423 Ἆ ποῖ σὺ φεύγεις; Οὗτος οὗτος, οὐ μενεῖς;
690.1 Τάλαιν’ ἐγώ, τάλαινα, καὶ τὸ παιδίον
690.2 ἐξαρπάσας μοι φροῦδος ἀπὸ τοῦ τιτθίου.
unit_425.1 Κέκραχθι. Τοῦτο δ’ οὐδέποτε σὺ ψωμιεῖς,
unit_425.2 ἢν μή μ’ ἀφῆτ’· ἀλλ’ ἐνθάδ’ ἐπὶ τῶν μηρίων
unit_425.3 πληγὲν μαχαίρᾳ τῇδε φοινίας φλέβας
695 καθαιματώσει βωμόν.
695.1 Ὦ τάλαιν’ ἐγώ.
695.2 Γυναῖκες, οὐκ ἀρήξετ’; Οὐ πολλὴν βοὴν
695.3 στήσεσθε καὶ τροπαῖον, ἀλλὰ τοῦ μόνου
695.4 τέκνου με περιόψεσθ’ ἀποστερουμένην;
unit_428 Ἔα ἔα.
unit_429.1 Ὦ πότνιαι Μοῖραι, τί τόδε δέρκομαι
unit_429.2 νεοχμὸν αὖ τέρας;
unit_429.3 Ὡς ἅπαντ’ ἄρ’ ἐστὶ τόλμης ἔργα κἀναισχυντίας.
unit_429.4 Οἷον αὖ δέδρακεν ἔργον, οἷον αὖ, φίλαι, τόδε.
unit_430 Οἷον ὑμῶν ἐξαράξω τὴν ἄγαν αὐθαδίαν.
705 Ταῦτα δῆτ’ οὐ δεινὰ πράγματ’ ἐστὶ καὶ περαιτέρω;
unit_432 Δεινὰ δῆθ’, ὁτιή γ’ ἔχει μου ’ξαρπάσας τὸ παιδίον.
unit_433.1 Τί ἂν οὖν εἴποι πρὸς ταῦτά τις, ὅτε
unit_433.2 τοιαῦτα ποιῶν ὅδ’ ἀναισχυντεῖ;
unit_434 Κοὔπω μέντοι γε πέπαυμαι.
710.1 Ἀλλ’ οὖν ἥκων γ’ ὅθεν ἥκεις
710.2 φαύλως τ’ ἀποδρὰς οὐ λέξεις
unit_436.1 οἷον δράσας διέδυς ἔργον,
unit_436.2 λήψει δὲ κακόν.
unit_437 Τοῦτο μέντοι μὴ γένοιτο μηδαμῶς, ἀπεύχομαι.
715.1 Τίς ἄν σοι, τίς ἂν σύμμαχος ἐκ θεῶν
715.2 ἀθανάτων ἔλθοι ξὺν ἀδίκοις ἔργοις;
unit_439 Μάτην λαλεῖτε· τήνδ’ ἐγὼ οὐκ ἀφήσω.
unit_440.1 Ἀλλ’ οὐ μὰ τὼ θεὼ τάχ’ οὐ
unit_440.2 χαίρων ἴσως ἐνυβριεῖς
720.1 λόγους τε λέξεις ἀνοσίους.
720.2 Ἀθέοις ἔργοις γὰρ ἀνταμει‐
722-723 ψόμεσθά ς’, ὥσπερ εἰκός, ἀντὶ τῶνδε.
724 Ταχὺ δὲ μεταβαλοῦς’ ἐπὶ κακὸν ἑτερότρο‐
725.1 πος ἐπέχει τύχη.
725.2 Ἀλλὰ τάσδε μὲν λαβεῖν χρῆν ἐκφέρειν τε τῶν ξύλων,
725.3 καὶ καταίθειν τὸν πανοῦργον πυρπολεῖν θ’ ὅσον τάχος.
unit_445.1 Ἴωμεν ἐπὶ τὰς κληματίδας, ὦ Μανία.
unit_445.2 Κἀγώ ς’ ἀποδείξω θυμάλωπα τήμερον.
730.1 Ὕφαπτε καὶ κάταιθε· σὺ δὲ τὸ Κρητικὸν
730.2 ἀπόδυθι ταχέως. Τοῦ θανάτου δ’, ὦ παιδίον,
730.3 μόνην γυναικῶν αἰτιῶ τὴν μητέρα.
730.4 Τουτὶ τί ἐστιν; Ἀσκὸς ἐγένεθ’ ἡ κόρη
730.5 οἴνου πλέως καὶ ταῦτα Περσικὰς ἔχων.
735.1 Ὦ θερμόταται γυναῖκες, ὦ ποτίσταται
735.2 κἀκ παντὸς ὑμεῖς μηχανώμεναι πιεῖν,
735.3 ὦ μέγα καπήλοις ἀγαθόν, ἡμῖν δ’ αὖ κακόν,
735.4 κακὸν δὲ καὶ τοῖς σκευαρίοις καὶ τῇ κρόκῃ.
unit_448 Παράβαλλε πολλὰς κληματίδας, ὦ Μανία.
740.1 Παράβαλλε δῆτα. Σὺ δ’ ἀπόκριναί μοι τοδί·
740.2 Τουτὶ τεκεῖν φῄς;
741.1 〈Καὶ〉 δέκα μῆνας αὔτ’ ἐγὼ
741.2 ἤνεγκον.
742 Ἤνεγκας σύ;
742 Νὴ τὴν Ἄρτεμιν.
unit_453 Τρικότυλον ἢ πῶς; εἰπέ μοι.
743.1 Τί μ’ ἠργάσω;
743.2 Ἀπέδυσας, ὦναίσχυντέ, μου τὸ παιδίον
745 τυννοῦτον ὄν.
745.1 Τυννοῦτο; Μικρὸν νὴ Δία.
745.2 Πός’ ἔτη δὲ γέγονε; τρεῖς χοᾶς ἢ τέτταρας;
unit_457.1 Σχεδὸν τοσοῦτον χὤσον ἐκ Διονυσίων.
unit_457.2 Ἀλλ’ ἀπόδος αὐτό.
748 Μὰ τὸν Ἀπόλλω τουτονί.
unit_459 Ἐμπρήσομεν τοίνυν σε.
749 Πάνυ γ’· ἐμπίμπρατε.
unit_461 Αὕτη δ’ ἀποσφαγήσεται μάλ’ αὐτίκα.
unit_462.1 Μὴ δῆθ’, ἱκετεύω ς’· ἀλλ’ ἔμ’ ὅ τι χρῄζεις πόει
unit_462.2 ὑπέρ γε τούτου.
752.1 Φιλότεκνός τις εἶ φύσει.
752.2 Ἀλλ’ οὐδὲν ἧττον ἥδ’ ἀποσφαγήσεται.
unit_464 Οἴμοι, τέκνον. Δὸς τὸ σφαγεῖον, Μανία,
755 ἵν’ οὖν τό γ’ αἷμα τοῦ τέκνου τοὐμοῦ λάβω.
unit_466 Ὕπεχ’ αὐτό· χαριοῦμαι γὰρ ἕν γε τοῦτό σοι.
unit_467 Κακῶς ἀπόλοι’. Ὡς φθονερὸς εἶ καὶ δυσμενής.
unit_468 Τουτὶ τὸ δέρμα τῆς ἱερείας γίγνεται.
unit_469 Τί τῆς ἱερείας γίγνεται;
759 Τουτί. Λαβέ.
760.1 Ταλαντάτη Μίκα, τίς ἐξεκόρησέ σε;
760.2 Τίς τὴν ἀγαπητὴν παῖδά σου ’ξηράσατο;
unit_472.1 Ὁ πανοῦργος οὗτος. Ἀλλ’ ἐπειδήπερ πάρει,
unit_472.2 φύλαξον αὐτόν, ἵνα λαβοῦσα Κλεισθένη
unit_472.3 τοῖσιν πρυτάνεσιν ἃ πεπόηχ’ οὗτος φράσω.
765.1 Ἄγε δή, τίς ἔσται μηχανὴ σωτηρίας;
765.2 Τίς πεῖρα, τίς ἐπίνοι’; Ὁ μὲν γὰρ αἴτιος
765.3 κἄμ’ εἰσκυλίσας εἰς τοιαυτὶ πράγματα
765.4 οὐ φαίνεταί πω. Φέρε, τίν’ οὖν 〈ἂν〉 ἄγγελον
765.5 πέμψαιμ’ ἐπ’ αὐτόν; Οἶδ’ ἐγὼ καὶ δὴ πόρον
770.1 ἐκ τοῦ Παλαμήδους. Ὡς ἐκεῖνος, τὰς πλάτας
770.2 ῥίψω γράφων. [Ἀλλ’ οὐ πάρεισιν αἱ πλάται.]
770.3 Πόθεν οὖν γένοιντ’ ἄν μοι πλάται; [Πόθεν; 〈πόθεν;〉]
770.4 Τί δ’ ἄν, εἰ ταδὶ τἀγάλματ’ ἀντὶ τῶν πλατῶν
770.5 γράφων διαρρίπτοιμι; Βέλτιον πολύ.
775 Ξύλον γέ τοι καὶ ταῦτα, κἀκεῖν’ ἦν ξύλον.
775.1 Ὦ χεῖρες ἐμαί,
775.2 〈νῦν〉 ἐγχειρεῖν ἔργῳ πορίμῳ.
775.3 Ἄγε δή, πινάκων ξεστῶν δέλτοι,
775.4 δέξασθε σμίλης ὁλκούς,
780.1 κήρυκας ἐμῶν μόχθων. Οἴμοι,
780.2 τουτὶ τὸ ῥῶ μοχθηρόν.
unit_478.1 Χωρεῖ, χωρεῖ. Ποίαν αὔλακα;
unit_478.2 Βάσκετ’, ἐπείγετε πάσας καθ’ ὁδούς,
unit_478.3 κείνᾳ, ταύτᾳ· ταχέως χρή.
785.1 Ἡμεῖς τοίνυν ἡμᾶς αὐτὰς εὖ λέξωμεν παραβᾶσαι.
785.2 Καίτοι πᾶς τις τὸ γυναικεῖον φῦλον κακὰ πόλλ’ ἀγορεύει,
785.3 ὡς πᾶν ἐσμὲν κακὸν ἀνθρώποις κἀξ ἡμῶν ἐστιν ἅπαντα,
785.4 ἔριδες, νείκη, στάσις ἀργαλέα, λύπη, πόλεμος. Φέρε δή νυν,
785.5 εἰ κακόν ἐσμεν, τί γαμεῖθ’ ἡμᾶς, εἴπερ ἀληθῶς κακόν ἐσμεν,
790.1 κἀπαγορεύετε μήτ’ ἐξελθεῖν μήτ’ ἐκκύψασαν ἁλῶναι,
790.2 ἀλλ’ οὑτωσὶ πολλῇ σπουδῇ τὸ κακὸν βούλεσθε φυλάττειν;
790.3 Κἂν ἐξέλθῃ τὸ γύναιόν ποι, κᾆθ’ εὕρητ’ αὐτὸ θύρασιν,
790.4 μανίας μαίνεσθ’, οὓς χρῆν σπένδειν καὶ χαίρειν, εἴπερ ἀληθῶς
790.5 ἔνδοθεν ηὕρετε φροῦδον τὸ κακὸν καὶ μὴ κατελαμβάνετ’ ἔνδον.
795.1 Κἂν καταδάρθωμεν ἐν ἀλλοτρίων παίζουσαι καὶ κοπιῶσαι,
795.2 πᾶς τις τὸ κακὸν τοῦτο ζητεῖ περὶ τὰς κλίνας περινοστῶν.
795.3 Κἂν ἐκ θυρίδος παρακύπτωμεν, τὸ κακὸν ζητεῖτε θεᾶσθαι·
795.4 κἂν αἰσχυνθεῖς’ ἀναχωρήσῃ, πολὺ μᾶλλον πᾶς ἐπιθυμεῖ
795.5 αὖθις τὸ κακὸν παρακύψαν ἰδεῖν. Οὕτως ἡμεῖς ἐπιδήλως
unit_482.1 ὑμῶν ἐσμεν πολὺ βελτίους. Βάσανος δὲ πάρεστιν ἰδέσθαι.
unit_482.2 Βάσανον δῶμεν πότεροι χείρους. Ἡμεῖς μὲν γάρ φαμεν ὑμᾶς,
unit_482.3 ὑμεῖς δ’ ἡμᾶς. Σκεψώμεθα δὴ κἀντιτιθῶμεν πρὸς ἕκαστον,
unit_482.4 παραβάλλουσαι τῆς τε γυναικὸς καὶ τἀνδρὸς τοὔνομ’ ἑκάστου.
unit_482.5 Ναυσιμάχης μέν 〈γ’〉 ἥττων ἐστὶν Χαρμῖνος· δῆλα δὲ τἄργα.
805.1 Καὶ μὲν δὴ καὶ Κλεοφῶν χείρων πάντως δήπου Σαλαβακχοῦς.
805.2 Πρὸς Ἀριστομάχην δὲ χρόνου πολλοῦ, πρὸς ἐκείνην τὴν Μαραθῶνι,
805.3 καὶ Στρατονίκην ὑμῶν οὐδεὶς οὐδ’ ἐγχειρεῖ πολεμίζειν.
805.4 Ἀλλ’ Εὐβούλης τῶν πέρυσίν τις βουλευτής ἐστιν ἀμείνων
805.5 παραδοὺς ἑτέρῳ τὴν βουλείαν; Οὐδ’ Ἄνυτος τοῦτό γε φήσει.
810.1 Οὕτως ἡμεῖς πολὺ βελτίους τῶν ἀνδρῶν εὐχόμεθ’ εἶναι.
810.2 Οὐδ’ ἂν κλέψασα γυνὴ ζεύγει κατὰ πεντήκοντα τάλαντα
810.3 εἰς πόλιν ἔλθοι τῶν δημοσίων· ἀλλ’ ἢν τὰ μέγισθ’ ὑφέληται,
810.4 φορμὸν πυρῶν τἀνδρὸς κλέψας’, αὐθημερὸν ἀνταπέδωκεν.
810.5 Ἀλλ’ ἡμεῖς ἂν πολλοὺς τούτων
815.1 ἀποδείξαιμεν ταῦτα ποιοῦντας,
815.2 καὶ πρὸς τούτοις γάστριδας ἡμῶν
815.3 ὄντας μᾶλλον καὶ λωποδύτας
815.4 καὶ βωμολόχους κἀνδραποδιστάς.
815.5 Καὶ μὲν δήπου καὶ τὰ πατρῷά γε
820.1 χείρους ἡμῶν εἰσιν σῴζειν.
820.2 Ἡμῖν μὲν γὰρ σῶν ἔτι καὶ νῦν
820.3 τἀντίον, ὁ κανών, οἱ καλαθίσκοι,
820.4 τὸ σκιάδειον·
820.5 τοῖς δ’ ἡμετέροις ἀνδράσι τούτοις
825.1 ἀπόλωλεν μὲν πολλοῖς ὁ κανὼν
825.2 ἐκ τῶν οἴκων αὐτῇ λόγχῃ,
825.3 πολλοῖς δ’ ἑτέροις ἀπὸ τῶν ὤμων
825.4 ἐν ταῖς στρατιαῖς
825.5 ἔρριπται τὸ σκιάδειον.
830.1 Πόλλ’ ἂν αἱ γυναῖκες ἡμεῖς ἐν δίκῃ μεμψαίμεθ’ ἂν
830.2 τοῖσιν ἀνδράσιν δικαίως, ἓν δ’ ὑπερφυέστατον.
830.3 Χρῆν γάρ, ἡμῶν εἰ τέκοι τις ἄνδρα χρηστὸν τῇ πόλει,
830.4 ταξίαρχον ἢ στρατηγόν, λαμβάνειν τιμήν τινα,
unit_489 προεδρίαν τ’ αὐτῇ δίδοσθαι Στηνίοισι καὶ Σκίροις
835.1 ἔν τε ταῖς ἄλλαις ἑορταῖς αἷσιν ἡμεῖς ἤγομεν·
835.2 εἰ δὲ δειλὸν καὶ πονηρὸν ἄνδρα τις τέκοι γυνή,
835.3 ἢ τριήραρχον πονηρὸν ἢ κυβερνήτην κακόν,
835.4 ὑστέραν αὐτὴν καθῆσθαι σκάφιον ἀποκεκαρμένην
835.5 τῆς τὸν ἀνδρεῖον τεκούσης. Τῷ γὰρ εἰκός, ὦ πόλις,
840.1 τὴν Ὑπερβόλου καθῆσθαι μητέρ’ ἠμφιεσμένην
840.2 λευκὰ καὶ κόμας καθεῖσαν πλησίον τῆς Λαμάχου,
840.3 καὶ δανείζειν χρήμαθ’, ᾗ χρῆν, εἰ δανείσειέν τινι
840.4 καὶ τόκον πράττοιτο, διδόναι μηδέν’ ἀνθρώπων τόκον,
840.5 ἀλλ’ ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματ’ εἰπόντας τοδί·
845 «Ἀξία γοῦν εἶ τόκου τεκοῦσα τοιοῦτον τόκον.»
unit_493.1 Ἰλλὸς γεγένημαι προσδοκῶν· ὁ δ’ οὐδέπω.
unit_493.2 Τί δῆτ’ ἂν εἴη τοὐμποδών; Οὐκ ἔσθ’ ὅπως
unit_493.3 οὐ τὸν Παλαμήδη ψυχρὸν ὄντ’ αἰσχύνεται.
unit_493.4 Τῷ δῆτ’ ἂν αὐτὸν προσαγαγοίμην δράματι;
unit_494.1 Ἐγᾦδα· τὴν καινὴν Ἑλένην μιμήσομαι.
unit_494.2 Πάντως ὑπάρχει μοι γυναικεία στολή.
unit_495.1 Τί αὖ σὺ κυρκανᾷς; Τί κοικύλλεις ἔχων;
unit_495.2 Πικρὰν Ἑλένην ὄψει τάχ’, εἰ μὴ κοσμίως
unit_495.3 ἕξεις, ἕως ἂν τῶν πρυτάνεών τις φανῇ.
855 (ὡς Ἑλένη.)
855.1 Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
855.2 ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
855.3 λευκῆς νοτίζει μελανοσυρμαίῳ λεῷ.
unit_498 Πανοῦργος εἶ νὴ τὴν Ἑκάτην τὴν φωσφόρον.
unit_499 Ἐμοὶ δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος,
860 Σπάρτη, πατὴρ δὲ Τυνδάρεως.
860.1 Σοί γ’, ὦλεθρε,
860.2 πατὴρ ἐκεῖνός ἐστι; Φρυνώνδας μὲν οὖν.
unit_502 Ἑλένη δ’ ἐκλήθην.
862.1 Αὖθις αὖ γίγνει γυνή,
862.2 πρὶν τῆς ἑτέρας δοῦναι γυναικίσεως δίκην;
unit_504 Ψυχαὶ δὲ πολλαὶ δι’ ἔμ’ ἐπὶ Σκαμανδρίοις
865 ῥοαῖσιν ἔθανον.
865 Ὤφελες δὲ καὶ σύ γε.
unit_507.1 Κἀγὼ μὲν ἐνθάδ’ εἴμ’· ὁ δ’ ἄθλιος πόσις
unit_507.2 οὑμὸς Μενέλεως οὐδέπω προσέρχεται.
unit_507.3 Τί οὖν ἔτι ζῶ;
868 Τῶν κοράκων πονηρίᾳ.
unit_509 Ἀλλ’ ὥσπερ αἰκάλλει τι καρδίαν ἐμήν·
870 μὴ ψεῦσον, ὦ Ζεῦ, τῆς ἐπιούσης ἐλπίδος.
unit_511 (ὡς Μενέλαος.)
871.1 Τίς τῶνδ’ ἐρυμνῶν δωμάτων ἔχει κράτος,
871.2 ὅστις ξένους δέξαιτο ποντίῳ σάλῳ
871.3 καμόντας ἐν χειμῶνι καὶ ναυαγίαις;
unit_513 Πρωτέως τάδ’ ἐστὶ μέλαθρα.
874 Ποίου Πρωτέως,
875.1 ὦ τρισκακόδαιμον; Ψεύδεται νὴ τὼ θεώ,
875.2 ἐπεὶ τέθνηκε Πρωτέας ἔτη δέκα.
unit_516 Ποίαν δὲ χώραν εἰσεκέλσαμεν σκάφει;
unit_517 Αἴγυπτον.
878 Ὦ δύστηνος, οἷ πεπλώκαμεν.
unit_519 Πείθει τι τῷ 〈κακῷ〉 κακῶς ἀπολουμένῳ
880 ληροῦντι λῆρον; Θεσμοφορεῖον τουτογί.
unit_521 Αὐτὸς δὲ Πρωτεὺς ἔνδον ἔστ’ ἢ ’ξώπιος;
unit_522.1 Οὐκ ἔσθ’ ὅπως οὐ ναυτιᾷς ἔτ’, ὦ ξένε,
unit_522.2 ὅστις 〈γ’〉 ἀκούσας ὅτι τέθνηκε Πρωτέας
unit_522.3 ἔπειτ’ ἐρωτᾷς· «Ἔνδον ἔστ’ ἢ ’ξώπιος;»
885 Αἰαῖ, τέθνηκε. Ποῦ δ’ ἐτυμβεύθη τάφῳ;
unit_524 Τόδ’ ἐστὶν αὐτοῦ σῆμ’, ἐφ’ ᾧ καθήμεθα.
unit_525.1 Κακῶς ἄρ’ ἐξόλοιο, —κἀξολεῖ γέ τοι, —
unit_525.2 ὅστις γε τολμᾷς σῆμα τὸν βωμὸν καλεῖν.
unit_526 Τί δαὶ σὺ θάσσεις τάσδε τυμβήρεις ἕδρας
890 φάρει καλυπτός, ὦ ξένη;
890.1 Βιάζομαι
890.2 γάμοισι Πρωτέως παιδὶ συμμεῖξαι λέχος.
unit_529.1 Τί, ὦ κακόδαιμον, ἐξαπατᾷς αὖ τὸν ξένον;
unit_529.2 Οὗτος πανουργῶν δεῦρ’ ἀνῆλθεν, ὦ ξένε,
unit_529.3 ὡς τὰς γυναῖκας ἐπὶ κλοπῇ τοῦ χρυσίου.
895 Βάυζε τοὐμὸν σῶμα βάλλουσα ψόγῳ.
unit_531 Ξένη, τίς ἡ γραῦς ἡ κακορροθοῦσά σε;
unit_532 Αὕτη Θεονόη Πρωτέως.
897.1 Μὰ τὼ θεώ,
897.2 εἰ μὴ Κρίτυλλά γ’ Ἀντιθέου Γαργηττόθεν.
897.3 Σὺ δ’ εἶ πανοῦργος.
899 Ὁπόσα τοι βούλει λέγε.
unit_535.1 Οὐ γὰρ γαμοῦμαι σῷ κασιγνήτῳ ποτὲ
unit_535.2 προδοῦσα Μενέλεων τὸν ἐμὸν ἐν Τροίᾳ πόσιν.
unit_536 Γύναι, τί εἶπας; Στρέψον ἀνταυγεῖς κόρας.
unit_537 Αἰσχύνομαί σε τὰς γνάθους ὑβρισμένη.
unit_538 Τουτὶ τί ἐστιν; Ἀφασία τίς τοί μ’ ἔχει.
905 Ὦ θεοί, τίν’ ὄψιν εἰσορῶ; Τίς εἶ, γύναι;
unit_540 Σὺ δ’ εἶ τίς; Αὑτὸς γὰρ σὲ κἄμ’ ἔχει λόγος.
unit_541 Ἑλληνὶς εἶ τις ἢ ’πιχωρία γυνή;
unit_542 Ἑλληνίς. Ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.
unit_543 Ἑλένῃ ς’ ὁμοίαν δὴ μάλιστ’ εἶδον, γύναι.
910 Ἐγὼ δὲ Μενελέῳ ς’, ὅσα γ’ ἐκ τῶν ἰφύων.
unit_545 Ἔγνως ἄρ’ ὀρθῶς ἄνδρα δυστυχέστατον.
unit_546 Ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας,
913-914 λαβέ με, λαβέ με, πόσι, περίβαλε δὲ χέρας.
915.1 Φέρε, σὲ κύσω. Ἄπαγέ μ’ ἄπαγ’ ἄπαγ’ ἄπαγέ με
915.2 λαβὼν ταχὺ πάνυ.
916.1 Κλαύσετ’ ἄρα νὴ τὼ θεὼ
916.2 ὅστις ς’ ἀπάξει τυπτόμενος τῇ λαμπάδι.
unit_550.1 Σὺ τὴν ἐμὴν γυναῖκα κωλύεις ἐμέ,
unit_550.2 τὴν Τυνδάρειον παῖδ’, ἐπὶ Σπάρτην ἄγειν;
920.1 Οἴμ’ ὡς πανοῦργος καὐτὸς εἶναί μοι δοκεῖς
920.2 καὶ τοῦδέ τις ξύμβουλος. Οὐκ ἐτὸς πάλαι
920.3 ᾐγυπτιάζετ’. Ἀλλ’ ὅδε μὲν δώσει δίκην·
920.4 προσέρχεται γὰρ ὁ πρύτανις χὠ τοξότης.
unit_552 Τουτὶ πονηρόν. Ἀλλ’ ὑπαποκινητέον.
925 Ἐγὼ δ’ ὁ κακοδαίμων τί δρῶ;
925.1 Μέν’ ἥσυχος.
925.2 Οὐ γὰρ προδώσω ς’ οὐδέποτ’, ἤνπερ ἐμπνέω,
925.3 ἢν μὴ προλίπως’ αἱ μυρίαι με μηχαναί.
unit_555 Αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν.
929 Ὅδ’ ἔσθ’ ὁ πανοῦργος ὃν ἔλεγ’ ἡμῖν Κλεισθένης;
930.1 Οὗτος, τί κύπτεις; Δῆσον αὐτὸν εἰσάγων,
930.2 ὦ τοξότ’, ἐν τῇ σανίδι, κἄπειτ’ ἐνθαδὶ
930.3 στήσας φύλαττε καὶ προσιέναι μηδένα
930.4 ἔα πρὸς αὐτόν, ἀλλὰ τὴν μάστιγ’ ἔχων
930.5 παῖ’, ἢν προσίῃ τις.
934 Νὴ Δί’ ὡς νυνδή γ’ ἀνὴρ
935 ὀλίγου μ’ ἀφείλετ’ αὐτὸν ἱστιορράφος.
unit_560.1 Ὦ πρύτανι, πρὸς τῆς δεξιᾶς, ἥνπερ φιλεῖς
unit_560.2 κοίλην προτείνειν ἀργύριον ἤν τις διδῷ,
unit_560.3 χάρισαι βραχύ τί μοι καίπερ ἀποθανουμένῳ.
unit_561 Τί σοι χαρίσωμαι;
939 Γυμνὸν ἀποδύσαντά με
940.1 κέλευε πρὸς τῇ σανίδι δεῖν τὸν τοξότην,
940.2 ἵνα μὴ ’ν κροκωτοῖς καὶ μίτραις γέρων ἀνὴρ
940.3 γέλωτα παρέχω τοῖς κόραξιν ἑστιῶν.
unit_564.1 Ἔχοντα ταῦτ’ ἔδοξε τῇ βουλῇ σε δεῖν,
unit_564.2 ἵνα τοῖς παριοῦσι δῆλος ᾖς πανοῦργος ὤν.
945.1 Ἰατταταιάξ. Ὦ κροκώθ’, οἷ’ εἴργασαι.
945.2 Κοὐκ ἔστ’ ἔτ’ ἐλπὶς οὐδεμία σωτηρίας.
unit_566.1 Ἄγε νυν ἡμεῖς παίσωμεν ἅπερ νόμος ἐνθάδε ταῖσι γυναιξίν,
unit_566.2 ὅταν ὄργια σεμνὰ θεοῖν ἱεραῖς ὥραις ἀνέχωμεν, ἅπερ καὶ
unit_566.3 Παύσων σέβεται καὶ νηστεύει,
unit_567.1 πολλάκις αὐτοῖν ἐκ τῶν ὡρῶν
unit_567.2 εἰς τὰς ὥρας ξυνεπευχόμενος
unit_567.3 τοιαῦτα μέλειν θάμ’ ἑαυτῷ.
953-954 Ὅρμα χώρει, κοῦφα ποσίν, ἄγ’ εἰς κύκλον,
955 χερὶ σύναπτε χέρ’, 〈ἱερᾶσ〉 ῥυθμὸν χορείας
956-957 ὕπαγε πᾶσα. Βαῖνε καρπαλίμοιν ποδοῖν. Ἐπισκοπεῖν δὲ
958 πανταχῇ κυκλοῦσαν ὄμμα χρὴ χοροῦ κατάστασιν.
unit_572 Ἅμα δὲ καὶ
960.1 γένος Ὀλυμπίων θεῶν
960.2 μέλπε καὶ γέραιρε φωνῇ πᾶσα χορομανεῖ τρόπῳ.
unit_574.1 Εἰ δέ τις
unit_574.2 προσδοκᾷ κακῶς ἐρεῖν
964-965 ἐν ἱερῷ γυναῖκά μ’ οὖσαν ἄνδρας, οὐκ ὀρθῶς φρονεῖ.
966.1 Ἀλλὰ χρῆν,
966.2 ὥσπερ ἔργον, αὐτίκα
966.3 πρῶτον εὐκύκλου χορείας εὐφυᾶ στῆσαι βάσιν.
unit_577 Πρόβαινε ποσὶ τὸν Εὐλύραν
970.1 μέλπουσα καὶ τὴν τοξοφόρον
970.2 Ἄρτεμιν, ἄνασσαν ἁγνήν.
970.3 Χαῖρ’, ὦ Ἑκάεργε,
972.1 ὄπαζε δὲ νίκην.
972.2 Ἥραν τε τὴν τελείαν
972.3 μέλψωμεν ὥσπερ εἰκός,
975.1 ἣ πᾶσι τοῖς χοροῖσι συμπαίζει τε καὶ
975.2 κλῇδας γάμου φυλάττει.
unit_581.1 Ἑρμῆν τε νόμιον ἄντομαι
unit_581.2 καὶ Πᾶνα καὶ Νύμφας φίλας
unit_581.3 ἐπιγελάσαι προθύμως
980 ταῖς ἡμετέραισι
980.1 χαρέντα χορείαις.
980.2 Ἔξαρχε δὴ προθύμως
980.3 διπλῆν, χάριν χορείας.
980.4 Παίσωμεν, ὦ γυναῖκες, οἷάπερ νόμος·
980.5 νηστεύομεν δὲ πάντως.
985.1 Ἀλλ’ εἶα, πάλλ’, ἀνάστρεφ’ εὐρύθμῳ ποδί·
985.2 τόρνευε πᾶσαν ᾠδήν.
985.3 Ἡγοῦ δέ γ’ ὧδ’ αὐτός,
987.1 κισσοφόρε Βακχεῖε
987.2 δέσποτ’· ἐγὼ δὲ κώμοις
987.3 σὲ φιλοχόροισι μέλψω.
990.1 Σὺ Διός, ὦ Διόνυσε
990.2 Βρόμιε, καὶ Σεμέλας παῖ,
990.3 χωρεῖς τερπόμενος
992 κατ’ ὄρεα Νυμ‐
992-993 φᾶν ἐρατοῖσιν ὕμνοις,
993b εὔιον εὔιον, εὐοῖ,
994 〈παννύχιοσ〉 ἀναχορεύων.
995.1 Ἀμφὶ δὲ συγκτυπεῖται
995.2 Κιθαιρώνιος ἠχώ,
995.3 μελάμφυλλά τ’ ὄρη
995.4 δάσκια πετρώ‐
998.1 δεις τε νάπαι βρέμονται·
998.2 κύκλῳ δὲ περί σε κισσὸς
unit_593 εὐπέταλος ἕλικι θάλλει.
1001 Ἐνταῦτα νῦν οἰμῶξι πρὸς τὴν αἰτρίαν.
unit_595 Ὦ τοξόθ’, ἱκετεύω σε—
1002 Μή μ’ ἰκετεῦσι σύ.
unit_597 χάλασον τὸν ἧλον.
1003 Ἀλλὰ ταῦτα δρᾶς’ ἐγώ.
unit_599 Οἴμοι κακοδαίμων, μᾶλλον ἐπικρούεις σύ γε.
1005 Ἔτι μᾶλλο βοῦλις;
1005.1 Ἀτταταῖ ἰατταταῖ·
1005.2 κακῶς ἀπόλοιο.
1006.1 Σῖγα, κακόδαιμον γέρον.
1006.2 Πέρ’, ἐγὼ ’ξενέγκι πορμός, ἴνα πυλάξι σοι.
unit_603.1 Ταυτὶ τὰ βέλτιστ’ ἀπολέλαυκ’ Εὐριπίδου.
unit_603.2 Ἔα· θεοί, Ζεῦ σῶτερ, εἰσὶν ἐλπίδες.
1010.1 Ἁνὴρ ἔοικεν οὐ προδώσειν, ἀλλά μοι
1010.2 σημεῖον ὑπεδήλωσε Περσεὺς ἐκδραμών,
1010.3 ὅτι δεῖ με γίγνεσθ’ Ἀνδρομέδαν. Πάντως δέ μοι
1010.4 τὰ δέσμ’ ὑπάρχει. Δῆλον οὖν 〈τοῦτ’〉 ἔσθ’ ὅτι
1010.5 ἥξει με σώσων. Οὐ γὰρ ἂν παρέπτετο.
1015 (ὡς Ἀνδρομέδα.)
1015 Φίλαι παρθένοι, φίλαι,
unit_607.1 πῶς ἂν ἀπέλθοιμι καὶ
unit_607.2 τὸν Σκύθην λάθοιμι;
1018-1019 Κλύεις, ὦ προσᾴδουσα τἄμ’ ἐν ἄντροις;
1020.1 Κατάνευσον, ἔασον ὡς
1020.2 τὴν γυναῖκά μ’ ἐλθεῖν.
1020.3 Ἄνοικτος ὅς μ’ ἔδησε, τὸν
1020.4 πολυπονώτατον βροτῶν.
1020.5 Μόλις δὲ γραῖαν ἀποφυγὼν
1025.1 σαπρὰν ἀπωλόμην ὅμως.
1025.2 Ὅδε γὰρ ὁ Σκύθης φύλαξ
1025.3 πάλαι ἐφεστὼς ὀλοὸν ἄφιλον
1025.4 ἐκρέμασεν κόραξι δεῖπνον.
1025.5 Ὁρᾷς, οὐ χοροῖσιν οὐδ’
1030.1 ὑφ’ ἡλίκων νεανίδων
1030.2 κημὸν ἕστηκ’ ἔχους’,
1030.3 ἀλλ’ ἐν πυκνοῖς δεσμοῖσιν ἐμπεπλεγμένη
1030.4 κήτει βορὰ Γλαυκέτῃ πρόκειμαι.
1030.5 Γαμηλίῳ μὲν οὐ ξὺν
1035.1 παιῶνι, δεσμίῳ δὲ
1035.2 γοᾶσθέ μ’, ὦ γυναῖκες, ὡς
1035.3 μέλεα μὲν πέπονθα μέλεος,
1035.4 —ὦ τάλας ἐγώ, τάλας, —
1035.5 ἀπὸ δὲ συγγόνων ἄλλ’ ἄνομα
1039 πάθεα, φῶτα λιτομένα,
1040-1041 πολυδάκρυτον Ἀίδα γόον φλέγουσα,
1042 —αἰαῖ αἰαῖ, —
unit_616.1 ὃς ἔμ’ ἀπεξύρησε πρῶτον,
unit_616.2 ὃς ἐμὲ κροκόεν τόδ’ ἐνέδυσεν·
1045.1 ἐπὶ δὲ τοῖσδε τόδ’ ἀνέπεμψεν
1045.2 ἱερόν, ἔνθα γυναῖκες.
1045.3 Ἰὼ μοίρας ἄτεγκτε δαῖμον.
1045.4 Ὦ κατάρατος ἐγώ·
1048.1 τίς ἐμὸν οὐκ ἐπόψεται
1048.2 πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ;
unit_619.1 Εἴθε με πυρφόρος αἰθέρος ἀστὴρ
unit_619.2 τὸν δύσμορον ἐξολέσειεν.
unit_619.3 Οὐ γὰρ ἔτ’ ἀθανάταν φλόγα λεύσσειν
unit_619.4 ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην,
unit_619.5 λαιμότμητ’ ἄχη δαιμόνι’, αἰόλαν
1055 νέκυσιν ἐπὶ πορείαν.
unit_621 (ὡς Ἠχώ.)
1056.1 Χαῖρ’, ὦ φίλη παῖ· τὸν δὲ πατέρα Κηφέα
1056.2 ὅς ς’ ἐξέθηκεν ἀπολέσειαν οἱ θεοί.
unit_623 Σὺ δ’ εἶ τίς ἥτις τοὐμὸν ᾤκτιρας πάθος;
unit_624 Ἠχώ, λόγων ἀντῳδὸς ἐπικοκκάστρια,
1060.1 ἥπερ πέρυσιν ἐν τῷδε ταὐτῷ χωρίῳ
1060.2 Εὐριπίδῃ καὐτὴ ξυνηγωνιζόμην.
1060.3 Ἀλλ’, ὦ τέκνον, σὲ μὲν τὸ σαυτῆς χρὴ ποεῖν,
1060.4 κλάειν ἐλεινῶς.
1063 Σὲ δ’ ἐπικλάειν ὕστερον.
unit_627 Ἐμοὶ μελήσει ταῦτά γ’. Ἀλλ’ ἄρχου λόγων.
1065 Ὦ Νὺξ ἱερά,
unit_629.1 ὡς μακρὸν ἵππευμα διώκεις
unit_629.2 ἀστεροειδέα νῶτα διφρεύους’
1067.1 αἰθέρος ἱερᾶς
1067.2 τοῦ σεμνοτάτου δι’ Ὀλύμπου.
unit_631 Δι’ Ὀλύμπου.
1070.1 Τί ποτ’ Ἀνδρομέδα περίαλλα κακῶν
1070.2 μέρος ἐξέλαχον;
1071 Μέρος ἐξέλαχον;
unit_634 Θανάτου τλήμων—
1072 Θανάτου τλήμων.
unit_636 Ἀπολεῖς μ’, ὦ γραῦ, στωμυλλομένη.
unit_637 Στωμυλλομένη.
1075.1 Νὴ Δί’ ὀχληρά γ’ εἰσήρρηκας
1075.2 λίαν.
1076 Λίαν.
unit_640.1 Ὦγάθ’, ἔασόν με μονῳδῆσαι,
unit_640.2 καὶ χαριεῖ μοι. Παῦσαι.
1078 Παῦσαι.
unit_642 Βάλλ’ ἐς κόρακας.
1079 Βάλλ’ ἐς κόρακας.
1080 Τί κακόν;
1080 Τί κακόν;
1080 Ληρεῖς.
1080 Ληρεῖς.
unit_648 Οἴμωζ’.
1081 Οἴμωζ’.
unit_650 Ὀτότυζ’.
1082 Ὀτότυζ’.
unit_652 Οὖτος, τί λαλεῖς;
1083 Οὖτος, τί λαλεῖς;
unit_654 Πρυτάνεις καλέσω.
1084 Πρυτάνεις καλέσω.
1085 Τί κακόν;
1085 Τί κακόν;
unit_658 Πότε τὸ πωνή;
1086 Πότε τὸ πωνή;
unit_660 Σὺ λαλεῖς;
1087 Σὺ λαλεῖς;
unit_662 Κλαῦς’ ἄρα.
1088 Κλαῦς’ ἄρα.
unit_664 Κἀγκάσκι μοι;
1089 Κἀγκάσκι μοι;
1090 Μὰ Δί’, ἀλλὰ γυνὴ πλησίον αὕτη.
unit_667 Πλησίον αὕτη.
unit_668 Ποῦ ’στ’ ἠ μιαρά;
1092 Καὶ δὴ φεύγει.
unit_670 Ποῖ ποῖ πεύγεις;
1093 〈 Ποῖ ποῖ πεύγεις;〉
unit_672 Οὐ καιρήσεις.
1094 〈 Οὐ καιρήσεις.〉
1095 Ἔτι γὰρ γρύζεις;
1095 Ἔτι γὰρ γρύζεις;
unit_676 Λαβὲ τὴ μιαρά.
1096 Λαβὲ τὴ μιαρά.
unit_678 Λάλο καὶ κατάρατο γύναικο.
unit_679 (ὡς Περσεύς.)
1098.1 Ὦ θεοί, τίν’ ἐς γῆν βαρβάρων ἀφίγμεθα
1098.2 ταχεῖ πεδίλῳ; Διὰ μέσου γὰρ αἰθέρος
unit_681.1 τέμνων κέλευθον πόδα τίθημ’ ὑπόπτερον
unit_681.2 Περσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος
unit_681.3 κάρα κομίζων.
1102.1 Τί λέγι; Γόργονος πέρι
1102.2 τὸ γραμματέο σὺ τὴ κεπαλή;
1103.1 Τὴν Γοργόνος
1103.2 ἔγωγέ φημι.
1104 Γόργο τοι κἀγὼ λέγι.
1105.1 Ἔα, τιν’ ὄχθον τόνδ’ ὁρῶ καὶ παρθένον
1105.2 θεαῖς ὁμοίαν ναῦν ὅπως ὡρμισμένην;
unit_686.1 Ὦ ξένε, κατοίκτιρόν με, τὴν παναθλίαν·
unit_686.2 λῦσόν με δεσμῶν.
1108.1 Οὐκὶ μὴ λαλῆσι σύ.
1108.2 Κατάρατο, τολμᾷς ἀποτανουμένη λαλεῖς;
1110 Ὦ παρθέν’, οἰκτίρω σε κρεμαμένην ὁρῶν.
unit_689.1 Οὐ παρτέν’ ἐστίν, ἀλλ’ ἀμαρτωλὴ γέρων
unit_689.2 καὶ κλέπτο καὶ πανοῦργο.
1112.1 Ληρεῖς, ὦ Σκύθα.
1112.2 Αὕτη γάρ ἐστιν Ἀνδρομέδα, παῖς Κηφέως.
unit_691 Σκέψαι τὸ κύστο· μή τι μικκὸν παίνεται;
1115.1 Φέρε δεῦρό μοι τὴν χεῖρ’, ἵν’ ἅψωμαι, κόρη.
1115.2 Φέρε, Σκύθ’· ἀνθρώποισι γὰρ νοσήματα
unit_693.1 ἅπασίν ἐστιν· ἐμὲ δὲ καὐτὸν τῆς κόρης
unit_693.2 ταύτης ἔρως εἴληφεν.
1118.1 Οὐ ζηλῶσί σε.
1118.2 Ἀτὰρ εἰ τὸ πρωκτὸ δεῦρο περιεστραμμένον,
1120 οὐκ ἐπτόνησά ς’ αὐτὸ πυγίζεις ἄγων.
unit_696.1 Τί δ’ οὐκ ἐᾷς λύσαντά μ’ αὐτήν, ὦ Σκύθα,
unit_696.2 πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος;
unit_697.1 Εἰ σπόδρ’ ἐπιτυμεῖς τὴ γέροντο πυγίσο,
unit_697.2 τὴ σανίδο τρήσας ἐξόπιστο πρώκτισον.
1125 Μὰ Δί’, ἀλλὰ λύσω δεσμά.
1125 Μαστιγῶς’ ἄρα.
unit_700 Καὶ μὴν ποήσω τοῦτο.
1126.1 Τὸ κεπαλή ς’ ἄρα
1126.2 τὸ ξιπομάκαιραν ἀποκεκόψι τουτοΐ.
unit_702.1 Αἰαῖ· τί δράσω; Πρὸς τίνας στρεφθῶ λόγους;
unit_702.2 Ἀλλ’ οὐκ ἂν ἐνδέξαιτο βάρβαρος φύσις.
1130.1 Σκαιοῖσι γάρ τοι καινὰ προσφέρων σοφὰ
1130.2 μάτην ἀναλίσκοις ἄν. Ἀλλ’ ἄλλην τινὰ
1130.3 τούτῳ πρέπουσαν μηχανὴν προσοιστέον.
unit_704 Μιαρὸς ἀλώπηξ, οἶον ἐπιτήκιζέ μοι.
unit_705 Μέμνησο, Περσεῦ, μ’ ὡς καταλείπεις ἀθλίαν.
1135 Ἔτι γὰρ σὺ τὴ μάστιγαν ἐπιτυμεῖς λαβεῖν;
unit_707 Παλλάδα τὴν φιλόχορον ἐμοὶ
1137-1138 δεῦρο καλεῖν νόμος εἰς χορόν,
1139 παρθένον ἄζυγα κούρην,
1140.1 ἣ πόλιν ἡμετέραν ἔχει
1140.2 καὶ κράτος φανερὸν μόνη
1140.3 κλῃδοῦχός τε καλεῖται.
1142.1 Φάνηθ’, ὦ τυράννους
1142.2 στυγοῦς’, ὥσπερ εἰκός.
1145.1 Δῆμός τοί σε καλεῖ γυναι‐
1145.2 κῶν· ἔχουσα δέ μοι μόλοις
1145.3 εἰρήνην φιλέορτον.
unit_713.1 Ἥκετ’ εὔφρονες, ἵλαοι,
unit_713.2 πότνιαι, ἄλσος ἐς ὑμέτερον,
unit_714 ἀνδράσιν οὐ θεμίτ’ εἰσορᾶν
1151-1152 ὄργια σεμνὰ θεοῖν ἵνα λαμπάσι
1153 φαίνετον, ἄμβροτον ὄψιν.
1154-1155 Μόλετον, ἔλθετον, ἀντόμεθ’, ὦ
1156.1 Θεσμοφόρω πολυποτνία.
1156.2 Εἰ πρότερόν ποτ’ ἐπηκόω
1156.3 ἤλθετον, 〈καὶ〉 νῦν ἀφίκε‐
1156.4 σθον, ἱκετεύομεν, ἐνθάδ’ ἡμῖν.
1160.1 Γυναῖκες, εἰ βούλεσθε τὸν λοιπὸν χρόνον
1160.2 σπονδὰς ποήσασθαι πρὸς ἐμέ, νυνὶ πάρα,
1160.3 ἐφ’ ᾧτ’ ἀκοῦσαι μηδὲν ὑπ’ ἐμοῦ μηδαμὰ
1160.4 κακὸν τὸ λοιπόν. Ταῦτ’ ἐπικηρυκεύομαι.
unit_720 Χρείᾳ δὲ ποίᾳ τόνδ’ ἐπεισφέρεις λόγον;
1165.1 Ὅδ’ ἐστὶν οὑν τῇ σανίδι κηδεστὴς ἐμός.
1165.2 Ἢν οὖν κομίσωμαι τοῦτον, οὐδὲν μή ποτε
1165.3 κακῶς ἀκούσητ’· ἢν δὲ μὴ πείθησθέ μοι,
unit_722.1 ἃ νῦν ὑποικουρεῖτε τοῖσιν ἀνδράσιν
unit_722.2 ἀπὸ τῆς στρατιᾶς παροῦσιν ὑμῶν διαβαλῶ.
1170.1 Τὰ μὲν παρ’ ἡμῖν ἴσθι σοι πεπεισμένα·
1170.2 τὸν βάρβαρον δὲ τοῦτον αὐτὸς πεῖθε σύ.
unit_724.1 Ἐμὸν ἔργον ἐστίν· καὶ σόν, ὦλάφιον, ἅ σοι
unit_724.2 καθ’ ὁδὸν ἔφραζον ταῦτα μεμνῆσθαι ποεῖν.
unit_724.3 Πρῶτον μὲν οὖν δίελθε κἀνακάλπασον.
1175 Σὺ δ’, ὦ Τερηδών, ἐπαναφύσα Περσικόν.
unit_726 Τί τὸ βόμβο τοῦτο; Κῶμό τις ἀνεγεῖρί μοι;
unit_727 (ὡς γραῦς.)
1177.1 Ἡ παῖς ἔμελλε προμελετᾶν, ὦ τοξότα.
1177.2 Ὀρχησομένη γὰρ ἔρχεθ’ ὡς ἄνδρας τινάς.
unit_729 Ὀρκῆσι καὶ μελετῆσι, οὐ κωλῦς’ ἐγώ.
1180 Ὠς ἐλαπρός, ὤσπερ ψύλλο κατὰ τὸ κῴδιο.
unit_731.1 Φέρε θοἰμάτιον ἄνωθεν, ὦ τέκνον, τοδί·
unit_731.2 καθιζομένη δ’ ἐπὶ τοῖσι γόνασι τοῦ Σκύθου
unit_731.3 τὼ πόδε πρότεινον, ἵν’ ὑπολύσω.
1183.1 Ναίκι, ναὶ
1183.2 κάτησο, κάτησο, ναίκι, ναίκι, τυγάτριον.
1185 Οἴμ’ ὠς στέριπο τὸ τιττί’, ὤσπερ γογγυλί.
unit_734 Αὔλει σὺ θᾶττον· ἔτι δέδοικας τὸν Σκύθην;
unit_735.1 Καλό γε τὸ πυγή. Κλαῦσι, ἢν μὴ ’νδον μένῃς.
unit_735.2 Εἶεν· καλὴ τὸ σκῆμα περὶ τὸ πόστιον.
unit_736 Καλῶς ἔχει. Λαβὲ θοἰμάτιον· ὥρα ’στὶ νῷν
1190 ἤδη βαδίζειν.
1190 Οὐκὶ πιλῆσι πρῶτά με;
unit_739 Πάνυ γε· Φίλησον αὐτόν.
1191.1 Ὂ 〈ὂ ὄ,〉 παπαπαπαῖ,
1191.2 ὠς γλυκερὸ τὸ γλῶσς’, ὤσπερ Ἀττικὸς μέλις.
1191.3 Τί οὐ κατεύδει παρ’ ἐμέ;
1193.1 Χαῖρε, τοξότα·
1193.2 οὐ γὰρ γένοιτ’ ἂν τοῦτο.
1194 Ναὶ 〈ναί,〉 γρᾴδιον,
1195 ἐμοὶ κάρισο σὺ τοῦτο.
1195 Δώσεις οὖν δραχμήν;
unit_745 Ναί, ναίκι, δῶσι.
1196 Τἀργύριον τοίνυν φέρε.
unit_747.1 Ἀλλ’ οὐκ ἔκὠδέν. Ἀλλὰ τὸ συβίνη λαβέ.
unit_747.2 Ἔπειτα κομίσι ς’ αὖτις. Ἀκολούτει, τέκνον.
unit_747.3 Σὺ δὲ τοῦτο τήρει τὴ γέροντο, γρᾴδιο.
unit_748 Ὄνομα δέ σοι τί ἐστιν;
unit_749 Ἀρτεμισία.
unit_750 Μεμνῆσι τοίνυν τοὔνομ’· Ἀρταμουξία.
unit_751.1 Ἑρμῆ δόλιε, ταυτὶ μὲν ἔτι καλῶς ποεῖς.
unit_751.2 Σὺ μὲν οὖν ἀπότρεχε, παιδάριον, τουτὶ λαβών·
unit_751.3 ἐγὼ δὲ λύσω τόνδε. Σὺ δ’ ὅπως ἀνδρικῶς
1205.1 ὅταν λυθῇς τάχιστα φεύξει καὶ τενεῖς
1205.2 ὡς τὴν γυναῖκα καὶ τὰ παιδί’ οἴκαδε.
unit_753 Ἐμοὶ μελήσει ταῦτά γ’, ἢν ἅπαξ λυθῶ.
unit_754.1 Λέλυσο. Σὸν ἔργον, φεῦγε πρὶν τὸν τοξότην
unit_754.2 ἥκοντα καταλαβεῖν.
1209 Ἐγὼ δὴ τοῦτο δρῶ.
1210.1 Ὦ γρᾴδι’, ὠς καρίεντό σοι τὸ τυγάτριον
1210.2 κοὐ δύσκολ’, ἀλλὰ πρᾶο. Ποῦ τὸ γρᾴδιο;
1210.3 Οἴμ’ ὠς ἀπόλωλο. Ποῦ τὸ γέροντ’ ἐντευτενί;
1210.4 Ὦ γρᾴδι’, ὦ γρᾶ’. Οὐκ ἐπαινῶ, γρᾴδιο.
1210.5 Ἀρταμουξία.
1214 Διέβαλέ μοὐ γραῦς. Ἀπότρεκ’ ὠς τάκιστα σύ.
1215.1 Ὀρτῶς δὲ 〈σὺ〉 συβίνη· καταβεβίνησο γάρ.
1215.2 Οἴμοι,
1216 τί δρᾶσι; Ποῖ τὸ γρᾴδι’; Ἀρταμουξία.
unit_760 Τὴν γραῦν ἐρωτᾷς ἣ ’φερεν τὰς πηκτίδας;
unit_761 Ναί, ναίκι. Εἶδες αὐτό;
1218.1 Ταύτῃ γ’ οἴχεται
1218.2 αὐτή τ’ ἐκείνη καὶ γέρων τις εἵπετο.
1220 Κροκῶτ’ ἔκοντο τὴ γέροντο;
1220.1 Φήμ’ ἐγώ·
1220.2 ἔτ’ ἂν καταλάβοις, εἰ διώκοις ταυτῃί.
unit_765.1 Ὦ μιαρὸ γρᾶο. Πότερο τρέξι τὴν ὀδό;
unit_765.2 Ἀρταμουξία.
1223.1 Ὀρθὴν ἄνω δίωκε. Ποῖ θεῖς; Οὐ πάλιν
1223.2 τῃδὶ διώξεις; Τοὔμπαλιν τρέχεις σύ γε.
1225 Κακόδαιμον. —Ἀλλὰ τρέξι. Ἀρταμουξία.
unit_768.1 Τρέχε νυν κατὰ τάχος ἐς κόρακας ἐπουρίσας.
unit_768.2 Ἀλλὰ πέπαισται μετρίως ἡμῖν·
unit_768.3 ὥσθ’ ὥρα δή ’στι βαδίζειν
unit_768.4 οἴκαδ’ ἑκάστῃ. Τὼ Θεσμοφόρω δ’
1230 ἡμῖν ἀγαθήν
unit_770 τούτων χάριν ἀνταποδοῖτον.