eul_wid: daw-ar

Aristophanes of Athens Peace in Greek

Peace is an ancient Greek comedy by Aristophanes, first performed at the City Dionysia in Athens in 421 BCE, where it won second prize. The play centers on the farmer Trygaeus, who, despairing of the protracted Peloponnesian War, journeys to Mount Olympus on a giant dung beetle. There he discovers that the goddess Peace has been imprisoned in a deep pit. With the aid of a chorus of fellow farmers, he succeeds in hauling her out, along with her two attendants, Harvest and Festival. The latter half of the work is a joyous celebration of peace restored, culminating in a festive wedding. Structured in the traditional manner of Old Comedy, it comprises a prologue, choral odes, agonistic debates, and a concluding revel. The complete text has been preserved through medieval manuscripts dating primarily to the Byzantine period. Written for a war-exhausted Athenian audience on the eve of the Peace of Nicias, a treaty that temporarily suspended hostilities, the play functions as a pointed political satire. It enthusiastically champions the popular longing for peace while savagely mocking warmongers, political leaders, and those who profited from the conflict.

ΟΙΚΕΤΗΣ Α
1 Αἶρ’ αἶρε μᾶζαν ὡς τάχος τῷ κανθάρῳ.
ΟΙΚΕΤΗΣ Β
2 Ἰδού. Δὸς αὐτῷ, τῷ κάκιστ’ ἀπολουμένῳ· καὶ μήποτ’ αὐτῆς μᾶζαν ἡδίω φάγοι.
2 Δὸς μᾶζαν ἑτέραν, ἐξ ὀνίδων πεπλασμένην.
5 Ἰδοὺ μάλ’ αὖθις. Ποῦ γὰρ ἣν νυνδὴ ’φερες; Οὐ κατέφαγεν;
6 Μὰ τὸν Δί’, ἀλλ’ ἐξαρπάσας ὅλην ἐνέκαψε περικυλίσας τοῖν ποδοῖν. Ἀλλ’ ὡς τάχιστα τρῖβε πολλὰς καὶ πυκνάς.
6 Ἄνδρες κοπρολόγοι, προσλάβεσθε πρὸς θεῶν,
10 εἰ μή με βούλεσθ’ ἀποπνιγέντα περιιδεῖν.
10 Ἑτέραν ἑτέραν δός, παιδὸς ἡταιρηκότος· τετριμμένης γάρ φησιν ἐπιθυμεῖν.
12 Ἰδού. Ἑνὸς μέν, ὦνδρες, ἀπολελύσθαι μοι δοκῶ· οὐδεὶς γὰρ ἂν φαίη με μάττοντ’ ἐσθίειν.
15 Αἰβοῖ· φέρ’ ἄλλην χἀτέραν μοι χἀτέραν, καὶ τρῖβ’ 〈ἔθ’〉 ἑτέρας.
16 Μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ· οὐ γὰρ ἔθ’ οἷός τ’ εἴμ’ ὑπερέχειν τῆς ἀντλίας.
16 Αὐτὴν ἄρ’ οἴσω συλλαβὼν τὴν ἀντλίαν.
16 Νὴ τὸν Δί’ ἐς κόρακάς γε, καὶ σαυτόν γε πρός.
20 Ὑμῶν δέ γ’ εἴ τις οἶδέ μοι κατειπάτω πόθεν ἂν πριαίμην ῥῖνα μὴ τετρημένην. Οὐδὲν γὰρ ἔργον ἦν ἄρ’ ἀθλιώτερον ἢ κανθάρῳ μάττοντα παρέχειν ἐσθίειν. Ὗς μὲν γάρ, ὥσπερ ἂν χέσῃ τις, ἢ κύων
25 φαύλως ἐρείδει τοῦθ’· ὁ δ’ ὑπὸ φρονήματος βρενθύεταί τε καὶ φαγεῖν οὐκ ἀξιοῖ, ἢν μὴ παραθῶ τρίψας δι’ ἡμέρας ὅλης ὥσπερ γυναικὶ γογγύλην μεμαγμένην. Ἀλλ’ εἰ πέπαυται τῆς ἐδωδῆς σκέψομαι
30 τῃδὶ παροίξας τῆς θύρας, ἵνα μή μ’ ἴδῃ. Ἔρειδε, μὴ παύσαιο μηδέποτ’ ἐσθίων τέως ἕως σαυτὸν λάθῃς διαρραγείς. Οἷον δὲ κύψας ὁ κατάρατος ἐσθίει, ὥσπερ παλαιστής, παραβαλὼν τοὺς γομφίους,
35 καὶ ταῦτα τὴν κεφαλήν τε καὶ τὼ χεῖρέ πως ὡδὶ περιάγων, ὥσπερ οἱ τὰ σχοινία τὰ παχέα συμβάλλοντες εἰς τὰς ὁλκάδας. Μιαρὸν τὸ χρῆμα καὶ κάκοσμον καὶ βορόν, χὤτου ποτ’ ἐστὶ δαιμόνων ἡ προσβολὴ
40 οὐκ οἶδ’. Ἀφροδίτης μὲν γὰρ οὔ μοι φαίνεται, οὐ μὴν Χαρίτων γε.
41 Τοῦ γάρ ἐστ’;
41 Οὐκ ἔσθ’ ὅπως τοῦτ’ ἔστι τὸ τέρας οὐ Διὸς Σκαταιβάτου.
41 Οὐκοῦν ἂν ἤδη τῶν θεατῶν τις λέγοι νεανίας δοκησίσοφος· «Τόδε πρᾶγμα τί;
45 Ὁ κάνθαρος δὲ πρὸς τί;» Κᾆτ’ αὐτῷ γ’ ἀνὴρ Ἰωνικός τίς φησι παρακαθήμενος· «Δοκέω μέν, ἐς Κλέωνα τοῦτ’ αἰνίσσεται, ὡς κεῖνος ἀναιδέως τὴν σπατίλην ἐσθίει.» Ἀλλ’ εἰσιὼν τῷ κανθάρῳ δώσω πιεῖν.
45 Ἐγὼ δὲ τὸν λόγον γε τοῖσι παιδίοις καὶ τοῖσιν ἀνδρίοισι καὶ τοῖς ἀνδράσιν καὶ τοῖς ὑπερτάτοισιν ἀνδράσιν φράσω καὶ τοῖς ὑπερηνορέουσιν ἔτι τούτοις μάλα. Ὁ δεσπότης μου μαίνεται καινὸν τρόπον,
55 οὐχ ὅνπερ ὑμεῖς, ἀλλ’ ἕτερον καινὸν πάνυ. Δι’ ἡμέρας γὰρ εἰς τὸν οὐρανὸν βλέπων ὡδὶ κεχηνὼς λοιδορεῖται τῷ Διὶ καί φησιν· «Ὦ Ζεῦ, τί ποτε βουλεύει ποεῖν; Κατάθου τὸ κόρημα· μὴ ’κκόρει τὴν Ἑλλάδα.»
60 Ἔα ἔα· σιγήσαθ’, ὡς φωνῆς ἀκούειν μοι δοκῶ.
ΤΡΥΓΑΙΟΣ
62 Ὦ Ζεῦ, τί δρασείεις ποθ’ ἡμῶν τὸν λεών; Λήσεις σεαυτὸν τὰς πόλεις ἐκκοκκίσας.
62 Τοῦτ’ ἔστι τουτὶ τὸ κακὸν αὔθ’ οὑγὼ ’λεγον·
65 τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε· ἃ δ’ εἶπε πρῶτον ἡνίκ’ ἤρχεθ’ ἡ χολὴ πεύσεσθ’. Ἔφασκε γὰρ πρὸς αὑτὸν ἂν ταδί· «Πῶς ἄν ποτ’ ἀφικοίμην ἂν εὐθὺ τοῦ Διός;»
65 Ἔπειτα λεπτὰ κλιμάκια ποιούμενος,
70 πρὸς ταῦτ’ ἀνηρριχᾶτ’ ἂν εἰς τὸν οὐρανόν, ἕως ξυνετρίβη τῆς κεφαλῆς καταρρυείς. Ἐχθὲς δὲ μετὰ ταῦτ’ ἐκφθαρεὶς οὐκ οἶδ’ ὅποι εἰσήγαγ’ Αἰτναῖον μέγιστον κάνθαρον, κἄπειτα τοῦτον ἱπποκομεῖν μ’ ἠνάγκασεν,
75 καὐτὸς καταψῶν αὐτὸν ὥσπερ πωλίον· «Ὦ Πηγάσειον,» φησί, «γενναῖον πτερόν, ὅπως πετήσει μ’ εὐθὺ τοῦ Διὸς λαβών.» Ἀλλ’ ὅ τι ποεῖ τῃδὶ διακύψας ὄψομαι. Οἴμοι τάλας· ἴτε δεῦρο δεῦρ’, ὦ γείτονες·
80 ὁ δεσπότης γάρ μου μετέωρος αἴρεται ἱππηδὸν εἰς τὸν ἀέρ’ ἐπὶ τοῦ κανθάρου.
80 Ἥσυχος ἥσυχος, ἠρέμα, κάνθων· μή μοι σοβαρὸς χώρει λίαν εὐθὺς ἀπ’ ἀρχῆς, ῥώμῃ πίσυνος,
85 πρὶν ἂν ἰδίῃς καὶ διαλύσῃς ἄρθρων ἶνας πτερύγων ῥύμῃ. Καὶ μὴ πνεῖ μοι κακόν, ἀντιβολῶ ς’· εἰ δὲ ποήσεις τοῦτο, κατ’ οἴκους αὐτοῦ μεῖνον τοὺς ἡμετέρους.
90 Ὦ δέσποτ’ ἄναξ, ὡς παραπαίεις.
90 Σίγα σίγα.
90 Ποῖ δῆτ’ ἄλλως μετεωροκοπεῖς;
90 Ὑπὲρ Ἑλλήνων πάντων πέτομαι τόλμημα νέον παλαμησάμενος.
95 Τί πέτει; Τί μάτην οὐχ ὑγιαίνεις;
95 Εὐφημεῖν χρὴ καὶ μὴ φλαῦρον μηδὲν γρύζειν, ἀλλ’ ὀλολύζειν· τοῖς τ’ ἀνθρώποισι φράσον σιγᾶν, τούς τε κοπρῶνας καὶ τὰς λαύρας
95 καιναῖς πλίνθοισιν ἀποικοδομεῖν καὶ τοὺς πρωκτοὺς ἐπικλείειν.
95 Οὐκ ἔσθ’ ὅπως σιγήσομ’, ἢν μή μοι φράσῃς ὅποι πέτεσθαι διανοεῖ.
103 Τί δ’ ἄλλο γ’ ἢ ὡς τὸν Δί’ εἰς τὸν οὐρανόν;
104 Τίνα νοῦν ἔχων;
105 Ἐρησόμενος ἐκεῖνον Ἑλλήνων πέρι ἁπαξαπάντων ὅ τι ποεῖν βουλεύεται.
105 Ἐὰν δὲ μή σοι καταγορεύῃ;
107 Γράψομαι Μήδοισιν αὐτὸν προδιδόναι τὴν Ἑλλάδα.
107 Μὰ τὸν Διόνυσον οὐδέποτε ζῶντος γ’ ἐμοῦ—
110 Οὐκ ἔστι παρὰ ταῦτ’ ἄλλ’.
110 Ἰοὺ ἰοὺ ἰού· ὦ παιδί’, ὁ πατὴρ ἀπολιπὼν ἀπέρχεται ὑμᾶς ἐρήμους εἰς τὸν οὐρανὸν λάθρᾳ. Ἀλλ’ ἀντιβολεῖτε τὸν πατέρ’, ὦ κακοδαίμονα.
ΠΑΙΔΙΟΝ
114 Ὦ πάτερ, ὦ πάτερ, ἆρ’ ἔτυμός γε
115 δώμασιν ἡμετέροις φάτις ἥκει, ὡς σὺ μετ’ ὀρνίθων προλιπὼν ἐμὲ ἐς κόρακας βαδιεῖ μεταμώνιος; Ἔστι τι τῶνδ’ ἐτύμως; εἴπ’, ὦ πάτερ, εἴ τι φιλεῖς με.
ΤΡΥΓΑΙΟΣ
115 Δοξάσαι ἔστι, κόραι· τὸ δ’ ἐτήτυμον, ἄχθομαι ὑμῖν,
120 ἡνίκ’ 〈ἂν〉 αἰτίζητ’ ἄρτον πάππαν με καλοῦσαι, ἔνδον δ’ ἀργυρίου μηδὲ ψακὰς ᾖ πάνυ πάμπαν. Ἢν δ’ ἐγὼ εὖ πράξας ἔλθω πάλιν, ἕξετ’ ἐν ὥρᾳ κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐπ’ αὐτῇ.
ΠΑΙΔΙΟΝ
120 Καὶ τίς πόρος σοι τῆς ὁδοῦ γενήσεται;
125 Ναῦς μὲν γὰρ οὐκ ἄξει σε ταύτην τὴν ὁδόν.
ΤΡΥΓΑΙΟΣ
125 Πτηνὸς πορεύσει πῶλος· οὐ ναυσθλώσομαι.
ΠΑΙΔΙΟΝ
125 Τίς δ’ ἡπίνοιά σοὐστὶν ὥστε κάνθαρον ζεύξαντ’ ἐλαύνειν εἰς θεούς, ὦ παππία;
ΤΡΥΓΑΙΟΣ
125 Ἐν τοῖσιν Αἰσώπου λόγοις ἐξηυρέθη
130 μόνος πετηνῶν εἰς θεοὺς ἀφιγμένος.
ΠΑΙΔΙΟΝ
130 Ἄπιστον εἶπας μῦθον, ὦ πάτερ πάτερ, ὅπως κάκοσμον ζῷον ἦλθεν εἰς θεούς.
ΤΡΥΓΑΙΟΣ
130 Ἦλθεν κατ’ ἔχθραν αἰετοῦ πάλαι ποτέ, ᾤ’ ἐκκυλίνδων κἀντιτιμωρούμενος.
ΠΑΙΔΙΟΝ
135 Οὐκοῦν ἐχρῆν σε Πηγάσου ζεῦξαι πτερόν, ὅπως ἐφαίνου τοῖς θεοῖς τραγικώτερος.
ΤΡΥΓΑΙΟΣ
135 Ἀλλ’, ὦ μέλ’, ἄν μοι σιτίων διπλῶν ἔδει· νῦν δ’ ἅττ’ ἂν αὐτὸς καταφάγω τὰ σιτία, τούτοισι τοῖς αὐτοῖσι τοῦτον χορτάσω.
ΠΑΙΔΙΟΝ
140 Τί δ’, ἢν ἐς ὑγρὸν πόντιον πέσῃ βάθος; Πῶς ἐξολισθεῖν πτηνὸς ὢν δυνήσεται;
ΤΡΥΓΑΙΟΣ
140 Ἐπίτηδες εἶχον πηδάλιον, ᾧ χρήσομαι· τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος.
ΠΑΙΔΙΟΝ
140 Λιμὴν δὲ τίς σε δέξεται φορούμενον;
ΤΡΥΓΑΙΟΣ
145 Ἐν Πειραιεῖ δήπου ’στὶ Κανθάρου λιμήν.
ΠΑΙΔΙΟΝ
145 Ἐκεῖνο τήρει, μὴ σφαλεὶς καταρρυῇς
145 ἐντεῦθεν, εἶτα χωλὸς ὢν Εὐριπίδῃ λόγον παράσχῃς καὶ τραγῳδία γένῃ.
ΤΡΥΓΑΙΟΣ
145 Ἐμοὶ μελήσει ταῦτά γ’. Ἀλλὰ χαίρετε.
145 Ὑμεῖς δέ γ’, ὑπὲρ ὧν τοὺς πόνους ἐγὼ πονῶ, μὴ βδεῖτε μηδὲ χέζεθ’ ἡμερῶν τριῶν· ὡς εἰ μετέωρος οὗτος ὢν ὀσφρήσεται, κατωκάρα ῥίψας με βουκολήσεται. Ἀλλ’ ἄγε, Πήγασε, χώρει χαίρων,
155 χρυσοχάλινον πάταγον ψαλίων διακινήσας φαιδροῖς ὠσίν. Τί ποεῖς, τί ποεῖς; Ποῖ παρακλίνεις τοὺς μυκτῆρας πρὸς τὰς λαύρας; Ἵει σαυτὸν θαρρῶν ἀπὸ γῆς,
160 κᾆτα δρομαίαν πτέρυγ’ ἐκτείνων ὀρθὸς χώρει Διὸς εἰς αὐλάς, ἀπὸ μὲν κάκκης τὴν ῥῖν’ ἀπέχων, ἀπό θ’ ἡμερίων σίτων πάντων. Ἄνθρωπε, τί δρᾷς, οὗτος ὁ χέζων
165 ἐν Πειραιεῖ παρὰ ταῖς πόρναις; Ἀπολεῖς μ’, ἀπολεῖς. Οὐ κατορύξεις κἀπιφορήσεις τῆς γῆς πολλήν, κἀπιφυτεύσεις ἕρπυλλον ἄνω καὶ μύρον ἐπιχεῖς; Ὡς ἤν τι πεσὼν
170 ἐνθένδε πάθω, τοὐμοῦ θανάτου πέντε τάλανθ’ ἡ πόλις ἡ Χίων διὰ τὸν σὸν πρωκτὸν ὀφλήσει. Οἴμ’ ὡς δέδοικα, κοὐκέτι σκώπτων λέγω. Ὦ μηχανοποιέ, πρόσεχε τὸν νοῦν, ὡς ἐμὲ
175 ἤδη στρέφει τι πνεῦμα περὶ τὸν ὀμφαλόν, κεἰ μὴ φυλάξεις, χορτάσω τὸν κάνθαρον. Ἀτὰρ ἐγγὺς εἶναι τῶν θεῶν ἐμοὶ δοκῶ· καὶ δὴ καθορῶ τὴν οἰκίαν τὴν τοῦ Διός. Τίς ἐν Διὸς θύραισιν; Οὐκ ἀνοίξετε;
ΕΡΜΗΣ
180 Πόθεν βροτοῦ με προσέβαλ’; Ὦναξ Ἡράκλεις, τουτὶ τί ἐστι τὸ κακόν;
ΤΡΥΓΑΙΟΣ
181 Ἱπποκάνθαρος.
ΕΡΜΗΣ
181 Ὦ μιαρὲ καὶ τόλμηρε κἀναίσχυντε σὺ καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε, πῶς δεῦρ’ ἀνῆλθες, ὦ μιαρῶν μιαρώτατε;
185 Τί σοί ποτ’ ἔστ’ ὄνομ’; Οὐκ ἐρεῖς;
ΤΡΥΓΑΙΟΣ
185 Μιαρώτατος.
ΕΡΜΗΣ
185 Ποδαπὸς τὸ γένος δ’ εἶ; φράζε μοι.
ΤΡΥΓΑΙΟΣ
186 Μιαρώτατος.
ΕΡΜΗΣ
186 Πατὴρ δέ σοι τίς ἐστιν;
ΤΡΥΓΑΙΟΣ
187 Ἐμοί; Μιαρώτατος.
ΕΡΜΗΣ
187 Οὔτοι μὰ τὴν Γῆν ἔσθ’ ὅπως οὐκ ἀποθανεῖ, εἰ μὴ κατερεῖς μοι τοὔνομ’ ὅ τι ποτ’ ἐστί σοι.
ΤΡΥΓΑΙΟΣ
190 Τρυγαῖος Ἀθμονεύς, ἀμπελουργὸς δεξιός, οὐ συκοφάντης οὐδ’ ἐραστὴς πραγμάτων.
ΕΡΜΗΣ
190 Ἥκεις δὲ κατὰ τί;
ΤΡΥΓΑΙΟΣ
192 Τὰ κρέα ταυτί σοι φέρων.
ΕΡΜΗΣ
192 Ὦ δειλακρίων, πῶς ἦλθες;
ΤΡΥΓΑΙΟΣ
193 Ὦ γλίσχρων, ὁρᾷς ὡς οὐκέτ’ εἶναί σοι δοκῶ μιαρώτατος;
195 Ἴθι νυν κάλεσόν μοι τὸν Δί’.
ΕΡΜΗΣ
195 Ἰὴ ἰὴ ἰή,
195 ὅτ’ οὐδὲ μέλλεις ἐγγὺς εἶναι τῶν θεῶν· φροῦδοι γάρ· ἐχθές εἰσιν ἐξῳκισμένοι.
ΤΡΥΓΑΙΟΣ
195 Ποῖ γῆς;
ΕΡΜΗΣ
198 Ἰδοὺ γῆς.
ΤΡΥΓΑΙΟΣ
198 Ἀλλὰ ποῖ;
ΕΡΜΗΣ
198 Πόρρω πάνυ, ὑπ’ αὐτὸν ἀτεχνῶς τοὐρανοῦ τὸν κύτταρον.
ΤΡΥΓΑΙΟΣ
198 Πῶς οὖν σὺ δῆτ’ ἐνταῦθα κατελείφθης μόνος;
ΕΡΜΗΣ
198 Τὰ λοιπὰ τηρῶ σκευάρια τὰ τῶν θεῶν, χυτρίδια καὶ σανίδια κἀμφορείδια.
ΤΡΥΓΑΙΟΣ
198 Ἐξῳκίσαντο δ’ οἱ θεοὶ τίνος οὕνεκα;
ΕΡΜΗΣ
198 Ἕλλησιν ὀργισθέντες. Εἶτ’ ἐνταῦθα μὲν
205 ἵν’ ἦσαν αὐτοὶ τὸν Πόλεμον κατῴκισαν, ὑμᾶς παραδόντες δρᾶν ἀτεχνῶς ὅ τι βούλεται· αὐτοὶ δ’ ἀνῳκίσανθ’ ὅπως ἀνωτάτω, ἵνα μὴ βλέποιεν μαχομένους ὑμᾶς ἔτι μηδ’ ἀντιβολούντων μηδὲν αἰσθανοίατο.
ΤΡΥΓΑΙΟΣ
210 Τοῦ δ’ εἵνεχ’ ἡμᾶς ταῦτ’ ἔδρασαν; εἰπέ μοι.
ΕΡΜΗΣ
210 Ὁτιὴ πολεμεῖν ᾑρεῖσθ’ ἐκείνων πολλάκις σπονδὰς ποιούντων· κεἰ μὲν οἱ Λακωνικοὶ ὑπερβάλοιντο μικρόν, ἔλεγον ἂν ταδί· «Ναὶ τὼ σιώ, νῦν Ὡττικίων δωσεῖ δίκαν.»
215 Εἰ δ’ αὖ τι πράξαιτ’ ἀγαθόν, Ἁττικωνικοί, κἄλθοιεν οἱ Λάκωνες εἰρήνης πέρι, ἐλέγετ’ ἂν ὑμεῖς εὐθύς· «Ἐξαπατώμεθα,
215 νὴ τὴν Ἀθηνᾶν. —Νὴ Δί’, οὐχὶ πειστέον. — Ἥξουσι καὖθις, ἢν ἔχωμεν τὴν Πύλον.»
ΤΡΥΓΑΙΟΣ
220 Ὁ γοῦν χαρακτὴρ ἡμεδαπὸς τῶν ῥημάτων.
ΕΡΜΗΣ
220 Ὧν οὕνεκ’ οὐκ οἶδ’ εἴ ποτ’ Εἰρήνην ἔτι τὸ λοιπὸν ὄψεσθ’.
ΤΡΥΓΑΙΟΣ
222 Ἀλλὰ ποῖ γὰρ οἴχεται;
ΕΡΜΗΣ
222 Ὁ Πόλεμος αὐτὴν ἐνέβαλ’ εἰς ἄντρον βαθύ.
ΤΡΥΓΑΙΟΣ
222 Εἰς ποῖον;
ΕΡΜΗΣ
224 Εἰς τουτὶ τὸ κάτω. Κἄπειθ’ ὁρᾷς
225 ὅσους ἄνωθεν ἐπεφόρησε τῶν λίθων, ἵνα μὴ λάβητε μηδέποτ’ αὐτήν.
ΤΡΥΓΑΙΟΣ
226 Εἰπέ μοι, ἡμᾶς δὲ δὴ τί δρᾶν παρασκευάζεται;
ΕΡΜΗΣ
226 Οὐκ οἶδα πλὴν ἕν, ὅτι θυείαν ἑσπέρας ὑπερφυᾶ τὸ μέγεθος εἰσηνέγκατο.
ΤΡΥΓΑΙΟΣ
230 Τί δῆτα ταύτῃ τῇ θυείᾳ χρήσεται;
ΕΡΜΗΣ
230 Τρίβειν ἐν αὐτῇ τὰς πόλεις βουλεύεται. Ἀλλ’ εἶμι· καὶ γὰρ ἐξιέναι, γνώμην ἐμήν, μέλλει· θορυβεῖ γοῦν ἔνδοθεν.
ΤΡΥΓΑΙΟΣ
233 Οἴμοι δείλαιος. Φέρ’ αὐτὸν ἀποδρῶ· καὶ γὰρ ὥσπερ ᾐσθόμην
235 καὐτὸς θυείας φθέγμα πολεμιστηρίας.
ΠΟΛΕΜΟΣ
236 Ἰὼ βροτοὶ βροτοὶ βροτοὶ πολυτλήμονες, ὡς αὐτίκα μάλα τὰς γνάθους ἀλγήσετε.
ΤΡΥΓΑΙΟΣ
236 Ὦναξ Ἄπολλον, τῆς θυείας τοῦ πλάτους· ὅσον κακόν· καὶ τοῦ Πολέμου τοῦ βλέμματος.
240 Ἆρ’ οὗτός ἐστ’ ἐκεῖνος ὃν καὶ φεύγομεν, ὁ δεινός, ὁ ταλαύρινος, ὁ κατὰ τοῖν σκελοῖν;
ΠΟΛΕΜΟΣ
240 Ἰὼ Πρασιαὶ τρισάθλιαι καὶ πεντάκις καὶ πολλοδεκάκις, ὡς ἀπολεῖσθε τήμερον.
ΤΡΥΓΑΙΟΣ
240 Τουτὶ μέν, ἄνδρες, οὐδὲν ἡμῖν πρᾶγμά πω·
245 τὸ γὰρ κακὸν τοῦτ’ ἐστὶ τῆς Λακωνικῆς.
ΠΟΛΕΜΟΣ
245 Ἰὼ Μέγαρα Μέγαρ’, ὡς ἐπιτρίψεσθ’ αὐτίκα ἁπαξάπαντα καταμεμυττωτευμένα.
ΤΡΥΓΑΙΟΣ
245 Βαβαὶ βαβαιάξ, ὡς μεγάλα καὶ δριμέα τοῖσι Μεγαρεῦσιν ἐνέβαλεν τὰ κλαύματα.
ΠΟΛΕΜΟΣ
245 Ἰὼ Σικελία, καὶ σὺ δ’ ὡς ἀπόλλυσαι.
ΤΡΥΓΑΙΟΣ
245 Οἵα πόλις τάλαινα διακναισθήσεται.
ΠΟΛΕΜΟΣ
245 Φέρ’ ἐπιχέω καὶ τὸ μέλι τουτὶ τἀττικόν.
ΤΡΥΓΑΙΟΣ
245 Οὗτος, παραινῶ σοι μέλιτι χρῆσθἀτέρῳ. Τετρώβολον τοῦτ’ ἐστί· φείδου τἀττικοῦ.
ΠΟΛΕΜΟΣ
255 Παῖ παῖ Κυδοιμέ.
ΚΥΔΟΙΜΟΣ
255 Τί με καλεῖς;
ΠΟΛΕΜΟΣ
255 Κλαύσει μακρά. Ἕστηκας ἀργός; οὑτοσί σοι κόνδυλος.
ΤΡΥΓΑΙΟΣ
255 Ὡς δριμύς.
ΚΥΔΟΙΜΟΣ
257 Οἴμοι 〈μοι〉 τάλας, ὦ δέσποτα.
ΤΡΥΓΑΙΟΣ
257 Μῶν τῶν σκορόδων ἐνέβαλεν εἰς τὸν κόνδυλον;
ΠΟΛΕΜΟΣ
257 Οἴσεις ἀλετρίβανον τρέχων;
ΚΥΔΟΙΜΟΣ
259 Ἀλλ’, ὦ μέλε,
260 οὐκ ἔστιν ἡμῖν· ἐχθὲς εἰσῳκίσμεθα.
ΠΟΛΕΜΟΣ
260 Οὔκουν παρ’ Ἀθηναίων μεταθρέξει ταχὺ 〈πάνυ〉;
ΚΥΔΟΙΜΟΣ
260 Ἔγωγε νὴ Δί’· εἰ δὲ μή γε, κλαύσομαι.
ΤΡΥΓΑΙΟΣ
260 Ἄγε δή, τί δρῶμεν, ὦ πόνηρ’ ἀνθρώπια; Ὁρᾶτε τὸν κίνδυνον ἡμῖν ὡς μέγας·
265 εἴπερ γὰρ ἥξει τὸν ἀλετρίβανον φέρων, τούτῳ ταράξει τὰς πόλεις καθήμενος. Ἀλλ’ ὦ Διόνυς’, ἀπόλοιτο καὶ μὴ ’λθοι φέρων.
ΠΟΛΕΜΟΣ
265 Οὗτος.
ΚΥΔΟΙΜΟΣ
268 Τί ἐστιν;
ΠΟΛΕΜΟΣ
268 Οὐ φέρεις;
ΚΥΔΟΙΜΟΣ
268 Τὸ δεῖνα γάρ, ἀπόλωλ’ Ἀθηναίοισιν ἁλετρίβανος,
270 ὁ βυρσοπώλης, ὃς ἐκύκα τὴν Ἑλλάδα.
ΤΡΥΓΑΙΟΣ
270 Εὖ γ’, ὦ πότνια δέσποιν’ Ἀθηναία, ποιῶν ἀπόλωλ’ ἐκεῖνος κἀν δέοντι τῇ πόλει, εἰ πρίν γε τὸν μυττωτὸν ἡμῖν ἐγχέαι.
ΠΟΛΕΜΟΣ
270 Οὔκουν ἕτερον δῆτ’ ἐκ Λακεδαίμονος μέτει
275 ἁνύσας τι;
ΚΥΔΟΙΜΟΣ
275 Ταῦτ’, ὦ δέσποθ’.
ΠΟΛΕΜΟΣ
275 Ἧκέ νυν ταχύ.
ΤΡΥΓΑΙΟΣ
275 Ὦνδρες, τι πεισόμεσθα; Νῦν ἀγὼν μέγας. Ἀλλ’ εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ τυγχάνει μεμυημένος, νῦν ἐστιν εὔξασθαι καλὸν ἀποστραφῆναι τοῦ μετιόντος τὼ πόδε.
ΚΥΔΟΙΜΟΣ
280 Οἴμοι τάλας, οἴμοι γε κἄτ’ οἴμοι μάλα.
ΠΟΛΕΜΟΣ
280 Τί ἐστι; Μῶν οὐκ αὖ φέρεις;
ΚΥΔΟΙΜΟΣ
281 Ἀπόλωλε γὰρ
281 καὶ τοῖς Λακεδαιμονίοισιν ἁλετρίβανος.
ΠΟΛΕΜΟΣ
281 Πῶς, ὦ πανοῦργ’;
ΚΥΔΟΙΜΟΣ
283 Εἰς τἀπὶ Θρᾴκης χωρία χρήσαντες ἑτέροις αὐτὸν εἶτ’ ἀπώλεσαν.
ΤΡΥΓΑΙΟΣ
285 Εὖ γ’, εὖ γε ποιήσαντες, ὦ Διοσκόρω. Ἴσως ἂν εὖ γένοιτο· θαρρεῖτ’, ὦ βροτοί
ΠΟΛΕΜΟΣ
285 Ἀπόφερε τὰ σκεύη λαβὼν ταυτὶ πάλιν· ἐγὼ δὲ δοίδυκ’ εἰσιὼν ποήσομαι.
ΤΡΥΓΑΙΟΣ
285 Νῦν, τοῦτ’ ἐκεῖν’, ἥκει τὸ Δάτιδος μέλος.
290 ὃ δεφόμενός ποτ’ ᾖδε τῆς μεσημβρίας· «Ὡς ἥδομαι καὶ χαίρομαι κεὐφραίνομαι.» Νῦν ἐστιν ἡμῖν, ὦνδρες Ἕλληνες, καλὸν ἀπαλλαγεῖσι πραγμάτων τε καὶ μαχῶν ἐξελκύσαι τὴν πᾶσιν Εἰρήνην φίλην,
295 πρὶν ἕτερον αὖ δοίδυκα κωλῦσαί τινα. Ἀλλ’, ὦ γεωργοὶ κἄμποροι καὶ τέκτονες καὶ δημιουργοὶ καὶ μέτοικοι καὶ ξένοι καὶ νησιῶται, δεῦρ’ ἴτ’, ὦ πάντες λεῴ, ὡς τάχιστ’ ἄμας λαβόντες καὶ μοχλοὺς καὶ σχοινία·
295 νῦν γὰρ ἡμῖν ἁρπάσαι πάρεστιν ἀγαθοῦ δαίμονος.
ΧΟΡΟΣ
301 Δεῦρο πᾶς χώρει προθύμως εὐθὺ τῆς σωτηρίας. Ὦ Πανέλληνες, βοηθήσωμεν, εἴπερ πώποτε, τάξεων ἀπαλλαγέντες καὶ κακῶν φοινικίδων· ἡμέρα γὰρ ἐξέλαμψεν ἥδε μισολάμαχος.
305 Πρὸς τάδ’ ἡμῖν, εἴ τι χρὴ δρᾶν, φράζε κἀρχιτεκτόνει· οὐ γὰρ ἔσθ’ ὅπως ἀπειπεῖν ἂν δοκῶ μοι τήμερον,
305 πρὶν μοχλοῖς καὶ μηχαναῖσιν εἰς τὸ φῶς ἀνελκύσαι τὴν θεῶν πασῶν μεγίστην καὶ φιλαμπελωτάτην.
ΤΡΥΓΑΙΟΣ
305 Οὐ σιωπήσεσθ’, ὅπως μὴ περιχαρεῖς τῷ πράγματι
310 τὸν Πόλεμον ἐκζωπυρήσετ’ ἔνδοθεν κεκραγότες;
ΧΟΡΟΣ
310 Ἀλλ’ ἀκούσαντες τοιούτου χαίρομεν κηρύγματος· οὐ γὰρ ἦν ἔχοντας ἥκειν σιτί’ ἡμερῶν τριῶν.
ΤΡΥΓΑΙΟΣ
310 Εὐλαβεῖσθέ νυν ἐκεῖνον τὸν κάτωθεν Κέρβερον, μὴ παφλάζων 〈καὶ〉 κεκραγὼς ὥσπερ ἡνίκ’ ἐνθάδ’ ἦν,
315 ἐμποδὼν ἡμῖν γένηται τὴν θεὸν μὴ ’ξελκύσαι.
ΧΟΡΟΣ
315 Οὔτι καὶ νῦν ἔστιν αὐτὴν ὅστις ἐξαιρήσεται, ἢν ἅπαξ εἰς χεῖρας ἔλθῃ τὰς ἐμάς. Ἰοῦ ἰοῦ.
ΤΡΥΓΑΙΟΣ
315 Ἐξολεῖτέ μ’, ὦνδρες, εἰ μὴ τῆς βοῆς ἀνήσετε· ἐκδραμὼν γὰρ πάντα ταυτὶ συνταράξει τοῖν ποδοῖν.
ΧΟΡΟΣ
320 Ὡς κυκάτω καὶ πατείτω πάντα καὶ ταραττέτω· οὐ γὰρ ἂν χαίροντες ἡμεῖς τήμερον παυσαίμεθ’ ἄν.
ΤΡΥΓΑΙΟΣ
320 Τί τὸ κακόν; Τί πάσχετ’, ὦνδρες; Μηδαμῶς, πρὸς τῶν θεῶν, πρᾶγμα κάλλιστον διαφθείρητε διὰ τὰ σχήματα.
ΧΟΡΟΣ
320 Ἀλλ’ ἔγωγ’ οὐ σχηματίζειν βούλομ’, ἀλλ’ ὑφ’ ἡδονῆς
325 οὐκ ἐμοῦ κινοῦντος αὐτὼ τὼ σκέλει χορεύετον.
ΤΡΥΓΑΙΟΣ
325 Μή τι καὶ νυνί γ’ ἔτ’, ἀλλὰ παῦε παῦ’ ὀρχούμενος.
ΧΟΡΟΣ
325 Ἢν ἰδού, καὶ δὴ πέπαυμαι.
ΤΡΥΓΑΙΟΣ
327 Φῄς γε, παύει δ’ οὐδέπω.
ΧΟΡΟΣ
327 Ἓν μὲν οὖν τουτί μ’ ἔασον ἑλκύσαι, καὶ μηκέτι.
ΤΡΥΓΑΙΟΣ
327 Τοῦτό νυν, καὶ μηκέτ’ ἄλλο μηδὲν ὀρχήσησθέ τι.
ΧΟΡΟΣ
330 Οὐκ ἂν ὀρχησαίμεθ’, εἴπερ ὠφελήσαιμέν τί σε.
ΤΡΥΓΑΙΟΣ
330 Ἀλλ’, ὁρᾶτ’, οὔπω πέπαυσθε.
ΧΟΡΟΣ
331 Τουτογὶ νὴ τὸν Δία
331 τὸ σκέλος ῥίψαντες ἤδη λήγομεν τὸ δεξιόν.
ΤΡΥΓΑΙΟΣ
331 Ἐπιδίδωμι τοῦτό γ’ ὑμῖν, ὥστε μὴ λυπεῖν ἔτι.
ΧΟΡΟΣ
331 Ἀλλὰ καὶ τἀριστερόν τοί μ’ ἔστ’ ἀναγκαίως ἔχον.
335 Ἥδομαι γὰρ καὶ γέγηθα καὶ πέπορδα καὶ γελῶ μᾶλλον ἢ τὸ γῆρας ἐκδὺς ἐκφυγὼν τὴν ἀσπίδα.
ΤΡΥΓΑΙΟΣ
335 Μή τι καὶ νυνί γε χαίρετ’· οὐ γὰρ ἴστε πω σαφῶς· ἀλλ’ ὅταν λάβωμεν αὐτήν, τηνικαῦτα χαίρετε καὶ βοᾶτε καὶ γελᾶτ’· ἤ‐
340 δη γὰρ ἐξέσται τόθ’ ὑμῖν πλεῖν, μένειν, κινεῖν, καθεύδειν, εἰς πανηγύρεις θεωρεῖν, ἑστιᾶσθαι, κοτταβίζειν, συβαριάζειν,
345 ἰοῦ ἰοῦ κεκραγέναι.
ΧΟΡΟΣ
345 Εἰ γὰρ ἐκγένοιτ’ ἰδεῖν ταύτην με τὴν ἡμέραν [ποτέ]. Πολλὰ γὰρ ἀνεσχόμην πράγματά τε καὶ στιβάδας
348 ἃς ἔλαχε Φορμίων· κοὐκέτ’ ἄν μ’ εὕροις δικαστὴν δριμὺν οὐδὲ δύσκολον—
ΤΡΥΓΑΙΟΣ
348 οὐδὲ τοὺς τρόπους γε δήπου σκληρὸν ὥσπερ καὶ πρὸ τοῦ,
ΧΟΡΟΣ
350-351 ἀλλ’ ἁπαλὸν ἄν μ’ ἴδοις
352 καὶ πολὺ νεώτερον ἀπ‐
352 αλλαγέντα πραγμάτων. Καὶ γὰρ ἱκανὸν χρόνον ἀπ‐ ολλύμεθα καὶ κατατε‐
355 τρίμμεθα πλανώμενοι
356-357 εἰς Λύκειον κἀκ Λυκείου σὺν δόρει σὺν ἀσπίδι.
358 Ἀλλ’ ὅ τι μάλιστα χαρι‐
358 ούμεθα ποιοῦντες, ἄγε, φράζε· σὲ γὰρ αὐτοκράτορ’
360 εἵλετ’ ἀγαθή τις ἡμῖν τύχη.
ΤΡΥΓΑΙΟΣ
360 Φέρε δὴ κατίδω πῇ τοὺς λίθους ἀφέλξομεν.
ΕΡΜΗΣ
360 Ὦ μιαρὲ καὶ τόλμηρε, τί ποεῖν διανοεῖ;
ΤΡΥΓΑΙΟΣ
360 Οὐδὲν πονηρόν, ἀλλ’ ὅπερ καὶ Κιλλικῶν.
ΕΡΜΗΣ
360 Ἀπόλωλας, ὦ κακόδαιμον.
ΤΡΥΓΑΙΟΣ
364 Οὐκοῦν, ἢν λάχω·
365 Ἑρμῆς γὰρ ὢν κλήρῳ ποήσεις οἶδ’ ὅτι.
ΕΡΜΗΣ
365 Ἀπόλωλας, ἐξόλωλας.
ΤΡΥΓΑΙΟΣ
366 Εἰς τίν’ ἡμέραν;
ΕΡΜΗΣ
366 Εἰς αὐτίκα μάλ’.
ΤΡΥΓΑΙΟΣ
367 Ἀλλ’ οὐδὲν ἠμπόληκά πω, οὔτ’ ἄλφιτ’ οὔτε τυρόν, ὡς ἀπολούμενος.
ΕΡΜΗΣ
367 Καὶ μὴν ἐπιτέτριψαί γε.
ΤΡΥΓΑΙΟΣ
369 Κᾆτα τῷ τρόπῳ
370 οὐκ ᾐσθόμην ἀγαθὸν τοσουτονὶ λαβών;
ΕΡΜΗΣ
370 Ἆρ’ οἶσθα θάνατον ὅτι προεῖφ’ ὁ Ζεὺς ὃς ἂν ταύτην ἀνορύττων εὑρεθῇ;
ΤΡΥΓΑΙΟΣ
372 Νῦν ἆρά με ἅπας’ ἀνάγκη ’στ’ ἀποθανεῖν;
ΕΡΜΗΣ
373 Εὖ ἴσθ’ ὅτι.
ΤΡΥΓΑΙΟΣ
373 Εἰς χοιρίδιόν μοί νυν δάνεισον τρεῖς δραχμάς·
375 δεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι.
ΕΡΜΗΣ
375 Ὦ Ζεῦ κεραυνοβρόντα—
ΤΡΥΓΑΙΟΣ
376 Μή, πρὸς τῶν θεῶν, ἡμῶν κατείπῃς, ἀντιβολῶ σε, δέσποτα.
ΕΡΜΗΣ
376 Οὐκ ἂν σιωπήσαιμι.
ΤΡΥΓΑΙΟΣ
378 Ναί, πρὸς τῶν κρεῶν, ἁγὼ προθύμως σοι φέρων ἀφικόμην.
ΕΡΜΗΣ
380 Ἀλλ’, ὦ μέλ’, ὑπὸ τοῦ Διὸς ἀμαλδυνθήσομαι, εἰ μὴ τετορήσω ταῦτα καὶ λακήσομαι.
ΤΡΥΓΑΙΟΣ
380 Μή νυν λακῄσῃς, λίσσομαί ς’, Ὦρμῄδιον. Εἰπέ μοι, τί πάσχετ’, ὦνδρες; Ἕστατ’ ἐκπεπληγμένοι. Ὦ πόνηροι, μὴ σιωπᾶτ’· εἰ δὲ μή, λακήσεται.
ΧΟΡΟΣ
385 Μηδαμῶς, ὦ δέσποθ’ Ἑρμῆ, μηδαμῶς, μηδαμῶς, εἴ τι κεχαρισμένον
386 χοιρίδιον οἶσθα παρ’ ἐ‐
386-387 μοῦ 〈γε〉 κατεδηδοκώς,
388 τοῦτο μὴ φαῦλον νόμιζ’ ἐν τῷδε τῷ πράγματι.
ΤΡΥΓΑΙΟΣ
388 Οὐκ ἀκούεις οἷα θωπεύουσί ς’, ὦναξ δέσποτα;
ΧΟΡΟΣ
390 Μὴ γένῃ παλίγκοτος
390 ἀντιβολοῦσιν ἡμῖν, ὥστε τήνδε μὴ λαβεῖν· ἀλλὰ χάρις’, ὦ φιλαν‐ θρωπότατε καὶ μεγαλο‐ δωρότατε δαιμόνων,
395 εἴ τι Πεισάνδρου βδελύττει τοὺς λόφους καὶ τὰς ὀφρῦς. Καί σε θυσίαισιν ἱε‐ ραῖσι προσόδοις τε μεγά‐ λαισι διὰ παντός, ὦ δέσποτ’, ἀγαλοῦμεν ἡμεῖς ἀεί.
ΤΡΥΓΑΙΟΣ
399 Ἴθ’, ἀντιβολῶ ς’, ἐλέησον αὐτῶν τὴν ὄπα,
399 ἐπεί σε καὶ τιμῶσι μᾶλλον ἢ πρὸ τοῦ. Κλέπται τε γὰρ νῦν μᾶλλόν εἰσιν ἢ πρὸ τοῦ. Καί σοι φράσω τι πρᾶγμα δεινὸν καὶ μέγα, ὃ τοῖς θεοῖς ἅπασιν ἐπιβουλεύεται.
ΕΡΜΗΣ
405 Ἴθι δή, κάτειπ’· ἴσως γὰρ ἂν πείσαις ἐμέ.
ΤΡΥΓΑΙΟΣ
405 Ἡ γὰρ Σελήνη χὠ πανοῦργος Ἥλιος ὑμῖν ἐπιβουλεύοντε πολὺν ἤδη χρόνον τοῖς βαρβάροισι προδίδοτον τὴν Ἑλλάδα.
ΕΡΜΗΣ
405 Ἵνα δὴ τί τοῦτο δρᾶτον;
ΤΡΥΓΑΙΟΣ
409 Ὁτιὴ νὴ Δία
410 ἡμεῖς μὲν ὑμῖν θύομεν, τούτοισι δὲ οἱ βάρβαροι θύουσι, διὰ τοῦτ’ εἰκότως βούλοιντ’ ἂν ἡμᾶς πάντας ἐξολωλέναι, ἵνα τὰς τελετὰς λάβοιεν αὐτοὶ τῶν θεῶν.
ΕΡΜΗΣ
410 Ταῦτ’ ἄρα πάλαι τῶν ἡμερῶν παρεκλέπτετον
415 καὶ τοῦ κύκλου παρέτρωγον ὑφ’ ἁρματωλίας.
ΤΡΥΓΑΙΟΣ
415 Ναὶ μὰ Δία. Πρὸς ταῦτ’, ὦ φίλ’ Ἑρμῆ, ξύλλαβε ἡμῖν προθύμως, τήνδε καὶ ξυνανέλκυσον. Καὶ σοὶ τὰ μεγάλ’ ἡμεῖς Παναθήναι’ ἄξομεν πάσας τε τὰς ἄλλας τελετὰς τὰς τῶν θεῶν,
420 Μυστήρι’ Ἑρμῇ, Διπολίει’, Ἀδώνια· ἅλλαι τέ σοι πόλεις πεπαυμέναι κακῶν Ἀλεξικάκῳ θύσουσιν Ἑρμῇ πανταχοῦ.
420 Χἄτερ’ ἔτι πόλλ’ ἕξεις ἀγαθά. Πρῶτον δέ σοι δῶρον δίδωμι τήνδ’, ἵνα σπένδειν ἔχῃς.
ΕΡΜΗΣ
425 Οἴμ’ ὡς ἐλεήμων εἴμ’ ἀεὶ τῶν χρυσίδων.
ΤΡΥΓΑΙΟΣ
425 Ὑμέτερον ἐντεῦθεν ἔργον, ὦνδρες. Ἀλλὰ ταῖς ἄμαις εἰσιόντες ὡς τάχιστα τοὺς λίθους ἀφέλκετε.
ΧΟΡΟΣ
425 Ταῦτα δράσομεν· σὺ δ’ ἡμῖν, ὦ θεῶν σοφώτατε, ἅττα χρὴ ποεῖν ἐφεστὼς φράζε δημιουργικῶς·
430 τἄλλα δ’ εὑρήσεις ὑπουργεῖν ὄντας ἡμᾶς οὐ κακούς.
ΤΡΥΓΑΙΟΣ
430 Ἄγε δή, σὺ ταχέως ὕπεχε τὴν φιάλην, ὅπως ἔργῳ ’φιαλοῦμεν εὐξάμενοι τοῖσιν θεοῖς.
ΕΡΜΗΣ
430 Σπονδὴ σπονδή· εὐφημεῖτε εὐφημεῖτε.
435 Σπένδοντες εὐχόμεσθα τὴν νῦν ἡμέραν Ἕλλησιν ἄρξαι πᾶσι πολλῶν κἀγαθῶν, χὤστις προθύμως ξυλλάβοι τῶν σχοινίων, τοῦτον τὸν ἄνδρα μὴ λαβεῖν ποτ’ ἀσπίδα.
ΤΡΥΓΑΙΟΣ
435 Μὰ Δί’, ἀλλ’ ἐν εἰρήνῃ διαγαγεῖν τὸν βίον,
440 ἔχονθ’ ἑταίραν καὶ σκαλεύοντ’ ἄνθρακας.
ΕΡΜΗΣ
440 Ὅστις δὲ πόλεμον μᾶλλον εἶναι βούλεται, μηδέποτε παύσασθ’ αὐτόν, ὦ Διόνυς’ ἄναξ, —
ΤΡΥΓΑΙΟΣ
440 ἐκ τῶν 〈γ’〉 ὀλεκράνων ἀκίδας ἐξαιρούμενον.
ΕΡΜΗΣ
440 Κεἴ τις ἐπιθυμῶν ταξιαρχεῖν σοὶ φθονεῖ
445 εἰς φῶς ἀνελθεῖν, ὦ πότνι’, ἐν ταῖσιν μάχαις—
ΤΡΥΓΑΙΟΣ
445 πάσχοι γε τοιαῦθ’ οἷάπερ Κλεώνυμος.
ΕΡΜΗΣ
445 Κεἴ τις δορυξὸς ἢ κάπηλος ἀσπίδων, ἵν’ ἐμπολᾷ βέλτιον, ἐπιθυμεῖ μαχῶν, —
ΤΡΥΓΑΙΟΣ
445 ληφθείς 〈γ’〉 ὑπὸ λῃστῶν ἐσθίοι κριθὰς μόνας.
ΕΡΜΗΣ
445 Κεἴ τις στρατηγεῖν βουλόμενος μὴ ξυλλάβοι ἢ δοῦλος αὐτομολεῖν παρεσκευασμένος, —
ΤΡΥΓΑΙΟΣ
445 ἐπὶ τοῦ τροχοῦ γ’ ἕλκοιτο μαστιγούμενος.
ΕΡΜΗΣ
445 Ἡμῖν δ’ ἀγαθὰ γένοιτ’. Ἰὴ παιών, ἰή.
ΤΡΥΓΑΙΟΣ
445 Ἄφελε τὸ παίει ν, ἀλλ’ ἰὴ μόνον λέγε.
ΕΡΜΗΣ
455 Ἰὴ ἰὴ τοίνυν, ἰὴ μόνον λέγω.
ΤΡΥΓΑΙΟΣ
455 Ἑρμῇ, Χάρισιν, Ὥραισιν, Ἀφροδίτῃ, Πόθῳ.
ΕΡΜΗΣ
455 Ἄρει δὲ μή.
ΤΡΥΓΑΙΟΣ
457 Μή.
ΕΡΜΗΣ
457 Μηδ’ Ἐνυαλίῳ γε.
ΤΡΥΓΑΙΟΣ
457 Μή.
ΕΡΜΗΣ
457 Ὑπότεινε δὴ πᾶς καὶ κάταγε τοῖσιν κάλῳς.
ΧΟΡΟΣ
458 Ὢ εἶα
ΕΡΜΗΣ
460 Εἶα μάλα.
ΧΟΡΟΣ
460 Ὢ εἶα.
ΕΡΜΗΣ
460 Εἶα ἔτι μάλα.
ΧΟΡΟΣ
460 Ὢ εἶα, ὢ εἶα.
ΤΡΥΓΑΙΟΣ
460 Ἀλλ’ οὐχ ἕλκους’ ἅνδρες ὁμοίως.
465 Οὐ ξυλλήψεσθ’; Οἷ’ ὀγκύλλεσθ’· οἰμώξεσθ’, οἱ Βοιωτοί.
ΕΡΜΗΣ
465 Εἶά νυν.
ΤΡΥΓΑΙΟΣ
465 Εἶα ὤ.
ΧΟΡΟΣ
465 〈Ἀλλ’〉 ἄγετε ξυνανέλκετε καὶ σφώ.
ΤΡΥΓΑΙΟΣ
470 Οὔκουν ἕλκω κἀξαρτῶμαι κἀπεμπίπτω καὶ σπουδάζω;
ΧΟΡΟΣ
470 Πῶς οὖν οὐ χωρεῖ τοὔργον;
ΤΡΥΓΑΙΟΣ
470 Ὦ Λάμαχ’, ἀδικεῖς ἐμποδὼν καθήμενος. Οὐδὲν δεόμεθ’, ὦνθρωπε, τῆς σῆς μορμόνος.
475 Οὐδ’ οἵδε γ’ εἷλκον οὐδὲν Ἁργεῖοι πάλαι ἀλλ’ ἢ κατεγέλων τῶν ταλαιπωρουμένων, καὶ ταῦτα διχόθεν μισθοφοροῦντες ἄλφιτα.
ΕΡΜΗΣ
475 Ἀλλ’ οἱ Λάκωνες, ὦγάθ’, ἕλκους’ ἀνδρικῶς.
ΤΡΥΓΑΙΟΣ
475 Ἆρ’ οἶσθ’ ὅσοι γ’ αὐτῶν ἔχονται τοῦ ξύλου,
480 μόνοι προθυμοῦντ’· ἀλλ’ ὁ χαλκεὺς οὐκ ἐᾷ.
ΕΡΜΗΣ
480 Οὐδ’ οἱ Μεγαρῆς δρῶς’ οὐδέν· ἕλκουσιν δ’ ὅμως γλισχρότατα σαρκάζοντες ὥσπερ κυνίδια—
ΤΡΥΓΑΙΟΣ
480 ὑπὸ τοῦ γε λιμοῦ νὴ Δί’ ἐξολωλότες.
ΕΡΜΗΣ
480 Οὐδὲν ποιοῦμεν, ὦνδρες. Ἀλλ’ ὁμοθυμαδὸν
485 ἅπασιν ἡμῖν αὖθις ἀντιληπτέον.
ΧΟΡΟΣ
485 Ὢ εἶα.
ΕΡΜΗΣ
485 Εἶα μάλα.
ΧΟΡΟΣ
485 Ὢ εἶα.
ΕΡΜΗΣ
485 Εἶα, νὴ Δία.
ΧΟΡΟΣ
490 Μικρόν γε κινοῦμεν.
ΤΡΥΓΑΙΟΣ
490 Οὔκουν δεινὸν 〈κἄτοπον, ἡμῶν〉 τοὺς μὲν τείνειν, τοὺς δ’ ἀντισπᾶν; Πληγὰς λήψεσθ’, Ἁργεῖοι.
ΕΡΜΗΣ
490 Εἶά νυν.
ΤΡΥΓΑΙΟΣ
495 Εἶα ὤ.
ΧΟΡΟΣ
495 Ὡς κακόνοι τινές εἰσιν ἐν ἡμῖν.
ΤΡΥΓΑΙΟΣ
495 Ὑμεῖς μὲν γοῦν οἱ κιττῶντες τῆς εἰρήνης σπᾶτ’ ἀνδρείως.
ΧΟΡΟΣ
495 Ἀλλ’ εἴς’ οἳ κωλύουσιν.
ΕΡΜΗΣ
495 Ἄνδρες Μεγαρῆς, οὐκ ἐς κόρακας ἐρρήσετε; Μισεῖ γὰρ ὑμᾶς ἡ θεὸς μεμνημένη· πρῶτοι γὰρ αὐτὴν τοῖς σκορόδοις ἠλείψατε. Καὶ τοῖς Ἀθηναίοισι παύσασθαι λέγω ἐντεῦθεν ἐχομένοις ὅθεν νῦν ἕλκετε·
505 οὐδὲν γὰρ ἄλλο δρᾶτε πλὴν δικάζετε. Ἀλλ’ εἴπερ ἐπιθυμεῖτε τήνδ’ ἐξελκύσαι, πρὸς τὴν θάλατταν ὀλίγον ὑποχωρήσατε.
ΧΟΡΟΣ
505 Ἄγ’, ὦνδρες, αὐτοὶ δὴ μόνοι λαβώμεθ’ οἱ γεωργοί.
ΕΡΜΗΣ
505 Χωρεῖ γέ τοι τὸ πρᾶγμα πολλῷ μᾶλλον, ὦνδρες, ὑμῖν.
ΧΟΡΟΣ
510 Χωρεῖν τὸ πρᾶγμά φησιν· ἀλλὰ πᾶς ἀνὴρ προθυμοῦ.
ΤΡΥΓΑΙΟΣ
510 Οἵ τοι γεωργοὶ τοὔργον ἐξέλκουσι, κἄλλος οὐδείς.
ΧΟΡΟΣ
511 Ἄγε νυν, ἄγε πᾶς.
ΕΡΜΗΣ
511 Καὶ μὴν ὁμοῦ ’στιν ἤδη.
ΧΟΡΟΣ
511 Μή νυν ἀνῶμεν, ἀλλ’ ἐπεν‐
515 τείνωμεν ἀνδρικώτερον.
ΕΡΜΗΣ
515 Ἤδη ’στὶ τοῦτ’ ἐκεῖνο.
ΧΟΡΟΣ
515 Ὢ εἶά νυν, ὢ εἶα πᾶς. Ὢ εἶα εἶα εἶά 〈νυν〉. Ὢ εἶα εἶα εἶα πᾶς.
ΤΡΥΓΑΙΟΣ
520 Ὦ πότνια βοτρυόδωρε, τί προσείπω ς’ ἔπος; Πόθεν ἂν λάβοιμι ῥῆμα μυριάμφορον ὅτῳ προσείπω ς’; Οὐ γὰρ εἶχον οἴκοθεν. Ὦ χαῖρ’, Ὀπώρα, καὶ σὺ δ’, ὦ Θεωρία· οἷον δ’ ἔχεις τὸ πρόσωπον, ὦ Θεωρία·
525 οἷον δὲ πνεῖς, ὡς ἡδὺ κατὰ τῆς καρδίας, γλυκύτατον, ὥσπερ ἀστρατείας καὶ μύρου.
ΕΡΜΗΣ
525 Μῶν οὖν ὅμοιον καὶ γυλιοῦ στρατιωτικοῦ;
ΤΡΥΓΑΙΟΣ
525 Ἀπέπτυς’ ἐχθροῦ φωτὸς ἔχθιστον πλέκος. Τοῦ μὲν γὰρ ὄζει κρομμυοξυρεγμίας,
530 ταύτης δ’ ὀπώρας, ὑποδοχῆς, Διονυσίων, αὐλῶν, τραγῳδῶν, Σοφοκλέους μελῶν, κιχλῶν, ἐπυλλίων Εὐριπίδου—
ΕΡΜΗΣ
532 Κλαύσἄρα σὺ
532 ταύτης καταψευδόμενος· οὐ γὰρ ἥδεται αὕτη ποητῇ ῥηματίων δικανικῶν.
ΤΡΥΓΑΙΟΣ
535 κιττοῦ, τρυγοίπου, προβατίων βληχωμένων, κόλπου γυναικῶν διατρεχουσῶν εἰς ἀγρόν, δούλης μεθυούσης, ἀνατετραμμένου χοῶς, ἄλλων τε πολλῶν κἀγαθῶν.
ΕΡΜΗΣ
538 Ἴθι νυν, ἄθρει οἷον πρὸς ἀλλήλας λαλοῦσιν αἱ πόλεις
540 διαλλαγεῖσαι καὶ γελῶσιν ἄσμεναι—
ΤΡΥΓΑΙΟΣ
540 καὶ ταῦτα δαιμονίως ὑπωπιασμέναι ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι.
ΕΡΜΗΣ
540 Καὶ τῶνδε τοίνυν τῶν θεωμένων σκόπει τὰ πρόσωφ’, ἵνα γνῷς τὰς τέχνας.
ΤΡΥΓΑΙΟΣ
544 Αἰβοῖ τάλας.
ΕΡΜΗΣ
545 Ἐκεινονὶ γοῦν τὸν λοφοποιὸν οὐχ ὁρᾷς τίλλονθ’ ἑαυτόν;
ΤΡΥΓΑΙΟΣ
546 Ὁ δέ γε τὰς σμινύας ποιῶν κατέπαρδεν ἄρτι τοῦ ξιφουργοῦ ’κεινουί.
ΕΡΜΗΣ
546 Ὁ δὲ δρεπανουργὸς οὐχ ὁρᾷς ὡς ἥδεται;
ΤΡΥΓΑΙΟΣ
546 Καὶ τὸν δορυξὸν οἷον ἐσκιμάλισεν.
ΕΡΜΗΣ
546 Ἴθι νυν, ἄνειπε τοὺς γεωργοὺς ἀπιέναι.
ΤΡΥΓΑΙΟΣ
546 Ἀκούετε λεῴ· τοὺς γεωργοὺς ἀπιέναι τὰ γεωργικὰ σκεύη λαβόντας εἰς ἀγρὸν ὡς τάχιστ’ ἄνευ δορατίου καὶ ξίφους κἀκοντίου· ὡς ἅπαντ’ ἤδη ’στὶ μεστὰ τἀνθάδ’ εἰρήνης σαπρᾶς.
555 Ἀλλὰ πᾶς χώρει πρὸς ἔργον εἰς ἀγρὸν παιωνίσας.
ΧΟΡΟΣ
555 Ὦ ποθεινὴ τοῖς δικαίοις καὶ γεωργοῖς ἡμέρα, ἄσμενός 〈σ’〉 ἰδὼν προσειπεῖν βούλομαι τὰς ἀμπέλους, τάς τε συκᾶς ἃς ἐγὼ ’φύτευον ὢν νεώτερος ἀσπάσασθαι θυμὸς ἡμῖν ἐστι πολλοστῷ χρόνῳ.
ΤΡΥΓΑΙΟΣ
560 Νῦν μὲν οὖν, ὦνδρες, προσευξώμεσθα πρῶτον τῇ θεῷ, ἥπερ ἡμῶν τοὺς λόφους ἀφεῖλε καὶ τὰς Γοργόνας· εἶθ’ ὅπως λιταργιοῦμεν οἴκαδ’ εἰς τὰ χωρία, ἐμπολήσαντές τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.
ΕΡΜΗΣ
560 Ὦ Πόσειδον, ὡς καλὸν τὸ στῖφος αὐτῶν φαίνεται
565 καὶ πυκνὸν καὶ γοργὸν ὥσπερ μᾶζα καὶ πανδαισία.
ΤΡΥΓΑΙΟΣ
565 Νὴ Δί’, ἡ γὰρ σφῦρα λαμπρὸν ἦν ἄρ’ ἐξωπλισμένη, αἵ τε θρίνακες διαστίλβουσι πρὸς τὸν ἥλιον. Ἦ καλῶς αὐτῶν ἀπαλλάξειεν ἂν μετόρχιον. Ὥστ’ ἔγωγ’ ἤδη ’πιθυμῶ καὐτὸς ἐλθεῖν εἰς ἀγρὸν
570 καὶ τριαινοῦν τῇ δικέλλῃ διὰ χρόνου τὸ γῄδιον. Ἀλλ’ ἀναμνησθέντες, ὦνδρες, τῆς διαίτης τῆς παλαιᾶς, ἣν παρεῖχ’ αὕτη ποθ’ ἡμῖν, τῶν τε παλασίων ἐκείνων
575 τῶν τε σύκων, τῶν τε μύρτων, τῆς τρυγός τε τῆς γλυκείας τῆς ἰωνιᾶς τε τῆς πρὸς τῷ φρέατι, τῶν τ’ ἐλαῶν, ὧν ποθοῦμεν,
580 ἀντὶ τούτων τήνδε νυνὶ τὴν θεὸν προσείπατε.
ΧΟΡΟΣ
581 Χαῖρε, χαῖρ’, ὡς ἀσμένοισιν ἦλθες, ὦ φιλτάτη·
581 σῷ γὰρ ἐδάμην πόθῳ, δαιμόνια βουλόμενος
585 εἰς ἀγρὸν ἀνερπύσαι.
586-587 Ἦσθα γὰρ μέγιστον ἡμῖν κέρδος, ὦ ποθουμένη,
588 πᾶσιν ὁπόσοι γεωργι‐ κὸν βίον ἐτρίβομεν· μό‐
590 νη γὰρ ἡμᾶς ὠφέλεις.
591-592 Πολλὰ γὰρ ἐπάσχομεν
593 πρίν ποτ’ ἐπὶ σοῦ γλυκέα κἀδάπανα καὶ φίλα.
595 Τοῖς ἀγροίκοισιν γὰρ ἦσθα χῖδρα καὶ σωτηρία.
596-597 Ὥστε σὲ τά τ’ ἀμπέλια
598 καὶ τὰ νέα συκίδια τἄλλα θ’ ὁπός’ ἐστὶ φυτὰ
598 προσγελάσεται λαβόντ’ ἄσμενα.
598 Ἀλλὰ ποῦ ποτ’ ἦν ἀφ’ ἡμῶν τὸν πολὺν τοῦτον χρόνον ἥδε, τοῦθ’ ἡμᾶς δίδαξον, ὦ θεῶν εὐνούστατε.
ΕΡΜΗΣ
598 Ὦ σοφώτατοι γεωργοί, τἀμὰ δὴ ξυνίετε ῥήματ’, εἰ βούλεσθ’ ἀκοῦσαι τήνδ’ ὅπως ἀπώλετο.
605 Πρῶτα μέν γ’ ἄτης ὑπῆρξε Φειδίας πράξας κακῶς. εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχοι τῆς τύχης, τὰς φύσεις ὑμῶν δεδοικὼς καὶ τὸν αὐτοδὰξ τρόπον, πρὶν παθεῖν τι δεινὸν αὐτός, ἐξέφλεξε τὴν πόλιν ᾗ ’μβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος
610 ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ πάντας Ἕλληνας δακρῦσαι, τούς τ’ ἐκεῖ τούς τ’ ἐνθάδε.
610 Ὡς δ’ ἅπαξ τὸ πρῶτον ἄκους’ ἐψόφησεν ἄμπελος καὶ πίθος πληγεὶς ὑπ’ ὀργῆς ἀντελάκτισεν πίθῳ, οὐκέτ’ ἦν οὐδεὶς ὁ παύσων, ἥδε δ’ ἠφανίζετο.
ΤΡΥΓΑΙΟΣ
615 Ταῦτα τοίνυν μὰ τὸν Ἀπόλλω ’γὼ ’πεπύσμην οὐδενός, οὐδ’ ὅπως αὐτῇ προσήκοι Φειδίας ἠκηκόη.
ΧΟΡΟΣ
615 Οὐδ’ ἔγωγε, πλήν γε νυνί. Ταῦτ’ ἄρ’ εὐπρόσωπος ἦν, οὖσα συγγενὴς ἐκείνου. Πολλά γ’ ἡμᾶς λανθάνει.
ΕΡΜΗΣ
615 Κᾆτ’ ἐπειδὴ ’γνωσαν ὑμᾶς αἱ πόλεις ὧν ἤρχετε
620 ἠγριωμένους ἐπ’ ἀλλήλοισι καὶ σεσηρότας, πάντ’ ἐμηχανῶντ’ ἐφ’ ὑμῖν τοὺς φόρους φοβούμεναι, κἀνέπειθον τῶν Λακώνων τοὺς μεγίστους χρήμασιν. Οἱ δ’ ἅτ’ ὄντες αἰσχροκερδεῖς καὶ διειρωνόξενοι τήνδ’ ἀπορρίψαντες αἰσχρῶς τὸν Πόλεμον ἀνήρπασαν·
625 κᾆτα τἀκείνων γε κέρδη τοῖς γεωργοῖς ἦν κακά· αἱ γὰρ ἐνθένδ’ αὖ τριήρεις ἀντιτιμωρούμεναι οὐδὲν αἰτίων ἂν ἀνδρῶν τὰς κράδας κατήσθιον.
ΤΡΥΓΑΙΟΣ
625 Ἐν δίκῃ μὲν οὖν, ἐπεί τοι τὴν κορώνεών γέ μου ἐξέκοψαν, ἣν ἐγὼ ’φύτευσα κἀξεθρεψάμην.
ΧΟΡΟΣ
630 Νὴ Δί’, ὦ μέλ’, ἐν δίκῃ 〈γε〉 δῆτ’, ἐπεὶ κἀμοῦ λίθον ἐμβαλόντες ἑξμέδιμνον κυψέλην ἀπώλεσαν.
ΕΡΜΗΣ
630 Κἀνθάδ’ ὡς ἐκ τῶν ἀγρῶν ξυνῆλθεν οὑργάτης λεώς, τὸν τρόπον πωλούμενος τὸν αὐτὸν οὐκ ἐμάνθανεν, ἀλλ’ ἅτ’ ὢν ἄνευ γιγάρτων καὶ φιλῶν τὰς ἰσχάδας
635 ἔβλεπεν πρὸς τοὺς λέγοντας· οἱ δὲ γιγνώσκοντες εὖ
635 τοὺς πένητας ἀσθενοῦντας κἀποροῦντας ἀλφίτων, τήνδε μὲν δικροῖς ἐώθουν τὴν θεὸν κεκράγμασιν, πολλάκις φανεῖσαν αὐτὴν τῆσδε τῆς χώρας πόθῳ, τῶν δὲ συμμάχων ἔσειον τοὺς παχεῖς καὶ πλουσίους,
640 αἰτίαν ἂν προστιθέντες, ὡς φρονοῖ τὰ Βρασίδο υ. Εἶτ’ ἂν ὑμεῖς τοῦτον ὥσπερ κυνίδι’ ἐσπαράττετε· ἡ πόλις γὰρ ὠχριῶσα κἀν φόβῳ καθημένη, ἅττα διαβάλοι τις αὐτῇ, ταῦτ’ ἂν ἥδιστ’ ἤσθιεν. Οἱ δὲ τὰς πληγὰς ὁρῶντες ἃς ἐτύπτονθ’, οἱ ξένοι,
645 χρυσίῳ τῶν ταῦτα ποιούντων ἐβύνουν τὸ στόμα, ὥστ’ ἐκείνους μὲν ποῆσαι πλουσίους, ἡ δ’ Ἑλλὰς αὖ ἐξερημωθεῖς’ ἂν ὑμᾶς ἔλαθε. Ταῦτα δ’ ἦν ὁ δρῶν βυρσοπώλης.
ΤΡΥΓΑΙΟΣ
648 Παῦε παῦ’, ὦ δέσποθ’ Ἑρμῆ, μὴ λέγε, ἀλλ’ ἔα τὸν ἄνδρ’ ἐκεῖνον οὗπέρ ἐστ’ εἶναι κάτω·
648 οὐ γὰρ ἡμέτερος ἔτ’ ἔστ’ ἐκεῖνος ἁνήρ, ἀλλὰ σός. Ἅττ’ ἂν οὖν λέγῃς ἐκεῖνον, κεἰ πανοῦργος ἦν, ὅτ’ ἔζη, καὶ λάλος καὶ συκοφάντης καὶ κύκηθρον καὶ τάρακτρον,
655 ταῦθ’ ἁπαξάπαντα νυνὶ τοὺς σεαυτοῦ λοιδορεῖς. Ἀλλ’ ὅ τι σιωπᾷς, ὦ πότνια, κάτειπέ μοι.
ΕΡΜΗΣ
655 Ἀλλ’ οὐκ ἂν εἴποι πρός γε τοὺς θεωμένους· ὀργὴν γὰρ αὐτοῖς ὧν ἔπαθε πολλὴν ἔχει.
ΤΡΥΓΑΙΟΣ
660 Ἡ δ’ ἀλλὰ πρὸς σὲ μικρὸν εἰπάτω μόνον.
ΕΡΜΗΣ
660 Εἴφ’ ὅ τι νοεῖς αὐτοῖσι πρὸς ἔμ’, ὦ φιλτάτη. Ἴθ’ ὦ γυναικῶν μισοπορπακιστάτη. Εἶἑν· ἀκούω. Ταῦτ’ ἐπικαλεῖς; Μανθάνω. Ἀκούσαθ’, ὑμεῖς, ὧν ἕνεκα μομφὴν ἔχει.
665 Ἐλθοῦσά φησιν αὐτομάτη μετὰ τἀν Πύλῳ σπονδῶν φέρουσα τῇ πόλει κίστην πλέαν ἀποχειροτονηθῆναι τρὶς ἐν τἠκκλησίᾳ.
ΤΡΥΓΑΙΟΣ
665 Ἡμάρτομεν ταῦτ’· ἀλλὰ συγγνώμην ἔχε· ὁ νοῦς γὰρ ἡμῶν ἦν τότ’ ἐν τοῖς σκύτεσιν.
ΕΡΜΗΣ
670 Ἴθι νυν, ἄκουσον οἷον ἄρτι μ’ ἤρετο· ὅστις κακόνους αὐτῇ μάλιστ’ ἦν ἐνθάδε, χὤστις φίλος κἄσπευδεν εἶναι μὴ μάχας.
ΤΡΥΓΑΙΟΣ
670 Εὐνούστατος μὲν ἦν μακρῷ Κλεώνυμος.
ΕΡΜΗΣ
670 Ποῖός τις οὖν εἶναι δοκεῖ τὰ πολεμικὰ
675 ὁ Κλεώνυμος;
ΤΡΥΓΑΙΟΣ
675 Ψυχήν γ’ ἄριστος, πλήν γ’ ὅτι οὐκ ἦν ἄρ’ οὗπέρ φησιν εἶναι τοῦ πατρός. Εἰ γάρ ποτ’ ἐξέλθοι στρατιώτης, εὐθέως ἀποβολιμαῖος τῶν ὅπλων ἐγίγνετο.
ΕΡΜΗΣ
675 Ἔτι νυν ἄκουσον οἷον ἄρτι μ’ ἤρετο·
680 ὅστις κρατεῖ νῦν τοῦ λίθου τοῦ ’ν τῇ πυκνί.
ΤΡΥΓΑΙΟΣ
680 Ὑπέρβολος νῦν τοῦτ’ ἔχει τὸ χωρίον. Αὕτη, τί ποιεῖς; Τὴν κεφαλὴν ποῖ περιάγεις;
ΕΡΜΗΣ
680 Ἀποστρέφεται τὸν δῆμον ἀχθεσθεῖς’ ὅτι οὕτω πονηρὸν προστάτην ἐπεγράψατο.
ΤΡΥΓΑΙΟΣ
685 Ἀλλ’ οὐκέτ’ αὐτῷ χρησόμεθ’ οὐδέν, ἀλλὰ νῦν ἀπορῶν ὁ δῆμος ἐπιτρόπου καὶ γυμνὸς ὢν τοῦτον τέως τὸν ἄνδρα περιεζώσατο.
ΕΡΜΗΣ
685 Πῶς οὖν ξυνοίσει ταῦτ’ ἐρωτᾷ τῇ πόλει.
ΤΡΥΓΑΙΟΣ
685 Εὐβουλότεροι γενησόμεθα.
ΕΡΜΗΣ
689 Τρόπῳ τίνι;
ΤΡΥΓΑΙΟΣ
690 Ὅτι τυγχάνει λυχνοποιὸς ὤν. Πρὸ τοῦ μὲν οὖν ἐψηλαφῶμεν ἐν σκότῳ τὰ πράγματα, νυνὶ δ’ ἅπαντα πρὸς λύχνον βουλεύσομεν.
ΕΡΜΗΣ
690 Ὢ ὤ,
693 οἷά μ’ ἐκέλευσεν ἀναπυθέσθαι σου.
ΤΡΥΓΑΙΟΣ
693 Τὸ τί;
ΕΡΜΗΣ
693 Πάμπολλα, καὶ τἀρχαῖ’ ἃ κατέλιπεν τότε·
695 Πρῶτον δ’ ὅ τι πράττει Σοφοκλέης ἀνήρετο.
ΤΡΥΓΑΙΟΣ
695 Εὐδαιμονεῖ· πάσχει δὲ θαυμαστόν.
ΕΡΜΗΣ
696 Τὸ τί;
ΤΡΥΓΑΙΟΣ
696 Ἐκ τοῦ Σοφοκλέους γίγνεται Σιμωνίδης.
ΕΡΜΗΣ
696 Σιμωνίδης; πῶς;
ΤΡΥΓΑΙΟΣ
698 Ὅτι γέρων ὢν καὶ σαπρὸς κέρδους ἕκατι κἂν ἐπὶ ῥιπὸς πλέοι.
ΕΡΜΗΣ
698 Τί δαὶ Κρατῖνος ὁ σοφός; Ἔστιν;
ΤΡΥΓΑΙΟΣ
698 Ἀπέθανεν, ὅθ’ οἱ Λάκωνες ἐνέβαλον.
ΕΡΜΗΣ
701 Τί παθών;
ΤΡΥΓΑΙΟΣ
701 Ὅ τι; ὡρακιάσας· οὐ γὰρ ἐξηνέσχετο ἰδὼν πίθον καταγνύμενον οἴνου πλέων. Χἄτερα πός’ ἄττ’ οἴει γεγενῆσθ’ ἐν τῇ πόλει;
705 Ὥστ’ οὐδέποτ, ὦ δέσποιν’, ἀφησόμεσθά σου.
ΕΡΜΗΣ
705 Ἴθι νυν, ἐπὶ τούτοις τὴν Ὀπώραν λάμβανε
705 γυναῖκα σαυτῷ τήνδε· κᾆτ’ ἐν τοῖς ἀγροῖς ταύτῃ ξυνοικῶν ἐκποιοῦ σαυτῷ βότρυς.
ΤΡΥΓΑΙΟΣ
705 Ὦ φιλτάτη, δεῦρ’ ἐλθὲ καὶ δός μοι κύσαι.
710 Ἆρ’ ἂν βλαβῆναι διὰ χρόνου τί σοι δοκῶ, ὦ δέσποθ’ Ἑρμῆ, τῆς Ὀπώρας κατελάσας;
ΕΡΜΗΣ
710 Οὔκ, εἴ γε κυκεῶν’ ἐπιπίοις βληχωνίαν. Ἀλλ’ ὡς τάχιστα τήνδε τὴν Θεωρίαν ἀπάγαγε τῇ βουλῇ λαβών, ἧσπέρ ποτ’ ἦν.
ΤΡΥΓΑΙΟΣ
715 Ὦ μακαρία βουλὴ σὺ τῆς Θεωρίας, ὅσον ῥοφήσεις ζωμὸν ἡμερῶν τριῶν, ὅσας δὲ κατέδει χόλικας ἑφθὰς καὶ κρέα. Ἀλλ’, ὦ φίλ’ Ἑρμῆ, χαῖρε πολλά.
ΕΡΜΗΣ
718 Καὶ σύ γε, ὦνθρωπε, χαίρων ἄπιθι καὶ μέμνησό μου.
ΤΡΥΓΑΙΟΣ
720 Ὦ κάνθαρ’, οἴκαδ’ οἴκαδ’ ἀποπετώμεθα.
ΕΡΜΗΣ
720 Οὐκ ἐνθάδ’, ὦ τᾶν, ἐστι.
ΤΡΥΓΑΙΟΣ
721 Ποῖ γὰρ οἴχεται;
ΕΡΜΗΣ
721 Ὑφ’ ἅρματ’ ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ.
ΤΡΥΓΑΙΟΣ
721 Πόθεν οὖν ὁ τλήμων ἐνθάδ’ ἕξει σιτία;
ΕΡΜΗΣ
721 Τὴν τοῦ Γανυμήδους ἀμβροσίαν σιτήσεται.
ΤΡΥΓΑΙΟΣ
725 Πῶς δῆτ’ ἐγὼ καταβήσομαι;
ΕΡΜΗΣ
725 Θάρρει, καλῶς· τῃδὶ παρ’ αὐτὴν τὴν θεόν.
ΤΡΥΓΑΙΟΣ
726 Δεῦρ’, ὦ κόρα, ἕπεσθον ἅμ’ ἐμοὶ θᾶττον, ὡς πολλοὶ πάνυ ποθοῦντες ὑμᾶς ἀναμένους’ ἐστυκότες.
ΧΟΡΟΣ
726 Ἀλλ’ ἴθι χαίρων· ἡμεῖς δὲ τέως τάδε τὰ σκεύη παραδόντες
730 τοῖς ἀκολούθοις δῶμεν σῴζειν, ὡς εἰώθασι μάλιστα περὶ τὰς σκηνὰς πλεῖστοι κλέπται κυπτάζειν καὶ κακοποιεῖν. Ἀλλὰ φυλάττετε ταῦτ’ ἀνδρείως· ἡμεῖς δ’ αὖ τοῖσι θεαταῖς ἣν ἔχομεν ὁδὸν λόγων εἴπωμεν ὅσα τε νοῦς ἔχει.
733 Χρῆν μὲν τύπτειν τοὺς ῥαβδούχους, εἴ τις κωμῳδοποητὴς
735 αὑτὸν ἐπῄνει πρὸς τὸ θέατρον παραβὰς ἐν τοῖς ἀναπαίστοις. Εἰ δ’ οὖν εἰκός τινα τιμῆσαι, θύγατερ Διός, ὅστις ἄριστος κωμῳδοδιδάσκαλος ἀνθρώπων καὶ κλεινότατος γεγένηται, ἄξιος εἶναί φης’ εὐλογίας μεγάλης ὁ διδάσκαλος ἡμῶν. Πρῶτον μὲν γὰρ τοὺς ἀντιπάλους μόνος ἀνθρώπων κατέπαυσεν
740 εἰς τὰ ῥάκια σκώπτοντας ἀεὶ καὶ τοῖς φθειρσὶν πολεμοῦντας· τούς θ’ Ἡρακλέας τοὺς μάττοντας καὶ τοὺς πεινῶντας ἐκείνους [τοὺς φεύγοντας κἀξαπατῶντας καὶ τυπτομένους ἐπίτηδες,] ἐξήλας’ ἀτιμώσας πρῶτος, καὶ τοὺς δούλους παρέλυσεν οὓς ἐξῆγον κλάοντας ἀεί, καὶ τούτους οὕνεκα τουδί,
745 ἵν’ ὁ σύνδουλος σκώψας αὐτοῦ τὰς πληγὰς εἶτ’ ἀνέροιτο· «Ὦ κακόδαιμον, τί τὸ δέρμ’ ἔπαθες; Μῶν ὑστριχὶς εἰσέβαλέν σοι εἰς τὰς πλευρὰς πολλῇ στρατιᾷ κἀδενδροτόμησε τὸ νῶτον;» Τοιαῦτ’ ἀφελὼν κακὰ καὶ φόρτον καὶ βωμολοχεύματ’ ἀγεννῆ ἐπόησε τέχνην μεγάλην ἡμῖν κἀπύργως’ οἰκοδομήσας
745 ἔπεσιν μεγάλοις καὶ διανοίαις καὶ σκώμμασιν οὐκ ἀγοραίοις, οὐκ ἰδιώτας ἀνθρωπίσκους κωμῳδῶν οὐδὲ γυναῖκας, ἀλλ’ Ἡρακλέους ὀργήν τιν’ ἔχων τοῖσι μεγίστοις ἐπεχείρει, διαβὰς βυρσῶν ὀσμὰς δεινὰς κἀπειλὰς βορβοροθύμους. Καὶ πρῶτον μὲν μάχομαι πάντων αὐτῷ τῷ καρχαρόδοντι,
755 οὗ δεινόταται μὲν ἀπ’ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον, ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο περὶ τὴν κεφαλήν, φωνὴν δ’ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας, φώκης δ’ ὀσμήν, Λαμίας 〈δ’〉 ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου. Τοιοῦτον ἰδὼν τέρας οὐ κατέδεις’, ἀλλ’ ὑπὲρ ὑμῶν πολεμίζων
760 ἀντεῖχον ἀεὶ καὶ τῶν ἄλλων νήσων. Ὧν εἵνεκα νυνὶ ἀποδοῦναί μοι τὴν χάριν ὑμᾶς εἰκὸς καὶ μνήμονας εἶναι. Καὶ γὰρ πρότερον πράξας κατὰ νοῦν οὐχὶ παλαίστρας περινοστῶν παῖδας ἐπείρων, ἀλλ’ ἀράμενος τὴν σκευὴν εὐθὺς ἐχώρουν, παῦρ’ ἀνιάσας, πόλλ’ εὐφράνας, πάντα παρασχὼν τὰ δέοντα.
765 Πρὸς ταῦτα χρεὼν εἶναι μετ’ ἐμοῦ καὶ τοὺς ἄνδρας καὶ τοὺς παῖδας· καὶ τοῖς φαλακροῖσι παραινοῦμεν ξυσπουδάζειν περὶ τῆς νίκης. Πᾶς γάρ τις ἐρεῖ νικῶντος ἐμοῦ
770 κἀπὶ τραπέζῃ καὶ ξυμποσίοις· «Φέρε τῷ φαλακρῷ, δὸς τῷ φαλακρῷ τῶν τρωγαλίων, καὶ μἀφαίρει
772 γενναιοτάτου τῶν ποιητῶν ἀνδρὸς τὸ μέτωπον ἔχοντος».
773 Μοῦσα, σὺ μὲν πολέμους ἀπ‐
774 ωσαμένη μετ’ ἐμοῦ
775 τοῦ φίλου χόρευσον, κλείουσα θεῶν τε γάμους ἀνδρῶν τε δαῖτας
778-779 καὶ θαλίας μακάρων· σοὶ
780 γὰρ τάδ’ ἐξ ἀρχῆς μέλει.
781-782 Ἢν δέ σε Καρκίνος ἐλθὼν
783-784 ἀντιβολῇ μετὰ τῶν παίδων χορεῦσαι,
785 μήθ’ ὑπάκουε μήτ’ ἔλ‐ θῃς συνέριθος αὐτοῖς, ἀλλὰ νόμιζε πάντας
788-789 ὄρτυγας οἰκογενεῖς, γυλιαύχενας ὀρχηστὰς
790-791 νανοφυεῖς, σφυράδων ἀποκνήσματα, μηχανοδίφας.
792-793 Καὶ γὰρ ἔφασχ’ ὁ πατὴρ ὃ παρ’ ἐλπίδας
794 εἶχε τὸ δρᾶμα γαλῆν τῆς
795 ἑσπέρας ἀπάγξαι.
795 Τοιάδε χρὴ Χαρίτων δα‐ μώματα καλλικόμων τὸν σοφὸν ποητὴν ὑμνεῖν, ὅταν ἠρινὰ μὲν
795 φωνῇ χελιδὼν ἑζομένη κελαδῇ, χο‐ ρὸν δὲ μὴ ’χῃ Μόρσιμος
803-804 μηδὲ Μελάνθιος, οὗ δὴ
805-806 πικροτάτην ὄπα γηρύσαντος ἤκους’,
807 ἡνίκα τῶν τραγῳδῶν τὸν χορὸν εἶχον ἁδελ‐ φός τε καὶ αὐτός, ἄμφω
810-811 Γοργόνες ὀψοφάγοι, βατιδοσκόποι Ἅρπυιαι,
812-813 γραοσόβαι μιαροί, τραγομάσχαλοι ἰχθυολῦμαι·
814-815 ὧν καταχρεμψαμένη μέγα καὶ πλατὺ
816 Μοῦσα θεὰ μετ’ ἐμοῦ ξύμ‐ παιζε τὴν ἑορτήν.
ΤΡΥΓΑΙΟΣ
819 Ὡς χαλεπὸν ἐλθεῖν ἦν ἄρ’ εὐθὺ τῶν θεῶν.
820 Ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλει. Μικροὶ δ’ ὁρᾶν ἄνωθεν ἦστ’. Ἔμοιγέ τοι ἀπὸ τοὐρανοῦ ’φαίνεσθε κακοήθεις πάνυ, ἐντευθενὶ δὲ πολύ τι κακοηθέστεροι.
ΟΙΚΕΤΗΣ
820 Ὦ δέσποθ’, ἥκεις;
ΤΡΥΓΑΙΟΣ
824 Ὡς ἐγὼ ’πυθόμην τινός.
ΟΙΚΕΤΗΣ
825 Τί δ’ ἔπαθες;
ΤΡΥΓΑΙΟΣ
825 Ἤλγουν τὼ σκέλει μακρὰν ὁδὸν διεληλυθώς.
ΟΙΚΕΤΗΣ
826 Ἴθι νυν, κάτειπέ μοι—
ΤΡΥΓΑΙΟΣ
826 Τὸ τί;
ΟΙΚΕΤΗΣ
826 Ἄλλον τιν’ εἶδες ἄνδρα κατὰ τὸν ἀέρα πλανώμενον πλὴν σαυτόν;
ΤΡΥΓΑΙΟΣ
828 Οὔκ, εἰ μή γέ που ψυχὰς δύ’ ἢ τρεῖς διθυραμβοδιδασκάλων.
ΟΙΚΕΤΗΣ
830 Τί δ’ ἔδρων;
ΤΡΥΓΑΙΟΣ
830 Ξυνελέγοντ’ ἀναβολὰς ποτώμεναι τὰς ἐνδιαεριαυρονηχέτους τινάς.
ΟΙΚΕΤΗΣ
830 Οὐκ ἦν ἄρ’ οὐδ’ ἃ λέγουσι, κατὰ τὸν ἀέρα ὡς ἀστέρες γιγνόμεθ’, ὅταν τις ἀποθάνῃ;
ΤΡΥΓΑΙΟΣ
830 Μάλιστα.
ΟΙΚΕΤΗΣ
834 Καὶ τίς ἐστιν ἀστὴρ νῦν ἐκεῖ
835 Ἴων ὁ Χῖος;
ΤΡΥΓΑΙΟΣ
835 Ὅνπερ ἐπόησεν πάλαι ἐνθάδε τὸν Ἀοῖόν ποθ’· ὡς δ’ ἦλθ’, εὐθέως Ἀοῖον αὐτὸν πάντες ἐκάλουν ἀστέρα.
ΟΙΚΕΤΗΣ
835 Τίνες γάρ εἰς’ οἱ διατρέχοντες ἀστέρες,
835 οἳ καόμενοι θέουσιν;
ΤΡΥΓΑΙΟΣ
839 Ἀπὸ δείπνου τινὲς
840 τῶν πλουσίων οὗτοι βαδίζους’ ἀστέρων ἰπνοὺς ἔχοντες, ἐν δὲ τοῖς ἰπνοῖσι πῦρ. Ἀλλ’ εἴσαγ’ ὡς τάχιστα ταυτηνὶ λαβών, καὶ τὴν πύελον κατάκλυζε καὶ θέρμαιν’ ὕδωρ, στόρνυ τ’ ἐμοὶ καὶ τῇδε κουρίδιον λέχος.
845 Καὶ ταῦτα δράσας ἧκε δεῦρ’ αὖθις πάλιν· ἐγὼ δ’ ἀποδώσω τήνδε τῇ βουλῇ τέως.
ΟΙΚΕΤΗΣ
845 Πόθεν δ’ ἔλαβες ταύτας σύ;
ΤΡΥΓΑΙΟΣ
847 Πόθεν; ἐκ τοὐρανοῦ.
ΟΙΚΕΤΗΣ
847 Οὐκ ἂν ἔτι δοίην τῶν θεῶν τριώβολον, εἰ πορνοβοσκοῦς’ ὥσπερ ἡμεῖς οἱ βροτοί.
ΤΡΥΓΑΙΟΣ
847 Οὔκ, ἀλλὰ κἀκεῖ ζῶσιν ἀπὸ τούτων τινές. Ἄγε νυν ἴωμεν.
ΟΙΚΕΤΗΣ
851 Εἰπέ μοι, δῶ καταφαγεῖν ταύτῃ τι;
ΤΡΥΓΑΙΟΣ
852 Μηδέν· οὐ γὰρ ἐθελήσει φαγεῖν οὔτ’ ἄρτον οὔτε μᾶζαν, εἰωθυῖ’ ἀεὶ παρὰ τοῖς θεοῖσιν ἀμβροσίαν λείχειν ἄνω.
ΟΙΚΕΤΗΣ
855 Λείχειν ἄρ’ αὐτῇ κἀνθάδε σκευαστέον.
ΧΟΡΟΣ
855 Εὐδαιμονικῶς γ’ ὁ πρε‐ σβύτης, ὅσα γ’ ὧδ’ ἰδεῖν, τὰ νῦν τάδε πράττει.
ΤΡΥΓΑΙΟΣ
855 Τί δῆτ’, ἐπειδὰν νυμφίον μ’ ὁρᾶτε λαμπρὸν ὄντα;
ΧΟΡΟΣ
860 Ζηλωτὸς ἔσει, γέρον, αὖθις νέος ὢν πάλιν, μύρῳ κατάλειπτος.
ΤΡΥΓΑΙΟΣ
860 Οἶμαι. Τί δῆθ’, ὅταν ξυνὼν τῶν τιτθίων ἔχωμαι;
ΧΟΡΟΣ
860 Εὐδαιμονέστερος φανεῖ τῶν Καρκίνου στροβίλων.
ΤΡΥΓΑΙΟΣ
865 Οὔκουν δικαίως; ὅστις εἰς
865 ὄχημα κανθάρου ’πιβὰς ἔσωσα τοὺς Ἕλληνας, ὥστ’
866 ἐν τοῖς ἀγροῖς ἅπαντας ὄντας ἀσφαλῶς
867 κινεῖν τε καὶ καθεύδειν.
ΟΙΚΕΤΗΣ
867 Ἡ παῖς λέλουται καὶ τὰ τῆς πυγῆς καλά· ὁ πλακοῦς πέπεπται, σησαμῆ ξυμπλάττεται,
870 καὶ τἄλλ’ ἁπαξάπαντα· τοῦ πέους δὲ δεῖ.
ΤΡΥΓΑΙΟΣ
870 Ἴθι νυν ἀποδῶμεν τήνδε τὴν Θεωρίαν ἁνύσαντε τῇ βουλῇ.
ΟΙΚΕΤΗΣ
872 Τίς αὑτηί; Τί φῄς;
ΤΡΥΓΑΙΟΣ
872 Αὑτὴ Θεωρία ’στίν, ἣν ἡμεῖς ποτε ἐπαίομεν Βραυρωνάδ’ ὑποπεπωκότες,
875 σάφ’ ἴσθι, κἀλήφθη γε μόλις.
ΟΙΚΕΤΗΣ
875 Ὦ δέσποτα, ὅσην ἔχει τὴν πρωκτοπεντετηρίδα.
ΤΡΥΓΑΙΟΣ
875 Εἶἑν· τίς ἐσθ’ ὑμῶν δίκαιος, τίς ποτε; Τίς διαφυλάξει τήνδε τῇ βουλῇ λαβών; Οὗτος, τί περιγράφεις;
ΟΙΚΕΤΗΣ
879 Τὸ δεῖν’, εἰς Ἴσθμια
880 σκηνὴν ἐμαυτοῦ τῷ πέει καταλαμβάνω.
ΤΡΥΓΑΙΟΣ
880 Οὔπω λέγεθ’ ὑμεῖς τίς ὁ φυλάξων; Δεῦρο σύ· καταθήσομαι γὰρ αὐτὸς εἰς μέσους 〈σ’〉 ἄγων.
ΟΙΚΕΤΗΣ
880 Ἐκεινοσὶ νεύει.
ΤΡΥΓΑΙΟΣ
883 Τίς;
ΟΙΚΕΤΗΣ
883 Ὅστις; Ἀριφράδης, ἄγειν παρ’ αὐτὸν ἀντιβολῶν.
ΤΡΥΓΑΙΟΣ
884 Ἀλλ’, ὦ μέλε,
885 τὸν ζωμὸν αὐτῆς προσπεσὼν ἐκλάψεται. Ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί. Βουλή, πρυτάνεις, ὁρᾶτε τὴν Θεωρίαν. Σκέψασθ’ ὅς’ ὑμῖν ἀγαθὰ παραδώσω φέρων, ὥστ’· εὐθέως ἄραντας ὑμᾶς τὼ σκέλει
890 ταύτης μετεώρω κᾆτ’ ἀγαγεῖν ἀνάρρυσιν. Τουτὶ δ’ ὁρᾶτε τοὐπτάνιον.
ΟΙΚΕΤΗΣ
891 Οἴμ’ ὡς καλόν. Διὰ ταῦτα καὶ κεκάπνικεν ἆρ’· ἐνταῦθα γὰρ πρὸ τοῦ πολέμου τὰ λάσανα τῇ βουλῇ ποτ’ ἦν.
ΤΡΥΓΑΙΟΣ
891 Ἔπειτ’ ἀγῶνά γ’ εὐθὺς ἐξέσται ποεῖν
895 ταύτην ἔχουσιν αὔριον καλὸν πάνυ,
896a [ἐπὶ γῆς παλαίειν, τετραποδηδὸν ἑστάναι,]
896b πλαγίαν καταβάλλειν, εἰς γόνατα κῦβδ’ ἱστάναι,
897 καὶ παγκράτιόν γ’ ὑπαλειψαμένοις νεανικῶς παίειν, ὀρύττειν, πὺξ ὁμοῦ καὶ τῷ πέει· τρίτῃ δὲ μετὰ ταῦθ’ ἱπποδρομίαν ἄξετε,
897 ἵνα δὴ κέλης κέλητα παρακελητιεῖ, ἅρματα δ’ ἐπ’ ἀλλήλοισιν ἀνατετραμμένα φυσῶντα καὶ πνέοντα προσκινήσεται· ἕτεροι δὲ κείσονταί γ’ ἀπεψωλημένοι
897 περὶ ταῖσι καμπαῖς ἡνίοχοι πεπτωκότες.
905 Ἀλλ’, ὦ πρυτάνεις, δέχεσθε τὴν Θεωρίαν. Θέας’ ὡς προθύμως ὁ πρύτανις παρεδέξατο. Ἀλλ’ οὐκ ἄν, εἴ τι προῖκα προσαγαγεῖν ς’ ἔδει, ἀλλ’ ηὗρον ἄν ς’ ὑπέχοντα τὴν ἐκεχειρίαν.
ΧΟΡΟΣ
910 Ἦ χρηστὸς ἀνὴρ πολί‐ της ἐστὶν ἅπασιν ὅσ‐
911 τις γ’ ἐστὶ τοιοῦτος.
ΤΡΥΓΑΙΟΣ
911 Ὅταν τρυγᾶτ’, εἴσεσθε πολλῷ μᾶλλον οἷός εἰμι.
ΧΟΡΟΣ
911 Καὶ νῦν σύ γε δῆλος εἶ· σωτὴρ γὰρ ἅπασιν ἀν‐
915 θρώποις γεγένησαι.
ΤΡΥΓΑΙΟΣ
915 Φήσεις 〈γ’〉, ἐπειδὰν ἐκπίῃς οἴνου νέου λεπαστήν.
ΧΟΡΟΣ
915 Καὶ πλήν γε τῶν θεῶν ἀεί ς’ ἡγησόμεσθα πρῶτον.
ΤΡΥΓΑΙΟΣ
915 Πολλῶν γὰρ ὑμῖν ἄξιος Τρυγαῖος Ἁθμονεὺς ἐγώ,
920 δεινῶν ἀπαλλάξας πόνων
920 τὸν δημότην ὅμιλον, καὶ τὸν γεωργικὸν λεὼν
921 Ὑπέρβολόν τε παύσας.
ΟΙΚΕΤΗΣ
921 Ἄγε δή, τί νῷν ἐντευθενὶ ποητέον;
ΤΡΥΓΑΙΟΣ
921 Τί δ’ ἄλλο γ’ ἢ ταύτην χύτραις ἱδρυτέον;
ΟΙΚΕΤΗΣ
921 Χύτραισιν, ὥσπερ μεμφόμενον Ἑρμῄδιον;
ΤΡΥΓΑΙΟΣ
925 Τί δαὶ δοκεῖ; Βούλεσθε λαρινῷ βοΐ;
ΟΙΚΕΤΗΣ
925 Βοΐ; μηδαμῶς, ἵνα μὴ βοηθεῖν ποι δέῃ.
ΤΡΥΓΑΙΟΣ
925 Ἀλλ’ ὑὶ παχείᾳ καὶ μεγάλῃ;
ΟΙΚΕΤΗΣ
927 Μὴ μή.
ΤΡΥΓΑΙΟΣ
927 Τιή;
ΟΙΚΕΤΗΣ
927 Ἵνα μὴ γένηται Θεογένους ὑηνία.
ΤΡΥΓΑΙΟΣ
927 Τῷ δαὶ δοκεῖ σοι δῆτα τῶν λοιπῶν;
ΟΙΚΕΤΗΣ
929 Ὀί.
ΤΡΥΓΑΙΟΣ
930 Ὀί;
ΟΙΚΕΤΗΣ
930 Ναὶ μὰ Δί’.
ΤΡΥΓΑΙΟΣ
930 Ἀλλὰ τοῦτό γ’ ἔστ’ Ἰωνικὸν τὸ ῥῆμ’.
ΟΙΚΕΤΗΣ
931 Ἐπίτηδές γ’, ἵν’ 〈ὅταν〉 ἐν τἠκκλησίᾳ ὡς χρὴ πολεμεῖν λέγῃ τις, οἱ καθήμενοι ὑπὸ τοῦ δέους λέγως’ Ἰωνικῶς· Ὀὶ—
ΤΡΥΓΑΙΟΣ
931 Εὖ τοι λέγεις.
ΟΙΚΕΤΗΣ
934 καὶ τἄλλα γ’ ὦσιν ἤπιοι.
935 Ὥστ’ ἐσόμεθ’ ἀλλήλοισιν ἀμνοὶ τοὺς τρόπους καὶ τοῖσι συμμάχοισι πρᾳότεροι πολύ.
ΤΡΥΓΑΙΟΣ
935 Ἴθι νυν, ἄγ’ ὡς τάχιστα τὸ πρόβατον λαβών· ἐγὼ δὲ ποριῶ βωμὸν ἐφ’ ὅτου θύσομεν.
ΧΟΡΟΣ
938 Ὡς πάνθ’ ὅς’ ἂν θεὸς θέλῃ χἠ τύχη, κατορθοῖ.
940 Χωρεῖ κατὰ νοῦν, ἕτερον δ’ ἑτέρῳ τούτων κατὰ καιρὸν ἀπαντᾷ.
ΤΡΥΓΑΙΟΣ
940 Ὡς ταῦτα δῆλά γ’ ἔσθ’· ὁ γὰρ βωμὸς θύρασι καὶ δή.
ΧΟΡΟΣ
940 〈Ἄγ’〉 ἐπείγετέ νυν ἐν ὅσῳ σοβαρὰ θεόθεν κατέχει πολέμου μετάτροπος
945 αὔρα· νῦν γὰρ δαίμων φανερῶς
945 εἰς ἀγαθὰ μεταβιβάζει.
ΤΡΥΓΑΙΟΣ
945 Τὸ κανοῦν πάρεστ’ ὀλὰς ἔχον καὶ στέμμα καὶ μάχαιραν, καὶ πῦρ γε τουτί, κοὐδὲν ἴσχει πλὴν τὸ πρόβατον ὑμᾶς.
ΧΟΡΟΣ
945 Οὔκουν ἁμιλλήσεσθον; ὡς ἢν Χαῖρις ὑμᾶς ἴδῃ, πρόσεισιν αὐλήσων ἄκλη‐ τος, κᾆτα τοῦτ’ εὖ οἶδ’ ὅτι φυσῶντι καὶ πονουμένῳ
955 προσδώσετε δήπου.
ΤΡΥΓΑΙΟΣ
955 Ἄγε δή, τὸ κανοῦν λαβὼν σὺ καὶ τὴν χέρνιβα περίιθι τὸν βωμὸν ταχέως ἐπιδέξια.
ΟΙΚΕΤΗΣ
955 Ἰδού. Λέγοις ἂν ἄλλο· περιελήλυθα.
ΤΡΥΓΑΙΟΣ
955 Φέρε δή, τὸ δαλίον τόδ’ ἐμβάψω λαβών.
960 Σείου σὺ ταχέως· σὺ δὲ πρότεινε τῶν ὀλῶν, καὐτός τε χερνίπτου παραδοὺς ταύτην ἐμοί, καὶ τοῖς θεαταῖς ῥῖπτε τῶν κριθῶν.
ΟΙΚΕΤΗΣ
962 Ἰδού.
ΤΡΥΓΑΙΟΣ
962 Ἔδωκας ἤδη;
ΟΙΚΕΤΗΣ
963 Νὴ τὸν Ἑρμῆν, ὥστε γε τούτων ὅσοιπέρ εἰσι τῶν θεωμένων
965 οὐκ ἔστιν οὐδεὶς ὅστις οὐ κριθὴν ἔχει.
ΤΡΥΓΑΙΟΣ
965 Οὐχ αἱ γυναῖκές γ’ ἔλαβον.
ΟΙΚΕΤΗΣ
966 Ἀλλ’ εἰς ἑσπέραν δώσουσιν αὐταῖς ἅνδρες.
ΤΡΥΓΑΙΟΣ
967 Ἀλλ’ εὐχώμεθα. Τίς τῇδε; Ποῦ ποτ’ εἰσὶ πολλοὶ κἀγαθοί;
ΟΙΚΕΤΗΣ
967 Τοισδὶ φέρε δῶ· πολλοὶ γάρ εἰσι κἀγαθοί.
ΤΡΥΓΑΙΟΣ
970 Τούτους ἀγαθοὺς ἐνόμισας;
ΟΙΚΕΤΗΣ
970 Οὐ γάρ, οἵτινες
970 ἡμῶν καταχεόντων ὕδωρ τοσουτονὶ εἰς ταὐτὸ τοῦθ’ ἑστᾶς’ ἰόντες χωρίον;
ΤΡΥΓΑΙΟΣ
970 Ἀλλ’ ὡς τάχιστ’ εὐχώμεθ’.
ΟΙΚΕΤΗΣ
973 Εὐχώμεσθα δή.
ΤΡΥΓΑΙΟΣ
973 Ὦ σεμνοτάτη βασίλεια θεά,
975 πότνι’ Εἰρήνη, δέσποινα χορῶν, δέσποινα γάμων, δέξαι θυσίαν τὴν ἡμετέραν.
ΟΙΚΕΤΗΣ
975 Δέξαι δῆτ’, ὦ πολυτιμήτη, νὴ Δία, καὶ μὴ ποίει γ’ ἅπερ αἱ
980 μοιχευόμεναι δρῶσι γυναῖκες. Καὶ γὰρ ἐκεῖναι παρακλίνασαι τῆς αὐλείας παρακύπτουσιν· κἄν τις προσέχῃ τὸν νοῦν αὐταῖς ἀναχωροῦσιν·
985 κᾆτ’ ἢν ἀπίῃ, παρακύπτουσιν. Τούτων σὺ πόει μηδὲν ἔθ’ ἡμῖν.
ΤΡΥΓΑΙΟΣ
985 Μὰ Δί’, ἀλλ’ ἀπόφηνον ὅλην σαυτὴν γενναιοπρεπῶς τοῖσιν ἐρασταῖς ἡμῖν, οἵ σου τρυχόμεθ’ ἤδη
990 τρία καὶ δέκ’ ἔτη· λῦσον δὲ μάχας καὶ κορκορυγάς, ἵνα Λυσιμάχην σε καλῶμεν· παῦσον δ’ ἡμῶν τὰς ὑπονοίας τὰς περικόμψους,
995 αἷς στωμυλλόμεθ’ εἰς ἀλλήλους· μεῖξον δ’ ἡμᾶς τοὺς Ἕλληνας
996 πάλιν ἐξ ἀρχῆς φιλίας χυλῷ καὶ συγγνώμῃ
996 τινὶ πρᾳοτέρᾳ κέρασον τὸν νοῦν· καὶ τὴν ἀγορὰν ἡμῖν ἀγαθῶν
996 ἐμπλησθῆναι, ’κ Μεγάρων σκορόδων, σικύων πρῴων, μήλων, ῥοιῶν, δούλοισι χλανισκιδίων μικρῶν· κἀκ Βοιωτῶν γε φέροντας ἰδεῖν χῆνας, νήττας, φάττας, τροχίλους·
1005 καὶ Κωπᾴδων ἐλθεῖν σπυρίδας, καὶ περὶ ταύτας ἡμᾶς ἁθρόους ὀψωνοῦντας τυρβάζεσθαι Μορύχῳ, Τελέᾳ, Γλαυκέτῃ, ἄλλοις τένθαις πολλοῖς· κᾆτα Μελάνθιον
1010 ἥκειν ὕστερον εἰς τὴν ἀγοράν, τὰς δὲ πεπρᾶσθαι, τὸν δ’ ὀτοτύζειν, εἶτα μονῳδεῖν ἐκ Μηδείας· «Ὀλόμαν, ὀλόμαν ἀποχηρωθεὶς τᾶς ἐν τεύτλοισι λοχευομένας·»
1015 τοὺς δ’ ἀνθρώπους ἐπιχαίρειν. Ταῦτ’, ὦ πολυτίμητ’, εὐχομένοις ἡμῖν δίδου. Λαβὲ τὴν μάχαιραν· εἶθ’ ὅπως μαγειρικῶς σφάξεις τὸν οἶν.
ΟΙΚΕΤΗΣ
1018 Ἀλλ’ οὐ θέμις.
ΤΡΥΓΑΙΟΣ
1018 Τιὴ τί δή;
ΟΙΚΕΤΗΣ
1018 Οὐχ ἥδεται δήπουθεν Εἰρήνη σφαγαῖς,
1020 οὐδ’ αἱματοῦται βωμός.
ΤΡΥΓΑΙΟΣ
1020 Ἀλλ’ εἴσω φέρων θύσας τὰ μηρί’ ἐξελὼν δεῦρ’ ἔκφερε, χοὔτω τὸ πρόβατον τῷ χορηγῷ σῴζεται.
ΧΟΡΟΣ
1020 Σὲ δὴ θύρασιν 〈ἐνθαδὶ〉 χρὴ μένοντα τοίνυν σχίζας δευρὶ τιθέναι ταχέως
1025 τά τε πρόσφορα πάντ’ ἐπὶ τούτοις.
ΤΡΥΓΑΙΟΣ
1025 Οὔκουν δοκῶ σοι μαντικῶς τὸ φρύγανον τίθεσθαι;
ΧΟΡΟΣ
1025 Πῶς δ’ οὐχί; Τί γάρ σε πέφευγ’ ὅσα χρὴ σοφὸν ἄνδρα; Τί δ’ οὐ σὺ φρονεῖς ὁπόσα χρε‐
1029-1030 ών ἐστιν τόν 〈γε〉 σοφῇ δόκιμον
1030 φρενὶ πορίμῳ τε τόλμῃ;
ΤΡΥΓΑΙΟΣ
1030 Ἡ σχίζα γοῦν ἐνημμένη τὸν Στιλβίδην πιέζει.
1032-1033 Καὶ τὴν τράπεζαν οἴσομαι, καὶ παιδὸς οὐ δεήσει.
ΧΟΡΟΣ
1034 Τίς οὖν ἂν οὐκ ἐπαινέσει‐
1034 εν ἄνδρα τοιοῦτον, ὅσ‐
1035 τις πόλλ’ ἀνατλὰς ἔσω‐ σε τὴν ἱερὰν πόλιν; ὥστ’ οὐχὶ μὴ παύσει ποτ’ ὢν ζηλωτὸς ἅπασιν.
ΤΡΥΓΑΙΟΣ
1035 Ταυτὶ δέδραται. Τίθεσο τὼ μηρὼ λαβών·
1040 ἐγὼ δ’ ἐπὶ σπλάγχν’ εἶμι καὶ θυλήματα.
ΟΙΚΕΤΗΣ
1040 Ἐμοὶ μελήσει ταῦτά γ’·
ΤΡΥΓΑΙΟΣ
1041 Ἀλλ’ ἥκειν ἐχρῆν.
ΟΙΚΕΤΗΣ
1041 Ἰδού, πάρειμι. Μῶν ἐπισχεῖν σοι δοκῶ;
ΤΡΥΓΑΙΟΣ
1041 Ὄπτα καλῶς νυν αὐτά· καὶ γὰρ οὑτοσὶ προσέρχεται δάφνῃ τις ἐστεφανωμένος.
ΟΙΚΕΤΗΣ
1045 Τίς ἄρα ποτ’ ἐστίν;
ΤΡΥΓΑΙΟΣ
1045 Ὡς ἀλαζὼν φαίνεται.
ΟΙΚΕΤΗΣ
1045 Μάντις τίς ἐστιν;
ΤΡΥΓΑΙΟΣ
1046 Οὐ μὰ Δί’, ἀλλ’ Ἱεροκλέης οὗτός γέ πού ’σθ’ ὁ χρησμολόγος οὑξ Ὠρεοῦ.
ΟΙΚΕΤΗΣ
1046 Τί ποτ’ ἄρα λέξει;
ΤΡΥΓΑΙΟΣ
1048 Δῆλός ἐσθ’ οὗτός γ’ ὅτι ἐναντιώσεταί τι ταῖς διαλλαγαῖς.
ΟΙΚΕΤΗΣ
1048 Οὔκ, ἀλλὰ κατὰ τὴν κνῖσαν εἰσελήλυθεν.
ΤΡΥΓΑΙΟΣ
1048 Μή νυν ὁρᾶν δοκῶμεν αὐτόν.
ΟΙΚΕΤΗΣ
1051 Εὖ λέγεις.
ΙΕΡΟΚΛΗΣ
1052 Τίς ἡ θυσία ποθ’ αὑτηὶ καὶ τῷ θεῶν;
ΤΡΥΓΑΙΟΣ
1052 Ὄπτα σὺ σιγῇ κἄπαγ’ ἀπὸ τῆς ὀσφύος.
ΙΕΡΟΚΛΗΣ
1052 Ὅτῳ δὲ θύετ’ οὐ φράσεθ’;
ΤΡΥΓΑΙΟΣ
1054 Ἡ κέρκος ποεῖ
1055 καλῶς.
ΟΙΚΕΤΗΣ
1055 Καλῶς δῆτ’, ὦ πότνι’ Εἰρήνη φίλη.
ΙΕΡΟΚΛΗΣ
1055 Ἄγε νυν ἀπάρχου κᾆτα δὸς τἀπάργματα.
ΤΡΥΓΑΙΟΣ
1055 Ὀπτᾶν ἄμεινον πρῶτον.
ΙΕΡΟΚΛΗΣ
1057 Ἀλλὰ ταυταγὶ ἤδη ’στὶν ὀπτά.
ΤΡΥΓΑΙΟΣ
1058 Πολλὰ πράττεις, ὅστις εἶ. Κατάτεμνε.
ΙΕΡΟΚΛΗΣ
1059 Ποῦ τράπεζα;
ΤΡΥΓΑΙΟΣ
1059 Τὴν σπονδὴν φέρε.
ΙΕΡΟΚΛΗΣ
1060 Ἡ γλῶττα χωρὶς τέμνεται.
ΤΡΥΓΑΙΟΣ
1060 Μεμνήμεθα. Ἀλλ’ οἶσθ’ ὃ δρᾶσον;
ΙΕΡΟΚΛΗΣ
1061 Ἢν φράσῃς.
ΤΡΥΓΑΙΟΣ
1061 Μὴ διαλέγου νῷν μηδέν· Εἰρήνῃ γὰρ ἱερὰ θύομεν.
ΙΕΡΟΚΛΗΣ
1061 Ὦ μέλεοι θνητοὶ καὶ νήπιοι—
ΤΡΥΓΑΙΟΣ
1063 Ἐς κεφαλὴν σοί.
ΙΕΡΟΚΛΗΣ
1063 οἵτινες ἀφραδίῃσι θεῶν νόον οὐκ ἀίοντες
1065 συνθήκας πεπόησθ’ ἄνδρες χαροποῖσι πιθήκοις—
ΤΡΥΓΑΙΟΣ
1065 Αἰβοιβοῖ.
ΙΕΡΟΚΛΗΣ
1066 Τί γελᾷς;
ΤΡΥΓΑΙΟΣ
1066 Ἥσθην χαροποῖσι πιθήκοις.
ΙΕΡΟΚΛΗΣ
1066 καὶ κέπφοι τρήρωνες ἀλωπεκιδεῦσι πέπεισθε, ὧν δόλιαι ψυχαί, δόλιαι φρένες.
ΤΡΥΓΑΙΟΣ
1068 Εἴθε σου εἶναι ὤφελεν, ὦλαζών, οὑτωσὶ θερμὸς ὁ πλεύμων.
ΙΕΡΟΚΛΗΣ
1070 Εἰ γὰρ μὴ νύμφαι γε θεαὶ Βάκιν ἐξαπάτασκον, μηδὲ Βάκις θνητούς, μηδ’ αὖ νύμφαι Βάκιν αὐτὸν—
ΤΡΥΓΑΙΟΣ
1070 Ἐξώλης ἀπόλοι’, εἰ μὴ παύσαιο βακίζων.
ΙΕΡΟΚΛΗΣ
1070 οὔπω θέσφατον ἦν Εἰρήνης δέσμ’ ἀναλῦσαι, ἀλλὰ τόδε πρότερον—
ΤΡΥΓΑΙΟΣ
1074 Τοῖς ἁλσί γε παστέα ταυτί.
ΙΕΡΟΚΛΗΣ
1075 Οὐ γάρ πω τοῦτ’ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν,
1076a φυλόπιδος λῆξαι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.
ΤΡΥΓΑΙΟΣ
1076b Καὶ πῶς, ὦ κατάρατε, λύκος ποτ’ ἂν οἶν ὑμεναιοῖ;
ΙΕΡΟΚΛΗΣ
1077 Ἕως ἡ σφονδύλη φεύγουσα πονηρότατον βδεῖ, χἠ κώδων ἀκαλανθὶς ἐπειγομένη τυφλὰ τίκτει, τουτάκις οὔπω χρῆν τὴν εἰρήνην πεποῆσθαι.
ΤΡΥΓΑΙΟΣ
1080 Ἀλλὰ τί χρῆν ἡμᾶς; Οὐ παύσασθαι πολεμοῦντας; Ἢ διακαυνιάσαι πότεροι κλαυσούμεθα μεῖζον, ἐξὸν σπεισαμένοις κοινῇ τῆς Ἑλλάδος ἄρχειν;
ΙΕΡΟΚΛΗΣ
1080 Οὔποτε ποιήσεις τὸν καρκίνον ὀρθὰ βαδίζειν.
ΤΡΥΓΑΙΟΣ
1080 Οὔποτε δειπνήσεις ἔτι τοῦ λοιποῦ ’ν πρυτανείῳ,
1085 οὐδ’ ἐπὶ τῷ πραχθέντι ποήσεις ὕστερον οὐδέν.
ΙΕΡΟΚΛΗΣ
1085 Οὐδέποτ’ ἂν θείης λεῖον τὸν τρηχὺν ἐχῖνον.
ΤΡΥΓΑΙΟΣ
1085 Ἆρα φενακίζων ποτ’ Ἀθηναίους ἔτι παύσει;
ΙΕΡΟΚΛΗΣ
1085 Ποῖον γὰρ κατὰ χρησμὸν ἐκαύσατε μῆρα θεοῖσιν;
ΤΡΥΓΑΙΟΣ
1085 Ὅνπερ κάλλιστον δήπου πεπόηκεν Ὅμηρος·
1090 «Ὣς οἱ μὲν νέφος ἐχθρὸν ἀπωσάμενοι πολέμοιο Εἰρήνην εἵλοντο καὶ ἱδρύσανθ’ ἱερείῳ. Αὐτὰρ ἐπεὶ κατὰ μῆρ’ ἐκάη καὶ σπλάγχν’ ἐπάσαντο, ἔσπενδον δεπάεσσιν, ἐγὼ δ’ ὁδὸν ἡγεμόνευον·» χρησμολόγῳ δ’ οὐδεὶς ἐδίδου κώθωνα φαεινόν.
ΙΕΡΟΚΛΗΣ
1095 Οὐ μετέχω τούτων· οὐ γὰρ ταῦτ’ εἶπε Σίβυλλα.
ΤΡΥΓΑΙΟΣ
1095 Ἀλλ’ ὁ σοφός τοι νὴ Δί’ Ὅμηρος δεξιὸν εἶπεν· «Ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος, ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.»
ΙΕΡΟΚΛΗΣ
1095 Φράζεο δή, μή πώς σε δόλῳ φρένας ἐξαπατήσας
1095 ἰκτῖνος μάρψῃ—
ΤΡΥΓΑΙΟΣ
1095 Τουτὶ μέντοι σὺ φυλάττου, ὡς οὗτος φοβερὸς τοῖς σπλάγχνοις ἐστὶν ὁ χρησμός. Ἔγχει δὴ σπονδὴν καὶ τῶν σπλάγχνων φέρε δευρί.
ΙΕΡΟΚΛΗΣ
1095 Ἀλλ’ εἰ ταῦτα δοκεῖ, κἀγὼ ’μαυτῷ βαλανεύσω.
ΤΡΥΓΑΙΟΣ
1095 Σπονδὴ σπονδή.
ΙΕΡΟΚΛΗΣ
1105 Ἔγχει δὴ κἀμοὶ καὶ σπλάγχνων μοῖραν ὄρεξον.
ΤΡΥΓΑΙΟΣ
1105 Ἀλλ’ οὔπω τοῦτ’ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν·
1105 ἀλλὰ τόδε πρότερον, σπένδειν ἡμᾶς, σὲ δ’ ἀπελθεῖν. Ὦ πότνι’ Εἰρήνη, παράμεινον τὸν βίον ἡμῖν.
ΙΕΡΟΚΛΗΣ
1105 Πρόσφερε τὴν γλῶτταν.
ΤΡΥΓΑΙΟΣ
1109 Σὺ δὲ τὴν σαυτοῦ γ’ ἀπένεγκε.
ΟΙΚΕΤΗΣ
1110 Σπονδή.
ΤΡΥΓΑΙΟΣ
1110 Καὶ ταυτὶ μετὰ τῆς σπονδῆς λαβὲ θᾶττον.
ΙΕΡΟΚΛΗΣ
1110 Οὐδεὶς προσδώσει μοι σπλάγχνων;
ΤΡΥΓΑΙΟΣ
1111 Οὐ γὰρ οἷόν τε ἡμῖν προσδιδόναι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.
ΙΕΡΟΚΛΗΣ
1111 Ναὶ πρὸς τῶν γονάτων.
ΤΡΥΓΑΙΟΣ
1113 Ἄλλως, ὦ τᾶν, ἱκετεύεις· οὐ γὰρ ποιήσεις λεῖον τὸν τρηχὺν ἐχῖνον.
1115 Ἄγε δή, θεαταί, δεῦρο συσπλαγχνεύετε μετὰ νῷν.
ΙΕΡΟΚΛΗΣ
1116 Τί δὲ δὴ ’γώ;
ΤΡΥΓΑΙΟΣ
1116 Τὴν Σίβυλλαν ἔσθιε.
ΙΕΡΟΚΛΗΣ
1116 Οὔτοι μὰ τὴν Γῆν ταῦτα κατέδεσθον μόνω, ἀλλ’ ἁρπάσομαι σφῷν αὐτά· κεῖται δ’ ἐν μέσῳ.
ΤΡΥΓΑΙΟΣ
1116 Ὢ παῖε παῖε τὸν Βάκιν.
ΙΕΡΟΚΛΗΣ
1119 Μαρτύρομαι.
ΤΡΥΓΑΙΟΣ
1120 Κἄγωγ’, ὅτι τένθης εἶ σὺ κἀλαζὼν ἀνήρ. Παῖ’ αὐτὸν ἐπέχων τῷ ξύλῳ, τὸν ἀλαζόνα.
ΟΙΚΕΤΗΣ
1120 Σὺ μὲν οὖν· ἐγὼ δὲ τουτονὶ τῶν κῳδίων, ἁλάμβαν’ αὐτὸς ἐξαπατῶν, ἐκβολβιῶ.
ΤΡΥΓΑΙΟΣ
1120 Οὐ καταβαλεῖς τὰ κῴδι’, ὦ θυηπόλε;
1125 Ἤκουσας; Ὁ κόραξ οἷος ἦλθ’ ἐξ Ὠρεοῦ. Οὐκ ἀποπετήσει θᾶττον εἰς Ἐλύμνιον;
ΧΟΡΟΣ
1126 Ἥδομαί γ’ ἥδομαι κράνους ἀπηλλαγμένος τυροῦ τε καὶ κρομμύων.
1130 Οὐ γὰρ φιληδῶ μάχαις, ἀλλὰ πρὸς πῦρ διέλ‐ κων μετ’ ἀνδρῶν ἑταί‐
1132 ρων φίλων, ἐκκέας, τῶν ξύλων ἅττ’ ἂν ᾖ δανότατα τοῦ θέρους
1135 ἐκπεπρεμνισμένα κἀνθρακίζων τοὐρεβίνθου τήν τε φηγὸν ἐμπυρεύων, χἄμα τὴν Θρᾷτταν κυνῶν τῆς γυναικὸς λουμένης.
1140 Οὐ γὰρ ἔσθ’ ἥδιον ἢ τυχεῖν μὲν ἤδη ’σπαρμένα, τὸν θεὸν δ’ ἐπιψακάζειν, καί τιν’ εἰπεῖν γείτονα· «Εἰπέ μοι, τί τηνικαῦτα δρῶμεν, ὦ Κωμαρχίδη;» — «Ἐμπιεῖν ἔμοιγ’ ἀρέσκει τοῦ θεοῦ δρῶντος καλῶς. Ἀλλὰ φαῦσον τῶν φασήλων, ὦ γύναι, τρεῖς χοίνικας,
1145 τῶν τε πυρῶν μεῖξον αὐτοῖς, τῶν τε σύκων ἔξελε, τόν τε Μανῆν ἡ Σύρα βωστρησάτω ’κ τοῦ χωρίου. Οὐ γὰρ οἷόν τ’ ἐστὶ πάντως οἰναρίζειν τήμερον οὐδὲ τυντλάζειν, ἐπειδὴ παρδακὸν τὸ χωρίον.» — «Κἀξ ἐμοῦ δ’ ἐνεγκάτω τις τὴν κίχλην καὶ τὼ σπίνω·
1145 ἦν δὲ καὶ πυός τις ἔνδον καὶ λαγῷα τέτταρα, εἴ τι μὴ ’ξήνεγκεν αὐτῶν ἡ γαλῆ τῆς ἑσπέρας·
1145 ἐψόφει γοῦν ἔνδον οὐκ οἶδ’ ἅττα κἀκυδοιδόπα· ὧν ἔνεγκ’, ὦ παῖ, τρί’ ἡμῖν, ἓν δὲ δοῦναι τῷ πατρί· μυρρίνας τ’ αἴτησον ἐξ Αἰσχινάδου τῶν καρπίμων·
1155 χἄμα τῆς αὐτῆς ὁδοῦ Χαρινάδην τις βωσάτω, ὡς ἂν ἐμπίῃ μεθ’ ἡμῶν, εὖ ποιοῦντος κὠφελοῦντος τοῦ θεοῦ τἀρώματα.»
1158 Ἡνίκ’ ἂν δ’ ἀχέτας
1160 ᾄδῃ τὸν ἡδὺν νόμον, διασκοπῶν ἥδομαι τὰς Λημνίας ἀμπέλους, εἰ πεπαίνουσιν ἤ‐ δη—τὸ γὰρ φῖτυ πρῷ‐
1165 ον φύσει—τόν τε φή‐
1165 ληχ’ ὁρῶν οἰδάνοντ’· εἶθ’ ὁπόταν ᾖ πέπων, ἐσθίω κἀπέχω χἄμα φήμ’· «Ὧραι φίλαι·» καὶ τοῦ θύμου τρίβων κυκῶμαι·
1170 κᾆτα γίγνομαι παχὺς τηνικαῦτα τοῦ θέρους μᾶλλον ἢ θεοῖσιν ἐχθρὸν ταξίαρχον προσβλέπων τρεῖς λόφους ἔχοντα καὶ φοινικίδ’ ὀξεῖαν πάνυ, ἣν ἐκεῖνός φησιν εἶναι βάμμα Σαρδιανικόν·
1175 ἢν δέ που δέῃ μάχεσθ’ ἔχοντα τὴν φοινικίδα, τηνικαῦτ’ αὐτὸς βέβαπται βάμμα Κυζικηνικόν· κᾆτα φεύγει πρῶτος ὥσπερ ξουθὸς ἱππαλεκτρυὼν τοὺς λόφους σείων· ἐγὼ δ’ ἕστηκα λινοπτώμενος. Ἡνίκ’ ἂν δ’ οἴκοι γένωνται, δρῶσιν οὐκ ἀνασχετά,
1180 τοὺς μὲν ἐγγράφοντες ἡμῶν, τοὺς δ’ ἄνω τε καὶ κάτω ἐξαλείφοντες δὶς ἢ τρίς. «Αὔριον δ’ ἔσθ’ ἥξοδος.» Τῷ δὲ σιτί’ οὐκ ἐώνητ’· οὐ γὰρ ᾔδειν ἐξιών· εἶτα προσστὰς πρὸς τὸν ἀνδριάντα τὸν Πανδίονος εἶδεν αὑτόν, κἀπορῶν θεῖ τῷ κακῷ βλέπων ὀπόν.
1185 Ταῦτα δ’ ἡμᾶς τοὺς ἀγροίκους δρῶσι, τοὺς δ’ ἐξ ἄστεως ἧττον, οἱ θεοῖσιν οὗτοι κἀνδράσιν ῥιψάσπιδες.
1187-1188 Ὧν ἔτ’ εὐθύνας ἐμοὶ δώσουσιν, ἢν θεὸς θέλῃ.
1189 Πολλὰ γὰρ δή μ’ ἠδίκησαν,
1189 ὄντες οἴκοι μὲν λέοντες,
1190 ἐν μάχῃ δ’ ἀλώπεκες.
ΤΡΥΓΑΙΟΣ
1190 Ἰοὺ ἰού. Ὅσον τὸ χρῆμ’ ἐπὶ δεῖπνον ἦλθ’ εἰς τοὺς γάμους. Ἔχ’, ἀποκάθαιρε τὰς τραπέζας ταυτῃί· πάντως γὰρ οὐδὲν ὄφελός ἐστ’ αὐτῆς ἔτι.
1195 Ἔπειτ’ ἐπιφόρει τοὺς ἀμύλους καὶ τὰς κίχλας καὶ τῶν λαγῴων πολλὰ καὶ τοὺς κολλάβους.
ΔΡΕΠΑΝΟΥΡΓΟΣ
1197 Ποῦ ποῦ Τρυγαῖός ἐστιν;
ΤΡΥΓΑΙΟΣ
1197 Ἀναβράττω κίχλας.
ΔΡΕΠΑΝΟΥΡΓΟΣ
1197 Ὦ φίλτατ’, ὦ Τρυγαῖ’, ὅς’ ἡμᾶς τἀγαθὰ δέδρακας εἰρήνην ποήσας· ὡς πρὸ τοῦ
1197 οὐδεὶς ἐπρίατ’ ἂν δρέπανον οὐδὲ κολλύβου, νυνὶ δὲ πέντε γ’ αὐτὰ δραχμῶν ἐμπολῶ, ὁδὶ δὲ τριδράχμους τοὺς κάδους εἰς τοὺς ἀγρούς. Ἀλλ’, ὦ Τρυγαῖε, τῶν δρεπάνων τε λάμβανε
1197 κάδων θ’ ὅ τι βούλει προῖκα· καὶ ταυτὶ δέχου·
1205 ἀφ’ ὧν γὰρ ἀπεδόμεσθα κἀκερδάναμεν τὰ δῶρα ταυτί σοι φέρομεν εἰς τοὺς γάμους.
ΤΡΥΓΑΙΟΣ
1205 Ἴθι νυν, καταθέμενοι παρ’ ἐμοὶ ταῦτ’ εἴσιτε ἐπὶ δεῖπνον ὡς τάχιστα· καὶ γὰρ οὑτοσὶ ὅπλων κάπηλος ἀχθόμενος προσέρχεται.
ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ
1210 Οἴμ’ ὡς προθέλυμνόν μ’, ὦ Τρυγαῖ’, ἀπώλεσας.
ΤΡΥΓΑΙΟΣ
1210 Τί δ’ ἐστίν, ὦ κακόδαιμον; Οὔ τί που λοφᾷς;
ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ
1210 Ἀπώλεσάς μου τὴν τέχνην καὶ τὸν βίον, καὶ τουτουὶ καὶ τοῦ δορυξοῦ ’κεινουί.
ΤΡΥΓΑΙΟΣ
1210 Τί δῆτα τουτοινὶ καταθῶ σοι τοῖν λόφοιν;
ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ
1215 Αὐτὸς σὺ τί δίδως;
ΤΡΥΓΑΙΟΣ
1215 Ὅ τι δίδωμ’; αἰσχύνομαι. Ὅμως δ’ ὅτι τὸ σφήκωμ’ ἔχει πόνον πολύν, δοίην ἂν αὐτοῖν ἰσχάδων τρεῖς χοίνικας, ἵν’ ἀποκαθαίρω τὴν τράπεζαν τουτῳί.
ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ
1215 Ἔνεγκε τοίνυν εἰσιὼν τὰς ἰσχάδας·
1220 κρεῖττον γάρ, ὦ τᾶν, ἐστιν ἢ μηδὲν λαβεῖν.
ΤΡΥΓΑΙΟΣ
1220 Ἀπόφερ’ ἀπόφερ’ ἐς κόρακας ἀπὸ τῆς οἰκίας. Τριχορρυεῖτον, οὐδέν ἐστον τὼ λόφω. Οὐκ ἂν πριαίμην οὐδ’ ἂν ἰσχάδος μιᾶς.
ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ
1220 Τί δαὶ δεκάμνῳ τῷδε θώρακος κύτει
1225 ἐνημμένῳ κάλλιστα χρήσομαι τάλας;
ΤΡΥΓΑΙΟΣ
1225 Οὗτος μὲν οὐ μή σοι ποήσει ζημίαν. Ἀλλ’ αἶρέ μοι τοῦτόν γε τῆς ἰσωνίας·
1225 ἐναποπατεῖν γάρ ἐστ’ ἐπιτήδειος πάνυ—
ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ
1225 Παῦσαί μ’ ὑβρίζων τοῖς ἐμοῖσι χρήμασιν.
ΤΡΥΓΑΙΟΣ
1230 Ὡδί, παραθέντι τρεῖς λίθους. Οὐ δεξιῶς;
ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ
1230 Ποίᾳ δ’ ἀποψήσει ποτ’, ὦμαθέστατε;
ΤΡΥΓΑΙΟΣ
1230 Τῃδί, διεὶς τὴν χεῖρα διὰ τῆς θαλαμίας καὶ τῇδ’.
ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ
1233 Ἅμ’ ἀμφοῖν δῆτ’;
ΤΡΥΓΑΙΟΣ
1233 Ἔγωγε νὴ Δία, ἵνα μή γ’ ἁλῶ τρύπημα κλέπτων τῆς νεώς.
ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ
1235 Ἔπειτ’ ἐπὶ δεκάμνῳ χεσεῖ καθήμενος;
ΤΡΥΓΑΙΟΣ
1235 Ἔγωγε νὴ Δί’, ὦπίτριπτ’. Οἴει γὰρ ἂν τὸν πρωκτὸν ἀποδόσθαι με χιλιῶν δραχμῶν;
ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ
1235 Ἴθι δή, ’ξένεγκε τἀργύριον.
ΤΡΥΓΑΙΟΣ
1238 Ἀλλ’, ὦγαθέ, θλίβει τὸν ὄρρον. Ἀπόφερ’, οὐκ ὠνήσομαι.
ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ
1240 Τί δ’ ἆρα τῇ σάλπιγγι τῇδε χρήσομαι, ἣν ἐπριάμην δραχμῶν ποθ’ ἑξήκοντ’ ἐγώ;
ΤΡΥΓΑΙΟΣ
1240 Μόλυβδον εἰς τουτὶ τὸ κοῖλον ἐγχέας ἔπειτ’ ἄνωθεν ῥάβδον ἐνθεὶς ὑπόμακρον, γενήσεταί σοι τῶν κατακτῶν κοττάβων.
ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ
1245 Οἴμοι καταγελᾷς.
ΤΡΥΓΑΙΟΣ
1245 Ἀλλ’ ἕτερον παραινέσω. Τὸν μὲν μόλυβδον, ὥσπερ εἶπον, ἔγχεον, ἐντευθενὶ δὲ σπαρτίοις ἠρτημένην πλάστιγγα πρόσθες, καὐτό σοι γενήσεται τὰ σῦκ’ ἐν ἀγρῷ τοῖς οἰκέταισιν ἱστάναι.
ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ
1245 Ὦ δυσκάθαρτε δαῖμον, ὥς μ’ ἀπώλεσας, ὅτ’ ἀντέδωκα κἀντὶ τῶνδε μνᾶν ποτέ. Καὶ νῦν τί δράσω; Τίς γὰρ αὔτ’ ὠνήσεται;
ΤΡΥΓΑΙΟΣ
1245 Πώλει βαδίζων αὐτὰ τοῖς Αἰγυπτίοις· ἔστιν γὰρ ἐπιτήδεια συρμαίαν μετρεῖν.
ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ
1255 Οἴμ’, ὦ κρανοποί’, ὡς ἀθλίως πεπράγαμεν.
ΤΡΥΓΑΙΟΣ
1255 Οὗτος μὲν οὐ πέπονθεν οὐδέν.
ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ
1256 Ἀλλὰ τί ἔτ’ ἐστὶ τοῖσι κράνεσιν ὅ τι τις χρήσεται;
ΤΡΥΓΑΙΟΣ
1256 Ἐὰν τοιαυτασὶ μάθῃ λαβὰς ποεῖν, ἄμεινον ἢ νῦν αὔτ’ ἀποδώσεται πολύ.
ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ
1260 Ἀπίωμεν, ὦ δορυξέ.
ΤΡΥΓΑΙΟΣ
1260 Μηδαμῶς γ’, ἐπεὶ τούτῳ γ’ ἐγὼ τὰ δόρατα ταῦτ’ ὠνήσομαι.
ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ
1260 Πόσον δίδως δῆτ’;
ΤΡΥΓΑΙΟΣ
1262 Εἰ διαπρισθείη δίχα, λάβοιμ’ ἂν αὔτ’ εἰς χάρακας ἑκατὸν τῆς δραχμῆς.
ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ
1262 Ὑβριζόμεθα. Χωρῶμεν, ὦ τᾶν, ἐκποδών.
ΤΡΥΓΑΙΟΣ
1265 Νὴ τὸν Δί’, ὡς τὰ παιδί’ ἤδη ’ξέρχεται οὐρησόμενα τὰ τῶν ἐπικλήτων δεῦρ’, ἵνα ἅττ’ ᾄσεται προαναβάληταί, μοι δοκεῖ. Ἀλλ’ ὅ τι περ ᾄδειν ἐπινοεῖς, ὦ παιδίον,
1265 αὐτοῦ παρ’ ἐμὲ στὰν πρότερον ἀναβαλοῦ ’νθαδί.
ΠΑΙΔΙΟΝ Α
1270 Νῦν αὖθ’ ὁπλοτέρων ἀνδρῶν ἀρχώμεθα—
ΤΡΥΓΑΙΟΣ
1270 Παῦσαι ὁπλοτέρους ᾄδων, καὶ ταῦτ’, ὦ τρισκακόδαιμον, εἰρήνης οὔσης· ἀμαθές γ’ εἶ καὶ κατάρατον.
1270 Οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες, σύν ῥ’ ἔβαλον ῥινούς τε καὶ ἀσπίδας ὀμφαλοέσσας.
1275 Ἀσπίδας; οὐ παύσει μεμνημένος ἀσπίδος ἡμῖν;
1275 Ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν.
1275 Ἀνδρῶν οἰμωγή; κλαύσει νὴ τὸν Διόνυσον οἰμωγὰς ᾄδων, καὶ ταύτας ὀμφαλοέσσας.
1275 Ἀλλὰ τί δῆτ’ ᾄδω; Σὺ γὰρ εἰπέ μοι οἷστισι χαίρεις.
1280 «Ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα,» καὶ τὰ τοιαυτί· «ἄριστον προτίθεντο καὶ ἅσς’ ἥδιστα πάσασθαι.»
1280 Ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα, καὐχένας ἵππων ἔκλυον ἱδρώοντας, ἐπεὶ πολέμου ἐκόρεσθεν.
1280 Εἶἑν· ἐκόρεσθεν τοῦ πολέμου κᾆτ’ ἤσθιον.
1285 Ταῦτ’ ᾆδε, ταῦθ’, ὡς ἤσθιον κεκορημένοι.
1285 Θωρήσσοντ’ ἄρ’ ἔπειτα πεπαυμένοι—
1286 Ἄσμενοι, οἶμαι.
1286 πύργων δ’ ἐξεχέοντο, βοὴ δ’ ἄσβεστος ὀρώρει.
1286 Κάκιστ’ ἀπόλοιο, παιδάριον, αὐταῖς μάχαις· οὐδὲν γὰρ ᾄδεις πλὴν πολέμους. Τοῦ καί ποτ’ εἶ;
1290 Ἐγώ;
1290 Σὺ μέντοι νὴ Δί’.
1290 Υἱὸς Λαμάχου.
1290 Αἰβοῖ. Ἦ γὰρ ἐγὼ θαύμαζον ἀκούων, εἰ σὺ μὴ εἴης ἀνδρὸς βουλομάχου καὶ κλαυσιμάχου τινὸς υἱός. Ἄπερρε καὶ τοῖς λογχοφόροισιν ᾆδ’ ἰών.
1295 Ποῦ μοι τὸ τοῦ Κλεωνύμου ’στὶ παιδίον; Ἆισον πρὶν εἰσιέναι τι· σὺ γὰρ εὖ οἶδ’ ὅτι οὐ πράγματ’ ᾄσει· σώφρονος γὰρ εἶ πατρός.
ΠΑΙΔΙΟΝ Β
1298 Ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων—
ΤΡΥΓΑΙΟΣ
1298 Εἰπέ μοι, ὦ πόσθων, εἰς τὸν σαυτοῦ πατέρ’ ᾄδεις;
1298 ψυχὴν δ’ ἐξεσάωσα—
1301 καταισχυνάς γε τοκῆας. Ἀλλ’ εἰσίωμεν· εὖ γὰρ οἶδ’ ἐγὼ σαφῶς ὅτι ταῦθ’ ὅς’ ᾖσας ἄρτι περὶ τῆς ἀσπίδος οὐ μὴ ’πιλάθῃ ποτ’ ὢν ἐκείνου τοῦ πατρός.
1305 Ὑμῶν τὸ λοιπὸν ἔργον ἤδη ’νταῦθα τῶν μενόντων φλᾶν ταῦτα πάντα καὶ σποδεῖν, καὶ μὴ κενὰς παρέλκειν Ἀλλ’ ἀνδρικῶς ἐμβάλλετε
1308-1309 καὶ σμώχετ’ ἀμφοῖν τοῖν γνάθοιν· οὐδὲν γάρ, ὦ πόνηροι,
1310 λευκῶν ὀδόντων ἔργον ἔστ’, ἢν μή τι καὶ μασῶνται.
ΧΟΡΟΣ
1310 Ἡμῖν μελήσει ταῦτά γ’· εὖ ποεῖς δὲ καὶ σὺ φράζων. Ἀλλ’, ὦ πρὸ τοῦ πεινῶντες, ἐμβάλλεσθε τῶν λαγῴων·
1310 ὡς οὐχὶ πᾶσαν ἡμέραν πλακοῦσιν ἔστιν ἐντυχεῖν πλανωμένοις ἐρήμοις.
1315 Πρὸς ταῦτα βρύκετ’ ἢ τάχ’ ὑμῖν φημι μεταμελήσειν.
ΤΡΥΓΑΙΟΣ
1315 Εὐφημεῖν χρὴ καὶ τὴν νύμφην ἔξω τινὰ δεῦρο κομίζειν δᾷδάς τε φέρειν, καὶ πάντα λεὼν συγχαίρειν κἀπικελεύειν. Καὶ τὰ σκεύη πάλιν εἰς τὸν ἀγρὸν νυνὶ χρὴ πάντα κομίζειν ὀρχησαμένους καὶ σπείσαντας καὶ Ὑπέρβολον ἐξελάσαντας,
1320 κἀπευξαμένους τοῖσι θεοῖσιν διδόναι πλοῦτον τοῖς Ἕλλησιν, κριθάς τε ποεῖν ἡμᾶς πολλὰς πάντας ὁμοίως οἶνόν τε πολύν, σῦκά τε τρώγειν,
1325 τάς τε γυναῖκας τίκτειν ἡμῖν, καὶ τἀγαθὰ πάνθ’ ὅς’ ἀπωλέσαμεν συλλέξασθαι πάλιν ἐξ ἀρχῆς, λῆξαί τ’ αἴθωνα σίδηρον. Δεῦρ’, ὦ γύναι, εἰς ἀγρόν,
1330 χὤπως μετ’ ἐμοῦ καλὴ καλῶς κατακείσει. Ὑμήν, Ὑμέναι’ ὤ.
ΧΟΡΟΣ
1330 Ὦ τρισμάκαρ, ὡς δικαί‐ ως τἀγαθὰ νῦν ἔχεις.
1335 Ὑμήν, Ὑμέναι’ ὤ.
1335 Ὑμήν, Ὑμέναι’, ὤ.
ΤΡΥΓΑΙΟΣ
1335 Τί δράσομεν αὐτήν;
ΧΟΡΟΣ
1335 Τί δράσομεν αὐτήν;
ΤΡΥΓΑΙΟΣ
1335 Τρυγήσομεν αὐτήν.
ΧΟΡΟΣ
1340 Τρυγήσομεν αὐτήν. Ἀλλ’ ἀράμενοι φέρω‐ μεν οἱ προτεταγμένοι τὸν νυμφίον, ὦνδρες. Ὑμήν, Ὑμέναι’, ὤ.
1345 Ὑμήν, Ὑμέναι’ ὤ.
ΤΡΥΓΑΙΟΣ
1345 Οἰκήσετε γοῦν καλῶς οὐ πράγματ’ ἔχοντες, ἀλ‐ λὰ συκολογοῦντες. Ὑμήν, Ὑμέναι’, ὤ.
1345 Ὑμήν, Ὑμέναι’, ὤ.
ΧΟΡΟΣ
1345 Τοῦ μὲν μέγα καὶ παχύ, τῆς δ’ ἡδὺ τὸ σῦκον.
ΤΡΥΓΑΙΟΣ
1345 Φήσεις γ’ ὅταν ἐσθίῃς οἶνόν τε πίῃς πολύν.
1355 Ὑμήν, Ὑμέναι’, ὤ. Ὑμήν, Ὑμέναι’, ὤ. Ὦ χαίρετε χαίρετ’ ἄν‐ δρες· κἂν ξυνέπησθέ μοι,
1355 πλακοῦντας ἔδεσθε.