eul_wid: daw-ad

Aristophanes of Athens Lysistrata in Greek

Lysistrata is a comedy by the Athenian playwright Aristophanes, first performed in 411 BCE during the Peloponnesian War. Written in verse, it is a prime example of Old Comedy, characterized by its imaginative premise, direct political commentary, and robust, often ribald humor. The plot is initiated by the Athenian woman Lysistrata, who convinces the women of Greece to swear a twofold oath: to withhold sexual privileges from their husbands and lovers, and to seize control of the Acropolis and the state treasury. This coordinated action is designed to compel the warring men of the various city-states to negotiate a peace. The narrative progresses from the women’s conspiracy and solemn pact through a series of comedic confrontations with outraged magistrates and desperate, beleaguered husbands, culminating in a festive reconciliation and celebration.

The play functions as a pointed critique of the Athenian political leadership and the protracted conflict it sustained. Aristophanes employs the fantastical inversion of traditional gender roles and unabashed sexual comedy not merely for laughter but as a vehicle for a serious plea for peace and Panhellenic unity. Lysistrata is one of eleven extant comedies by Aristophanes. Its text has been preserved through a medieval manuscript tradition, including the 10th-century Codex Ravennas. The play’s enduring themes of anti-war protest and its exploration of gender dynamics have made it one of the most famous and frequently adapted works from classical antiquity.

ΛΥΣΙΣΤΡΑΤΗ
1 Ἀλλ’ εἴ τις εἰς Βακχεῖον αὐτὰς ἐκάλεσεν, ἢ ’ς Πανὸς ἢ ’πὶ Κωλιάδ’ εἰς Γενετυλλίδος, οὐδ’ ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων. Νῦν δ’ οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή·
5 πλὴν ἥ γ’ ἐμὴ κωμῆτις ἥδ’ ἐξέρχεται. Χαῖρ’, ὦ Κλεονίκη.
ΚΛΕΟΝΙΚΗ
6 Καὶ σύ γ’, ὦ Λυσιστράτη. Τί συντετάραξαι; Μὴ σκυθρώπαζ’, ὦ τέκνον· οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς.
ΛΥΣΙΣΤΡΑΤΗ
6 Ἀλλ’, ὦ Κλεονίκη, κάομαι τὴν καρδίαν,
10 καὶ πόλλ’ ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι, ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα εἶναι πανοῦργοι—
ΚΛΕΟΝΙΚΗ
12 Καὶ γάρ ἐσμεν νὴ Δία.
ΛΥΣΙΣΤΡΑΤΗ
12 εἰρημένον δ’ αὐταῖς ἀπαντᾶν ἐνθάδε βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος,
15 εὕδουσι κοὐχ ἥκουσιν.
ΚΛΕΟΝΙΚΗ
15 Ἀλλ’, ὦ φιλτάτη, ἥξουσι· χαλεπή τοι γυναικῶν ἔξοδος. Ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρ’ ἐκύπτασεν, ἡ δ’ οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίον
15 κατέκλινεν, ἡ δ’ ἔλουσεν, ἡ δ’ ἐψώμισεν.
ΛΥΣΙΣΤΡΑΤΗ
20 Ἀλλ’ ἕτερα τἄρ’ ἦν τῶνδε προὐργιαίτερα αὐταῖς.
ΚΛΕΟΝΙΚΗ
21 Τί δ’ ἐστίν, ὦ φίλη Λυσιστράτη, ἐφ’ ὅ τι ποθ’ ἡμᾶς τὰς γυναῖκας ξυγκαλεῖς; Τί τὸ πρᾶγμα; Πηλίκον τι;
ΛΥΣΙΣΤΡΑΤΗ
23 Μέγα.
ΚΛΕΟΝΙΚΗ
23 Μῶν καὶ παχύ;
ΛΥΣΙΣΤΡΑΤΗ
23 Νὴ Δία παχὺ 〈πάνυ〉.
ΚΛΕΟΝΙΚΗ
24 Κᾆτα πῶς οὐχ ἥκομεν;
ΛΥΣΙΣΤΡΑΤΗ
25 Οὐχ οὗτος ὁ τρόπος· ταχὺ γὰρ ἂν ξυνήλθομεν. Ἀλλ’ ἔστιν ὑπ’ ἐμοῦ πρᾶγμ’ ἀνεζητημένον πολλαῖσί τ’ ἀγρυπνίαισιν ἐρριπτασμένον.
ΚΛΕΟΝΙΚΗ
25 Ἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον;
ΛΥΣΙΣΤΡΑΤΗ
25 Οὕτω γε λεπτὸν ὥσθ’ ὅλης τῆς Ἑλλάδος
30 ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία.
ΚΛΕΟΝΙΚΗ
30 Ἐν ταῖς γυναιξίν; Ἐπ’ ὀλίγου τἄρ’ εἴχετο.
ΛΥΣΙΣΤΡΑΤΗ
30 Ὡς ἔστ’ ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα, ἢ μηκέτ’ εἶναι μήτε Πελοποννησίους—
ΚΛΕΟΝΙΚΗ
30 Βέλτιστα τοίνυν μηκέτ’ εἶναι νὴ Δία.
ΛΥΣΙΣΤΡΑΤΗ
35 Βοιωτίους τε πάντας ἐξολωλέναι.
ΚΛΕΟΝΙΚΗ
35 Μὴ δῆτα πάντας γ’, ἀλλ’ ἄφελε τὰς ἐγχέλεις.
ΛΥΣΙΣΤΡΑΤΗ
35 Περὶ τῶν Ἀθηνῶν δ’ οὐκ ἐπιγλωττήσομαι τοιοῦτον οὐδέν, ἀλλ’ ὑπονόησον σύ μοι. Ἢν δὲ ξυνέλθως’ αἱ γυναῖκες ἐνθάδε,
40 αἵ τ’ ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων
40 ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα.
ΚΛΕΟΝΙΚΗ
40 Τί δ’ ἂν γυναῖκες φρόνιμον ἐργασαίατο ἢ λαμπρόν, αἳ καθήμεθ’ ἐξηνθισμέναι, κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι
45 καὶ Κιμβερίκ’ ὀρθοστάδια καὶ περιβαρίδας;
ΛΥΣΙΣΤΡΑΤΗ
45 Ταῦτ’ αὐτὰ γάρ τοι κἄσθ’ ἃ σώσειν προσδοκῶ, τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδες χἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια.
ΚΛΕΟΝΙΚΗ
45 Τίνα δὴ τρόπον ποθ’;
ΛΥΣΙΣΤΡΑΤΗ
49 Ὥστε τῶν νῦν μηδένας
49 ἀνδρῶν ἐπ’ ἀλλήλοισιν αἴρεσθαι δόρυ—
ΚΛΕΟΝΙΚΗ
49 Κροκωτὸν ἄρα νὴ τὼ θεὼ ’γὼ βάψομαι.
ΛΥΣΙΣΤΡΑΤΗ
49 μηδ’ ἀσπίδα λαβεῖν—
ΚΛΕΟΝΙΚΗ
52 Κιμβερικὸν ἐνδύσομαι.
ΛΥΣΙΣΤΡΑΤΗ
52 μηδὲ ξιφίδιον.
ΚΛΕΟΝΙΚΗ
53 Κτήσομαι περιβαρίδας.
ΛΥΣΙΣΤΡΑΤΗ
53 Ἆρ’ οὐ παρεῖναι τὰς γυναῖκας δῆτ’ ἐχρῆν;
ΚΛΕΟΝΙΚΗ
55 Οὐ γὰρ μὰ Δί’ ἀλλὰ πετομένας ἥκειν πάλαι.
ΛΥΣΙΣΤΡΑΤΗ
55 Ἀλλ’, ὦ μέλ’, ὄψει τοι σφόδρ’ αὐτὰς Ἀττικάς, ἅπαντα δρώσας τοῦ δέοντος ὕστερον. Ἀλλ’ οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα, οὐδ’ ἐκ Σαλαμῖνος.
ΚΛΕΟΝΙΚΗ
59 Ἀλλ’ ἐκεῖναί γ’ οἶδ’ ὅτι
60 ἐπὶ τῶν κελήτων διαβεβήκας’ ὄρθριαι.
ΛΥΣΙΣΤΡΑΤΗ
60 Οὐδ’ ἃς προσεδόκων κἀλογιζόμην ἐγὼ
60 πρώτας παρέσεσθαι δεῦρο τὰς Ἀχαρνέων γυναῖκας, οὐχ ἥκουσιν.
ΚΛΕΟΝΙΚΗ
63 Ἡ γοῦν Θεογένους ὡς δεῦρ’ ἰοῦσα τἀκάτειον ᾔρετο.
65 Ἀτὰρ αἵδε καὶ δή σοι προσέρχονταί τινες.
ΛΥΣΙΣΤΡΑΤΗ
65 Αἵδ’ αὖθ’ ἕτεραι χωροῦσί τινες.
ΚΛΕΟΝΙΚΗ
66 Ἰοὺ ἰού, πόθεν εἰσίν;
ΛΥΣΙΣΤΡΑΤΗ
67 Ἀναγυρουντόθεν.
ΚΛΕΟΝΙΚΗ
67 Νὴ τὸν Δία· ὁ γοῦν Ἀνάγυρός μοι κεκινῆσθαι δοκεῖ.
ΜΥΡΡΙΝΗ
69 Μῶν ὕστεραι πάρεσμεν, ὦ Λυσιστράτη;
70 Τί φῄς; Τί σιγᾷς;
ΛΥΣΙΣΤΡΑΤΗ
70 Οὔ ς’ ἐπαινῶ, Μυρρίνη, ἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος.
ΜΥΡΡΙΝΗ
70 Μόλις γὰρ ηὗρον ἐν σκότῳ τὸ ζώνιον. Ἀλλ’ εἴ τι πάνυ δεῖ, ταῖς παρούσαισιν λέγε.
ΚΛΕΟΝΙΚΗ
70 Μὰ Δί’ ἀλλ’ ἐπαναμείνωμεν ὀλίγου γ’ εἵνεκα
75 τάς τ’ ἐκ Βοιωτῶν τάς τε Πελοποννησίων γυναῖκας ἐλθεῖν.
ΛΥΣΙΣΤΡΑΤΗ
76 Πολὺ σὺ κάλλιον λέγεις. Ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται. Ὦ φιλτάτη Λάκαινα, χαῖρε, Λαμπιτοῖ. Οἷον τὸ κάλλος, γλυκυτάτη, σου φαίνεται.
80 Ὡς δ’ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου. Κἂν ταῦρον ἄγχοις.
ΛΑΜΠΙΤΩ
81 Μάλα γ’, οἰῶ, ναὶ τὼ σιώ· γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι.
ΚΛΕΟΝΙΚΗ
81 Ὡς δὴ καλὸν τὸ χρῆμα τῶν τιτθῶν ἔχεις.
ΛΑΜΠΙΤΩ
81 Ἇπερ ἱαρεῖόν τοί μ’ ὑποψαλάσσετε.
ΛΥΣΙΣΤΡΑΤΗ
85 Ἡδὶ δὲ ποδαπὴ ’σθ’ ἡ νεᾶνις ἁτέρα;
ΛΑΜΠΙΤΩ
85 Πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία ἵκει ποθ’ ὑμέ.
ΛΥΣΙΣΤΡΑΤΗ
87 Νὴ Δί’ ὡς Βοιωτία καλόν γ’ ἔχουσα τὸ πεδίον.
ΚΛΕΟΝΙΚΗ
88 Καὶ νὴ Δία κομψότατα τὴν βληχώ γε παρατετιλμένη.
ΛΥΣΙΣΤΡΑΤΗ
90 Τίς δ’ ἁτέρα παῖς;
ΛΑΜΠΙΤΩ
90 Χαἵα ναὶ τὼ σιώ, Κορινθία δ’ αὖ.
ΚΛΕΟΝΙΚΗ
91 Χαΐα νὴ τὸν Δία δήλη ’στὶν οὖσα ταυταγὶ τἀντευθενί.
ΛΑΜΠΙΤΩ
91 Τίς δ’ αὖ συναλίαξε τόνδε τὸν στόλον τὸν τᾶν γυναικῶν;
ΛΥΣΙΣΤΡΑΤΗ
94 Ἥδ’ ἐγώ.
ΛΑΜΠΙΤΩ
94 Μύσιδδέ τοι
95 ὅ τι λῇς ποθ’ ἁμέ.
ΚΛΕΟΝΙΚΗ
95 Νὴ Δί’, ὦ φίλη γύναι, λέγε δῆτα τὸ σπουδαῖον ὅ τι τοῦτ’ ἐστί σοι.
ΛΥΣΙΣΤΡΑΤΗ
95 Λέγοιμ’ ἂν ἤδη. Πρὶν λέγειν 〈δ’〉, ὑμᾶς τοδὶ ἐπερήσομαί, τι μικρόν.
ΚΛΕΟΝΙΚΗ
98 Ὅ τι βούλει γε σύ.
ΛΥΣΙΣΤΡΑΤΗ
98 Τοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων
98 ἐπὶ στρατιᾶς ἀπόντας; Εὖ γὰρ οἶδ’ ὅτι πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ.
ΚΛΕΟΝΙΚΗ
98 Ὁ γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας, ὦ τάλαν, ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη.
ΜΥΡΡΙΝΗ
98 Ὁ δ’ ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ.
ΛΑΜΠΙΤΩ
105 Ὁ δ’ ἐμός γα, καἴ κ’ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά, πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα.
ΛΥΣΙΣΤΡΑΤΗ
105 Ἀλλ’ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ. Ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι, οὐκ εἶδον οὐδ’ ὄλισβον ὀκτωδάκτυλον,
110 ὃς ἦν ἂν ἡμῖν σκυτίνη ’πικουρία. Ἐθέλοιτ’ ἂν οὖν, εἰ μηχανὴν εὕροιμ’ ἐγώ, μετ’ ἐμοῦ καταλῦσαι τὸν πόλεμον;
ΚΛΕΟΝΙΚΗ
112 Νὴ τὼ θεὼ ἔγωγέ τἄν, κἂν εἴ με χρείη τοὔγκυκλον τουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν.
ΜΥΡΡΙΝΗ
115 Ἐγὼ δέ γ’ ἄν, κἂν ὡσπερεὶ ψῆτταν δοκῶ, δοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ.
ΛΑΜΠΙΤΩ
115 Ἐγὼν δὲ καί κα ποττὸ Ταΰγετον ἄνω ἔλσοιμ’ ὅπα μέλλοιμί γ’ εἰράναν ἰδῆν.
ΛΥΣΙΣΤΡΑΤΗ
115 Λέγοιμ’ ἄν· οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον.
120 Ἡμῖν γάρ, ὦ γυναῖκες, εἴπερ μέλλομεν ἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν,
120 ἀφεκτέ’ ἐστὶ—
ΚΛΕΟΝΙΚΗ
122 Τοῦ; φράσον.
ΛΥΣΙΣΤΡΑΤΗ
122 Ποήσετ’ οὖν;
ΚΛΕΟΝΙΚΗ
122 Ποήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ.
ΛΥΣΙΣΤΡΑΤΗ
122 Ἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους.
125 Τί μοι μεταστρέφεσθε; Ποῖ βαδίζετε; Αὗται, τί μοιμυᾶτε κἀνανεύετε; Τί χρὼς τέτραπται; Τί δάκρυον κατείβεται; Ποήσετ’ ἢ οὐ ποήσετ’; Ἢ τί μέλλετε;
ΚΛΕΟΝΙΚΗ
125 Οὐκ ἂν ποήσαιμ’, ἀλλ’ ὁ πόλεμος ἑρπέτω.
ΜΥΡΡΙΝΗ
130 Μὰ Δί’ οὐδ’ ἔγωγ’ ἄν, ἀλλ’ ὁ πόλεμος ἑρπέτω.
ΛΥΣΙΣΤΡΑΤΗ
130 Ταυτὶ σὺ λέγεις, ὦ ψῆττα; Καὶ μὴν ἄρτι γε ἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ.
ΚΛΕΟΝΙΚΗ
130 Ἄλλ’, ἄλλ’ ὅ τι βούλει. Κἄν με χρῇ, διὰ τοῦ πυρὸς ἐθέλω βαδίζειν. Τοῦτο μᾶλλον τοῦ πέους·
135 οὐδὲν γὰρ οἷον, ὦ φίλη Λυσιστράτη.
ΛΥΣΙΣΤΡΑΤΗ
135 Τί δαὶ σύ;
ΜΥΡΡΙΝΗ
136 Κἀγὼ βούλομαι διὰ τοῦ πυρός.
ΛΥΣΙΣΤΡΑΤΗ
136 Ὦ παγκατάπυγον θἠμέτερον ἅπαν γένος. Οὐκ ἐτὸς ἀφ’ ἡμῶν εἰσιν αἱ τραγῳδίαι· οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη.
140 Ἀλλ’, ὦ φίλη Λάκαινα, —σὺ γὰρ ἐὰν γένῃ μόνη μετ’ ἐμοῦ, τὸ πρᾶγμ’ ἀνασωσαίμεσθ’ ἔτ’ 〈ἄν〉, — ξυμψήφισαί μοι.
ΛΑΜΠΙΤΩ
142 Χαλεπὰ μὲν ναὶ τὼ σιὼ γυναῖκας ὑπνῶν ἐστ’ ἄνευ ψωλᾶς μόνας.
142 Ὅμως γα μάν· δεῖ τᾶς γὰρ εἰράνας μάλ’ αὖ.
ΛΥΣΙΣΤΡΑΤΗ
145 Ὦ φιλτάτη σὺ καὶ μόνη τούτων γυνή.
ΚΛΕΟΝΙΚΗ
145 Εἰ δ’ ὡς μάλιστ’ ἀπεχοίμεθ’ οὗ σὺ δὴ λέγεις, — ὃ μὴ γένοιτο, —μᾶλλον ἂν διὰ τουτογὶ γένοιτ’ ἂν εἰρήνη;
ΛΥΣΙΣΤΡΑΤΗ
148 Πολύ γε νὴ τὼ θεώ. Εἰ γὰρ καθῄμεθ’ ἔνδον ἐντετριμμέναι,
148 κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίονις γυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι, στύοιντο δ’ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν, ἡμεῖς δὲ μὴ προσιείμεθ’, ἀλλ’ ἀπεχοίμεθα, σπονδὰς ποήσαιντ’ ἂν ταχέως, εὖ οἶδ’ ὅτι.
ΛΑΜΠΙΤΩ
155 Ὁ γῶν Μενέλαος τᾶς Ἑλένας τὰ μᾶλά πα γυμνᾶς παραϊδὼν ἐξέβαλ’, οἰῶ, τὸ ξίφος.
ΚΛΕΟΝΙΚΗ
155 Τί δ’, ἢν ἀφιῶς’ ἅνδρες ἡμᾶς, ὦ μέλε;
ΛΥΣΙΣΤΡΑΤΗ
155 Τὸ τοῦ Φερεκράτους, κύνα δέρειν δεδαρμένην.
ΚΛΕΟΝΙΚΗ
155 Φλυαρία ταῦτ’ ἐστὶ τὰ μεμιμημένα.
160 Ἐὰν λαβόντες δ’ εἰς τὸ δωμάτιον βίᾳ ἕλκωσιν ἡμᾶς;
ΛΥΣΙΣΤΡΑΤΗ
161 Ἀντέχου σὺ τῶν θυρῶν.
ΚΛΕΟΝΙΚΗ
161 Ἐὰν δὲ τύπτωσιν;
ΛΥΣΙΣΤΡΑΤΗ
162 Παρέχειν χρὴ κακὰ κακῶς· οὐ γὰρ ἔνι τούτοις ἡδονὴ τοῖς πρὸς βίαν. Κἄλλως ὀδυνᾶν χρή· κἀμέλει ταχέως πάνυ
165 ἀπεροῦσιν. Οὐ γὰρ οὐδέποτ’ εὐφρανθήσεται
165 ἀνήρ, ἐὰν μὴ τῇ γυναικὶ συμφέρῃ.
ΚΛΕΟΝΙΚΗ
165 Εἴ τοι δοκεῖ σφῷν ταῦτα, χἠμῖν ξυνδοκεῖ.
ΛΑΜΠΙΤΩ
165 Καὶ τὼς μὲν ἁμὼς ἄνδρας ἁμὲς πείσομες παντᾶ δικαίως ἄδολον εἰράναν ἄγην·
170 τὸν τῶν Ἀσαναίων γα μὰν ῥυἅχετον πᾶ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν;
ΛΥΣΙΣΤΡΑΤΗ
170 Ἡμεῖς ἀμέλει σοι τά γε παρ’ ἡμῖν πείσομεν.
ΛΑΜΠΙΤΩ
170 Οὔχ, ἇς πόδας γ’ ἔχωντι ταὶ τριήρεες καὶ τὠργύριον τὤβυσσον ᾖ πὰρ τᾷ σιῷ.
ΛΥΣΙΣΤΡΑΤΗ
175 Ἀλλ’ ἔστι καὶ τοῦτ’ εὖ παρεσκευασμένον· καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον. Ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν, ἕως ἂν ἡμεῖς ταῦτα συντιθώμεθα, θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν.
ΛΑΜΠΙΤΩ
180 Πάντ’ εὖ κ’ ἔχοι· καὶ τᾶδε γὰρ λέγεις καλῶς.
ΛΥΣΙΣΤΡΑΤΗ
180 Τί δῆτα ταῦτ’ οὐχ ὡς τάχιστα, Λαμπιτοῖ, ξυνωμόσαμεν, ὅπως ἂν ἀρρήκτως ἔχῃ;
ΛΑΜΠΙΤΩ
180 Πάρφαινε μὰν τὸν ὅρκον, ὡς ὀμιόμεθα.
ΛΥΣΙΣΤΡΑΤΗ
180 Καλῶς λέγεις. Ποῦ ’σθ’ ἡ Σκύθαινα; Ποῖ βλέπεις;
185 Θὲς εἰς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα, καί μοι δότω τὰ τόμιά τις.
ΚΛΕΟΝΙΚΗ
186 Λυσιστράτη, τίν’ ὅρκον ὁρκώσεις ποθ’ ἡμᾶς;
ΛΥΣΙΣΤΡΑΤΗ
187 Ὅντινα; εἰς ἀσπίδ’, ὥσπερ, φασίν, Αἰσχύλος ποτέ, μηλοσφαγούσας.
ΚΛΕΟΝΙΚΗ
189 Μὴ σύ γ’, ὦ Λυσιστράτη,
190 εἰς ἀσπίδ’ ὀμόσῃς μηδὲν εἰρήνης πέρι.
ΛΥΣΙΣΤΡΑΤΗ
190 Τίς ἂν οὖν γένοιτ’ ἂν ὅρκος; Ἢ λευκόν ποθεν ἵππον λαβοῦσαι τόμιον ἐντεμώμεθα;
ΚΛΕΟΝΙΚΗ
190 Ποῖ λευκὸν ἵππον;
ΛΥΣΙΣΤΡΑΤΗ
193 Ἀλλὰ πῶς ὀμούμεθα ἡμεῖς;
ΚΛΕΟΝΙΚΗ
194 Ἐγώ σοι νὴ Δί’, ἢν βούλῃ, φράσω.
195 Θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν, μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίον ὀμόσωμεν εἰς τὴν κύλικα μὴ ’πιχεῖν ὕδωρ.
ΛΑΜΠΙΤΩ
195 Φεῦ δᾶ, τὸν ὅρκον ἄφατον ὡς ἐπαινίω.
ΛΥΣΙΣΤΡΑΤΗ
195 Φερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον.
ΚΛΕΟΝΙΚΗ
195 Ὦ φίλταται γυναῖκες, 〈ὁ〉 κεραμὼν ὅσος. Ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών.
ΛΥΣΙΣΤΡΑΤΗ
195 Καταθεῖσα ταύτην προσλαβοῦ μοι τοῦ κάπρου. Δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία, τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής.
ΚΛΕΟΝΙΚΗ
205 Εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς.
ΛΑΜΠΙΤΩ
205 Καὶ μὰν ποτόδδει γ’ ἁδὺ ναὶ τὸν Κάστορα.
ΚΛΕΟΝΙΚΗ
205 Ἐᾶτε πρώτην μ’, ὦ γυναῖκες, ὀμνύναι.
ΛΥΣΙΣΤΡΑΤΗ
205 Μὰ τὴν Ἀφροδίτην οὔκ, ἐάν γε μὴ λάχῃς. Λάζυσθε πᾶσαι τῆς κύλικος, ὦ Λαμπιτοῖ·
210 λεγέτω δ’ ὑπὲρ ὑμῶν μί’ ἅπερ ἂν κἀγὼ λέγω· ὑμεῖς δ’ ἐπομεῖσθε ταῦτα κἀμπεδώσετε. Οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ’ ἀνήρ—
ΚΛΕΟΝΙΚΗ
210 Οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ’ ἀνήρ—
ΛΥΣΙΣΤΡΑΤΗ
210 ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. Λέγε.
ΚΛΕΟΝΙΚΗ
215 ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. Παπαῖ, ὑπολύεταί μου τὰ γόνατ’, ὦ Λυσιστράτη.
ΛΥΣΙΣΤΡΑΤΗ
215 Οἴκοι δ’ ἀταυρώτη διάξω τὸν βίον—
ΚΛΕΟΝΙΚΗ
215 Οἴκοι δ’ ἀταυρώτη διάξω τὸν βίον—
ΛΥΣΙΣΤΡΑΤΗ
215 κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη—
ΚΛΕΟΝΙΚΗ
220 κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη—
ΛΥΣΙΣΤΡΑΤΗ
220 ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου· —
ΚΛΕΟΝΙΚΗ
220 ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου· —
ΛΥΣΙΣΤΡΑΤΗ
220 κοὐδέποθ’ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.
ΚΛΕΟΝΙΚΗ
220 κοὐδέποθ’ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.
ΛΥΣΙΣΤΡΑΤΗ
225 Ἐὰν δέ μ’ ἄκουσαν βιάζηται βίᾳ—
ΚΛΕΟΝΙΚΗ
225 ἐὰν δέ μ’ ἄκουσαν βιάζηται βίᾳ—
ΛΥΣΙΣΤΡΑΤΗ
225 κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.
ΚΛΕΟΝΙΚΗ
225 κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.
ΛΥΣΙΣΤΡΑΤΗ
225 Οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.
ΚΛΕΟΝΙΚΗ
230 Οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.
ΛΥΣΙΣΤΡΑΤΗ
230 Οὐ στήσομαι λέαιν’ ἐπὶ τυροκνήστιδος.
ΚΛΕΟΝΙΚΗ
230 Οὐ στήσομαι λέαιν’ ἐπὶ τυροκνήστιδος.
ΛΥΣΙΣΤΡΑΤΗ
230 Ταῦτ’ ἐμπεδοῦσα μὲν πίοιμ’ ἐντευθενί—
ΚΛΕΟΝΙΚΗ
230 Ταῦτ’ ἐμπεδοῦσα μὲν πίοιμ’ ἐντευθενί—
ΛΥΣΙΣΤΡΑΤΗ
235 εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ’ ἡ κύλιξ.
ΚΛΕΟΝΙΚΗ
235 εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ’ ἡ κύλιξ.
ΛΥΣΙΣΤΡΑΤΗ
235 Συνεπόμνυθ’ ὑμεῖς ταῦτα πᾶσαι;
ΠΑΣΑΙ
237 Νὴ Δία.
ΛΥΣΙΣΤΡΑΤΗ
237 Φέρ’ ἐγὼ καθαγίσω τήνδε.
ΚΛΕΟΝΙΚΗ
238 Τὸ μέρος γ’, ὦ φίλη, ὅπως ἂν ὦμεν εὐθὺς ἀλλήλων φίλαι.
ΛΑΜΠΙΤΩ
240 Τίς ὡλολυγά;
ΛΥΣΙΣΤΡΑΤΗ
240 Τοῦτ’ ἐκεῖν’ οὑγὼ ’λεγον· αἱ γὰρ γυναῖκες τὴν ἀκρόπολιν τῆς θεοῦ ἤδη κατειλήφασιν. Ἀλλ’, ὦ Λαμπιτοῖ, σὺ μὲν βάδιζε καὶ τὰ παρ’ ὑμῖν εὖ τίθει, τασδὶ δ’ ὁμήρους κατάλιφ’ ἡμῖν ἐνθάδε.
245 Ἡμεῖς δὲ ταῖς ἄλλαισι ταῖσιν ἐν πόλει ξυνεμβάλωμεν εἰσιοῦσαι τοὺς μοχλούς.
ΚΛΕΟΝΙΚΗ
245 Οὔκουν ἐφ’ ἡμᾶς ξυμβοηθήσειν οἴει τοὺς ἄνδρας εὐθύς;
ΛΥΣΙΣΤΡΑΤΗ
248 Ὀλίγον αὐτῶν μοι μέλει. Οὐ γὰρ τοσαύτας οὔτ’ ἀπειλὰς οὔτε πῦρ
248 ἥξους’ ἔχοντες ὥστ’ ἀνοῖξαι τὰς πύλας ταύτας, ἐὰν μὴ ’φ’ οἷσιν ἡμεῖς εἴπομεν.
ΚΛΕΟΝΙΚΗ
248 Μὰ τὴν Ἀφροδίτην οὐδέποτέ γ’· ἄλλως γὰρ ἂν
248 ἄμαχοι γυναῖκες καὶ μιαραὶ κεκλῄμεθ’ ἄν.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
254 Χώρει, Δράκης, ἡγοῦ βάδην, εἰ καὶ τὸν ὦμον ἀλγεῖς
255 κορμοῦ τοσουτονὶ βάρος χλωρᾶς φέρων ἐλάας.
256-257 Ἦ πόλλ’ ἄελπτ’ ἔνεστιν ἐν τῷ μακρῷ βίῳ, φεῦ,
258-259 ἐπεὶ τίς ἄν ποτ’ ἤλπις’, ὦ Στρυμόδωρ’, ἀκοῦσαι
260 γυναῖκας, ἃς ἐβόσκομεν κατ’ οἶκον ἐμφανὲς κακόν, κατὰ μὲν ἅγιον ἔχειν βρέτας κατά τ’ ἀκρόπολιν ἐμὴν λαβεῖν, μοχλοῖς δὲ καὶ κλῄθροισιν
265 τὰ προπύλαια πακτοῦν;
265 Ἀλλ’ ὡς τάχιστα πρὸς πόλιν σπεύσωμεν, ὦ Φιλοῦργε, ὅπως ἂν αὐταῖς ἐν κύκλῳ θέντες τὰ πρέμνα ταυτί, ὅσαι τὸ πρᾶγμα τοῦτ’ ἐνεστήσαντο καὶ μετῆλθον, μίαν πυρὰν νήσαντες ἐμπρήσωμεν αὐτόχειρες
270 πάσας, ἀπὸ ψήφου μιᾶς, πρώτην δὲ τὴν Λύκωνος.
271-272 Οὐ γὰρ μὰ τὴν Δήμητρ’ ἐμοῦ ζῶντος ἐγχανοῦνται·
273-274 ἐπεὶ οὐδὲ Κλεομένης, ὃς αὐτὴν κατέσχε πρῶτος,
275 ἀπῆλθεν ἀψάλακτος, ἀλλ’ ὅμως Λακωνικὸν πνέων ᾤχετο θὤπλα παραδοὺς ἐμοί, σμικρὸν ἔχων πάνυ τριβώνιον, πινῶν ῥύπ’, ἀπαράτιλτος,
280 ἓξ ἐτῶν ἄλουτος.
280 Οὕτως ἐπολιόρκης’ ἐγὼ τὸν ἄνδρ’ ἐκεῖνον ὠμῶς ἐφ’ ἑπτακαίδεκ’ ἀσπίδων πρὸς ταῖς πύλαις καθεύδων. Τασδὶ δὲ τὰς Εὐριπίδῃ θεοῖς τε πᾶσιν ἐχθρὰς ἐγὼ οὐκ ἄρα σχήσω παρὼν τολμήματος τοσούτου;
285 Μή νυν ἔτ’ ἐν 〈τῇ〉 τετραπόλει τοὐμὸν τροπαῖον εἴη.
285 Ἀλλ’ αὐτὸ γάρ μοι τῆς ὁδοῦ λοιπόν ἐστι χωρίον τὸ πρὸς πόλιν τὸ σιμόν, οἷ σπουδὴν ἔχω. Χὤπως ποτ’ ἐξαμπρεύσομεν
290 τοῦτ’ ἄνευ κανθηλίου· ὡς ἐμοῦ γε τὼ ξύλω τὸν ὦμον ἐξιπώκατον. Ἀλλ’ ὅμως βαδιστέον, καὶ τὸ πῦρ φυσητέον, μή μ’ ἀποσβεσθὲν λάθῃ πρὸς τῇ τελευτῇ τῆς ὁδοῦ.
295 Φῦ φῦ.
295 Ἰοὺ ἰοὺ τοῦ καπνοῦ.
295 Ὡς δεινόν, ὦναξ Ἡράκλεις, προσπεσόν μ’ ἐκ τῆς χύτρας ὥσπερ κύων λυττῶσα τὠφθαλμὼ δάκνει. Κἄστιν γε Λήμνιον τὸ πῦρ
295 τοῦτο πάσῃ μηχανῇ· οὐ γὰρ 〈ἄν〉 ποθ’ ὧδ’ ὀδὰξ ἔβρυκε τὰς λήμας ἐμοῦ. Σπεῦδε πρόσθεν εἰς πόλιν καὶ βοήθει τῇ θεῷ. Ἢ πότ’ αὐτῇ μᾶλλον ἢ νῦν, ὦ Λάχης, ἀρήξομεν;
305 Φῦ φῦ.
305 Ἰοὺ ἰοὺ τοῦ καπνοῦ.
305 Τουτὶ τὸ πῦρ ἐγρήγορεν θεῶν ἕκατι καὶ ζῇ. Οὔκουν ἄν, εἰ τὼ μὲν ξύλω θείμεσθα πρῶτον αὐτοῦ, τῆς ἀμπέλου δ’ εἰς τὴν χύτραν τὸν φανὸν ἐγκαθέντες ἅψαντες εἶτ’ εἰς τὴν θύραν κριηδὸν ἐμπέσοιμεν,
310 κἂν μὴ καλούντων τοὺς μοχλοὺς χαλῶσιν αἱ γυναῖκες, ἐμπιμπράναι χρὴ τὰς θύρας καὶ τῷ καπνῷ πιέζειν. Θώμεσθα δὴ τὸ φορτίον. Φεῦ τοῦ καπνοῦ, βαβαιάξ. Τίς ξυλλάβοιτ’ ἂν τοῦ ξύλου τῶν ἐν Σάμῳ στρατηγῶν; Ταυτὶ μὲν ἤδη τὴν ῥάχιν θλίβοντά μου πέπαυται.
315 Σὸν δ’ ἔργον ἐστίν, ὦ χύρτα, τὸν ἄνθρακ’ ἐξεγείρειν, τὴν λαμπάδ’ ἡμμένην ὅπως παρὼν ἐμοὶ προσοίσει. Δέσποινα Νίκη, ξυγγενοῦ τῶν τ’ ἐν πόλει γυναικῶν τοῦ νῦν παρεστῶτος θράσους θέσθαι τροπαῖον ἡμᾶς.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
319 Λιγνὺν δοκῶ μοι καθορᾶν καὶ καπνόν, ὦ γυναῖκες,
320 ὥσπερ πυρὸς καομένου· σπευστέον ἐστὶ θᾶττον.
320 Πέτου πέτου, Νικοδίκη, πρὶν ἐμπεπρῆσθαι Καλύκην τε καὶ Κρίτυλλαν περιφυσήτω
324-325 ὑπό τ’ ἀνέμων ἀργαλέων
325 ὑπό τε γερόντων ὀλέθρων. Ἀλλὰ φοβοῦμαι τόδε· μῶν ὑστερόπους βοηθῶ; Νυνδὴ γὰρ ἐμπλησαμένη τὴν ὑδρίαν κνεφαία
328-329 μόλις ἀπὸ κρήνης ὑπ’ ὄχλου καὶ θορύβου καὶ πατάγου χυτρείου,
330 δούλαισιν ὠστιζομένη στιγματίαις θ’, ἁρπαλέως ἀραμένη, ταῖσιν ἐμαῖς δημότισιν καομέναις φέρους’ ὕδωρ βοηθῶ.
335 Ἤκουσα γὰρ τυφογέρον‐ τας ἄνδρας ἔρρειν, στελέχη φέροντας ὥσπερ βαλανεύσοντας εἰς πόλιν ὡς τριτάλαντα βάρος, δεινότατ’ ἀπειλοῦντας ἐπῶν
340 ὡς πυρὶ χρὴ τὰς μυσαρὰς γυναῖκας ἀνθρακεύειν. Ἅς, ὦ θεά, μή ποτ’ ἐγὼ πιμπραμένας ἴδοιμι,
342-343 ἀλλὰ πολέμου καὶ μανιῶν ῥυσαμένας Ἑλλάδα καὶ πολίτας·
344 ἐφ’ οἷσπερ, ὦ χρυσολόφα
345 πολιοῦχε, σὰς ἔσχον ἕδρας. Καί σε καλῶ ξύμμαχον, ὦ Τριτογένει’, ἤν τις ἐκεί‐ νας ὑποπιμπρῇσιν ἀνήρ, φέρειν ὕδωρ μεθ’ ἡμῶν.
349 Ἔασον, ὤ, τουτὶ τί ἦν; Ἄνδρες πονωπονηροί· οὐ γάρ ποτ’ ἂν χρηστοί γ’ ἔδρων οὐδ’ εὐσεβεῖς τάδ’ ἄνδρες.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
351 Τουτὶ τὸ πρᾶγμ’ ἡμῖν ἰδεῖν ἀπροσδόκητον ἥκει· ἑσμὸς γυναικῶν οὑτοσὶ θύρασιν αὖ βοηθεῖ.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
351 Τί βδύλλεθ’ ἡμᾶς; Οὔ τί που πολλαὶ δοκοῦμεν εἶναι;
355 Καὶ μὴν μέρος γ’ ἡμῶν ὁρᾶτ’ οὔπω τὸ μυριοστόν.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
355 Ὦ Φαιδρία, ταύτας λαλεῖν ἐάσομεν τοσαυτί; Οὐ περικατᾶξαι τὸ ξύλον τύπτοντ’ ἐχρῆν τιν’ αὐταῖς;
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
355 Θώμεσθα δὴ τὰς κάλπιδας χἠμεῖς χαμᾶζ’, ὅπως ἄν, ἢν προσφέρῃ τὴν χεῖρά τις, μὴ τοῦτό μ’ ἐμποδίζῃ.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
360 Εἰ νὴ Δί’ ἤδη τὰς γνάθους τούτων τις ἢ δὶς ἢ τρὶς ἔκοψεν ὥσπερ Βουπάλου, φωνὴν ἂν οὐκ ἂν εἶχον.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
360 Καὶ μὴν ἰδού· παταξάτω τις. Στᾶς’ ἐγὼ παρέξω, κοὐ μή ποτ’ ἄλλη σου κύων τῶν ὄρχεων λάβηται.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
360 Εἰ μὴ σιωπήσει, θενών σου ’κκοκκιῶ τὸ γῆρας.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
365 Ἅψαι μόνον Στρατυλλίδος τῷ δακτύλῳ προσελθών.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
365 Τί δ’, ἢν σποδῶ τοῖς κονδύλοις; Τί μ’ ἐργάσει τὸ δεινόν;
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
365 Βρύκουσά σου τοὺς πλεύμονας καὶ τἄντερ’ ἐξαμήσω.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
365 Οὐκ ἔστ’ ἀνὴρ Εὐριπίδου σοφώτερος ποητής· οὐδὲν γὰρ ὧδε θρέμμ’ ἀναιδές ἐστιν ὡς γυναῖκες.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
370 Αἰρώμεθ’ ἡμεῖς θοὔδατος τὴν κάλπιν, ὦ Ῥοδίππη.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
370 Τί δ’, ὦ θεοῖς ἐχθρά, σὺ δεῦρ’ ὕδωρ ἔχους’ ἀφίκου;
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
370 Τί δ’ αὖ σὺ πῦρ, ὦ τύμβ’, ἔχων; Ὡς σαυτὸν ἐμπυρεύσων;
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
370 Ἐγὼ μὲν ἵνα νήσας πυρὰν τὰς σὰς φίλας ὑφάψω.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
370 Ἐγὼ δέ γ’, ἵνα τὴν σὴν πυρὰν τούτῳ κατασβέσαιμι.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
375 Τοὐμὸν σὺ πῦρ κατασβέσεις;
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
375 Τοὔργον τάχ’ αὐτὸ δείξει.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
375 Οὐκ οἶδά ς’ εἰ τῇδ’ ὡς ἔχω τῇ λαμπάδι σταθεύσω.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
375 Εἰ ῥύμμα τυγχάνεις ἔχων, λουτρόν 〈γ’〉 ἐγὼ παρέξω.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
375 Ἐμοὶ σὺ λουτρόν, ὦ σαπρά;
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
378 Καὶ ταῦτα νυμφικόν γε.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
378 Ἤκουσας αὐτῆς τοῦ θράσους;
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
379 Ἐλευθέρα γάρ εἰμι.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
380 Σχήσω ς’ ἐγὼ τῆς νῦν βοῆς.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
380 Ἀλλ’ οὐκέθ’ ἡλιάζει.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
380 Ἔμπρησον αὐτῆς τὰς κόμας.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
381 Σὸν ἔργον, ὦχελῷε.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
381 Οἴμοι τάλας.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
382 Μῶν θερμὸν ἦν;
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
382 Ποῖ θερμόν; Οὐ παύσει; Τί δρᾷς;
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
382 Ἄρδω ς’, ὅπως ἀμβλαστάνῃς.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
385 Ἀλλ’ αὗός εἰμ’ ἤδη τρέμων.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
385 Οὐκοῦν, ἐπειδὴ πῦρ ἔχεις, σὺ χλιανεῖς σεαυτόν.
ΠΡΟΒΟΥΛΟΣ
387 Ἆρ’ ἐξέλαμψε τῶν γυναικῶν ἡ τρυφὴ χὠ τυμπανισμὸς χοἰ πυκνοὶ Σαβάζιοι, ὅ τ’ Ἀδωνιασμὸς οὗτος οὑπὶ τῶν τεγῶν,
390 οὗ ’γώ ποτ’ ὢν ἤκουον ἐν τἠκκλησίᾳ; Ἔλεγεν ὁ μὴ ὥρασι μὲν Δημόστρατος πλεῖν εἰς Σικελίαν, ἡ γυνὴ δ’ ὀρχουμένη «Αἰαῖ Ἄδωνιν» φησίν. Ὁ δὲ Δημόστρατος ἔλεγεν ὁπλίτας καταλέγειν Ζακυνθίων,
395 ἡ δ’ ὑποπεπωκυῖ’ ἡ γυνὴ ’πὶ τοῦ τέγους «Κόπτεσθ’ Ἄδωνιν» φησίν. Ὁ δ’ ἐβιάζετο, ὁ θεοῖσιν ἐχθρὸς καὶ μιαρὸς Χολοζύγης. Τοιαῦτ’ ἀπ’ αὐτῶν ἐστιν ἀκολαστήματα.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
395 Τί δῆτ’ ἄν, εἰ πύθοιο καὶ τὴν τῶνδ’ ὕβριν;
395 Αἳ τἄλλα θ’ ὑβρίκασι κἀκ τῶν καλπίδων ἔλουσαν ἡμᾶς, ὥστε θαἰματίδια σείειν πάρεστιν ὥσπερ ἐνεουρηκότας.
ΠΡΟΒΟΥΛΟΣ
395 Νὴ τὸν Ποσειδῶ τὸν ἁλυκὸν δίκαιά γε. Ὅταν γὰρ αὐτοὶ ξυμπονηρευώμεθα
405 ταῖσιν γυναιξὶ καὶ διδάσκωμεν τρυφᾶν, τοιαῦτ’ ἀπ’ αὐτῶν βλαστάνει βουλεύματα. Οἳ λέγομεν ἐν τῶν δημιουργῶν τοιαδί· «Ὦ χρυσοχόε, τὸν ὅρμον ὃν ἐπεσκεύασας, ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας
410 ἡ βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος. Ἐμοὶ μὲν οὖν ἔστ’ εἰς Σαλαμῖνα πλευστέα· σὺ δ’ ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέραν ἐλθὼν ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον.» Ἕτερος δέ τις πρὸς σκυτοτόμον ταδὶ λέγει
415 νεανίαν καὶ πέος ἔχοντ’ οὐ παιδικόν· «Ὦ σκυτοτόμε, μου τῆς γυναικὸς τοῦ ποδὸς τὸ δακτυλίδιον πιέζει τὸ ζυγόν, ἅθ’ ἁπαλὸν ὄν· τοῦτ’ οὖν σὺ τῆς μεσημβρίας ἐλθὼν χάλασον, ὅπως ἂν εὐρυτέρως ἔχῃ.»
420 Τοιαῦτ’ ἀπήντηκ’ εἰς τοιαυτὶ πράγματα, ὅτ’ ὢν ἐγὼ πρόβουλος, ἐκπορίσας ὅπως
420 κωπῆς ἔσονται, τἀργυρίου νυνὶ δέον, ὑπὸ τῶν γυναικῶν ἀποκέκλεισμαι τῶν πυλῶν. Ἀλλ’ οὐδὲν ἔργον ἑστάναι. Φέρε τοὺς μοχλούς,
425 ὅπως ἂν αὐτὰς τῆς ὕβρεως ἐγὼ σχέθω. Τί κέχηνας, ὦ δύστηνε; Ποῖ δ’ αὖ σὺ βλέπεις, οὐδὲν ποιῶν ἀλλ’ ἢ καπηλεῖον σκοπῶν; Οὐχ ὑποβαλόντες τοὺς μοχλοὺς ὑπὸ τὰς πύλας ἐντεῦθεν ἐκμοχλεύσετ’; Ἐνθενδὶ δ’ ἐγὼ
430 ξυνεκμοχλεύσω.
ΛΥΣΙΣΤΡΑΤΗ
430 Μηδὲν ἐκμοχλεύετε· ἐξέρχομαι γὰρ αὐτομάτη. Τί δεῖ μοχλῶν; Οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον ἢ νοῦ καὶ φρενῶν.
ΠΡΟΒΟΥΛΟΣ
430 Ἄληθες, ὦ μιαρὰ σύ; Ποῦ ’σθ’ ὁ τοξότης; Ξυλλάμβαν’ αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ.
ΛΥΣΙΣΤΡΑΤΗ
435 Εἰ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοι ἄκραν προσοίσει, δημόσιος ὢν κλαύσεται.
ΠΡΟΒΟΥΛΟΣ
435 Ἔδεισας, οὗτος; Οὐ ξυναρπάσει μέσην καὶ σὺ μετὰ τούτου χἀνύσαντε δήσετον;
ΚΛΕΟΝΙΚΗ
435 Εἰ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνον
440 τὴν χεῖρ’ ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος.
ΠΡΟΒΟΥΛΟΣ
440 Ἰδού γ’ ἐπιχεσεῖ. Ποῦ ’στιν ἕτερος τοξότης;
440 Ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ.
ΜΥΡΡΙΝΗ
440 Εἰ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρ’ ἄκραν ταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα.
ΠΡΟΒΟΥΛΟΣ
445 Τουτὶ τί ἦν; Ποῦ τοξότης; Ταύτης ἔχου. Παύσω τιν’ ὑμῶν τῆσδ’ ἐγὼ τῆς ἐξόδου.
ΛΥΣΙΣΤΡΑΤΗ
445 Εἰ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει, ἐγὼ ’κποκιῶ σου τὰς στενοκωκύτους τρίχας.
ΠΡΟΒΟΥΛΟΣ
445 Οἴμοι κακοδαίμων· ἐπιλέλοιφ’ ὁ τοξότης.
445 Ἀτὰρ οὐ γυναικῶν οὐδέποτ’ ἔσθ’ ἡττητέα ἡμῖν· ὁμόσε χωρῶμεν αὐταῖς, ὦ Σκύθαι, ξυνταξάμενοι.
ΛΥΣΙΣΤΡΑΤΗ
452 Νὴ τὼ θεὼ γνώσεσθ’ ἄρα ὅτι καὶ παρ’ ἡμῖν εἰσι τέτταρες λόχοι μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων.
ΠΡΟΒΟΥΛΟΣ
455 Ἀποστρέφετε τὰς χεῖρας αὐτῶν, ὦ Σκύθαι.
ΛΥΣΙΣΤΡΑΤΗ
455 Ὦ ξύμμαχοι γυναῖκες, ἐκθεῖτ’ ἔνδοθεν, ὦ σπερμαγοραιολεκιθολαχανοπώλιδες, ὦ σκοροδοπανδοκευτριαρτοπώλιδες, οὐχ ἕλξετ’, οὐ παιήσετ’, οὐκ ἀράξετε,
460 οὐ λοιδορήσετ’, οὐκ ἀναισχυντήσετε; Παύσασθ’, ἐπαναχωρεῖτε, μὴ σκυλεύετε.
ΠΡΟΒΟΥΛΟΣ
460 Οἴμ’ ὡς κακῶς πέπραγέ μου τὸ τοξικόν.
ΛΥΣΙΣΤΡΑΤΗ
460 Ἀλλὰ τί γὰρ ᾤου; Πότερον ἐπὶ δούλας τινὰς ἥκειν ἐνόμισας, ἢ γυναιξὶν οὐκ οἴει
465 χολὴν ἐνεῖναι;
ΠΡΟΒΟΥΛΟΣ
465 Νὴ τὸν Ἀπόλλω καὶ μάλα
465 πολλήν γ’, ἐάνπερ πλησίον κάπηλος ᾖ.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
465 Ὦ πόλλ’ ἀναλώσας ἔπη πρόβουλε τῆσδε 〈τῆσ〉 γῆς, τί τοῖσδε σαυτὸν εἰς λόγους τοῖς θηρίοις ξυνάπτεις; Οὐκ οἶσθα λουτρὸν οἷον αἵδ’ ἡμᾶς ἔλουσαν ἄρτι
470 ἐν τοῖσιν ἱματιδίοις, καὶ ταῦτ’ ἄνευ κονίας;
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
470 Ἀλλ’, ὦ μέλ’, οὐ χρὴ προσφέρειν τοῖς πλησίοισιν εἰκῇ τὴν χεῖρ’· ἐὰν δὲ τοῦτο δρᾷς, κυλοιδιᾶν ἀνάγκη. Ἐπεὶ ’θέλω ’γὼ σωφρόνως ὥσπερ κόρη καθῆσθαι, λυποῦσα μηδέν’ ἐνθαδί, κινοῦσα μηδὲ κάρφος,
475 ἢν μή τις ὥσπερ σφηκιὰν βλίττῃ με κἀρεθίζῃ.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
476-477 Ὦ Ζεῦ, τί ποτε χρησόμεθα τοῖσδε κνωδάλοις;
478 Οὐ γὰρ ἔτ’ ἀνεκτὰ τάδε γ’, ἀλλὰ βασανιστέον τόδε σοι τὸ πάθος μετ’ ἐμοῦ,
480 ὅ τι βουλόμεναί ποτε τὴν Κραναὰν κατέλαβον, ἐφ’ ὅ τι τε μεγαλόπετρον, ἄβατον ἀκρόπολιν, ἱερὸν τέμενος.
483 Ἀλλ’ ἀνερώτα καὶ μὴ πείθου καὶ πρόσφερε πάντας ἐλέγχους·
485 ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν τὸ τοιοῦτον πρᾶγμα μεθέντας.
ΠΡΟΒΟΥΛΟΣ
485 Καὶ μὴν αὐτῶν τοῦτ’ ἐπιθυμῶ νὴ τὸν Δία πρῶτα πυθέσθαι, ὅ τι βουλόμεναι τὴν πόλιν ἡμῶν ἀπεκλείσατε τοῖσι μοχλοῖσιν.
ΛΥΣΙΣΤΡΑΤΗ
485 Ἵνα τἀργύριον σῶν παρέχοιμεν καὶ μὴ πολεμοῖτε δι’ αὐτό.
ΠΡΟΒΟΥΛΟΣ
485 Διὰ τἀργύριον πολεμοῦμεν γάρ;
ΛΥΣΙΣΤΡΑΤΗ
489 Καὶ τἄλλα γε πάντ’ ἐκυκήθη.
490 Ἵνα γὰρ Πείσανδρος ἔχοι κλέπτειν χοἰ ταῖς ἀρχαῖς ἐπέχοντες ἀεί τινα κορκορυγὴν ἐκύκων. Οἱ δ’ οὖν τοῦδ’ οὕνεκα δρώντων ὅ τι βούλονται· τὸ γὰρ ἀργύριον τοῦτ’ οὐκέτι μὴ καθέλωσιν.
ΠΡΟΒΟΥΛΟΣ
490 Ἀλλὰ τί δράσεις;
ΛΥΣΙΣΤΡΑΤΗ
493 Τοῦτό μ’ ἐρωτᾷς; Ἡμεῖς ταμιεύσομεν αὐτό.
ΠΡΟΒΟΥΛΟΣ
493 Ὑμεῖς ταμιεύσετε τἀργύριον;
ΛΥΣΙΣΤΡΑΤΗ
494 Τί 〈δὲ〉 δεινὸν τοῦτο νομίζεις;
495 Οὐ καὶ τἄνδον χρήματα πάντως ἡμεῖς ταμιεύομεν ὑμῖν;
ΠΡΟΒΟΥΛΟΣ
495 Ἀλλ’ οὐ ταὐτόν.
ΛΥΣΙΣΤΡΑΤΗ
496 Πῶς οὐ ταὐτόν;
ΠΡΟΒΟΥΛΟΣ
496 Πολεμητέον ἔστ’ ἀπὸ τούτου
ΛΥΣΙΣΤΡΑΤΗ
496 Ἀλλ’ οὐδὲν δεῖ πρῶτον πολεμεῖν.
ΠΡΟΒΟΥΛΟΣ
497 Πῶς γὰρ σωθησόμεθ’ ἄλλως;
ΛΥΣΙΣΤΡΑΤΗ
497 Ἡμεῖς ὑμᾶς σώσομεν.
ΠΡΟΒΟΥΛΟΣ
498 Ὑμεῖς;
ΛΥΣΙΣΤΡΑΤΗ
498 Ἡμεῖς μέντοι.
ΠΡΟΒΟΥΛΟΣ
498 Σχέτλιόν γε.
ΛΥΣΙΣΤΡΑΤΗ
498 Ὡς σωθήσει, κἂν μὴ βούλῃ.
ΠΡΟΒΟΥΛΟΣ
499 Δεινόν 〈γε〉 λέγεις.
ΛΥΣΙΣΤΡΑΤΗ
499 Ἀγανακτεῖς,
499 ἀλλὰ ποητέα ταῦτ’ ἐστὶν ὅμως.
ΠΡΟΒΟΥΛΟΣ
499 Νὴ τὴν Δήμητρ’ ἄδικόν γε.
ΛΥΣΙΣΤΡΑΤΗ
499 Σωστέον, ὦ τᾶν.
ΠΡΟΒΟΥΛΟΣ
501 Κεἰ μὴ δέομαι;
ΛΥΣΙΣΤΡΑΤΗ
501 Τοῦδ’ οὕνεκα καὶ πολὺ μᾶλλον.
ΠΡΟΒΟΥΛΟΣ
501 Ὑμῖν δὲ πόθεν περὶ τοῦ πολέμου τῆς τ’ εἰρήνης ἐμέλησεν;
ΛΥΣΙΣΤΡΑΤΗ
501 Ἡμεῖς φράσομεν.
ΠΡΟΒΟΥΛΟΣ
503 Λέγε δὴ ταχέως, ἵνα μὴ κλάῃς.
ΛΥΣΙΣΤΡΑΤΗ
503 Ἀκροῶ δή, καὶ τὰς χεῖρας πειρῶ κατέχειν.
ΠΡΟΒΟΥΛΟΣ
504 Ἀλλ’ οὐ δύναμαι· χαλεπὸν γὰρ
505 ὑπὸ τῆς ὀργῆς αὐτὰς ἴσχειν.
ΚΛΕΟΝΙΚΗ
505 Κλαύσει τοίνυν πολὺ μᾶλλον.
ΠΡΟΒΟΥΛΟΣ
505 Τοῦτο μέν, ὦ γραῦ, σαυτῇ κρώξαις. Σὺ δέ μοι λέγε.
ΛΥΣΙΣΤΡΑΤΗ
506 Ταῦτα ποήσω. Ἡμεῖς τὸν μὲν πρότερον πόλεμον καὶ χρόνον ἠνεσχόμεθ’ 〈ὑμῶν〉 ὑπὸ σωφροσύνης τῆς ἡμετέρας τῶν ἀνδρῶν ἅττ’ ἐποεῖτε· —οὐ γὰρ γρύζειν εἰᾶθ’ ἡμᾶς, —καίτοὐκ ἠρέσκετέ γ’ ἡμᾶς.
510 Ἀλλ’ ᾐσθανόμεσθα καλῶς ὑμῶν, καὶ πολλάκις ἔνδον ἂν οὖσαι ἠκούσαμεν ἄν τι κακῶς ὑμᾶς βουλευσαμένους μέγα πρᾶγμα· εἶτ’ ἀλγοῦσαι τἄνδοθεν ὑμᾶς ἐπανηρόμεθ’ ἂν γελάσασαι «Τί βεβούλευται περὶ τῶν σπονδῶν ἐν τῇ στήλῃ παραγράψαι ἐν τῷ δήμῳ τήμερον ὑμῖν;» — «Τί δὲ σοὶ τοῦτ’;» ἦ δ’ ὃς ἂν ἁνήρ·
515 «οὐ σιγήσει;» —κἀγὼ ’σίγων.
ΚΛΕΟΝΙΚΗ
515 Ἀλλ’ οὐκ ἂν ἐγώ ποτ’ ἐσίγων.
ΠΡΟΒΟΥΛΟΣ
515 Κἂν ᾤμωζές γ’, εἰ μὴ ’σίγας.
ΛΥΣΙΣΤΡΑΤΗ
516 Τοιγάρ〈τοὔγωγ’ ἂν〉 ἐσίγων. 〈Ἑτέρου δ’〉 ἕτερόν τι πονηρότερον βούλευμ’ ἐπεπύσμεθ’ ἂν ὑμῶν· εἶτ’ ἠρόμεθ’ ἄν· «Πῶς ταῦτ’, ὦνερ, διαπράττεσθ’ ὧδ’ ἀνοήτως;»
516 Ὁ δέ μ’ εὐθὺς ὑποβλέψας 〈ἂν〉 ἔφασκ’, εἰ μὴ τὸν στήμονα νήσω,
520 ὀτοτύξεσθαι μακρὰ τὴν κεφαλήν· «πόλεμος δ’ ἄνδρεσσι μελήσει.»
ΠΡΟΒΟΥΛΟΣ
520 Ὀρθῶς γε λέγων νὴ Δί’ ἐκεῖνος.
ΛΥΣΙΣΤΡΑΤΗ
521 Πῶς ὀρθῶς, ὦ κακόδαιμον, εἰ μηδὲ κακῶς βουλευομένοις ἐξῆν ὑμῖν ὑποθέσθαι; Ὅτε δὴ δ’ ὑμῶν ἐν ταῖσιν ὁδοῖς φανερῶς ἠκούομεν ἤδη· «Οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ.» — «Μὰ Δί’ οὐ δῆτ’,» εἶφ’ ἕτερός τις, —
525 μετὰ ταῦθ’ ἡμῖν εὐθὺς ἔδοξεν σῶσαι τὴν Ἑλλάδα κοινῇ ταῖσι γυναιξὶν συλλεχθείσαις. Ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι; Ἢν οὖν ἡμῶν χρηστὰ λεγουσῶν ἐθελήσητ’ ἀντακροᾶσθαι κἀντισιωπᾶν ὥσπερ χἠμεῖς, ἐπανορθώσαιμεν ἂν ὑμᾶς.
ΠΡΟΒΟΥΛΟΣ
525 Ὑμεῖς ἡμᾶς; Δεινόν γε λέγεις κοὐ τλητὸν ἔμοιγε.
ΛΥΣΙΣΤΡΑΤΗ
529 Σιώπα.
ΠΡΟΒΟΥΛΟΣ
530 Σοί γ’, ὦ κατάρατε, σιωπῶ ’γώ, καὶ ταῦτα κάλυμμα φορούσῃ περὶ τὴν κεφαλήν; Μή νυν ζῴην.
ΛΥΣΙΣΤΡΑΤΗ
531 Ἀλλ’ εἰ τοῦτ’ ἐμπόδιόν σοι, παρ’ ἐμοῦ τουτὶ τὸ κάλυμμα λαβὼν ἔχε καὶ περίθου περὶ τὴν κεφαλήν, κᾆτα σιώπα.
ΚΛΕΟΝΙΚΗ
535 Καὶ τουτονγὶ τὸν καλαθίσκον. Κᾆτα ξαίνειν ξυζωσάμενος κυάμους τρώγων· πόλεμος δὲ γυναιξὶ μελήσει.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
535 Ἀπαίρετ’, ὦ γυναῖκες, ἀπὸ τῶν καλπίδων, ὅπως ἂν
540 ἐν τῷ μέρει χἠμεῖς τι ταῖς φίλαισι συλλάβωμεν.
540 Ἐγὼ γὰρ οὔποτ’ ἂν κάμοιμ’ ὀρχουμένη, οὐδὲ γόνατ’ ἂν κόπος ἕλοι με καματήριος. Ἐθέλω δ’ ἐπὶ πᾶν ἰέναι μετὰ τῶνδ’ ἀρετῆς ἕνεχ’, αἷς
545 ἔνι φύσις, ἔνι χάρις, ἔνι θράσος, ἔνι τὸ σοφόν, ἔνι 〈δὲ〉 φιλόπολις ἀρετὴ φρόνιμος.
549 Ἀλλ’, ὦ τηθῶν ἀνδρειοτάτη καὶ μητριδίων ἀκαληφῶν,
549 χωρεῖτ’ ὀργῇ καὶ μὴ τέγγεσθ’· ἔτι γὰρ νῦν οὔρια θεῖτε.
ΛΥΣΙΣΤΡΑΤΗ
549 Ἀλλ’ ἤνπερ ὅ 〈τε〉 γλυκύθυμος Ἔρως χἠ Κυπρογένει’ Ἀφροδίτη ἵμερον ἡμῶν κατὰ τῶν κόλπων καὶ τῶν μηρῶν καταπνεύσῃ, κᾷτ’ ἐντέξῃ τέτανον τερπνὸν τοῖς ἀνδράσι καὶ ῥοπαλισμούς, οἶμαί ποτε Λυσιμάχας ἡμᾶς ἐν τοῖς Ἕλλησι καλεῖσθαι.
ΠΡΟΒΟΥΛΟΣ
555 Τί ποησάσας;
ΛΥΣΙΣΤΡΑΤΗ
555 Ἢν παύσωμεν πρώτιστον μὲν ξὺν ὅπλοισιν ἀγοράζοντας καὶ μαινομένους.
ΚΛΕΟΝΙΚΗ
556 Νὴ τὴν Παφίαν Ἀφροδίτην.
ΛΥΣΙΣΤΡΑΤΗ
556 Νῦν μὲν γὰρ δὴ κἀν ταῖσι χύτραις καὶ τοῖς λαχάνοισιν ὁμοίως περιέρχονται κατὰ τὴν ἀγορὰν ξὺν ὅπλοις ὥσπερ Κορύβαντες.
ΠΡΟΒΟΥΛΟΣ
556 Νὴ Δία· χρὴ γὰρ τοὺς ἀνδρείους.
ΛΥΣΙΣΤΡΑΤΗ
559 Καὶ μὴν τό γε πρᾶγμα γέλοιον,
560 ὅταν ἀσπίδ’ ἔχων καὶ Γοργόνα τις κᾆτ’ ὠνῆται κορακίνους.
ΚΛΕΟΝΙΚΗ
560 Νὴ Δί’ ἐγὼ γοῦν ἄνδρα κομήτην φυλαρχοῦντ’ εἶδον ἐφ’ ἵππου εἰς τὸν χαλκοῦν ἐμβαλλόμενον πῖλον λέκιθον παρὰ γραός· ἕτερος δ’ αὖ Θρᾷξ πέλτην σείων κἀκόντιον ὥσπερ ὁ Τηρεύς, ἐδεδίττετο τὴν ἰσχαδόπωλιν καὶ τὰς δρυπεπεῖς κατέπινεν.
ΠΡΟΒΟΥΛΟΣ
565 Πῶς οὖν ὑμεῖς δυναταὶ παῦσαι τεταραγμένα πράγματα πολλὰ ἐν ταῖς χώραις καὶ διαλῦσαι;
ΛΥΣΙΣΤΡΑΤΗ
566 Φαύλως πάνυ.
ΠΡΟΒΟΥΛΟΣ
566 Πῶς; Ἀπόδειξον.
ΛΥΣΙΣΤΡΑΤΗ
566 Ὥσπερ κλωστῆρ’, ὅταν ἡμῖν ᾖ τεταραγμένος, ὧδε λαβοῦσαι, ὑπενεγκοῦσαι τοῖσιν ἀτράκτοις τὸ μὲν ἐνταυθοῖ, τὸ δ’ ἐκεῖσε, οὕτως καὶ τὸν πόλεμον τοῦτον διαλύσομεν, ἤν τις ἐάσῃ,
570 διενεγκοῦσαι διὰ πρεσβειῶν τὸ μὲν ἐνταυθοῖ, τὸ δ’ ἐκεῖσε.
ΠΡΟΒΟΥΛΟΣ
570 Ἐξ ἐρίων δὴ καὶ κλωστήρων καὶ ἀτράκτων πράγματα δεινὰ παύσειν οἴεσθ’; Ὡς ἀνόητοι.
ΛΥΣΙΣΤΡΑΤΗ
572 Κἂν ὑμῖν γ’ εἴ τις ἐνῆν νοῦς, ἐκ τῶν ἐρίων τῶν ἡμετέρων ἐπολιτεύεσθ’ ἂν ἅπαντα.
ΠΡΟΒΟΥΛΟΣ
572 Πῶς δή; Φέρ’ ἴδω.
ΛΥΣΙΣΤΡΑΤΗ
574 Πρῶτον μὲν χρῆν, ὥσπερ πόκον, ἐν βαλανείῳ
575 ἐκπλύναντας τὴν οἰσπώτην ἐκ τῆς πόλεως, ἐπὶ κλίνης ἐκραβδίζειν τοὺς μοχθηροὺς καὶ τοὺς τριβόλους ἀπολέξαι, καὶ τούς γε συνισταμένους τούτους καὶ τοὺς πιλοῦντας ἑαυτοὺς ἐπὶ ταῖς ἀρχαῖσι διαξῆναι καὶ τὰς κεφαλὰς ἀποτῖλαι· εἶτα ξαίνειν εἰς καλαθίσκον κοινὴν εὔνοιαν ἅπαντας
580 καταμειγνύντας· τούς τε μετοίκους κεἴ τις ξένος ᾖ φίλος ὑμῖν,
580 κεἴ τις ὀφείλῃ τῷ δημοσίῳ, καὶ τούτους ἐγκαταμεῖξαι· καὶ νὴ Δία τάς γε πόλεις, ὁπόσαι τῆς γῆς τῆσδ’ εἰσὶν ἄποικοι, διαγιγνώσκειν ὅτι ταῦθ’ ἡμῖν ὥσπερ τὰ κατάγματα κεῖται χωρὶς ἕκαστον· κᾆτ’ ἀπὸ τούτων πάντων τὸ κάταγμα λαβόντας
585 δεῦρο ξυνάγειν καὶ ξυναθροίζειν εἰς ἕν, κἄπειτα ποῆσαι τολύπην μεγάλην κᾆτ’ ἐκ ταύτης τῷ δήμῳ χλαῖναν ὑφῆναι.
ΠΡΟΒΟΥΛΟΣ
585 Οὔκουν δεινὸν ταυτὶ ταύτας ῥαβδίζειν καὶ τολυπεύειν, αἷς οὐδὲ μετῆν πάνυ τοῦ πολέμου;
ΛΥΣΙΣΤΡΑΤΗ
588 Καὶ μήν, ὦ παγκατάρατε, πλεῖν ἢ τὸ διπλοῦν αὐτοῦ φέρομεν. Πρώτιστον μέν γε τεκοῦσαι
590 κἀκπέμψασαι παῖδας ὁπλίτας—
ΠΡΟΒΟΥΛΟΣ
590 Σίγα, μὴ μνησικακήσῃς.
ΛΥΣΙΣΤΡΑΤΗ
590 εἶθ’ ἡνίκα χρῆν εὐφρανθῆναι καὶ τῆς ἥβης ἀπολαῦσαι, μονοκοιτοῦμεν διὰ τὰς στρατιάς. Καὶ θἠμέτερον μὲν ἐάσω, περὶ τῶν δὲ κορῶν ἐν τοῖς θαλάμοις γηρασκουσῶν ἀνιῶμαι.
ΠΡΟΒΟΥΛΟΣ
590 Οὔκουν χἄνδρες γηράσκουσιν;
ΛΥΣΙΣΤΡΑΤΗ
594 Μὰ Δί’ ἀλλ’ οὐκ εἶπας ὅμοιον.
595 Ὁ μὲν ἥκων γάρ, κἂν ᾖ πολιός, ταχὺ παῖδα κόρην γεγάμηκεν· τῆς δὲ γυναικὸς μικρὸς ὁ καιρός, κἂν τούτου μὴ ’πιλάβηται, οὐδεὶς ἐθέλει γῆμαι ταύτην, ὀττευομένη δὲ κάθηται.
ΠΡΟΒΟΥΛΟΣ
595 Ἀλλ’ ὅστις ἔτι στῦσαι δυνατὸς—
ΛΥΣΙΣΤΡΑΤΗ
595 Σὺ δὲ δὴ τί μαθὼν οὐκ ἀποθνῄσκεις;
595 Χωρίον ἐστίν· σορὸν ὠνήσει· μελιτοῦτταν ἐγὼ καὶ δὴ μάξω. Λαβὲ ταυτὶ καὶ στεφάνωσαι.
ΚΛΕΟΝΙΚΗ
595 Καὶ ταυτασὶ δέξαι παρ’ ἐμοῦ.
ΜΥΡΡΙΝΗ
595 Καὶ τουτονγὶ λαβὲ τὸν στέφανον.
ΛΥΣΙΣΤΡΑΤΗ
605 Τοῦ δεῖ; Τί ποθεῖς; Χώρει ’ς τὴν ναῦν· ὁ Χάρων σε καλεῖ, σὺ δὲ κωλύεις ἀνάγεσθαι.
ΠΡΟΒΟΥΛΟΣ
605 Εἶτ’ οὐχὶ δεινὸν ταῦτα πάσχειν ἔστ’ ἐμέ; Νὴ τὸν Δί’ ἀλλὰ τοῖς προβούλοις ἄντικρυς
610 ἐμαυτὸν ἐπιδείξω βαδίζων ὡς ἔχω.
ΛΥΣΙΣΤΡΑΤΗ
610 Μῶν ἐγκαλεῖς ὅτι οὐχὶ προὐθέμεσθά σε; Ἀλλ’ εἰς τρίτην γοῦν ἡμέραν σοι πρῲ πάνυ ἥξει παρ’ ἡμῶν τὰ τρίτ’ ἐπεσκευασμένα.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
613 Οὐκέτ’ ἔργον ἐγκαθεύδειν ὅστις ἔστ’ ἐλεύθερος.
615 Ἀλλ’ ἐπαποδυώμεθ’, ὦνδρες, τουτῳὶ τῷ πράγματι. Ἤδη γὰρ ὄζει ταδὶ πλειόνων καὶ μειζόνων πραγμάτων μοι δοκεῖ,
618-619 καὶ μάλιστ’ ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος·
620 καὶ πάνυ δέδοικα μὴ τῶν Λακώνων τινὲς
621-622 δεῦρο συνεληλυθότες ἄνδρες εἰς Κλεισθένους
623 τὰς θεοῖς ἐχθρὰς γυναῖκας ἐξεπάρωσιν δόλῳ καταλαβεῖν τὰ χρήμαθ’ ἡμῶν τόν τε μισθόν,
625 ἔνθεν ἔζων ἐγώ.
625 Δεινὰ γάρ τοι τάσδε γ’ ἤδη τοὺς πολίτας νουθετεῖν, καὶ λαλεῖν γυναῖκας οὔσας ἀσπίδος χαλκῆς πέρι, καὶ διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσιν Λακωνικοῖς, οἷσι πιστὸν οὐδὲν εἰ μή περ λύκῳ κεχηνότι.
630 Ἀλλὰ ταῦθ’ ὕφηναν ἡμῖν, ὦνδρες, ἐπὶ τυραννίδι. Ἀλλ’ ἐμοῦ μὲν οὐ τυραννεύσους’, ἐπεὶ φυλάξομαι καὶ «φορήσω τὸ ξίφος» τὸ λοιπὸν «ἐν μύρτου κλαδί,» ἀγοράσω τ’ ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι, ὧδέ θ’ ἑστήξω παρ’ αὐτόν· αὐτὸ γάρ μοι γίγνεται
635 τῆς θεοῖς ἐχθρᾶς πατάξαι τῆσδε γραὸς τὴν γνάθον.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
635 Οὐκ ἄρ’ εἰσιόντα ς’ οἴκαδ’ ἡ τεκοῦσα γνώσεται. Ἀλλὰ θώμεσθ’, ὦ φίλαι γρᾶες, ταδὶ πρῶτον χαμαί. Ἡμεῖς γάρ, ὦ πάντες ἀστοί, λόγων κατάρχομεν τῇ πόλει χρησίμων·
640 εἰκότως, ἐπεὶ χλιδῶσαν ἀγλαῶς ἔθρεψέ με·
641-642 Ἑπτὰ μὲν ἔτη γεγῶς’ εὐθὺς ἠρρηφόρουν·
643-644 εἶτ’ ἀλετρὶς ἦ δεκέτις οὖσα τἀρχηγέτι·
645 κᾆτ’ ἔχουσα τὸν κροκωτὸν ἄρκτος ἦ Βραυρωνίοις· κἀκανηφόρουν ποτ’ οὖσα παῖς καλὴ ’χους’ ἰσχάδων ὁρμαθόν.
647 Ἆρα προὐφείλω τι χρηστὸν τῇ πόλει παραινέσαι; Εἰ δ’ ἐγὼ γυνὴ πέφυκα, τοῦτο μὴ φθονεῖτέ μοι,
647 ἢν ἀμείνω γ’ εἰσενέγκω τῶν παρόντων πραγμάτων. Τοὐράνου γάρ μοι μέτεστι· καὶ γὰρ ἄνδρας εἰσφέρω. Τοῖς δὲ δυστήνοις γέρουσιν οὐ μέτεσθ’ ὑμῖν, ἐπεὶ τὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μηδικῶν εἶτ’ ἀναλώσαντες οὐκ ἀντεισφέρετε τὰς εἰσφοράς,
655 ἀλλ’ ὑφ’ ὑμῶν διαλυθῆναι προσέτι κινδυνεύομεν. Ἆρα γρυκτόν ἐστιν ὑμῖν; Εἰ δὲ λυπήσεις τί με,
655 τῷδέ ς’ ἀψήκτῳ πατάξω τῷ κοθόρνῳ τὴν γνάθον.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
655 Ταῦτ’ οὖν οὐχ ὕβρις τὰ πράγματ’ ἐστὶ πολλή; κἀπιδώσειν
660 μοι δοκεῖ τὸ χρῆμα μᾶλλον. Ἀλλ’ ἀμυντέον τὸ πρᾶγμ’ ὅστις γ’ ἐνόρχης ἔστ’ ἀνήρ. Ἀλλὰ τὴν ἐξωμίδ’ ἐκδυώμεθ’, ὡς τὸν ἄνδρα δεῖ ἀνδρὸς ὄζειν εὐθύς, ἀλλ’ οὐκ ἐντεθριῶσθαι πρέπει. Ἀλλ’ ἄγετε λευκόποδες, οἵπερ ἐπὶ
665 Λειψύδριον ἤλθομεν ὅτ’ ἦμεν ἔτι,
666-669 νῦν δεῖ, νῦν ἀνηβῆσαι πάλιν κἀναπτερῶσαι
670 πᾶν τὸ σῶμα κἀποσείσασθαι τὸ γῆρας τόδε.
671-672 Εἰ γὰρ ἐνδώσει τις ἡμῶν ταῖσδε κἂν σμικρὰν λαβήν,
673 οὐδὲν ἐλλείψουσιν αὗται λιπαροῦς χειρουργίας, ἀλλὰ καὶ ναῦς τεκτανοῦνται, κἀπιχειρήσους’ ἔτι
675 ναυμαχεῖν καὶ πλεῖν ἐφ’ ἡμᾶς, ὥσπερ Ἀρτεμισία. Ἢν δ’ ἐφ’ ἱππικὴν τράπωνται, διαγράφω τοὺς ἱππέας· ἱππικώτατον γάρ ἐστι χρῆμα κἄποχον γυνή, κοὐκ ἂν ἀπολίσθοι τρέχοντος. Τὰς Ἀμαζόνας σκόπει, ἃς Μίκων ἔγραψ’ ἐφ’ ἵππων μαχομένας τοῖς ἀνδράσιν.
680 Ἀλλὰ τούτων χρῆν ἁπασῶν εἰς τετρημένον ξύλον ἐγκαθαρμόσαι λαβόντας τουτονὶ τὸν αὐχένα.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
681 Εἰ νὴ τὼ θεώ με ζωπυ‐ ρήσεις, λύσω τὴν ἐμαυτῆς ὗν ἐγὼ δή, καὶ ποήσω
685 τήμερον τοὺς δημότας βωστρεῖν ς’ ἐγὼ πεκτούμενον. Ἀλλὰ χἠμεῖς, ὦ γυναῖκες, θᾶττον ἐκδυώμεθα,
685 ὡς ἂν ὄζωμεν γυναικῶν αὐτοδὰξ ὠργισμένων.
688-689 Νῦν πρὸς ἔμ’ ἴτω τις, ἵνα μήποτε φά‐
690 γῃ σκόροδα, μηδὲ κυάμους μέλανας.
691-694 Ὡς εἰ καὶ μόνον κακῶς ἐρεῖς, —ὑπερχολῶ γάρ, —
695 αἰετὸν τίκτοντα κάνθαρός σε μαιεύσομαι.
695 Οὐ γὰρ ὑμῶν φροντίσαιμ’ ἄν, ἢν ἐμοὶ ζῇ Λαμπιτὼ ἥ τε Θηβαία φίλη παῖς εὐγενὴς Ἰσμηνία. Οὐ γὰρ ἔσται δύναμις, οὐδ’ ἢν ἑπτάκις σὺ ψηφίσῃ, ὅστις, ὦ δύστην’, ἀπήχθου πᾶσι καὶ τοῖς γείτοσιν.
695 Ὥστε κἀχθὲς θἠκάτῃ ποιοῦσα παιγνίαν ἐγὼ ταῖσι παισὶ τὴν ἑταίραν ἐκάλες’ ἐκ τῶν γειτόνων, παῖδα χρηστὴν κἀγαπητὴν ἐκ Βοιωτῶν ἔγχελυν, οἱ δὲ πέμψειν οὐκ ἔφασκον διὰ τὰ σὰ ψηφίσματα. Κοὐχὶ μὴ παύσησθε τῶν ψηφισμάτων τούτων, πρὶν ἂν
705 τοῦ σκέλους ὑμᾶς λαβών τις ἐκτραχηλίσῃ φέρων.
705 Ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος, τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων;
ΛΥΣΙΣΤΡΑΤΗ
705 Κακῶν γυναικῶν ἔργα καὶ θήλεια φρὴν ποεῖ μ’ ἄθυμον περιπατεῖν ἄνω κάτω.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
710 Τί φῄς; Τί φῄς;
ΛΥΣΙΣΤΡΑΤΗ
710 Ἀληθῆ, ἀληθῆ.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
711-712 Τί δ’ ἐστὶ δεινόν; Φράζε ταῖς σαυτῆς φίλαις.
ΛΥΣΙΣΤΡΑΤΗ
713 Ἀλλ’ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
713 Μή νύν με κρύψῃς ὅ τι πεπόνθαμεν κακόν.
ΛΥΣΙΣΤΡΑΤΗ
715 Βινητιῶμεν, ᾗ βράχιστον τοῦ λόγου.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
715 Ἰὼ Ζεῦ.
ΛΥΣΙΣΤΡΑΤΗ
715 Τί Ζῆν’ ἀυτεῖς; Ταῦτα δ’ οὖν οὕτως ἔχει. Ἐγὼ μὲν οὖν αὐτὰς ἀποσχεῖν οὐκέτι οἵα τ’ ἀπὸ τῶν ἀνδρῶν· διαδιδράσκουσι γάρ.
720 Τὴν μέν γε πρώην διαλέγουσαν τὴν ὀπὴν κατέλαβον ᾗ τοῦ Πανός ἐστι ταὐλίον, τὴν δ’ ἐκ τροχιλείας αὖ κατειλυσπωμένην, τὴν δ’ αὐτομολοῦσαν· τὴν δ’ ἐπὶ στρούθου μίαν ἤδη πέτεσθαι διανοουμένην κάτω
725 εἰς Ὀρσιλόχου χθὲς τῶν τριχῶν κατέσπασα. Πάσας τε προφάσεις ὥστ’ ἀπελθεῖν οἴκαδε ἕλκουσιν. Ἡδὶ γοῦν τις αὐτῶν ἔρχεται. Αὕτη σύ, ποῖ θεῖς;
ΓΥΝΗ Α
728 Οἴκαδ’ ἐλθεῖν βούλομαι. Οἴκοι γάρ ἐστιν ἔριά μοι Μιλήσια
730 ὑπὸ τῶν σέων κατακοπτόμενα.
ΛΥΣΙΣΤΡΑΤΗ
730 Ποίων σέων; Οὐκ εἶ πάλιν;
731 Ἀλλ’ ἥξω ταχέως νὴ τὼ θεὼ ὅσον διαπετάσας’ ἐπὶ τῆς κλίνης μόνον.
731 Μὴ διαπετάννυ, μηδ’ ἀπέλθῃς μηδαμῇ.
731 Ἀλλ’ ἐῶ ’πολέσθαι τἄρι’;
734 Ἢν τούτου δέῃ.
ΓΥΝΗ Β
735 Τάλαιν’ ἐγώ, τάλαινα τῆς ἀμόργιδος, ἣν ἄλοπον οἴκοι καταλέλοιφ’.
ΛΥΣΙΣΤΡΑΤΗ
736 Αὕτη ’τέρα ἐπὶ τὴν ἄμοργιν τὴν ἄλοπον ἐξέρχεται. Χώρει πάλιν δεῦρ’.
738 Ἀλλὰ νὴ τὴν Φωσφόρον ἔγωγ’ ἀποδείρας’ αὐτίκα μάλ’ ἀνέρχομαι.
740 Μή, μἀποδείρῃς· ἢν γὰρ ἄρξῃς τουτουί, ἑτέρα γυνὴ ταὐτὸν ποεῖν βουλήσεται.
ΓΥΝΗ Γ
742 Ὦ πότνι’ Ἱλείθυ’, ἐπίσχες τοῦ τόκου ἕως ἂν εἰς ὅσιον μόλω ’γὼ χωρίον.
ΛΥΣΙΣΤΡΑΤΗ
742 Τί ταῦτα ληρεῖς;
744 Αὐτίκα μάλα τέξομαι.
745 Ἀλλ’ οὐκ ἐκύεις σύ γ’ ἐχθές.
745 Ἀλλὰ τήμερον. Ἀλλ’ οἴκαδέ μ’ ὡς τὴν μαῖαν, ὦ Λυσιστράτη, ἀπόπεμψον ὡς τάχιστα.
747 Τίνα λόγον λέγεις; Τί τοῦτ’ ἔχεις τὸ σκληρόν;
748 Ἄρρεν παιδίον.
748 Μὰ τὴν Ἀφροδίτην οὐ σύ γ’ ἀλλ’ ἢ χαλκίον
748 ἔχειν τι φαίνει κοῖλον· εἴσομαι δ’ ἐγώ. Ὦ καταγέλαστ’, ἔχουσα τήνδ’ ἱερὰν κυνῆν κυεῖν ἔφασκες;
752 Καὶ κυῶ γε νὴ Δία.
752 Τί δῆτα ταύτην εἶχες;
753 Ἵνα μ’ εἰ καταλάβοι ὁ τόκος ἔτ’ ἐν πόλει, τέκοιμ’ εἰς τὴν κυνῆν
755 εἰσβᾶσα ταύτην, ὥσπερ αἱ περιστεραί.
755 Τί λέγεις; Προφασίζει· περιφανῆ τὰ πράγματα. Οὐ τἀμφιδρόμια τῆς κυνῆς αὐτοῦ μενεῖς;
755 Ἀλλ’ οὐ δύναμαι ’γωγ’ οὐδὲ κοιμᾶσθ’ ἐν πόλει, ἐξ οὗ τὸν ὄφιν εἶδον τὸν οἰκουρόν ποτε.
760 Ἐγὼ δ’ ὑπὸ τῶν γλαυκῶν γε τάλαιν’ ἀπόλλυμαι ταῖς ἀγρυπνίαισι κικκαβαζουσῶν ἀεί.
760 Ὦ δαιμόνιαι, παύσασθε τῶν τερατευμάτων. Ποθεῖτ’ ἴσως τοὺς ἄνδρας· ἡμᾶς δ’ οὐκ οἴει ποθεῖν ἐκείνους; Ἀργαλέας γ’ εὖ οἶδ’ ὅτι
765 ἄγουσι νύκτας. Ἀλλ’ ἀνάσχεσθ’, ὦγαθαί, καὶ προσταλαιπωρήσατ’ ἔτ’ ὀλίγον χρόνον· ὡς χρησμὸς ἡμῖν ἐστιν ἐπικρατεῖν, ἐὰν μὴ στασιάσωμεν. Ἔστι δ’ ὁ χρησμὸς οὑτοσί.
765 Λέγ’ αὐτὸν ἡμῖν ὅ τι λέγει.
769 Σιγᾶτε δή.
770 Ἀλλ’ ὁπόταν πτήξωσι χελιδόνες εἰς ἕνα χῶρον, τοὺς ἔποπας φεύγουσαι, ἀπόσχωνταί τε φαλήτων, παῦλα κακῶν ἔσται, τὰ δ’ ὑπέρτερα νέρτερα θήσει Ζεὺς ὑψιβρεμέτης—
773 Ἐπάνω κατακεισόμεθ’ ἡμεῖς;
773 ἢν δὲ διαστῶσιν καὶ ἀνάπτωνται πτερύγεσσιν
775 ἐξ ἱεροῦ ναοῖο χελιδόνες, οὐκέτι δόξει ὄρνεον οὐδ’ ὁτιοῦν καταπυγωνέστερον εἶναι.
775 Σαφής γ’ ὁ χρησμὸς νὴ Δί’. Ὦ πάντες θεοί.
775 Μή νυν ἀπείπωμεν ταλαιπωρούμεναι, ἀλλ’ εἰσίωμεν. Καὶ γὰρ αἰσχρὸν τουτογί,
780 ὦ φίλταται, τὸν χρησμὸν εἰ προδώσομεν.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
780 Μῦθον βούλομαι λέξαι τιν’ ὑμῖν,
782-784 ὅν ποτ’ ἤκους’ αὐτὸς ἔτι παῖς ὤν.
785 Οὕτως ἦν νεανίσκος Μελανίων τις, ὃς φεύ‐
786-787 γων γάμον ἀφίκετ’ ἐς ἐρημίαν, κἀν
788 τοῖς ὄρεσιν ᾤκει· κᾆτ’ ἐλαγοθήρει
790 πλεξάμενος ἄρκυς, [καὶ κύνα τιν’ εἶχεν]
792-794 κοὐκέτι κατῆλθε πάλιν οἴκαδ’ ὑπὸ μίσους.
795 Οὕτω τὰς γυναῖκας ἐβδελύχθη κεῖνος, ἡμεῖς δ’ οὐδὲν ἧττον τοῦ Μελανίωνος, οἱ σώφρονες.
796 Βούλομαί σε, γραῦ, κύσαι—
ΓΥΝΗ
796 Κρομμύων τἄρ’ οὔ σε δεῖ.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
796 κἀνατείνας λακτίσαι.
ΓΥΝΗ
796 Τὴν λόχμην πολλὴν φορεῖς.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
796 Καὶ Μυρωνίδης γὰρ ἦν τραχὺς ἐντεῦθεν μελάμπυ‐ γός τε τοῖς ἐχθροῖς ἐπᾴσσειν· ὣς δὲ καὶ Φορμίων.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
805 Κἀγὼ βούλομαι μῦθόν τιν’ ὑμῖν ἀντιλέξαι τῷ Μελανίωνι.
807-809 Τίμων ἦν τις ἀίδρυτος ἀβάτοισι τὸ πρόσ‐
810 ωπον εὖ σκώλοισι περιειργμένος, Ἐ‐ ρινύων ἀπορρώξ. Οὗτος οὖν ὁ Τίμων
813-814 ᾤχεθ’ ὑπὸ μίσους
815 πολλὰ καταρασάμενος ἀνδράσι πονηροῖς.
816-819 Οὕτω κεῖνος ἡμῖν ἀντεμίσει τοὺς πονηροὺς
820 ἄνδρας ἀεί, ταῖσι δὲ γυναιξὶν ἦν φίλτατος.
ΓΥΝΗ
820 Τὴν γνάθον βούλει θένω;
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
820 Μηδαμῶς· ἔδεισα γάρ.
ΓΥΝΗ
820 Ἀλλὰ κρούσω τῷ σκέλει;
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
820 Τὸν σάκανδρον ἐκφανεῖς.
ΓΥΝΗ
825 Ἀλλ’ ὅμως ἂν οὐκ ἴδοις καίπερ οὔσης γραὸς ὄντ’ αὐ‐ τὸν κομήτην, ἀλλ’ ἀπεψι‐
825 λωμένον τῷ λύχνῳ.
ΛΥΣΙΣΤΡΑΤΗ
825 Ἰοὺ ἰού, γυναῖκες, ἴτε δεῦρ’ ὡς ἐμὲ
830 ταχέως.
ΓΥΝΗ
830 Τί δ’ ἐστίν; Εἰπέ μοι, τίς ἡ βοή;
ΛΥΣΙΣΤΡΑΤΗ
830 Ἄνδρ’, 〈ἄνδρ’〉 ὁρῶ προσιόντα παραπεπληγμένον, τοῖς τῆς Ἀφροδίτης ὀργίοις εἰλημμένον. Ὦ πότνια, Κύπρου καὶ Κυθήρων καὶ Πάφου μεδέους’. Ἴθ’ ὀρθὴν ἥνπερ ἔρχει τὴν ὁδόν.
ΓΥΝΗ
835 Ποῦ δ’ ἐστίν, ὅστις ἐστί;
ΛΥΣΙΣΤΡΑΤΗ
835 Παρὰ τὸ τῆς Χλόης.
ΓΥΝΗ
835 Ὢ νὴ Δί’ ἐστὶ δῆτα. Τίς κἀστίν ποτε;
ΛΥΣΙΣΤΡΑΤΗ
835 Ὁρᾶτε. Γιγνώσκει τις ὑμῶν;
ΜΥΡΡΙΝΗ
837 Νὴ Δία ἔγωγε· κἄστιν οὑμὸς ἀνὴρ Κινησίας.
ΛΥΣΙΣΤΡΑΤΗ
837 Σὸν ἔργον ἤδη τοῦτον ὀπτᾶν καὶ στρέφειν
840 κἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν, καὶ πάνθ’ ὑπέχειν πλὴν ὧν σύνοιδεν ἡ κύλιξ.
ΜΥΡΡΙΝΗ
840 Ἀμέλει, ποήσω ταῦτ’ ἐγώ.
ΛΥΣΙΣΤΡΑΤΗ
842 Καὶ μὴν ἐγὼ ξυνηπεροπεύσω 〈σοὶ〉 παραμένους’ ἐνθαδί, καὶ ξυσταθεύσω τοῦτον. Ἀλλ’ ἀπέλθετε.
ΚΙΝΗΣΙΑΣ
845 Οἴμοι κακοδαίμων, οἷος ὁ σπασμός μ’ ἔχει χὠ τέτανος ὥσπερ ἐπὶ τροχοῦ στρεβλούμενον.
ΛΥΣΙΣΤΡΑΤΗ
845 Τίς οὗτος οὑντὸς τῶν φυλάκων ἑστώς;
ΚΙΝΗΣΙΑΣ
847 Ἐγώ.
ΛΥΣΙΣΤΡΑΤΗ
847 Ἀνήρ;
ΚΙΝΗΣΙΑΣ
848 Ἀνὴρ δῆτ’.
ΛΥΣΙΣΤΡΑΤΗ
848 Οὐκ ἄπει δῆτ’ ἐκποδών;
ΚΙΝΗΣΙΑΣ
848 Σὺ δ’ εἶ τίς ἡκβάλλουσά μ’;
ΛΥΣΙΣΤΡΑΤΗ
849 Ἡμεροσκόπος.
ΚΙΝΗΣΙΑΣ
849 Πρὸς τῶν θεῶν νυν ἐκκάλεσόν μοι Μυρρίνην.
ΛΥΣΙΣΤΡΑΤΗ
849 Ἰδοὺ καλέσω ’γὼ Μυρρίνην σοι; Σὺ δὲ τίς εἶ;
ΚΙΝΗΣΙΑΣ
849 Ἁνὴρ ἐκείνης, Παιονίδης Κινησίας.
ΛΥΣΙΣΤΡΑΤΗ
849 Ὦ χαῖρε φίλτατ’· οὐ γὰρ ἀκλεὲς τοὔνομα τὸ σὸν παρ’ ἡμῖν ἐστιν οὐδ’ ἀνώνυμον.
855 Ἀεὶ γὰρ ἡ γυνή ς’ ἔχει διὰ στόμα. Κἂν ᾠὸν ἢ μῆλον λάβῃ, «Κινησίᾳ τουτὶ γένοιτο,» φησίν.
ΚΙΝΗΣΙΑΣ
857 Ὢ πρὸς τῶν θεῶν.
ΛΥΣΙΣΤΡΑΤΗ
857 Νὴ τὴν Ἀφροδίτην· κἂν περὶ ἀνδρῶν γ’ ἐμπέσῃ λόγος τις, εἴρηκ’ εὐθέως ἡ σὴ γυνὴ
860 ὅτι λῆρός ἐστι τἄλλα πρὸς Κινησίαν.
ΚΙΝΗΣΙΑΣ
860 Ἴθι νυν κάλεσον αὐτήν.
ΛΥΣΙΣΤΡΑΤΗ
861 Τί οὖν; Δώσεις τί μοι;
ΚΙΝΗΣΙΑΣ
861 Ἔγωγε 〈τόδε〉 νὴ τὸν Δί’, ἢν βούλῃ γε σύ. Ἔχω δὲ τοῦθ’· ὅπερ οὖν ἔχω, δίδωμί σοι.
ΛΥΣΙΣΤΡΑΤΗ
861 Φέρε νυν καλέσω καταβᾶσά σοι.
ΚΙΝΗΣΙΑΣ
864 Ταχύ νυν πάνυ·
865 ὡς οὐδεμίαν ἔχω γε τῷ βίῳ χάριν, ἐξ οὗπερ αὕτη ’ξῆλθεν ἐκ τῆς οἰκίας, ἀλλ’ ἄχθομαι μὲν εἰσιών, ἔρημα δὲ εἶναι δοκεῖ μοι πάντα, τοῖς δὲ σιτίοις χάριν οὐδεμίαν οἶδ’ ἐσθίων. Ἔστυκα γάρ.
ΜΥΡΡΙΝΗ
870 Φιλῶ φιλῶ ’γὼ τοῦτον· ἀλλ’ οὐ βούλεται ὑπ’ ἐμοῦ φιλεῖσθαι. Σὺ δέ με τούτῳ μὴ κάλει.
ΚΙΝΗΣΙΑΣ
870 Ὦ γλυκύτατον Μυρρινίδιον, τί ταῦτα δρᾷς; Κατάβηθι δεῦρο.
ΜΥΡΡΙΝΗ
873 Μὰ Δί’ ἐγὼ μὲν αὐτός’ οὔ.
ΚΙΝΗΣΙΑΣ
873 Ἐμοῦ καλοῦντος οὐ καταβήσει Μυρρίνη;
ΜΥΡΡΙΝΗ
875 Οὐ γὰρ δεόμενος οὐδὲν ἐκκαλεῖς ἐμέ.
ΚΙΝΗΣΙΑΣ
875 Ἐγὼ οὐ δεόμενος; Ἐπιτετριμμένος μὲν οὖν.
ΜΥΡΡΙΝΗ
875 Ἄπειμι.
ΚΙΝΗΣΙΑΣ
877 Μὴ δῆτ’, ἀλλὰ τῷ γοῦν παιδίῳ ὑπάκουσον. Οὗτος, οὐ καλεῖς τὴν μαμμίαν;
ΠΑΙΔΙΟΝ
879 Μαμμία, μαμμία, μαμμία.
ΚΙΝΗΣΙΑΣ
880 Αὕτη, τί πάσχεις; Οὐδ’ ἐλεεῖς τὸ παιδίον ἄλουτον ὂν κἄθηλον ἕκτην ἡμέραν;
ΜΥΡΡΙΝΗ
880 Ἔγωγ’ ἐλεῶ δῆτ’· ἀλλ’ ἀμελὴς αὐτῷ πατήρ ἐστιν.
ΚΙΝΗΣΙΑΣ
883 Κατάβηθ’, ὦ δαιμονία, τῷ παιδίῳ.
ΜΥΡΡΙΝΗ
883 Οἷον τὸ τεκεῖν. Καταβατέον. Τί γὰρ πάθω;
ΚΙΝΗΣΙΑΣ
885 Ἐμοὶ μὲν αὕτη καὶ νεωτέρα δοκεῖ πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν· χἂ δυσκολαίνει πρὸς ἐμὲ καὶ βρενθύεται, ταῦτ’ αὐτὰ δή ’σθ’ ἃ καί μ’ ἐπιτρίβει τῷ πόθῳ.
ΜΥΡΡΙΝΗ
885 Ὦ γλυκύτατον σὺ τεκνίδιον κακοῦ πατρός,
890 φέρε σε φιλήσω, γλυκύτατον τῇ μαμμίᾳ.
ΚΙΝΗΣΙΑΣ
890 Τί, ὦ πονήρα, ταῦτα ποιεῖς χἀτέραις πείθει γυναιξί; Κἀμέ τ’ ἄχθεσθαι ποεῖς αὐτή τε λυπεῖ.
ΜΥΡΡΙΝΗ
893 Μὴ πρόσαγε τὴν χεῖρά μοι.
ΚΙΝΗΣΙΑΣ
893 Τὰ δ’ ἔνδον ὄντα τἀμὰ καὶ σὰ χρήματα
895 χεῖρον διατίθης.
ΜΥΡΡΙΝΗ
895 Ὀλίγον αὐτῶν μοι μέλει.
ΚΙΝΗΣΙΑΣ
895 Ὀλίγον μέλει σοι τῆς κρόκης φορουμένης ὑπὸ τῶν ἀλεκτρυόνων;
ΜΥΡΡΙΝΗ
897 Ἔμοιγε νὴ Δία.
ΚΙΝΗΣΙΑΣ
897 Τὰ τῆς Ἀφροδίτης ἱέρ’ ἀνοργίαστά σοι χρόνον τοσοῦτόν ἐστιν. Οὐ βαδιεῖ πάλιν;
ΜΥΡΡΙΝΗ
897 Μὰ Δί’ οὐκ ἔγωγ’, ἢν μὴ διαλλαχθῆτέ γε καὶ τοῦ πολέμου παύσησθε.
ΚΙΝΗΣΙΑΣ
901 Τοιγάρ, ἢν δοκῇ, ποήσομεν καὶ ταῦτα.
ΜΥΡΡΙΝΗ
902 Τοιγάρ, ἢν δοκῇ, κἄγωγ’ ἄπειμ’ ἐκεῖσε· νῦν δ’ ἀπομώμοκα.
ΚΙΝΗΣΙΑΣ
902 Σὺ δ’ ἀλλὰ κατακλίνηθι μετ’ ἐμοῦ διὰ χρόνου.
ΜΥΡΡΙΝΗ
905 Οὐ δῆτα· καίτοι ς’ οὐκ ἐρῶ γ’ ὡς οὐ φιλῶ.
ΚΙΝΗΣΙΑΣ
905 Φιλεῖς; Τί οὖν οὐ κατεκλίνης, ὦ Μύρριον;
ΜΥΡΡΙΝΗ
905 Ὦ καταγέλαστ’, ἐναντίον τοῦ παιδίου;
ΚΙΝΗΣΙΑΣ
905 Μὰ Δί’ ἀλλὰ τοῦτό γ’ οἴκαδ’, ὦ Μανῆ, φέρε. Ἰδοὺ τὸ μέν σοι παιδίον καὶ δὴ ’κποδών·
910 σὺ δ’ οὐ κατακλινεῖ;
ΜΥΡΡΙΝΗ
910 Ποῦ γὰρ ἄν τις καί, τάλαν, δράσειε τοῦθ’;
ΚΙΝΗΣΙΑΣ
911 Ὅπου; τὸ τοῦ Πανὸς καλόν.
ΜΥΡΡΙΝΗ
911 Καὶ πῶς ἔθ’ ἁγνὴ δῆτ’ ἂν ἔλθοιμ’ εἰς πόλιν;
ΚΙΝΗΣΙΑΣ
911 Κάλλιστα δήπου, λουσαμένη τῇ Κλεψύδρᾳ.
ΜΥΡΡΙΝΗ
911 Ἔπειτ’ ὀμόσασα δῆτ’ ἐπιορκήσω, τάλαν;
ΚΙΝΗΣΙΑΣ
915 Εἰς ἐμὲ τράποιτο· μηδὲν ὅρκου φροντίσῃς.
ΜΥΡΡΙΝΗ
915 Φέρε νυν ἐνέγκω κλινίδιον νῷν.
ΚΙΝΗΣΙΑΣ
916 Μηδαμῶς. Ἀρκεῖ χαμαὶ νῷν.
ΜΥΡΡΙΝΗ
917 Μὰ τὸν Ἀπόλλω, μή ς’ ἐγὼ καίπερ τοιοῦτον ὄντα κατακλινῶ χαμαί.
ΚΙΝΗΣΙΑΣ
917 Ἥ τοι γυνὴ φιλεῖ με, δήλη ’στὶν καλῶς.
ΜΥΡΡΙΝΗ
920 Ἰδού, κατάκεις’ ἁνύσας τι, κἀγὼ ’κδύομαι. Καίτοι, τὸ δεῖνα, ψίαθός ἐστ’ ἐξοιστέα.
ΚΙΝΗΣΙΑΣ
920 Ποία ψίαθος; Μή μοί γε.
ΜΥΡΡΙΝΗ
922 Νὴ τὴν Ἄρτεμιν, αἰσχρὸν γὰρ ἐπὶ τόνου γε.
ΚΙΝΗΣΙΑΣ
923 Δός μοί νυν κύσαι.
ΜΥΡΡΙΝΗ
923 Ἰδού.
ΚΙΝΗΣΙΑΣ
924 Παπαιάξ. Ἧκέ νυν ταχέως πάνυ.
ΜΥΡΡΙΝΗ
925 Ἰδοὺ ψίαθος. Κατάκεισο, καὶ δὴ ’κδύομαι. Καίτοι, τὸ δεῖνα, προσκεφάλαιον οὐκ ἔχεις.
ΚΙΝΗΣΙΑΣ
925 Ἀλλ’ οὐ δέομ’ οὐδὲν ἔγωγε.
ΜΥΡΡΙΝΗ
927 Νὴ Δί’ ἀλλ’ ἐγώ.
ΚΙΝΗΣΙΑΣ
927 Ἀλλ’ ἦ τὸ πέος τόδ’ Ἡρακλῆς ξενίζεται;
ΜΥΡΡΙΝΗ
927 Ἀνίστας’, ἀναπήδησον. Ἤδη πάντ’ ἔχω.
ΚΙΝΗΣΙΑΣ
930 Ἅπαντα δῆτα. Δεῦρό νυν, ὦ χρυσίον.
ΜΥΡΡΙΝΗ
930 Τὸ στρόφιον ἤδη λύομαι. Μέμνησό νυν·
930 μή μ’ ἐξαπατήσῃς τὰ περὶ τῶν διαλλαγῶν.
ΚΙΝΗΣΙΑΣ
930 Νὴ Δί’ ἀπολοίμην.
ΜΥΡΡΙΝΗ
933 Ἀλλὰ σισύραν οὐκ ἔχεις.
ΚΙΝΗΣΙΑΣ
933 Μὰ Δί’ οὐδὲ δέομαί γ’, ἀλλὰ βινεῖν βούλομαι.
ΜΥΡΡΙΝΗ
935 Ἀμέλει, ποήσεις τοῦτο· ταχὺ γὰρ ἔρχομαι.
ΚΙΝΗΣΙΑΣ
935 Ἅνθρωπος ἐπιτρίψει με διὰ τὰ στρώματα.
ΜΥΡΡΙΝΗ
935 Ἔπαιρε σαυτόν.
ΚΙΝΗΣΙΑΣ
937 Ἀλλ’ ἐπῆρται τουτογί.
ΜΥΡΡΙΝΗ
937 Βούλει μυρίσω σε;
ΚΙΝΗΣΙΑΣ
938 Μὰ τὸν Ἀπόλλω μή μέ γε.
ΜΥΡΡΙΝΗ
938 Νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γ’ ἤν τε μή.
ΚΙΝΗΣΙΑΣ
940 Εἴθ’ ἐκχυθείη τὸ μύρον, ὦ Ζεῦ δέσποτα.
ΜΥΡΡΙΝΗ
940 Πρότεινε δὴ τὴν χεῖρα κἀλείφου λαβών.
ΚΙΝΗΣΙΑΣ
940 Οὐχ ἡδὺ τὸ μύρον μὰ τὸν Ἀπόλλω τουτογί, εἰ μὴ διατριπτικόν γε κοὐκ ὄζον γάμων.
ΜΥΡΡΙΝΗ
940 Τάλαιν’ ἐγώ, τὸ Ῥόδιον ἤνεγκον μύρον.
ΚΙΝΗΣΙΑΣ
945 Ἀγαθόν· ἔα αὔτ’, ὦ δαιμονία.
ΜΥΡΡΙΝΗ
945 Ληρεῖς ἔχων.
ΚΙΝΗΣΙΑΣ
945 Κάκιστ’ ἀπόλοιθ’ ὁ πρῶτος ἑψήσας μύρον.
ΜΥΡΡΙΝΗ
945 Λαβὲ τόνδε τὸν ἀλάβαστον.
ΚΙΝΗΣΙΑΣ
947 Ἀλλ’ ἕτερον ἔχω. Ἀλλ’ ᾦζυρά, κατάκεισο καὶ μή μοι φέρε μηδέν.
ΜΥΡΡΙΝΗ
949 Ποήσω ταῦτα νὴ τὴν Ἄρτεμιν.
949 Ὑπολύομαι γοῦν. Ἀλλ’ ὅπως, ὦ φίλτατε, σπονδὰς ποεῖσθαι ψηφιεῖ.
ΚΙΝΗΣΙΑΣ
951 Βουλεύσομαι. —
951 Ἀπολώλεκέν με κἀπιτέτριφεν ἡ γυνὴ τά τ’ ἄλλα πάντα κἀποδείρας’ οἴχεται. Οἴμοι τί πάθω; Τίνα βινήσω,
955 τῆς καλλίστης πασῶν ψευσθεία; Πῶς ταυτηνὶ παιδοτροφήσω; Ποῦ Κυναλώπηξ; Μίσθωσόν μοι τὴν τίτθην.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
955 Ἐν δεινῷ γ’, ὦ δύστηνε, κακῷ
960 τείρει ψυχὴν ἐξαπατηθείς. Κἄγωγ’ οἰκτίρω ς’. Αἰαῖ. Ποῖος γὰρ 〈ἔτ’〉 ἂν νέφρος ἀντίσχοι, ποία ψυχή, ποῖοι δ’ ὄρχεις, ποία δ’ ὀσφύς, ποῖος δ’ ὄρρος
965 κατατεινόμενος καὶ μὴ βινῶν τοὺς ὄρθρους;
ΚΙΝΗΣΙΑΣ
965 Ὦ Ζεῦ, δεινῶν ἀντισπασμῶν.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
965 Ταυτὶ μέντοι νυνί ς’ ἐπόης’ ἡ παμβδελύρα καὶ παμμυσάρα.
ΚΙΝΗΣΙΑΣ
970 Μὰ Δί’ ἀλλὰ φίλη καὶ παγγλυκέρα.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
971-972 Ποία γλυκερά; Μιαρὰ μιαρὰ δῆτ’, ὦ Ζεῦ.
973 Εἴθ’ αὐτὴν ὥσπερ τοὺς θωμοὺς μεγάλῳ τυφῷ καὶ πρηστῆρι
975 ξυστρέψας καὶ ξυγγογγύλας οἴχοιο φέρων, εἶτα μεθείης, ἡ δὲ φέροιτ’ αὖ πάλιν εἰς τὴν γῆν,
975 κᾆτ’ ἐξαίφνης περὶ τὴν ψωλὴν περιβαίη.
ΚΗΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ
980 Πᾶ τᾶν Ἀσανᾶν ἐστιν ἁ γερωχία ἢ τοὶ πρυτάνιες; Λῶ τι μυσίξαι νέον.
ΠΡΥΤΑΝΙΣ
982 Τίς δ’ εἶ; πότερον ἄνθρωπος ἢ Κονίσαλος;
ΚΗΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ
982 Κᾶρυξ ἐγών, ὦ κυρσάνιε, ναὶ τὼ σιὼ ἔμολον ἀπὸ Σπάρτας περὶ τᾶν διαλλαγᾶν.
ΠΡΥΤΑΝΙΣ
985 Κἄπειτα δόρυ δῆθ’ ὑπὸ μάλης ἥκεις ἔχων;
ΚΗΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ
985 Οὐ τὸν Δί’ οὐκ ἔγωνγα.
ΠΡΥΤΑΝΙΣ
986 Ποῖ μεταστρέφει; Τί δὴ προβάλλει τὴν χλαμύδ’; Ἦ βουβωνιᾷς ὑπὸ τῆς ὁδοῦ;
ΚΗΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ
988 Ἀλεός γα ναὶ τὸν Κάστορα ὥνθρωπος.
ΠΡΥΤΑΝΙΣ
989 Ἀλλ’ ἔστυκας, ὦ μιαρώτατε.
ΚΗΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ
990 Οὐ τὸν Δί’ οὐκ ἔγωνγα· μηδ’ αὖ πλαδδίη,
ΠΡΥΤΑΝΙΣ
990 Τί δ’ ἐστί σοι τοδί;
ΚΗΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ
991 Σκυτάλα Λακωνικά.
ΠΡΥΤΑΝΙΣ
991 Εἴπερ γε, χαὔτη ’στὶ σκυτάλη Λακωνική. Ἀλλ’ ὡς πρὸς εἰδότ’ ἐμὲ σὺ τἀληθῆ λέγε. Τί τὰ πράγμαθ’ ὑμῖν ἐστι τἀν Λακεδαίμονι;
ΚΗΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ
995 Ὀρσὰ Λακεδαίμων πᾶἁ καὶ τοὶ σύμμαχοι ἅπαντες ἐστύκαντι· 〈τὰν〉 πελλᾶν δὲ δεῖ.
ΠΡΥΤΑΝΙΣ
995 Ἀπὸ τοῦ δὲ τουτὶ τὸ κακὸν ὑμῖν ἐνέπεσεν; Ἀπὸ Πανός;
ΚΗΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ
998 Οὔκ, ἀλλ’ ἆρχε μέν, οἰῶ, Λαμπιτώ, ἔπειτα τἄλλαι ταὶ κατὰ Σπάρταν ἁμᾶ
998 γυναῖκες ἇπερ ἀπὸ μιᾶς ὑσπλαγίδος ἀπήλαἁν τὼς ἄνδρας ἀπὸ τῶν ὑσσάκων.
ΠΡΥΤΑΝΙΣ
998 Πῶς οὖν ἔχετε;
ΚΗΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ
1002 Μογίομες· ἂν γὰρ τὰν πόλιν ἇπερ λυχνοφορίοντες ὑποκεκύφαμες. Ταὶ γὰρ γυναῖκες οὐδὲ τῶ μύρτω σιγῆν
1005 ἐῶντι, πρίν χ’ ἅπαντες ἐξ ἑνὸς λόγω σπονδὰς ποιηὥμεσθα καττὰν Ἑλλάδα.
ΠΡΥΤΑΝΙΣ
1005 Τουτὶ τὸ πρᾶγμα πανταχόθεν ξυνομώμοται ὑπὸ τῶν γυναικῶν· ἄρτι νυνὶ μανθάνω. Ἀλλ’ ὡς τάχιστα φράζε περὶ διαλλαγῶν
1010 πρέσβεις ἀποπέμπειν αὐτοκράτορας ἐνθαδί. Ἐγὼ δ’ ἑτέρους ἐνθένδε τῇ βουλῇ φράσω πρέσβεις ἑλέσθαι τὸ πέος ἐπιδείξας τοδί.
ΚΗΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ
1010 Ποτάὁμαι· κράτιστα γὰρ παντᾶ λέγεις.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
1010 Οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον,
1015 οὐδὲ πῦρ, οὐδ’ ὧδ’ ἀναιδὴς οὐδεμία πόρδαλις.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
1015 Ταῦτα μέντοι 〈σὺ〉 ξυνιεὶς εἶτα πολεμεῖς ἐμοί, ἐξόν, ὦ πόνηρέ, σοι βέβαιον ἔμ’ ἔχειν φίλην;
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
1015 Ὡς ἐγὼ μισῶν γυναῖκας οὐδέποτε παύσομαι.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
1015 Ἀλλ’ ὅταν βούλῃ σύ. Νῦν δ’ οὖν οὔ σε περιόψομαι
1020 γυμνὸν ὄνθ’ οὕτως. Ὅρα γὰρ ὡς καταγέλαστος εἶ. Ἀλλὰ τὴν ἐξωμίδ’ ἐνδύσω σε προσιοῦς’ ἐγώ.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
1020 Τοῦτο μὲν μὰ τὸν Δί’ οὐ πονηρὸν ἐποήσατε· ἀλλ’ ὑπ’ ὀργῆς γὰρ πονηρᾶς καὶ τότ’ ἀπέδυν ἐγώ.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
1020 Πρῶτα μὲν φαίνει γ’ ἀνήρ, εἶτ’ οὐ καταγέλαστος εἶ.
1025 Κεἴ με μὴ ’λύπεις, ἐγώ σου κἂν τόδε τὸ θηρίον τοὐπὶ τὠφθαλμῷ λαβοῦς’ ἐξεῖλον ἄν, ὃ νῦν ἔνι.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
1025 Τοῦτ’ ἄρ’ ἦν με τοὐπιτρῖβον. Δακτύλιος οὑτοσί· ἐκσκάλευσον αὐτό, κᾆτα δεῖξον ἀφελοῦσά μοι· ὡς τὸν ὀφθαλμόν γέ μου νὴ τὸν Δία πάλαι δάκνει.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
1030 Ἀλλὰ δράσω ταῦτα· καίτοι δύσκολος ἔφυς ἀνήρ. Ἦ μέγ’, ὦ Ζεῦ, χρῆμ’ ἰδεῖν τῆς ἐμπίδος ἔνεστί σοι. Οὐχ ὁρᾷς; Οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία;
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
1030 Νὴ Δί’ ὤνησάς γέ μ’, ὡς πάλαι γέ μ’ ἐφρεωρύχει, ὥστ’ ἐπειδὴ ’ξῃρέθη, ῥεῖ μου τὸ δάκρυον πολύ.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
1035 Ἀλλ’ ἀποψήσω ς’ ἐγώ, καίτοι πάνυ πονηρὸς εἶ, καὶ φιλήσω.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
1036 Μὴ φιλήσῃς.
ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ
1036 Ἤν τε βούλῃ γ’ ἤν τε μή.
ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ
1036 Ἀλλὰ μὴ ὥρας ἴκοισθ’· ὡς ἐστὲ θωπικαὶ φύσει, κἄστ’ ἐκεῖνο τοὔπος ὀρθῶς κοὐ κακῶς εἰρημένον, οὔτε σὺν πανωλέθροισιν οὔτ’ ἄνευ πανωλέθρων.
1040 Ἀλλὰ νυνὶ σπένδομαί σοι, καὶ τὸ λοιπὸν οὐκέτι οὔτε δράσω φλαῦρον οὐδὲν οὔθ’ ὑφ’ ὑμῶν πείσομαι. Ἀλλὰ κοινῇ συσταλέντες τοῦ μέλους ἀρξώμεθα.
ΧΟΡΟΣ
1042 Οὐ παρασκευαζόμεσθα τῶν πολιτῶν οὐδέν’, ὦνδρες,
1045 φλαῦρον εἰπεῖν οὐδὲ ἕν,
1046-1047 ἀλλὰ πολὺ τοὔμπαλιν πάντ’ ἀγαθὰ καὶ λέγειν καὶ
1048 δρᾶν· ἱκανὰ γὰρ τὰ κακὰ καὶ τὰ παρακείμενα. Ἀλλ’ ἐπαγγελλέτω πᾶς ἀνὴρ καὶ γυνή,
1048 εἴ τις ἀργυρίδιον δεῖ‐ ται λαβεῖν, μνᾶς ἢ δύ’ ἢ τρεῖς· ὡς ἔσω ’στὶν κἄχομεν βαλλάντια. Κἄν ποτ’ εἰρήνη φανῇ,
1055 ὅστις ἂν νυνὶ δανείση‐ ται παρ’ ἡμῶν, ἢν λάβῃ μηκέτ’ ἀποδῷ.
1057 Ἑστιᾶν δὲ μέλλομεν ξέ‐ νους τινὰς Καρυστίους, ἄν‐
1060 δρας καλούς τε κἀγαθούς. Κἄστιν ἔτνος τι· καὶ δελφάκιον ἦν τί μοι, καὶ
1062-1064 τοῦτο τέθυχ’, ὥστε γεύσεσθ’ ἁπαλὰ καὶ καλά.
1065 Ἥκετ’ οὖν εἰς ἐμοῦ τήμερον· πρῲ δὲ χρὴ τοῦτο δρᾶν λελουμένους αὐ‐ τούς τε καὶ τὰ παιδί’, εἶτ’ εἴ‐
1067 σω βαδίζειν, μηδ’ ἐρέσθαι μηδένα, ἀλλὰ χωρεῖν ἄντικρυς
1069 ὥσπερ οἴκαδ’ εἰς ἑαυτῶν
1070 γεννικῶς, ὡς ἡ θύρα κεκλείσεται.
1071 Καὶ μὴν ἀπὸ τῆς Σπάρτης οἱδὶ πρέσβεις ἕλκοντες ὑπήνας χωροῦς’, ὥσπερ χοιροκομεῖον περὶ τοῖς μηροῖσιν ἔχοντες. Ἄνδρες Λάκωνες, πρῶτα μέν μοι χαίρετε,
1075 εἶτ’ εἴπαθ’ ἡμῖν πῶς ἔχοντες ἥκετε.
ΛΑΚΩΝ
1076 Τί δεῖ ποθ’ ὑμὲ πολλὰ μυσίδδην ἔπη; Ὁρῆν γὰρ ἔξεσθ’ ὡς ἔχοντες ἵκομες.
ΧΟΡΟΣ
1076 Βαβαί· νενεύρωται μὲν ἥδε συμφορὰ δεινῶς τεθερμῶσθαί τε χεῖρον φαίνεται.
ΛΑΜΠΙΤΩ
1080 Ἄφατα. Τί κα λέγοι τις; Ἀλλ’ ὅπα σέλει παντᾶ τις ἐλσὼν ἁμὶν εἰράναν σέτω.
ΧΟΡΟΣ
1080 Καὶ μὴν ὁρῶ καὶ τούσδε τοὺς αὐτόχθονας ὥσπερ παλαιστὰς ἄνδρας ἀπὸ τῶν γαστέρων θαἰμάτι’ ἀποστέλλοντας· ὥστε φαίνεται
1085 ἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος.
ΠΡΥΤΑΝΙΣ
1085 Τίς ἂν φράσειε ποῦ ’στιν ἡ Λυσιστράτη; Ὡς ἅνδρες ἡμεῖς οὑτοιὶ τοιουτοιί.
ΧΟΡΟΣ
1085 Χαὔτη ξυνᾴδει θἀτέρᾳ ταύτῃ νόσος. Ἦ που πρὸς ὄρθρον σπασμὸς ὑμᾶς λαμβάνει;
ΠΡΥΤΑΝΙΣ
1090 Μὰ Δί’ ἀλλὰ ταυτὶ δρῶντες ἐπιτετρίμμεθα. Ὥστ’ εἴ τις ἡμᾶς μὴ διαλλάξει ταχύ, οὐκ ἔσθ’ ὅπως οὐ Κλεισθένη βινήσομεν.
ΧΟΡΟΣ
1090 Εἰ σωφρονεῖτε, θαἰμάτια λήψεσθ’, ὅπως τῶν ἑρμοκοπιδῶν μή τις ὑμᾶς ὄψεται.
ΠΡΥΤΑΝΙΣ
1095 Νὴ τὸν Δί’ εὖ μέντοι λέγεις.
ΛΑΜΠΙΤΩ
1095 Ναὶ τὼ σιὼ παντᾶ γα. Φέρε τὸ ἔσθος ἀμβαλώμεθα.
ΠΡΥΤΑΝΙΣ
1095 Ὦ χαίρεθ’, οἱ Λάκωνες· αἰσχρά γ’ ἐπάθομεν.
ΛΑΜΠΙΤΩ
1095 Ὦ πολυχαρείδα, δεινά γ’ αὖ πεπόνθαμες, αἰκ εἶδον ἁμὲ τὤνδρες ἀμπεφλασμένως.
ΠΡΥΤΑΝΙΣ
1095 Ἄγε δή, Λάκωνες, αὔθ’ ἕκαστα χρὴ λέγειν. Ἐπὶ τί πάρεστε δεῦρο;
ΛΑΜΠΙΤΩ
1101 Περὶ διαλλαγᾶν πρέσβης.
ΠΡΥΤΑΝΙΣ
1102 Καλῶς δὴ λέγετε· χἠμεῖς τουτογί. Τί οὐ καλοῦμεν δῆτα τὴν Λυσιστράτην,
1102 ἥπερ διαλλάξειεν ἡμᾶς ἂν μόνη;
ΛΑΜΠΙΤΩ
1105 Ναὶ τὼ σιώ, καἰ λῆτε, τὸν Λυἵστρατον.
ΠΡΥΤΑΝΙΣ
1105 Ἀλλ’ οὐδὲν ἡμᾶς, ὡς ἔοικε, δεῖ καλεῖν· αὐτὴ γάρ, ὡς ἤκουσεν, ἥδ’ ἐξέρχεται.
ΧΟΡΟΣ
1107 Χαῖρ’, ὦ πασῶν ἀνδρειοτάτη· δεῖ δὴ νυνί σε γενέσθαι δεινὴν 〈μαλακήν,〉 ἀγαθὴν φαύλην, σεμνὴν ἀγανήν, πολύπειρον·
1110 ὡς οἱ πρῶτοι τῶν Ἑλλήνων τῇ σῇ ληφθέντες ἴυγγι συνεχώρησάν σοι καὶ κοινῇ τἀγκλήματα πάντ’ ἐπέτρεψαν.
ΛΥΣΙΣΤΡΑΤΗ
1111 Ἀλλ’ οὐχὶ χαλεπὸν τοὔργον, εἰ λάβοι γέ τις ὀργῶντας ἀλλήλων τε μὴ ’κπειρωμένους. Τάχα δ’ εἴσομαι ’γώ. Ποῦ ’στιν ἡ Διαλλαγή;
1115 Πρόσαγε λαβοῦσα πρῶτα τοὺς Λακωνικούς, καὶ μὴ χαλεπῇ τῇ χειρὶ μηδ’ αὐθαδικῇ, μηδ’ ὥσπερ ἡμῶν ἄνδρες ἀμαθῶς τοῦτ’ ἔδρων, ἀλλ’ ὡς γυναῖκας εἰκός, οἰκείως πάνυ. Ἢν μὴ διδῷ τὴν χεῖρα, τῆς σάθης ἄγε.
1120 Ἴθι καὶ σὺ τούτους τοὺς Ἀθηναίους ἄγε· οὗ δ’ ἂν διδῶσι, πρόσαγε τούτου λαβομένη. Ἄνδρες Λάκωνες, στῆτε παρ’ ἐμὲ πλησίον, ἐνθένδε δ’ ὑμεῖς, καὶ λόγων ἀκούσατε. Ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δ’ ἔνεστί μοι.
1125 Αὐτὴ δ’ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω, τοὺς δ’ ἐκ πατρός τε καὶ γεραιτέρων λόγους πολλοὺς ἀκούσας’ οὐ μεμούσωμαι κακῶς. Λαβοῦσα δ’ ὑμᾶς λοιδορῆσαι βούλομαι κοινῇ δικαίως, οἳ μιᾶς ἐκ χέρνιβος
1130 βωμοὺς περιρραίνοντες ὥσπερ ξυγγενεῖς Ὀλυμπίασιν, ἐν Πύλαις, Πυθοῖ—πόσους εἴποιμ’ ἂν ἄλλους, εἴ με μηκύνειν δέοι; — ἐχθρῶν παρόντων βαρβάρῳ στρατεύματι Ἕλληνας ἄνδρας καὶ πόλεις ἀπόλλυτε.
1135 Εἷς μὲν λόγος μοι δεῦρ’ ἀεὶ περαίνεται.
ΠΡΥΤΑΝΙΣ
1135 Ἐγὼ δ’ ἀπόλλυμαί γ’ ἀπεψωλημένος.
ΛΥΣΙΣΤΡΑΤΗ
1135 Εἶτ’, ὦ Λάκωνες, πρὸς γὰρ ὑμᾶς τρέψομαι, οὐκ ἴσθ’ ὅτ’ ἐλθὼν δεῦρο Περικλείδας ποτὲ ὁ Λάκων Ἀθηναίων ἱκέτης καθέζετο
1140 ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδι στρατιὰν προσαιτῶν; Ἡ δὲ Μεσσήνη τότε ὑμῖν ἐπέκειτο χὠ θεὸς σείων ἅμα. Ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοις Κίμων ὅλην ἔσωσε τὴν Λακεδαίμονα.
1145 Ταυτὶ παθόντες τῶν Ἀθηναίων ὕπο δῃοῦτε χώραν, ἧς ὑπ’ εὖ πεπόνθατε;
ΠΡΥΤΑΝΙΣ
1145 Ἀδικοῦσιν οὗτοι νὴ Δί’, ὦ Λυσιστράτη.
ΛΑΜΠΙΤΩ
1145 Ἀδικίομες· ἀλλ’ ὁ πρωκτὸς ἄφατον ὡς καλός.
ΛΥΣΙΣΤΡΑΤΗ
1145 Ὑμᾶς δ’ ἀφήσειν τοὺς Ἀθηναίους 〈μ’〉 οἴει;
1145 Οὐκ ἴσθ’ ὅθ’ ὑμᾶς οἱ Λάκωνες αὖθις αὖ κατωνάκας φοροῦντας ἐλθόντες δορὶ πολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν, πολλοὺς δ’ ἑταίρους Ἱππίου καὶ ξυμμάχους, καὶ ξυμμαχοῦντες τῇ τόθ’ ἡμέρᾳ μόνοι
1155 ἠλευθέρωσαν κἀντὶ τῆς κατωνάκης τὸν δῆμον ὑμῶν χλαῖναν ἠμπέσχον πάλιν;
ΛΑΜΠΙΤΩ
1155 Οὔπα γυναῖκ’ ὄπωπα χαἱωτέραν.
ΠΡΥΤΑΝΙΣ
1155 Ἐγὼ δὲ κύσθον γ’ οὐδέπω καλλίονα.
ΛΥΣΙΣΤΡΑΤΗ
1155 Τί δῆθ’ ὑπηργμένων γε πολλῶν κἀγαθῶν
1160 μάχεσθε κοὐ παύεσθε τῆς μοχθηρίας; Τί δ’ οὐ διηλλάγητε; Φέρε, τί τοὐμποδών,
ΛΑΜΠΙΤΩ
1160 Ἁμές γα λῶμες, αἴ τις ἁμὶν τὤγκυκλον λῇ τοῦτ’ ἀποδόμεν.
ΛΥΣΙΣΤΡΑΤΗ
1163 Ποῖον, ὦ τᾶν;
ΛΑΜΠΙΤΩ
1163 Τὰν Πύλον, τᾶσπερ πάλαι δεόμεθα καὶ βλιμάδδομες.
ΠΡΥΤΑΝΙΣ
1165 Μὰ τὸν Ποσειδῶ τοῦτο μέν γ’ οὐ δράσετε.
ΛΥΣΙΣΤΡΑΤΗ
1165 Ἄφετ’, ὦγάθ’, αὐτοῖς.
ΠΡΥΤΑΝΙΣ
1166 Κᾆτα τίνα κινήσομεν;
ΛΥΣΙΣΤΡΑΤΗ
1166 Ἕτερόν γ’ ἀπαιτεῖτ’ ἀντὶ τούτου χωρίον.
ΠΡΥΤΑΝΙΣ
1166 Τὸ δεῖνα τοίνυν, παράδοθ’ ἡμῖν τουτονὶ πρώτιστα τὸν Ἐχινοῦντα καὶ τὸν Μηλιᾶ
1170 κόλπον τὸν ὄπισθεν καὶ τὰ Μεγαρικὰ σκέλη.
ΛΑΜΠΙΤΩ
1170 Οὐ τὼ σιώ, οὐκὶ πάντα γ’, ὦ λισσάνιε.
ΛΥΣΙΣΤΡΑΤΗ
1170 Ἐᾶτε, μηδὲν διαφέρου περὶ σκελοῖν.
ΠΡΥΤΑΝΙΣ
1170 Ἤδη γεωργεῖν γυμνὸς ἀποδὺς βούλομαι.
ΛΑΜΠΙΤΩ
1170 Ἐγὼν δὲ κοπραγωγῆν γα πρῲ ναὶ τὼ σιώ.
ΛΥΣΙΣΤΡΑΤΗ
1175 Ἐπὴν διαλλαγῆτε, ταῦτα δράσετε. Ἀλλ’ εἰ δοκεῖ δρᾶν ταῦτα, βουλεύσασθε καὶ τοῖς ξυμμάχοις ἐλθόντες ἀνακοινώσατε.
ΠΡΥΤΑΝΙΣ
1175 Ποίοισιν, ὦ τᾶν, ξυμμάχοις; Ἐστύκαμεν. Οὐ ταὐτὰ δόξει τοῖσι συμμάχοισι νῷν,
1180 βινεῖν, ἅπασιν;
ΛΑΜΠΙΤΩ
1180 Τοῖσι γῶν ναὶ τὼ σιὼ ἁμοῖσι.
ΠΡΥΤΑΝΙΣ
1181 Καὶ γὰρ ναὶ μὰ Δία Καρυστίοις.
ΛΥΣΙΣΤΡΑΤΗ
1181 Καλῶς λέγετε. Νῦν οὖν ὅπως ἁγνεύσετε, ὅπως ἂν αἱ γυναῖκες ὑμᾶς ἐν πόλει ξενίσωμεν ὧν ἐν ταῖσι κίσταις εἴχομεν.
1185 Ὅρκους δ’ ἐκεῖ καὶ πίστιν ἀλλήλοις δότε. Κἄπειτα τὴν αὑτοῦ γυναῖχ’ ὑμῶν λαβὼν ἄπεις’ ἕκαστος.
ΠΡΥΤΑΝΙΣ
1187 Ἀλλ’ ἴωμεν ὡς τάχος.
ΛΑΜΠΙΤΩ
1187 Ἄγ’ ὅπα τυ λῇς.
ΠΡΥΤΑΝΙΣ
1188 Νὴ τὸν Δί’ ὡς τάχιστ’ ἄγε.
ΧΟΡΟΣ
1188 Στρωμάτων δὲ ποικίλων καὶ
1190 χλανιδίων καὶ ξυστίδων καὶ χρυσίων, ὅς’ ἐστί μοι, οὐ φθόνος ἔνεστί μοι πᾶσι παρέχειν φέρειν τοῖς παισίν, ὁπόταν τε θυγάτηρ τινὶ κανηφορῇ. Πᾶσιν ὑμῖν λέγω λαμβάνειν τῶν ἐμῶν
1195 χρημάτων νῦν ἔνδοθεν, καὶ μηδὲν οὕτως εὖ σεσημάν‐ θαι τὸ μὴ οὐχὶ τοὺς ῥύπους ἀνασπάσαι,
1195 χἄττ’ 〈ἂν〉 ἔνδον ᾖ φορεῖν.
1195 Ὄψεται δ’ οὐδὲν σκοπῶν, εἰ μή τις ὑμῶν ὀξύτερον ἐμοῦ βλέπει.
1202 Εἰ δέ τῳ μὴ σῖτος ὑμῶν ἐστι, βόσκει δ’ οἰκέτας καὶ
1205 σμικρὰ πολλὰ παιδία, ἔστι παρ’ ἐμοῦ λαβεῖν πυρίδια λεπτὰ μέν, ὁ δ’ ἄρτος ἀπὸ χοίνικος ἰδεῖν μάλα νεανίας. Ὅστις οὖν βούλεται τῶν πενήτων ἴτω εἰς ἐμοῦ σάκους ἔχων καὶ
1210 κωρύκους· ὡς λήψεται πυ‐ ρούς. Ὁ Μανῆς δ’ οὑμὸς αὐτοῖς ἐμβαλεῖ. Πρός γε μέντοι τὴν θύραν προαγορεύω μὴ βαδίζειν
1214 τὴν ἐμήν, ἀλλ’
1215 εὐλαβεῖσθαι τὴν κύνα.
ΠΡΥΤΑΝΙΣ
1215 Ἄνοιγε τὴν θύραν σύ. Παραχωρεῖν ς’ ἔδει. Ὑμεῖς, τί κάθησθε; Μῶν ἐγὼ τῇ λαμπάδι ὑμᾶς κατακαύσω; Φορτικὸν τὸ χωρίον. Οὐκ ἂν ποήσαιμ’. Εἰ δὲ πάνυ δεῖ τοῦτο δρᾶν,
1220 ὑμῖν χαρίζεσθαι ταλαιπωρήσομεν.
ΑΘΗΝΑΙΟΣ
1221 Χἠμεῖς γε μετὰ σοῦ ξυνταλαιπωρήσομεν.
ΠΡΥΤΑΝΙΣ
1221 Οὐκ ἄπιτε; Κωκύσεσθε τὰς τρίχας μακρά.
1221 Οὐκ ἄπιθ’, ὅπως ἂν οἱ Λάκωνες ἔνδοθεν καθ’ ἡσυχίαν ἀπίωσιν εὐωχημένοι;
ΑΘΗΝΑΙΟΣ
1225 Οὔπω τοιοῦτον συμπόσιον ὄπωπ’ ἐγώ. Ἦ καὶ χαρίεντες ἦσαν οἱ Λακωνικοί· ἡμεῖς δ’ ἐν οἴνῳ συμπόται σοφώτατοι.
ΠΡΥΤΑΝΙΣ
1225 Ὀρθῶς γ’, ὁτιὴ νήφοντες οὐχ ὑγιαίνομεν. Ἢν τοὺς Ἀθηναίους ἐγὼ πείσω λέγων,
1230 μεθυόντες ἀεὶ πανταχοῖ πρεσβεύσομεν. Νῦν μὲν γὰρ ὅταν ἔλθωμεν εἰς Λακεδαίμονα νήφοντες, εὐθὺς βλέπομεν ὅ τι ταράξομεν· ὥσθ’ ὅ τι μὲν ἂν λέγωσιν οὐκ ἀκούομεν, ἃ δ’ οὐ λέγουσι, ταῦθ’ ὑπονενοήκαμεν,
1235 ἀγγέλλομεν δ’ οὐ ταὐτὰ τῶν αὐτῶν πέρι. Νυνὶ δ’ ἅπαντ’ ἤρεσκεν· ὥστ’ εἰ μέν γέ τις ᾄδοι Τελαμῶνος, Κλειταγόρας ᾄδειν δέον, ἐπῃνέσαμεν ἂν καὶ πρὸς ἐπιωρκήσαμεν. Ἀλλ’ οὑτοιὶ γὰρ αὖθις ἔρχονται πάλιν
1240 εἰς ταὐτόν. Οὐκ ἐρρήσετ’, ὦ μαστιγίαι;
ΑΘΗΝΑΙΟΣ
1240 Νὴ τὸν Δί’· ὡς ἤδη γε χωροῦς’ ἔνδοθεν.
ΛΑΜΠΙΤΩ
1240 Ὦ πολυχαρείδα, λαβὲ τὰ φυἁτήρια, ἵν’ ἐγὼν διποδιάξω τε κἀείὡ καλὸν ἐς τὼς Ἀσαναίως τε χἄμ’ ἄεισμ’ ἁμᾶ.
ΠΡΥΤΑΝΙΣ
1245 Λαβὲ δῆτα τὰς φυσαλλίδας πρὸς τῶν θεῶν· ὡς ἥδομαί γ’ ὑμᾶς ὁρῶν ὀρχουμένους.
ΛΑΜΠΙΤΩ
1247-1248 Ὅρμαὁν τῷ κυρσανίῳ, Μναμόνα,
1249 τὰν τεὰν Μῶἁν, ἅτις
1249 οἶδεν ἁμὲ τώς τ’ Ἀσαναί‐ ως, ὅκα τοὶ μὲν ἐπ’ Ἀρταμιτίῳ πρώκροον συείκελοι ποττὰ κᾶλα τὼς Μήδως τ’ ἐνίκων· ἁμὲ δ’ αὖ Λεωνίδας
1255 ἆγεν ἇπερ τὼς κάπρως σά‐ γοντας, οἰῶ, τὸν ὀδόντα· πολὺς δ’ ἀμφὶ τὰς γένυας ἀφρὸς ἤνσεεν, πο‐
1258-1259 λὺς δ’ ἁμᾶ καττῶν σκελῶν ἵετο.
1260 Ἦν γὰρ τὤνδρες οὐκ ἐλάσσως τᾶς ψάμμας τοὶ Πέρσαι.
1262-1263 Ἀγροτέρα σηροκτόνε, μόλε δεῦρο, παρσένε σιά,
1264 ποττὰς σπονδάς,
1265 ὡς συνέχῃς πολὺν ἁμὲ χρόνον. Νῦν δ’
1266-1267 αὖ φιλία τ’ ἀὲς εὔπορος εἴη
1268-1269 ταῖσι συνθήκαισι, καὶ τᾶν αἱμυλᾶν ἀ‐
1270 λωπέκων παυαἵμεθα. Ὤ, δεῦρ’ ἴθι, δεῦρο,
1270 ὦ κυναγὲ παρσένε.
ΠΡΥΤΑΝΙΣ
1270 Ἄγε νυν ἐπειδὴ τἄλλα πεπόηται καλῶς, ἀπάγεσθε ταύτας, ὦ Λάκωνες, τασδεδὶ
1275 ὑμεῖς· ἀνὴρ δὲ παρὰ γυναῖκα καὶ γυνὴ στήτω παρ’ ἄνδρα, κᾆτ’ ἐπ’ ἀγαθαῖς ξυμφοραῖς ὀρχησάμενοι θεοῖσιν εὐλαβώμεθα τὸ λοιπὸν αὖθις μὴ ’ξαμαρτάνειν ἔτι.
ΧΟΡΟΣ
1278 Πρόσαγε χορόν, ἔπαγε χάριτας,
1280 ἐπὶ δὲ κάλεσον Ἄρτεμιν, ἐπὶ δὲ δίδυμον ἀγέχορον Ἰήιον
1282-1283 εὔφρον’, ἐπὶ δὲ Νύσιον,
1284 ὃς μετὰ μαινάσιν ὄμμασι δαίεται,
1285 Δία τε πυρὶ φλεγόμενον, ἐπὶ δὲ πότνιαν ἄλοχον ὀλβίαν· εἶτα δὲ δαίμονας, οἷς ἐπιμάρτυσι χρησόμεθ’ οὐκ ἐπιλήσμοσιν ἡσυχίας πέρι τῆς ἀγανόφρονος,
1290 ἣν ἐπόησε θεὰ Κύπρις. Ἀλαλαί, ἰὴ παιών. Αἴρεσθ’ ἄνω, ἰαί, ὡς ἐπὶ νίκῃ, ἰαί. Εὐοῖ, εὐοῖ, εὐαῖ, εὐαῖ.
ΠΡΥΤΑΝΙΣ
1295 Λάκων, πρόφαινε δὴ σὺ μοῦσαν ἔτι νέαν.
ΛΑΜΠΙΤΩ
1295 Ταΰγετον αὖτ’ ἐραννὸν ἐκλιπῶἁ,
1297-1298 Μῶἁ μόλε, 〈μόλε,〉 Λάκαινα, πρεπτὸν ἁμὶν
1299 κλέωἁ τὸν Ἀμύκλαις σιὸν
1299 καὶ Χαλκίοικον ἄνασσαν, Τυνδαρίδας τ’ ἀγασώς, τοὶ δὴ πὰρ Εὐρώταν ψιάδδοντι. Εἶα μάλ’ ἔμβη, ὢ εἶα κοῦφα πᾶλον,
1305 ὡς Σπάρταν ὑμνίωμες, τᾷ σιῶν χοροὶ μέλοντι καὶ ποδῶν κτύπος, 〈ὅχ’〉 ἇτε πῶλοι ταὶ κόραι πὰρ τὸν Εὐρώταν
1310 ἀμπαδίοντι, πυκνὰ ποδοῖν ἀγκονίωαἱ, ταὶ δὲ κόμαι σείονται ἇπερ Βακχᾶν θυρσαδδωἇν καὶ παιδδωἇν. Ἁγῆται δ’ ἁ Λήδας παῖς
1315 ἁγνὰ χοραγὸς εὐπρεπής.
1316-1317 Ἀλλ’ ἄγε, κόμαν παραμπύκιδδε χερὶ ποδοῖν τε πάδη
1318-1319 ἇ τις ἔλαφος, κρότον δ’ ἁμᾶ ποίη χορωφελήταν,
1320-1321 καὶ τὰν κρατίσταν παμμάχον, τὰν Χαλκίοικον ὕμνη.