ΜΙΛΗΣΙΑΚΑ.
Ἀριστοφάνους Σχόλια οὐδὲν πονηρὸν, ἀλλʼ ὅπερ καὶ Κιλλικῶν: Οὐκ οἶδʼ ὅπως φησὶν οὐδὲν πονηρὸν ποιεῖν ταῦτα πράττειν εἶναι ὅπερ καὶ Κιλλικῶν· ὁ γάρ τοι Κιλλικῶν ἐπὶ πονηρίᾳ διαβόητός ἐστι. Φασὶ γὰρ αὐτὸν οἱ μὲν Σάμον ἢ Μίλητον προδοῦναι Πριηνεῦσι. Θεόπομπος δὲ ἐν τῷ ιγʹ τῶν Ἱστοριῶν τῶν ἑαυτοῦ Σύρον φησὶν αὐτὸν τὴν νῆσον προδεδωκέναι Σαμίοις. Πυνθανομένων δὲ πολλάκις αὐτοῦ τινῶν τί μέλλοι ποιεῖν, ἔλεγε Πάντα ἀγαθά. Πάντα οὖν ἀγαθά φησι ποιεῖν, ὡς ἔφη καὶ Κιλλικῶν. Τῆς δὲ προδοσίας τοιαύτην ὑποσχεῖν τιμωρίαν. Θεαγένην τινὰ ἄνδρα Σύριον, τῆς νήσου τῆς ὑπὸ τοῦ Κιλλικῶντος προδοθείσης πολίτην, πρὸ πολλοῦ μετοικήσαντα εἰς τὴν Σάμον κρεοπωλεῖν καὶ οὕτως ἀπάγειν τὸν ἑαυτοῦ βίον. Ἀγανακτήσαντα δὴ ἐπὶ τῇ προδοσίᾳ τῆς πατρίδος, ἐπιστάντος τοῦ Κιλλικῶντος ὠνήσασθαι παρʼ αὐτοῦ κρέας, δοῦναι κρατεῖν αὐτῷ, ἵνα ἀποκόψῃ τὸ περιττόν. Τοῦ δὲ πεισθέντος καὶ κρατοῦντος, τοῦ Κιλλικῶντος, προφάσει τοῦ πλεονάζον ἀποκόψαι τὸ κρέας, ἐπανατεινάμενον τὴν κοπίδα κόψαι τὴν χεῖρα τοῦ Κιλλικῶντος, καὶ εἰπεῖν ὡς ταύτῃ τῇ χειρὶ ἑτέραν οὐ προδώσεις πόλιν. Μέμνηται δὲ Καλλίμαχος· «Μὴ σύ γε, Θειόγενες, κόψῃς χέρα Κιλλικόωντος.» Ἱστορεῖ δὲ καὶ Λέανδρος ἐν δευτέρῳ Μιλησιακῶν προδοῦναι Μίλητον, καὶ ὅτε ἀνέῳξε τὰς πύλας, τῶν πολεμίων … πυνθανομένου τινὸς ὅ τι τοῦτο ἐποίησεν, ἀποκρίνασθαι ἀγαθὰ Κιλλικῶν.
Ἀπολλώνιος δὲ ὄνομα μὲν αὐτῷ φησὶν εἶναι Ἀχαιὸν παρωνύμως Κιλλικῶντα, τὸ γένος Μιλήσιον. Οὗτός ἐστιν ὁ προδοὺς Μίλητον Πριηνεῦσιν. Ἄλλως. Οὗτος Ἀχαιὸς ἐκαλεῖτο, Μέροπος υἱὸς, Μιλήσιος γένος, προδοὺς τὴν πατρίδα τοῖς Πριηνεῦσι. Κιλλικῶν δὲ ἐκλήθη ἀπὸ Κιλίσσης τροφοῦ. Ἄλλως. ὅτι πονηρός· ἄδηλον δὲ πότερον κύριον ὄνομα ἢ ἐπώνυμον. Ἀμμώνιος δὲ ὄνομα ἀναγράφει, καί φησιν ὅτι Λάκων καὶ Κιλλικῶν ἐκαλεῖτο, ὃς προδέδωκε Σάμον· οἱ δὲ Μίλητον.
Κλήμης ὁ Ἀλεξανδρεύς ἱστοροῦσι, Φοῖνιξ ἦν, ὡς δέ τινες ὑπειλήφασι Μιλήσιος.
Λαέρτιος Διογένης : Συνεβίω δὲ καὶ Θρασυβούλῳ τῷ Μιλησίων τυράννῳ, καθά φησι Μινύης. Τὰ δὲ περὶ τὸν τρίποδα φανερὰ, τὸν εὑρεθέντα ὑπὸ τῶν ἁλιέων καὶ διαπεμφθέντα τοῖς σοφοῖς ὑπὸ τοῦ δήμου τῶν Μιλησίων. Φασὶ γὰρ Ἰωνικούς τινας νεανίσκους βόλον ἀγοράσαι παρὰ Μιλησίων ἁλιέων. Ἀνασπασθέντος δὲ τοῦ τρίποδος ἀμφισβήτησις ἦν, ἕως οἱ Μιλήσιοι ἔπεμψαν εἰς Δελφούς· καὶ ὁ θεὸς ἔχρησεν οὕτως· Ἔκγονε Μιλήτου, τρίποδος πέρι Φοῖβον ἐρωτᾷς; ὃς σοφίῃ πάντων πρῶτος, τούτου τρίποδʼ αὐδῶ. Διδόασιν οὖν Θαλῇ· ὁ δὲ ἄλλῳ καὶ ἄλλος ἄλλῳ ἕως Σόλωνος· ὁ δὲ ἔφη σοφίᾳ, πρῶτον εἶναι τὸν θεὸν καὶ ἀπέστειλεν εἰς Δελφούς. Ταῦτα δὲ Καλλίμαχος ἐν τοῖς ἰάμβοις ἄλλως ἱστορεῖ, παρὰ Λεανδρίου λαβὼν τοῦ Μιλησίου. Βαθυκλέα γάρ τινα Ἀρκάδα φιάλην καταλιπεῖν καὶ ἐπισκῆψαι δοῦναι τῶν σοφῶν τῷ ὀνηΐστῳ. Ἐδόθη δὴ Θαλῇ καὶ μετὰ περίοδον πάλιν Θαλῇ· ὁ δὲ τῷ Διδυμαίῳ Ἀπόλλωνι ἀπέστειλεν, εἰπὼν οὕτω κατὰ τὸν Καλλίμαχον· Θαλῆς με τῷ μεδεῦντι Νειλέω δήμου δίδωσι, τοῦτο δὶς λαβὼν ἀριστεῖον. Τὸ δὲ πεζὸν οὕτως ἔχει· «Θαλῆς Ἐξαμίου Μιλήσιος Ἀπόλλωνι Διδυμαίῳ Ἑλλήνων ἀριστεῖον δὶς λαβών.» Ὁ δὲ περιενεγκὼν τὴν φιάλην τοῦ Βαθυκλέους παῖς Θυρίων ἐκαλεῖτο, καθά φησιν Ἔλευσις ἐν τῷ Περὶ Ἀχιλλέως καὶ Ἀλέξανδρος ὁ Μύνδιος ἐν ἐνάτῳ Μυθικῶν.
Λαέρτιος Διογένης : Στασιάζεται δὲ καὶ περὶ τοῦ ἀριθμοῦ αὐτῶν. Λεάνδριος μὲν γὰρ ἀντὶ Κλεοβούλου καὶ Μύσωνος Λεώφαντον Γορσιάδα, Λεβέδιον ἢ Ἐφέσιον, ἐγκρίνει, καὶ Ἐπιμενίδην τὸν Κρῆτα.
Κλήμης ὁ Ἀλεξανδρεύς : Λεάνδριος δὲ Κλέαρχον ἐν Μιλήτῳ τετάφθαι ἐν τῷ Διδυμαίῳ φησίν.
.... Σάμον αρεδ....α· τὸν δὲ καὶ καθʼ ὃν καιρὸν .... ἐπιστολὰς ὑπὸ Ἀγησάρχου, ἐν αἷς ὑπὲρ μὲν ἰδιωτικῶν ἀμφισβασιῶν ἐλέγετο, ὑπὲρ δὲ τὰς περὶ Δρυοῦσαν καὶ τὰς περὶ τὸ Κάριον χώρας οὐθεὶς ἀμφεσβάτει· νῦν δὲ Σαμίους ἐλθεῖν ἐπὶ κρίσιν καὶ ἀφορισμὸν τὸν Ῥοδίων, ἐγκαλοῦντας ὅτι χώρας τε πλῆθος ἔχοιεν Πριανεῖς Σαμίων ὂν καὶ ἐν τούτῳ τὸ Κάριον, ὑπὲρ οὗ νῦν διακρίνεσθαι. Οἱ δὲ Σάμιοι τά τε περὶ τᾶς ὑπὲρ τούτων κλαρώσιος ἔλεγον καθὰ καὶ ἐπὶ τᾶς κρίσιος τᾶς ὑπὲρ τοῦ Βατινήτου ἀποφανθῆναι αὐτοῖς παρεδείκνυον, ὅτι τὸ Κάριον καὶ ἁ περὶ τοῦτο χώρα αὐτοῖς ἐπικλαρωθείη· καὶ γὰρ αὐτῶν Πριανέων διακλαρούντων τὰν χώραν λαχεῖν αὐτοὶ Κάριον καὶ Δρυοῦσαν κατὰ τὰ ἐν ταῖς συγγραφομέναις Μαιανδρίου τοῦ Μιλησίου ἱστορίαις κατακεχωρισμένα, διότι λάχοιεν Κάριον καὶ Δρυοῦσαν· μετά τε τὰν παράταξιν τὰν γενομέναν αὐτοῖς ποτὶ Πριανεῖς ἐπὶ Δρυῒ καὶ πᾶσαν ταύταν τὰν χώραν ἐν ταῖς συνθήκαις αὐτῶν γενέσθαι· ὁρίξασθαι γὰρ ποτʼ αὐτούς· ὡς ὑφαγέοντο ἱστοριογράφους τοὺς μαρτυροῦντας Σαμίοις, ὅτι μὲν τὸ Κάριον ἔλαχον, Μεταγένεα … Πάριον, ὅτι δὲ ὡρίξαντο ποτὶ τοὺς Πριανεῖς, ....ωνα Ῥόδιον· ἀγῶνά τε καὶ Ὀλυμπικὸν ...λοκριν.....ωλε Κάριον εσ.....ν αὐτῶν κατὰ ....
Στέφανος ὁ Βυζάντιος : Ὕδη, πόλις Λυδίας, ἐν ᾗ ᾤκει Ὀμφάλη ... Λέανδρος δὲ, ὃν Νικάνωρ παρατίθησι ἐν Μετονομασίαις, τὴν αὐτὴν Ὕδην καὶ Σάρδεις φησίν.
Στράβων : Μαιάνδριος γοῦν ἐκ τῶν Λευκοσύρων φησὶ τοὺς Ἐνετοὺς ὁρμηθέντας συμμαχῆσαι τοῖς Τρωσίν· ἐκεῖθεν δὲ μετὰ τῶν Θρᾳκῶν ἀπᾶραι, καὶ οἰκῆσαι περὶ τὸν τοῦ Ἀδρίου μυχόν· τοὺς δὲ μὴ μετασχόντας τῆς στρατείας Ἐνετοὺς, Καππάδοκας γενέσθαι.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Οἱ μὲν ὁ Δελφύνης κλίνουσι ἀρσενικῶς, οἱ δὲ ἡ Δελφύνη θηλυκῶς. Ὅτι Δελφύνης ἐκαλεῖτο ὁ φυλάσσων τὸ ἐν Δελφοῖς χρηστήριον, Λέανδρος καὶ Καλλίμαχος εἶπεν· δράκαιναν δὲ αὐτήν φησιν εἶναι θηλυκῶς καλουμένην Δελφύνην αὐτὸς ὁ Καλλίμαχος. —Τὴν δὲ ἀναιρεθεῖσαν δράκαιναν Δελφύνην καλεῖσθαι θηλυκῶς φησὶ Λέανδρος καὶ Καλλίμαχος.
Ἐτυμολογικὸν τὸ Μέγα : Ἦλις, ἡ πόλις, ἤτοι, ὡς Λέανδρος, διὰ τὸ τοὺς ἐκ τοῦ κατακλυσμοῦ περισωθέντας ἐν αὐτῇ ἁλισθῆναι, ὅ ἐστιν ἀθροισθῆναι· ἢ διὰ τὸ κατὰ κώμας οἰκοῦντας ὕστερον εἰς μίαν πόλιν ἁλισθῆναι, …
ΠΑΡΑΓΓΕΛΜΑ.
Ἀθήναιος : Κύω γὰρ, ὧ γυναῖκες. Ἀλλʼ αἰδοῖ, φίλαι, ἐν γράμμασι σφῷν τοὔνομʼ ἐξερῶ βρέφους. Ὀρθὴ μακρὰ γραμμή ʼστιν· ἐκ ταύτης μέσης μικρὰ παρεστῶσʼ ἑκατέρωθεν ὑπτία· ἔπειτα κύκλος, πόδας ἔχων βραχεῖς δύο. Ὅθεν ὕστερον, ὡς ὑπονοήσειέ τις, Μαιάνδριος μὲν ὁ συγγραφεὺς, μικρὸν διὰ τῆς ἑρμηνείας τῇ μιμήσει παρεγκλίνας, συνέγραψεν ἐν τῷ Παραγγέλματι φορτικώτερον τοῦ ῥηθέντος.