ΠΕΡΙΠΛΟΥΣ. — ΠΕΡΙ ΕΘΝΩΝ. —
Στέφανος ὁ Βυζάντιος : Ὑπερβόρεοι ... Δαμάστης δʼ ἐν τῷ Περὶ ἐθνῶν· Ἄνω Σκυθῶν Ἰσσηδόνας οἰκεῖν, τούτων δʼ ἀνωτέρω Ἀριμάσπους, ἄνω δʼ Ἀριμασπῶν τὰ Ῥίπαια ὄρη, ἐξ ὧν τὸν βορέαν πνεῖν, χιόνα δʼ αὐτὰ μήποτε ἐλλείπειν· ὑπὲρ δὲ τὰ ὄρη ταῦτα Ὑπερβορέους καθήκειν εἰς τὴν ἑτέραν θάλασσαν.
Στράβων : Εὐθὺς ἐπὶ τῶν κατὰ τὴν Προποντίδα τόπων ὁ μὲν Ὅμηρος ἀπὸ τοῦ Αἰσήπου τὴν ἀρχὴν ποιεῖται τῆς Τρωάδος· Εὔδοξος δὲ ἀπὸ Πριάπου καὶ Ἀρτάκης, τοῦ ἐν τῇ Κυζικηνῶν νήσῳ χωρίου ἀνταίροντος τῷ Πριάπῳ, συστέλλων ἐπʼ ἔλαττον τοὺς ὅρους· Δαμάστης δʼ ἔτι μᾶλλον συστέλλει ἀπὸ Παρίου· καὶ γὰρ οὗτος μὲν ἕως Λεκτοῦ προάγει· ἄλλοι δὲ ἄλλως.
Στράβων : Τί δὲ δεῖ τῶν ποιητῶν θαυμάζειν, καὶ μάλιστα τῶν τοιούτων, οἷς ἡ πᾶσα περὶ τὴν φράσιν ἐστὶ σπουδὴ, τὰ τοῦ Δαμάστου συγκρίνοντας, ὅστις τῆς νήσου τὸ μῆκος ἀπὸ τῶν ἄρκτων πρὸς μεσημβρίαν ἀποδίδωσιν, ἀπὸ Ἱεροκηπίας, ὥς φησιν, εἰς Κλεῖδας; Οὐδὲ ὁ Ἐρατοσθένης εὖ· αἰτιώμενος γὰρ τοῦτον, οὐκ ἀπʼ ἄρκτων φησὶν εἶναι τὴν Ἱεροκηπίαν, ἀλλʼ ἀπὸ νότου· οὐδὲ γὰρ ἀπὸ νότου, ἀλλʼ ἀπὸ δύσεως, εἴπερ ἐν τῇ δυσμικῇ πλευρᾷ κεῖται, ἐν ᾗ καὶ ἡ Πάφος καὶ ὁ Ἀκάμας.
ΧΡΟΝΙΚΑ.
Πλούταρχος καὶ Καρχηδόνιοι περὶ Σικελίαν ὑπὸ Τιμολέοντος ἡττῶντο τῇ ἑβδόμῃ φθίνοντος, περὶ ἣν δοκεῖ καὶ τὸ Ἴλιον ἁλῶναι, ὡς Ἔφορος καὶ Καλλισθένης καὶ Δαμάστης καὶ Φύλαρχος ἱστορήκασιν.
Διονύσιος ὁ Ἁλικαρνασσεύς : Ὁ τὰς ἱερείας τὰς ἐν Ἄργει καὶ τὰ καθʼ ἑκάστην πραχθέντα συναγαγὼν Αἰνείαν φησὶν ἐκ Μολοττῶν εἰς Ἰταλίαν ἐλθόντα μετʼ Ὀδυσσέως, οἰκιστὴν γενέσθαι τῆς πόλεως· ὀνομάσαι δʼ αὐτὴν ἀπὸ μιᾶς τῶν Ἰλιάδων Ῥώμης. Ταύτην δὲ λέγει ταῖς ἄλλαις Τρωάσι παρακελευσαμένην, κοινῇ μετʼ αὐτῶν ἐμπρῆσαι τὰ σκάφη, βαρυνομένην τῇ πλάνῃ. Ὁμολογεῖ δʼ αὐτῷ καὶ Δαμάστης ὁ Σιγειεὺς καὶ ἄλλοι τινές.
ΠΕΡΙ ΕΥΡΗΜΑΤΩΝ.
ΠΕΡΙ ΠΟΙΗΤΩΝ ΚΑΙ ΣΟΦΙΣΤΩΝ.
Ὁμήρου Βίος-ἀνώνυμος : Ἀναξιμένης καὶ Δαμάστης καὶ Πίνδαρος Χῖον τὸν Ὅμηρον ἀποφαίνονται καὶ Θεόκριτος· ὁ δὲ Δαμάστης καὶ δέκατον αὐτὸν ἀπὸ Μουσαίου φησὶ γεγονέναι.
Πρόκλος : Ἑλλάνικος καὶ Δαμάστης καὶ Φερεκύδης εἰς Ὀρφέα τὸ γένος παράγουσιν αὐτοῦ. Μαίονα γάρ φασι τὸν Ὁμήρου πατέρα, καὶ Δῖον τὸν Ἡσιόδου γενέσθαι Ἀπελλίδος, τοῦ Μελανωποῦ, τοῦ Ἐπιφραδέος, τοῦ Χαριφήμου, τοῦ Φιλοτερπέος, τοῦ Ἰδμονίδα, τοῦ Εὐκλέους, τοῦ Δωρίωνος, τοῦ Ὀρφέως. Γοργίας δʼ ὁ Λεοντῖνος εἰς Μουσαῖον αὐτὸν ἀνάγει.