ΜΑΚΕΔΟΝΙΚΑ.
Στέφανος ὁ Βυζάντιος : Ἀκεσαμενοί, πόλις Μακεδονίας, ὡς Θεαγένης. Κτίσμα Ἀκεσαμένου, ἑνὸς τῶν ἐν Πιερίᾳ βασιλευσάντων.
Στέφανος ὁ Βυζάντιος : Ἀλτός, χωρίον Θεσσαλονίκης, ὡς Θεαγένης ἐν Μακεδονίᾳ.
Στέφανος ὁ Βυζάντιος : Βάλλα, πόλις Μακεδονίας, ὡς Πέλλα, ὁ πολίτης Βαλλαῖος. Θεαγένης ἐν Μακεδονίᾳ· «Βαλλαίους μεταγαγὼν εἰς τὸν νῦν λεγόμενον Πύθιον τόπον.»
Στέφανος ὁ Βυζάντιος : Ἐλευθερίσκος, πόλις Μακεδονίας. Θεαγένης Μακεδονικοῖς.
Στέφανος ὁ Βυζάντιος : Κύδνα, πόλις Μακεδονίας, Θεαγένης ἐν Μακεδονικοῖς· ἣ κατὰ παραφθορὰν Πύδνα λέγεται.
Στέφανος ὁ Βυζάντιος : Λήτη, πόλις Μακεδονίας, ἀπὸ τοῦ πλησίον ἱδρυμένου Λητοῦς ἱεροῦ, ὡς Θεαγένης Μακεδονικοῖς.
Στέφανος ὁ Βυζάντιος : Μίεζα, πόλις Μακεδονίας, ἣ Στρυμόνιον ἐκαλεῖτο, ἀπὸ Μιέζης θυγατρὸς Βέρητος τοῦ Μακεδόνος, ὡς Θεαγένης ἐν Μακεδονικοῖς. Βέρης γὰρ τρεῖς ἐγέννησε, Μίεζαν, Βέροιαν, Ὄλγανον, ἀφʼ ὧν ποταμὸς ὁμώνυμος καὶ πόλις Βέροια καὶ τόπος Στρυμόνος.
Στέφανος ὁ Βυζάντιος : Μισητός, πόλις Μακεδονίας. Θ. Μακεδονικοῖς.
Στέφανος ὁ Βυζάντιος : Ὀλόβαγρα, πόλις Μακεδ. Θεαγ. Μακεδ.
Στέφανος ὁ Βυζάντιος : Ὀρέσται, Μολοσσικὸν ἔθνος ... Θεαγένης ἐν Μακεδονικοῖς φησιν, ὅτι ἐπεὶ ἀφείθη τῆς μανίας Ὀρέστης, φεύγων διὰ τὴν αἰδῶ μετὰ τῆς Ἑρμιόνης, εἰς ταύτην ἦλθε τὴν γῆν καὶ παῖδα ἔσχεν Ὀρέστην, οὗ ἄρξαντος ἐκλήθησαν Ὀρέσται· αὐτὸς δὲ ὑπὸ ἐχίδνης δηχθεὶς θνήσκει εἰς χωρίον τῆς Ἀρκαδίας, τὸ λεγόμενον Ὀρέστιον. Λέγεται καὶ θηλυκὸν Ὀρεστὶς καὶ Ὀρεστιὰς ὡσαύτως. Θεαγένης καὶ Διονύσιος δευτέρῳ Γιγαντιάδος.
Στέφανος ὁ Βυζάντιος : Παλλήνη, πόλις Θρᾴκης, ἀπὸ Παλλήνης τῆς Σίθωνος μὲν θυγατρὸς, Κλείτου δὲ γυναικὸς, ὡς Ἡγήσιππος ἐν τοῖς Παλληνιακοῖς. Παλλήνη δʼ ἐστὶ χερρόνησος τρίγωνος, τὴν βάσιν ἔχουσα πρὸς μεσημβρίαν ἐστραμμένην. Ἐκαλεῖτο δὲ Φλέγρα τὸ παλαιὸν καὶ ᾠκεῖτο ὑπὸ τῶν γιγάντων· καὶ ἡ τῶν θεῶν καὶ τῶν γιγάντων μάχη ἐνταῦθα μυθεύεται γενέσθαι. Θεαγένης ἐν Μακεδονικοῖς.
Στέφανος ὁ Βυζάντιος : Παρθενόπολις, Μακεδονίας πόλις, ἀπὸ τῶν θυγατέρων Γεραιστοῦ τοῦ Μύγδονος παιδός, ὡς Θεαγένης ἐν Μακεδονικοῖς· «Ἀπὸ δὲ τῶν θυγατέρων διὰ τὸ ἄγροικον αὐτῶν τῆς διαίτης καὶ τὸ ἄμικτον ἔκτισε πόλιν, ἥτις ἔτι καὶ νῦν διʼ ἐκείνας Παρθενόπολις κέκληται.»
Στέφανος ὁ Βυζάντιος : Σκύδρα, Μακεδονικὴ πόλις, ὡς Θεαγένης ἐν Μακεδονικοῖς.
Στέφανος ὁ Βυζάντιος : Τίρσαι, πόλις Μυγδονίας τῆς ἐν Μακεδονίᾳ, ἀπὸ Τίρσης, μιᾶς τῶν γυναικῶν τοῦ παιδὸς Μύγδονος, ὡς Θεαγένης φησί.
Στέφανος ὁ Βυζάντιος : Φύσκος, πόλις Λοκρίδος .... Ἔστι καὶ ἑτέρα Φύσκος πόλις τῆς Καρίας .... Ἔστι καὶ ἄλλη Μακεδονίας, ἧς μέμνηται Θεαγένης ἐν Μακεδονικοῖς.
ΚΑΡΙΚΑ.
Στέφανος ὁ Βυζάντιος : Κασταλία, πόλις Κιλικίας. Θεαγένης ἐν Καρικοῖς.
ΠΕΡΙ ΑΙΓΙΝΗΣ.
Πινδαρικὴ ὑπόμνησις : Θεογένης δὲ ἐν τῷ Περὶ Αἰγίνης οὕτω γράφει· «Ἄλλοι δέ τινες πιθανώτερον ἐξηγοῦνται περὶ τούτων. Ὀλιγανθρωπούσης γὰρ τῆς νήσου φασὶ τοὺς ἐνοικοῦντας αὐτὴν ἐν σπηλαίοις καταγείοις διαιτᾶσθαι παντελῶς ἀκατασκεύους ὄντας, καὶ τοὺς μὲν γινομένους καρποὺς εἰς ταῦτα καταφέρειν, τὴν δὲ ἐκ τούτων ὀρυττομένην γῆν ἐπὶ τὰ γεώργια ἀναφέρειν, οὔσης ἐπιεικῶς ὑπάντρου καὶ ὑποπέτρου τῆς νήσου, μάλιστα δὲ τῶν πεδινῶν τόπων αὐτῆς. Διόπερ ἀφομοιούντων αὐτοὺς, ὡς εἶδον ταῦτα πράττοντας, τῶν ἔξωθεν ἐρχομένων μύρμηξι, Μυρμιδόνας κληθῆναι· μεθʼ ὧν συνοικίσαντα τὸν Αἰακὸν τοὺς ἐκ Πελοποννήσου μεθʼ ἑαυτοῦ παραγινομένους ἐξημερῶσαί τε καὶ νόμους δοῦναι καὶ σύνταξιν πολιτικὴν, ᾗ χρησαμένους αὐτοὺς παντελῶς δοκεῖν ἐκ μυρμήκων γενέσθαι ἀνθρώπους.»
Πλατωνικὴ ὑπόμνησις : Κατεκλήρωσε δὲ καὶ τὴν Αἴγιναν, ὡς Θεογένης ἐν τῷ Περὶ Αἰγίνης.