eul_wid: swk-ai
Λιβανίου ἜργαWorks of Libanius
Libanius of Antioch Works of Libanius PDF
| Char t [5] | Ἐπιστολιμαῖοι χαρακτῆρες. Ὁ μὲν ἐπισταλτικὸς χαρακτὴρ ποικίλος τε καὶ πολυσχιδὴς ὑπάρχει, ὅθεν τῷ γράφειν βουλομένῳ προσήκει μὴ ἁπλῶς μηδ’ ὡς ἔτυχεν ἐπιστέλλειν, ἀλλὰ σὺν ἀκριβείᾳ πολλῇ καὶ τέχνῃ· ἄριστα δ’ ἄν τις ἐπιστεῖλαι δυνηθείη, εἰ γνοίη, τί τέ ἐστιν ἐπιστολὴ καὶ τί λέγειν ὅλως ἐν αὐτῇ θέμις καὶ εἰς πόσας προσηγορίας διαιρεῖται. |
| Char 2 | Ἐπιστολὴ μὲν οὖν ἐστιν ὁμιλία τις ἐγγράμματος ἀπόντος πρὸς ἀπόντα γινομένη καὶ χρειώδη σκοπὸν ἐκπληροῦσα, ἐρεῖ δέ τις ἐν αὐτῇ ὥσπερ παρών τις πρὸς παρόντα. διαιρεῖται δὲ εἰς συχνάς τε καὶ παμπόλλους προσηγορίας. |
| Char 3 [10] | οὐ γὰρ ἐπειδὴ ἐπιστολὴ προσαγορεύεται ἑνικῷ ὀνόματι, ἤδη καὶ πασῶν τῶν κατὰ τὸν βίον φερομένων ἐπιστολῶν εἷς τίς ἐστι χαρακτὴρ καὶ μία προσηγορία, ἀλλὰ διάφοροι, καθὼς ἔφην. Εἰσὶ δὲ πᾶσαι αἱ προσηγορίαι αἷς ὁ ἐπιστολιμαῖος ὑποβάλλεται χαρακτήρ, αἵδε· αʹ παραινετική, βʹ μεμπτική, γʹ παρακλητική, δʹ συστατική, εʹ εἰρωνική, ϛʹ εὐχαριστική, ζʹ φιλική, ηʹ εὐκτική, θʹ ἀπειλητική, ιʹ ἀπαρνητική, ιαʹ παραγγελματική, ιβʹ μεταμελητική, ιγʹ ὀνειδιστική, ιδʹ συμπαθητική, ιεʹ θεραπευτική, ιϛʹ συγχαρητική, ιζʹ παραλογιστική, ιηʹ ἀντεγκληματική, ιθʹ ἀντεπισταλτική, κʹ παροξυντική, καʹ παραμυθητική, κβʹ ὑβριστική, κγʹ ἀπαγγελτική, κδʹ σχετλιαστική, κεʹ πρεσβευτική, κϛʹ ἐπαινετική, κζʹ διδασκαλική, κηʹ ἐλεγκτική, κθʹ διαβλητική, λʹ ἐπιτιμητική, λαʹ ἐρωτηματική, λβʹ παραθαρρυντική, λγʹ ἀναθετική, λδʹ ἀποφαντική, λεʹ σκωπτική, λϛʹ μετριαστική, λζʹ αἰνιγματική, ληʹ ὑπομνηστική, λθʹ λυπητική, μʹ ἐρωτική, μαʹ μικτή. |
| Char 5 [10] | Παραινετικὴ μὲν οὖν ἐστι δι’ ἧς παραινοῦμέν τινι προτρέποντες αὐτὸν ἐπί τι ὁρμῆσαι ἢ καὶ ἀφέξεσθαί τινος. ἡ παραίνεσις δὲ εἰς δύο διαιρεῖται, εἴς τε προτροπὴν καὶ ἀποτροπήν. ταύτην δέ τινες καὶ συμβουλευτικὴν εἶπον οὐκ εὖ, παραίνεσις γὰρ συμβουλῆς διαφέρει. παραίνεσις μὲν γάρ ἐστι λόγος παραινετικὸς ἀντίρρησιν οὐκ ἐπιδεχόμενος, οἷον ὡς εἴ τις εἴποι, ὅτι δεῖ τὸ θεῖον τιμᾶν· οὐδεὶς γὰρ ἐναντιοῦται τῇ παραινέσει ταύτῃ μὴ πρότερον μανείς· συμβουλὴ δ’ ἐστὶ λόγος συμβουλευτικὸς ἀντίρρησιν ἐπιδεχόμενος, οἷον ὡς εἴ τις εἴποι, ὅτι δεῖ πολεμεῖν, πολλὰ γάρ ἐστι τὰ ἐκ πολέμου κέρδη, ἕτερος δέ τις ἂν ἀντείποι, ὡς οὐ δεῖ πολεμεῖν, πολλὰ γάρ ἐστι τὰ ἐκ πολέμου συμβαίνοντα, οἷον ἧττα, αἰχμαλωσία, πληγαί, πολλάκις καὶ πόλεως κατασκαφή. Μεμπτικὴ δ’ ἐστὶ δι’ ἧς μεμφόμεθά τινα. |
| Char 7 | παρακλητικὴ δι’ ἧς ἀξιοῦμέν τινα διά τι πρᾶγμα. συστατικὴ δι’ ἧς συνιστῶμέν τινα παρά τινι. |
| Char 8 | ἡ δ’ αὐτὴ καὶ παραθετικὴ καλεῖται. εἰρωνικὴ δι’ ἧς ἐπαινοῦμέν τινα ἐν ὑποκρίσει περὶ τὴν ἀρχήν, ἐπὶ τέλει δὲ τὸν ἑαυτῶν σκοπὸν ἐμφαίνομεν, ὡς τὰ ῥηθέντα καθ’ ὑπόκρισιν εἰρήκαμεν. |
| Char 10 | εὐχαριστικὴ δι’ ἧς χάριν γινώσκομέν τινι διά τι. φιλικὴ δι’ ἧς φιλίαν ψιλὴν ἐμφαίνομεν μόνον. |
| Char 12 | εὐκτικὴ δι’ ἧς τυχεῖν τινος εὐχόμεθα. ἀπειλητικὴ δι’ ἧς ἀπειλοῦμέν τινι. |
| Char 14 | ἀπαρνητικὴ δι’ ἧς ἀπαρνούμενοί τι φαινόμεθα. παραγγελματικὴ δι’ ἧς παραγγέλλομέν τινι περί τινος. |
| Char 15 | αὕτη δὲ καὶ μαρτυρικὴ καλεῖται. μεταμελητικὴ δι’ ἧς δοκοῦμεν μεταγινώσκειν ἐφ’ οἷς ὑπεσχόμεθά τινι ἢ καὶ ἐφ’ οἷς ἐδόξαμεν ἐσφάλθαι. |
| Char 17 | ὀνειδιστικὴ δι’ ἧς ὀνειδίζομέν τινα ἐφ’ οἷς ὑφ’ ἡμῶν πέπονθε καλῶς, εἰ ἀμνημονεῖ. συμπαθητικὴ δι’ ἧς δοκοῦμέν τινι συμπάσχειν ἐφ’ οἷς ὑπέστη κακοῖς. |
| Char 19 | θεραπευτικὴ δι’ ἧς θεραπεύομέν τινα λυπηθέντα πρὸς ἡμᾶς περί τινος. ταύτην δὲ καὶ ἀπολογητικήν τινες καλοῦσιν. συγχαρητικὴ δι’ ἧς συγχαίρομέν τινι εὖ πράττοντι. |
| Char 21 | παραλογιστικὴ δι’ ἧς ὑπερφρονοῦμέν τινος ὡς εὐτελοῦς. ἀντεγκληματικὴ δι’ ἧς ἐγκαλούμενοι ἀντεγκαλοῦμέν τινι τὸ ἐπιφερόμενον ἡμῖν ἔγκλημα περιτρέποντες τῷ ἐγκαλοῦντι. |
| Char 23 | ἀντεπισταλτικὴ δι’ ἧς πρὸς τὰ γραφέντα ἡμῖν ἐπιστέλλομεν. παροξυντικὴ δι’ ἧς ἐρεθίζομέν τινα καὶ παροξύνομεν πρὸς τὴν κατά τινος μάχην. |
| Char 25 | παραμυθητικὴ δι’ ἧς παραμυθούμεθά τινα ἐπὶ τοῖς συμβᾶσιν αὐτῷ λυπηροῖς. ὑβριστικὴ δι’ ἧς ὑβρίζομέν τινα διά τι. |
| Char 27 | ἀπαγγελτικὴ δι’ ἧς ἀπαγγέλλομέν τι τῶν συμβάντων πραγμάτων. σχετλιαστικὴ δι’ ἧς σχετλιάζοντές τε καὶ ὀδυρόμενοι φαινόμεθα. |
| Char 29 | πρεσβευτικὴ δι’ ἧς πρεσβεύομεν περί τινος. ἐπαινετικὴ δι’ ἧς ἐπαινοῦμέν τινα ἐπ’ ἀρετῇ τινι διαπρέποντα. |
| Char 30 [5] | χρὴ δὲ γινώσκειν ὡς ἔπαινος ἐγκωμίου διαφέρει. ἔπαινος μὲν γάρ ἐστι λόγος ἐπαινετικὸς μίαν πρᾶξιν ἐπαινῶν, ἐγκώμιον δὲ λόγος ἐγκωμιαστικὸς πολλὰς ἐν ἑαυτῷ πράξεις περιλαμβάνων. ἡ οὖν ἐπιστολὴ ἡ μίαν πρᾶξιν ἐπαινοῦσά τινος ἐπαινετικὴ καλεῖται, ἡ δὲ πολλὰς ἐγκωμιαστική. διδασκαλικὴ δι’ ἧς διδάσκομέν τινα περί τινος. |
| Char 32 | ἐλεγκτικὴ δι’ ἧς ἐλέγχομέν τινα ἀρνούμενον πρᾶξίν τινα πραχθεῖσαν αὐτῷ ἢ λόγον λεχθέντα. διαβλητικὴ δι’ ἧς διαβάλλομέν τινα ἐφ’ οἷς ἔπραξεν. |
| Char 34 | ἐπιτιμητικὴ δι’ ἧς ἐπιτιμῶμέν τινι ἐφ’ οἷς ἀσέμνως πράττει. ἐρωτηματικὴ δι’ ἧς ἐρωτῶμέν τινα περί τινος ἀγνοοῦντες ἐπὶ τῷ τὴν ἐπιστήμην εὐτυχῆσαι παρ’ αὐτοῦ τοῦ ζητουμένου. |
| Char 36 | παραθαρρυντικὴ δι’ ἧς παραθαρρύνομέν τινα καὶ ἄφοβον καθιστῶμεν. ἀναθετικὴ δι’ ἧς τὴν ἑαυτῶν γνώμην ἀνατιθέμεθά τινι τῶν φίλων συμβουλῆς παρ’ αὐτοῦ δεόμενοι. |
| Char 38 | ἀποφαντικὴ δι’ ἧς ἀποφαινόμεθα καὶ ἀπότομον κρίσιν ἐκφέρομεν κατά τινος. σκωπτικὴ δι’ ἧς σκώπτομέν τινα ἐπί τινι. |
| Char 40 | μετριαστικὴ δι’ ἧς μετριάζομέν τι καὶ ταπεινοφρονοῦμεν. αἰνιγματικὴ δι’ ἧς ἄλλα μέν τινα λέγεται, ἄλλα δὲ νοεῖται. |
| Char 42 | ὑπομνηστικὴ δι’ ἧς δοκοῦμέν τινα τοῦ ζητουμένου πράγματος ἡμῖν ὑπομιμνήσκειν τὸν σκοπὸν ἡμῶν ἐν αὐτῇ χαράττοντες. λυπητικὴ δι’ ἧς ἐμφαίνομεν ἑαυτοὺς λυπουμένους. |
| Char 44 | ἐρωτικὴ δι’ ἧς ἐρωτικοὺς πρὸς τὰς ἐρωμένας προσφερόμεθα λόγους. μικτὴ δὲ ἣν ἐκ διαφόρων χαρακτήρων συνιστῶμεν. |
| Char 46 [5] | Αὗται μὲν οὖν εἰσιν αἱ προσηγορίαι πᾶσαι εἰς ἃς ἡ ἐπιστολὴ διαιρεῖται. δεῖ δὲ τὸν ἀκριβῶς ἐπιστέλλειν ἐθέλοντα μὴ μόνον τῇ τῆς ὑποθέσεως μεθόδῳ χρῆσθαι, ἀλλὰ καὶ φράσεως ἀρετῇ τὴν ἐπιστολὴν κατακοσμεῖν καὶ ἀττικίζειν μὲν μετρίως, μὴ μέντοι πέρα τοῦ προσήκοντος κομψολογίᾳ χρῆσθαι. ἡ γὰρ ὑπὲρ τὸ δέον ὑψηγορία καὶ τὸ ταύτης ὑπέρογκον καὶ τὸ ὑπεραττικίζειν ἀλλότριον τοῦ τῶν ἐπιστολῶν καθέστηκε χαρακτῆρος, ὡς πάντες οἱ παλαιοὶ μαρτυροῦσι, Φιλόστρατος δὲ ὁ Λήμνιος μάλιστά φησι· δεῖ γὰρ τὴν τῆς ἐπιστολῆς φράσιν τῆς μὲν συνηθείας ἀττικωτέραν εἶνα ι , τοῦ δὲ ἀττικισμοῦ συνηθεστέραν καὶ μήτε λίαν ὑψηλὴν μήτε ταπεινὴν ἄγα ν , ἀλλὰ μέσην τιν ά . |
| Char 48 [5] | κοσμεῖν δὲ δεῖ τὴν ἐπιστολὴν σαφηνείᾳ τε μάλιστα καὶ συντομίᾳ μεμετρημένῃ καὶ ἀρχαϊσμῷ λέξεων. σαφήνεια γὰρ ἀγαθὴ μὲν ἡγεμὼν παντὸς λόγο υ , μάλιστα δὲ ἐπιστολῆ ς . χρὴ μέντοι μήτε συντομίᾳ σαφήνειαν διαφθείρειν μήτε σαφηνείας φροντίζοντα ληρεῖν ἀμέτρως, ἀλλὰ τοῦ συμμέτρου στοχάζεσθαι τοὺς ἀκριβεῖς τοξότας μιμούμενον. |
| Char 49 [5] | ὥσπερ γὰρ οὔτε τὸ πολὺ τὸν προκείμενον τοῖς τοξόταις σκοπὸν παρέρχεσθαι οὔτε τὸ ἐντὸς τοῦ σκοποῦ τοξεύειν καὶ πολὺ τοῦ προσήκοντος ἀποδεῖν ἀνδρός ἐστιν εὐφυοῦς τε καὶ στοχαστικοῦ, ἀλλὰ μόνου τοῦ συμμέτρως στοχαζομένου τοῦ σκοποῦ καὶ τοῦτον βάλλοντος, οὕτως οὔτε τὸ πέρα τοῦ προσήκοντος ληρεῖν οὔτε τὸ βραχυλογίαν ἀσπάζεσθαι δι’ ἀπορίαν καὶ τὸ σαφὲς ἐπικρύπτειν τῶν ἐπιστάλσεων ἀνδρός ἐστι λογίου, ἀλλὰ μόνου τοῦ μετ’ εὐφραδείας τῆς συμμετρίας στοχαζομένου καὶ τὸ λεγόμενον καλῶς σαφηνίζοντος. τὸ μὲν οὖν μέγεθος τῆς ἐπιστολῆς ὡς πρὸς τὰ πράγματα, καὶ οὐ πάντως τὸ πλῆθος καθάπερ κακίαν ἀτιμάζειν καλόν, ἀλλὰ δεῖ καί τινας ἐπιστολὰς ἀπομηκύνειν ἐν καιρῷ πρὸς τὴν ἀπαιτοῦσαν χρείαν, πληρώσει δὲ τὴν εἰς ἐπιστολὰς χάριν ἱστοριῶν τε καὶ μύθων μνήμη καὶ παλαιῶν συγγραμμάτων καὶ παροιμιῶν εὐστόχων καὶ φιλοσόφων δογμάτων χρῆσις, οὐ μέντοι γε ταύτην διαλεκτικῶς προσακτέον. |
| Char 51 [10] | Τοσαῦτα μὲν περὶ ἐπιστολιμαίου χαρακτῆρος εἰρηκὼς καὶ τοῖς λεχθεῖσιν ἀρκεῖσθαι κρίνας τοὺς συνετοὺς ὑπογράψομαι καὶ τὰς ἐπιστολὰς ἑκάστῃ οἰκείαν ἁρμόσας προσηγορίαν. προσήκει μέντοι τῷ γράφειν βουλομένῳ πρὸς τοῦ κατὰ τὴν ἐπίσταλσιν χαρακτῆρος μὴ ληρεῖν μήτε μὴν ἐπιθέτοις ὀνόμασι χρῆσθαι, ὡς ἂν μὴ κολακεία τις καὶ δυσγένεια προσῇ τῷ γράμματι, ἀλλ’ οὕτως ἀπάρχεσθαι· ὁ δεῖνα τῷ δεῖνι χαίρει ν . οὕτω γὰρ ἅπαντες οἱ ἐπὶ σοφίᾳ τε καὶ λόγοις διαπρέψαντες παλαιοὶ φαίνονται πεποιηκότες καὶ δεῖ τὸν ἐκείνων ζηλωτὴν βουλόμενον γίνεσθαι κατόπιν αὐτῶν βαίνειν. εἰσὶ δὲ αἱ προταγεῖσαι ἐπιστολαὶ αὗται. Παραινετικ ή . |
| Char 52 | Ζηλωτὴς ἀεί, βέλτιστε, γενοῦ τῶν ἐναρέτων ἀνδρῶν. κρεῖττον γάρ ἐστι τοὺς ἀγαθοὺς ζηλοῦντα καλὸν ἀκούειν ἢ φαύλοις ἑπόμενον ἐπονείδιστον εἶναι τοῖς πᾶσιν. Μεμπτικ ή . |
| Char 53 | Οὐ καλῶς ἔδρασας τοὺς εὖ ποιήσαντας ἀδικήσας. δέδωκας γὰρ ἄλλοις κακίας παράδειγμα τοὺς εὐεργέτας ὑβρίζων. Παρακλητικ ή . |
| Char 54 [5] | Καὶ πάλαι μὲν ἠξίωσα τὴν σὴν ἱερὰν διάθεσιν καὶ νῦν δὲ ἀξιῶ τυχεῖν τοῦδε τοῦ πράγματος καὶ εὖ οἶδ’ ὅτι τεύξομαι. δίκαιον γάρ ἐστι τοὺς γνησίους φίλους τυγχάνειν τῶν αἰτήσεων, ὅταν αὗται μὴ πονηραὶ πεφύκωσι, μάλιστα. Συστατικ ή . |
| Char 55 | Τὸν τιμιώτατον καὶ περισπούδαστον ἄνδρα τόνδε δεξάμενος ξενίσαι μὴ κατοκνήσῃς σεαυτῷ πρέποντα πράττων κἀμοὶ κεχαρισμένα. Εἰρωνικ ή . |
| Char 56 [5] | Λίαν ἄγαμαι τὴν σὴν ἐπιείκειαν, ὅτι οὕτω ταχέως μεταβάλλῃ ἀπ’ εὐνομίας εἰς τὸ ἐναντίον, ὀκνῶ γὰρ εἰπεῖν εἰς μοχθηρίαν. ὡς δὲ ἔοικεν, οὐ τοὺς ἐχθροὺς φίλους ποιεῖν παρεσκεύασαι, ἀλλὰ τοὺς φίλους ἐχθρούς. τὸ γὰρ δρᾶμα δέδειχεν ὡς καὶ φίλων ἀνάξιον καὶ τῆς σῆς παροινίας ἐπάξιον. Εὐχαριστικ ή . |
| Char 57 | Πολλῶν μὲν καὶ ἄλλων ἀγαθῶν ἕνεκα χάριν γινώσκω τῇ σῇ καλοκἀγαθίᾳ, μάλιστα δὲ τοῦδε τοῦ πράγματος ἐφ’ ᾧ με τῶν ἄλλων ὑπὲρ ἁπάντων ὠφέλησας πλεῖον. Φιλικ ή . |
| Char 58 | Γνησίων εὐπορήσας γραμματηφόρων ἐσπούδασα τὴν σὴν ἀγχίνοιαν προσειπεῖν. ὅσιον γὰρ ὑπάρχει τοὺς γνησίους φίλους παρόντας μὲν τιμᾶν, ἀπόντας δὲ προσερεῖν. Εὐκτικ ή . |
| Char 59 | Εἴθε μοι τὸ θεῖον παράσχοι τὴν σὴν ἱερὰν θεάσασθαι μορφήν, ἧς ἀπολαῦσαι πάλαι ἐλπίζω διηνεκῶς εὐχὰς ὑπὲρ τούτου ποιούμενος τῷ κρείττονι. Ἀπειλητικ ή . |
| Char 60 | Εὖξαι πάσῃ ψυχῇ καὶ παντὶ σθένει μὴ παραγένωμαι. ἐὰν γὰρ παραγένωμαι, πολλῶν πειραθήσῃ κακῶν, ὧν οὐκ ἤλπισάς ποτε δέξασθαι πεῖραν. Ἀπαρνητικ ή . |
| Char 61 [5] | Οὐδὲν εἴργασμαι, βέλτιστε ἀνδρῶν, ὧν ἀκηκοὼς ἐγκαλεῖς μοι δεινῶν. ὅθεν μηδὲν φαῦλον φρόνει περὶ ἐμοῦ. οὐ γὰρ θέμις διαβολῇ πιστεύειν καὶ φήμῃ ματαίᾳ μηδὲν ὑγιὲς λεγούσῃ. διαβολὴ γὰρ μήτηρ ἐστὶ πολέμου. Παραγγελματικ ή . |
| Char 62 | Πολλάκις ἠδίκησας τὸν ἡμέτερον γεωργὸν ὡς μὴ γινώσκων εἰς ἡμᾶς ἀνατρέχουσαν τὴν ὕβριν. ἀλλὰ παῦσαι τοῦ λοιποῦ, μή σε καὶ τῆς προτέρας ἀδικίας δίκην εἰσπραξώμεθα. Μεταμελητικ ή . |
| Char 63 [5] | Οἶδα καὶ σφαλείς, ὡς κακῶς διεπραξάμην. διὸ μεταγνοὺς ἐπὶ τῷ σφάλματι συγγνώμην αἰτῶ. ἧς μεταδοῦναί μοι μὴ κατοκνήσῃς. δίκαιον γάρ ἐστι συγγινώσκειν πταίουσι τοῖς φίλοις, ὅτε μάλιστα καὶ ἀξιοῦσι συγγνώμης τυχεῖν. Ὀνειδιστικ ή . |
| Char 64 [5] | Πολλὰ καλὰ πέπονθας ὑφ’ ἡμῶν καὶ θαυμάζω καθ’ ὑπερβολήν, πῶς οὐδενὸς τούτων μνείαν ποιεῖς, ἀλλὰ κακῶς ἡμᾶς λέγεις, ὅπερ ἐστὶν ἀχαρίστου γνώμης. οἱ γὰρ ἀχάριστοι τῶν καλῶν ἀμνημονοῦσι καὶ τοὺς εὐεργέτας ὡς ἐχθροὺς κακῶς ἐπὶ τούτοις διατίθενται. Συμπαθητικ ή . |
| Char 65 | Σφόδρα κατὰ ψυχὴν ἠχθέσθην ἀκηκοὼς περί τινων συμβάντων σοι δεινῶν καὶ τὸ θεῖον ἱκέτευσα τούτων ἐλεύθερόν σε καταστῆσαι. φίλων γάρ ἐστιν εὔχεσθαι τοὺς φίλους ἀεὶ κακῶν ἐλευθέρους ὁρᾶν. Θεραπευτικ ή . |
| Char 66 [5] | Ἐγὼ μὲν ἐφ’ οἷς εἶπον λόγοις μετῆλθον ἔργῳ, τὸ γὰρ σύνολον οὐκ ἐνόμιζόν σέ ποτε λυπηθήσεσθαι· εἰ δ’ ἐπὶ τοῖς λεχθεῖσιν ἢ πραχθεῖσιν ἠχθέσθης, ἴσθι, κράτιστε ἀνδρῶν, ὡς οὐκέτι τῶν ῥηθέντων λόγον ὅλως ποτὲ ποιήσομαι. σκοπὸς γάρ μοι θεραπεύειν ἀεὶ τοὺς φίλους ἐστὶν ἤπερ λυπεῖν. Συγχαρητικ ή . |
| Char 67 | Συγχαίρω σοι λίαν ἐφ’ οἷς ἀγωνισάμενος εὐδοκίμησας εἰς τοσοῦτον ὡς καὶ γραφῇ τιμηθῆναι. συγχαίρειν γὰρ χρὴ τοῖς φίλοις εὖ πράττουσιν ὡς καὶ συναλγεῖν λυπουμένοις. Παραλογιστικ ή . |
| Char 68 [5] | Εἰ καὶ μέγας τις ἦσθα καὶ τῶν ἐπὶ δυνάμει βοωμένων εἷς, ἐν οὐδενί σε μέτρῳ τὸ παράπαν ἂν περιεπτυξάμην. πολὺ δέ γε μᾶλλόν σε νῦν οὐ προσποιοῦμαι διὰ τὴν ἀσθένειάν σου. οὐδὲν γάρ με λυπεῖς οὐ δι’ ἀρετὴν τοῦ μὴ θέλειν ἀδικεῖν, ἀλλὰ τῷ δυνάμεως ἀπορεῖν. Ἀντεγκληματικ ή . |
| Char 69 [5] | Τί ἐγκαλεῖς ἡμῖν ὡς αἰτίοις σοι γενομένοις συμφορᾶς καὶ οὐκ ἐγκαλεῖς σεαυτῷ τῷ κακώσαντι τὰ καθ’ ἡμᾶς; σὺ γὰρ ἡμῖν αἴτιος γέγονας ἀπείρων κακῶν ὁ καὶ πολλοὺς ἄλλους λυπήσας καὶ οὐχ ἡμεῖς σοὶ οἱ μηδένα τὸ παράπαν ἠδικηκότες ποτέ. Ἀντεπισταλτικ ή . |
| Char 70 | Δεξάμενος τὰ γράμματα τῆς σῆς γνησιότητος καὶ γνοὺς δι’ αὐτῶν ὡς ἐν εὐπραγίᾳ διάγεις, λίαν ἥσθην. δι’ εὐχῆς γὰρ ἔχω τοὺς φίλους εὖ πράττειν ἀεί. Παροξυντικ ή . |
| Char 71 [5] | Εἰ πόρρω τυγχάνων ἐγὼ τοῦ κακοδαίμονος Διοκλέους λίαν ἄχθομαι, καθὸ κακῶς σε πανταχοῦ γῆς διατίθεται, πολύ γε μᾶλλον σὺ τῆς εἰς σὲ λοιδορίας χάριν ὤφελες ἀμύνασθαι. καλὸν γάρ ἐστι τοὺς πονηροὺς μείζοσιν ὧν ἀδικοῦσι περιβάλλειν κακοῖς καὶ τὰς πολλὰς ἐπιστομίζειν φλυαρίας. Παραμυθητική . |
| Char 72 | .. Ὑβριστικ ή . |
| Char 73 | Εἰ καλὸς ἦσθα, πολλοὺς ἂν εἶχες φίλους γνησίους· νῦν δ’ ἐπειδὴ φαῦλος ἔφυς, εἰκότως οὐδένα κέκτησαι φίλον. ἕκαστος γὰρ τῶν ἐμφρόνων ἀνδρῶν σπουδὴν ποιεῖται τὸν ἄτοπον φεύγειν ἀεί. Ἀπαγγελτικ ή . |
| Char 74 | Πολλὰ δεινὰ τῇ νῦν ὑφ’ ἡμῶν οἰκουμένῃ συμβέβηκε πόλει. πολέμου γὰρ αὐτὴν ἐμφυλίου κατειληφότος τὸ πλεῖστον αὐτῆς ἐξηφανίσθη ὡς μηδὲν διαφέρειν τῆς Σκυθῶν ἐρημίας. Σχετλιαστικ ή . |
| Char 75 | Ὦ πόσων ἡμῖν κακῶν αἴτιος γέγονεν ἡ συντυχία τοῦ κακοδαίμονος Ἑρμογένους, ὦ πόσαις συμφοραῖς καὶ δεινοῖς ἡμᾶς περιέβαλε. κρεῖττον γὰρ ἡμῖν τῷ Πλούτωνι ξυντυχεῖν ἢ τῷ τοῖς θεοῖς ἐχθρῷ. Πρεσβευτικ ή . |
| Char 76 [5] | Ἀεὶ τῶν δωρεῶν τῆς ὑμετέρας κηδεμονίας ἀπελαύομεν. ὅθεν καὶ νῦν, ἀγαθοί, διὰ τῶνδε τῶν πρεσβειῶν ἀξιοῦμεν τοῦδε τοῦ πράγματος τυχεῖν, ὃ συνήθως ἀξιοῦσιν ἐχαρίσασθε. ἐν τούτῳ οὖν τὸ μεγαλόψυχον τῆς ὑμετέρας ἀρετῆς ἐπιδεῖξαι δυσωπήθητε. Ἐπαινετικ ή . |
| Char 77 | Ἀγχίνουν ὄντα σε καθ’ ὑπερβολὴν καὶ σφόδρα συνετὸν ἐπαινῶ καὶ τιμῶ. πρέπει γὰρ τοὺς θείους ἄνδρας μὴ μόνον ἐπαινεῖν, ἀλλὰ καὶ τιμᾶν. Διδασκαλικ ή . |
| Char 78 [5] | Μὴ νόμιζε τῶν συμβάντων σοι δεινῶν αἴτιον τὸ θεῖον γεγενῆσθαι. πανταχοῦ γὰρ τὸ θεῖον ἐλεύθερον κακῶν ὑπάρχει. τὸ γὰρ τοῖς ἄλλοις φεύγειν τὰ κακὰ παρακελευόμενον οὐκ ἂν αἴτιόν ποτέ τινι κακίας γένοιτο. Ἐλεγκτικ ή . |
| Char 79 [5] | Οὐ λέληθας τόδε τὸ πρᾶγμα διαπραξάμενος. πολλοὺς γὰρ ἔχεις ἐλέγχους κἂν ἀρνῇ, καὶ μάλιστα τοὺς συνίστοράς σοι γεγονότας καὶ τῆς αὐτῆς σοι κεκοινωνηκότας πράξεως. ὅθεν μηδὲ τὴν τιμωρίαν ἔλπιζε διαφεύξεσθαι. Διαβλητικ ή . |
| Char 80 [5] | Πολλῶν μοι κακῶν αἴτιος γέγονεν ὁ δεῖνα φαῦλος ἄγαν ὢν τὸν τρόπον. ὑποδὺς γάρ με καθάπερ φίλος καὶ πολλὰ καλὰ ὑπ’ ἐμοῦ πεπονθὼς καὶ μὴ δυνηθεὶς τοῖς ἴσοις ἀμείψασθαι διὰ τὸ καλῶν ἀπορεῖν μεγίστοις περιέβαλε κακοῖς. φυλάττου γοῦν τοῦτον, μὴ καὶ σὺ τῶν ὁμοίων ὑπ’ αὐτοῦ πειραθῇς δεινῶν. Ἐπιτιμητικ ή . |
| Char 81 | Αἰδέσθητι λοιπὸν ἐφ’ οἷς ἁμαρτάνεις καὶ παῦσαι τοῦ πλημμελεῖν καὶ μὴ μελέτην ἁμαρτημάτων τὸν σὸν βίον ποιοῦ. σοῦ γὰρ ἕνεκεν ἡμεῖς αἰσχυνόμεθα. Ἐρωτηματικ ή . |
| Char 82 [5] | Πολλὴν ζήτησιν εἰσενεγκάμενος περὶ τόδε τὸ κεφάλαιον καὶ μὴ κατειληφὼς αὐτοῦ τὴν εὕρεσιν δίκαιον ἡγησάμην διὰ τοῦδε τοῦ πρὸς ὑμᾶς ἐρωτηματικοῦ ῥήματος τὴν ἐπιστήμην τοῦ ζητουμένου παρ’ ὑμῶν εὐτυχῆσαι. λοιπὸν ἀξιοῦντι μηδαμῶς ἀποκνήσητε παρασχέσθαι τὴν χάριν καὶ ἐπιστῆσαι τὸ ζητούμενον. Παραθαρρυντικ ή . |
| Char 83 | Ἄφοβος ἔσο τὸ παράπαν, ἔχου δὲ σεμνῶς πολιτευόμενος διὰ τὸ τὸ θεῖον ἔχειν εὐμενές. πανταχοῦ γὰρ τὸ θεῖον τῷ ὀρθῶς βιοῦντι παρίσταται. Ἀναθετικ ή . |
| Char 84 [5] | Δέδοκταί μοι τόδε τὸ πρᾶγμα διαπράξασθαι; διὸ καὶ τὴν ἐμαυτοῦ βουλὴν ἀνατίθεμαί σοι. ὅθεν τὸ συμφέρον σκοπήσας ἐπίστειλον τὸ πρακτέον. ποθῶ γὰρ ἀεὶ παρὰ τῶν ἐμφρόνων δέχεσθαι γνώμας. αἱ γὰρ ἄρισται τῶν φίλων συμβουλίαι καλλίστας ἔχουσι τὰς εὐεργεσίας. Ἀποφαντικ ή . |
| Char 85 [5] | Τὸν ἐμὸν οἰκέτην ἐβουλευσάμην τιμωρήσασθαι δι’ ἥν μοι κατεσκεύασεν ἐπιβουλήν. ὅθεν μή μοι παρακλήσεις προσάγειν περὶ αὐτοῦ πειρῶ. ἀδύνατον γάρ ἐστι μὴ τὴν ἐμαυτοῦ βουλὴν εἰς πέρας ἄξειν καὶ τοῦτον πάντη τε καὶ πάντως κολάσαι. Σκωπτικ ή . |
| Char 86 | Κίλικα μέν σε πρὸς ἁπάντων ἀκούω τυγχάνειν τῷ γένει, Ἰνδὸν δὲ σκοπῶν ἐφευρίσκω, καθάπερ αὐτὸς ὁ μελάντατος τοῦ σώματος κέκραγε χρώς. Μετριαστική . |
| Char 87 | .. Αἰνιγματική . |
| Char 88 | .. Ὑπομνηστικ ή . |
| Char 89 | Παραγενόμενος ἐν τῷδε τῷ τόπῳ καὶ ἀνερευνήσας τὸν τιμιώτατον ἄνδρα τὸν δεῖνα λέξον ἐξ ἐμοῦ τῷδε τάδε. Λυπητικ ή . |
| Char 90 [5] | Σφόδρα καθ’ ὑπερβολὴν λελύπηκας τόδε τὸ πρᾶγμα διαπραξάμενος. ὅθεν ἰσχυρῶς ἄχθομαι πρὸς σὲ καὶ δυσίατόν τινα λυποῦμαι λύπην. αἱ γὰρ ἐκ φίλων εἰς φίλους γινόμεναι λῦπαι δυσθεράπευτοι λίαν τυγχάνουσι καὶ μείζους τῶν ἐχθρῶν ἔχουσι τὰς ἐπηρείας. Ἐρωτικ ή . |
| Char 91 [5] | Ἐρῶ, ἐρῶ, νὴ τοὺς θεούς, τῆς σῆς εὐπρεποῦς τε καὶ ἐρωτικῆς μορφῆς καὶ ἐρῶν οὐκ αἰσχύνομαι. τὸ γὰρ εὐπρεποῦς ἐρᾶν οὐκ αἰσχρόν. εἰ δέ γε καὶ ψέξειέ τις ὅλως ὡς ἐρῶντα, πάλιν ὡς καλῆς ἐφιέμενον ἐπαινέσειεν. Μικτ ή . |
| Char 92 [5] | Οἶδα μὲν ὡς εὐσεβῶς ζῆς καὶ σεμνῶς πολιτεύῃ καὶ τῇ ἀνεπιλήπτου τε καὶ ἁγνῆς πολιτείας ἀρετῇ τὸ περιβόητον αὐτὸ τῆς φιλοσοφίας κοσμεῖς ὄνομα· καθ’ ἓν δὲ τοῦτο μόνον σφάλλῃ, καθὸ τοὺς φίλους κακῶς λέγεις, ὅπερ ἀποθέσθαι σε χρή. διαβολὴ γὰρ φιλοσόφοις οὐχ ἁρμόζει. |