eul_wid: hcq-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Rhetoric and Corruption by Timocles B Comic Poet

The Fragments on Rhetoric and Corruption is a modern compilation of passages attributed to the Athenian comic poet Timocles, who was active in the late fourth and early third centuries BCE. The collection assembles 169 fragments from his lost comedies, organised thematically around the subjects of oratorical practice and civic decay. Written in the verse of Attic Greek comedy, these excerpts lampoon the persuasive techniques of contemporary public speakers and critique the perceived moral and political decline in Athenian society during the early Hellenistic period. No complete play by Timocles survives; the fragments exist solely because they were quoted by later ancient authors, most notably the grammarian and rhetorician Athenaeus, who preserved them for their linguistic interest or anecdotal value. This mode of transmission is entirely secondary and selective, reflecting the priorities of later compilers rather than a continuous manuscript tradition. Scholars regard these fragments as significant evidence for the transition from Old Comedy to Middle Comedy, a shift characterized by a move away from direct political satire toward a broader, more generalized social commentary. The collected passages are interpreted as reflecting Athenian anxieties about the power of rhetoric, the corruption of public life, and profound social change during an era when the city’s democratic autonomy was increasingly constrained under Macedonian hegemony.

ΑΙΓΥΠΤΙΟΙ
πῶς ἂν μὲν οὖν σώσειεν ἶβις ἢ κύων;
ὅπου γὰρ εἰς τοὺς ὁμολογουμένους θεοὺς
ἀσεβοῦντες οὐ διδόασιν εὐθέως δίκην,
τίνʼ αἰελούρου βωμὸς ἐπιτρίψειεν ἄν;
ΒΑΛΑΝΕΙΟΝ
καὶ τὸ γλωττοκομεῖον βαλανεύεται.
ΓΕΩΡΓΟΣ
ΔΑΚΤΥΛΙΟΣ
γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν
ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται.
ΔΗΛΟΣ
Α. Δημοσθένης τάλαντα πεντήκοντʼ ἔχει.
Β. μακάριος, εἴπερ μεταδίδωσι μηδενί.
Α. καὶ Μοιροκλῆς εἴληφε χρυσίον πολύ.
Β. ἀνόητος ὁ διδούς, εὐτυχὴς δʼ ὁ λαμβάνων.
Α. εἴληφε καὶ Δήμων τι καὶ Καλλισθένης.
Β. πένητες ἦσαν, ὥστε συγγνώμην ἔχω.
Α. ὅ τʼ ἐν λόγοισι δεινὸς Ὑπερείδης ἔχει.
Β. τοὺς ἰχθυοπώλας οὗτος ἡμῖν πλουτιεῖ
ὀψοφάγος ὥστε τοὺς λάρους εἶναι Σύρους.
ΔΗΜΟΣΑΤΥΡΟΙ
οὐδʼ ὁ Χαβρίου Κτήσιππος ἔτι τρὶς κείρεται,
ἐν ταῖς γυναιξὶ λαμπρὸς οὐκ ἐν ἀνδράσιν.
ΔΙΟΝΥΣΙΑΖΟΥΣΑΙ
ὦ ʼτάν, ἄκουσον ἤν τί σοι δοκῶ λέγειν.
ἄνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει,
καὶ πολλὰ λυπήρʼ ὁ βίος ἐν ἑαυτῷ φέρει.
παραψυχὰς οὖν φροντίδων ἀνεύρετο
ταύτας· ὁ γὰρ νοῦς τῶν ἰδίων λήθην λαβὼν
πρὸς ἀλλοτρίῳ τε ψυχαγωγηθεὶς πάθει,
μεθʼ ἡδονῆς ἀπῆλθε παιδευθεὶς ἅμα.
τοὺς γὰρ τραγῳδοὺς πρῶτον, εἰ βούλει, σκόπει,
ὡς ὠφελοῦσι πάντας. ὁ μὲν ὢν γὰρ πένης
πτωχότερον αὑτοῦ καταμαθὼν τὸν Τήλεφον
γενόμενον ἤδη τὴν πενίαν ῥᾷον φέρει.
ὁ νοσῶν τι μανικὸν Ἀλκμέωνʼ ἐσκέψατο.
ὀφθαλμιᾷ τις, εἰσὶ Φινεῖδαι τυφλοί.
τέθνηκέ τῳ παῖς, ἡ Νιόβη κεκούφικεν.
χωλός τίς ἐστι, τὸν Φιλοκτήτην ὁρᾷ.
γέρων τις ἀτυχεῖ, κατέμαθεν τὸν Οἰνέα.
ἅπαντα γὰρ τὰ μείζονʼ ἢ πέπονθέ τις
ἀτυχήματʼ ἄλλοις γεγονότʼ ἐννοούμενος
τὰς αὐτὸς αὑτοῦ συμφορὰς ἧττον στένει.
ΔΙΟΝΥΣΟΣ
ὁ δʼ Ἀχαρνικὸς Τηλέμαχος ἔτι δημηγορεῖ;
Β. οὗτος δʼ ἔοικε τοῖς νεωνήτοις Σύροις.
Α. πῶς; ἢ τί πράττων; βούλομαι γὰρ εἰδέναι.
Β. θάργηλον ἀγκάλῃ χύτραν φέρει.
ΔΡΑΚΟΝΤΙΟΝ
ἔπειτʼ ἐγὼ παράσιτον ἐπιτρέψω τινὶ
κακῶς λέγειν; ἥκιστά γʼ· οὐδέν ἐστι γὰρ
ἐν τοῖς τοιούτοις χρησιμώτερον γένος.
εἰ δʼ ἔστι τὸ φιλέταιρον ἕν τι τῶν καλῶν,
ἀνὴρ παράσιτος τοῦτο ποιεῖ διὰ τέλους.
ἐρᾷς, συνεραστὴς ἀπροφάσιστος γίνεται,
πράττεις τι, πράξει συμπαρὼν ὅ τι ἂν δέῃ,
δίκαια ταὐτὰ τῷ τρέφοντι νενομικώς,
ἐπαινέτης θαυμαστὸς οἷος τῶν φίλων.
χαίρουσι δείπνων ἡδοναῖς ἀσυμβόλοις·
τίς δʼ οὐχὶ θνητῶν; ἢ τίς ἥρως ἢ θεὸς
ἀποδοκιμάζει τὴν τοιαύτην διατριβήν;
ἵνα μὴ δὲ πολλὰ μακρολογῶ διʼ ἡμέρας,
τεκμήριόν τι παμμέγεθες οἶμαί γʼ ἐρεῖν,
ὁ τῶν παρασίτων ὡς τετίμηται βίος·
γέρα γὰρ αὐτοῖς ταὐτὰ τοῖς τὠλύμπια
νικῶσι δίδοται χρηστότητος εἵνεκα,
σίτησις. οὗ γὰρ μὴ τίθενται συμβολαί,
πρυτανεῖα ταῦτα πάντα προσαγορευτέα.
ΕΠΙΣΤΟΛΑΙ
ὁ Δημοτίων δὲ παραμένειν αὑτῷ δοκῶν
τἀργύριον οὐκ ἐφείδετʼ, ἀλλὰ παρέτρεφεν
τὸν βουλόμενον. ὁ Χαιρεφῶν μὲν παντελῶς
οἴκαδε βαδίζειν ᾤετʼ, ὢ ταλάντατος.
καὶ μὴν ἔτι τοῦτʼ ἔστιν ἄξιον μόνον,
τὸν παραμασήτην λαμβάνειν δίκρουν ξύλον·
οὔτʼ εὔρυθμος γάρ ἐστιν οὔτʼ ἀχρήματος.
οἴμοι κακοδαίμων, ὡς ἐρῶ. μὰ τοὺς θεούς,
Τιθύμαλλος οὐδεπώποτʼ ἠράσθη φαγεῖν
οὕτω σφόδρʼ, οὐδὲ Κόρμος ἱμάτιον λαβεῖν,
οὐ Νεῖλος ἄλφιτʼ, οὐ Κόρυδος ἀσύμβολος
κινεῖν ὀδόντας.
ΕΠΙΧΑΙΡΕΚΑΚΟΣ
ἀγορὰν ἰδεῖν εὔοψον εὐποροῦντι μὲν
ἥδιστον, ἂν δʼ ἀπορῇ τις ἀθλιώτατον.
ὁ γοῦν Κόρυδος ἄκλητος, ὡς ἐμοὶ δοκεῖ,
γενόμενος ὠψώνει παρʼ αὑτὸν οἴκαδε.
ἦν δὲ τὸ πάθος γελοῖον, οἴμοι, τέτταρας
χαλκοῦς ἔχων ἅνθρωπος, ἐγχέλεις ὁρῶν,
θύννεια, νάρκας, καράβους ᾑμωδία.
καὶ ταῦτα πάντα μὲν περιελθὼν ἤρετο
ὁπόσου, πυθόμενος δʼ ἀπέτρεχʼ εἰς τὰς μεμβράδας.
ΗΡΩΕΣ
οὐκοῦν κελεύεις νῦν με πάντα μᾶλλον ἢ
τὰ προσόντα φράζειν. Β. πάνυ γε. Α. δράσω τοῦτό σοι.
καὶ πρῶτα μέν σοι παύσεται Δημοσθένης
ὀργιζόμενος. Β. ὁ ποῖος; Α. ὁποῖος; ὁ Βριάρεως,
ὁ τοὺς καταπέλτας τάς τε λόγχας ἐσθίων,
μισῶν λόγους ἄνθρωπος, οὐδὲ πώποτε
ἀντίθετον εἰπὼν οὐδέν, ἀλλʼ Ἄρη βλέπων.
ὡς δʼ ἦν ἠρμένη
βίου τιθήνη, πολεμία λιμοῦ, φύλαξ
φιλίας, ἰατρὸς ἐκλύτου βουλιμίας,
τράπεζα. Β. περιέργως γε νὴ τὸν οὐρανόν,
ἐξὸν φράσαι τράπεζα συντόμως.
ΙΚΑΡΙΟΙ ΣΑΤΥΡΟΙ
ἡ Πυθιονίκη δʼ ἀσμένως σε δέξεται,
καί σου κατέδεται τυχὸν ἴσως ἃ νῦν ἔχεις
λαβὼν παρʼ ἡμῶν δῶρʼ· ἄπληστός ἐστι γάρ.
ὅμως δὲ δοῦναί σοι κέλευσον σαργάνας
αὐτήν· ταρίχους εὐπόρως γὰρ τυγχάνει
ἔχουσα καὶ σύνεστι σαπέρδαις δυσίν,
καὶ ταῦτʼ ἀνάλτοις καὶ πλατυρρύγχοις τισίν.
τόν τʼ ἰχθυόρρουν ποταμὸν Ὑπερείδην περᾷς,
ὃς ἠπίαις φωναῖσιν ἔμφρονος λόγου
κόμποις παφλάζων ἠπίοις πυκνώμασιν
πρὸς πανδυσας ἔχει,
μισθωτὸς ἄρδει πεδία τοῦ δεδωκότος.
ὥστʼ ἔχειν οὐδὲν παρʼ ἡμῖν· νυκτερεύσας δʼ ἀθλίως
πρῶτα μὲν σκληρῶς καθεῦδον, εἶτα Θούδιππος βδέων
παντελῶς ἔπηξεν ἡμᾶς, εἶθʼ ὁ λιμὸς ἥπτετο.
ἐφέρετο πρὸς Δίωνα τὸν διάπυρον· ἀλλὰ γὰρ
οὐδʼ ἐκεῖνος οὐδὲν εἶχε. πρὸς δὲ τὸν χρηστὸν δραμὼν
Τηλέμαχον Ἀχαρνέα σωρόν τε κυάμων καταλαβὼν
ἁρπάσας τούτων ἐνέτραγον. ὁ δʼ ὄνος ἡμᾶς ὡς ὁρᾷ,
Κηφισόδωρος περὶ τὸ βῆμʼ, ἐπέρδετο.
ΚΑΥΝΙΟΙ
ἤδη προσενήνεκται; τί μέλλεις; σπεύδετε,
ὦ ʼτάν. ὁ γὰρ Τιθύμαλλος οὕτως ἀνεβίω
κομιδῆ τεθνηκώς, τῶν ἀνʼ ὀκτὼ τοὐβολοῦ
θέρμους μαλάξας. οὐκ ἀπεκαρτέρησε γὰρ
ἐκεῖνος, ἀλλʼ ἐκαρτέρησʼ, ὦ φίλτατε,
πεινῶν.
ΚΕΝΤΑΥΡΟΣ Η ΔΕΞΑΜΕΝΟΣ
Τιθύμαλλον αὐτὸν καὶ παράσιτον ἀποκαλῶν
ΚΟΝΙΣΑΛΟΣ
πατάξω τʼ ἴσον ἴσῳ ποτηρίοις
μεγάλοις ἅπασαν τὴν ἀλήθειαν φράσαι.
ΛΗΘΗ
μετὰ τοῦτον αὐτῷ Τηλέμαχος συνετύγχανεν.
καὶ τοῦτον ἀσπασάμενος ἡδέως πάνυ
ἔπειτα «χρῆσόν μοι σύ, φησί, τὰς χύτρας
ἐν αἷσιν ἧψες τοὺς κυάμους.» καὶ ταῦτά τε
εἴρητο καὶ παριόντα Φείδιππον πάνυ
τὸν Χαιρεφίλου πόρρωθεν ἀπιδὼν τὸν παχὺν
ἐπόππυσʼ, εἶτʼ ἐκέλευσε πέμπειν σαργάνας.
ΜΑΡΑΘΩΝΙΟΙ
ὅσον τὸ μεταξὺ μετὰ κορίσκης ἢ μετὰ
χαμαιτύπης τὴν νύκτα κοιμᾶσθαι, βαβαί.
ἡ στιφρότης, τὸ χρῶμα, πνεῦμα, δαίμονες,
τὸ μὴ σφόδρʼ εἶναι πάνθʼ ἕτοιμα, δεῖν δέ τι
ἀγωνιᾶσαι καὶ ῥαπισθῆναί τε καὶ
πληγὰς λαβεῖν ἁπαλαῖσι χερσίν. Β. ἡδύ γε
νὴ τὸν Δία τὸν μέγιστον.
ΝΕΑΙΡΑ
ἀλλʼ ἔγωγʼ ὁ δυστυχὴς
Φρύνης ἐρασθείς, ἡνίκʼ ἔτι τὴν κάππαριν
συνέλεγεν οὔπω τʼ εἶχεν ὅσαπερ νῦν ἔχει,
πάμπολλʼ ἀναλίσκων ἐφʼ ἑκάστῳ τῆς θύρας
ἀπεκλῃόμην.
ἔπειτα διά τε ταῦτʼ ἀναρίστητος ὤν
ΟΡΕΣΤΑΥΤΟΚΛΕΙΔΗΣ
περὶ δὲ τὸν πανάθλιον
εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα,
Γνάθαινα, Φρύνη, Πυθιονίκη, Μυρρίνη,
Χρυσίς, Κοναλλίς, Ἱερόκλεια, Λοπάδιον.
ΠΟΛΥΠΡΑΓΜΩΝ
εἶθʼ ὁ Καλλιμέδων ἄφνω
ὁ Κάραβος προσῆλθεν, ἐμβλέπων δʼ ἐμοί,
ὡς γοῦν ἐδόκει, πρὸς ἕτερον ἄνθρωπόν τινα
ἐλάλει, συνιεὶς δʼ οὐδὲν εἰκότως ἐγὼ
ὧν ἔλεγεν ἐπένευον διακενῆς. Β. τῷ δʼ ἄρα
βλέπουσι χωρὶς καὶ δοκοῦσιν αἱ κόραι.
ΠΟΝΤΙΚΟΣ
πολλοὺς γὰρ ἐνίοθʼ ἡ πενία βιάζεται
ἀνάξιʼ αὑτῶν ἔργα παρὰ φύσιν ποιεῖν.
ΠΟΡΦΥΡΑ
ΠΥΚΤΗΣ
εὑρήσεις δὲ τῶν ἐπισιτίων
τούτων τινʼ, οἳ δειπνοῦσιν ἐσφυδωμένοι
τἀλλότριʼ, ἑαυτοὺς ἀντὶ κωρύκων λέπειν
παρέχοντες ἀθληταῖσι.
ΣΑΠΦΩ
ὁ Μισγόλας οὐ προσιέναι σοι φαίνεται,
ἀνθοῦσι τοῖς νέοισιν ἠρεθισμένος.
ΣΑΤΥΡΟΙ
ΣΥΝΕΡΓΟΙ
τοῖς μὲν τεθνεῶσιν ἔλεος ἐπιεικὴς θεός,
τοῖς ζῶσι δʼ ἕτερον ἀνοσιώτατος φθόνος.
ΦΙΛΟΔΙΚΑΣΤΗΣ
ἀνοίγετʼ ἤδη τὰς θύρας, ἵνα πρὸς τὸ φῶς
ὦμεν καταφανεῖς μᾶλλον, ἐφοδεύων ἐὰν
βούληθʼ ὁ γυναικονόμος τὸν ἀριθμὸν λαμβάνειν,
κατὰ τὸν νόμον τὸν καινὸν ὅπερ εἴωθε δρᾶν,
τῶν ἑστιωμένων. ἔδει δὲ τοὔμπαλιν
τὰς τῶν ἀδείπνων ἐξετάζειν οἰκίας.
ΨΕΥΔΟΛΗΙΣΤΑΙ
καταμαθὼν δὲ κειμένην
θερμὴν σκάφην θερμῶν ἰπνιτῶν ἤσθιον.
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
ὅστις φοβεῖται τὸν πατέρα κᾀσχύνεται,
οὕτως πολίτης ἀγαθὸς ἔσται κατὰ λόγον,
καὶ τοὺς πολεμίους δυνάμενος κακῶς ποιεῖν.
τἀργύριόν ἐστιν αἷμα καὶ ψυχὴ βροτοῖς.
ὅστις δὲ μὴ ἔχει τοῦτο μηδʼ ἐκτήσατο,
οὗτος μετὰ ζώντων τεθνηκὼς περιπατεῖ.
σῦκʼ, ἔλαιον, ἰσχάδας, μέλι.
Β. σὺ μὲν εἰρεσιώνην, οὐ γεωργίαν λέγεις.
Χῖοι πολὺ
ἄριστʼ ἀνευρήκασιν ὀψαρτυτικήν.
μὰ γῆν, μὰ κρήνας, μὰ ποταμούς, μὰ νάματα.