eul_wid: hsu-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Food and Feasting by Nicostratus Son of Aristophanes

The Fragments on Food and Feasting is a modern compilation of 87 excerpts from the lost comedies of Nicostratus, an Athenian comic poet of the 4th century BCE and son of the celebrated playwright Aristophanes. These passages, originally composed in Attic Greek verse for performance at Athenian dramatic festivals, are united by their thematic focus on dining, cookery, and gluttony. They exemplify the characteristics of Middle Comedy, a genre that moved away from the direct political satire of earlier periods toward social parody, domestic scenarios, and the humorous treatment of mythological characters. The work itself is not an ancient text but an editorial assemblage; the complete plays of Nicostratus have not survived. These fragments are preserved solely through quotation by later authors, most extensively by the encyclopedist Athenaeus in his Deipnosophistae, who cited them to illustrate lexical and cultural details. These collected fragments serve as evidence for understanding daily life, the mechanics of social satire, and the stylistic evolution of Greek comedy, with particular emphasis on themes such as culinary extravagance, the stock character of the parasite, and the rituals of Athenian conviviality.

ΑΒΡΑ
πίναξ ὁ πρῶτος τῶν μεγάλων ἡγήσεται,
ἔχων ἐχῖνον, ὠμοτάριχον, κάππαριν,
θρυμματίδα, τέμαχος, βολβὸν ἐν ὑποτρίμματι.
ταῦτʼ ἀξιῶ·
εἴτʼ ὀρνιθάριον, τὸ περιστέριον, τὸ γαστρίον.
ΑΝΤΕΡΩΣΑ
μετανιπτρίδʼ αὐτῷ τῆς ὑγιείας ἔγχεον.
ΑΝΤΥΛΛΟΣ
Βυζάντιόν τε τέμαχος ἐπιβακχευσάτω,
Γαδειρικόν θʼ ὑπογάστριον παρεισίτω. . . . . . . . . . . . .
ἀλλʼ ἐπριάμην παρʼ ἀνδρός, ὦ γῆ καὶ θεοί,
ταριχοπώλου πάνυ καλοῦ τε κἀγαθοῦ
τιλτὸν μέγιστον, ἄξιον δραχμῆς, δυοῖν
ὀβολοῖν, ὃν οὐκ ἂν καταφάγοιμεν ἡμερῶν
τριῶν ἤδη κατεσθίοντες οὐ δεδωκά γε·
ὑπερμέγεθες γάρ ἐστι.
τί οὖν ἀγοράζω; φράζε γάρ.
Β. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως, δασύποδα,
ἐὰν περιτύχῃς, ἀγόρασον καὶ νηττία,
ὁπόσα σὺ βούλει, καὶ κίχλας καὶ κοψίχους,
ὀρνιθάριά τε τῶν ἀγρίων τούτων συχνά·
χάριεν γάρ.
οὔποτʼ αὖθις
σηπίαν ἀπὸ τηγάνου
τολμήσαιμι φαγεῖν μόνος.
ΑΠΕΛΑΥΝΟΜΕΝΟΣ
εὖ γʼ ἄνδρες, εὖ σφόδρʼ· ἀλλὰ μὴν τῇ ματτύῃ
οὕτω διαθήσω τὰ μετὰ ταῦθʼ, ὥστʼ οἴομαι
οὐδʼ αὐτὸν ἡμῖν τοῦτον ἀντερεῖν ἔτι.
ΒΑΣΙΛΕΙΣ
λοιπή τις ὀξίς ἐστι καὶ ψυκτήριον
τῆς εὐπαρύφου λεπτότερον.
ΔΙΑΒΟΛΟΣ
ἡ ναῦς δὲ πότερον εἰκόσορός ἐστʼ ἢ κύκνος,
ἢ κάνθαρος; τουτὶ γὰρ ἂν πύθωμʼ ἔτι,
αὐτὸς περανῶ τὰ πάντʼ. Β. ἀμέλει κυκνοκάνθαρος.
ΕΚΑΤΗ
τῶν κατεσταμνισμένων
ἡμῖν λαγύνων πηλίκοι τινές; Β. τρίχους. . . . . . . . . . . . .
τὸν μεστὸν ἡμῖν φέρε λάγυνον.
ΗΣΙΟΔΟΣ
βεμβράδʼ, ἀφύην, ἑψητόν
ΙΕΡΟΦΑΝΤΗΣ
ΚΛΙΝΗ
ναστὸς τὸ μέγεθος τηλικοῦτος, δέσποτα,
λευκός· τὸ πάχος γὰρ ὑπερέκυπτε τοῦ κανοῦ.
ὀσμὴ δέ, τοὐπίβλημʼ ἐπεὶ περιῃρέθη,
ἄνω ʼβάδιζε καὶ μέλιτι μεμιγμένη
ἀτμίς τις εἰς τὰς ῥῖνας· ἔτι γὰρ θερμὸς ἦν.
καὶ δυσχερὴς λάγυνος οὗτος πλησίον
ὄξους.
ΜΑΓΕΙΡΟΣ
ὃς μέλανα ποιεῖν ζωμὸν οὐκ ἠπίστατο,
θρῖον δὲ καὶ κάνδαυλον ἢ τούτων τι τῶν
εἰς ματτύην οὐδέτερον εἶδε πώποτε.
ΟΙΝΟΠΙΩΝ
ἀμφίας
ΟΡΝΙΘΕΥΤΗΣ
ΠΑΝΔΡΟΣΟΣ
κἀγώ, φιλτάτη,
μετανιπτρίδʼ αὐτῷ τῆς ὑγιείας ἔγχεον.
Β. λαβὲ τῆς ὑγιείας δὴ σύ. Γ. φέρε, τύχἀγαθῇ.
τύχη τὰ θνητῶν πράγμαθʼ, ἡ πρόνοια δὲ
τυφλόν τι κἀσύντακτόν ἐστιν, ὦ πάτερ.
ἀλλʼ ἐγχέασα θᾶττον ἀγαθοῦ δαίμονος
ἀπενεγκάτω μοι τὴν τράπεζαν ἐκποδών·
ἱκανῶς κεχόρτασμαι γάρ. Β. ἀγαθοῦ δαίμονος.
Α. δέχομαι. λαβοῦσʼ ἀπένεγκε ταύτην ἐκποδών.
ἔπειτα τῆς αὐτῆς ὁδοῦ
πρὸς Ἀερόπην ἐλθοῦσα πέμψαι στρώματα
αὐτὴν κέλευε, φησί, καὶ παρʼ Ὤκιμον
χαλκώματα.
ΠΑΤΡΙΩΤΑΙ
ὁ κάπηλος γὰρ οὑκ τῶν γειτόνων,
ἄν τʼ οἶνον ἄν τε φανὸν ἀποδῶταί τινι
ἄν τʼ ὄξος, ἀπέπεμψʼ ὁ κατάρατος δοὺς ὕδωρ.
ΠΛΟΥΤΟΣ
ΣΥΡΟΣ
Κηφισόδωρον οὐ κακῶς μὰ τὸν Δία
τὸν πλάνον φασὶ στενωπὸν εἰς στενὸν στῆσαί τινας
ἀγκαλίδας ἔχοντας, ὥστε μὴ παρελθεῖν μηδένα.
ΤΟΚΙΣΤΗΣ
καταλαμβάνομεν τὸν πορνοβοσκὸν καὶ δύο
ἑτέρους κατὰ χειρὸς ἀρτίως εἰληφότας
καὶ στέφανον. Β. εἶεν. καλὸς ὁ καιρός, Χαιρεφῶν.
ΨΕΥΔΟΣΤΙΓΜΑΤΙΑΣ
καὶ σὺ μὲν
τὴν δευτέραν τράπεζαν εὐτρεπῆ ποίει.
κόσμησον αὐτὴν παντοδαποῖς τραγήμασιν,
μύρον, στεφάνους, λιβανωτόν, αὐλητρίδα λαβέ.
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
εἰ τὸ συνεχῶς καὶ πολλὰ καὶ ταχέως λαλεῖν
ἦν τοῦ φρονεῖν παράσημον, αἱ χελιδόνες
ἐλέγοντʼ ἂν ἡμῶν σωφρονέστεραι πολύ.
«οὐκ ἔστιν ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ.»
νὴ τὴν Ἀθηνᾶν συντόμως γε, φίλτατε
Εὐριπίδη, τὸν βίον ἔθηκας εἰς στίχον.
ἆρʼ οἶσθʼ ὅτι τῆς πενίας ὅπλον
ἡ παρρησία; ταύτην ἐάν τις ἀπολέσῃ,
τὴν ἀσπίδʼ ἀποβέβληκεν οὗτος τοῦ βίου.
πάλιν χρόνῳ τἀρχαῖα καινὰ γίνεται. . . . . . . . . . . . .
οὐκ ἔστι δυσαρεστότερον οὐδὲ ἓν χρόνου·
οὐδέποτʼ ἀρέσκει ταὐτὰ τούτῳ τῷ θεῷ.
μειράκιον δὲ κατὰ τύχην
ὑποσκαφιόκαρτόν τι κεχλαμυδωμένον
κατάγεις ἀναγκόσιτον.
ἁλύσεις, καθετῆρας, δακτυλίους, βουβάλιʼ, ὄφεις,
περισκελίδας, ἐλλέβορον.
ῥήτορες
ἐξωρμενικότες, δυσχερεῖς, παλιναίρετοι
νὴ τὴν Ἀφροδίτην, ὦ ξένη,
βλοσυράν γε τὴν ψυχὴν ἔχεις.
εἰπέ μοι, τίνι
ἐδιακόνεις;
ζιγγοῦν
στήριγμα
Ταραντῖνον
ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ
στρῆνον