eul_wid: eis-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Food and Gluttony by Nicophon the Comic Poet

The Fragments on Food and Gluttony is a modern compilation of forty-one passages attributed to the Athenian comic poet Nicophon, who was active in the early fourth century BCE. As no complete play by Nicophon survives, these excerpts are preserved solely through quotation by later authors, most notably the scholar Athenaeus in his second- or third-century CE work The Learned Banqueters. The collected fragments, which range from single lines to brief dialogues, are drawn from Nicophon's lost comedies and unified by their thematic focus on culinary excess. They ridicule gluttony, catalogue lavish and sometimes grotesque foods, and satirize food-obsessed stock characters such as the parasite and the boastful cook. While their original dramatic context is irrecoverable, these fragments are interpreted by scholars as significant evidence of the evolution of Athenian comedy away from direct political satire and toward the generalized social comedy and stereotypical figures characteristic of Middle Comedy. As such, they provide valuable insight into ancient Greek dining culture, specialized vocabulary, and the stylistic preoccupations of comic poetry in the period.

ΑΔΩΝΙΣ
ΑΦΡΟΔΙΤΗΣ ΓΟΝΑΙ
ἅπερ ἐσθίει ταυτὶ τὰ πονήρʼ ὀρνίθια,
σέρφους ἴσως, σκώληκας, ἄκριδας, πάρνοπας.
οὐκ ἐς κόρακας τὼ χεῖρʼ ἀποίσεις ἐκποδὼν
ἀπὸ τοῦ σκυταλίου καὶ τῆς διφθέρας;
ἆρʼ ἀράχνιόν τι φαίνετʼ ἐμπεφυκέναι.
δελέαστρα
ΕΓΧΕΙΡΟΓΑΣΤΟΡΕΣ
ΕΞ ΑΙΔΟΥ ΑΝΙΩΝ
ΠΑΝΔΩΡΑ
ὁ δʼ ἐξυφαίνεθʼ ἱστός, ὁ δὲ διάζεται.
κέστραι τε καὶ λάβρακες
κοιμίσαι τὸν λύχνον
φίλημα δοῦναι
δεύτερον
νέακας
ὑποπίνειν
ΣΕΙΡΗΝΕΣ
ἐὰν δέ γʼ ἡμῶν σῦκά τις μεσημβρίας
τραγὼν καθεύδῃ χλωρά, πυρετὸς εὐθέως
ἥκει τρέχων, οὐκ ἄξιος τριωβόλου·
κᾆθʼ οὗτος ἐπιπεσὼν ἐμεῖν ποιεῖ χολήν.
νιφέτω μὲν ἀλφίτοις,
ψακαζέτω δʼ ἄρτοισιν, ὑέτω δʼ ἔτνει,
ζωμὸς διὰ τῶν ὁδῶν κυλινδείτω κρέα,
πλακοῦς ἑαυτὸν ἐσθίειν κελευέτω.
ἀλλᾶς μαχέσθω περὶ ἕδρας παροψίδι.
ΧΕΙΡΟΓΑΣΤΟΡΕΣ
ἐγὼ μὲν ἄρτους, μᾶζαν, ἀθάρην, ἄλφιτα,
κόλλικας, ὀβελίαν, μελιτοῦτταν, ἐπιχύτους,
πτισάνην, πλακοῦντας, δενδαλίδας, ταγηνίας.
γενναῖος ἴσθʼ, ὦ οὗτος, ὀλίγον ἀνάγαγε
ἀπὸ τῆς διφροφόρου· χρηστὸς εἶ καὶ κόσμιος.
ἀλλʼ ἴθι προσαύλησον σὺ νῷν πτισμόν τινα.
τοὺς ἑψητοὺς καὶ τοὺς πέρδικας ἐκείνους
μεμβραδοπώλαις, ἀνθρακοπώλαις,
ἰσχαδοπώλαις, διφθεροπώλαις,
ἀλφιτοπώλαις, μυστριοπώλαις,
βιβλιοπώλαις, κοσκινοπώλαις,
ἐγκριδοπώλαις, σπερματοπώλαις
δευτερίαν οἶνον
ὀσταφίδα
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
νυνὶ δὲ Κρόνου καὶ Τιθωνοῦ παππεπίπαππος νενόμισται.
ἀρρησία
κάναστρα
κορδακισμός
κωδωνοφορῶν
σιγηλός
σταφυλήν
ὦ ʼτάν