πασσυδεί: σὺν παντὶ τῷ πλήθει ὁπόσοι τι τότε αὐτοὺς θειάσαντες ἐπήλπισαν: θεοφορηθέντες ἐν ἐλπίδι ἐποίησαν ἤγουν θεῖά τινα ἐπιφθεγξάμενοι εἰς ἐλπίδας ἐνέβαλον. πάντα δὲ πανταχόθεν: δεινὰ δηλονότι. ἐν τῷ κοινῷ: ταμιείῳ δηλονότι. σφῶν: τῶν Ἀθηναίων. ὡς ἐκ τῶν ὑπαρχόντων: τῶν δυνατῶν. τῶν τε κατὰ τὴν πόλιν τι ἐς εὐτέλειαν σωφρονίσαι: τοὺς πολίτας εὐτελέστερον πεῖσαι βιοῦν ὡς ἄν: ἤγουν ἕως ἄν. πρὸς τὸ παραχρῆμα περιδεές: διὰ τὸ ἐν τῷ παραυτίκα περιδεεῖς εἶναι μηδετέρων: ἤγουν Ἀθηναίων καὶ Πελοποννησίων. αὐτῶν: ἤγουν τῶν Ἀθηναίων. διὰ τὸ ὀργῶντες κρίνειν τὰ πράγματα: ἤτοι μετὰ πάσης προθυμίας ἤ, ὥς τινες, διὰ τὸ αὐτοὺς ὀργίζεσθαι τοῖς Ἀθηναίοις καὶ μηδʼ ὑπολείπειν λόγον αὐτοῖς: μηδενὶ ἐπιτρέπειν λέγειν περὶ αὐτῶν. ἤ, ὡς ἐμοὶ φαίνεται, μὴ ὑπολείπεσθαι μηδεμίαν αἰτίαν τοῦ δυνήσεσθαι ἀντισχεῖν τοὺς Ἀθηναίους τό γʼ ἐπιὸν θέρος: ἀντὶ τοῦ τῷ ἐπιόντι θέρει ἀπροφασίστως: χωρὶς τῆς προφάσεως. μεμφομένων: τοῖς Λακεδαιμονίοις ξυστελλόμενοι: ἀντὶ τοῦ συνάγοντες ἀμφοτέρων: ἤγουν τῶν Λακεδαιμονίων καὶ Ἀθηναίων. ἢ ὥσπερ ἀρχομένων ἐν κατασκευῇ τοῦ πολέμου: ἀντὶ τοῦ ἐν ἀρχῇ τοῦ πολέμου ἕκαστα ἑτοιμαζόντων τὴν διάβασιν: εἰς τὴν Εὔβοιαν δηλονότι. ὑπέσχοντο: τοῖς Λεσβίοις δηλονότι. ἢ τῶν ἐν τῇ πόλει Λακεδαιμονίων: ἀντὶ τοῦ, ἢ οἱ ἐν τῇ πόλει Λακεδαιμόνιοι δεινός: φοβερὸς τοῖς Λεσβίοις ἔπρασσε: συνέπραττε τῶν κάτω: ἐπαρχιῶν. πεπραγμένος: ἀπῃτημένος οὐ δυνάμενος πράσσεσθαι: ἀντὶ τοῦ οὐ δυνάμενος ἐκπράξασθαι αὐτός, βασιλεῖ ὠφείλησε ἤγουν ὀφειλέτης ἐγένετο. ἀφεστῶτα: τοῦ βασιλέως. κοινῇ κατὰ τὸ αὐτό: ἤγουν ὁμογνωμονοῦντες. φυγάδες τῆς ἑαυτῶν: πατρίδος. καὶ αὐτός: ἤγουν ὁ Φαρνάβαζος. Ἐνδίῳ: ὁ Ἔνδιος ἡ εὐθεῖα ἐς τὰ μάλιστα: ὑπερβαλλόντως. ὅθεν καὶ τοὔνομα Λακωνικὸν ...: Ἀλκιβιάδης Λακωνικὸν ἦν ὄνομα, ὃς ἦν πατὴρ τοῦ Ἐνδίου. Κλεινίας δὲ ὁ Ἀθηναῖος τῷ Ἀλκιβιάδῃ ξένος γενόμενος τὸ ὄνομα τῷ ἰδίῳ παιδὶ ἔθετο τὴν ξενίαν: φιλίαν. Φρῦνιν: τὸ ἀρσενικὸν Φρύνις, Φρύνιδος. Φρύνιν ἰῶτα· τὴν δὴ Φρύνην ἦτά μοι, πόρνην τελοῦσαν, ἧς πολὺ πάλαι κλέος περίοικον: περίοικοί εἰσιν οἱ ὑπήκοοι, γείτονες τῆς Σπάρτης αὐτοῖς εἰσιν: τοῖς Χίοις. αὐτοῖς πέμπειν: τοῖς Χίοις. ἐκεῖ: ἤγουν ἐν τῇ Χίῳ. ἀφʼ ὧν: πόλεων ἢ συμμάχων τούτων: τῶν τεσσαράκοντα. τοῦ δʼ ἐπιγιγνομένου θέρους ...: ἀρχὴ τοῦ εἰκοστοῦ ἔτους τοῦ πολέμου ἐπειγομένων: ἀντὶ τοῦ ἐπειγόντων. ἐς Χίον: τὸν Χῖον ἂν γράψειας ὥσπερ ἐκ Χίου, σοφῶς περισπῶν, μηδαμῶς δίσταζέ μοι ὑπὲρ τοῦ Φαρναβάζου: ἀντὶ τοῦ, πρεσβευταὶ τοῦ Φαρναβάζου. οὐκ ἐκοινοῦντο ...: οὐ μετέσχον τοῦ στόλου. ἀποστολήν: ἀπόπλευσιν. ἐφʼ ἑαυτῶν: ἤγουν καθʼ ἑαυτούς. ξυνελθόντες: σολοικοειδές, οὐ σόλοικον τυγχάνει, ἀντὶ ξυνελθόντων δὲ κεῖται ξυμμάχων Ἀλκαμένη ἄρχοντα: ἔχοντας. ἡμίσεας: ἡ ἥμισυς τὰς ὕστερον διαφερομένας: μετὰ τοῦτο παρακομιζομένας ταύτῃ: τῇ θαλάσσῃ δηλονότι. ἀδυνασίαν: σημείωσαι· ἀδυνασία ἅπαξ εἴρηται πολύ: λίαν. καὶ διεκόμισαν: περιττὸς ὁ καί σύνδεσμος αὐτῶν: τῶν Λακεδαιμονίων. ἑτοῖμος ἦν: συγγνώμην εἶχεν. σπονδάς: θυσίας τὸ πιστὸν ναῦς σφίσι ξυμπέμπειν: ὑπὲρ τοῦ πιστοὺς μεῖναι αὐτοὺς ἠξίουν οἱ Ἀθηναῖοι ναῦς συμπέμπειν αἴτιον δʼ ἐγένετο ...: αἴτιον δʼ ἐγένετο τῆς ἀποστολῆς τῶν νεῶν τὸ τοὺς πολλοὺς μὴ εἰδέναι τὰ πραττόμενα πρίν τι καὶ ἰσχυρὸν λάβωσι: ἀντὶ τοῦ, πρὶν δύναμίν τινα προσλάβωσιν ἐπηγγέλθησαν: αἱ σπονδαὶ δηλονότι. ἐθεώρουν: ἔπεμπον θεωρούς καὶ ἐπειδὴ ἀνεχώρησαν: οἱ θεωροὶ δηλονότι. οἱ δέ: οἱ Κορίνθιοι. ἐπῆγον ἐς τὸ πέλαγος: ὑπεχώρουν, ὅπως εἰς τὸ πέλαγος ἐκείνους προκαλέσωνται μετέωρον: πλέουσαν. ὁρμίζουσιν: ἐν ὅρμῳ ἐποίησαν. καὶ τῶν τε νεῶν: τῶν Λακεδαιμονίων δηλονότι. ἐπέταξαν: οἱ Ἀθηναῖοι. ἱκανάς: τὰς αὐτῶν. καὶ ἐπενόησαν μὲν κατακαῦσαι τὰς ναῦς: οἱ Πελοποννήσιοι τὰς προτέρας τῷ πεζῷ: διὰ τοῦ πεζοῦ. αὐτός: ὁ Ἀλκιβιάδης. κοπεῖσαι: ἐπὶ τοῦ κακοπαθῆσαι καὶ οἱονεὶ κοπιᾶσαι εἴρηται ἐξάγγελτοι: ἤγουν δῆλοι. ἡ διάνοια· πάντας τοὺς ἐμπίπτοντας αὐτοῖς συνελάμβανον, ἵνα μὴ ἐπαγγείλωσιν αὐτοὺς ἐπιπλεῦσαι. αὐτούς: τοὺς ἑαλωκότας. καὶ οἱ μὲν ἀφεστῶτες: ἀπὸ τῶν Ἀθηναίων δηλονότι. τῆς μεγίστης πόλεως: ἤγουν τῆς Χίου. τά τε χίλια τάλαντα ...: ἀντὶ τοῦ τὰς ἐπὶ τοῖς χιλίοις ταλάντοις ἐπικειμένας ζημίας ἡ διάνοια· ζημίας ἔλυσαν τὰς ἐπιτεθέντας τοῖς εἰποῦσιν ἢ ἐπιψηφίσασι κινεῖν τὰ χίλια τάλαντα, ἅτινα ἐβούλοντο ἀκίνητα μίμνειν διὰ παντὸς τοῦ πολέμου. ἔλυσαν: τὸ ἑξῆς, ἔλυσαν ὑπὸ τῆς παρούσης ἐκπλήξεως. ἐπικειμένας: ἐπὶ τοῖς χιλίοις ταλάντοις δηλονότι τῷ Πειραιῷ: τῆς Κορινθίας. ἐφορμουσῶν: πολιορκία τῶν πολεμίων. ἐς τὴν βοήθειαν: ἀντὶ τοῦ τὴν μάχην. σημείωσαι· Σαμίαν μίαν ἐσηγάγοντο: προσεδέξαντο. ἐπέσχον: ἀπὸ τοῦ τείχους. ὅτι πλείστας: ἤγουν λίαν. λαθόντες οὖν τὸ πλεῖστον τοῦ πλοῦ: λάθρα τὸ πολὺ πλεύσαντες ἔφευγον ἐπὶ τοῖσδε ...: συμμαχία Λακεδαιμονίων καὶ βασιλέως διὰ Τισσαφέρνους αʹ καὶ Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι: ἑκάτεροι δηλονότι. ἢν δέ τινες ἀφιστῶνται: τὸ «ἢν δέ τινες ἀφιστῶνται» ἕως τοῦ «καὶ τοῖς ξυμμάχοις» ἐν ἄλλοις οὐχ εὑρίσκεται. καὶ ἐπικαθελών: ἤγουν ἐκ δευτέρου. τοῖς δυνατοῖς: κατὰ τῶν δυνατῶν. τοῖς γεωμόροις: γεωμόρος ὁ τὴν γῆν μερίζων καὶ τῶν αὐτόθεν ξυμμάχων: ἤγουν τῶν Χίων. παρῄει: παρῆλθε. Κύμης: σημείωσαι· Κύμη πλησίον Φωκαίας αὐτοβοεί: ἐκ μιᾶς βοῆς. κατασχόντες ἐς τὸν λιμένα: ἐλλιμενίσαντες. ἃ πυνθανόμενος: τὸ ἑξῆς· ἃ ὁ Ἀστύοχος τῶν τε Ἐρεσίων καὶ τῶν Χίων νεῶν πυνθανόμενος οὐκέτι ἐπὶ τὴν Μιτυλήνην ὥρμησε. περιέτυχον: ἀντὶ τοῦ συνέτυχον ἀναλαβών: ἀναβιβάσας εἰς τὰς ναῦς. ἐξ αὐτῆς: τῆς Λέσβου. ἀπόβασιν ποιησάμενοι: ἀποβάντες τῶν νεῶν. μετὰ κράτους τῆς γῆς: μετὰ τοῦ κρατεῖν τῆς γῆς. ἐκοσμοῦντο: γρ. ἐκοσμοῦτο· σημείωσαι δὲ τοῦτο βεβαίως: ὄντως. εἰ δέ τι ... ἐσφάλησαν: εἴ τι παρὰ λόγον ἐσφάλησαν, μετὰ πολλῶν συνεξήμαρτον. τοῦτο γάρ ἐστι τὸ τὴν ἁμαρτίαν συνέγνωσαν ξυναιρεθήσεσθαι: αἱροῦμαι τὸ προκρίνω καὶ τὸ προτιμῶ· ὅθεν καὶ τὸ συναιροῦμαι εἰργομένοις οὖν αὐτοῖς: ἀντὶ τοῦ, ἐν αὐτοῖς εἰργομένοις ἐνεχείρησάν τινες. ἑώρων: οἱ Μιλήσιοι. τὰ ὅπλα τίθενται: ἤγουν ἀποτίθενται. ὅσον οὐ: ἤγουν μετʼ ὀλίγον. ἐνάγοντος ξυνεπιλαβέσθαι: ἤγουν πείθοντος συνεφάψασθαι. ὥστε καὶ τὴν ὑπολειπομένην δύναμιν τῶν Ἀθηναίων καταλῦσαι ὡς Ἀστύοχον ... προσταχθεῖσαι κομίσαι: προσταχθέντος τῷ Θηραμένει ἀγαγεῖν πρὸς Ἀστύοχον τὰς ναῦς προσταχθεῖσαι αἱ νῆες τῷ Θηραμένει ὡς Ἀστύοχον κομίσαι ἀντὶ τοῦ προσταχθὲν Θηραμένει κομίσαι τὰς νῆας ὡς Ἀστύοχον Φρύνιχος: περὶ Φρυνίχου ἐγκώμιον Φρυνίχου βουλομένων: ἀξιούντων ὑπομείναντας: ἀντὶ τοῦ ὑπομεινάντων ἐν ὑστέρῳ: καιρῷ ἢ χρόνῳ ἔσται ἀγωνίσασθαι: τὸ ἔσται περιττόν. τὸ δὲ «οὐδέποτε τῷ αἰσχρῷ ὀνείδει εἴξας ἀλόγως διακινδυνεύσειν» ἀντὶ τοῦ οὐδέποτε φεύγων ἀδοξίαν ἀλόγως διακιδυνεύσειν τὸ ἑξῆς· ὅπου ἔξεστιν ἐν ὑστέρῳ εἰδότας πρὸς ὁπόσας τε ναῦς πολεμίας ἔσται ἀγωνίσασθαι καὶ ὅσαις ταῖς σφετέραις πρὸς αὐτοὺς παρασκευασαμέναις ἱκανῶς καὶ καθʼ ἡσυχίαν, αὐτὸς δηλονότι οὐδέποτε εἴξας τῷ αἰσχρῷ ὀνείδει ἀλόγως κινδυνεύσειν. ξυμβήσεσθαι: ἤτοι κατὰ γνώμην τῶν πολεμίων ἔστι δὴ συνθήκας ποιεῖν. ᾗ μόλις ἐπὶ ταῖς γεγενημέναις ξυμφοραῖς ...: ᾗτινι πόλει διὰ τὰς κατεχούσας συμφορὰς μόλις ἔξεστι μετὰ μεγάλης παρασκευῆς καὶ ἀναγκαζομένῃ προεπιχειρεῖν τοῖς πολεμίοις, οὐχὶ δὲ ἑκουσίως, ταύτῃ πῶς προσήκει μὴ ἀναγκαζομένῃ πρὸς αὐθαιρέτους κινδύνους ἰέναι; μετὰ βεβαίου παρασκευῆς: μετὰ βεβαίας ἤγουν ἑτοιμασίας πολεμικῆς ἀσφαλοῦς. καθʼ ἑκουσίαν: βούλησιν ἑκόντως. ἀνάγκῃ: διὰ ἀνάγκην προτερεύουσαν. καὶ πρὸς ὀργὴν τῆς ξυμφορᾶς: ὀργιζόμενοι διὰ τὴν συμβᾶσαν αὐτοῖς συμφορὰν περὶ Μίλητον ἐπικατάγονται: ἐπὶ τοὺς Ἀθηναίους. ἐβούλοντο: τὸ ἑξῆς, ἐβούλοντο πλεῦσαι πάλιν ἐς Τειχιοῦσσαν. προσδεχομένων: προσδοκησάντων. προσέταξε: ὁ βασιλεὺς δηλονότι. ξυνέταξαν: ἀντὶ τοῦ, κατέταξαν εἰς τὸ ἴδιον στράτευμα ἤγουν συνηρίθμησαν. δραχμήν: σημείωσαι ὅτι ἡ δραχμὴ μείζων τοῦ τριωβόλου πάσαις ταῖς ναυσὶ διέδωκε: ἀντὶ τοῦ τοῖς ἐν πάσαις ταῖς ναυσί παραδοῦναι: ἕνεκα τοῦ παραδοῦναι. μαλακὸς ἦν ...: οὐκ ἐντόνως οὐδὲ σφοδρῶς ἀπῄτει ἀργός. παρὰ πέντε ναῦς: πλὴν εʹ νεῶν πλεῖν. ὡμολογήθησαν: συνεφωνήθησαν. διακληρωσάμενοι: διαμερίσαντες κλήρῳ. καταλεγόμενος: ἀπαριθμῶν. τούτου μὲν ἐπέσχεν: ἑαυτὸν δηλονότι, ἀπὸ τοῦ λαμβάνειν ὁμήρους. διὰ τοὺς ἀνέμους: ἐναντίους δηλονότι ὄντας. ἐσβαλόμενοι: τειχομαχοῦντες. σφάλμα: τὴν ἧσσαν λέγει. χειμασθεισῶν τῶν νεῶν: ἤγουν διασπαρεισῶν ὑπὸ χειμῶνος. αὐτῷ: ἤγουν τῷ Ἀστυόχῳ. ἦ μήν: ὄντως. προσβαλών: ἤγουν ἐλλιμενίσας. τῇ στρατιᾷ: ἤγουν σὺν τῇ στρατιᾷ. ἤτοι πανστρατιᾷ. ἀφειμένοι: ἀπὸ τῶν Ἀθηναίων. ἀναζητήσαντες: βασανίσαντες. ὥσπερ ...: ἀντὶ τοῦ ὡς εἶδον ἐπειδή. ὁρμήσασαι: ἐπὶ τὰ τῶν Χίων. Φοινικοῦντα: Φοινικοῦς λιμὴν ἐν τῷ Μίμαντι ξυλλαμβάνειν: βοηθεῖν. ἔφερον: ὑπέμειναν. ἐπὶ Θηριμένους: ἐνώπιον. ξυνθῆκαι ...: συνθῆκαι καὶ σπονδαὶ βʹ πρὸς βασιλέα Δαρεῖον καὶ τοὺς αὐτοῦ παῖδας καὶ Τισσαφέρνην Λακεδαιμονίων καὶ τῶν αὐτοῖς συμμάχων Λακεδαιμόνιοι ἢ οἱ ξύμμαχοι: τῶν Λακεδαιμονίων. κοινῇ: γνώμῃ δηλονότι. κέλητι: πλοίῳ κέλοκι. κατʼ ἀνάγκην ἐς ὀλίγον κατεχομένης: ἤτοι ἀναγκαζομένης ὀλιγαρχεῖσθαι ἢ ἐπʼ ὀλίγον πειθομένης καὶ ἀκροωμένης· ὃ καὶ μᾶλλον νῆες: οὖσαι τοῖς Ἀθηναίοις. ἀντανάγοιεν: αἱ ἐν τῇ Μιλήτῳ δηλονότι νῆες. ἡλίου τροπάς: τὰς χειμερινὰς δηλονότι καὶ εἴρητο αὐτοῖς ...: σημείωσαι τὸ σχῆμα πρὸς γὰρ τὰς τοῦ Πεδαρίτου ἐπιστολὰς: ἀντὶ τοῦ διὰ γὰρ τὰς τοῦ Πεδαρίτου ἐπιστολάς καὶ πλείω τὸν πλοῦν διὰ φυλακῆς ποιησάμενοι: καὶ μακρότερον τὸν πλοῦν ποιησάμενοι ὑπὲρ ἀσφαλείας τοῦ ξυμπαρακομισθῆναι: ἵνα συμπαραληφθῶσι παρʼ ἐκείνων. καὶ μιᾷ γε πόλει πλὴν Λ. πλεῖστοι γενόμενοι: πλείονες οἰκέται ἦσαν ἐν Χίῳ ἤπερ ἐν ἄλλῃ τινὶ πόλει πλὴν Λακεδαιμονίων· ἡ δὲ Λακεδαίμων πλείστους εἶχεν οἰκέτας ἐπιστάμενοι τὴν χώραν: ἔμπειροι τῆς χώρας. κωλῦσαι: κωλύμην ποιεῖν. διὰ τὴν τότε ἀπειλήν: ἣν ἠπείλησε τοῖς Χίοις μὴ ἐπιβοηθήσειν αὐτοῖς νομίσας πάντα ὕστερα εἶναι ...: νομίσας πάντα ἐν δευτέρῳ εἶναι τοῦ παρακομίσαι τὰς ναῦς, ὑπὲρ τοῦ θαλαττοκρατεῖν τὴν Καῦνον: Καῦνον ἐνταῦθα τὴν πρὸς τῇ Λυκίᾳ οὖσαν λέγει Κῶν τὴν Μεροπίδα: τὴν Μεροπίδα περιττῶς προσέθηκεν· ἄλλη γὰρ οὐκ ἔστι Κῶς ἀναγκάζεται ὑπὸ τῶν Κνιδίων παραινούντων: ἀντὶ τοῦ πείθεται παραινεσάντων προσβαλόντες: τειχομαχοῦντες. ἀμφοτέροις: ἤγουν τοῖς Λακεδαιμονίοις καὶ τῷ Τισσαφέρνει. οἱ δʼ: ἤγουν οἱ Λακεδαιμόνιοι. Καμίρῳ: Κάμιρος Ἡρωδιανὸς καὶ Χοιροβοσκός καὶ προσεχώρησε: ἤγουν ᾠκειώθη. ἐφάνησαν: τοῖς πολεμίοις. ὑστερίσαντες δὲ οὐ πολλῷ: ἤγουν μετʼ ὀλίγον ἐλθόντες. τὸ μὲν παραχρῆμα: ἀντὶ τοῦ κατὰ τὸ ἐνεστώς. ἐξέλεξαν: ἤγουν ἀπῄτησαν. ἀνελκύσαντες τὰς ναῦς: εἰς τὴν γῆν δηλονότι. ὑποχωρεῖ: ἤγουν λάθρα ἐχώρησε. ξυνέτεμεν: ἀντὶ τοῦ, εἰς ὀλίγον συνέστειλε. τοῖς ἑαυτῶν: ναύταις δηλονότι. ἐκ περιουσίας: ἤγουν πληθυσμοῦ. χείρω: ἤγουν ἄχρηστα ἐς μάχην ἢ ἀσθενῆ. δαπανῶντες ... ξυμβαίνει: περὶ ἀδηφαγίας ὥστε δόντα χρήματα αὐτὸν πεῖσαι: ἔπειθεν ὁ Ἀλκιβιάδης τὸν Τισσαφέρνην δοῦναι χρήματα τοῖς τριηράρχοις τῶν Πελοποννησίων, ἵνα ξυγχωρήσωσιν αὐτῷ ἀντὶ τῆς δραχμῆς τριώβολον τῷ στρατιώτῃ διδόναι ἡ σύνταξις οὕτως· ἐδίδασκεν ἔτι Τισσαφέρνην ὥστε δόντα χρήματα αὐτὸν πεῖσαι καὶ τοὺς τριηράρχους καὶ τοὺς στρατηγοὺς τῶν πόλεων, πλὴν τῶν Συρακουσίων, συγχωρῆσαι αὑτῷ ταῦτα. τοῖς ἰδίοις ... εἰκότως φειδόμενον: εἰκότως φείδεσθαι διὰ τὸ ἐκ τῶν ἰδίων ἀναλίσκειν καθʼ ἕν: μέρος δηλονότι. εὐτελέστερα: ἀντίκειται τῷ πολυτελεῖ τὸ εὐτελέστερα. ἀδαπανώτερα οὖν λέγει τὸν λόγον τε ξυμφορώτατον καὶ τὸ ἔργον ...: τοὺς Ἀθηναίους καὶ ἀπὸ τῶν ἔργων συμφορωτέρους εἶναι βασιλεῖ καταπολεμοῦντας τὴν Ἑλλάδα τοὺς μὲν γὰρ ξυγκαταδουλοῦν ἂν ...: τοὺς μὲν γὰρ Ἀθηναίους θαλασσοκρατοῦντας οὐ μόνον ἑαυτοῖς καταδουλοῦν τοὺς Ἕλληνας, ἀλλὰ καὶ βασιλεῖ τοὺς ἐν τῇ βασιλέως οἰκοῦντας ἢν μή ποτε αὐτοὺς μὴ ἐξέλωσι: ἀντὶ τοῦ, καταδουλώσωνται τοὺς Ἀθηναίους καὶ ἀποτεμόμενον: ἀποτεμόμενον μεγίστην μοῖραν τῶν Ἀθηναίων, τουτέστι μεγίστων στερήσαντα αὐτούς καὶ ἐκ περιόντος: ἤγουν ἐκ τοῦ ὑπερβάλλοντος. παρʼ ἐκείνοις: ἔμπροσθεν ἐκείνων. ἐπιθεραπεύων: ἤγουν μετὰ θεραπείας καὶ οἰκονομίας πραγματευόμενος. εἰ μὴ διαφθερεῖ αὐτήν: ἤ, τὴν εἰς τὴν πατρίδα κάθοδον εἰ μὴ διαφθείρῃ· ἤ, αὐτὴν τὴν πατρίδα εἰ μὴ ἐάσῃ διαφθαρῆναι πεῖσαι δʼ ἄν: τοὺς Ἀθηναίους. ἐς τοὺς βελτίστους τῶν ἀνθρώπων: φρονιμωτάτους. τὴν πόλιν: τὰς Ἀθήνας. καὶ ὑποτείνοντος αὐτοῦ: ἐλπίδας δηλονότι. κόσμου: εὐταξίας. σφίσι δὲ περιοπτέον εἶναι: αὐτοῖς δὲ περιαθρητέον εἶναι ὅπως μὴ στασιάσωσι σκοπητέον. ὁμοίως ἐν τῇ θαλάσσῃ ὄντων: ὁμοίως ὥσπερ καὶ Ἀθηναίων κρατούντων τῆς θαλάττης τάς τε ξυμμαχίδας πόλεις ...: περὶ τῶν ξυμμαχίδων πόλεων, αἷς ὑπέσχοντο ὀλιγαρχίαν οἱ Ἀθηναῖοι ὡς καὶ αὐτοὶ ὀλιγαρχησόμενοι, σαφῶς ἔφη εἰδέναι περὶ τούτων ὁ Φρύνιχος ὅτι οὔτε αἱ ἤδη ἀφεστηκυῖαι προσχωρήσουσιν οὐδὲν μᾶλλον οὔτε αἱ ὑπήκοοι βεβαιότεραι ἔσονται τούς τε καλοὺς κἀγαθούς: ὑπερβατόν, τούς τε τοῦ δήμου καλοὺς καὶ ἀγαθοὺς ὀνομαζομένους· ὁ δὲ νοῦς· οὐκ ἐλάττω παρέχειν πράγματα ἤπερ τὸν δῆμον, ποριστὰς ὄντας καὶ εἰσηγητὰς τῶν κακῶν τῷ δήμῳ, τοὺς ὀνομαζομένους μὲν καλοὺς κἀγαθούς, τῶν δὲ κακῶν πάντων αἰτίους ὄντας τῷ δήμῳ, διὰ τὰ ἴδια κέρδη πράγματα παρέχοντας τοῖς τὴν ὀλιγαρχίαν καθιστᾶσι καὶ τὸ μὲν ἐπʼ ἐκείνοις εἶναι: τὸ εἶναι περιττόν. λέγει δὲ ὅτι ἤτοι ὅσον ἐπὶ τοῖς ὀλιγαρχικοῖς μᾶλλον ἢ ὅσον ἐπὶ τοῖς καλοῖς κἀγαθοῖς λεγομένοις οἱ ἄλλοι ἂν καὶ ἄκριτοι καὶ πρὸς βίαν ἀποθνήσκοιεν ἐπισταμένας: διδαχθείσας. σαφῶς αὐτὸς εἰδέναι ...: καὶ αὐτὸς σαφῶς εἰδέναι ὅτι αἱ πόλεις ἐξ αὐτῶν τῶν ἔργων οὕτω φρονοῦσιν ὥσπερ καὶ τὸ πρῶτον αὐτοῖς ἐδόκει: ἐδόκει γάρ, φησίν, αὐτοῖς καὶ τὸ πρῶτον τὰ παρόντα δέχεσθαι τοῦ ἐκεῖ δήμου: τὸν ἐν ταῖς Ἀθήναις· καὶ γὰρ ὁ ἐπὶ τῶν νεῶν ἐν τῇ Σάμῳ στρατὸς τῶν Ἀθηναίων δῆμος ἦν ἐνδέξονται αὐτήν: ἤγουν ἐνδιαθέτως καὶ γνησίως δέξονται. δείσας πρὸς τὴν ἐναντίωσιν ...: δείσας μὴ ὑπεναντίως τῇ γνώμῃ αὐτοῦ κατελθὼν ὁ Ἀλκιβιάδης κακώσῃ αὐτόν καὶ μετὰ τοῦ τῆς πόλεως ἀξυμφόρου: εἰ καὶ μετὰ τῆς πόλεως ἀξύμφορος ἤγουν εἰ καὶ ἀξύμφορον τοῦτο τῇ ἑαυτῶν πόλει ἄλλως τε ...: ἄλλως τε οὐδὲ διενοεῖτο τιμωρεῖσθαι, καὶ ταῦτα μηδὲ συμμίσγοντα αὐτῷ ἐς χεῖρας: ἤγουν εἰς ὁμιλίαν καὶ δεξίωσιν φιλικήν. προσέθηκέ τε, ὡς ἐλέγετο: τὸ ἑξῆς, προσέθηκε ἑαυτὸν Τισσαφέρνει τὸ «ὡς ἐλέγετο» κἀνταῦθα πρόσκειται ἐνδεικτικὸν τοῦ περὶ τῶν ἀδήλων μὴ πάνυ διατείνεσθαι. τὸ δὲ προσέθηκεν ἀντὶ τοῦ προσέθετο ἡ διάνοια· καὶ Ἀστύοχος ἐνέδωκεν ἑαυτὸν τῷ Τισσαφέρνει τοῖς ἰδίοις κέρδεσιν, ὡς ἐλέγετο, καὶ περὶ τούτου καὶ περὶ τῶν ἄλλων, καὶ διὰ τοῦτο ὠλιγώρει μὴ ἐντελῆ μισθὸν ἐκδοῦναι Τισσαφέρνην τοῖς ναυτικοῖς. ἀνθήπτετο: ἀντέσχετο. ὅτι οὐ καλῶς ἐκρύφθη: ἀλλὰ ἀπεκαλύφθη δηλονότι. ᾧ ἂν τρόπῳ: ἤγουν ὅπως. ὅσον οὐ παροῦσαν: ἤγουν μετʼ ὀλίγον ἐλευσομένην. ὁρμουσῶν: αὐλιζουσῶν. ἐκ τοῦ τοιούτου: ἀντὶ τοῦ διὰ τὸ τοιοῦτον. λέγει δὲ τὸ μήνυμα τὸ τοῦ Φρυνίχου μέλλουσα: τειχισθῆναι. δόξας δὲ ὁ Ἀλκιβιάδης ...: τὰ παρὰ τοῦ Ἀλκιβιάδου γράμματα οὐδὲν ἔβλαψε τὸν Φρύνιχον, ἀλλὰ μᾶλλον ὠφέλησεν. ᾠήθησαν γὰρ οἱ Ἀθηναῖοι τὸν Ἀλκιβιάδην παρὰ μὲν τῶν πολεμίων μεμαθηκέναι ὅτι μέλλουσιν ἐπιθήσεσθαι Σάμῳ, κατεψεῦσθαι δὲ ταῦτα Φρυνίχου διὰ τὴν πρὸς αὐτὸν ἔχθραν, ὅτι ἀναπείθει τοὺς πολεμίους ἐπιθέσθαι Φρύνιχος δεδιότα μὲν τοὺς Πελοποννησίους ...: φησὶν ὅτι ἐδεδίει μὲν ὁ Τισσαφέρνης τὴν ἰσχὺν τῶν Λακεδαιμονίων, ἐβούλετο δὲ ὅμως πεισθῆναι, εἰ δύναιτο, ὑπὸ Ἀλκιβιάδου μεταθέσθαι πρὸς τοὺς Ἀθηναίους πιστευθῆναι: τοῖς Ἀθηναίοις. ἐπηλήθευσεν: ἀντὶ τοῦ ἀλήθειαν εἶπεν ἐπὶ τὸν τοῦ Ἀλκιβιάδου λόγον. ἀνεκτὸν εἶναι ξυγκεῖσθαι: ἀντὶ τοῦ ἀνεκτὴν εἶναι συνθήκην κεφαλαιοῦντες ἐκ πολλῶν: ἀντὶ τοῦ ἐκ πολλοῦ ἀποδεικνύντες ἤγουν κεφαλαιωδῶς καὶ ξυντετμημένως λέγοντες. μάλιστα δὲ ὡς ἐξείη αὐτοῖς: ὁ δέ σύνδεσμος ἀντὶ τοῦ δή κεῖται, ὡς καὶ ἐν τῇ πρώτῃ ἐν τῷ «καθʼ ἑκάστους δὲ ἤδη τῇ ὁμιλίᾳ» καὶ ἐπιθειαζόντων: ἤγουν θεῖά τινα ἐπιβοωμένων. πρὸς πολλὴν ἀντιλογίαν καὶ σχετλιασμόν: πρὸς πολλοὺς ἀντιλέγοντας καὶ σχετλιαζομένους. σχετλιασμόν: ἤγουν δεινοπάθειαν. οὐκέτι ὄντων: χρημάτων δηλονότι. σωφρονέστερον: ἤγουν ταπεινότερον. χαλεπῶς ...: ἤγουν δυσανασχετῶν ἦν· σκληρὸς ἦν καὶ ἀνένδοτος. τάς τε ξυνωμοσίας αἵπερ ἐτύγχανον ...: ὅσαι ἦσαν ξυνωμοσίαι κατά τε τῶν ἀρχῶν καὶ τῶν δικῶν ἁπάσας ἐπελθὼν καὶ παρακελευσάμενος ἁπάσας ἐπελθὼν ...: ὁ Πείσανδρος εἰς πάσας τὰς συνωμοσίας ἐλθὼν παρεκελεύσατο, ὅπως πάντες ἐν αὐταῖς συστραφέντες μιᾷ γνώμῃ καταλύσωσι τὸν δῆμον ἐπὶ τοῖς παροῦσιν: κατὰ τῆς παρούσης δημοκρατίας ἐς δὲ τὴν γῆν: δηλονότι τῆς Ῥόδου. τοὺς προσβοηθήσαντας: τῇ χώρᾳ πορθουμένῃ. εὐφυλακτότερα γὰρ αὐτοῖς ἐγίγνετο: παραφυλάττειν γὰρ ἐντεῦθεν μᾶλλον ἐδύναντο τὰς τῶν Πελοποννησίων ναῦς, εἴ που ἀπαίροιεν διενοοῦντο: ἤγουν ἐμελέτων. ἐπεκβοηθησάντων δέ: ἤγουν ἐκδραμόντων εἰς βοήθειαν ἐπὶ τῷ συμβάντι. αὐτόθι: ἐν τῇ Χίῳ. εἶδος: τύπον, μηχανήν. ἐπειδὴ ἑώρα ...: ἐπειδὴ ἑώρα τὸν Τισσαφέρνην, καὶ εἰ τὰ μέγιστα λαμβάνοι, μηδὲ οὕτω ξυμβησόμενον πρὸς τοὺς Ἀθηναίους ξυμβασείοντα: ἐφιέμενον ξυμβῆναι. μὴ ἱκανὰ διδόναι: τῇ αἰτήσει δηλονότι. ὑπὲρ παρόντος τοῦ Τισσαφέρνους: ἔμπροσθεν τοῦ Τισσαφέρνους. ὥστε τὸ τῶν Ἀθηναίων ...: ὥστε τοὺς Ἀθηναίους αἰτίους γενέσθαι τοῦ μὴ συμβῆναι καίπερ διδόντας τὰ αἰτούμενα ἠξίουν: Ἀλκιβιάδης καὶ Τισσαφέρνης τὰς ἐπικειμένας: δηλονότι τῇ Ἰωνίᾳ. ξυνόδῳ: συνελεύσει, ὁμιλίᾳ. ἐνταῦθα δὴ οὐκέτι: ἀπὸ κοινοῦ τὸ συγχωρούντων ἀκουστέον παντάπασιν ἐκπεπολεμῶσθαι: ἤγουν εἰς τελείαν ἔχθραν ἐλθεῖν τοῖς Πελοποννησίοις. κενωθεισῶν τῶν νεῶν: ἀπολιπόντων αὐτὰς τῶν στρατιωτῶν διὰ τὸ μὴ λαμβάνειν μισθόν ἐπανισοῦν τοὺς Ἕλληνας: ἀντὶ τοῦ ἴσους αὐτοὺς ποιεῖν μεταπεμψάμενος οὖν: τὸ οὖν ἐκ τοῦ παραλλήλου. τρίτῳ καὶ δεκάτῳ ...: τρίται συνθῆκαι Λακεδαιμονίων καὶ τῶν τούτοις συμμάχων πρὸς βασιλέα Δαρεῖον λάβωσιν: εἰς τροφὴν δηλονότι τῶν νεῶν καὶ εἰς ἄλλην δαπάνην. πρὸς Ἀθηναίους ...: πρὸς Ἀθηναίους ἐὰν ἐθέλωσι διαλλάττεσθαι, ἀμφότεροι διαλλαττέσθωσαν ὥσπερ εἴρητο: ἐν ταῖς σπονδαῖς δηλονότι. ἐπιβουλεύοντες ἀπόστασιν τῆς Εὐβοίας: λαθραίως ποιοῦντες τὸ ἀποστῆναι τὴν Εὔβοιαν ἀπὸ τῶν Ἀθηναίων. ἐπὶ γὰρ τῇ Ἐρετρίᾳ τὸ χωρίον ὄν: ἀντὶ τοῦ ἐπικείμενον γὰρ τῇ Ἐρετρίᾳ ἐπικαλούμενοι: ἤγουν ἐπὶ βοήθειαν καλοῦντες. τοῦ δʼ ἐπιγιγνομένου θέρους: ἔτος καʹ πεζῇ: ἤγουν διὰ ξηρᾶς. ἀποστήσων: τῶν Ἀθηναίων δηλονότι. ἔτυχον ... κεκομισμένοι: ἀντὶ τοῦ ἔλαβον. ἐπιβάτης: οὐ τριήραρχος οὐδʼ ἄλλην ἀρχὴν ἔχων ἐρυμνόν: ὀχυρόν ἤδη γὰρ καὶ ὀψὲ ἦν: ἤγουν ἑσπέρας ἤδη καταλαβούσης. τὴν ναυμαχίαν: τὴν γενομένην δηλονότι περὶ τὴν Χίον. ἐθάρσησεν: ἤγουν ἀγαθὰς ἔσχεν ἐλπίδας. ἀλλήλοις: κατὰ σφᾶς αὐτούς. ὑπὸ γὰρ ...: τὸ αἴτιον τῆς ὑποψίας. καίπερ ἐπαναστάντας αὐτοὺς: καίπερ ἐπαναστάντων αὐτοῖς τοῖς ὀλιγαρχικοῖς τῶν δημοκρατούντων ὑπὲρ τοῦ μὴ ὀλιγαρχεῖσθαι ἀνεθήσεται: ἀφήσεται. τὰ πράγματα: ἡ ὀλιγαρχία. πράξοντας τἀκεῖ: ἤγουν καταστήσοντας τὰ ἐν Ἀθήναις. εἴρητο: προσετέτακτο. αἷς ἂν ἴσχωσιν: ἀντὶ τοῦ προσορμίσωνται καθιστάναι: ἤγουν νομοθετεῖν. καὶ γὰρ καὶ φυγὴ ...: καὶ γὰρ καὶ φυγάδες αὐτῶν ἦσαν παρὰ Πελοποννησίοις, πεφευγότες ὑπὸ Ἀθηναίων καὶ αὕτη: ἤγουν αὐτοὶ οἱ φυγάδες. ναῦς: Λακεδαιμονίων. κομίσαι: εἰς τὴν Λακεδαίμονα δηλονότι. σωφροσύνην γὰρ λαβοῦσαι αἱ πόλεις ...: εὐβουλότεραι γὰρ γενόμεναι ἐχώρησαν ἐπὶ τὴν ἄντικρυς ἐλευθερίαν, τῆς ὑπὸ τῶν Ἀθηναίων ὑπούλου εὐνομίας οὐδὲν φροντίσαντες· τοῦτο γάρ ἐστι τὸ προτιμήσαντες ἄλλως· οὐ προτιμήσαντες, οὐ προτιμοτέραν σχόντες. ἀνεπιτηδείους: τῇ ὀλιγαρχίᾳ δηλονότι. κρύφα: κρύβδην ἤτοι λάθρα λόγος τε ἐκ τοῦ φανεροῦ ...: λόγος τε ἐν τῷ φανερῷ ἐκ παρασκευῆς ἐλέγετο εὐπρεπὲς πρὸς τοὺς πλείους: πιθανὸν πρὸς τοὺς πολλούς. εὐπρεπὲς μὲν ἦν πρὸς τοὺς πλείους, ὅμως δὲ ὀλίγοι οἱ μεθιστάντες τά πράγματα ἔμελλον καὶ ἄρξειν αὐτῶν. βουλὴ ἡ ἀπὸ τοῦ κυάμου: κλήρους ἔβαλον κυάμους, καὶ οἱ λαχόντες συνήρχοντο εἰς τὴν βουλήν. ξυνεστῶσι: συνωμόταις. ἀλλὰ καὶ οἱ λέγοντες ἐκ τούτων ἦσαν: ἤγουν οἱ δημηγοροῦντες ἦσαν ἐκ τῶν καταλυσάντων τὴν δημοκρατίαν. προυσκέπτετο: πρὶν ἐλθεῖν ἐς τὴν συλλογήν. ἐπιτηδείου: ἀντὶ τοῦ εὐπροσώπου ἐσκεμμένου. δικαίωσις: ἀντὶ τοῦ κόλασις ἢ εἰς δίκην ἀπαγωγή ἤτοι κρίσις. κέρδος ὁ μὴ πάσχων τι βίαιον ...: ὁ μηδὲν πάσχων βίαιον κέρδος ἡγεῖτο τὸ μηδὲν πάσχειν καὶ τὸ ξυνεστηκὸς πολὺ πλέον ἡγούμενοι ...: καὶ τοὺς συνεστῶτας κατὰ τοῦ δήμου πλείονας νομίζοντες εἶναι, ἤπερ ὅσοι ἦσαν, τεταπείνωντο ταῖς γνώμαις διὰ τὸ μέγεθος τῆς πόλεως ...: διὰ τὸ μέγεθος τῆς πόλεως ἠγνόουν τοὺς συνεστῶτας, καὶ οὐκ ἐδύναντο αὐτοὺς ἐξευρεῖν· καὶ διὰ τὸ κρύφα δὲ ἐκείνους πράττειν οὐκ ἐδύναντο εὑρεῖν αὐτούς κατὰ δὲ ταὐτὸ τοῦτο: κατὰ τὸ ἀγνοεῖν τοὺς ἐκ τῆς ὀλιγαρχίας οὐκ ἦν δυνατὸν — τουτέστιν ἀσφαλὲς — ἀγανακτήσαντά τινα τοῖς πραττομένοις ἀπολοφύρασθαι παρὰ τῷ πέλας ἀλλήλοις γὰρ ἅπαντες ...: τὸ μὲν ἀλλήλοις ἀντὶ τοῦ ἄλλος ἄλλῳ, τὸ δὲ ὡς μετέχοντα ἀντὶ τοῦ ὡς μετέχοντι καὶ τὸ ἄπιστον οὗτοι ...: καὶ οἱ μὴ δοκοῦντες μὲν ὅλως ὀλιγαρχικοὶ εἶναι, ὄντες δὲ ἐν τῇ συνωμοσίᾳ, μεγάλως ἐποίησαν ἀπιστεῖν αὐτοὺς ἀλλήλοις. ἢ ἀπιστεῖν αὐτοὺς ἐποίησαν ὅτι ἐστὶ συνωμοσία ἐς τὴν τῶν ὀλίγων ἀσφάλειαν ὠφέλησαν: ὠφέλησαν ὥστε ἐν ἀσφαλείᾳ εἶναι, ἀπιστεῖν ὅλως ποιήσαντες τοὺς πολλοὺς ἀλλήλοις. ἐκείνων γὰρ τῶν μὴ ἄν ποτε νομισθέντων ὀλιγαρχίας κοινωνήσειν μετασχόντων τῆς συνωμοσίας οὐδεὶς οὐδενὶ ἔτι ἐπίστευεν εἶπον γνώμην: βουλήν. ἄριστα: ἤγουν ὠφελιμώτατα. ἡ ἡμέρα ἐφῆκε: ἀντὶ τοῦ παρῆν ἡ ἡμέρα ἐκ τοῦ αὐτοῦ κόσμου: ἐκ τῆς παλαιᾶς καὶ δημοτικῆς καταστάσεως ἤγουν ἐκ τῆς δημοκρατίας. Ἀντιφῶν: ὁ τοῦ παρόντος συγγραφέως διδάσκαλος. δεινότητος: ῥητορείας. πλεῖστα ...: πλεῖστα εἷς ἀνὴρ δυνάμενος ὠφελεῖν ἐν τῷ συμβουλεύειν ἄριστα: τὸ ἑξῆς, ἄριστα ἀπολογησάμενος. ὑπὲρ αὐτῶν τούτων ...: ὑπὲρ τῆς αἰτίας τῆς τούτων, τουτέστι τῶν κατὰ τὴν ὀλιγαρχίαν, ὡς συγκαταστήσας εἰδότα αὐτόν: τὸν Ἀλκιβιάδην ὑπέστη: ὑπέσχετο. φερεγγυώτατος: ἱκανώτατος χαλεπὸν γὰρ ...: τὸ αἴτιον τοῦ μεγέθους τοῦ ἔργου. δʼ Ἀθηναῖοι: τὸ δέ ἀντὶ τοῦ δή ὡς καὶ ἐν τῇ πρώτῃ ἐν τῷ «καθʼ ἑκάστους δὲ ἤδη τῇ ὁμιλίᾳ» ἐν τάξει: παρατάξει. εἴρητο ἡσυχῇ ...: κρύφα εἴρητο παρʼ αὐτοῖς τοῖς ὅπλοις μηδʼ ἐν τῇ εἰθισμένῃ χώρᾳ, ἔνθα ἐφύλαττον, μένειν εἴ τί που δέοι χειρουργεῖν: διαχειρίσασθαί τινα καὶ ἀναιρεῖν ἀπὸ τοῦ κυάμου: τουτέστι διὰ ψηφισμοῦ ᾑρημένοις. ἔφερον δὲ αὐτοῖς: τοῖς ἀπὸ τοῦ κυάμου βουλευταῖς σφῶν: ἐκ σφῶν. ἀπεκλήρωσαν: ἤγουν διὰ κλήρου ἀποκατέστησαν. πολὺ μεταλλάξαντες τῆς τοῦ δήμου διοικήσεως: μεταθέντες τὴν πολιτείαν ἔνεμον: ἐνέμοντο καὶ ἐκαρποῦντο διεξῆγον ὑπεξαιρεθῆναι: εἰς τὴν ἀρχήν. ἐλπίσας ἢ παραχθέντας ...: ἤλπισε ῥᾳδίως κρατήσειν τῶν Ἀθηναίων τοὺς Πελοποννησίους, καὶ ὡς αὐτοὶ βούλονται οἱ Πελοποννήσιοι· ἴσως δὲ καὶ παραχρῆμα χειρώσεσθαι τὴν πόλιν ἔνδοθέν τε τεθορυβημένην διὰ τὴν στάσιν καὶ ἔξωθεν διὰ τοὺς πολεμίους ἐγγὺς προσελθόντας τῇ πόλει τῶν Ἀθηναίων καίτοι οὐ πώποτε Ἀθηναίους ...: τοὺς Ἀθηναίους, διὰ τὸ ἀεὶ πρὸς ὑπερορίους πολεμίους πολέμους εἶναι καὶ τοὺς πολλοὺς αὐτῶν ἀποδημεῖν, οὐδεπώποτε οὕτως ἐν μεγάλῳ πράγματι γεγενῆσθαι, ὥστε ἀθρόους πεντακισχιλίους συνελθεῖν σκεψομένους περὶ τῶν κοινῶν. δηλοῦται δὲ ἐντεῦθεν ὅτι οἱ τετρακόσιοι δημοκρατικωτέραν τῆς πρόσθεν ἐπηγγέλλοντο ποιήσειν τὴν πολιτείαν πεντακισχιλίους κοινωνοὺς παραλαβόντες, ὅσοι οὐδεπώποτε πρότερον βουλευσόμενοι συνῆλθον σφᾶς τε ...: κακοῦ τῆς ὀλιγαρχίας λέγει, φησὶ δὲ ὅτι, μὴ ἀφορμὴν καὶ ἀρχὴν λαβοῦσα ἡ ὀλιγαρχία ἀπὸ τῶν ἐν Σάμῳ καταλύσῃ τοὺς τετρακοσίους καὶ ὄντες δῆμος: καὶ δημοκρατίαν καταστήσαντες καὶ ἔμελλον τοῖς ἄλλοις ὡς δήμῳ ὄντι ἐπιθήσεσθαι: ἔμελλον τοὺς μὴ συνομόσαντας καταλύσειν οὐ διὰ δυνάμεως ... φόβον: οὐ φοβούμενοι τὴν δύναμιν οὐδὲ τὸ ἀξίωμα αὐτοῦ παρὰ σφίσιν: παρὰ σφίσιν ἦσαν, ὅτι ἐδίδουν αὐτοῖς πίστιν σῶας ἔσεσθαι. τῷ δὲ ὁπλιτεύοντι: ἀντὶ τοῦ ὁπλιτικοῦ ἄρχοντι. οὐκ ἠξίουν περιιδεῖν: οἱ πλείονες ἐδέοντο οὐ περιιδεῖν. περιφρονῆσαι, παραβλέψαι αὐτούς: Θρασύβουλον καὶ Θράσυλλον καὶ τοὺς ἄλλους. σφᾶς: τοὺς πλείονας. ἐς τοῦτο ξυνέμεινεν: ἤτοι μέχρι δεῦρο μεμένηκεν, ἢ ἐν τούτῳ τύχης μεμένηκεν ἕνα ἕκαστον μετῇσαν: ἀντὶ τοῦ ἐδέοντο ἑκάστου μετήρχοντο μὴ συγχωρεῖν τοὺς Παράλους: τοὺς ἐκ τῆς νεὼς τῆς Παράλου καὶ μὴ παρούσῃ ἐπικειμένους: ἀχθομένους ὀλιγαρχίᾳ, καὶ εἰ μὴ εἶναι τύχοι ἐναντιουμένους αὐτοῖς: τοῖς ἐκ τῆς Σάμου δημοκρατικοῖς τοῖς Σαμίοις οἱ τῶν Σαμίων πλείονες: οἱ δημοκρατικοί ἐζημίωσαν: κατεδίκασαν ἐς τὴν μετάστασιν: εἰς τὸ καταλῦσαι τὴν ὀλιγαρχίαν ἐπὶ τὸ μεῖζον πάντα δεινώσας: ἤγουν εἰς τὰ δεινότατα τῷ λόγῳ ἐπάρας. λαβόντες εἴρξειν: τὸ εἴρξειν ἀντὶ τοῦ εἶρξαι κεῖται. τὸ δέ, ἵνα, ἢν μὴ ὑπακούσωσι. τεθνήκωσιν, ἵνα ἂν μὴ ὑπακούσωσιν οἱ ἐν Σάμῳ, ἀποθάνωσιν αὐτῶν οἱ προσήκοντες τῆς μεταβολῆς: τῆς ἀπὸ ὀλιγαρχίας εἰς δημοκρατίαν. οἱ μὲν τὴν πόλιν: ἤγουν οἱ ἐν Σάμῳ τὰς Ἀθήνας. οἱ δέ: οἱ ἐν Ἀθήναις. ἡ πόλις αὐτῶν: ἤγουν αἱ Ἀθῆναι. καὶ εἰ ἐκεῖθεν ὡρμῶντο: ἤγουν τὸ ἐνδόσιμον ἔχουσιν ἐκεῖθεν, ἤγουν ἀπὸ τῶν Ἀθηνῶν, αἱ πόλεις. ἐκ τῆς Σάμου ὡρμῶντο: λέγειν δή. οὐκ ἀσθενῆ, ἀλλʼ ...: ἰσχυρίζει ὅτι οὐκ ἀσθενὴς ἦν ἡ Σάμος, ἥτις μονονουχὶ ἐκράτησε τῆς θαλάσσης πολεμοῦσα πρὸς τοὺς Ἀθηναίους. ἐν τῇ Σάμῳ προκαθημένους ...: ἐγίνετο παραίνεσις ὅτι δεῖ αὐτοὺς ἐν Σάμῳ προκαθημένους πρότερον κρατεῖν τοῦ ἐς τὸν Πειραιᾶ ἔσπλου, καὶ ὅτι νῦν, εἰ μὴ βούλονται ἀποδοῦναι τὴν δημοκρατίαν αὐτοῖς οἱ τετρακόσιοι, ἐν τούτῳ δυνάμεως αὐτοὶ καθεστᾶσιν, ὥστε τοὺς τὴν πόλιν κατέχοντας εἴργειν δύνασθαι τῆς θαλάττης αὐτοὶ μᾶλλον ἤπερ ὑπʼ ἐκείνων εἴργεσθαι καταστήσονται: οἱ ἐν Ἀθήναις δηλονότι. τοῦ κρατεῖν τὸν πλοῦν τοῦ Πειραιῶς αὐτοί: οἱ Σάμιοι ἐκείνους: τοὺς τετρακοσίους ἐπορίζοντο: αὐτῇ τῇ Σάμῳ μήτε βούλευμα χρηστόν ...: ἡ διάνοια· περὶ ὀλίγου ποιητέον ὅτι ἡ πόλις αὐτῶν ἀφέστηκεν. ἐπειδὴ ἡ βουλὴ αὐτῆς ἦν κυρία, εἴωθε εἶναι τῶν στρατοπέδων ἡ πόλις. νῦν αὕτη οὐκ ἔστι χρηστή, ἀλλὰ ἐν αὐτοῖς τοῖς στρατοπέδοις ἡμάρτηκε ἐν τῷ καταλύειν τοὺς νόμους, καὶ ὠμῶς ἀναγκάζειν βούλεται τοὺς στρατιώτας πολεμεῖν διὰ τὴν σωτηρίαν αὐτῆς. τοὺς μέν: τοὺς τετρακοσίους προσαναγκάζειν: ἀπὸ κοινοῦ τὸ σώζειν ὥστε οὐδὲ τούτους ...: δυνάμει τοιοῦτόν ἐστιν· οὐ χρὴ τούτους, οἵτινες ἄν τι παρʼ αὑτοῖς χρηστὸν βουλεύσωνται, χείρους ἐκείνων νομίζειν βουλεύοιεν: ἔμελλον βουλεύειν χείρους: τοῦ βουλεύματος τοῦ ἐν τῇ πόλει. διεβόων: ἤγουν διάτορον ἐβόων. τοῦ μέν: τοῦ Ἀστυόχου. οὐδέπω ἐν τῷ αὐτῷ εἰσιν: ἤγουν οὐχ ὁμονοοῦσι. ὄνομα ...: κατὰ τὸ ὄνομα μέν, ἀλλʼ οὐ κατὰ τὸ ἔργον κινδυνευούσας. διατριβῆναι: διαφθαρῆναι. ἀπολεῖν τὸν χρόνον. κακοῖ τὸ ναυτικόν: ἤγουν εἰς κακοπάθειαν ἐμβάλλει. ἐνῆγον: παρεκίνουν ἀπὸ ξυνόδου: ἤγουν ἀπὸ ὁμονοίας. ξυνελεύσεως ὁρμοῦσαι: αὐλίζουσαι. πρὸς τὴν Μυκάλην: κατὰ τὸ τῆς Μυκάλης μέρος. ναυμαχησείοντας: μέλλοντας ναυμαχήσειν ἢ ἐπιθυμοῦντας ναυμαχήσειν τῇ ὑστεραίᾳ: ἐσομένη ἡμέρα κακῶς διδόντος: σὺν κακώσει. χειμασθεῖσαι: ἤγουν ταραχθεῖσαι ὑπὸ χειμῶνος. καὶ αἱ μὲν Δήλου ...: ὑπερβατόν. τὸ δὲ ἑξῆς, καὶ αἱ μὲν πλείους Δήλου λαβόμεναι μετὰ Κλεάρχου καὶ ὕστερον πάλιν ἐλθοῦσαι εἰς Μίλητον, αἱ δὲ μετὰ Ἑλίξου τοῦ Μεγαρέως στρατηγοῦ δέκα εἰς τὸν Ἑλλήσποντον διασωθεῖσαι, Βυζάντιον ἀφιστᾶσι μετὰ Κλεάρχου: οὖσαι. ἦρχεν: τοῦ στόλου τοῦ λοιποῦ δηλονότι. ἀφιστᾶσι: ἀφιστάω ἀφιστῶ καὶ ἐκ τούτου ῥῆμα εἰς μι· ἀφίστημι, ἀφίστης, ἀφίστησι, τὸ τρίτον τῶν πληθυντικῶν ἀφιστᾶσι κατάγειν: κατέρχεσθαι καὶ τέλος ἀπʼ ἐκκλησίας: ἤτοι ἐν ἐκκλησίᾳ, καὶ οὐκ ἄλλως ἢ ἐν μιᾷ ἐκκλησίᾳ τήν τε ἰδίαν ξυμφορὰν τῆς φυγῆς ἐπῃτιάσατο: ἐπῃτιάσατο τοὺς Ἀθηναίους περὶ τῆς ἰδίας ξυμφορᾶς τῆς κατὰ τὴν φυγήν ἀνωλοφύρατο: ἤγουν τὰ ἑαυτοῦ πάθη μετὰ ὀλοφυρμοῦ διηγήσατο. καὶ οἱ ἐν τῇ Σάμῳ: ἤγουν οἱ Ἀθηναῖοι. διαβάλλοιντο: ὑβρίζοιντο. ἐπικομπῶν: ἤγουν κομπωδῶς λέγων. ἕως ἄν τι τῶν ἑαυτοῦ λείπηται: μέχρις ἂν ἐξαρκῇ τὰ Τισσαφέρνους. τῶν ἑαυτοῦ: Τισσαφέρνους δηλαδή. ἢν Ἀθηναίοις πιστεύσῃ: ἂν Τισσαφέρνης πιστοὺς κρίνῃ τοὺς Ἀθηναίους, οὐκ ἀπορήσειν αὐτοὺς τροφῆς, μέχρις ἂν ἐξαρκῇ τὰ Τισσαφέρνους ἐξαργυρῶσαι: ἤγουν ἀργυρίου πωλῆσαι. εἰ σῶς αὐτὸς ...: εἰ ἀνασωθεὶς Ἀλκιβιάδης ὀπίσω ἀνάδοχος γένοιτο αὐτῷ: διʼ αὐτοῦ τοῦ Τισσαφέρνους. ἠλλάξαντο: ὠνήσαντο διὰ τὸ αὐτίκα. ἐκείνου: τοῦ Τισσαφέρνους. τῷ μὲν Τισσαφέρνει ... ἐκείνοις δέ: διὰ τοῦ Τισσαφέρνους ... διὰ ἐκείνων προσέτι. διεβέβληντο: ἤγουν εἰς διαβολὴν καὶ λοιδορίαν τὴν κατὰ τοῦ Τισσαφέρνους, ἐν διαβολῇ εἶχον. ξυνηνέχθη γὰρ αὐτοῖς ...: τῶν Ἀθηναίων ἐπιπλευσάντων τῇ Μιλήτῳ καὶ βουλομένων διαναυμαχεῖν τοῖς Πελοποννησίοις, τῶν δὲ Πελοποννησίων οὐκ ἀντιταχθέντων αὐτοῖς, ἀλλʼ ἀποδειλιασάντων, ὁ Τισσαφέρνης καταφρονήσας αὐτῶν πολὺ ὀκνηρότερον ἤπερ πρότερον παρεῖχεν αὐτοῖς τὸν μισθόν. τοῖς οὖν Πελοποννησίοις, καὶ πρότερον μισοῦσιν αὐτὸν ὡς φθείροντα τὰ πράγματα, συνέβη τότε, διὰ τὸ μὴ προθύμως μισθοδοτεῖν, ἐπιτεῖναι τὸ εἰς αὐτὸν μῖσος τὸ ἑξῆς, συνηνέχθη ἤτοι ἠκολούθησεν αὐτοῖς ἐπιδεδωκέναι καὶ τὸν Τισσαφέρνην πολλῷ ἀρρωστότερον γενόμενον ἐς τὴν μισθοδοσίαν διὰ τὸν ἐπίπλουν τῶν Ἀθηναίων ἐς τὴν Μίλητον, ὡς οὐκ ἠθέλησαν ἀνταγαγόντες ναυμαχῆσαι· καὶ αὖθις συνηνέχθη ἐπιδεδωκέναι τοῦτο δηλονότι τὸ μισεῖσθαι διὰ τὸν Ἀλκιβιάδην ἐς τὸ μισεῖσθαι ὑπʼ αὐτῶν καὶ πρότερον. ἢ ἄλλως καὶ ἄμεινον· συνηνέχθη καὶ τὸν ἐπίπλουν ἐπιδεδωκέναι τὸν Τισσαφέρνην γενόμενον πολλῷ ἀρρωστότερον, καὶ εἰσέτι αὐτὸν ἐπιδεδωκέναι ἐς τὸ μισεῖσθαι αὐτὸν πρότερον καὶ ἑκάτερον ἐς τὴν μισθοφορίαν, δηλονότι διὰ τὸν Ἀλκιβιάδην. καί τινες καὶ τῶν ἄλλων ...: ἀπὸ κοινοῦ τὸ ἀνελογίζοντο, οὐ μόνοι οἱ στρατιῶται· ἀνελογίζοντο δὲ τὰ ἐπιφερόμενα ἢ ἀπαλλάξεται ὅθεν: ἤγουν ἀποστήσεται εἰς τόπον ὅθεν. ἀποδημήσει ἐπιφέροντα ὀργάς: τὸ ἐπιφέρειν ὀργὴν ἐπὶ τοῦ χαρίζεσθαι καὶ συγχωρεῖν ἔταττον οἱ ἀρχαῖοι. μάρτυς Κρατῖνος ἐν Χείρωσι λέγων «τὴν μουσικὴν ἀκορέστους ἐπιφέρειν ὀργὰς βροτοῖς σώφροσιν» ἀντὶ τοῦ χαρίζεσθαι τοῖς σώφροσιν καὶ τῷ γε Δωριεῖ: τῷ Ἑρμοκράτει. καὶ ἐπανήρατο τὴν βακτηρίαν: ἀντὶ τοῦ ἐπανετείνατο ὡς πλήξων οἷα δή: καθάπερ. ἐγκραγόντες: ἤγουν μετὰ μεγάλης βοῆς ἀπειλήσαντες. κατὰ δὴ τοιαύτην διαφορὰν ὄντων αὐτοῖς τῶν πραγμάτων: τῶν Πελοποννησίων ἐν τοιαύτῃ διαφορᾷ πρός τε Τισσαφέρνην καὶ Ἀστύοχον καθεστώτων δίγλωσσον: καὶ τὴν βάρβαρον καὶ τὴν Ἑλλάδα γλῶσσαν ἐπιστάμενον φυγόντος: ἀντὶ τοῦ φυγάδος γενομένου. οἰκεῖοι αὐτῶν: τῶν στρατιωτῶν. ἀντέχειν: ἤγουν ἀνθίστασθαι. τοῖς πολεμίοις. περιπλεῖν: περιζητεῖν. ἀπὸ τῶν τετρακοσίων ...: ἄγοντες πρέσβεις, οἵτινες ἀπὸ τῶν τετρακοσίων ἀπεστάλησαν εἰς Λακεδαίμονα πρέσβεις: τοὺς Ἀργείους. ἀττικίζοντι: ἤγουν τὰ τῶν Ἀθηναίων φρονοῦντι. ὅσῳ: καιρῷ πολλαχῇ εἰκάζεται: ἤγουν κατὰ πολλοὺς τρόπους ἐν στοχασμῷ κεῖται. οἱ μὲν γάρ: λέγουσι δηλονότι. οἱ δέ: εἴκαζον λέγοντες ἐκχρηματίσαιτο: ἀντὶ τοῦ πράξαιτο ἀργύριον χρήματα λάβοι. χρήματα συλλέξῃ ἀφεὶς τοὺς Φοίνικας ἐς τὴν Ἄσπενδον προαγαγών, ἤτοι προενεγκών ἀνοκωχῆς: ἀναπαύσεως ἐκεῖσε: ἤγουν ἐς τὴν Ἄσπενδον. διέμελλε: ἐβράδυνε κομίσας: τὰς ναῦς. ἀντιπάλως: ἤγουν ἰσοπάλως. ἀνθώρμουν: ἀντέπλεον ὁ δὲ χάριν ἂν δήπου ἐν τούτῳ μείζω ἔτι ἔσχεν: ἤτοι χάριν μείζονα παρέσχεν ἂν βασιλεῖ, ἢ χάριτος μείζονος ἠξιώθη αὐτοῦ: τοῦ Τισσαφέρνους ἐλθεῖν: αὐτὰς ἐλθεῖν τοῖς Πελοποννησίοις αὐτόν: τὸν Τισσαφέρνην διʼ αὐτὸ σφίσιν ἀναγκάζοιτο προσχωρεῖν: ὁ Τισσαφέρνης διὰ τὸ ὑποπτεύεσθαι ὑπὸ τῶν Πελοποννησίων ὁ μέν: ὁ Ἀλκιβιάδης ὡς κελεύει: ὅτι κελεύει ἀντιβαίνειν τοῖς πολεμίοις κἀκείνοις: τοῖς Σαμίοις τὸ στράτευμα: τὸ ἐν τῇ Σάμῳ δηλονότι. περιέσεσθαι: περιγενήσεσθαι ἀπαλλαγέντας: ἀπαλλαγέντας ἂν καὶ ἀπαλλαγησομένους ἐπέρρωσαν: οἱ πεμφθέντες πρέσβεις τῶν τετρακοσίων ἀδεῶς — δέ, ὡς —: ἀφόβως τοῦ ἄγαν ἐς ὀλίγους ἐλθεῖν: ἤγουν τῆς ἀκριβοῦς ὀλιγαρχίας. ἀλλὰ τοὺς πεντακισχιλίους ...: οὐκ ἀντίκειταί τινι τὸ ἀλλά, ὡς λέγομεν, οὐ τόδε, ἀλλὰ τόδε· ἔστι δὲ παρακελευστικόν, ὡς καὶ παρʼ Ὁμήρῳ ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα. ἡ δὲ διάνοια· οἱ περὶ τὸν Θηραμένην ἄρχοντες τότε τῆς ὀλιγαρχίας καὶ μετασχόντες αὐτῆς ἐν πρώτοις, ὀρεγόμενοι δὲ δημοκρατίας, ἔλεγον, οὐχ ὅτι ἀπαλλακτικῶς ἔχουσι τῆς ὀλιγαρχίας — ὅπερ ἦν ἀληθές —, ἀλλʼ ὅτι φοβοῦνται τοὺς ἐν Σάμῳ καὶ Ἀλκιβιάδην καὶ τοὺς ἀπιόντας εἰς Λακεδαίμονα πρέσβεις, μή τι οὗτοι κακὸν ἐργάσωνται τὴν πόλιν ὀλιγαρχίας γενομένης. ἤδη οὖν ἠξίουν τοὺς πεντακισχιλίους καθιστάναι πολιτικόν: ἤγουν δημοκρατικόν. αὐθημερόν: ἤγουν ἐν μιᾷ ἡμέρα. οὐχ ὅπως ...: οὐχ ἵνα ἴσοι ὦσιν εἶναι: ἠξίου εἶναι ἐκ δὲ δημοκρατίας αἱρέσεως γιγνομένης ...: ἀντὶ τοῦ, ἐν δημοκρατίᾳ δὲ ἄρχοντός τινος αἱρεθέντος ἢ πρωτεύοντός τινος ῥᾳδίως φέρουσιν οἱ μὴ τυχόντες τῶν ὁμοίων· οὐ γὰρ ὁμοίου ἀνδρὸς νομίζουσιν, ἀλλὰ κρείττονος ἐλαττοῦσθαι ῥᾷον: ῥᾴδιον τὸ ἁπλοῦν, ῥᾷον τὸ συγκριτικόν, ῥᾷστον τὸ ὑπερθετικόν ἐπῇρε: παρεκίνησε τῷ τοιούτῳ εἴδει: τῷ τῆς δημοκρατίας δηλονότι. ἤγουν καταστάσει. ἀνὴρ ἐν τοῖς μάλιστα: τοῖς ἰσχυροτάτοις. κατέστησαν: ὀλιγαρχίαν. σφῶν αὐτῶν καὶ τὸ ἐν τῇ Ἠετιωνίᾳ καλουμένῃ τεῖχος ἐποιοῦντο: Ἠετιωνία, τόπος πλησίον Πειραιέως αὐτοῦ: ἤγουν ἐν Ἀθήναις. ὅστις καὶ ὁπωσοῦν ἀνεκτός: ὅστις τρόπος. τουτέστιν, ᾡτινιοῦν ἀνεκτῷ τρόπῳ ἦν δὲ τοῦ τείχους ἡ γνώμη: ἤγουν ὁ σκοπὸς τῆς ἀνοικοδομίας τοῦ τείχους. οὐχ ἵνα ...: οὐχ ἵνα μὴ δέξωνται ἐς τὸν Πειραιᾶ τοὺς ὄντας ἐν Ξάμῳ, ἐὰν ἐπιπλέωσι βίᾳ, ἀλλʼ ἵνα τοὺς πολεμίους μᾶλλον δέξωνται ναυσὶ καὶ πεζῷ στρατεύματι, ὅταν βούλωνται ὥστε καθεζομένων ...: ὥστε τοὺς αὐτόθι φυλάττοντας τοῦ ἐπίπλου κρατεῖν τούτου: τοῦ ἀνῳκοδομημένου δηλονότι. ἦρχον ἂν αὐτοὶ ...: ἤμελλον ἄρξειν αὐτοὶ αὐτῆς τῆς στοᾶς τὸν ὑπάρχοντά τε: τὸν ἐν τῇ πόλει. καὶ τὸν ἐπιπλέοντα: τὸν ἔξωθεν ἐρχόμενον. ἐξαιρεῖσθαι: ἐκβάλλειν, ἐκκομίζεσθαι. ἐκκεκομίσθαι διεθρόει: θροῦν ἐποίει διὰ τῆς βοῆς. ἤγουν ἐφήμιζεν. οὐδὲν πράξαντες ἀνεχώρησαν τοῖς ξύμπασι ξυμβατικόν: οὐκ ἴσχυσαν γὰρ πᾶσι Λακεδαιμονίοις συμβῆναι, ἀλλά τισιν αὐτῶν ἐπικαλουμένων: ἐφελκομένων. ὁρμοῦσαι: καθʼ ὑπερβατὸν τοῦτο συντακτέον τῷ, δύο καὶ τεσσαράκοντα νῆες πλέουσαι ἅς: ναῦς φυλάξεται: ἤγουν φυλακὴν ἕξει. ἦν δέ τι καὶ τοιοῦτον ...: ἦν δὲ καὶ τῷ ὄντι ἀληθὲς τὸ φοβεῖσθαι τοὺς περὶ Θηραμένην καὶ τοὺς περὶ αὐτὸν ἔχοντας τὴν ὀλιγαρχίαν — ἐφοβοῦντο γὰρ μὴ οἱ Λακεδαιμόνιοι τὸ τεῖχος ἕλωσι —, καὶ οὐ μόνον ψευδῶς τοῦτο ἐλέγετο καὶ διεβάλλετο. οἱ γὰρ ὀλιγαρχικοὶ μάλιστα μὲν ἐβούλοντο, ἐν ὀλιγαρχίᾳ ὄντες, ἄρχειν καὶ τῶν συμμάχων· εἰ δὲ τοῦτο μὴ δύναιντο, αὐτονομεῖσθαί γε ἐν ὀλιγαρχίᾳ, ἔχοντες τὰ τείχη καὶ τὰς ναῦς· εἰ δὲ καὶ τούτου διαμαρτάνοιεν, μὴ ὑπό γε δημοκρατίας αὖθις γενομένης αὐτοὶ διαφθαρῆναι. δῆμον γὰρ νῦν τὴν δημοκρατίαν λέγει κατηγορίαν: κατὰ τῶν Σπαρτιατῶν. διαβόλιμον ὄν: ἤτοι καὶ οὐκ ἔχοντος τοῦ λόγου διαβολὴν … οὐδαμῆ εἶχεν ὁ λόγος διαβόλως … αὐτονομεῖσθαι: τοῖς ἰδίοις νόμοις χρῆσθαι. καὶ τούτου: τοῦ ἔχειν τὰς ναῦς καὶ αὐτονομεῖσθαι ξυμβῆναι: συνελθεῖν εἰ τοῖς γε ...: ἐὰν τούτου μόνου τύχωσι, τοῦ σώζεσθαι δηλονότι τὰ σώματα, τὰ τῆς πόλεως οὐκ ἂν περὶ πολλοῦ ἐποίησαν. πυλίδας ἔχον: μικρὰ θυρίδια ἔχον φθῆναι: προλαβεῖν, προφθάσαι ἥκων: ἐρχόμενος περιπόλων: φυλάκων. ὁ δὲ ξυνεργός: συναίτιος. κελεύσαντος: τὸν φόνον. εἰδείη: ἐγίνωσκε καὶ ἐς τοῦ περιπολάρχου καὶ ἄλλοσσε κατοικίας ξυνιόντας: περιπόλαρχος, ὁ τῶν περιπόλων ἄρχων συνερχομένους ἀπʼ αὐτοῦ: ἤγουν μετὰ τὸν φόνον τοῦ Φρυνίχου. τῶν ἔξωθεν: τῶν τετρακοσίων δηλονότι. κατεδεδραμήκεσαν: ἐπόρθησαν ἐς Αἴγιναν κατακολπίσαι: κ., τὸ εἰς κόλπον τινὰ ὁρμίσασθαι εἰς τὸν τῆς Αἰγίνης κόλπον πλεῦσαι. ταξιαρχῶν: ταξίαρχος τὴν ἑαυτοῦ φυλακὴν ἔχων: ἤγουν τοὺς ἑαυτοῦ φύλακας. εἶρξαν: ἐς φυλακὴν ἐσέβαλλον στῖφος: συνεπελάβετο αὐτοῖς τοῖς ὁπλίταις ταῦτα: συλλαβεῖν ἐκεῖνον δή. πλὴν ὅσοις ...: πλὴν ὅσοι ἐβούλοντο ὀλιγαρχεῖσθαι ἐκπληκτικός: ἤγουν ἔκπληξιν ποιῶν τοῖς ἀκούουσιν. ἐφεδρευόντων: παρακαθημένων ὅσον ἀπὸ βοῆς ἕνεκα: ἀπὸ βοῆς καὶ οὐκ ἀληθῶς τῷ πλήθει: τῷ δημοτικῷ δηλονότι. γράφεται, τῷ ἀληθεῖ ἐχαλέπαινον. ὁμόσε τε ἐχώρουν οἱ πλεῖστοι τῷ ἔργῳ: ἤγουν ἐβούλοντο συμπλακῆναι τῇ πράξει. ἰέναι ἐπὶ τὸ ἔργον: ἤγουν ἐπὶ τὸ κατασκάπτειν τὸ τεῖχος. εἰσὶ … γρ. ὦσιν, ὃ καὶ κρεῖττον ἐπεκρύπτοντο γὰρ ὅμως ...: ὅσοις ἦν βουλομένοις δημοκρατεῖσθαι τὴν πόλιν, οὗτοι δὴ μόνως προσηγόρευον τὴν κατάστασιν, ἣν ἐβούλοντο γενέσθαι, φοβούμενοι τὸ ὄνομα, ἀλλʼ ὑπαλλάττοντες πεντακισχιλίους ἐκάλουν μὴ ἄντικρυς δῆμον: καθʼ ὑπερβατόν, ὅστις βούλεται τὸν δῆμον ἄρχειν, μὴ ἄντικρυς ὀνομάζειν. ἔνιοι δὲ οὕτως ἐδέξαντο· ὅστις αὐτὸς ἐβούλετο ἄρχειν, οὐ δημοκρατίαν τὴν κατάστασιν ὠνόμαζεν, ἀλλὰ πεντακισχιλίους, ὡς καὶ αὐτὸς μεθέξων αὐτῆς ἡδιάνοια· οὐκ ὀνομαστὶ προσηγόρευον ὅστις βούλεται τὸν δῆμον ἄρχειν, φοβούμενοι μὴ οἱ προσαγορευόμενοι ἀληθῶς ὦσιν ἐκ τῶν βουλομένων δημοκρατεῖσθαι. φοβούμενοι μὴ τῷ ὄντι ὦσι: φοβούμενοι μή τις εἰπών, ὅτι ὀρέγεται δημοκρατίας, πρός τινα ὅς ἐστι τῶν πεντακισχιλίων, ἀγνοῶν ὅτι ἐστὶν εἷς ἐκείνων, ἐν κινδύνῳ γένηται μετόχους: κοινωνοὺς τῆς ἀρχῆς. τὸ δʼ αὖ ἀφανὲς φόβον ἐς ἀλλήλους παρέξειν: ἀδήλου δὲ ὄντος, ὅτι εἰσὶ πεντακισχίλιοι, φόβον παρασκευάσειν τοῦτο καὶ ὑποψίαν τοῖς Ἀθηναίοις πρὸς ἀλλήλους. ἕκαστος γὰρ τὸν πέλας ᾤετο τῶν πεντακισχιλίων εἶναι θέμενοι τὰ ὅπλα: ὁπλισθέντες. ἔθεντο: ἤγουν ἀπέθεντο. Ἀνακείῳ: Διοσκούρων ναῷ· ἄνακες γὰρ οἱ Διόσκουροι. καὶ τοὺς ἄλλους παρακατέχειν: καὶ τοὺς ἄλλους ἡσυχάζοντας παρακατέχειν εἰς τοὺς πολεμίους καὶ ἐκ τούτων ἐν μέρει: καὶ κατὰ μέρος τῶν πεντακισχιλίων περὶ τοῦ παντὸς πολιτικοῦ: περὶ τῆς πάσης πολιτείας ξυνεχώρησάν τε: δέον εἰπεῖν συνεχώρησε τὸ πλῆθος, ἀλλὰ πρὸς τὸ σημαινόμενον ἀποβλέψας, οὕτως εἴρηκε συνεχώρησαν τὰ πλήθη ἤγουν συνέδραμον, ὡμονόησαν. ῥητήν: ὡρισμένην τάχα: ἴσως. ἀπὸ ξυγκειμένου λόγου: ἀπὸ προδοσίας τῶν Ἀθηναίων: ἐκ τῶν Ἀθηναίων ἀνέχειν: ἀπέχειν ἢ ἀπὸ τῶν πολεμίων: περιαιρετέον τὸν ἤ σύνδεσμον καὶ περιβαλοῦσαι: ἤγουν περικυκλώσασαι. καὶ ἀξυγκροτήτοις πληρώμασιν: ἤγουν ἑτοίμοις ναυσίν. μὴ ᾑρημένοις ἐπιβάταις. ἀποκεκλῃμένης: οὐκ εἰσαγομένων κατὰ θάλατταν τῶν ἐπιτηδείων θαλάσσης μέτρον ἑξήκοντα σταδίους: οἱ ἑξήκοντα στάδιοι πάντες θάλαττά εἰσιν ἐπισιτιζόμενοι: ἀντὶ τοῦ λαμβάνοντες. ἀπὸ προνοίας: ἀπὸ γνώμης καὶ παρασκευῆς σχολῇ πληρουμένων: ἤγουν βραδέως πληρουμένων τῶν νεῶν. οὕτως ὅπως τύχοιεν ἀνάγεσθαι: οὕτως ἀνάγεσθαι ὅπως ἔτυχον ἤτοι ὡς ἔτυχον περιγίγνονται: περισώζονται. καθίσταντο: διῴκουν Ὠρεοῦ: σημείωσαι τὴν Ὠρεόν τὰ περὶ τὴν Εὔβοιαν γεγενημένα: ἤγουν τὸ μήνυμα τῶν ἐν τῇ Εὐβοίᾳ γενομένων. ἐσβησομένων: ἐπιβατῶν. καὶ διʼ ἐγγυτάτου: καὶ ἐγγυτάτω ὄντων τῶν πολεμίων ὅπερ ἂν ...: σκόπει τὸ ἄν ὡς πλεονάζει τῷ συγγραφεῖ καὶ διέστησαν ἄν: ἤγουν εἰς στάσιν ἐνέβαλον. σφετέροις οἰκείοις: χρήμασι. καὶ ἐν τούτῳ Ἑλλήσποντός τε ἂν ἦν αὐτοῖς: λείπει ὑπὸ Λακεδαιμονίοις ξυμφορώτατοι: συντελέστατοι. ἄλλως τε καὶ ναυτικῇ ἀρχῇ: ἄλλως τε καὶ ἠπειρῶται ὄντες πρὸς θαλαττοκρατοῦντας μηδεμιᾷ: λείπει ἐν. ἀνήνεγκε τὴν πόλιν: ἀντὶ τοῦ ἀνενεγκεῖν ἐποίησεν ἐπολιόρκουν δʼ αὐτὸ ...: ὅτι ἐπολιόρκουν οἱ Κορίνθιοι τὴν Οἰνόην παραλαβόντες τοὺς Βοιωτοὺς ἄνευ τῶν ἄλλων συμμάχων διʼ ἰδίαν τινὰ συμφοράν. συμφορὰ δὲ τοῖς Κορινθίοις ἐγένετο περὶ τὴν Οἰνόην, διαφθαρέντων ἀνδρῶν αὐτοῖς ὑπὸ Ἀθηναίων ἐκ τῆς Οἰνόης ἐξελθόντων. ἀνεχώρουν δὲ ἐκ Δεκελείας πεφρουρηκότες οἱ Κορίνθιοι. τοῖς οὖν τιμωροῖς αὐτῶν πολιορκοῦσι τὴν Δεκέλειαν κοινολογησάμενος ὁ Ἀρίσταρχος προδίδωσι τὴν Οἰνόην τῶν ὑπὸ Τισσαφέρνους ...: τῶν κελευσθέντων ὑπὸ Τισσαφέρνους, ὅτε αὐτὸς εἰς Ἄσπενδον ἀπῄει τὰς λοιπὰς ἔτι πόλεις ...: τὰς ἐν τῇ ἑαυτοῦ ἀρχῇ, ὅσαι ἔτι ἦσαν ὑπὸ Ἀθηναίοις, πρόθυμος ἦν ὁ Φαρνάβαζος ἀποστῆσαι αὐτῶν, ὥσπερ καὶ ὁ Τισσαφέρνης τὰς ἐν τῇ ἑαυτοῦ ἀρχῇ· ἤλπιζε γὰρ ὁ Φαρνάβαζος τούτου γενομένου πλέον τι σχήσειν αὐτός αἰσθόμενος: ἤγουν μαθών. καθέξειν: ἐνδιατρίψειν ἢν πλείων χρόνος ἐγγίγνηται: ἤγουν τῆς ἐν τῇ Χίῳ διατριβῆς τοῦ Μινδάρου. προσεταιριστούς: εἰς συμμάχους ληφθέντας. ἔξω: τῆς Μηθύμνης. κομισθέντες: ἀχθέντες. ὑστερίσας: ὕστερον ἐλθών. ἀφʼ ὧν ... παρεσκευάζοντο: ἀφʼ ὧν νεῶν τοὺς στρατιώτας παραλαβόντες παρεσκευάζοντο τεσσαρακοστάς: ἀρχαῖα νομίσματα ἐπιχώρια πελάγιαι: ἐς μέσον τοῦ πελάγους. ὑπομείξαντες: ἐγγίσαντες ὑπεισελθόντες. ἐκπλεῦσαι ἐς τὴν εὐρυχωρίαν: ἀντὶ τοῦ ἐκπλεύσαντες διαφυγεῖν ἀνακῶς ἕξουσιν, ἢν ἐκπλέωσιν: ἀντὶ τοῦ ἐπιμελῶς τὸ μὲν ἀνακῶς ἀντὶ τοῦ προνοητικῶς καὶ φυλακτικῶς· ὁ δὲ νοῦς, οἱ Ἀθηναῖοι ἐν ταῖς ἑκκαίδεκα ναυσὶν ἔλαθον τοὺς ἐν Ἀβύδῳ Πελοποννησίους παραφυλάττοντας, καίτοι προειρημένου τοῖς ἐν τῇ Ἀβύδῳ ὑπὸ τοῦ φιλίου ἐπίπλου — τουτέστιν ὑπὸ τοῦ στόλου τοῦ μετὰ Μινδάρου —, ὅπως παραφυλάττωσι τοὺς Ἀθηναίους ὑπὲρ τοῦ μὴ λαθεῖν αὐτοὺς ἐκπλεύσαντας δίωξιν: φυγήν. ἐποκείλασαν: εἰς γῆν ἐπώσασαν. ψευσθέντες τῶν σκοπῶν: ἤτοι διὰ τοὺς σκοπούς, ἢ ψευσθέντων τῶν σκοπῶν καὶ ἁμαρτόντων Θράσυλλος: εἶχε. ἐπειγομένων δὲ τῶν Πελοποννησίων: ἀντὶ τοῦ ἠπείγοντο οἱ Πελοποννήσιοι πρότεροί τε συμμῖξαι ξυμμεῖξαι: ἤγουν συμπεσεῖν, συρράξαι. ὑπερεβεβλήκει: ὑπερέδραμε. κάτοπτα: τοῖς ἐκεῖ Πελοποννησίοις κατὰ τὸ μέσον. τῷ ἔργῳ πολὺ περισχόντες: ὑπερβαλόντες ἤγουν περιγενόμενοι, κρείττους γενόμενοι. τῶν ἐπικειμένων: τῶν ἐπιπλεουσῶν νεῶν ἀτακτότεροι γενέσθαι: μὴ ἐπὶ τάξει προϊέναι τὰς ἐπὶ σφίσι ναῦς ἐπεχούσας: τὰς ἐπικειμένας ναῦς ἤγουν ἐφεδρευούσας. ὑπολαβόντες: ἤγουν δεξάμενοι. κατὰ βραχύ: ἄρτι, πρὸ ὀλίγου γεγενημένα. προσαγαγόμενοι: ἤγουν ἰδιωσάμενοι. προσηγάγοντο: ἤγουν ἐδουλώσαντο. ἀνέλαβον. τῶν αἰχμαλώτων: ἃς αἰχμαλώτους ἀπῆγον Ἀθηναῖοι. ἀπέπεμψαν: οἱ Πελοποννήσιοι δηλονότι. ἐξέπραξε: ἀπῄτησεν. μεθώπορον οὐ βάρβαρον πέφυκεν, Ἀττικὸν νόει. ὡς Αἰολεὺς Ἴων γὰρ ἐμμελῶς γράφει, οὕτω δασύνειν Ἀττικὸς φιλεῖ πάλιν τὸ θο μέγα γε … καὶ μικρὸν τὸ πο γράφειν. οὐκ Αἰολεύς τις οἶδεν οὐδʼ Ἴων γένει, οὐκ Ἀττικισμός, βαρβαρισμὸς τυγχάνει ἀναζεύξας: ἤγουν ἐπαναστρέψας. ἀναλύων. ἤλαυνεν: ἠπείγετο. παρακομισάμενοι: παραλαβόμενοι. ἤγουν λεληθότως καὶ ἔξω τῆς προκειμένης ὁδοῦ ἀγαγόντες, δῆλον δὲ τοῦτο διὰ τοῦ εἰρηκέναι, ὅτι διὰ τοῦ ὄρους δηλονότι διʼ ὁδοῦ ἀτρίπτου καὶ ἀσυνήθους. ἐπαγγείλας: προστάξας. κατηκόντισεν: ἤγουν διέσφαξε διʼ ἀκοντίων. ἐπιβάλλοντος: ἐπιτιθέντος αὐτοῖς τοῖς Ἀντανδρίοις. διαβεβλῆσθαί τε: ὑβρισθῆναι. καὶ τὰς διαβολάς: λείπει τὸ ἀπώσηται ἔδει μὲν εἰς γοργύραν, ὦ Θουκυδίδη, τοὺς Ἀττικοὺς ῥῖψαί σε σὺν τῷ βιβλίῳ, οὐκ ὀστρακίζειν Θρᾳκικοῖς σε τοῖς ὅροις. οὐχ ἱστορῶν φαίνῃ γὰρ ἃ προύβη πάλαι, κρύπτων δὲ μᾶλλον ἃ παρῆξεν ὁ χρόνος, τῷ σῷ σκοτεινῷ καὶ ξυλώδει τοῦ λόγου. ἐγὼ γὰρ αὐτός, ὅσπερ ἐγγράφω τάδε, Τζέτζης κατειδὼς ἵστορας πόσας βίβλους πράξεις τε πάσας ἃς τὰ νῦν αὐτὸς γράφεις, ὥσπερ διοβλὴς καὶ κατεβροντημένος τοῖς οἷς ἔγραψας λοξοσυστρόφοις λόγοις μνήμης ἁπασῶν ἐστερήθην ἁθρόως. τί γάρ τις ἄλλος τῶν ἀνιστόρων πάθοι; τῶν ἱστορούντων τεχνικὸν λόγον νόει· σαφὴ μετʼ ὄγκου, πειστικόν, γλυκὺν ἅμα, καὶ γοργόν, οὗ χρή, πὴ δὲ καὶ μῆκος φέρειν Τζέτζου· καὶ σὺ δέ, Μαρκελλῖνε, τὰ ψευδῆ γράφεις. Ἀναξαγόραν Εὐριπίδου διδάσκαλον ὄντα παλαιὸν πῶς λέγεις Θουκυδίδου; ὁ τοῦ Λύξου παῖς προχρονώτερος τούτου. οὗ συγγράφοντος παῖς τελῶν Θουκυδίδης ἀκηκοὼς ἔκλαυσε τῶν συγγραμμάτων. ὁ δʼ Ἡρόδοτος φησὶ πατρὶ τῷ τούτου τάδε· ἔνθουν, Ὄλουρε, παῖς ὁ σὸς ψυχὴν ἔχει. ὁ Ἡρόδοτος οὗτος χρόνοις δʼ ἦν ὑστέροις Εὐριπίδου. Εὐριπίδης δὲ Ξερξικοῖς ἦν ἐν χρόνοις. Εὐριπίδου πρῶτος δὲ πῶς Θουκυδίδης, ἔτι τελῶν παῖς συγγραφαῖς ταῖς Ἡροδότου καθυστερούσαις τῶν χρόνων Εὐριπίδου;