ἐνθένδε: ἀπὸ τῆσδε τῆς αἰτίας. … ἐστὶν ὁμοίως καὶ τὸ ἔνθα ἐν ᾧ: πολέμῳ. ἀντὶ τοῦ ἐξ οὗ καὶ ἀφʼ οὗ ἐπεμείγνυντο: ἐπιμιξίαν εἶχον. ἀκηρυκτὶ: ἄνευ κυρυκίου ὥστε ἐχθροί ἄνευ κηρυκείου μᾶλλον καὶ προκαταγγέλσεως. παρʼ ἀλλήλους: ἀντὶ τοῦ πρὸς ἀλλήλους συνήθει λέξει παρʼ ἀλλήλους ἐρχόμενοι. καταστάντες: ἀρχὴν τοῦ πολέμου ποιήσαντες. κατὰ θέρος καὶ χειμῶνα: Διονύσιος ὁ Ἁλικαρνασσεὺς ἐν τῷ περὶ Θουκυδίδου συντάγματι περὶ οὐ πολλῶν μέμφεται τὸν Θουκυδίδην, τὰ δʼ ἀνωτάτω τρία κεφάλαια διέξεισιν, ὅτι τε οὐκ ἄρχοντας καὶ Ὀλυμπιάδας ὡς οἱ λοιποὶ προτέθεικε τῶν χρόνων ἀλλʼ ἰδίως θέρη καὶ χειμῶνας, καὶ ὅτι διέσπακε καὶ διῄρηκε τὴν ἱστορίαν καὶ συγκόπτει τὰ πράγματα οὐκ ἀπαρτίζων τὰς περὶ ἑκάστων διηγήσεις ἀλλὰ ἀπʼ ἄλλων ἐπʼ ἄλλα τρεπόμενος πρὶν τελειῶσαι, καὶ ὅτι τὴν ἀληθῆ τοῦ πολέμου αἰτίαν εἰπὼν ὡς σφόδρα αὐτὸς ἐξητακώς, ὅτι διʼ εὐλάβειαν τῆς ἰσχύος τῶν Ἀθηναίων ἐπολέμησαν αὐτοῖς οἱ Λακεδαιμόνιοι, οὐ μὰ Δία διὰ τὰ Κορκυραϊκὰ ἢ Ποτειδαιατικὰ καὶ τὰς παρὰ τοῖς πολλοῖς λεγομένας αἰτίας, ὅμως οὐκ ἀπὸ τούτων ὧν ἔκρινεν αὐτὸς διηγεῖται ἐκεῖθεν ἀρξάμενος ἀφʼ οἵων πραγμάτων μετὰ τὰ Περσικὰ ηὐξήθησαν οἱ Ἀθηναῖοι, ἀλλὰ πάλιν ἐπὶ τὰς κοινὰς αἰτίας τρέπεται. τοιαῦτα μὲν ὁ Διονύσιος· εἰκότως δʼ ἄν τις πρὸς αὐτὸν προπετῶς οὕτως μεμφόμενον ἀντεγκαλέσειεν ὅτι … τοσο … ε … τ … τῶν πραγμάτων ς … ν λογισμὸν ὃς καὶ α … νος παρέδωκεν ε … αν. ἡ γὰρ κατὰ ἄρχοντας διάθεσις καὶ κατʼ Ὀλυμπιάδας οὔπω ἐγεγόνει ἐν πλάτει καὶ οὐκ … ν οὐδʼ ὡς Ἡρόδοτος … υτοῦ συνεχῶς τ … υς ποικίλον … μον γράφων … οἷον τῇ τοῦ … ο … αστους α … τὰ Πλαταϊκὰ ἀπὸ τῶν πρώτων μέχρι τῶν ὑστάτων διεξελθόντα, εἶτα πάλιν πάσας τὰς ἐσβολὰς τῶν Πελοποννησίων ἐπαλλήλους γράφειν, τὰ δὲ Κορκυραϊκὰ ἐφεξῆς διαφέροντα τοῖς χρόνοις. πάντα γὰρ ἂν συνέχεεν ἢ πάλιν ἐπὶ τοὺς αὐτοὺς χρόνους ἀνέτρεχεν ἀπρεπῶς καὶ ἀλόγως. οὐ γὰρ μία ὑπόθεσις ἦν οὐδὲ ἐν ἑνὶ χρόνῳ ἢ τόπῳ, ἀλλὰ πολλαὶ καὶ πολλαχοῦ καὶ κατὰ πολλοὺς καιρούς. καὶ μὴν εἰ καὶ κατὰ ἄρχοντας ἔγραφεν, ἀνάγκη πάλιν ἦν διαιρεῖν τὰ πράγματα· ἐπʼ ἄλλων γὰρ καὶ ἄλλων ταῦτα ἀρχόντων συνέβαινεν· ὅταν δέ τις ἓν κεφάλαιον γράφῃ, μόνον συνεχῶς εἴρει. ἑαυτῷ οὖν ἐναντία λέγει ὁ Διονύσιος· καὶ γὰρ εἰ κατʼ ἄρχοντας ἔδει γράφειν ὥς φησιν, ὁμοίως ἐχρῆν διαιρεῖν τὰ πράγματα ἀκολούθως τοῖς ἄρχουσιν. ἐάν γέ τοι συνείρῃ τὰ πράγματα καὶ μὴ κωλύωσιν οἱ χρόνοι ἐφεξῆς ὁ Θουκυδίδης διηγεῖται, οἷον … ι … τῇ ζʹ συνεχῶς … ται … οὐδʼ εἰ τ … ροι κατο … ικα κατοικι … πολλὰς κεφαλὰς … ἐξετάζειν. ὁ δὲ Διονύσιος … ἔξωθεν παραβα … μεταβάσεις μεταξὺ τῶν πρασσομένων οὐκ ἐπιτιμᾷ Ἡροδότῳ … ν προκειμένην ί … ν … τὰ Αἰγύπτια καὶ Λυδιακά, π … δὲ ο … α … ασῃ … λ … ἀκριβῶς … αχ … α … πρὸς δὲ τὸ τὴν ἀρχὴν τῆς ἱστορίας μὴ ἀπὸ τῆς τῶν Ἀθηναίων αὐξήσεως πεποιῆσθαι τὸν Θουκυδίδην, ἥνπερ φησὶν ἀληθεστέραν αἰτίαν εἶναι τοῦ πολέμου, πρῶτον μὲν ῥητέον ὡς οὐκ ἔμελλε τὸν Πελοποννησιακὸν προθέμενος συγγράφειν πόλεμον πλείους πολέμους ἀπὸ τῶν Περσικῶν αὐτῶν σχεδὸν ἀφʼ ὧν πρώτων ηὐξήθησαν Ἀθηναῖοι ἐπεισάγειν ἐν προσθήκης μέρει· ἔξω γὰρ τέλεον τῆς ὑποθέσεως ἐγίνετο. ἔπειτʼ ἐνθυμητέον ὅτι πᾶς συγγραφεὺς ὀφείλει τὰς φανερὰς καὶ θρυλουμένας αἰτίας τῶν πραγμάτων ἐν πρώτοις ἀκριβῶς ἀφηγεῖσθαι, εἰ δέ τινων ἀφανεστέρων ὑπονοεῖ τοῦτο ἐπι … σθαι ὁ Δ … τοι κατ … καὶ πε … ἀνὰ μέσον … Ὁμηρικῶς … χων α … ἐπιεικῆ … συκοφαντʼ … τέσσαρακτλ.: τοῦτο πρὸς τὸ, Ἄρχεται δὲ ὁ πόλεμος· τὰ γὰρ ἄλλα διὰ μέσου αἱ τριακοντούτεις σπονδαί αὗται κατα … τεις κα … κον ὡς … δης κΕὐβοίας ἅλωσιν: ἣν ἐν τῇ πρώτῃ λέγει ἐπὶ Χρυσίδος: ἡ Χρυσὶς ἱέρεια ἦν ἐν Ἄργει· ἠρίθμουν δὲ τοὺς χρόνους οἱ Ἀργεῖοι ἀπὸ τῶν ἱερειῶν τι πρ τη τα οὐκ ε φασί τινο καὶ κατʼ Ὀλυμπιάδας ὁρίσαι του οὐ δοκιμα τὸ προστα ἔτι δύο μῆνας: ὅρα τὴν ἀκρίβειαν τοῦ χρόνου. τουτέστι δέκα μῆνας· κατʼ ἐνιαυτὸν γὰρ ἠλλάσσοντο ἡγοῦντο: ἦρχον βοιωταρχοῦντες: οἱ τῶν Βοιωτῶν ἄρχοντες· ἦσαν γὰρ οἱ πάντες ἕνδεκα ἐς Πλάιαν: ἡ πόλις ἑνικῶς λέγεται. καὶ Ὅμηρος οἱ τε Πλάταιαν ἔχον ἰδίας ἕνεκα δυνάμεως: ἀντὶ τοῦ αὐτοὶ δυνατοὶ γενέσθαι τὴν πόλιν Θηβαίοις προσποιῆσαι: ἵνα μὴ δημοκρατῆται θέμενοι δὲ: ἀντὶ τοῦ περιθέμενοι ἑαυτοῖς. Ὅμηρος· σάκεʼ ὤμοισιν ἔθεντο ἀνόητον γὰρ τὸ μεταξὺ πολεμίων ὄντας μὴ περικεῖσθαι τὰ ὅπλα. τοῦτο δὲ εἶπεν, ὅτι ἐν τῇ ὁδῷ τυχὸν ἐβάσταζον αὐτά, ὡς δʼ εἰς τοὺς πολεμίους ἦλθον, ἐνεδύσαντο ἀντὶ τοῦ θέντες θέμενος καὶ θρεψάμενος ἀντὶ τοῦ θρέψας. τὸ δὲ θέμενοι ἀντὶ: τοῦ ἀποθέμενοι καὶ στρατοπεδευσάμενοι ἐν τῇ ἀγορᾷ τοῖς μὲν ἐπαγαγομένοις: τοῖς προδόταις ἔργου: φόνου δηλονότι. γνώμην: βουλήν. ἔγνωσαν δὲ φιλικοῖς κηρύγμασιν χρῆσθαι καὶ εἰς φιλίαν ὑπαγαγέσθαι· λέγουσι γὰρ ἐπιτηδείους τοὺς φίλους ἐπιτηδείοις: πρὸς φιλίαν. φιλίαν: τῶν Θηβαίων κατὰ τὰ πάτρια: ἔθη δηλονότι. ξυμμαχεῖν: τοῖς Θηβαίοις. τίθεσθαι παρʼ αὐτοὺς τὰ ὅπλα: ἀντὶ τοῦ σὺν αὐτοῖς ὁπλίζεσθαι παρʼ αὐτοὺς: πλησίον αὐτῶν. σφίσι: τοῖς Θηβαίοις. προσχωρήσειν: προσνεύσειν. ἐξαπιναίως: ἀπροσδοκήτως. τοὺς λόγους δεξάμενοι: παρὰ τῶν Θηβαίων. ἡσύχαζον: οἱ Θηβαῖοι δηλονότι ἡσύχαζον πως: κατά τινα τρόπον· συντακτέον δὲ οὕτω, πράσσοντες δὲ κατενόησάν πως ἐπιθέμενοι: μετὰ βάρους ἐπελθόντες τοῖς Θηβαίοις. οὐ βουλομένῳ ἦν: Ἀττικὴ ἡ φράσις ἐπιχειρητέα εἶναι: τῷ συνήθει σχήματι κέχρηται ἀντὶ τοῦ ἐπιχειρητέον τοὺς κοινοὺς τοίχους: τοὺς μεταξὺ τῶν οἰκούντων διορύσσοντες τ. κ. τ.: ἵνα μὴ ἐν ταῖς οἰκίαις μόνον ξυλλεγῶσιν κατὰ φῶς: ἐν τῷ φωτί. σφίσιν ἐκ τοῦ ἴσου γίγνωνται: ἰσοπαλὴς ἡ μάχη γένηται. φοβερώτεροι: φοβερώτεροι, οἱ Θηβαῖοι. σφετέρας δέ, τῆς Πλαταιέων προσέβαλον: προσέπεσον. ᾖσαν: δισυλλάβως ἀναγνωστέον ἦσαν. οἱ μὲν γὰρ Ἴωνες καὶ Αἰολεῖς διαιροῦσιν, οὗτοι δὲ ἀδιαιρέτως ἔγνωσαν ἐξηπατημένοι: καθὸ ἐνόμισαν προσχωρήσειν αὐτοῖς τοὺς Πλαταιεῖς τὰς προσβολάς· τῶν Πλαταιέων. ᾗ προσπίπτοιεν: τὸ ᾗ ἀντὶ τοῦ ὅπου. αὐτῶν: τῶν ἀνδρῶν δηλονότι. ἄπειροι: ἀδίδακτοι. σκότῳ: σκότῳ ἀνωμάλως χρῆται, ἐνίοτε ὡς ἀρσενικῷ, ἐνίοτε δὲ ὡς οὐδετέρῳ τελευτῶντος τοῦ μηνός: τοῦ κατὰ σελήνην λέγει μηνός· τουτέστιν ἐν συνόδῳ γιγνόμενος ἦν ὁ πόλεμος φθινούσης σελήνης. ἐμπείρους κτλ.: ἤτοι οὕτως ῥητέον, ἐμπείρους δʼ ἔχοντες τοὺς διώκοντας εἰς τὸ μὴ ἐκφυγεῖν διεφθείροντο οἱ πολλοί, ὥστε παρέλκεσθαι τὸ ὥστε· ἢ τὸ ἄρθρον πλεονάσει τὸ τοῦ, ἐμπείρους δʼ ἔχοντες τοὺς διώκοντας ὥστε μὴ ἐκφυγεῖν διεφθείροντο οἱ πολλοί ᾗ· ὅπου. στύρακι: τῷ σαυρωτῆρι καλουμένῳ. ἔστι δὲ τὸ ἔσχατον τοῦ δόρατος στυράκιόν ἐστιν ὁ καλούμενος σαυρωτὴρ τῶν δοράτων τὸ στυράκιον λαβών τις, φησί, τῶν Πλαταιέων ἐν τῷ μοχλῷ τῆς θύρας ἐνέβαλεν ἀντὶ βαλάνου. βάλανος δέ ἐστι τὸ εἰς τὸν μοχλὸν σιδήριον, ὃ καλοῦμεν μάγγανον. ἔνθεν καὶ ἡ κλεὶς καλεῖται βαλανάγρα παρὰ τὸ ἀγρεύειν τὴν βάλανον. ἄλλοι δὲ τὸ στυράκιον ἔλαβον τὸ ξύλον τοῦ ἀκοντίου, ἀνοήτως. πᾶν μὲν γὰρ οὐκ ἐδύνατο ἐν τῷ μοχλῷ κατακρυφθῆναι· εἰ δὲ ὑπερεῖχεν, ἀνεσπάσθη ἂν ὑπό τινος τῶν Θηβαίων βάλανος: ἡ κλείς ἐρήμους: ἀφυλάκτους … εἰκὸς δὲ ταύτας τὰς πύλας οὕτως ἠμελῆσθαι, ὡς εἰρήνην ἀγόντων αὐτῶν καὶ οὐ δεδοικότων οὐδὲ ἐλπιζόντων ἐπιβουλήν ἐπεγένετο: τοῖς Πλαταιεῦσι. ξυνεστραμμένον: εἰς ἓν συνηγμένον εἰς· οἴκημα: πύργος ἦν τοῦ τείχους, ἔχων ἔνδοθεν ἀπὸ τῆς πόλεως εἴσοδον, οὐκέτι δὲ καὶ ἔξοδον πύλας: πύλαι, τοῦ τείχους· θύραι, τοῦ οἴκου ἄντικρυς: τὸ ἄντικρυς ἐνταῦθα μὲν ἐξ ἐναντίας, ἄλλῃ δὲ ἐπὶ τοῦ φανεροῦ κεῖται ὁρῶντες: ὡς ἐν ἡμέρᾳ λοιπόν ἀπειλημμένους: περιεργμένους. περιῆσαν: ἔζων. ξυνέβησαν τοῖς Πλαταιεῦσι: συνέθεντο, εἰς συμβάσεις ἦλθον, μεταφορικῶς ἀπὸ τοῦ εἰς ταὐτὸ βαίνειν τοὺς ἐν παρατάξει διεστῶτας ἀλλήλων ἀπὸ συνθήματος δηλονότι χρήσασθαι: ἀπὸ κοινοῦ ὁ καί· καὶ χρήσασθαι οὕτως ἐπεπράγεσαν: ἐδυστύχησαν. πανστρατιᾷ: ὡς πανσυδίῃ πας ἅμα: τὸ ἅμα πρὸς τὸ ἐπεβοήθουν ἐχομένων: κρατηθέντων. τὸ γεγενημένον: κατὰ τὴν πόλιν δηλονότι. καὶ κατασκευή: πραγματικὴ ὕλη. οἷα ἀπροσδοκήτου: ἴσον τῷ ἅτε ἀπροσδοκήτου ὑπάρχειν: λείπει ἐνέχυρον ὑποτοπήσαντες: ἀντὶ τοῦ ὑποπτεύσαντες καὶ κ … τινὲς λέγουσι δείσαντες περὶ τοῖς ἔξω: ἀντὶ τοῦ περὶ τῶν ἔξω, ὁμοίως … δαμασθείς. γράφεται δὲ … ἐν σπονδαῖς: ταῖς τριακοντούτεσιν αὐτοῖς: τοῖς Θηβαίοις. φασὶν αὐτούς: οἱ Θηβαῖοι τοὺς Πλαταιεῖς. εὐθύς: τὸ εὐθὺς οὐκ ἔστι παραχρῆμα, ἀλλʼ ἐξ εὐθείας καὶ ἀσκόπως ξυμβαίνωσι: συμφωνῶσιν. τῆς γῆς: τῶν Πλαταιέων. οὐδὲν ἀδικήσαντες: βλάψαντες τῶν Πλαταιέων. ἐσεκομίσαντο: συνέκλεισαν. πρὸς ὃν ἔπραξαν οἱ προδιδόντες: πρὸς ὃν ἐλθόντες οἱ προδιδόντες ἔπραξαν τὰ κατὰ σκοπόν. ἄγγελον ἔπεμπον: ὅτι ἐφόνευσαν Θηβαίους. λέγει δὲ τρίτον τοῦτον· τὸν γὰρ πρῶτον ἀπέστειλαν δηλοῦντα τὴν εἰσβολὴν Θηβαίων, τὸν δὲ δεύτερον τὴν σύλληψιν αὐτῶν, τοῦτον δὲ δηλοῦντα τὴν ἀναίρεσιν ἐν τῇ πόλει: τῇ Πλαταίᾳ. καθίσταντο: τουτέστι πρὸς πολιορκίαν εὐτρεπίζοντο, ὅπερ καὶ ἐγένετο μετʼ ὀλίγον ᾠκονόμουν. ἐν τῇ Ἀττικῇ: γῇ δηλονότι. βουλεύσωσι περὶ αὐτῶν: … τῷ τοιούτῳ λέγει … δ … αὐτῶν: τῶν κατασχεσθέντων δηλονότι. οὐ γὰρ ἠγγέλθη: οὔπω ἦν ὁ τρίτος ἄγγελος ἐλθών αὐτοῖς: τοῖς Ἀθηναίοις δηλονότι. καὶ τῶν ὕστερον οὐδὲν ᾔδεσαν: τοῦτο καθʼ ἑαυτὸ ἀναγιγνωσκέσθω. ἐὰν γὰρ τοῖς ἀνωτέρω ἐπισυναφθῇ, δοκεῖ ἀσύντακτον εἶναι. ὤφειλε γὰρ εἰπεῖν αἰτιατικῶς, εἰ πρὸς τὸν ἄγγελον τὸν λόγον ἐποιεῖτο. πρὸς ὃ λέγομεν, ὅτι πρὸς τοὺς Ἀθηναίους ἐστὶν ὁ λόγος. φησὶ γὰρ ὅτι αὐτοὶ στείλαντες τοὺς πρὸ τούτου δύο ἀγγέλους οὐδὲν ἔτι τῶν συμβησομένων ἠπίσταντο, μέχρι οὖν παντὸς τοῦ ἔργου ἀποβάντος καὶ τὸν τρίτον ἐπέστειλαν … ὁ δὲ κῆρυξ: ὁ τῶν Ἀθηναίων στρατεύσαντες: τὸ στρατεύσαντες ἰδίως νῦν εἴρηται ἀντὶ τοῦ μετὰ στρατιᾶς ἀφικόμενοι· οὐ γὰρ ὡς ἔθος ἐπὶ πολέμου. τῷ αὐτῷ δὲ τρόπῳ χρώμενοι οἱ Ἀθηναῖοι ἠμείψαντο καὶ αὐτοὶ τοὺς Πλαταιέας, καὶ ἔπεμψαν τά τε πρὸς τροφὴν συντελοῦντα καὶ δὴ καὶ τὰ πρὸς ἀσφάλειαν, καὶ ὑπεδέξαντο τὰς γυναῖκας αὐτῶν καὶ τοὺς παῖδας μετὰ τῶν ἀχρειοτάτων ἀνθρώπων. φησὶ δὲ τοιούτους τοὺς μὴ δυναμένους δηλονότι ἐξελθεῖν εἰς πόλεμον, οἷον τοὺς νοσοῦντας, τοὺς γέροντας … σῖτόν τε ἐσήγαγον: σῖτον ἐσήνεγκαν· Ὅμηρος νῆες δʼ ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι φρουροὺς ἐγκατέλιπον: ἐγκ. δὲ ἔφη ἀντὶ τοῦ ἐν Πλαταίᾳ κατέλιπον … οἵτινες καὶ συνεπολιορκήθησαν Πλαταιεῦσι τοὺς ἀχρειοτάτους: τοὺς ἀχρήστους πρὸς πόλεμον. λαμπρῶς: φανερῶς, ἀναμφισβητήτως οὐκ ἐπὶ τοῦ μεγάλως ἐνταῦθα κεῖται ἡ λέξις, ἀλλὰ μεταληπτικῶς ἀντὶ τοῦ φανερῶς. προείρηται γὰρ ὅτι ῥίζα καὶ αἰτία καὶ ἀρχὴ τοῦ πολέμου τὰ κατὰ Πλάταιαν ἐγένετο καὶ οὐ πρόφασις· πρόφασις μὲν γὰρ ἦν φανερὰ τοῦ λόγου τὰ κατὰ Ἐπίδαμνον καὶ Κέρκυραν, ἔπειτα ἡ τῶν Ἀθηναίων αὔξησις, ἥτις ἀφανὴς μὲν ἦν τῷ λόγῳ, ἀληθεστάτη δὲ αἰτία. ταῦτα μὲν οὖν προφάσεις ἦσαν καὶ αἰτίαι τοῦ πολέμου, οὐ μέντοι καὶ ἀρχή, τὰ δὲ κατὰ Πλάταιαν ἀρχὴ γέγονε τοῦ πολέμου, καθὼς καὶ οὗτος εἶπεν ἐν τῇ ἀρχῇ οὕτως εἰρηκώς· ἄρχεται δὲ ὁ πόλεμος ἐνθένδε ἤδη Ἀθηναίων καὶ Πελοποννησίων· τουτέστιν ὡς τότε ἀρχὴν εἰληφότος τοῦ πολέμου καὶ φανερῶς τῶν σπονδῶν λελυμένων καὶ μηδεμιᾶς λειπομένης ἔτι ἀναβολῆς πρὸς τὴν μάχην … πρεσβείας τε μέλλοντες πέμπειν: τοῦτο περὶ ἀμφοτέρων λέγει, Λακεδαιμονίων δηλονότι καὶ Ἀθηναίων. ἔπεμψαν δὲ Λακεδαιμόνιοι μὲν πρὸς βασιλέα τὸν τῶν Περσῶν, Ἀθηναῖοι δὲ πρὸς τὸν Σιτάλκην τὸν τῶν Θρᾳκῶν βασιλέα· διὰ γὰρ τοῦτο εἶπε καὶ ἄλλοσε ἐς τοὺς βαρβάρους, τοὺς Θρᾷκας δηλῶν. ἡ δὲ σύνταξις οὕτως· παρεσκευάζοντο, φησί, πέμπειν πρεσβείας, εἴ ποθεν ἤλπιζον ἑκάτεροι ὠφέλειαν προσλήψεσθαι … καὶ ἄλλοσε: οἱ μὲν Λακεδαιμόνιοι πρὸς τοὺς Πέρσας, οἱ δὲ Ἀθηναῖοι πρὸς τοὺς Θρᾷκας καὶ γὰρ ἐν τῇ ἀρχῇ τῆς πρώτης λέγει· καὶ μέρει τινὶ τῶν βαρβάρων ὅσαι ἦσαν ἐκτὸς τῆς ἑαυτῶν δυνάμεως: ὅσαι μὴ ἦσαν ὑπήκοοι, ἀλλʼ αὐτόνομοι ἐξ Ἰταλίας καὶ Σικελίας: ἐπέταξαν, φησὶν ὁ Θουκυδίδης, καὶ τοῖς Ἰταλιώταις καὶ τοῖς ἀπὸ Σικελίας οἱ Λακεδαιμόνιοι ναῦς ποιεῖσθαι εἰς τὴν συμμαχίαν· οὐδεὶς δὲ ἐκεῖθεν παρέδωκεν πεμφθῆναι ναῦς ἢ συμμαχήσαντας, εἰ μὴ ἐπʼ ἐσχάτοις ἀπὸ Συρακουσσῶν εἰς τὴν Ἰωνίαν τὰς μεθʼ Ἑρμοκράτους ἐς τὸν πάντα ἀριθμόν: μετὰ τῶν ἐν Λακεδαίμονι οὐσῶν νεῶν ῥητόν: ὡρισμένον ἑτοιμάζειν: ἐπετάχθη δηλονότι. μιᾷ νηΐ: μετὰ κηρυκείου δηλονότι ταῦτα: τὰ ὡρισμένα κατὰ τὸν πόλεμον. ἐξήταζον: ἐδοκίμαζον ἐπρεσβεύοντο: πρέσβεις ἀπέστελλον. Κέρκυραν: οἱ γὰρ Κερκυραῖοι ἐπιμαχίαν μόνον εἶχον· νῦν δὲ καὶ ξυμμαχίαν ποιεῖ ὁρῶντες εἴ σφισι: ἐγκλιτέον … ὅσον οἷόν τε δεῖ σώζειν τὸν τόνον, πολλάκις δὲ ἐναντιοῦται … περὶ τὰς μεταβάσεις τῶν δ … ὀλίγον τε ἐπενόουν οὐδέν: ἀντὶ τοῦ οὐδὲν μικρὸν ἐφρόνουν οὐκ ἀπεικότως: εὐλόγως καὶ εὐπροσώπως ἀρχόμενοι γὰρ πάντες κτλ.: δῆλον ὡς οὐ καταπεπληγμένοι οὐδὲ κεκακωμένοι ὡς μετανοῆσαι. ἐπιφέρει γοῦν ὅτι ἡ νεότης οὐκ ἀκουσίως ὑπὸ ἀπειρίας ἥπτετο τοῦ πολέμου. γλυκὺς δὲ πόλεμος ἀπείροισιν ὥς φησι Πίνδαρος ὥστε διὰ τοῦτο μᾶλλον ὀξύτερον συνέβαινεν αὐτοὺς ἀντιλαμβάνεσθαι ἀντιλαμβάνονται: περιέχονται. παροιμία γλυκὺς ἀπείρῳ πόλεμος ἥ τε ἄλλη Ἑλλὰς κτλ.: οἱ ἄλλοι Ἕλληνες οἱ μηδετέροις βοηθοὶ ἐκεκίνηντο καὶ οὐχ ἡσύχαζον μετέωρος ἦν: ταῖς ἐλπίσι δηλονότι. λόγια: λόγιά ἐστι τὰ παρὰ τοῦ θεοῦ λεγόμενα καταλογάδην· χρησμοὶ δέ, οἵτινες ἐμμέτρως λέγονται, θεοφορουμένων τῶν λεγόντων πρότερον οὔπω σεισθεῖσα: καὶ μὴν Ἡρόδοτος λέγει ὅτι ἐκινήθη ἐν τοῖς Μηδικοῖς ἀφʼ οὗ Ἕλληνες μέμνηνται: ἀφʼ οὗ διὰ μνήμης ἐστὶ τὸ τῶν Ἑλλήνων ὄνομα. σημῆναι: σημεῖον εἶναι. τοιουτότροπον: ὁποῖον ἐν Δήλῳ ἤγουν διοσημείαν. ἀνεζητεῖτο: ἀνεσκοπεῖτο. ἡ δὲ εὔνοια κτλ.: περιφραστικῶς, ἀντὶ τοῦ εὐνοϊκῶς εἶχον μᾶλλον: τῶν Ἀθηναίων. ἔρρωτό τε πᾶς: ἀντὶ τοῦ προεθυμεῖτο· οὐ γὰρ ἐπὶ ἰσχύος κεῖται, ἀλλʼ ἐπὶ σπουδῆς αὐτοῖς: τοῖς Λακεδαιμονίοις κεκωλῦσθαι ἐδόκει κτλ.: ἕκαστος, φησίν, ᾤετο ἐμποδισθήσεσθαι τῶν Λακεδαιμονίων τὸ ἔργον, τουτέστι τὸν πόλεμον, ἐὰν μὴ παραγένηται αὐτός. δηλοῖ δὲ τὴν μεγίστην προθυμίαν αὐτῶν ὀργῇ εἶχον οἱ πλείους τοὺς Ἀθηναίους: ὠργίζοντο τοῖς Ἀθηναίοις. πόλεις δὲ ἑκάτεροι κτλ.: ὁ κατάλογος τῶν συμμάχων ἑκατέροις Πελληνεῖς: δώδεκα πόλεις εἶχεν ἡ Ἀχαΐα, ὧν μία ἦν ἡ Πελλήνη ξυνεπολέμουν: τοῖς Λακεδαιμονίοις. ἅπαντες: οἱ Ἀχαιοί. οὐ γὰρ οἱ Ἀργεῖοι αἱ ὑποτελεῖς οὖσαι: τοῖς Ἀθηναίοις. ἡ ἐπὶ θαλάσσῃ: ἡ παραθαλασσία. Δωριεῖς: Δωρίδες νῆσοι Ῥόδος, Κῶς, Κνίδος τὰ ἐπὶ Θρᾴκης: οἷον Βυζάντιον, Πέρινθος. νῆσοι ὅσαι κτλ.: αἱ περὶ τὰ δυτικά ἐντὸς Πελοποννήσου κτλ.: οὐ λέγει ἐντὸς Κρήτης καὶ Πελοποννήσου, πρὸς ἥλιον ἀνίσχοντα, ἀλλὰ δεῖ στίξαι εἰς τὸ Πελοποννήσου καὶ ἀπὸ κοινοῦ τὸ ὅσαι λαβεῖν, ἵνʼ ᾖ, καὶ ὅσαι τῆς Κρήτης πρὸς ἥλιον ἀνίσχοντα, οἷον Κάρπαθος, Κάσος, Χάλκη καὶ αἱ ἄλλαι ἔξω: τῆς Πελοποννήσου. ἔκδημον: μακρὸν πόλεμον ὑπερόριον. κατὰ τὸν χρόνον τὸν εἰρημένον: ὡς τῶν Λακεδαιμονίων ὁρισάντων τὴν προθεσμίαν τῆς συνάξεως ξυνῇσαν τὰ δύο μέρη: ἵνα ἑκάστη πόλις τὸ μὲν δίμοιρον στρατεύσῃ, τὸ δὲ τρίτον ἑαυτῆς κατάσχῃ πρὸς φυλακήν. αὐτοὶ γὰρ οἱ Λακεδαιμόνιοι τὰς πόλεις ἐμέριζον εἰς τρία μέρη, καὶ τὸ τρίτον εἴων ἐν ταῖς πόλεσιν, ἵνα μή, πάντων ἐξελθόντων εἰς τὸν πόλεμον, ἐρήμους εὑρόντες οἱ Ἀθηναῖοι τὰς πόλεις χειρώσωνται ἐς τὸν ἰσθμόν: ὁ γὰρ ἰσθμὸς καὶ μέσος τόπος καὶ πλησίον τῆς Ἀττικῆς ἐν τέλει: τέλη τὰ ἀξιώματα καὶ οἱ ἄρχοντες Ἄνδρες Πελ.: δημηγορία Ἀρχιδάμου βασιλέως Λακεδαιμονίων ἡ στάσις πραγματική, ἄγραφος, συμβουλευτικοῦ εἴδους, κεφάλαιον ἔχουσα τὸ συμφέρον αὐτοί: αὐτοὶ ἡμεῖς δηλονότι τῇδε τῇ ὁρμῇ: τῇ ἡμετέρᾳ τὴν γνώμην: τὸν σκοπόν. οὔκουν χρή: οἱ ἀγῶνες τὸ ἑξῆς, οὔκουν χρὴ ἀμελέστερον χωρεῖν, τὰ δὲ ἄλλα διὰ μέσου. προσδέχεσθαι: ἀπὸ κοινοῦ τὸ χρή ἐξ ὀλίγου τὰ πολλὰ κτλ.: … ἐκ μικρᾶς αἰτίας πολλάκις καὶ διʼ ὀργῆς … ἐξῆλθον καὶ συνέβαλον τοῖς ἐναντίοις Ὅμηρος· Ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται διʼ ὀργῆς: τουτέστιν ὀργισθέντες οἱ Ἀθηναῖοι πάντως ἐξελεύσονται τῇ πολεμίᾳ: τῇ γῇ δηλονότι ἐλπίζειν: φοβεῖσθαι. ἐν ᾧ: τόπῳ δηλονότι. καὶ τὰ κείνων φθείροντας: ὁρμηθήσονται δηλονότι. πάσχοντάς τι: σημείωσαι τὸ σχῆμα, πᾶσι πάσχοντας, ἀντὶ τοῦ πάσχουσι μετὰ δοτικῆς καὶ οἱ λογισμῷ κτλ.: οἱ ἀλογιστοῦντες τολμηρότατοι, ἐξίστησι γὰρ τὰ πάθη ... ν εἰς τοῦ … π … ἔργον δὲ τὸν πόλεμον Ὁμηρικῶς, ἔνθα κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών. οὐκέτι προνοοῦσι τοιοῦτοι, κατὰ πόλεμον θυμῷ ἐξορμῶσιν καὶ οἱ ὀργιζόμενοι, ἅτε δὴ ἧττον λογιζόμενοι, μᾶλλον δὲ θυμούμενοι, εἰς τὸ πολεμεῖν ἐπείγονται ῥιψοκινδύνως καὶ πάνυ ἀόργητος, ἐπειδὰν τὰ ἑαυτοῦ θεάσηται ὑφʼ ἑτέρου φθειρόμενα, πρὸς ὀργὴν διεγείρεται καὶ ἀμύνειν ἐπείγεται. ὡς οὖν κτλ.: οἱ ἐπίλογοι ἔνθεν δόξαν: ὑπόληψιν ἐπʼ ἀμφότερα: εἰ μὴ προσέκειτο τὸ ἐπʼ ἀμφότερα, ἦν ἀκοῦσαι τὸ μεγίστην δόξαν ἐπὶ τῆς εὐδοξίας· νῦν δὲ δεκτέον ἀντὶ τοῦ ὑπόληψιν, ὡς τοιαύτην ὑπόλψιν ἕξοντες καὶ ὑμεῖς καὶ οἱ πρόγονοι ἢ χρηστὴν ἢ ἐναντίαν ἐκ τῶν ἀποβαινόντων ὁποῖοι ἂν ἀπὸ τῶν ἔργων ἐφʼ ἑκάτερον ὀφθῆτε δόξα ἐπʼ ἀμφοτέρων, καὶ εὐκλείας καὶ δυσκλείας ὅπῃ ἄν τις ἡγῆται: στρατηγὸς δηλονότι ἡγῆται ὀξέως: συντόμως. πολλοὺς ὄντας ἑνὶ κόσμῳ: κόσμος διάταξις, ὡς τὸ αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσι. τὸ κοινὸν: βουλευτήριον δηλονότι. γνώμη: βουλή. πρότερον: πρὸ τῆς πρεσβείας Λακεδαιμονίων ἐκστρατευομένων: γράφεται καὶ στρατευόντων. οὐ γὰρ ἐδέχοντο πρεσβείαν πολεμούντων πρὶν διαλῦσαι τὸ στράτευμα ἢ ἐπʼ οἴκου ἀναχωρῆσαι ἀμαχητεί πρὶν ἀκοῦσαι: μὴ ἀκούσαντες αὐτοῦ ἃ ἔλεγεν πρεσβεύεσθαι: τὸ ἐκέλευον ἀπὸ κοινοῦ ἀγωγούς: ἀγωγοὶ οἱ διάγοντες καὶ κομίζοντες τοὺς διωκομένους ἔξω τῶν ὁρίων τῆς χώρας ὁδηγούς. μηδενὶ ξυγγένηται: μηδενὶ συμμίσγῃ μηδʼ εἰς ὁμιλίαν ἔλθῃ ἐπὶ τοῖς ὁρίοις: ὅρια λέγει τὴν ἀρχὴν τῆς Βοιωτίας διαλύεσθαι: διακρίνεσθαι, χωρίζεσθαι ἀφίστασθαι τῶν ἀγωγῶν. κακῶν ἄρξει: ἀρχὴ γενήσεται. ἐς τὸ στρατόπεδον: τῶν Λακεδαιμονίων. ἐνδώσουσιν: ταπεινωθήσονται. μέρος μὲν τὸ σφέτερον: τὸ δίμοιρον, ὡς καὶ πρότερον εἴρηται ἔτι δέ: πάλιν ἀνωτέρω ἐπανατρέχει ἐν ὁδῷ ὄντων: ἑτοίμων ὄντων ἰέναι. ἰδίᾳ: ἀντὶ τοῦ ἐξ ἰδίας προαιρέσεως γένοιτο: ἀντὶ τοῦ ἐγένετο. κατὰ ταῦτα: διὰ τὸ μὴ δῃῶσαι. ἅπερ καὶ πρότερον: ν ἕνεκα εκ κεν ὅτι νομιζ Περικλέα καὶ αμ τῷ ἄγει ἐξελα … αυ … ιτ … ᾗπερ ἰσχύουσιν: καθʼ ὃ ἰσχύουσι ἐν ᾧ. διὰ χειρὸς ἔχειν: ἐν χερσὶν ἔχειν, μεταχειρίζεσθαι διὰ τῆς ἀεὶ δεούσης ἐπιμελείας διʼ ἐπιμελείας, ἵνα μὴ ἀποστῶσι τὴν ἰσχύν: τὸ ἑξῆς, τὴν ἰσχὺν ἀπὸ τῶν χρημάτων τῆς προσόδου τοῦ πολέμου: λέγων δηλονότι. γνώμῃ καὶ χρημάτων περιουσίᾳ κρατεῖσθαι: προνοίᾳ καὶ χρημάτων παρασκευῇ πολλῶν κατορθοῦσθαι γνώσει. κρατεῖσθαι: νικᾶσθαι. τῆς ἄλλης προσόδου: οἷον τῆς εὐφορίας τῆς γῆς καὶ τῶν καταδικαζομένων καὶ τῶν λιμένων καὶ μετάλλων καὶ ἄλλων ἐπισήμου: οἷον σημεῖον ἔχοντος βασιλικόν τριακοσίων ἀποδέοντα μύρια: τουτέστιν ͵θψʹ χρυσίου ἀσήμου: τοῦ ἐν βώλοις ὄντος καὶ μὴ ἐν νομίσμασιν μὴ ἔχοντος σημεῖον, οἷον μαζία τινά ἔν τε ἀναθήμασιν κτλ.: νωτ διοπ αι … ἀνέθεσαν … τοῦ δήμου … σι … δημόσιον … ν σκῦλα Μηδικά: τὸν ἀργυρόποδα θρόνον καὶ τὸν ἀκινάκην τὸν χρυσοῦν ἢ πεντακοσίων: τὸ ἤ περιττόν. τῆς θεοῦ: τῆς Ἀθηνᾶς τὸ ἄγαλμα: ὅπερ ὁ Φειδίας κατεσκεύασε μετὰ τὰ Μηδικά ἀπέφαινε ... ἅπαν: ὁ Περικλῆς ρον ἔλθῃ ὅταν καθ ἀπέφθου: πολλάκις ἑψηθέντος, ὥστε γενέσθαι ὄβρυζον ἅπαν: τὰ κόσμια τοῦ ἀγάλματος χρῆναι: χρεὼν εἶναι. χρήμασι: ἕνεκα χρημάτων. τῶν παρʼ ἔπαλξιν: τῶν φυλασσόντων τὰ τείχη ἐφʼ ὧν αἱ ἐπάλξεις τοσοῦτοι γὰρ ἐφύλασσον ὑπό τε τῶν πρεσβυτάτων: ἀντὶ τοῦ ἀπὸ τῶν πρεσβυτάτων, ὡς δαΐδων ὕπο λαμπομενάων οἱ πολέμιοι ἐσβάλοιεν: ἀντὶ τοῦ ἐσέβαλλον οἱ Λακεδαιμόνιοι ἀπό τε πρεσβυτάτων: οἱ γὰρ ἐν τοῖς φρουρίοις γέροντες καὶ νέοι ἦσαν τοῦ τε γὰρ Φαληρικοῦ τείχους κτλ.: ἀντὶ τοῦ ἕως τοῦ κύκλου· ἦν βʹ τείχη τὸ μὲν Φαλήρου τὸ δὲ τοῦ Πειραιέως· ἀπαριθμεῖται δὲ τοσοῦτον τὸ διάστημα ἀπὸ τοῦ Φαλήρου ἄχρι τοῦ κύκλου τοῦ ἄστεως, κύκλον δὲ λέγει τὸν περίβολον τοῦ ἄστεως, καὶ πάλιν ὁπόσον ἦν ἐκ Πειραιέως ἄχρι τοῦ κύκλου πρὸς τὸν κύκλον: ἕως τοῦ κύκλου ἔστι δὲ αὐτοῦ: τοῦ κύκλου ὃ καὶ ἀφύλακτον: μέρος δηλονότι. τουτέστι στάδιοι δεκαεπτά· ὁ γὰρ ὅλος κύκλος σταδίων ἦν ἑξήκοντα ὧν: τῶν μακρῶν τειχῶν. τὸ ἔξωθεν ἐτηρεῖτο: τὸ γὰρ μέσον οὐκ ἐδεῖτο ξὺν Μουνυχίᾳ: λιμὴν Ἀττικῆς τὸ δʼ ἐν φυλακῇ ὄν: τὸ νεῦον εἰς τὴν ἤπειρον Εὔβοιαν: ἀλλ καὶ γὰρ ξ … χις νο ειτο οι τὴν ξύλωσιν: τὴν ἀπὸ ξύλων κατασκευήν. σημείωσαι ξύλωσιν· ἰδία λέξις τοῦ Θουκυδίδου αὕτη ἡ ἀνάστασις: ἡ μετοίκησις. ἀπὸ τοῦ πάνυ ἀρχαίου: ἐξ ἀρχῆς. ἑτέρων: ςΕλλήνων. τοῦτο: τὸ ἐν ἀγροῖς δίαιταν ἔχειν ἐς ἀδιαστάτως. πρυτανεῖά τε: πρυτανεῖόν ἐστιν οἶκος μέγας, ἔνθα αἱ σιτήσεις ἐδίδοντο τοῖς πολιτευομένοις. οὕτως δὲ ἐκαλεῖτο, ἐπειδὴ ἐκεῖ ἐκάθηντο οἱ πρυτάνεις, οἱ τῶν ὅλων πραγμάτων διοικηταί. ἄλλοι δέ φασιν ὅτι τὸ πρυτανεῖον πυρὸς ἦν ταμεῖον, ἔνθα καὶ ἦν ἄσβεστον πῦρ καὶ ηὔχοντο ὁπότε μή τι δείσειαν, οὐ ξυνῇσαν: ἀντὶ τοῦ ὅτε μὴ εἰς φόβον τινὰ ἔλθοιεν καὶ κίνδυνον, οὐκ ἤρχοντο πρὸς τὸν βασιλέα αὐτοὶ ἕκαστοι: καθʼ ἑαυτούς μετʼ Εὐμόλπου: … ἐν Ἐρεχθεῖ Εὐριπίδης … ἀφʼ οὗ Εὐμολπίδαι φυλὴ ἐν τῇ Ἀττικῇ ξυνῴκισε: τὸ ξυνῴκισεν οὐκ ἔστιν ἐπὶ τοῦ ὁμοῦ ξυνοικισθῆναι ἐποίησεν, ἀλλʼ ἐπὶ τοῦ μίαν πόλιν, τουτέστι μητρόπολιν, ἔχειν αὐτήν ἁπάντων ἤδη ξυντελούντων: ξυντελούντων … ἐξ ἐκείνου: ὁ δὲ μὴν ἐκεῖνος ὠνομάσθη Μεταγειτνιών τῇ θεῷ: τῇ Ἀθηνᾷ· ἀπροσδιορίστως γὰρ οὕτω φασὶν οἱ Ἀθηναῖοι, καὶ τὸν Ἀπόλλωνα ὁμοίως πρὸς τοῦτο τὸ μέρος: τὸ νότιον τῆς Γῆς: τῆς Δήμητρος τὸ ἐν Λίμναις Διονύσου: Καλλίμαχος μέν φησιν εὖ δὲ Διωνυς … η τόν ποτʼ Ἐλευθὴρ ει … Λιμναίῳ δὲ χοροστάδας ἦγον ἑορτάς, … ος δὲ οὕτως φησὶν καλεῖσθαι διὰ τὸ ἐκλελιμνάσθαι τὸν τόπον. ἔστι δὲ καὶ ἐν τῇ Λακωνίᾳ ἱερὸν ὅπου Λιμνᾶτίς ἐστιν Ἄρτεμις Λίμναι τόπος ἐν τῇ ἀκροπόλει τῶν Ἀθηνῶν ᾧ τὰ ἀρχαιότατα Διονύσια τῇ ιβʹ ποιεῖται: ἐπὶ τρεῖς μέν ἐστιν ἑορτὴ ἡμέρας ιαʹ ιβʹ ιγʹ, ἐπίσημός ἐστι δὲ ἡ ιβʹ, ὡς καὶ εἶπεν αὐτός τὰ ἀρχαιότερα: ἀρχαιότερα εἶπε, διότι ἔστι καὶ νεώτερα ἄλλα. τῇ δωδεκάτῃ: τοῦ μηνός καὶ οἱ ἀπʼ Ἀθηναίων: καὶ οἱ ἄποικοι τῶν Ἀθηναίων. νομίζουσι: κατὰ νόμον ποιοῦσι. ταύτῃ: πρὸς νότον τῶν τυράννων: τῶν Πεισιστρατιδῶν τῶν πηγῶν: τῶν ἀναδόσεων τοῦ ὕδατος ἐγγὺς οὔσῃ: τῆς ἀκροπόλεως δηλονότι. τὰ πλείστου ἄξια ἐχρῶντο: εἰς τὰ πλείστου ἄξια λείπει ἡ εἰς, ἵνʼ ᾖ, εἰς τὰ πλείστου ἄξια τὸ ἑξῆς, τῇ κρήνῃ τὰ πλείστου ἄξια καὶ ἐς ἄλλα τῶν ἱερῶν: καὶ γὰρ ὁ γάμος ἱερός νομίζεται: νόμιμόν ἐστι διὰ τὴν παλαιὰν: τὴν εἰρημένην δηλονότι. τῇ τε οὖν ... οἰκήσει: μετὰ τοῦ μετεῖχον οἱ Ἀθηναῖοι, διὰ τὴν κατὰ τὴν χώραν αὐτόνομον οἴκησιν ἀντὶ τοῦ τῆς κατὰ τὴν χώραν αὐτονόμου οἰκήσεως. εἴρηται δὲ ὑπερβατῶς, τὸ γὰρ ἑξῆς ἐπὶ πολὺ μετεῖχον οἱ Ἀθηναῖοι ἐπανάληψις ἀναλαμβάνει δὲ τὸν λόγον ἀντίπτωσις πτῶσις ἀντὶ πτώσεως, ἀντὶ τοῦ τῆς τε οὖν κατὰ τὴν χώραν αὐτονόμου οἰκήσεως ξυνῳκίσθησαν: εἰς μίαν πόλιν συνῆλθον. πανοικησίᾳ γενόμενοι: ὁλ … μ … πανοικίᾳ ἐν ταὐτῇ … το … οἰκοῦντες πανοικησίᾳ, οὐ πανοικίᾳ λέγεται ἐβαρύνοντο: καλῶς εἶπεν ἐβαρύνοντο. οὐ δεῖ γὰρ λέγειν ὅτι ἐβαροῦντο ἢ βαροῦμαι ἢ βαρούμενος, οὐδὲ ἄλλην τινὰ κλίσιν ποιεῖσθαι τοῦ βαροῦμαι ῥήματος, ἀλλὰ βαρύνομαι καὶ βαρυνόμενος καὶ τἆλλα ὁμοίως ὀλίγοις μέν τισιν: τοῖς πλουσιωτέροις ὑπῆρχον οἰκήσεις: ἰδίᾳ δηλονότι τά τε ἐρῆμα: τὰ ὀλιγάνθρωπα καὶ τὰ ἡρῷα πάντα: τὰ τῶν ἡρώων τεμένη ἀφʼ ὧν ἐνίων καλοῦνται φυλαί. λέγουσι δὲ ἡρώων μὲν τοὺς σηκούς, θεῶν δὲ ναούς· Καλλίμαχος ἀεὶ δʼ ἔχον ἔντομα σηκοί καὶ εἴ τι ἄλλο βεβαίως κλῃστὸν ἦν: καὶ εἴ τι ἄλλο ἀσφαλῶς … καὶ φυλασσόμενον πανταχόθεν κλείεσθαι ἠδύνατο τό τε Πελαργικόν: οἱ γὰρ Πελασγοὶ αὐτὸ οἰκήσαντες ἐπεβούλευσαν τοῖς Ἀθηναίοις· οὓς διώξαντες πάλιν οἱ Ἀθηναῖοι κατηράσαντο τὸν τόπον μὴ οἰκισθῆναι ἀκροτελεύτιον: καλῶς τὸ ἀκροτελεύτιον ἀντὶ τοῦ τὸ ἄκρον, τὸ τέλος τοῦ στίχου. καλεῖται δὲ καὶ ἄκρον ἡ ἀρχὴ τοῦ στίχου τὸ Πελ. ἀργὸν ἄμεινον: πάσης μὲν γαίης τὸ Πελασγικὸν Ἄργος ἄμεινον ἐξῳκήθη: ὅλως ᾠκήθη προσεδέχοντο: ἐνόμιζον. οὐ γὰρ διὰ τὴν παράνομον ἐνοίκησιν: παρανόμω ς ἐχρη ληκ κατεσκευάσαντο: κατασκευὰς ἐποιήσαντο. οἴκημά τι. ἢ ἀντὶ τοῦ κατέλυσαν τὰ σκεύη· ὧν ἐναντίον τὸ ἀνεσκευάσαντο. τά τε μακρὰ τείχη: ἐπάνω τῶν τειχῶν ἐξαρτύοντες: μεταφορικῶς ἀπὸ τῶν πλοίων λέγεται ὅταν οἱ ἐρέται ἕτοιμοι ὦσι πρὸς τὴν κώπην ἐς Οἰνόην: Οἰνόη δῆμος τῆς Ἀττικῆς, ὅριον· οὖσα Ἀθηναίων καὶ Βοιωτῶν τῷ τείχει: τῆς Οἰνόης ἀπʼ αὐτοῦ: τοῦ βράδους δοκῶν: νομιζόμενος. ἐν τῇ ξυναγωγῇ τοῦ πολέμου μαλακός: ἀθροίσει καὶ ε ἀνειμένος της ὅτε ἀπέτρεπε πολεμεῖν ἥ τε ... διέβαλεν αὐτόν: περὶ τῆς τοῦ Ἀρχιδάμου διαβολῆς ἐπιμονή: ἀργία ὅτε τὸν Μελήσιππον ἔπεμψε ἐπίσχεσις: ἀργία. ἐν τῷ χρόνῳ τούτῳ: τῆς βραδύτητος δηλονότι. διὰ τὴν ἐκείνου μέλλησιν: ἐβράδυναν δηλονότι. ἐν τῇ καθέδρᾳ: α μέλλειν καὶ καθῆσθαι ἀργῶς τῇ ἀργίᾳ τῆς πολιορκίας δηλονότι. ἀνεῖχεν: μεταφορικῶς ἀπὸ τοῦ τὰ ὅπλα ἀνέχειν ἀφʼ οὗ καὶ ἀνοχαὶ αἱ ἐκεχειρίαι αὐτοὺς δηλονότι. πᾶσαν ἰδέαν πειράσαντες: πάσης ἰδέας πολεμικῆς πεῖραν ἐπαγαγόντες. ἔτεμνον: τὰ δένδρα δηλονότι Ῥείτους: ι τοπο … ς ῃ α Ὦρος Ῥεῖτος, Ἡρωδιανὸς Ῥῖτος α ἱππέων λως το εληλυθο ἀνεῖλεν άδε ἐνν Αἰγάλεων: ἀρσενικῶς ὁ Αἰγάλεως ὡς Μενέλεως, ἄλλοι δὲ οὐδετέρως φασίν ἐκείνῃ τῇ ἐσβολῇ: τῇ πρώτῃ ἐφόδῳ … ἐποίησαν γὰρ καὶ ἄλλας ἐσβολὰς εἰς τὴν Ἀττικὴν οἱ Λακεδαιμόνιοι οὐ καταβῆναι: ᾔδεισαν ει … ναι ἐπεξελθεῖν: ἐπὶ τιμωρίᾳ. πεῖραν ἐποιεῖτο: ἤλπιζεν, διενοεῖτο εἰ ἐπεξίασιν: ἀντὶ τοῦ εἰ ἐπεξελεύσονται, τὸν ἐνεστῶτα ἀντὶ τοῦ μέλλοντος … τοτο … ικοι τιθ ε … σ ς τὸ ήρ καὶ με εἰ ἐπεξελεύσονται οἱ Ἀθηναῖοι πρὸς πόλεμον. αὐτῷ: τῷ Ἀρχιδάμῳ. ἐδόκουν: ἐνομίζοντο. ἐκείνῃ: τῇ πρώτῃ. χωρήσεσθαι: καὶ ἐπαινέσεσθαι ἀντὶ τοῦ ἐπαινέσειν σύνηθες τοῖς Ἀττικοῖς τῶν σφετέρων: κτημάτων. προθύμους ἔσεσθαι: ἀπὸ κοινοῦ τὸ ἐδόκουν ὑπὲρ τῆς τῶν ἄλλων: γῆς δηλονότι. Παυσανίου: τοῦ προδότου, τοῦ ἐν Πλαταιαῖς στρατηγοῦ μεμνημένοι καὶ Πλειστοάνακτα ... ἀνεχώρησε: σημείωσαι τὴν σύνταξιν ὅτι Θουκυδιδεία ἐστίν Θριῶζε: τοπικῶς ἀντὶ τοῦ εἰς τὸ Θριάσιον πεδίον, συνήθως· ἠκολούθει γὰρ ὡς Ὀλυμπίαζε καὶ οἴκαδε Θριῶζε ἐς τὸ πλέον: ἐς τὸ περαιτέρω. αὐτῷ: τῷ Πλειστοάνακτι. χρήμασι πεισθῆναι: μετὰ πειθοῦς χρημάτων ποιῆσαι τὴν ἀναχώρησιν. ἀλλʼ αὐτοῖς ὡς εἰκὸς τῆς γῆς τεμνομένης: ὑπέρβατόν ἐστι, τὸ γὰρ ἑξῆς αὐτοῖς δεινὸν ἐφαίνετο, τὰ δʼ ἄλλα διὰ μέσου ὡς ἐστὶν εἰκάσαι. ἐν τῷ ἐμφανεῖ: φανερῶς. τῇ νεότητι: τῷ πλήθει τῶν νέων. ἐπεξιέναι: κατὰ τῶν πολεμίων δηλονότι. κατὰ ξυστάσεις τε γιγνόμενοι: συνιστάμενοι, συστρεφόμενοι κατὰ μέρη οἷον κατὰ συστήματα καὶ πλήθη ὡς ἕκαστος: τῶν Ἀθηναίων δηλονότι. ὡς ἕκαστος ὤργητο: ὡς ἕκαστος ὠρέγετο, ἐπεθύμει. ἐν ἐνίοις δὲ γράφεται ὥρμητο ἐτέμνετο: ἠφανίζετο. ἐνῆγον: παρεκίνουν. ἀνηρέθιστο: διηγείρετο. οὐκ ἐπεξάγοι: οὐκ ἐπιφέροι τὸ στράτευμα κατὰ τῶν πολεμίων. γιγνώσκειν: κρίνειν. ξυνελθόντας: συστάντας. διʼ ἡσυχίας εἶχεν: ἡσύχαζε. προδρόμους: τῶν Λακεδαιμονίων. κακουργεῖν: λῃστεύειν. ἐν Φρυγίοις: τόπος δήμου Ἀθμονέων τόπος τῆς Ἀττικῆς τέλει ἑνί: τάγματι, νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι τάγματι ἑνί Θεσσαλοῖς: οἱ γὰρ Θεσσαλοὶ σύμμαχοι πάλιν ἐγένοντο τοῖς Ἀθηναίοις μετʼ αὐτῶν: τῶν Ἀθηναίων πρὸς τοὺς Βοιωτῶν ἱππέας: κατὰ τῶν Βοιωτῶν. τροπὴ ἐγένετο αὐτῶν: τῶν Ἀθηναίων ἀσπόνδους: ὅ ἐστι, μὴ δεηθέντες σπονδῶν αἴτησιν παρὰ Πελοποννησίων. οὐδὲ γὰρ ἦσαν πάνυ ἡττηθέντες, ὥστε καὶ δεηθῆναι σπονδῶν, ἵνα θάψωσιν αὐτοὺς παρʼ αὐτούς: τοὺς Ἀθηναίους δηλονότι. Φαρσάλιοι Πειράσιοι: ἀπὸ Πηρείας, τὰς ἐν Πηρείῃ θρέψʼ ἀργυρότοξος. ἁμαρτάνουσι δὲ οἱ γράφοντες Παράσιοι· ἔστιν γὰρ τῆς Ἀρκαδίας Παρράσιοι, Ἀρκάδες· Πειράσιοι, Θεσσαλοί ἐκ μὲν Λαρίσης: ἡ Λάρισα ἐστασίασε πρὸς ἑαυτήν· διὸ ἑκατέρα μερὶς ἄρχοντα εἶχε. λέγει δὲ ὅτι ἑκατέρα στάσις δύναμιν Ἀθηναίοις ἀπέστειλεν· οἱ μὲν γὰρ δημοκρατίαν ἤγαγον, οἱ δὲ ὀλιγαρχίαν ἄραντες: ἀπάραντες, ἀποστάντες Πάρνηθος: ὁ Πάρνης ὄνομα ὄρους αὐτῶν: τῶν Ἀθηναίων δηλονότι. Σωκράτης: ἄλλος Σωκράτης, οὐχ ὁ Σωφρονίσκου καὶ οἱ μέν: οἱ στρατηγοὶ τῶν Ἀθηναίων. ἄραντες: τὰς ναῦς δηλονότι. τῇ παρασκευῇ ταύτῃ: τῇ τῶν ἑκατὸν νεῶν οὐχ ᾗπερ ἐσέβαλον: οὐ τῇ ὁδῷ ᾗ εἰσέβαλον, εἰς τὴν Ἀττικὴν δηλονότι. ὅπως καὶ τἆλλα δῃώσαντες μᾶλλον λυπήσωσιν παριόντες δὲ Ὠρωπόν: μεθόριος γῆς Βοιωτῶν καὶ Ἀθηναίων ἐστίν, ὅθεν ἠμφισβήτησαν πολλάκις αὐτοῦ ἐξαίρετα: ἀποκεκριμένα. τῶν ἄλλων: ταλάντων δηλονότι. ἐς ἄλλο τι: ἐς ἄλλην χρείαν πραγμάτων. νηΐτῃ στρατῷ: δηλονότι μεγάλου κινδύνου ἐπικρεμαμένου. οὐ γὰρ ἂν ναυτικῷ στρατῷ οἱ Λακεδαιμόνιοι ἐσέβαλον εἰς τὸν Πειραιᾶ, εἰ μὴ κατὰ κράτος ἐνίκων τῷ πεζῷ τοὺς Ἀθηναίους· οὗτοι γὰρ κατὰ θάλασσαν πολὺ προεῖχον τῶν Λακώνων μετʼ αὐτῶν: τῶν ταλάντων. ἀνθρώπων: λείπει πολλῶν περὶ τοὺς χώρους τούτους: τῆς Μεθώνης. διαδραμών: ἀντὶ τοῦ διὰ μέσου αὐτοῦ δραμών περιεποίησε: ἐφύλαξε. ἀπὸ τούτου: ἀπὸ ταύτης τῆς ὁρμῆς. ἄραντες: τὸ ἄραντες κυρίως ἐπὶ θαλάσσης εἴρηται, ἔστι δὲ ὅτε καὶ ἐπὶ γῆς σχόντες: ἀντὶ τοῦ προσσχόντες ἐκ τῆς κοίλης Ἤλιδος: εἰς δύο διῄρηται ἡ Ἦλις, εἰς ὀρεινὴν καὶ κοίλην τῆς περιοικίδος: τῆς περιχώρου. οἱ δὲ Μεσσήνιοι: οἱ ἐν Ναυπάκτῳ ἐν τούτῳ: τῷ καιρῷ. ἐπιβῆναι: ἐπὶ τὰς ναῦς. τὴν Φειὰν αἱροῦσι: τὴν πόλιν αὐτὴν πορθοῦσι ἀνέστησαν: μετῴκισαν. διὰ τὸ εὔνους εἶναι τοῖς Λακεδαιμονίοις ἐπικαλέσαντες: ἐγκαλέσαντες αὐτοῖς τοῦ πολέμου μάλιστα αἰτίους εἶναι. ἐποίκους: ἄποικοι μὲν οἱ ἐρήμους τόπους πεμπόμενοι οἰκῆσαι, ἔποικοι δὲ οἱ πόλεις, ὥσπερ νῦν ἐκπεσοῦσι: ἐξορισθεῖσιν. εὐεργέται ἦσαν: συμμαχήσαντες ἴσως αὐτοῖς οἱ Αἰγινῆται ὑπό: κατὰ τὸν καιρόν. μεθορία: μέση. καθήκουσα: παρατεινομένη. ἐνταῦθα: ἐν τῇ Θυρεάτιδι γῇ. τὸν Πύθεω: ὁ Πύθης, τοῦ Πύθεω, Ἰωνικῶς Σιτάλκης: βασιλεὺς Θρᾴκης παρʼ αὐτῷ: τῷ Σιτάλκῃ. νομίζοντες: ὑπολαμβάνοντες πρόξενον: προστάτην καὶ φροντιστήν φίλον. σφίσι: τοῖς Ἀθηναίοις. τὸν Τήρεω: ὁ Τήρης, τοῦ Τήρεω Ὀδρύσαις: Ὀδρύσαι ἔθνος Θρᾳκῶν αὐτόνομον: ἰδίοις νόμοις χρώμενον. Τηρεῖ δὲ κτλ.: σημείωσαι ὅτι ἐνταῦθα μόνον μῦθον εἰσάγει ἐν τῇ συγγραφῇ, καὶ τοῦτον διστάζων οὐδὲ τῆς αὐτῆς Θρᾴκης: εἰς τὸν αὐτὸν καὶ ἕνα τόπον τῆς Θρᾴκης. ὁ μὲν: ὁ Τηρεὺς ὁ ἀρχαῖος τὸ περὶ τὸν Ἴτυν: τοῦτόν τινες Ἴτυλον καλοῦσιν ἐν ἀηδόνος μνήμῃ: ἀντὶ τοῦ μεμνημένοι τῆς ἀηδόνος τοῦ ὀρνέου διὰ τοσούτου: διʼ ὀλίγου τὸ αὐτὸ ὄνομα: τοῦ Τηρέως. ἐν κράτει: ἐν δυνάμει οὗ δὴ ὄντα: ἐπανάληψις ὅπου. τὰ ἐπὶ Θρᾴκης χωρία: Χαλκιδέας, Βοττιαίους ξυνελεῖν: προσποιήσασθαι. τὸν υἱὸν αὐτοῦ: τὸν υἱὸν τοῦ Σιτάλκου, ἵνα λοιπὸν ὡς ὑπὲρ πατρίδος ἀγωνίζηται Ἀθηναῖον: Ἀθηναίων πολίτην ἐποίησεν ὑπεδέχετο: ὑπέσχετο. πελταστῶν: πέλτη ἀσπὶς τετράγωνος ξυνεβίβασε: φίλον ἐποίησεν αὐτοῖς τὸν Περδίκκαν. Θέρμην: εἶχον γὰρ αὐτὴν Ἀθηναῖοι, ἐκ πολιορκίας κρατοῦντες Σόλλιον: τὸ Σόλιον πόλισμα τῆς ἠπείρου ἐστὶν ἐν τῇ Ἀκαρνανίᾳ Ἀστακόν: πόλις Ἀκαρνανίας αὐτόν: τὸν τύραννον. ἐπί τε Κεφαλληνίαν ...: σημείωσαι τὴν σύνταξιν προσηγάγοντο: ἐχειρώσαντο. Σαμαῖοι: Σάμιος ὁ ἀπὸ Σάμου, Σαμαῖος ὁ ἀπὸ Σάμης οἱ περὶ Πελοπόννησον: οἱ περιπλέοντες κατὰ τῆς Πελοποννήσου. ἐν ταῖς ἑκατὸν ναυσίν: ὄντες δηλονότι. ἔτυχον γὰρ ...: μεταξυλογία. τοὺς ἐκ τῆς πόλεως πανστρατιᾷ: τοὺς συμπολίτας αὐτῶν μετὰ παντὸς τοῦ στρατεύματος. ἔπλευσαν παρʼ αὐτούς: πλῷ χρησάμενοι ἦλθον εἰς αὐτούς. ἀκμαζούσης ...: ἀκμὴν καὶ αὔξησιν ἐχούσης τῆς πόλεως καὶ οὔπω ὑπὸ νόσου ἐλαττωθείσης. αὐτοὶ οἱ Ἀθηναῖοι: οἱ ἀκραιφνεῖς καὶ οὐ ξένοι τὰ πολλὰ τῆς γῆς: τὰ πολλά, μέρη δηλονότι, τῆς γῆς, τῆς Μεγαρίδος. Νίσαια: ἐπίνειον Μεγάρων Ἀταλάντη: ἡ νῦν λεγομένη Κασανδρία. Εὔαρχος: ὁ τύραννος Ἀστάκου τῆς στρατιᾶς: τῶν Κορινθίων δηλονότι. κατήγαγον: τὸν Εὔαρχον δηλονότι. προσποιήσασθαι: οἰκειοποιήσασθαι πειραθέντες: πεῖραν σχόντες. οὐκ ἐδύναντο: λαβεῖν δηλονότι. ὑπʼ αὐτῶν: τῶν Κρανίων δηλονότι. ἀποβάλλουσι: ζημιοῦνται. τῷ πατρίῳ νόμῳ χρώμενοι: τὸν πάτριον νόμον πληροῦντες περὶ τῆς τῶν Ἀθηναίων ταφῆς. δηλονότι καύσαντες τὰ σώματα· οὗτος γὰρ ἦν νόμος Ἀθηναίοις καὶ πᾶσι τοῖς Ἕλλησι τρόπῳ τοιῷδε: τῷ ῥηθησομένῳ. πρότριτα: πρὸ τριῶν ἡμερῶν πρὸ τρίτης ἡμέρας τῆς ἐκκομιδῆς, ἢ ἐπὶ ἡμέρας τρεῖς· ἄμεινον δὲ τὸ πρῶτον ἐπιφέρει: ἐναγίζει ἐπιτιθεῖ τῷ νεκρῷ. κυπαρισσίνας: διὰ τὸ ἄσηπτον εἶναι ἔνεστι: τῇ λάρνακι δηλονότι. τὸ δημόσιον σῆμα: τὸ καλούμενον Κεραμεικόν τοὺς ἐν Μαραθῶνι: τετελευτηκότων. ἀρσενικῶς δὲ λέγουσι τὸν Μαραθῶνα ἀξιώσει: ἀξιώματι οἱ μὲν πολλοὶ ...: οἱ μὲν πολλοί, φησί, τῶν ἐνθάδε ἤδη εἰρηκότων ἐπαινοῦσι τὸν νομοθέτην τὸν προσθέντα ἐν τῷ αὐτοῦ νόμῳ τὸν λόγον τὸν κελεύοντα λέγεσθαι τὸν ἐπιτάφιον ἐπὶ τοῖς θαπτομένοις δημοσίᾳ … τῶν ἐνθάδε εἰρηκότων: τῶν ῥητόρων δηλονότι τὸν προσθέντα: τὸν νομοθέτην, τὸν Σόλωνα τῷ νόμῳ τὸν λόγον: νόμος, ὅτι δεῖ τοὺς ἐκ τῆς πόλεως ἀνῃρημένους δημοσίᾳ ταφῆς ἀξιοῦν. προστιθέασι δὲ τῷ τοιούτῳ νόμῳ τὸ δεῖν καὶ ἐπιταφίους ἐπαίνους εἰς αὐτοὺς λέγειν, ὃ δὴ καὶ λόγον ὁ ῥήτωρ ἐνταῦθα καλεῖ καὶ προσθήκην νόμου προσαγορεύει. καὶ μὴ ... πιστευθῆναι: καὶ μὴ ἐν ἑνὶ ἀνδρὶ … σου … ἀποθανόντων τὰς ἀρετὰς κινδυνεύειν εὖ εἰπόντι καὶ κακῶς τοιουτοτρόπους πιστεύεσθαι ὡς ἂν οὗτος εἴπῃ ἀπὸ κοινοῦ τό, ἐμοὶ δὲ ἀρκοῦν ἂν ἐδόκει. ἀντὶ τοῦ, καὶ μὴ ἐν κινδύνῳ γίνεσθαι τὸ πιστευθῆναι χαλεπὸν γάρ: κατασκευὴ τοῦ προοιμίου μετρίως: καὶ ἱκανῶς συμμέτρως, ἀξίως ἡ δόκησις τῆς ἀληθείας: δύσκολόν ἐστιν πράγματι μο ας ὑπολήψ αι δύσκολον ἀπιστεῖται τοῦ πράγματος δόξα καὶ του περιφραστικῶς ἡ ἀλήθεια ὅ τε ἄπειρος: προσυπακουστέον τὸ καὶ μὴ εὔνους ἔστιν ἃ καὶ πλεονάζεσθαι: οἱ ἀγνοοῦντες νομίσειαν ἂν εἴ τινα ν γὰρ τὸ ἕκαστος ηγεῖται ἀπὸ κοινοῦ τὸ νομίσειεν ἐς ὅσον: ἕως οὗ. αὐτῶν: τῶν ἐπαίνων δηλονότι. ἀπιστοῦσιν: λείπει ἕκαστος· ἔστι δὲ σχῆμα ἐδοκιμάσθη: ἐκρίθη. βουλήσεώς τε κτλ.: βουλήσεως μὲν πρὸς τὸ εὔνους, δόξης δὲ πρὸς τὸ ἄπειρος τυχεῖν δὲ εἶπεν ὡς ἀπὸ μεταφορᾶς τῶν τοξευόντων κατὰ σκοποῦ· ἐπὶ πλεῖστον δὲ καλῶς· οὐ γὰρ δυνατὸν πᾶσιν ὁμοίως ἀρέσκοντα λέγειν, ἀλλὰ μέσως πως, ἵνα μήτε φθόνον μήτε ψεῦδος δόξῃ λέγειν δίκαιον γὰρ αὐτοῖς καὶ πρέπον δέ: δίκαιον πάλιν εἴρηκεν … π … ἀντὶ τοῦ προσῆκον ἐν τῷ τοιῷδε: τῷ ἐπαίνῳ. ἐκεῖνοι: οἱ πρόγονοι. πρὸς οἷς: μεθʼ ὧν. οὐκ ἀπόνως: τινὲς εἰς τὸ οὐκ ἀπόνως ὑποστίζουσι αὐτῆς: τῆς ἀρχῆς δηλονότι. ἡμεῖς: ταῦτα λέγει ὁ Περικλῆς διὰ τὴν Σάμον καὶ Εὔβοιαν, ἣν αὐτὸς τοῖς Ἀθηναίοις προσεκτήσατο καθεστηκυίᾳ ἡλικία: ἐν τῇ παρακμῇ ταύτῃ ἐν τῇ μέσῃ ἡλικίᾳ ὧν: πατέρων ἢ πραγμάτων τῶν κατὰ πόλεμον ἡμῖν παρεσκευασμένων καὶ εἰρήνην ἐάσω: ἰστέον ὅτι διὰ τοῦτο αὐτὰ παραιτεῖται λέγειν, ἵνα μὴ ἀναγκασθῇ καὶ τὰ τῶν προκειμένων νεκρῶν εἰπεῖν οὐκ ἀξιόλογα ὄντα ἐπιτηδεύσεως: πράξεως. εἶμι: πορεύσομαι. οὐκ ἂν ἀπρεπῆ λεχθῆναι: οὐκ ἂν ἔξω τοῦ προσήκοντος λεχθῆναι. τὸν πάντα ὅμιλον: σχῆμά ἐστιν, ἀντὶ τοῦ τῷ παντὶ ὁμίλῳ χρώμεθα γάρ: τὸ δεύτερον κεφάλαιον τοῦ ἐγκωμίου, ἡ ἀγωγή οὐ ζηλούσῃ: οὐ μιμουμένῃ. τοὺς τῶν πέλας νόμους: αἰνίττεται τοὺς τῶν Λακεδαιμονίων, οὓς Λυκοῦργος ἔγραψε, μιμησάμενος τοὺς Κρητῶν καὶ Αἰγυπτίων νόμους καὶ τῶν ἄλλων τὰ πλείω πρὸς Λακεδαιμονίους. ὄνομα μὲν ...: οὐ παρὰ τὸ πολλοὺς οἰκεῖν γίνεται δημοκρατία, ἀλλὰ τοιοῦτον λέγει διὰ τὸ μὴ πρὸς ὀλιγαρχίαν διοικεῖσθαι τὰ πράγματα ἀλλὰ εἰς τὸ τοῦ πλήθους συμφέρον ἐπειδὴ φαῦλον δοκεῖ ἡ δημοκρατία καὶ ἑώρα τοὺς Λάκωνας σεμνυνομένους ἐπὶ τῇ ἀριστοκρατίᾳ, ἐπάγει λέγων ὅτι τῷ μὲν ὀνόματι δημοκρατία, τῷ δὲ ἔργῳ ἀριστοκρατία ἐστὶν ἡμῶν ἡ πολιτεία μέτεστι δὲ ... διάφορά νυν τὰ διαφέροντα· μετέχουσι δὲ πάντες κατὰ μὲν τοὺς νόμους ἐν τοῖς ἰδίοις συμβολαίοις ἰσηγορίας, κατὰ δὲ τὴν ἀξίαν ὡς ἔν τινι ἕκαστος λαμπρὸς νομίζεται ἐν τοῖς κοινοῖς, οὐ κατὰ τὸ μέρος τὸ ἐπιβάλλον ἴσον αὐτῷ τῆς πολιτείας πρὸς τὸ κοινὸν τιμᾶται ἀλλὰ διὰ τὴν ἀρετὴν ἢ ἐκ τῶν ἀρετῶν οι … κ … ε … νταξιν ἕκαστος τῶν νόμων ι ἀρετὴ τὰ ἴδια διάφορα: τὰ διαφέροντα τοῖς ἰδιώταις ἀξίωσιν: ἀξίωμα ἔν τῳ: ἔν τινι οὐκ ἀπὸ μέρους: τοῦτο λέγει διὰ τοὺς Ἡρακλείδας βασιλεῖς τῶν Λακώνων, οἵτινες ἀπὸ μέρους ἦρχον διὰ μόνην τὴν εὐγένειαν, κἂν μὴ εἶχον ἀρετήν ἢ ἀπʼ ἀρετῆς: ὁ ἤ ἀντὶ τοῦ μᾶλλον παρὰ ἔχων δέ τι: ὁ δέ ἀντὶ τοῦ μέν νῦν κεῖται ἀξιώματος: ἀντὶ τοῦ τύχης ἀξιώματος ἀφανείᾳ: ὅτι οὐκ ἔστι πλούσιος ἢ εὐγενής. ἀρίστη πολιτεία τὸ κατὰ νόμους μὲν ἀπονέμειν πᾶσι τὸ δίκαιον κατὰ τὰς ἰδίας διαφοράς τε καὶ διενέξεις, καὶ μὴ περιορᾶν μήτε τὸν ἀδικούμενον μήτε τὸν ἀδικοῦντα, ἕκαστον δὲ τῶν πολιτῶν οὐκ ἀπὸ μέρους προτιμᾶν, ἢ διὰ τὴν ἀξίαν, εἰ τύχοι τις ἀξιώματι σεμνυνόμενος, ἢ διὰ τὸ γένος, ἢ διὰ πλοῦτον, ἤ τι τῶν ἄλλων, ᾧ τις διαφέρειν οἴεται τῶν πολλῶν καὶ εὐδοκίμων ἐν μέρει, ἀλλʼ ἀπὸ ἀρετῆς καὶ ἀρίστης ἐπιτηδεύσεως· ὁ γὰρ τοιοῦτος, κἂν πένης καὶ ἄδοξος, ἐκ πενήτων τε καὶ ἀδόξων εἴη, κἂν ἀφανής, τῶν πλουσίων τε καὶ ἐνδόξων ἐστὶν ἐντιμότερος. ἐλευθέρως δὲ ...: ἐλευθέρως φησὶν πολιτευόμεθα ἔν τε τοῖς κοινοῖς καὶ πρὸς ἀλλήλους ἐν τοῖς καθʼ ἡμέραν ἐπιτηδεύμασιν οὐχ ὑποπτεύοντες τὸν πέλας οὐδʼ ὀργιζόμενοι εἰ πρὸς ἡδονήν τι δρᾷ ὡσανεὶ ἔλεγεν, οὐκ ἐσμὲν ἀλλήλοις ὕποπτοι ἐπιτηδευμάτων: ἀπὸ κοινοῦ τὸ πολιτευόμεθα ἐνταῦθα τὴν διαγωγὴν δηλοῖ. οὐδὲ ἀζημίους μέν ...: οὐ λυποῦμεν … υ … ς τοῖς ἡδέως διαιτῶσιν, οὐδὲ ἄχρι μὲν ζημίας τῆς κατὰ ἐκείνων, οἷον κατηγορίας καὶ προστίμου, ἐλευθέρως ζῆν ἐπιτρέπομεν, ἄλλως δὲ ἐκ τοῦ … ἀχθόμενοι καὶ βασκαίνοντες ἐπὶ ταῖς ἄλλων ἡδοναῖς διατελοῦμεν λυπηρὰς δὲ τῇ ὄψει ἀχθηδόνας: τοῦτο λέγει, ἐπειδή ποτε οἱ Λακεδαιμόνιοι, Ἀλκαμένη ἐν προαστείῳ θεασάμενοι μετεωρίζοντα, κακῶς ἐχρήσαντο. οἱ γὰρ Λακεδαιμόνιοι σκυθρωποί εἰσι, διὰ παντὸς ἐπιείκειαν ὑποκρινόμενοι, καὶ τοὺς ἁβροτέρους κολάζουσι τὸ γὰρ τερπνὸν τοῦ βίου κώλυμα νομίζουσι τῶν ἀναγκαίων ἀνεπαχθῶς δὲ ...: ἐν τοῖς ἰδίοις ἁπλούστερον ἀλλήλοις συνόντες ἐν τοῖς κοινοῖς εὐλαβῶς καὶ νομίμως πολιτευόμεθα ταῦτα πρὸς Λακεδαιμονίους αἰνίττεται τῶν τε αἰεὶ ἐν ἀρχῇ ὄντων ἀκροάσει: τῷ κατακούειν καὶ πείθεσθαι τοῖς ἄρχουσιν τῶν ἀρχόντων αὐτῶν: τῶν νόμων δηλονότι ἄγραφοι: ἄγραφοι νόμοι τὰ ἔθη εἰσί τῇ γνώμῃ: τῇ ψυχῇ ἢ τῇ συνέσει διετησίοις: οἷον διʼ ὅλου τοῦ ἔτους διʼ ὅλου τοῦ ἔτους θύουσιν οἱ Ἀθηναῖοι καθʼ ἑκάστην πλὴν μιᾶς ἡμέρας ἡ τέρψις: ἡ ζωγραφία τὸ λυπηρόν: αἰνίττεται πρὸς τοὺς ταπεινοὺς καὶ εὐτελεῖς Λακεδαιμονίους ἐκπλήσσει: ἐξαιρεῖται, ἐξάγει ἐκβάλλει ἐπεσέρχεται: τοῦ Θησέως ἐν Ἀττικῇ τε καὶ ταῖς Ἀθήναις βασιλεύσαντος συνεισέφερον πανταχόθεν αὐτῷ τὰ πρὸς χρείαν οἱ Ἕλληνες, ἐπειδήπερ ταύτην ὁ βασιλεὺς πρυτανεῖον καθεστήκει καὶ μητρόπολιν τῆς Ἑλλάδος, τὰς ἄλλας καθῃρηκὼς διὰ τοῦτο πόλεις. διαφέρομεν δὲ ...: πληρώσας τὰ ἐν εἰρήνῃ ἀγαθὰ νῦν μετέρχεται ἐπὶ τὰ ἐν πολέμῳ τῶν ἐναντίων: τῶν Λακεδαιμονίων τοῖσδε: τοῖς ῥηθησομένοις. κοινήν: ἀκροβολίζει Λακεδαιμονίους κοινωνικὴν καὶ ἀνειμένην πᾶσιν ἀνθρώποις ξενηλασίαις: ὥσπερ οἱ Λακεδαιμόνιοι ὃ μὴ κρυφθὲν ἄν τις ...: τὸ ἑξῆς, ὠφεληθείη ἄν τις ἰδὼν μὴ κρυφθέν καὶ ἀπάταις: πάλιν πρὸς Λακεδαιμονίους, οἵτινες ἀπάτῃ τὸ πλέον καὶ γοητείᾳ γνώμης ἐκράτουν ἐν τοῖς πολεμικοῖς εὐθὺς νέοι ὄντες: καὶ ταῦτα πρὸς Λακεδαιμονίους. ἐκεῖνοι γὰρ ἀπὸ μικρᾶς ἡλικίας εἰς τὰ πολέμια ηὐτρεπίζοντο· καὶ εὐθὺς ὡς ἐτίκτετο τὸ παιδίον, ἐν ἀσπίδι ἐτίθεσαν αὐτὸ καὶ δόρυ πλησίον, καὶ ἐβόων ἢ τὰν ἢ ʼπὶ τὰν, τουτέστιν, ἢ ταῦτα σῶσον, ἢ μετʼ αὐτῶν ἀναιρέθητι. οἱ δὲ αὐτοὶ οὕτως ἐπιπόνως ἤσκουν, ὡς μηδὲ λουτρῶν ἀνέχεσθαι, ἀλλʼ ἀρκεῖσθαι τῷ Εὐρώτᾳ ποταμῷ πρὸς τὸ λούσασθαι. ἀμέλει καὶ διαμαστιγώσεις ἐγίνοντο κατά τινα καιρόν, ἐν αἷς οἱ πλείονας ἐνεγκόντες ἀνδρειότεροι ἐνομίζοντο τὸ ἀνδρεῖον: τὸ τοῖς ἀνδράσι πρέπον. ἀνειμένως: οὐκ ἀντὶ τοῦ ἀργῶς ἀλλὰ ἀδεῶς αὐτοί: ἡμεῖς δηλονότι ἁθρόᾳ τε τῇ δυνάμει ..: μεμέρισται γὰρ αὐτῶν τὸ στράτευμα εἰς δύο, εἰς Θρᾴκην καὶ Ἰωνίαν ἐπίπεμψιν: εἰς στρατείαν. μορίῳ τινί: μέρει τινὶ ἐξ ἡμῶν. τινὰς ἡμῶν: αἰνίττεται τοὺς ἱππέας αὐτῶν τοὺς κειμένους ἀπεῶσθαι: ἀποδεδιωχέναι. καίτοι εἰ ῥᾳθυμίᾳ ...: καίτοι εἰ ἐν ἀνέσει μᾶλλον καὶ ῥᾳστώνῃ ζῶμεν μὴ κακοπαθοῦντες τῇ ἀσκήσει μηδʼ ὑπὸ νόμων ἀναγκαζόμενοι ἀλλὰ διὰ τὴν ἔμφυτον ἀνδρείαν ὑποφέροντες τοὺς κινδύνους, περίεστιν ἡμᾶς πρὸ τῶν δεινῶν μὴ ταλαιπωρεῖσθαι καὶ ἐς τοὺς κινδύνους ἀπαντήσαντας μὴ ἀνανδροτέρους τῶν αἰεὶ κακοπαθούντων φαίνεσθαι. οἱ μὲν γὰρ Λάκωνες αἰεὶ πονεῖν ὑπὸ τῶν νόμων ἠναγκάζοντο, οἱ δʼ Ἀθηναῖοι παρὰ τοὺς κινδύνους ἐπονοῦντο πάντα συνάγει τὰ εἰρημένα, καὶ ὥσπερ ἀνάμνησιν αὐτῶν ποιεῖται ἀνακεφαλαιούμενος. αἰνίττεται δὲ πρὸς Λακεδαιμονίους ἐς αὐτά: τὰ ἀλγεινὰ δηλονότι. τῶν αἰεὶ μοχθούντων: τῶν Λακεδαιμονίων τούτοις: τοῖς εἰρημένοις δηλονότι. θαυμάζεσθαι: ἀπὸ κοινοῦ τὸ περιγίγνεται φιλοκαλοῦμέν τε γὰρ μετʼ εὐτελείας: ἐπειδὴ διεβάλλοντο οἱ Ἀθηναῖοι ἐπὶ μαλακίᾳ καὶ τρυφῇ βίου καὶ σχολῇ πολλῇ, τοῦτο λέγει, ὅτι φιλοκαλοῦμεν μετʼ εὐτελείας καὶ ταπεινότητος. τῇ γὰρ φιλοκαλίᾳ τὸ ἄσωτον ἕπεται τῇ δὲ φιλοσοφίᾳ τὸ μαλακὸν καὶ ἀνειμένον. μετʼ εὐτελείας: σμικροπρεπείας. καὶ φιλοσοφοῦμεν ἄνευ μαλακίας: τὰ δυσχερῆ τῆς πενίας ὑπομένομεν. πλούτῳ τε ἔργου ...: ὁ πλοῦτος ἡμῶν ἐπὶ τῶν ἔργων ἐν καιρῷ φαίνεται, οὐ λόγων ἀλαζονείᾳ λέγομεν πλουτεῖν τὸ ἑξῆς, πλούτῳ τε χρώμεθα ἐν καιρῷ ἔργου καὶ οὐ κόμπῳ λόγου καὶ τὸ πένεσθαι ... αἴσχιον: οὐχ ὡς καὶ τοῦ πένεσθαι αἰσχροῦ αὐτῷ λεγομένου, ἀλλὰ συγκριτικὸν ἀντὶ ἁπλοῦ τέθεικεν, ὡς Ὅμηρος αἰεὶ δὲ νεώτεροι ἀφραδέουσιν γνώμης ἀρίστης τὸ μήτε πενίαν ὀνειδίσαι τοῖς ἔχουσι καὶ παροῦσαν ζητεῖν ἐκ παντὸς τρόπου φυγεῖν ἔνι τε τοῖς αὐτοῖς ...: ἐλλιπὲς τὸ ὑπάρχει, οἷον ἐν τοῖς αὐτοῖς ἀνδράσιν ἐστὶν τῶν τε ἰδίων καὶ τῶν κοινῶν κατὰ τὴν πόλιν ἡ ἐπιμέλεια, καὶ ἑτέροις ἐστὶ πρὸς ἔργα ὡρμηκόσι τὰ τῆς γεωργίας καὶ τὰ πολιτικὰ μηδὲν ἧττον διαγινώσκειν οἷον τοῖς δημιουργοῖς καὶ γεωργοῖς καὶ κυνηγοῖς καὶ τοῖς ἄλλοις ἰδιώταις καὶ χειροτέχναις. τοῦτο δὲ πρὸς Λακεδαιμονίους, ἐπειδὴ ὀλίγοι ἦσαν αὐτῶν οἱ τὰ πολιτικὰ σκοποῦντες, οἱ δὲ τὰ πολέμια πάντες τῶνδε: τῶν πολιτικῶν ἤτοι κρίνομέν γε: κρίνομεν οἷον ἐπικρίνομεν ὡς ἑτέρων εὑρόντων Ἡσίοδος ἐσθλὸς δʼ αὖ κἀκεῖνος ἢ ἐνθυμούμεθα: οὗτος μὲν πανάριστος οὐ τοὺς λόγους ...: διεβάλλοντο γὰρ ὡς λόγων μόνον ἀντιποιούμενοι ὑπὸ τῶν Λακεδαιμονίων μὴ προδιδαχθῆναι: ἀπὸ κοινοῦ τὸ βλάβην ἡγούμενοι δεινὰ καὶ ἡδέα: δεινὰ τὰ πολέμια, ἡδέα τὰ τῆς εἰρήνης ἐς ἀρετήν: ἀρετὴν νῦν λέγει τὴν φιλίαν καὶ εὐεργεσίαν ὁ δράσας τὴν χάριν: ὁ ἀρξάμενος χαρίζεσθαι ὥστε ὀφειλομένην ...: ἡ σύνταξις οὕτως, ὥστε ὀφειλομένην σῴζειν ᾧ διʼ εὐνοίας δέδωκεν ὁ δʼ ἀντοφείλων: ὁ δὲ εὖ πάσχων. ἀμβλύτερος: ἀσθενέστερος. τὴν ἀρετήν: τὴν εὐεργεσίαν οὐ τοῦ ξυμφέροντος κτλ.: οὐ τῇ ἐλπίδι τοῦ κέρδους, ἀλλὰ τῷ ἀεὶ εὐεργετεῖν καὶ μὴ δέεσθαι ἄλλων ἀδεῶς: ἀντὶ τοῦ μεγάλως καὶ καθʼ ἕκαστον ...: Ἀθηναῖος ἐπὶ πλεῖστα εἴδη … χαριέντως μάλιστα ἑαυτὸν ἂν αὐτάρκη τῷ σώματι παράσχοι. εὐτραπέλως δὲ ἀντὶ τοῦ εὐκόλως ἐπὶ πλεῖστʼ ἂν εἴδη: εἰς πολλὰ πράγματα εἰς διάφορα πράγματα. εὐτραπέλως: ἀστείως, εὐκινήτως εὐκινήτως, ἐνδεξίως ἀπὸ τῶνδε: ὧν προεῖπε μόνη γὰρ ...: … κρείσσων μόνη γὰρ πε τῶν λόγων ἐν τοῖς ἔργοις … καὶ μόνη τῶν πολεμίων … των οὐκ ἀγανάκτησιν ἔχει ὡς ἐνδεεστέρως οὐδὲ τῶν ὑπηκόων ὡς τῆς ἀρχῆς οὐκ ἀξία οὖσα ἀκοῆς κρείσσων: ὑπὲρ ἀκοὴν ἀνθρώπου. τῷ πολεμίῳ ἐπελθόντι: ἰδιοτρόπως εἶπεν ἀντὶ τοῦ ἐπελευσθέντι καὶ ἐπέλευσιν παθόντι ὑφʼ οἵων: ὑπὸ τῶν Ἀθηναίων οὔτε τῷ ὑπηκόῳ: ἀπὸ κοινοῦ … ληπτέον τὸ ἔχει. οὔτε ἀγανάκτησιν οὔτε κατάμεμψιν ἔχει τῷ Ναξίῳ καὶ Βυζαντίῳ καὶ Σαμίῳ καὶ τοῖς ἄλλοις ὅσοι ὑπήκουον αὐτῶν μετὰ μεγάλων δὲ ...: πολυσύνδεσμός ἐστιν ὁ Θουκυδίδης, μᾶλλον δὲ πάντες οἱ Ἀττικοί οὔτε Ὁμήρου: ἀπὸ μέρους, τῶν πάντων ποιητῶν. ὁ γὰρ Ὅμηρος πεποίηκε τὸν Μενεσθέα πάντων ἄριστα ἀνθρώπων κοσμεῖν ἵππους τε καὶ ἄνδρας ὁπλίτας· καὶ δῆλον ὅτι τοῦτο σοφίας περιουσίᾳ καὶ ἀρετῆς γίνεται. ἐν δὲ τῇ Ὀδυσσείᾳ πεποίηκε περὶ τῆς Ἀθηνᾶς τῆς θεοῦ οὕτως· ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην, καὶ τὰ ἑξῆς, ἅπερ καὶ ταῦτα ἐγκώμιον τῆς πόλεως καταναγκάσαντες γενέσθαι: ἀπὸ κοινοῦ τὸ θαυμασθησόμεθα κακῶν τε κἀγαθῶν: κακῶν πρὸς τοὺς πάσχοντας· λέγει δὲ τὰ τρόπαια οἵδε: οἱ κείμενοι. οἷς: τοῖς Πελοποννησίοις τὴν εὐλογίαν: τὸν ἔπαινον σημείοις καθιστάς: ἀπὸ κοινοῦ τὸ ἐμήκυνα καὶ εἴρηται ...: ἐπῃνέθησαν δηλονότι. τὴν πόλιν: λείπει ἡ εἰς. ἰσόρροπος: ἰσοστάσιος, μὴ ὑπερβάλλων τὰ πράγματα πρώτη τε μηνύουσα: τῇ τιμῇ τῶνδε: τῶν ἀνθρώπων. καταστροφή: ὁ θάνατος προτίθεσθαι: προτιμᾶσθαι. κακόν: οἷον κλοπήν, μοιχείαν καὶ τὰ τοιαῦτα ἐκ τῶν ἰδίων: ἁμαρτημάτων δηλονότι. κοινῶς: τὸ κονὸν δηλονότι τὴν τῶν ἐναντίων τιμωρίαν: τὸ τιμωρεῖσθαι τοὺς ἐναντίους μετʼ αὐτοῦ: τοῦ κινδύνου τῶν δὲ: τῶν ἀρετῶν ἐλπίδι μὲν ...: τουτέστιν, εὐέλπιδες γενόμενοι ὅτι νικήσουσι ἐπιτρέψαντες: δόντες. καὶ ἐν αὐτῷ: τῷ ἔργῳ μᾶλλον: ἀντὶ τοῦ κρεῖσσον. ἡγησάμενοι: ἀπὸ κοινοῦ τὸ κάλλιστον. τὸ μὲν αἰσχρὸν τοῦ λόγου: τὸ ὀνειδίζεσθαι ὡς δειλοί ὡς ἀκοῦσαι δειλοί. τὸ δὲ ἔργον, τὸ ἀποθανεῖν. τύχης: τύχην ἀεὶ ὁ Θουκυδίδης καλεῖ τὸν πόλεμον ἅμα ἀκμῇ: ἀκμάζοντες, φησίν, ἐν εὐδοξίᾳ καὶ οὐχὶ δειλίᾳ ἀπέθανον· τοῦτο γάρ ἐστι τὸ ἀπηλλάγησαν καὶ διʼ ἐλαχίστου καιροῦ ...: καὶ ἐν βραχεῖ καιρῷ, φησίν, ἀπηλλάγησαν τὴν σφαγὴν δεξάμενοι, ἀκμαζούσης ἐν αὐτοῖς ἔτι τῆς δόξης καὶ ἐλπίδος τοῦ νικῆσαι, μᾶλλον ἢ τοῦ δέους καὶ τοῦ φυγεῖν· ἀπὸ κοινοῦ δὲ τοῦ ἀκμάζοντος τὴν ὠφελίαν: τῶν παρʼ ἐμοῦ λόγων οὐδὲν χεῖρον: ἐμοῦ οὐδὲν χεῖρον ἀλλὰ μᾶλλον ...: ἀπὸ κοινοῦ τό, ἀτολμοτέραν δὲ μηδὲν ἀξιοῦν δόξῃ εἶναι: ἡ πόλις δηλονότι. αἰσχυνόμενοι: Ὅμηρος· Αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται ἄνδρες: ἀνδρεῖοι. αὐτά: τὰ μεγάλα δηλονότι. πείρᾳ του: δοκιμῇ πολέμου. σφαλεῖεν: ἀπὸ κοινοῦ τὸ ἐνθυμούμενοι κάλλιστον δὲ ἔρανον: καλλίστην συνεισφοράν. προιέμενοι: διδόντες. ἀπὸ κοινοῦ τὸ ἐκτήσαντο αὐτά κοινῇ γάρ: γνώμῃ δηλονότι. τὰ σώματα διδόντες: εἰς πόλεμον δηλονότι. σημαίνει: παριστᾷ. ἐν τῇ μὴ προσηκούσῃ: γῇ δηλονότι. καὶ τὸ εὔδαιμον ...: ἕπεται γὰρ εὐψυχίᾳ μὲν ἡ ἐλευθερία, ταύτῃ δὲ ἡ εὐδαιμονία καὶ ὁ μακάριος βίος καὶ σπουδαῖος. Ὅμηρος· ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται οὐ γὰρ οἱ κακοπραγοῦντες ...: τὸ νόημα παράδοξον καὶ ἐναντίον τῇ κοινῇ συνηθείᾳ· Θέογνις γάρ, ὁ ποιήσας τὰς ὑποθήκας, φησί χρὴ πενίην φεύγοντα καὶ ἐς μεγακήτεα πόντον ῥίπτειν καὶ πετρῶν, Κύρνε, κατʼ ἠλιβάτων. τούτῳ οὖν ἐναντίως ὁ Περικλῆς ἀποφαίνεται. καὶ σκόπει τὴν ἀκρίβειαν τῆς ἑρμηνείας, ὅτι καὶ τῆς εἰρημένης τοῦ Θεόγνιδος ὑποθήκης λανθανόντως ἐμνήσθη καὶ ᾐνίξατο εἰπὼν τὸ δικαιότερον· τὸ γὰρ δικαιότερον συγκοίσεως ἔμφασιν ἔχει τὰ διαφέροντα: τὰ συμφέροντα ἀναίσθητος: προσθεὶς τὸ ἀναίσθητος ἐποίησεν ἐγκώμιον καὶ ἔπαινον τοῦ θανάτου ξυμφοραῖς: ἡ ξυμφορὰ τῶν μέσων ἐστίν ἐπίστανται τραφέντες: οὐχ οἱ τελευτήσαντες, ἀλλʼ οἱ περιόντες αὐτῶν γονεῖς οἳ ἄν: λείπει τὸ ἐν ἐκείνοις οἷς: τουτέστι τοῖς τέκνοις ἐνευδαιμονῆσαι ...: τουτέστιν ἐν εὐδαιμονίᾳ καὶ ζῆσαι καὶ τελευτῆσαι ἐν ἄλλων εὐτυχίαις: τουτέστι τοῖς τέκνοις ἐθὰς γενόμενος: ἐξ ἔθους ἀπολαύων. ἰδίᾳ: γράφεται ἡδεῖα· τουτέστι γλυκεῖα ἡ λήθη τῶν ἀπελθόντων τέκνων, εἰ ἐπιγεννηθέντες γίνονται παῖδες. οὐκ ὄντων: τῶν τεθνηκότων. παραβαλλόμενοι: εἰσφέροντες παρηβήκατε: γεγηράκατε ἐν τῷ ἀχρείῳ τῆς ἡλικίας: τῷ γήρᾳ δηλονότι τὸ κερδαίνειν: φιλάργυροι γὰρ οἱ γέροντες τὸν γὰρ οὐκ ὄντα: τὸν τεθνηκότα. ὀλίγῳ: μέτρῳ δηλονότι. τὸ δὲ μὴ ἐμποδὼν: τὸ μηδὲν ἔχον ἐναντίον τὸ τεθνεώς. ἤγουν ὁ ἀποθανών. ἀνανταγωνίστῳ: ἀναμφιβόλῳ. οἱ γὰρ ζῶντες πρὸς τοὺς ζῶντας φθονοῦσι καὶ ἀντιπαλ … τοὺς δὲ τελευτήσαντας, κἂν ἐχθροὶ τυγχάνωσιν ὄντες, ἐπαινοῦσιν. καὶ γυναικείας τι ἀρετῆς: ἀρετὴ γυναικὸς σιωπωμένη κηρύσσεται ἥτις γυναιξὶν ἀνήκει. ἴσως σωφροσύνην αἰνίττεται. τῆς τε γὰρ ὑπαρχούσης φύσεως: τῆς σωφροσύνης. μόνη γὰρ αὕτη ἀρετὴ ταῖς γυναιξὶν ἔνεστιν· οὐ γὰρ ἀνδρεία καὶ δικαιοσύνη καὶ φρόνησις ἡ δόξα … ν σύνδεσμον. … τὸ ἤ: ἀντὶ τοῦ καί τέθεικεν Ὅμηρος· βούλομʼ ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι. ἀπὸ κοινοῦ δὲ … ληπτέον τὸ φύσεως … φύσεως ἐλάχιστον … μὴ ψόγου παρα … κλέος ᾖ καὶ ἧς ἂν ἐπʼ ἐλάχιστον κλέος ᾖ περὶ ἀρετῆς … ψόγου ἐν τοῖς ἀνδράσι … γυναῖκας δηλονότι πο … α τοῦ νοήματος παρα … δόξα ταῖς γυναιξὶ … φανῆναι τη … καὶ παρα … εἴρηται: οἱ ἐπίλογοι μέχρι ἥβης: μέχρι ὀκτωκαίδεκα ἐτῶν οἷς κεῖται: λείπει τὸ παρά, ἵνʼ ᾖ παρʼ οἷς τοῖσδε: ἀντὶ τοῦ παρὰ τοῖσδε πολιτεύουσιν: κατὰ πολιτείαν ἐνεργοῦσιν. ἡ νόσος πρῶτον ἤρξατο ... λεγόμενον: σχῆμά ἐστιν ἡ νόσος λεγόμενον· τὸ πρᾶγμα δηλονότι ἡ νόσος θηλυκῶς· τὸ δὲ λεγόμενον ὡς πρὸς τὸ νόσημα ὑπήντησεν. Ὅμηρος· νεφέλη δέ μιν ἀμφιβέβηκε κυανέη, τὸ μὲν οὔποτε· ὡς πρὸς τὸ νέφος ἀπήντησεν πάθος ἐστι, καὶ ὁ ταύτην εἰπὼν τὸ πάθος ἐδήλωσε. διὸ καὶ ὁ Θουκυδίδης ἐνταῦθα οὐ πρὸς τὴν νόσον ἐπήγαγε τὴν μετοχήν, ἀλλὰ πρὸς τὸ σημαινόμενον, ἤγουν τὸ πάθος. ἀγνοίᾳ: εἰ γὰρ ᾔδεισαν ὅτι λοιμὸς ἦν, οὐκ ἂν ἐπεχείρουν αὐτοὶ μάλιστα: μάλιστα τῶν μὴ προσιόντων ἀνθρωπεία τέχνη: οἷον μαντική, ἐπῳδή. αὐτῶν: τῶν θείων καὶ ἀνθρωπίνων. ἀπέστησαν: κατεφρόνησαν ἐς τὴν βασιλέως γῆν: εἰς τὴν Περσίδα ὑπʼ αὐτῶν: τῶν Ἀθηναίων ἀφίκετο: τὸ δεινὸν δηλονότι. ἔθνῃσκον πολλῷ μᾶλλον: ὅσῳ ἦν πολυάνθρωπος μᾶλλον ἡ ἄνω πόλις πολλῷ μᾶλλον: ἢ κατὰ τὸν Πειραιᾶ. ἀφʼ ὅτου: ἀφʼ ἧς αἰτίας. μεταστῆσαι: μεταβαλεῖν. σχεῖν: λαβεῖν. προειδώς: προμαθών. προέκαμνε: προησθένει. ἀπεκρίθη: ἐχωρίσθη. ἀπʼ οὐδεμιᾶς προφάσεως: ἀπροφασίστως. τὰ ἐντός: τοῦ στόματος ἐξ αὐτῶν: τῶν συμπτωμάτων ὧν εἶπεν βράγχος: βράγχος νόσημά τι περὶ τὸν βρόγχον, ὃ τὰς σῦς μάλιστα διαφθείρει ὁ πόνος: πόνον λέγει τὴν ἐκ τοῦ νοσήματος ταλαιπωρίαν καρδίαν: καρδίαν οἱ ἀρχαῖοι τὸν στόμαχόν φασι καὶ οἱ παλαιοὶ ἰατροὶ καρδιωγμὸν τὸν πόνον τοῦ στομάχου ἀποκαθάρσεις: ἀποκρίσεις … κενώσεις. μετὰ ταλαιπωρίας μεγάλης: τῆς δυσεντερίας δηλονότι. κενή: ἔστι γὰρ καὶ λὺγξ πλήρης, ὡς καὶ Ἱπποκράτης διδάσκει μετὰ ταῦτα: παραυτίκα λωφήσαντα: τὸν σπασμὸν παυσάμενον πελιδνόν: πελιδνόν ἐστι τὸ μετέχον ὠχρότητος καὶ μελανίας, οἱονεὶ μολυβδοειδές φλυκταίναις ...: σημείωσαι, ἡρωϊκὸς στίχος τὰ δὲ ἐντός: τοῦ σώματος δηλονότι τὰς ἐπιβολάς: ἐπιβολή, ἡ σκέπη, παρὰ τὸ ἐπιβάλλεσθαι γυμνὸν ἀνέχεσθαι: ὅτι τὸ ἀνέχεσθαι καὶ πρὸς αἰτιατικὴν λέγεται ἥδιστά τε ἄν: ἡ σύνταξις οὕτως· ἥδιστα τε ἂν ἐς ὕδωρ ψυχρὸν σφᾶς αὐτοὺς ῥίπτειν, τῇ δίψῃ ἀπαύστῳ συνεχόμενοι, ἠνείχοντο. ἀπὸ κοινοῦ γάρ ἐστι τὸ ἠνείχοντο, τὰ δὲ ἄλλα μεταξύ ἐν τῷ ὁμοίῳ ...: καὶ γὰρ ὁ πίνων ὀλίγον καὶ ὁ πολὺ ἀπέθῃσκον ἡ ἀπορία: ἡ ἀδυναμία. οὐκ ἐμαραίνετο: οὐχ ὑπέπιπτε. παρὰ δόξαν: παρʼ ἐλπίδα. ἔχοντές τι δυνάμεως: μερικὴν δύναμιν. τοῦ νοσήματος: τῆς δυσεντερίας ἐκ τῶν μεγίστων: ἐκ παραδόξου· λείπει δὲ κινδύνων ἀντίληψις: ἀντὶ τοῦ ἐπίσκηψις διέφευγον: τὸν θάνατον δηλονότι. τῶν ὀφθαλμῶν: ἀπὸ κοινοῦ τὸ στερισκόμενοι ἀναστάντας: ὑγιάναντας ἐν τῷδε: τῷ ῥηθησομένῳ. οὐ προσῄει: ὥσπερ ἀπὸ τῆς ὀσφρήσεως γιγνώσκοντα ὅτι λοιμώδη ἐστὶ τὰ σώματα τεκμήριον δέ: τοῦ λόγου μου. περὶ τοιοῦτον οὐδέν: περὶ τὸ σαρκοβορεῖν. ἐπὶ πᾶν: ἀντὶ τοῦ καθόλου τὴν ἰδέαν: τὴν φύσιν. καὶ ἄλλο: λείπει νόσημα οὐδὲν τῶν εἰωθότων: ἀλλά τι ἄηθες καὶ ἄτοπον. ἕν τε οὐδέν: τὸ σχῆμα καινοπρεπές ξυνενεγκόν: λυσιτελῆσαν. πρὸς αὐτό: τὸ νόσημα ξυνῄρει: συναγαγὸν ἠφάνιζε. τὸ ἀνέλπιστον: ἡ ἀνελπιστία τῆς ὑγιείας προίεντο: ἀπέλυον. καὶ ὅτι ἕτερος ἀφʼ ἑτέρου: ἡ σύνταξις οὕτω· δεινότατον ἦν ἥ τε ἀθυμία καὶ ὅτι ἕτερος ἀφʼ ἑτέρου θεραπείας: ἀντὶ τοῦ νόσου τῆς ἀπὸ τοῦ νοσήματος ἰατρείας. ὥσπερ τὰ πρόβατα: ὅτι τὰ πρόβατα μεταληπτικὰ καὶ μεταδοτικὰ τῆς νόσου τοῦτο: ἡ ἀπόγνωσις δηλονότι. ἐρῆμοι: τοῦ θεραπεύσοντος. ἀρετῆς: φιλανθρωπίας, ἀγάπης τὰς ὀλοφύρσεις: λείπει ἡ πρός· πρὸς τὰς ὀλοφύρσεις καὶ τοὺς θρήνους οἱ διαπεφευγότες: τὸν θάνατον. τὸν πονούμενον: τὴν ἀσθένειαν. τῷ παραχρῆμα περιχαρεῖ: τῇ ἐνεστώσῃ περιχαρείᾳ. κούφης: τῆς κουφιζούσης αὐτοὺς ἀπὸ τῆς λύπης αὐτούς: τοὺς Ἀθηναίους. ὥρᾳ ἔτους: τῷ θέρει λέγει ὁσίων: ὁσίων οὐδετέρως, ὁσιῶν θηλυκῶς. οὐχ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισι πάντες: θεῖοι καὶ ἀνθρώπινοι. ἀναισχύντους: σημείωσαι· ἀλλοτρίας καὶ ξένας τοὺς νήσαντας: νῆσαι, τὸ σωρεῦσαι καὶ συναγαγεῖν τοὺς ἐπισυνάξαντας καὶ ἑτοιμάσαντας τὰ τῆς πυρᾶς ξύλα. ἦρξε: ἀρχὴ γέγονε. ἐπὶ πλέον: διαβολὴν ἐμφαίνει τῶν Ἀθηναίων τὸ ἐπὶ πλέον κείμενον ἀγχίστροφον: ταχεῖαν καὶ ἐγγυτέραν καὶ ὀξεῖαν τῶν οὐδὲν πρότερον κεκτημένων: κατὰ κοινοῦ τὸ μεταβολὴν ὁρῶντες τῶν πενήτων. τἀκείνων: τῶν πλουσίων … τὰς ἐπαυρέσεις: τὰς ἀπολαύσεις καὶ ἡδυπαθείας τῷ δόξαντι καλῷ: τουτέστι τῇ ἀρετῇ· αὕτη γὰρ μετὰ ταλαιπωρίας γίγνεται ᾔδει: η γραπτέον ἐστίν, Ἀττικώτερον τουτὶ νόει κερδαλέον: ἐπωφελές. ἀνθρώπων νόμος: ἀνθρωπίνη εὐνομία. τὸ μέν: τὸ θεῖον δηλονότι κρίνοντες ἐν ὁμοίῳ: εἶναι δηλονότι. τὴν ἤδη κατεψηφισμένην: ἀπὸ κοινοῦ τὸ δίκην· λέγει δὲ τὴν νόσον. ἀπὸ κοινοῦ δὲ καὶ τὸ ἐλπίζων ἐπιέζοντο: Ὅμηρος· εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς τοῦ ἔπους: ἐκ πυθοχρήστου στίχος φάσκοντες: σημείωσαι τὴν σύνταξιν. ὅ τι καὶ ἄξιον εἰπεῖν: ἤγουν ἄξιον διηγήσεως. ἐπενείματο: κατέφαγε. τὴν Πάραλον: τὴν παραθαλάσσιον Λαυρείου: ὄρους Λαύριον ὄρος ἐν τῇ Ἀττικῇ, οὗ μέταλλα ἀργύρεια. στρατηγὸς ὢν καὶ τότε: τινὲς εἰς τὸ ὤν στίζουσι, τινὲς εἰς τὸ τότε γνώμην: προαίρεσιν. αὐτῶν: τῶν Λακεδαιμονίων. παρεσκευάζετο: ἡτοίμαζε. προυχώρησε: ἦλθον εἰς τὸ ἑλεῖν τὴν πόλιν. ἀναγαγόμενοι: ἀναχθέντες. τῆς τε γῆς ἔτεμον: λείπει μέρος τι τῇ στρατιᾷ: τῇ περὶ τὴν Πελοπόννησον αὐτόμολος: ὁ τοὺς οἰκείους ἀπολιμπάνων καὶ τοῖς πολεμίοις προσχωρῶν θᾶσσον ἐκ τῆς γῆς ἐξελθεῖν: εἰ δέ τις εἴποι, καὶ πῶς αὐτοὺς οὐκ ἐφόνευον; λέγομεν ὅτι ἀσεβὲς τοῦτο ἐνόμιζον ταύτῃ: τῇ δευτέρᾳ δηλονότι. τοῦ δʼ αὐτοῦ θέρους: μετάβασις πολιορκουμένην: ὑπὸ τῶν Ἀθηναίων δηλονότι. προυχώρει: προέκοπτεν. αὐτοῖς: τοῖς πολιορκοῦσιν. ἡ αἵρεσις: σημείωσαι αἵρεσις ἡ πόρθησις. ἐνταῦθα: εἰς τὴν Ποτίδαιαν. οἱ δὲ πρότεροι: οἱ μετὰ Καλλίου ἠλλοίωντο: μετεβλήθησαν. ξυγχωρεῖν: ἐνδιδόναι. ἀπαγαγών: ἀποστήσας. καὶ προσδεχομένῳ ...: δημηγορία Περικλέους πρὸς Ἀθηναίους ταύτης τῆς δημηγορίας μέμνηται Πλούταρχος ἐν τοῖς πολιτικοῖς παραγγέλμασιν καὶ προσδοκήσαντί μοι γεγένηται εἰς ἐμὲ τὰ τῆς ὀργῆς ὑμῶν οἷον, οὐκ ἀνέλπιστα εἰς ἐμὲ τὰ παρόντα γεγένηται αἰτιάματα, ἀλλὰ καὶ ἤδη ταῦτα προσδεχομένῳ, ἀφʼ οὗ πολεμεῖν συνεβούλευσα Λακεδαιμονίοις, γεγένηται· καὶ διὰ τοῦτο συνήγαγον ἐκκλησίαν, ὅπως, ὡς οὐκ ὀρθῶς ἐμοὶ χαλεπαίνετε ἢ ταῖς τύχαις εἴκετε, ὑπομνήσω. ἔς με: ἀντὶ τοῦ ἐς ἐμέ … αἰσθάνομαι: γενικῇ καὶ αἰτιατικῇ, κοινῶς καὶ Ἀττικῶς. ἐγὼ γὰρ ἡγοῦμαι: κατασκευὴ τοῦ προοιμίου τὰς ἰδίας ξυμφοράς: ἰδίας νῦν οὐχὶ ἑαυτῆς, ἀλλὰ τὰς τῶν καθʼ ἕκαστον ἀνθρώπων καὶ μερικὰς δυστυχίας ταῖς κατʼ οἶκον: ταῖς ἑαυτῶν καὶ μερικαῖς ἐκπεπληγμένοι: παραφερόμενοι. ἀφίεσθε: ἀμελεῖτε. τὸ γὰρ ἑξῆς οὕτω συντάσσεται καὶ μὴ ἀφίεσθαι ὃ νῦν δρᾶτε ὑμεῖς οἳ ξυνέγνωτε: μετέσχετε τῆς παραινέσεως διαγνόντες. καίτοι ἐμοὶ ...: παραγραφικὸν ἐν δεινότητι τέσσαρα δεῖ κατὰ Θουκυδίδην τὸν ἀγαθὸν ἔχειν ἄνδρα, νοεῖν μὲν τὰ δέοντα, φράζειν δὲ δύνασθαι τὰ νοηθέντα καλῶς, φιλόπολίν τε εἶναι, καὶ τέταρτον, κρείσσω χρημάτων. τὸ γὰρ νικᾶσθαι χρήμασι πᾶσαν καὶ ῥήτορος καὶ πολίτου, καὶ ἰδιώτου καὶ ἄρχοντος, ἀρετὴν ἀφανίζει. τοιούτῳ ἀνδρί: ἤγουν μεγάλῳ. οὐδενὸς ἥσσων ...: ῥητορείαν ἑαυτῷ μαρτυρεῖ τοῦδε: τῆς εὐνοίας. μέσως: μετρίως. μέσως εἶπε διὰ τὸ φορτικόν μᾶλλον ἑτέρων: λείπει ὁ δέ σύνδεσμος, ἵνʼ ᾖ, μᾶλλον δὲ ἑτέρων. μέσως δὲ εἶπε καὶ οὐ σφόδρα, διὰ τὸ φορτικόν οἷς μὲν αἵρεσις: ἀπὸ κοινοῦ τὸ πολεμῆσαι. ὁ δὲ νοῦς· φησὶν ὅτι ἄφρονές εἰσιν οἱ ἐν εὐτυχίᾳ ὄντες καὶ πολεμεῖν αἱρούμενοι τὸ συμφέρον μετὰ τοῦ ἀναγκαίου τοῖς πέλας: τοῖς Λακεδαιμονίοις περιγενέσθαι: νικῆσαι τὸν ἐχθρὸν δηλονότι. καὶ οὐκ ἐξίσταμαι: ὧν παρῄνεσα. ἀκεραίοις: ἀζημίοις. ὀρθόν: ἀληθῆ. ἔχει: παρέχει. ἡ δήλωσις: ἡ αἴσθησις δουλοῖ γὰρ φρόνημα: γνωμικόν: ζήτει κεφάλαιον κθʹ τοῦ περὶ μεθόδου δεινότητος ὅπερ διαλαμβάνει περὶ τοῦ πρὸς τὰ κεκρατηκότα πάθη δεῖν ἀντιτείνειν ἀντιπάλοις: ἀντὶ τοῦ ἴσοις καὶ παραπλησίοις τῷ μεγέθει τῆς πόλεως· δεῖ γὰρ πρὸς τὰς πόλεις καὶ τὰ φρονήματα εἶναι ὑφίστασθαι: ἀμετακινήτους εἶναι. τὴν ἀξίωσιν: τὸ ἀξίωμα τῆς ἡγεμονίας ἐν ἴσῳ γὰρ οἱ ἄνθρωποι ...: ὁμοίως οἱ ἄνθρωποι ἀξιοῦσιν αἰτιᾶσθαι ὅστις ἐν μαλακίᾳ ἐλλείπει τῆς ἐνυπαρχούσης δόξης καὶ μισεῖν τὸν ἐν θρασύτητι ὀρεγόμενον τῆς μὴ προσηκούσης ἀπαλγήσαντας: ἀπὸ κοινοῦ τὸ χρεών. τὸ δὲ ἀπαλγήσαντας ἀντὶ τοῦ παυσαμένους ἀλγεῖν, ὥσπερ τὸ ἀπολοφυράμενοι τὸν δὲ πόνον: τὸ δυνατὸν κεφάλαιον· ἔστι δὲ ὁ λόγος ἐξ ἀντιθέσεως ὀρθῶς: ἀληθῶς. τόδε: τὸ ῥηθησόμενον. τὴν προσποίησιν: τὴν ἐπαγγελίαν καταπεπληγμένους: καταπεπτωκότας, τῷ φόβῳ. τῶν ἐς χρῆσιν φανερῶν: τὸ γὰρ πῦρ καὶ ὁ ἀὴρ οὐ τοσοῦτόν εἰσιν ἐς χρῆσιν φανερά· κοινὰ γάρ εἰσι πᾶσι φανερῶν: ὄντων δηλονότι. οὐκ ἔστιν ὅστις: οὐδείς. ἔθνος: ἀνθρώπων ἐν τῷ παρόντι: ἤγουν ἐν τῇ παρούσῃ ζωῇ. οὐ κατὰ ... τὴν χρείαν: ἀλλὰ μείζων δηλονότι αὕτη ἡ δύναμις: τῆς πόλεως, ἡ θαλασσοκρατία αὐτῶν: ἢ τὸν πόλεμον, ἢ τὴν τῆς χρείας ἀφαίρεσιν. ἢ οὐ κηπίον: τὸ ἤ οὐ ἀντὶ τοῦ ἀλλά, οἷον ἀλλὰ κηπίον καὶ ἐγκαλλώπισμα πλούτου, ὡς πρὸς τὴν κτῆσιν τῆς θαλάσσης. ἄλλοι δὲ τὸ κηπίον εἶδός φασι κουρᾶς, οὕτως ὀνομαζομένης τινὲς κήπιον ἤτοι γήδιον. ἢ οὐκ ἤπιον: ἀντὶ τοῦ ἠπίως ὀλιγωρῆσαι: ἀπὸ κοινοῦ τὸ εἰκός ἐστιν ἄλλων: ἀντὶ τοῦ ἄλλοις σημείωσαι τὸ ὑπακούω γενικῇ συντασσόμενον προσεκτημένα: καὶ τοῦτο γνῶθι τοῦ τρόπου τῆς Ἀτθίδος, ἔκτημαι λέγουσιν, οὐ κέκτημαι τῶν τε πατέρων ...: μετέρχεται ἐπὶ τὸ δίκαιον κεφάλαιον αὔχημα: τὸ φρόνημα αὔχημα ἐκάλεσεν ἀπὸ ἀμαθίας εὐτυχοῦς: ἀπὸ ἀλόγου εὐτυχίας. καταφρόνησις δέ: λείπει ἐκείνῳ καὶ τὴν τόλμαν: ἡ σύνταξις οὕτως· καὶ τὴν τόλμαν ἡ ξύνεσις παρέχεται ἐκ τῆς ὁμοίας τύχης ἀπὸ τῶν ὑπαρχόντων: ἀπὸ κοινοῦ τὸ πιστεύει ἡ πρόνοια: ἡ πρόγνωσις τῷ τιμωμένῳ: τῇ τιμῇ τῆς πόλεως. ᾧπερ: ᾧ τινι τῷ τιμωμένῳ τῆς πόλεως, ὅ ἐστι τῇ ἡγεμονίᾳ τῇ δόξῃ τῆς πόλεως βοηθεῖν ὑμᾶς εἰκός ὧν ἐν τῇ ἀρχῇ: ὑπὲρ ὧν ὄντες δηλονότι. ἀπήχθεσθε: τοῖς ἄλλοις δηλονότι. οἱ τοιοῦτοι: οἱ ἀπράγμονες τὸ γὰρ ἄπραγμον ...: τουτέστιν οὐ δύναταί τις ἰδιοπραγμόνως ζῆσαι μὴ ἔχων τὸ δραστικόν ἀσφαλῶς: ἀντὶ τοῦ διηνεκῶς ὑμεῖς δέ: οἱ ἐπίλογοι ὑπὸ τῶν τοιῶνδε πολιτῶν: τῶν συμβουλευόντων τὸ ἄπραγμον. παράγεσθε: ἀπατᾶσθε. ἐλπίδος κρεῖσσον: ὑπὲρ ἐλπίδα. ἀνηλωκέναι: ἀπὸ κοινοῦ τὸ γνῶτε ἧς: τὸ ἧς πρὸς τὸ μνήμη καταλελείψεται· τὰ γὰρ ἄλλα διὰ μέσου ἢν καὶ νῦν ὑπενδῶμέν ποτε: ἐάν ποτε καὶ ὑποχαλάσωμεν καὶ πταίσωμεν καίτοι ταῦτα ...: τρεῖς κριτὰς ὑποτίθεται τῶν πραγμάτων τὸ ἐπίφθονον: τὸ ἐπίζηλον. μῖσος μὲν γὰρ ...: διαλύεται γὰρ ἢ θανάτῳ ἢ ἄλλῳ τινί ἐπικηρυκεύεσθε: διὰ κηρύκων ἐκφαίνεσθε τὰς βουλὰς ὑμῶν ὡς οἵτινες: τὸ ὡς ἀντὶ τοῦ ἐπεί. ἐπʼ αὐτόν: κατʼ αὐτοῦ. τὴν γνώμην: τὸν σκοπὸν ἐκείνων. οἱ δὲ δυνατοί: οἱ τῷ πλούτῳ δυνάμενοι. προσεδεῖτο: χρείαν εἶχε. τὴν δύναμιν: τὴν ἰσχὺν τοῦ πολέμου. ἐπεβίω δέ: μετὰ τὸ καταστῆναι τὸν πόλεμον. ἡ πρόνοια αὐτοῦ: ἡ πρόγνωσις. κατορθούμενα: εἰς τέλος ἐρχόμενα. τοῖς ἰδιώταις: ἰδιώτας καλεῖ τοὺς ῥήτορας καὶ τοὺς δημαγωγούς, οὐχ ὅτι ἰδιῶται κατὰ τὸ ἀληθές, ἀλλʼ ὡς πρὸς ἀντιδιαστολὴν τοῦ κοινοῦ καὶ τῆς πόλεως σφαλέντα δέ: αἰνίττεται τὰ κατὰ τὸν Ἀλκιβιάδην ἀδωρότατος: ἀδωρόληπτος. ὕβρει θαρσοῦντας: ἀλόγως τι πράττοντας. πρὸς οὕς: λείπει τῶν Λεοντίνων. τοὺς Λεοντίνους λέγει· οὗτοι γὰρ μετεκαλέσαντο πρὸς συμμαχίαν Ἀθηναίους, Συρακουσίοις διαφερόμενοι. οἱ ἐκπέμψαντες: Ἀθηναίων οἱ προύχοντες. τοῖς οἰχομένοις: πορευθεῖσιν εἰς Σικελίαν. τῷ στρατοπέδῳ: τῷ ἐν Σικελίᾳ πολεμίοις: τοῖς Λακεδαιμονίοις. μετʼ αὐτῶν: τῶν Λακεδαιμονίων. ἔτι τοῖς πλέοσιν: ἀντεῖχον δηλονότι. βασιλέως παιδί: βασιλέως λέγει τοῦ Δαρείου υἱοῦ Ἀρτοξέρξου· οὗτινος Κύρου καὶ ὁ Ξενοφῶν τὴν ἀνάβασιν ἔγραψε προσγενομένῳ: τοῖς Λακεδαιμονίοις δηλονότι. ἐνέδοσαν: ἐμαλακίσθησαν. τοσοῦτον: φρονήσεως δηλονότι ἀφʼ ὧν: ἀφʼ ὧν πραγμάτων, ὥστε μήτε κατὰ γῆν πολεμῆσαι μήτε εἰς Σικελίαν πέμψαι ἄποικοι: πόθεν οἱ Ζακύνθιοι ξυνεχώρουν: ἐνεδίδουν οἱ Ζακύνθιοι. ἰδία: ἄνευ τοῦ κοινοῦ· οἱ γὰρ Ἀργεῖοι φίλοι ἦσαν Ἀθηναίοις Πόλλις: ὄνομα κύριον τὸν γεγενημένον: ταῦτα προείρηται τὸν ἐγγραφέντα. τὸ μέρος: ὅσον ἀπὸ τοῦ μέρους αὐτοῦ. ὁ δέ: ἤγουν ὁ Σάδοκος. ἐκείνοις: τοῖς πρέσβεσι τῶν Ἀθηναίων. οἱ δέ: οἱ πρέσβεις τῶν Ἀθηναίων. τὸν Ἀριστέα: τὸν Κορίνθιον. αὖθις: ἐς τὸ μέλλον. κακουργῇ: κακουργήσῃ. δικαιοῦντες: δίκαιον κρίνοντες. τοῖς αὐτοῖς ἀμύνεσθαι: τὴν ἴσην τιμωρίαν δοῦναι. οἷσπερ: ἀντὶ τοῦ ὧν. ὑπῆρξαν: ἀντὶ τοῦ προκατήρξαντο κατὰ δὲ τοὺς αὐτοὺς χρόνους: μετάβασις ἀναστήσαντες: διεγείραντες εἰς συμμαχίαν. ἐπʼ Ἄργος: κατὰ τοῦ Ἄργους. αὐτοῖς: τοῖς Ἀμπρακιώταις. οὐκ ἀρεσκόμενος τῇ ... καταστάσει: εὗρε γὰρ τὴν μητέρα Ἐριφύλην ἀναιρεθεῖσαν ὑπὸ Ἀλκμέωνος τοῦ ἀδελφοῦ αὐτοῦ τῇ ἐν Ἄργει καταστάσει: τῇ οἰκήσει. τῆς Ἀμφιλοχίας: γῆς δηλονότι. ἐπηγάγοντο: ἐφειλκύσαντο. ἡλληνίσθησαν: Ἕλληνες κατὰ τὴν νῦν διάλεκτον ἐγένοντο. οἱ δὲ ἄλλοι Ἀμφίλοχοι: οἱ γὰρ Ἀμφίλοχοι βάρβαροι, οἱ δὲ Ἀμπρακιῶται Ἕλληνες, Κορινθίων ἄποικοι τοὺς Ἀργείους: τοὺς Ἀμφιλοχικούς, τοὺς δεξαμένους χρόνῳ: ἀντὶ τοῦ μόλις. οἱ δʼ Ἀμφίλοχοι: οἱ πάντες, διὰ τὴν μητρόπολιν Ἀκαρνᾶσι: φίλοις οὖσιν Ἀθηναίοις Ἀθηναίους: ἀναπόδοτον μᾶλλον δὲ καιναπόδοτον τοῦτο, εἰ οὕτω χρὴ φάναι. Φορμ.: Φορμίων στρατηγὸς Ἀθηναίων αὐτό: τὸ Ἄργος μετὰ δὲ τοῦτο: ἀντὶ τοῦ ἀπὸ ταύτης τῆς αἰτίας ἐς τοὺς Ἀργείους: κατὰ τῶν Ἀργείων. ἐν τῷ πολέμῳ: τῷ Πελοποννησιακῷ ἀργυρολογῶσι: ἀργύριον ἀπαιτῶσι. Φασήλιδος: Φάσηλις πόλις Παμφυλίας· μέμνηται αὐτῆς καὶ Διονύσιος ὁ περιηγητής οὐδὲν μᾶλλον: οὐδὲν παρὰ Ἀττικοῖς ἀντὶ τοῦ οὔ οἱ δέ: οἱ στρατηγοί. καὶ ᾗ ἕκαστος ἐδύνατο: τὰς τριάκοντα δύο πόλεις ἐνόμιζον γὰρ ἂν ...: ἀνδραποδίσαι γὰρ τοὺς ἄνδρας ἐβούλοντο τοῦ δʼ ἐπιγιγνομένου θέρους: ἔτος τρίτον ἔλεγον τοιάδε: Πλαταιέων δημηγορία πρὸς Ἀρχίδαμον αὐτονόμους: τοὺς Πλαταιεῖς δηλονότι. ὑπολαβών: Ἀρχιδάμου δημηγορία. σημείωσαι λόγια ἀποκριθεὶς ἢ ὑπονοήσας ἢ ἐνθυμηθείς. δίκαια λέγετε ...: μέμνηται καὶ ταύτης τῆς δημηγορίας Πλούταρχος ἐν τοῖς πολιτικοῖς παραγγέλμασι αὐτοί τε αὐτονομεῖσθε: τοῖς οἰκείοις νόμοις ἀκωλύτως χρῆσθε. ἀπεκρίναντο: ἀπόκρισις Πλαταιέων ἄνευ Ἀθηναίων: τῆς γνώμης δηλονότι. παρʼ ἐκείνοις: τοῖς Ἀθηναίοις. οὐκ ἐπιτρέπωσιν: οὐ δώσωσιν ἄδειαν τοῖς Πλαταιεῦσιν ἐμμένειν τοῖς δόξασιν. ὑμεῖς δέ ...: ἀπολογία Ἀρχιδάμου ἡμῖν παράδοτε τοῖς Λακεδαιμονίοις: ἀντὶ τοῦ ἡμῖν … εἴ τι δυνατόν: λείπει τὸ ἐστί … μέχρι δὲ τοῦδε: τοῦ καιροῦ τοῦ πολέμου. ἐργαζόμενοι: τὴν γῆν δηλονότι. ἱκανή: εἰς τροφὴν δηλονότι. Ἀθηναίοις κοινῶσαι: πρεσβεύσασθαι πρὸς τοὺς Ἀθηναίους δηλονότι. κομισθῆναι: ἀναστρέψαι. οὐκ ἔτεμνεν: σημείωσαι ὅτι τὸ τεμεῖν ἀδιαφόρως καὶ ἐπὶ τῆς γῆς, ὥσπερ τὸ δῃῶσαι, τέθεικεν. πάλιν ἦλθον: οἱ Πλαταιεῖς ἐπισκήπτουσι: παρακελεύονται προκαλοῦνται: ἐπισπῶνται. καὶ παρέσχετε: οἱ θεοὶ δηλονότι. ἐναγωνίσασθαι: ἐν αὐτῇ τὸν ἀγῶνα τελέσαι. τῆς δὲ τιμωρίας: τῆς ἐκδικήσεως. ἐπιθειάσας: ἐπιθεάσαι, τὸ τοὺς θεοὺς ἐπικαλέσασθαι κατευξάμενος περιεσταύρωσεν: σημείωσαι ὁ Ἀρχίδαμος περισταυρῶσαι, τὸ σταυροῖς περιβάλλειν· σταυροὶ δέ εἰσι τὰ ὀρθὰ πεπηγότα ξύλα ὅτι οἱ παλαιοὶ τὰ ὀρθὰ ξύλα σταυροὺς ἐκάλουν περιεχαράκωσεν. τοῖς δένδρεσιν: σημείωσαι τὸ δένδρος εὐθεῖαν ἔχουν: συνεκόμιζον. πρὸς τὴν πόλιν: οὐ διὰ παντὸς τοῦ τείχους, ἀλλʼ ἐν μέρει τινί αἵρεσιν: πόρθησιν. Κιθαιρῶνος: ὄρος Βοιωτίας φορμηδόν: ψιαθηδόν· φορμὸς γὰρ ὁ ψίαθος ὅστις ἐναλλὰξ ἔχων τὸ πλέγμα ἐστί ἀνύτειν: οἱ Ἀττικοὶ τὸ ἀνύειν ἀνύτειν φασί τελεσιουργεῖν πρὸς ὕψος. ξυνεχῶς: ἀδιαστάτως. σῖτον: τὸ σῖτον οὐδετέρως. αἱρεῖσθαι: λαμβάνειν. οἱ ξεναγοί: οἱ τῶν μισθοφόρων ἄρχοντες· ξένους γὰρ ἐκάλουν τοὺς μισθοφόρους οὐ σχολαίτερον: οὐ βραδύτερον ἀντανῄει: ἀντῄρετο. ἀντανίστατο. ἐσεφόρουν: εἰς τὴν πόλιν δὴ ἀπὸ τοῦ χώματος. ἐν ταρσοῖς καλάμου: ἐν πλέγμασι ἀπὸ καλάμου πεποιημένοις. ἐνείλλοντες: ἐμπλέκοντες. ὑπόνομον: κεκρυμμένον ὄρυγμα. ξυντεκμηράμενοι ὑπὸ τὸ χῶμα: διὰ τεκμηρίου τινὸς ἐρχόμενοι ὑπὸ τὸ χωμάτιον. ἱζάνοντος: ἐνδιδόντος. οἰκοδόμημα: τὸ ξύλινον. χοῦν: ἀπὸ χυτῆς γῆς τεῖχος ποιεῖν. ἐν ἀμφιβόλῳ μᾶλλον γίγνεσθαι: ἀντὶ τοῦ ἑκατέρωθεν βάλλεσθαι τοὺς ἐναντίους δηλονότι. μίαν μέν: μηχανήν. τοῦ μεγάλου οἰκοδομήματος: τῶν Πλαταιέων δηλονότι. κατέσεισε: τὸ τεῖχος δηλονότι. ἄλλας δέ: μηχανὰς δηλονότι. τοῦ τείχους: προσέφερον. ἃς βρόχους τε ...: σημείωσαι τὴν σύνταξιν, ἃς βρόχοι περιβάλλοντες. βρόχους: σχοινία. ὑπερτεινουσῶν: ὑψουμένων. ἡ μηχανή: τῶν Πελοποννησίων δηλονότι. ἀπεκαύλιζε τὸ προῦχον: ἀπέτεμε τὸ ἄκρον. τὸ προῦχον: τὸ προβεβλημένον. πᾶσαν γὰρ δὴ ἰδέαν: ἐπινοίας δηλονότι. φακέλους: φορτία φάκελος, δεσμός, φορτίον, καὶ τὸ ταῖς κεφαλαῖς φορούμενον, ἤτοι τὸ φασκώλιον. ταχὺ δὲ πλήρους γενομένου: τοῦ διαστήματος. ἐπιπαρένησαν: συνῆρξαν. χειροποίητον: ἔστι γὰρ καὶ αὐτόματος ἤδη γὰρ: πάλαι ποτέ. τἆλλα: δεινὰ δηλονότι. ἐλαχίστου: ὀλίγου καιροῦ δηλονότι. αὐτῇ: τῇ φλογί. διέφυγον: τὸν κίνδυνον. περὶ ἀρκτούρου ἐπιτολάς: ἐπιφανείας κατὰ τὸν Ὀκτώβριον μῆνα. ἐκκεκομισμένοι ἦσαν: ἐξήγαγον. τοιαύτη μέν ...: οἱ διελόντες ταύτην τὴν συγγραφὴν εἰς τρισκαίδεκα, ἐνταῦθα τὸ τέλος τῆς τρίτης ἱστορίας ὥρισαν καὶ ἀρχὴν τῆς τετάρτης Σπάρτωλον: ὅτι ἡ Σπάρτωλος προπαροξύνεται τὴν Βοττικήν: ὅτι οἱ Βοττιαῖοι ἄποικοι Μακεδόνων· εἰσὶ δὲ ἐν τῇ Θρᾴκῃ, πλησίον Χαλκιδέων προσχωρήσειν: τοῖς Ἀθηναίοις δηλονότι. τῶν ... βουλομένων: τῶν μὴ θελόντων παραδοῦναι· ἡ δὲ Ὄλυνθος μητρόπολις Χαλκιδέων ἀναχωροῦσιν: οἱ Ἀθηναῖοι ἐνεδίδοσαν: ὑπεχώρουν, οἱ Χαλκιδεῖς δηλονότι καὶ οἱ Σπαρτώλιοι ᾗ δοκοῖ: καθʼ ὃ μέρος ἐνομίζετο αὐτοῖς συμφέρον. σημείωσαι ὅτι τὸ δοκοῖ τρίτης συζυγίας ἐπὶ πολύ: διάστημα δηλονότι. ἀνελόμενοι: ἀναλαβόντες. διελύθησαν κατὰ πόλεις: ἕκαστος ἦλθεν εἰς τὴν οἰκείαν πόλιν. καταστρέψασθαι: ἀφανίσαι. ἐκ τῆς ξυμμαχίδος: γῆς δηλονότι. περιήγγειλαν: πανταχοῦ ἐμήνυσαν. ἀποίκοις οὖσιν: τῆς Κορίνθου δηλονότι. ὅτι Ἀμπρακιῶται ἄποικοι Κορινθίων καὶ αὐτῷ: τῷ Κνήμῳ. ἀβασίλευτοι: μὴ νομίζοντες ἔχειν βασιλεῖς, ἀλλὰ μόνον ἡγεμόνας καὶ ἄρχοντας ἐπιτρέψαντος: τὸ ἄρχειν δηλονότι καὶ εἶναι αὐτοκράτορα τὸν Ὄροιδον ἀμφοῖν τοῖν ἐθνοῖν διὰ τῆς Ἀργείας: τῆς Ἀμφιλοχικῆς ἐπὶ Στράτον: θηλυκῶς ἡ Στράτος κελεύοντες: παρακινοῦντες. ἐρήμην: ἔρημον φυλάκων. τρία τέλη ποιήσαντες: οὐκ ἐπὶ μῆκος, ἀλλʼ ἐπὶ πλάτος διεῖχον: διίσταντο. τεταγμένοι: εὐτάκτως. διὰ φυλακῆς ἔχοντες: ἑαυτοὺς δηλονότι. ἐν ἐπιτηδείῳ: χώρᾳ δηλονότι. πιστεύοντες: θαρροῦντες. ἀξιούμενοι: ἄξιοι κρινόμενοι. ἐπέσχον: ἐνεκαρτέρησαν … τὸ στρατόπεδον: τὸ τό περιττὸν κεῖται χωρήσαντές τε: τὸ τε περιττὸν κεῖται αὐτοβοεί: αὐτοβοεί, ἐκ μιᾶς μάχης καὶ σὺν αὐτῇ τῇ βοῇ. βοὴν δὲ ἔλεγον τὴν μάχην, ὅθεν καὶ Ὅμηρός φησι· βοὴν ἀγαθὸς Μενέλαος βοῇ μόνῃ χρησάμενοι Ὅμηρος Τρῶες μὲν κλαγγῇ, οἱ δʼ ἄρʼ ἴσαν σιγῇ μεμονωμένων: διεζευγμένων τῆς τῶν Ἑλλήνων συμμαχίας. ἐς φόβον καταστάντων: ἤγουν φυγόντων. αὐτούς: τοὺς Χάονας. ἐνέκειντο φεύγοντες: ἤγουν κατὰ κράτος ἔφευγον. ἀνελάμβανόν τε αὐτούς: οἱ Ἕλληνες τοὺς βαρβάρους. ἀντιπαραπλέοντας: ἀντὶ τοῦ εἰς ἀντιπαράταξιν. ἑώρων: οἱ Κορίνθιοι δηλονότι. παρὰ γῆν σφῶν κομιζομένων: σημείωσαι τὴν σύνταξιν τῶν Κορινθίων. οὐκ ἔλαθον: οἱ Ἀθηναῖοι. τὸν πορθμόν: τὸν Κρισαῖον· ἔστι δὲ πορθμὸς ἀμφίγειος θάλασσα τὰς πρῴρας: ἔχοντες δηλονότι. τά τε λεπτὰ πλοῖα: τοὺς λέμβους. κατὰ μίαν ναῦν τεταγμένοι: μίαν ἔχοντες ὀπίσω τῆς μιᾶς ἐν χρῷ: ἀντὶ τοῦ πλησίον. ἔστι δὲ ἀποκοπή· ἦν γὰρ ἐν χρωτί. εἴρηται δὲ ἀπὸ μεταφορᾶς τῆς κουρᾶς τῆς ἄχρι τοῦ χρωτὸς γιγνομένης δόκησιν: δόξαν. ἐμβαλεῖν: προσπεσεῖν. μὴ ἐπιχειρεῖν: τῷ πολέμῳ. σημήνῃ: σημεῖον δῷ. αὐτούς: τοὺς Κορινθίους. ἐφʼ αὑτῷ: ἐπὶ τῇ ἐξουσίᾳ αὑτοῦ. τῶν τε πλοίων: τῶν λεπτῶν παραγγελλομένων: συμβουλευόντων. τῶν κελευστῶν: τῶν στρατηγῶν καὶ τῶν κυβερνητῶν σημαίνει: σημεῖον ποιεῖ. χωρήσειαν: ὁρμήσειαν. ἐς ἀλκήν: ἐς μάχην πολέμου. Ἀχαΐας: σημείωσαι Ἀχαΐα ἀνεχώρησαν: ὑπέστρεψαν. ἐπίνειον: ἐπίνειον καλεῖται πᾶν ἐμπόριον, ἢ παρὰ τὸ ἐπινήχεσθαι αὐτὸ τῇ θαλάσσῃ, ἢ παρὰ τὸ ἐν αὐτῷ τὰς ὁλκάδας νήχεσθαι ἢ ὀκέλλειν ὑπʼ ὀλίγων νεῶν: τῶν Ἀθηναίων. πρῶτον ναυμαχίας πειρασαμένοις: ἐν τῷ Πελοποννησιακῷ πολέμῳ δηλονότι ὁ παράλογος: τὸ παρὰ τὸ ἐνδεχόμενον γενέσθαι. οὐ ... σφῶν τὸ ναυτικὸν λείπεσθαι: οὐ κατʼ ἐμπειρίαν τοῦ ναυτικοῦ λείπεσθαι οὐκ ἀντιτιθέντες: οὐκ ἀντιπαραβάλλοντες. τῆς σφετέρας: σημείωσαι τὴν σύνταξιν ὀργῇ οὖν ἀπέστελλον: ὀργιζόμενοι ἀπέστελλον τοὺς συμβούλους. Γορτύνιος: ἰστέον ὅτι ἡ Γόρτυς πόλις ἐστὶ Κρήτης ἀπέχουσα Κυδωνίας σχεδὸν σταδίους χιλίους· καὶ ἔστιν ἀπίθανον εἶναι πολεμίας ἀλλήλαις ταύτας τὰς πόλεις. ῥητέον οὖν ὅτι πολεμίαν λέγει τὴν Κυδωνίαν τῇ Πολίχνῃ, οἷς εἰκὸς χαρίζεσθαι κατὰ φιλίαν τὸν Νικίαν προσποιήσειν: οἰκείαν ποιήσειν. ἐν τούτῳ: τῷ χρόνῳ. διείχετον: κεχώρισθον. γνώμην: σκοπόν. οἱ μέν: οἱ Πελοποννήσιοι. οἱ δέ: οἱ Ἀθηναῖοι ἡ μὲν γενομένη ναυμαχία: δημηγορία τῶν Λακεδαιμονίων στρατηγῶν· ἡ στάσις πραγματική, ἄγραφος, εἴδους συμβουλευτικοῦ τὴν μέλλουσαν: ναυμαχίαν. τέκμαρσιν: στοχασμόν. ἐκφοβῆσαι: ἀντὶ τοῦ ἐκφοβεῖσθαι. οὐκ ὀλίγα: ὁ ἄνεμος καὶ ἡ ἐν κύκλῳ τάξις τῶν νεῶν, καὶ τὸ μὴ ταχέως αὐτοὺς ἐπιχειρῆσαι τῇ ναυμαχίᾳ, ἀλλὰ τὴν τοῦ Φορμίωνος ἀναμένειν διὰ τοῦ ἀνέμου στρατηγίαν. ἔσφηλεν: σφαλῆναι ἐποίησεν. οὐδὲ δίκαιον: τὸ ἑξῆς· δίκαιον τῆς γνώμης τὸ μὴ νικηθὲν κατὰ κράτος ἀμβλύνεσθαι τῆς ξυμφορᾶς τῷ ἀποβάντι: τῇ ἀποβάσῃ ξυμφορᾷ. ἀμβλύνεσθαι: ἀναπίπτειν. νομίσαι δέ: ἀπὸ κοινοῦ τὸ δίκαιον ταῖς δὲ γνώμαις ...: ἔχειν τοὺς ἀνθρώπους ἑστηκυῖαν τὴν γνώμην καὶ μὴ ὑποπεπτωκυῖαν τοῖς δεινοῖς. προύχετε: τῶν Ἀθηναίων δηλονότι. ἡ ἐπιστήμη: ἡ γυμνασία, ἡ μελέτη. ἐν τῷ δεινῷ: τῷ πολέμῳ. ἐκπλήσσει: ἐξωθεῖ ἐκκρούει. τὰ δὲ πολλά: ἀντὶ τοῦ ὡς ἐπὶ τὸ πολύ. οὐκ εἶπε δὲ ἀεί, διὰ τὸ ἄδηλον τῆς τύχης προσγενόμενα: προσκτηθέντα. θαρσοῦντες οὖν: οἱ ἐπίλογοι χώραν: ἀντὶ τοῦ τάξιν τῶν δὲ πρότερον ἡγεμόνων: τῶν καταναυμαχηθέντων ὑπὸ Φορμίωνος· λέγει δὲ τοὺς περὶ Μαχάονα καὶ Ἰσοκράτην τὴν ἐπιχείρησιν: τῆς παρασκευῆς τοῦ πολέμου δηλονότι. οἱ δὲ ἀγαθοί: οἱ γενναῖοι. τιμήσονται: ἀντὶ τοῦ τιμηθήσονται. ξυνιστάμενοι: συναθροιζόμενοι. τὴν ἀξίωσιν: τὴν πεῖραν. μηδένα ... ὑποχωρεῖν: σημείωσαι τὴν σύνταξιν ὁρῶν ὑμᾶς ...: δημηγορία Φορμίωνος στρατηγοῦ τῶν Ἀθηναίων ξυνεκάλεσα: εἰς ταὐτὸν συνήγαγον. οὗτοι γάρ: οἱ Λακεδαιμόνιοι. ἐν ἐκείνῳ: ἐν τῇ πεζομαχίᾳ. οὐδὲν προφέρουσι: κατὰ τὴν ναυμαχίαν. παρὰ πολύ: ὑπερβαλλόντως. οὐκ ἂν ἡγοῦνται: ὁ νοῦς οὕτως· ἡγοῦνται οἱ ἐχθροὶ μὴ ἀνθίστασθαι ἂν ἡμᾶς ἄλλως ἢ μέλλοντάς τι γενναῖον πρᾶξαι ἀντίπαλοι: θαρροῦντες ἀντιπαλαίειν. πολλῷ: τῷ μέτρῳ. οὐκ ἀναγκαζόμενοι: ἡμεῖς, δηλονότι οἱ Ἀθηναῖοι. ἑκὼν εἶναι: παρέλκεται τὸ εἶναι κατὰ συνήθειαν Ἀττικήν· οὐδὲν γὰρ ἐν ταῖς τοιαύταις συντάξεσι δηλοῖ ἐπιπλεύσειε: κατὰ τῶν ἐναντίων ἐπέλθοι. μὴ ἔχων τὴν πρόσοψιν τῶν πολεμίων: μὴ ὁρῶν τοὺς πολεμίους. ἐκ πολλοῦ: λείπει διαστήματος διέκπλοι: τὸ ἐμβάλλειν καὶ διασχίζειν τὴν τῶν ἐναντίων τάξιν ἀναστροφαί: αἱ εἰς τοὐπίσω ὑποχωρήσεις ἀνακάμψεις. ἐν τούτῳ: ἐν τῷ πεζομαχεῖν. τούτων μὲν οὖν ...: τὸ ἐπιχείρημα ἐκ τοῦ συμφέροντος τά τε παραγγελλόμενα: τὰ τῆς παραινέσεως ἔργα. ὀξέως: σπουδαίως. τῆς ἐφορμήσεως: τῶν πολεμίων ἐν τῷ ἔργῳ κόσμον ...: ἤτοι ἐν τῷ πολέμῳ κόσμον ἔχετε καὶ σιγήν, καὶ συμφέρον ὂν τοῖς μετιοῦσιν ἐπὶ τὸ πολὺ τὰ πολεμικὰ καὶ μάλιστα τοῖς ναυμαχοῦσιν. ἀμύνεσθέ τε: τινὲς ἀπῶδε τοὺς ἐπιλόγους ἀναμιμνῄσκω: οἱ ἐπίλογοι τοιαῦτα μέν: οἱ πολλοὶ ἀγνοοῦντες γράφουσι τὸν δέ σύνδεσμον μετὰ τὰς δημηγορίας ἐπὶ τεσσάρων ταξάμενοι: ἀντὶ τοῦ κατὰ τέσσαρας αὐτὰς ποιήσαντες ἐπὶ τήν: ἀντὶ τοῦ παρὰ τήν. ἐπὶ δʼ αὐτῷ: τῷ κέρατι. ἐπὶ τὴν Ναύπακτον: ἔσω γὰρ ἐν τῷ κόλπῳ ἔκειτο ἡ Ναύπακτος ταύτῃ: τῇ ὁδῷ. ὁ δέ ...: ὁ δὲ Φορμίων ὡς ἑώρα τοὺς Πελοποννησίους ἀναγομένους, ἄκων κατὰ σπουδὴν τοὺς στρατιώτας ἐμβιβάσας εἰς τὴν ναῦν ἔπλει προσεδέχοντο: ἤλπιζον. περὶ τῷ χωρίῳ: περὶ τῷ χωρίῳ τῆς Ναυπάκτου δηλονότι ἐρήμου οὔσης βοηθείας τὴν γῆν: τὴν οἰκείαν δηλονότι κατὰ μίαν ἐπὶ κέρως: ὡς εἰ ἔλεγε, μίαν κατακολουθοῦσαν τῇ ἑτέρᾳ· τοῦτο γὰρ ἐπὶ κέρως καλεῖ ἀπὸ σημείου ἑνός: οὐ δεηθέντες πολλῶν σημείων, ἀλλʼ εὐθὺς ποιοῦντες ὅπερ ἐδόκει ὡς ἂν εἰ ἔλεγε, μὴ πολλῶν παρακελεύσεων δεηθέντες, ἀλλʼ εὐθὺς ποιοῦντες ὅπερ ἐδόκει· δύναται δὲ σημεῖον λέγειν καὶ τὸ σύνθημα τὸ δὲ σημείου ἀντὶ τοῦ μιλίου. ἐπιστρέψαντες ...: τὸ μὲν ἐπιστρέψαντες εἶπεν, ὅτι ἦν ἄνω εἰπών, ἐπειδὴ κατʼ εὐθεῖαν ἔπλεον· νῦν δὲ οὐκέτι· τὸ δὲ μετωπηδὸν πάλιν τὸ κατʼ εὐθεῖαν πλέειν ἐστί· τὸ γὰρ μέτωπον τῆς νεὼς ἡ πρῴρα ἐστί. λέγει οὖν ὅτι τὰ μέτωπα, ὅ ἐστι τὰ πρόσωπα τῶν νεῶν, παρεῖχον τοῖς ἐναντίοις τῶν δέ: τῶν νεῶν τῶν Ἀθηναίων. ἐς τὴν εὐρυχωρίαν: ἐσωτέρω τῶν Ῥίων ἐν τῷ Κρισαίῳ κόλπῳ ἐξέωσαν: ἐξέκλιναν τῆς προκειμένης ὁδοῦ. διέφθειραν: ἀντὶ τοῦ ὀκεῖλαι αὐτὰς ἐποίησαν ἐξένευσαν: ἐξεκολύμβησαν ταύτῃ: οὕτως ἢ κατὰ τοῦτο τὸ μέρος αἱ δὲ εἴκοσι νῆες: τὸ τέταρτον τάγμα τῶν νεῶν καὶ σχοῦσαι: ἄλλη ἀρχὴ τὸ καὶ ἴσχουσαι ἐλλιμενίζουσαι. ἀντίπρῳροι: ἔχουσαι τὰς πρῴρας πρὸς τὸ πέλαγος ὁρώσας· τοῦ γὰρ φεύγειν ἐπαύσαντο γεγονυῖαι δηλονότι. Ἀπολλώνιον: ἱερὸν Ἀπόλλωνος ἐν τῷ λιμένι οἱ δέ: οἱ Πελοποννήσιοι τὴν ὑπόλοιπον: τὴν ὑστερήσασαν. ὁλκάς: ὁλκάς ἐστιν ἡ ἐμπορικὴ ναῦς πρὸς τὴν ἐξ ὀλίγου ἀντεξόρμησιν: διὰ τὸ ἐγγύθεν ἀντεπιέναι τοῖς Ἀθηναίοις ὑπέμειναν: ἐδέξαντο τὸ ἐμβάσιμον τῶν Ἀθηναίων. τὸν Πάνορμον: σημείωσαι· ὁ Πάνορμος ἡ ναῦς: ἡ περὶ τὴν ὁλκάδα καταδῦσα … ἔσφαξεν ἑαυτόν: Λακωνικὸν τὸ φρόνημα τοῦτο, μὴ ὑπʼ ἐχθρῶν ἀξιῶσαι ἀναιρεθῆναι τῆς τροπῆς: ἀντὶ τοῦ ὑπὲρ τῆς τροπῆς ἡ σύνταξις οὕτως· ὡς νενικηκότες ἕνεκεν τῆς τροπῆς τῶν νεῶν ἃς πρὸς τῇ γῇ διέφθειραν. ἃς πρὸς τῇ γῇ ναῦς: ἀντὶ τοῦ διὰ τὰς ναῦς. ὑπὸ νύκτα: ἀντὶ τοῦ κατὰ τὴν νύκτα. οὐ πολλῷ ὕστερον: μετʼ ὀλίγον. τῆς ἀναχωρήσεως τῶν νεῶν: τῶν ἐναντίων. ἐπικρατεῖν: ἰσχύειν τοὺς Ἀθηναίους. τὸ ὑπηρέσιον: ὑπηρέσιόν ἐστι τὸ κῶας, ᾧ ἐπικάθηνται οἱ ἐρέσσοντες διὰ τὸ μὴ συντρίβεσθαι αὐτῶν τὰς πυγάς πλεῦσαι: ἀπὸ κοινοῦ τὸ ἐδόκει ἀφικόμενοι: εἰς τὰ Μέγαρα δηλονότι. τὸ ἀκρωτήριον: τὸ Βούδορον καλούμενον κενάς: τῶν ἀνδρῶν δηλονότι. φρυκτοί: λαμπάδες πολεμίους δηλοῦσαι φρυκτοί εἰσι λαμπάδες τινὲς ἀπὸ ξύλων γινόμεναι, ἅς τινας βαστάζοντες ἄνωθεν τῶν τειχῶν ἐσήμαινον τοῖς πλησιοχώροις ἢ τοῖς συμμάχοις, ὅταν τινὰς ἑώρων πολεμίους ἐπιόντας, ὡς δεῖ προφυλάξασθαι. οὐ μόνον δὲ ἐπὶ πολεμίων τοῦτο ἐποίουν, ἀλλὰ καὶ ἐπὶ φίλων, ὅταν ἑώρων βοήθειαν ἐρχομένην, ἐσήμαινον πάλιν διὰ τῶν φρυκτῶν, ὡς οὐ δεῖ θορυβεῖσθαι. καὶ ὅταν μὲν φίλους ἐδήλουν, ἐβάσταζον τοὺς φρυκτοὺς ἠρεμοῦντες, ὅταν δὲ πολεμίους, τοὺς φρυκτοὺς ἐκίνουν ἔκπληξις ἐγένετο: τοῖς Ἀθηναίοις. οἱ μὲν γὰρ ἐν τῷ ἄστει: ὄντες δηλονότι. ᾑρῆσθαι: ἑαλωκέναι. ὅσον οὐκ: ἀντὶ τοῦ σχεδόν, ὡς τὸ μονονουχί ἐσπλεῖν αὐτούς: ἀντὶ τοῦ ὅτι μέλλουσιν ἐσπλεῖν. βοηθήσαντες: μετὰ βοῆς συνδραμόντες. οὐδὲν στέγουσαι: ὕδωρ δηλονότι Σιτάλκης ὁ Τήρεω: ἐντεῦθεν τὰ Θρᾳκικά· Σιτάλκου ἐπιστρατεία δύο ὑποσχέσεις: λείπει ἡ διά· διὰ δύο ὑποσχέσεις ἀντὶ γενικῆς ἡ αἰτιατικὴ Ἀττικῶς. σημείωσαι παρόμοιον τῷ δύο μὲν σκόπελοι, ὁ μὲν οὐρανόν. ἡ ἱστορία τῆς παρούσης ὑποθέσεως ἔχει οὕτως. Ἀλέξανδρος Μακεδόνων βασιλεὺς ἔσχεν υἱοὺς δύο, Περδίκκαν καὶ Φίλιππον. δραξάμενος δὲ τῆς ἀρχῆς ὁ Περδίκκας ἀπεξήλασεν τὸν ἀδελφὸν αὑτοῦ Φίλιππον. ὁ δὲ ἐπὶ Σιτάλκην τὸν βασιλέα τῶν Θρᾳκῶν καταφυγὼν ἐδεῖτο καταγαγεῖν αὐτὸν καὶ τὴν τῶν Μακεδόνων βασιλεῖαν ἀποδοῦναι· ὁ δʼ ὑπέσχετο. μαθὼν δὲ τοῦτο ὁ τοῦ Φιλίππου ἀδελφὸς Περδίκκας ἀπέστειλε πρὸς Σιτάλκην πρέσβεις, ὑποσχεθεὶς αὐτῷ χρήματα, εἰ μὴ καταγάγοι τὸν Φίλιππον, οὐκ ὀλίγα. ἃ μὲν καὶ ὁ Σιτάλκης πεισθεὶς οὐ κατήγαγε τὸν Φίλιππον· ὡς δὲ οὐδὲν ἀποδέδωκε πρὸς αὐτὸν ὁ Περδίκκας ἅπερ ὑπέσχετο, ἐστράτευσε κατʼ αὐτοῦ, τὸν Φιλίππου υἱὸν ἀντὶ τοῦ πατρὸς ἀνταναγόμενος. ἐπεὶ δὲ αὐτοῦ καὶ οἱ Ἀθηναῖοι ἐδέοντο, ὑπὸ Χαλκιδέων τῶν ὑπὸ Περδίκκᾳ ὄντων βλαπτόμενοι ἐν τοῖς Θρᾳκικοῖς χωρίοις τε καὶ συμμάχοις αὐτῶν, καταλῦσαι τὸν πόλεμον καὶ τὴν ἀπὸ τοῦ Περδίκκα βλάβην, ἐστράτευσε κατὰ Χαλκιδέων τε καὶ Περδίκκα, τὸν μὲν ἀμυνόμενος οἷς ἐψεύσατο μετελθεῖν αὐτῷ τὰ ὑπεσχημένα, τοὺς δὲ μετελθεῖν ἐπειγόμενος, τὴν παρὰ τῶν Ἀθηναίων ὑπόσχεσιν ἐκπληρώσων. ἀναπρᾶξαι: εἰσπρᾶξαι, ἀπαιτῆσαι ἀποδοῦναι: τοῖς Ἀθηναίοις Περδίκκας: γένος Τημενιδῶν. Ἀλέξανδρος Περδίκκαν Φίλιππον Ἀρχέλαον Ἀμύνταν Φίλιππον Ἀλέξανδρον τὸν μέγαν,ὃς τὴν Περσῶν δυναστείαν κατέλυσεν. αὐτῷ: τῷ Σιτάλκῃ. διαλλάξειεν: φίλον ποιήσειεν. ὑπεδέξατο: ὑπέσχετο. τῶν Ἀθηναίων πρέσβεις: ἀπὸ κοινοῦ τὸ ἦγε Ἅγνωνα: οὗτος ἔκτισε τὴν Ἀμφίπολιν ἀνίστησιν: ἐπάγεται, στράτευμα δηλονότι. μέχρι θαλάσσης: ἕως τοῦ Εὐξείνου πόντου καὶ τοῦ Ἑλλησπόντου. μέρη: γένη, ἐθνῶν δηλονότι. τοῦ Στρυμόνος: Στρυμὼν ποταμὸς Θρᾴκης περὶ τὴν Ἀμφίπολιν ὅρα ἐντεῦθεν πόθεν ἄρχεται ὁ Στρυμὼν καὶ ποῦ λήγει. καὶ ἔτι ὁ Ὄσκιος ποταμὸς καὶ ὁ Νέσος, ὃν Νέστον οὗτος καλεῖ, ἴσως δὲ ἐκ σφάλματος τῶν γραψάντων οὕτω κεῖται· ἔτι γε μὴν καὶ ὁ Ἕβρος, οὗ καὶ ὁ Θεμίστιος μέμνηται … ὡρίζετο: τὸ τέλος εἶχε. παρήκουσι: παρατείνουσι. τὸ ὄρος: τὸ Σκόμιον δηλονότι. περίπλους: δυνατὴ περιπλευσθῆναι. νηῒ στρογγύλῃ: ἐμπορικῇ, διὰ τὰ πολεμικά, μακρότερα ὄντα ὁδῷ: διὰ ξηρᾶς. εὔζωνος: εὐσταλὴς καὶ κοῦφος καὶ μηδὲν ἔχων τὸ ἐμποδίζον διὰ πλείστου: διαστήματος δηλονότι. ὅσον προσῆξαν: φόρον δηλονότι. χωρὶς δέ: τούτων δηλονότι. ὅσα: προσεφέρετο. λεῖα: λιτά, πρὸς ἀντιδιαστολὴν τῶν ὑφαντῶν καὶ πεποικιλμένων Ὀδρυσῶν: προσεφέρετο δηλονότι. τοὐναντίον τῆς Περσῶν βασιλείας: οἱ γὰρ Πέρσαι παρέχουσι μᾶλλον ἤπερ παρὰ τῶν ἄλλων λαμβάνουσιν, οἱ δὲ Θρᾷκες τοὐναντίον. καὶ οὐκ ἦν τι πρᾶξαι παρʼ αὐτοῖς τὸν μὴ παρέχοντα χρήματα ὅπερ καὶ νῦν ἐν Ῥωμαίοις. κατὰ τὸ δύνασθαι: διὰ τὴν δύναμιν. ἐπὶ πλέον αὐτῷ ἐχρήσαντο: τῷ νόμῳ πλέον τῶν ἄλλων Θρακῶν οἱ Ὀδρύσαι ἐχρῶντο, λαβεῖν ἤπερ δοῦναι Ἰωονίου: μικρὸν τοδὶ πέφυκεν Ἀττικῶς μέγα· ἄλλως· μικρὸν μὲν ἐκτείνουσιν Ἀττικοὶ τόδε ὥσπερ δύωο πώοτης τε καὶ ταύτῃ δέ: τῇ τῶν Σκυθῶν. περὶ Σκυθῶν τοῦτο καὶ Ἡρόδοτος λέγει οὐχ ὅτι: ἀντὶ τοῦ μή τοι γε. οὐ μὴν ... ἄλλοις ὁμοιοῦνται: ἀλλʼ ὑπερβάλλουσιν ἄρας: τὸ στράτευμα. Σιντῶν: Σίντιοι ἐλέγοντο ἐν ὅσῳ τὴν Λῆμνον ᾤκουν· εἰς δὲ τὴν Θρᾴκην ἐλθόντες μετωνομάσθησαν Σιντοί τὸ δὲ ὄρος: τὴν Κερκίνην δηλονότι Δόβηρον: τὴν νῦν καλουμένην Γέβρην. ἀπεγίγνετο: ἀπώλλυτο. προσεγίγνετο: ηὐξάνετο κατὰ πρόσθεσιν. ἀπαράκλητοι: ἑκούσιοι. τὴν κάτω Μακεδονίαν: τῆς Μακεδονίας τὸ μέν ἐστι μεσόγειον, τὸ δὲ παράλιον, ἣν καλεῖ τὴν κάτω Μακεδονίαν πρῶτοι ἐκτήσαντο: τοῦτο καὶ Ἡρόδοτος ἐν τῇ θʹ ἱστορεῖ κατὰ διέξοδον Ἄξιον: τὴν Βάρδαριν λέγει. Ἠδῶνας: Ἡδωνοὶ καὶ μεταπλασμὸς Ἡδῶνες καὶ Ἡδῶνας· οὕτως Ἡρωδιανός ὧν: τῶν Ἐορδῶν. οἱ Μακεδόνες οὗτοι: οἱ κάτω Μακεδόνες. καὶ Μακεδόνων αὐτῶν: τῶν ἄνω. ἦν δὲ οὐ πολλά: τὰ καρτερὰ δηλονότι. τὰ νῦν ὄντα: τείχη δηλονότι. ἐς τὴν Φιλίππου: τοῦ ἀδικηθέντος ὑπὸ Περδίκκου περικλειόμενοι: ἀντὶ τοῦ περικλείοντες, οἱ Θρᾷκες δηλονότι ἔπεμψαν: οἱ Μακεδόνες παρέσχε δὲ λόγον: ὁ Σιτάλκης. ὑπʼ αὐτῶν: τῶν Ἀθηναίων. ἐπέχων: ἐπικείμενος. αὐτῷ: ὑπʼ αὐτοῦ. ἐσέβαλε: τὴν ἔφοδον ἐποίησε. οἱ δὲ ἐν Ναυπάκτῳ ...: μετάβασις Κορόντων: τὰ Κόροντα ἡ εὐθεῖα Οἰνιάδας: Οἰνιὰς πόλις ἐστὶν ἐν τῷ στομίῳ τοῦ Ἀχελῴου ἡ καὶ νῦν Δραγαμέστη λεγομένη. διὰ Δολοπίας: Δολοπία ἡ νῦν καλουμένη Ἀνόβλαχα· ἐξ ἀνατολῶν γὰρ αὐτῆς ὁ Πηνειὸς ποταμός, ἐκ δὲ νότου ὁ Ἀχελῷος οὗτος ποταμὸς ῥεῖ. αὐτοῖς: τοῖς Οἰνιάδαις. περιλιμνάζων: περὶ τὴν πόλιν πλημμύρας ὑδάτων ποιῶν. προσχοῖ αἰεί: ὕλην συμφορεῖ. αἳ ἠπείρωνται: τοιαῦτα πολλὰ οἱ τὰς γεωγραφίας ἡμῖν παραδιδόντες ἀναγράφουσιν· ὅπερ καὶ ἐν τῇ πρὸς Αἴγυπτον Φάρῳ τῇ νήσῳ συνέβη. ὁ γὰρ Ὅμηρος πελαγίαν αὐτὴν ἀναγράφει· νῦν δὲ σχεδὸν ἠπείρωται τό τε γὰρ ῥεῦμα: τοῦ Ἀχελῴου. τῆς προσχώσεως: τῆς προσχώσεως ἕνεκα, διὰ τῆς προσχώσεως, διὰ τὸ μὴ σκεδάννυσθαι αὐτήν. τῷ μὴ σκεδάννυσθαι: τὴν πρόσχωσιν δηλονότι. Ἀλκμέωνι: περὶ Ἀλκμέωνος ὡραῖον τὸν Ἀλκμέωνα — πῶς, λέγειν οὐκ ἰσχύω — ψιλόν, μέγα γράφουσιν, ὡς τῇδε βλέπεις. μέτροις ἐφεῦρον ἀκριβῶς Εὐριπίδου. δίφθογγον οἱ νῦν καὶ μέγα γράφουσι δέ, μωρῶς ἀτέχνως ἐν γραφαῖς πεφυρμέναις. δίφθογγον ὁ Τζέτζης δὲ καὶ μικρὸν γράφει, Ὅμηρος ὥσπερ τεχνικοῖς γράφει λόγοις. οὐ τυγχάνει γὰρ τοῦτο τῶν παρωνύμων, ἐκ ῥήματος δὲ τυγχάνει παρηγμένον, ὡς ἀλλαχοῦ που πρὶν διέγραψα πλάτει ἀλᾶσθαι: ἀπὸ κοινοῦ τὸ λέγεται τῆς μητρός: τῆς Ἐριφύλης. καὶ ἐδόκει αὐτῷ ...: τὸ ἑξῆς, δίαιτα ἱκανὴ τῷ σώματι ἐδόκει ἡ πρόσχωσις, δηλονότι εἰς χρείαν τοῦ σώματος. ἐδυνάστευσε: τὴν βασιλείαν ἔσχε. τὴν ἐπωνυμίαν ἐγκατέλιπεν: πρότερον γὰρ Κουρῆτις ἐκαλεῖτο. Ὅμηρος· Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι παρελάβομεν: ἀκοῇ δηλονότι. ἐλύθησαν: ἐλυτρώθησαν, εἰς λύτρον ἐδόθησαν.