eul_wid: uku-aae
DOI 10.5281/zenodo.20335421

Scholia on Thucydides: Book V by Thucydides Commentary

ἐνιαύσιοι σπονδαί: ἡ ἐφʼ ἑνὸς χρόνου γενομένη ἐκεχειρία. ἐν τῇ ἐκεχειρίᾳ: ἡ πρὸς ὀλίγον χρόνον τοῦ πολέμου ἀναβολὴ καὶ ἡσυχία· παρὰ τὸ ἔχειν τὰς χεῖρας, οἷον ἐχεχειρία καὶ ἐκεχειρία ἀνέστησαν ἐκ Δήλου: μετανάστας ἐποίησαν ἐξοικίσαντες. ἱερῶσθαι: τουτέστιν ἱεροὺς ἀνακεῖσθαι τῷ θεῷ ἐλλιπὲς σφίσιν εἶναι τοῦτο ...: μετὰ τὸ ἐκβαλεῖν τοὺς ζῶντας, ἔτι δοκοῦντες ἐλλείπειν τῇ καθάρσει, τὰς θήκας τῶν τεθνεώτων ἀνείλοντο ἐκ τῆς νήσου Ἀτραμύττειον: Ὤρου· Ἀδραμύττειον Εὔπολις, Ἀτραμύττειον Θουκυδίδης ᾤκησαν: λείπει τὸ ἐνταῦθα μετὰ τὴν ἐκεχειρίαν: μετὰ τὴν λύσιν αὐτῶν τῶν σπονδῶν. σχών: ἐλλιμενίσας. ἐκ δʼ αὐτοῦ: τοῦ λιμένος. ἐν τῇ Τορώνῃ: ἐστὶ δηλονότι. ἀξιόμαχοι: ἱκανοὶ πρὸς μάχην. ἐς τὴν πόλιν: τὴν Τορώνην. τὸν λιμένα: τῆς Τορώνης. βουλόμενος ἐντὸς τοῦ τείχους ποιῆσαι τὸ τῶν Τορωναίων προάστειον, τοῦ παλαιοῦ τείχους μέρος διακόψας, καθʼ ὃ ἦν τὸ προάστειον, ἕτερον τεῖχος καινὸν προσῳκοδόμησεν, ᾧ περιέβαλε τὸ πρότερον, καὶ συνῆψε κατὰ τὴν διαίρεσιν τὸ καινὸν πρὸς τὸ παλαιόν, ὥστε ἓν τὸ πᾶν γενέσθαι ἐντός: τῆς πόλεως δηλονότι. τοῦ παλαιοῦ τείχους: τὶ μέρος δηλονότι. ἢ τὸν περίβολον. βοηθήσαντες: συνδραμόντες ἐπὶ βοήν ἐβιάζοντο: ἤγουν ὑπὸ τῆς βίας τῶν Ἀθηναίων ἡττῶντο οἱ περὶ τὸν Πασιτελίδαν δρόμῳ ἐχώρει ἐς τὴν πόλιν: πῶς ἐντὸς τοῦ τείχους ὢν ὁ Πασιτελίδας, δείσας ἀνεχώρει πρὸς τὴν πόλιν; μή ποτε ἦν μὲν ἐν τῷ καινῷ τείχει τῷ κεριέχοντι τὸ προάστειον, δείσας δὲ μὴ ἡ πόλις ἁλῷ, ἥτις ἦν ἐν τῷ παλαιῷ τείχει, καὶ αὐτὸς ἐν τῷ καινῷ καταληφθῇ, καταλιπὼν τὸ προάστειον ἐς τὴν πόλιν ἐχώρει ὡς περιποιήσων αὐτήν ἀποσχών: ἀποστάς. αὐτοῖς: ἤγουν αὐτοῖς αἰχμαλώτοις. ἡ διάνοια· ἐκ τούτων τῶν αἰχμαλώτων οἱ Πελοποννήσιοι ὕστερον ἀπῆλθον, γενομένων σπονδῶν, οἱ δὲ ἄλλοι ἐκομίσθησαν ὑπʼ Ὀλυνθίων. λυθείς: ἀπολυτρωθείς τρίτος αὐτός: τουτέστι μετʼ ἄλλων δύο μετὰ τὴν ξύμβασιν: τὴν κοινὴν τῶν Σικελιωτῶν. πολίτας ἐπεγράψαντο: ἑτέρους ἐπὶ τοῖς οὖσιν ἐνεγράψαντο εἰς τὴν πολιτείαν ᾠκειώσαντο. ἐπενόει: προεθυμεῖτο, ἠξίου καὶ ὁ δῆμος τὴν γῆν ἐπενόει ἀναδάσασθαι: ἀνδάσασθαι, τὸ ἄνωθεν καὶ ἐξ ἀρχῆς τι μερίσασθαι ἐξ ὑπραχῆς δασμὸν καὶ μερισμὸν ποιῆσαι. οἱ δὲ δυνατοί: τῶν Λεοντίνων. ἐπάγονται: εἰς βοήθειαν τῆς πόλεως. ἐπλανήθησαν ὡς ἕκαστοι: πλανηθέντες διέστησαν. ὁμολογήσαντες: συνθέμενοι ἐρημώσαντες: καταλιπόντες ἐρήμην ἐπὶ πολιτείᾳ: ἐπʼ ἴσῃ πολιτείᾳ τῶν Συρακουσίων. Φωκέας: οἱ μὲν ἐκτεταμένως ἀναγινώσκουσιν, ὡς Πρασίας, οἱ δὲ συνεσταλμένως. ὁμοίως δὲ καὶ τὸ Βρικιννίας τῆς πόλεώς τι ... ἐπολέμουν: σημείωσαι τὴν σύνταξιν καταλαμβάνουσι: ἤγουν λαμβάνοντες εἰς κατοίκησιν. τὸ ἑξῆς· καταλαμβάνουσι χωρίον τι τῶν Λεοντίνων καλούμενον Φωκέας. ἐπολέμουν: πρὸς τοὺς Συρακουσίους πείσαντες ...: τὸ ἑξῆς, πείσαντες τοὺς ξυμμάχους ἐπιστρατεῦσαι ὅπως κοινῇ ἐπιστρατεύσαντες Συρακουσίοις ὡς δύναμιν περιποιουμένοις διασώσειαν Λεοντίνους σφίσιν: τοῖς Ἀθηναίοις. δύναμιν περιποιουμένων: αὐξανομένων. ἐπὶ τοὺς ἄλλους: πρὸς τοὺς ἄλλους παρακομιδῇ: παρελεύσει. ἐχρημάτισε: ὡμίλησε. ἐχρ. περὶ φιλίας: λόγους προσήνεγκε πιστικούς ἔταξε δοῦναι χρήματα ὑπὲρ φιλίας καὶ συμμαχίας. Σικελιωτῶν: ἰστέον ὅτι οἱ μὲν Ἕλληνες οἱ ἐν Σικελίᾳ Σικελιῶται λέγονται, οἱ δʼ ἐν αὐτῇ βάρβαροι Σικελοί· οὕτω δὲ καὶ ἐπὶ Ἰταλιωτῶν καὶ Ἰταλῶν ὁμολογίαν: τὴν κοινὴν δηλονότι. κομιζομένοις: ἀποδεχομένοις αὐτὸν τὸν Φαίακα. ἠδίκησεν: βλάβην ἐποίησε. ξυνηλλάσσοντο: ἀντὶ τοῦ συνῄνεσαν εἰρήνην ἐποίουν. ἀποίκους: ἑαυτῶν, τῶν Λοκρῶν. Γαληψόν: σημείωσαι ὅτι ἡ Γαληψὸς Θασίων ἀποικία Πολλῆν: ὄνομα κύριον ἀπέχον: διέχον κατεφαίνετο πάντα αὐτόθεν: ἤγουν πάντα, τὰ τοῦ Κλέωνος δηλονότι, ἐφαίνετο τῷ Βρασίδᾳ ἀπὸ τοῦ Κερδυλίου. προσεδέχετο: ὁ Βρασίδας. αὐτόν: τὸν Κλέωνα. σφῶν: τῶν Λακεδαιμονίων. ἐπὶ τὴν Ἀ.... ἀναβήσεσθαι: τὸ ἑξῆς, ἐπὶ τὴν Ἀμφίπολιν ἀναβήσεσθαι τὸν Κλέωνα τῇ παρούσῃ στρατιᾷ: μετὰ τῶν παρόντων στρατιωτῶν, οὐ περιμείναντα πάντας παρεσκευάζετο: ὁ Βρασίδας παρεσκευάζετο Θρᾷκας: ἀπὸ τῶν ἄνωθεν. τῶν γὰρ στρατιωτῶν ἀχθομένων: τὸ ἑξῆς, τῶν γὰρ στρατιωτῶν ἀχθομένων, αἰσθόμενος τὸν θροῦν, ὁ Κλέων δηλονότι τῇ ἕδρᾳ: τῇ διατριβῇ καὶ τῇ ἀργίᾳ τῇ προσμονῇ. τόλμαν: τὴν τοῦ Βρασίδου ἀνεπιστημοσύνης: σημείωσαι ἀνεπιστημοσύνη τοῦ Κλέωνος καθημένους: ἐνήλλαξεν, ἀντὶ τοῦ καθημένων εἰπὼν καθημένους βαρύνεσθαι: ἀντὶ τοῦ ἄχθεσθαι τῷ τρόπῳ ...: τῷ αὐτῷ τρόπῳ ἐπῆλθεν ὁ Κλέων τῇ Ἀμφιπόλει, ᾧ καὶ πρόσθεν ἐπὶ Πύλον. τουτέστιν ἀλογίστως εὐτυχήσας ἐν τῇ Πύλῳ ᾠήθη φρόνιμος εἶναι οἱ: αὐτῷ θέαν: θεωρίαν. τοῦ χωρίου: τῆς Ἀμφιπόλεως οὐχ ὡς τῷ ἀσφαλεῖ ...: οὐχ ὡς τῷ πλήθει τῶν ἐναντίων κρατήσων, εἰ ἀναγκάζοιτο πολεμεῖν — ὃς οὐδὲ τῇ παρούσῃ στρατιᾷ τοὺς πολεμίους ᾤετο ἀντιτάξασθαι —, ἀλλʼ ὡς μετὰ τῶν ἐπελευσομένων αὐτῷ συμμάχων πᾶσαν ἐν κύκλῳ περιστήσων τὴν στρατιὰν καὶ βίᾳ ἐκπολιορκήσων τὴν Ἀμφίπολιν περισχήσων: ἀντὶ τοῦ ὑπερσχήσων καὶ νικήσων ἀπιέναι ... ἀμαχεί: λείπει τὸ δυνατὸν εἶναι ἐδόκει: οἷ αὐτῷ. κινουμένους: παραγινομένους ἐπὶ τὴν Ἀμφίπολιν δεδιὼς τὴν αὐτοῦ παρασκευήν: οὐ θαρρῶν τῇ ἰδίᾳ παρασκευῇ ὑποδεεστέρους εἶναι: τοὺς ἑαυτοῦ δηλονότι. ἀντίπαλα: ἰσοστάσια ἑκάτερα τὰ στρατεύματα τῶν ἐναντίων. τῷ ἀξιώματι: τῇ δυνάμει. καθαρόν: οὐχὶ συγκλύδων οὐδὲ ἐπικούρων, ἀλλʼ αὐτῶν τῶν πολιτῶν τέχνῃ: δόλῳ. ἀναγκαίαν: εὐτελῆ καὶ οὐκ ἐκ παρασκευῆς ἢ ἄνευ προόψεως ...: ἄνευ τοῦ μὴ ἐπιδεῖξαι τοῖς ἐναντίοις τὸ ἴδιον πλῆθος καὶ τὴν ὅπλισιν αὐτῶν· τοῦτο γάρ ἐστιν ἄνευ προόψεως· καταφρονηθήσεσθαι γὰρ ὑπὸ Ἀθηναίων ᾤετο, εἰ τὴν οὖσαν αὐτοῖς ἐπιδείξειε παρασκευήν ἤγουν οὕτως ἐνόμισε περιγενέσθαι Κλέωνος καὶ τῶν περὶ αὐτόν, ἐπιτεθησόμενος κρύφα, ὅπερ ἐστὶ τὸ ἄνευ προόψεως, καὶ μὴ ἀπὸ τοῦ φανεροῦ, ὅπερ ἐστὶ τὸ καταφρονήσεως τοῦ ὅντος. ἄνευ προόψεως: ἀπροσδοκήτως. τοῦ ὄντος: τῆς ἀληθείας. ἀπολεξάμενος: ἀποκόψας ἐπιλεκτικῶς. Κλεαρίδα προστάξας: μετὰ Κλεαρίδα τάξας ἀπολαβεῖν αὖθις ...: ἄνευ τῶν ἄλλων λαβεῖν συμμάχων, εἰ τύχοι ἐλθοῦσα αὐτοῖς βοήθεια ἡ παρὰ τοῦ Περδίκκου καὶ τοῦ Πολλῆ μεμονωμένους: τῆς συμμαχίας δηλονότι. ἄνδρες Πελοποννήσιοι ...: δημηγορία Βρασίδου Δωριῆς: ὄντες ὧν εἰώθατε κρείσσους εἶναι: ἀντὶ τοῦ οὓς εἰώθατε νικᾶν. τὴν δὲ ἐπιχείρησιν: τὴν ἐπίθεσιν τὴν κατὰ τῶν πολεμίων. ἵνα μή τῳ ...: ἵνα μηδεὶς ὑμῶν διὰ τὸ κατʼ ὀλίγους ὑμᾶς μέλλειν ἐξιέναι τῆς πόλεως καὶ μὴ ἅπαντας ἀθρόους κινδυνεύειν πρὸς Ἀθηναίους, οὐκ ἀξιόμαχον νομίσας τὴν παρασκευήν, ἀτολμότερος γένηται ἀτολμίαν: δειλίαν. παράσχῃ: ὑμῖν δηλονότι. τοὺς γὰρ ἐναντίους εἰκάζω ...: εἰκάζω, φησί, τοὺς ἐναντίους, καταφρονοῦντας ἡμῶν καὶ οὐ προσδοκῶντας ὅτι ἐπεξελευσόμεθα αὐτοῖς, ἀναβῆναι πρὸς τὴν Ἀμφίπολιν κατὰ θέαν καὶ νῦν διὰ τὴν θέαν ἀτάκτως ἐσκεδασμένους ὀλιγωρεῖν, τουτέστι ῥᾳθυμεῖν ὀλιγωρεῖν: τὸ καταφρονεῖν ἀμελεῖν ὅστις δὲ τὰς τοιαύτας ἁμαρτίας ...: ὅστις δὲ τὰ τῶν πολεμίων ἁμαρτήματα ἰδὼν καὶ κατὰ τὴν ἰδίαν δύναμιν ἐπιχειρῶν μὴ ἐκ τοῦ φανεροῦ ἀντιτάττηται, ἀλλὰ πρὸς τὸ παρὸν ἁρμοττόμενος, ὀρθῶς ἂν πράττοι τὰ κλέμματα: τὰ στρατηγήματα ἕχει: παρέχει. ἅ: ἀντὶ τοῦ διʼ ὧν … ἕως οὖν ἔτι ἀπαράσκευοι ...: ἕως ἔτι διὰ τὸ θαρρεῖν ἀπαράσκευοί εἰσιν ἀπιέναι τε διανοοῦνται μᾶλλον ἢ μένειν, ῥᾳθύμως αὐτοῖς διακειμένοις καὶ πρὸ τοῦ συνταχθῆναι, ἐγὼ μὲν ἔχων ὑπαπιέναι: ἀπελθεῖν ἀνειμένῳ: χαύνῳ ἐπεκθεῖν: ἐπεκδραμεῖν θέλησον δηλονότι. ἐλπὶς γὰρ: ἡμῖν δηλονότι. οὕτως: δηλονότι ποιούντων ἡμῶν. τὸ γὰρ ἐπιὸν ὕστερον: οἱ γὰρ ὕστερον ἐπιόντες φοβερώτεροι εἶναι τοῦ καλῶς πολεμεῖν ...: ὅτι ἐκ τριῶν γίνεται τὸ καλῶς πολεμεῖν αἰσχύνεσθαι: Ὅμηρος αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται δούλοις ...: ἂν γὰρ νικηθῆτε καὶ μὴ θανάτῳ ζημιωθῆτε ὑπʼ αὐτῶν, ἀλλὰ εὐτυχήσητε καὶ ἄριστα πράξητε, δοῦλοι ἔσεσθε Ἀθηναίων καὶ δουλείαν χαλεπωτέραν ἢ πρὶν εἴχετε περὶ ὅσων: ἐπάθλων. τῷ δὲ Κλέωνι: τὸ ἑξῆς, τῷ δὲ Κλέωνι ἀγγέλλεται, φανεροῦ γενομένου τοῦ Βρασίδου κατὰ τὴν θέαν: διὰ τὴν θέαν. ἐπῆλθε: ὁ Κλέων δηλονότι. τοὺς βοηθούς: τοὺς ἀπὸ τοῦ Περδίκκου. ἀναχώρησιν: ἀντὶ τοῦ ἀπιέναι. ὥσπερ μόνον οἷόν τʼ ἦν: καθάπερ μόνον ἐξῆν δὴ ἐπὶ τὸ εὐώνυμον. σχολὴ γίγνεσθαι: χρόνος ἐγγίγνεσθαι οἷς γάρ ...: οἱ κινοῦντες τὰς κεφαλὰς καὶ τὰ δόρατα, καὶ μὴ ἡσύχως ἀπιόντες καὶ τὸ ὅλον ἀτρόμως, οὐκ εἰώθασιν ὑπομένειν τοὺς πολεμίους τοῦτο: ὅπερ πάσχουσιν αὐτοί. ὁ μέν: ὁ Βρασίδας. σταύρωμα: χάρακα. εὐθεῖαν: ἤγουν εὐθέως. καρτερώτατον: ὑψηλὸν δή. προυκεχωρήκει: προαπεληλύθει εἰς τὸ ἔμπροσθεν ἦλθεν. ἀπορραγέν: ἀποσπασθὲν τῆς ἄλλης τάξεως ὁ Βρασίδας ...: τρεψάμενος ὁ Βρασίδας καὶ διώξας τοὺς μέσους, ὁρμήσας πρὸς τὸ ἀριστερὸν κέρας καὶ οὐ καταλαβὼν αὐτό, μετέβη πάλιν πρὸς τὸ δεξιὸν τῶν Ἀθηναίων ἐπιπαριὼν τῷ δεξιῷ: πλησιάζων ἐπετίθετο τῷ δεξιῷ. οἱ δὲ πλησίον: τοῦ Βρασίδου δηλονότι. ἀπήνεγκαν: δηλονότι εἰς τὴν πόλιν. οἱ δὲ αὐτοῦ: ἤτοι οἱ αὐτοῦ τοῦ Κλέωνος ἢ ἐν τῷ αὐτῷ τόπῳ καὶ δίς: περιττὸς ὁ καί σύνδεσμος ἢ ὑπὸ τῆς Χαλκιδικῆς ἵππου: ἤγουν ὕστερον μετὰ τὴν μάχην φεύγοντες. ἀπεκομίσθησαν: διεσώθησαν περιείρξαντες: ἤγουν περιφράξαντες. ἐντέμνουσι: ἐναγίζουσι, ἐναγίσματα προσφέρουσι θύουσι. ἀγῶνας καὶ ἐτησίους θυσίας: ἤγουν διʼ ἔτους θυσιάζειν καὶ ἀγωνίζεσθαι. τὰ Ἀγνώνεια οἰκοδομήματα: Ἀγνώνεια τὰ τοῦ Ἄγνωνος ἐπειδὴ ὁ Ἄγνων Ἀθηναῖος ἦν, ὁ οἰκιστὴς τῆς Ἀμφιπόλεως περιέσεσθαι: φυλαχθήσεσθαι. ἐν τῷ παρόντι: πρὸς τὸ παρόν τὸν δὲ Ἄγνωνα: οὐ τοῦτο λέγει, ὅτι ὁ Ἄγνων οὐχ ἥδετο ταῖς τιμαῖς, ἀλλὰ οὔτε συμφέρειν τοῖς Ἀμφιπολίταις τιμᾶσθαι τὸν Ἄγνωνα, διὰ τὸ κολακεύειν τοὺς Λακεδαιμονίους, οὔτε ἡδὺ ἦν τοῖς Ἀμφιπολίταις τιμᾶν αὐτόν οἱ μέν: οἱ Ἀθηναῖοι. καὶ ὑπὸ τοὺς αὐτοὺς χρόνους: Τζέτζου· ἐκ τῆς τρίτης εἴασά τι ποσῶς γράφειν· ἐντεῦθεν ἠρξάμην δὲ τῆς γραφῆς πάλιν· τὸ κλῇθρον ἦν δὲ τῶν ὀπισθίων λόγων ἐς Ἡράκλειαν: Ἡράκλεια ἡ ἐν Τραχῖνι τῆς Θρᾴκης ἡ μάχη αὕτη: ἡ κατὰ τὴν Ἀμφίπολιν τοῦ Βρασίδου. οὐδένα καιρὸν ἔτι εἶναι: οὐκ ἐν καιρῷ ἔτι εἶναι τῶν τε Ἀθηναίων ...: τῶν μὲν Ἀθηναίων διὰ τὸ ἡσσῆσθαι ἀποκεχωρηκότων, τῶν δὲ περὶ τὸν Ῥαμφίαν οὐκ ὄντων δυνατῶν δρᾶν τι ὧν ὁ Βρασίδας διενοεῖτο πρὸς τὴν εἰρήνην: βουλομένων εἰρήνην ἄγειν ὥστε: Τζέτζου· βιβλογράφου στε … παν … παρῆκα μὴ ξέων πρὸς δέ: ἐν τῷ μὲν ἂν στίξειας, ὡς Τζέτζης γράφει· ἄρξῃ δʼ ἀπαρτὶ τοῦ πρὸς εἰρήνην λόγου. σολοικοειδές, οὐ σόλοικον τυγχάνει μηδετέρους: Ἀθηναίους καὶ Πελοποννησίους. πληγέντες: ζημιωθέντες. καὶ διʼ ὀλίγου: καὶ μετʼ ὀλίγον καὶ οὐκ ἔχοντες ...: καὶ οὐκέτι πιστεύοντες τῇ ἰσχύι τῇ αὑτῶν, διʼ ἣν τὸ πρότερον οὐ προσεδέχοντο τὰς σπονδάς καθυπέρτεροι: τῶν Λακεδαιμονίων. ἐπαιρόμενοι: δινούμενοι. ἀποστῶσι: τῶν Ἀθηναίων. καλῶς παρασχὸν οὐ ξυνέβησαν: ἐξὸν καλῶς, καιροῦ ἐπιτηδείου παρατυχόντος οὐ συνέβησαν μετὰ τὰ ἐν Πύλῳ: κατορθώματα. οἱ δʼ αὖ Λακεδαιμόνιοι: ἀπὸ κοινοῦ τὸ μετεμέλοντο ἀπὸ κοινοῦ εἶχον τὴν γνώμην πρὸς τὴν εἰρήνην νοητέον. ὀλίγων ἐτῶν καθαιρήσειν: ἤγουν διʼ ὀλίγων ἐτῶν ταπεινώσειν. ἐν τῇ νήσῳ: τῇ Σφακτηρίᾳ. αὐτομολούντων: πρὸς τοὺς ἐν Πύλῳ Ἀθηναίους. ἡ δὲ ἔννοια· μή πως αὐτομολήσωσιν οἱ εἵλωτες οἱ ὑπομένοντες παρὰ τοῖς Λακεδαιμονίοις, πιστεύοντες τοῖς ἔξω, τουτέστι τοῖς ηὐτομοληκόσι διὰ τὰ συμβεβηκότα τοῖς Λακεδαιμονίοις οἱ ὑπομένοντες: οἱ ὑπόλοιποι. τοῖς ἔξω: αὐτομολήσασι δηλαδή. πίσυνοι: οἱ τεθαρρηκότες ξυνέβαινε δέ: ἐνταῦθα ἡ ἀπόδοσις τῆς ὅλης ἐννοίας ἀπὸ τοῦ, πρὸς τὴν εἰρήνην μᾶλλον τὴν γνώμην εἶχον. αὐτοῖς: τοῖς Λακεδαιμονίοις. ἐπʼ ἐξόδῳ: λήξει. σπένδεσθαι: ἤγουν μετὰ σπονδῶν ποιεῖσθαι. ἀμφοτέροις αὐτοῖς: Λακεδαιμονίοις καὶ Ἀθηναίοις τῶν ἀνδρῶν κομίσασθαι: γλώσσης νόησον Ἀττικῆς εἶναι τόδε, ψωμοῦ φαγεῖν τε, καὶ λαβεῖν ἀνδρῶν, λέγειν, οἴνων πιεῖν τε, καὶ τὰ τοιούτου τρόπου· μηδʼ αὖ σόλοικον μηδαμῶς νόει τόδε πολὺς πόνος δὲ καὶ τονιζεῖν καὶ γράφειν, καὶ τῆς ἑκάστης ἡμέρας περιδρόμῳ, καίπερ νοσοῦντα δυσπνώτατα νόσον, φύλλων ἀναγνῶναί γε τοιασδὶ ώ̈ διπλῆν διεκτρέχειν με πεντηκοντέρα, ὅθεν στράτωρσι τὴν βιβλογράφου κόπρον ἐατέον νῦν ἐκφορεῖν τε καὶ ξέειν ἦσαν γὰρ οἱ Σπαρτιᾶται: τὸ οἱ ἐνταῦθα ἀντὶ τοῦ ἔνιοι. ἦσαν γάρ τινες αὐτῶν Σπαρτιᾶταί τε καὶ πρῶτοι καὶ τοῖς πρώτοις ξυγγενεῖς. ὡς τὸ εἰκὸς οὖν, οἱ ξυγγενεῖς αὐτῶν σπουδὴν ἐποιοῦντο πράσσειν: τὴν εἰρήνην δηλονότι. οὔπως ἤθελον: οὐδὲ ὅλως ἤθελον εὖ φερόμενοι: ἤγουν εὐτυχοῦντες. ἐπὶ τῇ ἴσῃ: ὥστε τὸ προσῆκον αὐτοῖς μόνον ἔχειν, ἀλλὰ δηλονότι καὶ περιττότερον ἐνδεξομένους: προσδεξομένους· λείπει τὴν εἰρήνην ὁ μέν: ὁ Βρασίδας ὁ δέ: ὁ Κλέων πλεῖστα: ἐν πλείστοις πράγμασι ἀπαθής: εὐτυχής. τοῦ ἀκινδύνου: τῆς ἀσφαλείας. καὶ ὅστις ἐλάχιστα τύχῃ αὑτὸν παραδίδωσι: τῇ ἀλόγῳ φορᾷ τῆς τύχης. τὴν εἰρήνην παρέχειν: ᾤετο δηλονότι. Πλειστοάναξ δέ: Πλειστοάναξ ὁ Παυσανίου βασιλεὺς Λακεδαιμονίων, ὃς φεύγων κάθοδον εὕρετο· ἔφευγε δὲ διὰ τὸ ποτὲ πρότερον δόξαι δῶρα παρʼ Ἀθηναίων λαβὼν ἀναχωρῆσαι ἐκ τῆς Ἀττικῆς. διαβαλλόμενος: ἤγουν ὑβριζόμενος. καθόδου: ἀντὶ τοῦ ἀναχωρήσεως ἀπὸ τῆς Ἀττικῆς δή. σημείωσαι εὐθυμία προβαλλόμενος: ἤγουν κατηγορούμενος. παρανομηθεῖσαν: ἤγουν παρανόμως δοθεῖσαν αὐτῷ. τὴν γὰρ πρόμαντιν: ἤγουν τὴν προαγορεύουσαν ἐκ μαντείας. ἐπὶ πολύ: πολλάκις. Διὸς υἱοῦ ἡμιθέου τὸ σπέρμα ...: ἡμιθέου μὲν τοῦ Ἡρακλέους λέγει, σπέρμα δὲ τὸν ἀπόγονον· οὗτος δʼ ἦν ὁ Πλειστοάναξ. ἀναφέρειν δὲ ἀντὶ τοῦ κατάγειν. εὐλάχαν δὲ τὴν ὕνιν Λακεδαιμόνιοι λέγουσιν· ἔνιοι δὲ τὴν δίκελλαν, ἀπὸ τοῦ λαχαίνειν, ὅ ἐστι σκάπτειν. εὐλάξειν δὲ ἀντὶ τοῦ ἀρόσειν· τοιοῦτον δέ τι λέγει, ἀργυραίᾳ εὐλάχᾳ εὐλάξειν, τουτέστι λιμὸν ἔσεσθαι καὶ πολλοῦ σφόδρα τὸν σῖτον ὠνήσεσθαι ὥσπερ ἀργυροῖς ἐργαλείοις χρωμένους. ἔνιοι δὲ οὐ λυσιτελήσειν φασὶν αὐτοῖς γεωργεῖν τὴν γῆν, ὥσπερ εἰ ἀργυροῖς ἐργαλείοις ἐχρῶντο ἐκ τῆς ἀλλοτρίας: ἤγουν ὑπερορίας. ἀναφέρειν: ἀνακαλεῖσθαι. ἀργυραιε: ὄζει κόπρος κάκιστον ἡ βιβλογράφου χρόνῳ δὲ ...: ἡ σύνταξις οὕτως· χρόνῳ δὲ προτρέψαι τοὺς Λακεδαιμονίους αὐτὸν καταγαγεῖν τοῖς ὁμοίοις χοροῖς καὶ θυσίαις· τὰ δὲ λοιπὰ μεταξὺ λεκτέον· ἔστι γὰρ πριβολὴ διττή. μετὰ δώρων ...: οἱ μὲν τὴν δόκησιν ἀντὶ τοῦ δοκήσεώς φασι κεῖσθαι, διὰ τὴν ἐκ τῆς Ἀττικῆς ποτε μετὰ δώρων δοκήσεως ἀναχώρησιν· οἱ δέ, τηρήσαντες τὴν δόκησιν, τὴν ἀναχώρησιν μᾶλλον ἀντʼ ἀναχωρήσεως ἐδέξαντο· ἄλλοι δὲ τὴν δόκησιν ἐπὶ τῆς λήψεως τῶν δώρων ἔλαβον, ἵνʼ ᾖ, διὰ τὴν ἐκ τῆς Ἀττικῆς ποτε μετὰ δώρων λῆψιν ἀναχώρησιν· καὶ δεκτέον τοῦτο διὰ τὴν ἀναχώρησιν ἐκ τῆς Ἀττικῆς μετὰ δόκησιν δώρων, ἀντὶ τοῦ μετὰ δωροδόκησιν, τουτέστι μετὰ τὸ λαβεῖν δῶρα ὑπʼ Ἀθηναίων. ἥμισυ τῆς οἰκίας ...: ὁ Πλειστοάναξ φυγὼν ᾤκησεν ἐν Λυκαίῳ. τοῦ δὲ τόπου, καθʼ ὃν ᾠκοδόμησε τὴν οἰκίαν, τὸ μὲν ἥμισυ ἦν ἱερόν, τὸ δὲ ἥμισυ βέβηλον ἑνὸς δέοντι: τοῦτο συντακτέον τῷ χρόνῳ δὲ προτρέψαι τοὺς Λακεδαιμονίους, ἵνʼ ᾖ χρόνῳ δὲ προτρέψαι τοὺς Λακεδαιμονίους ἑνὸς δέοντι εἰκοστῷ ἤγουν μετὰ τὸν χρόνον τῆς προρρήσεως τῆς μαντείας. τῇ διαβολῇ: τῇ ὕβρει τῇ τῶν ἐχθρῶν. ἀνεπίληπτος εἶναι: μὴ ἂν αὐτὸς παρέξειν κατηγορίας ἀφορμήν, προυθυμήθη τὴν ξύμβασιν ᾖσαν ἐς λόγους: ἀλλήλοις δηλονότι. προεπανεσείσθη: προηπειλήθη ὡς ἐπιτειχισμόν: ὡς μελλόντων φρούρια ἐπιτειχίσειν ἐν τῇ Ἀττικῇ τῶν Λακεδαιμονίων ἵνα τειχίζωσι τὰ ἑαυτῶν χωρία. ἐκ τῶν συνόδων: ἐπειδὴ συνερχόμενοι οἱ Ἀθηναῖοι καὶ οἱ Λακεδαιμόνιοι, καὶ ἐπιζητοῦντες κατὰ τὸ δίκαιον παρʼ ἀλλήλων τινά, συνέβησαν δικαιώσεις: αἰτήματα δίκαια. προενεγκόντων: προβαλόντων. ἀνταπαιτούντων γάρ: τῶν Ἀθηναίων. ἀλλʼ ὁμολογίᾳ: ἑκουσίῳ θελήματι. ἔχειν τὸ χωρίον: τὴν Πλάταιαν. τὴν Νίσαιαν: ἀπὸ κοινοῦ τὸ ἔχειν τούτοις δὲ οὐκ ...: ὑποστροφὴν γίνωσκε τὸ σχῆμα τόδε· τὸ δʼ αὖ σκοτεινὸν καὶ περίξυλον λόγου ἄλλοις παρεὶς ῥήτορσιν αἰνεῖν ἀσκόπως, τίς ἱστορούντων ἀκριβὴς κανών, μάθε· σαφὴς μετʼ ὄγκου καὶ ταχύς, πειθοῦς γέμων. τοῦτον χρεὼν δʼ ἦν τῆς δρυὸς καὶ τοῦ ξύλου υἱὸν καλεῖσθαι, τὸν ξυλουργοῦντα λόγοις, οὐ τὸν μελιχρὸν Ἡρόδοτον ἐν τοῖς λόγοις θεωρεῖν: θεωροὺς πέμπειν. αὐτονόμους εἶναι: ἤτοι τοῖς καθʼ αὑτοὺς νόμοις χρωμένους. αὐτοτελεῖς: αὐτοτελεῖς αὐτοὺς καὶ μὴ ἄλλοις συντελοῦντας αὐτοδίκους: παρʼ αὑτοῖς δίκας διδόντες καὶ λαμβάνοντες καὶ μὴ ὑπʼ ἄλλων κρινόμενοι ἐν αὑτοῖς τὴν διαφορὰν δίκῃ λύοντες καὶ μὴ μετάγοντες αὐτὴν εἰς ὑπερορίους ἀνθρώπους. ἀβλαβεῖς ... ὅπλα δὲ ...: σπονδὰς μὲν ἐξώρκωσαν ἀβλαβεῖς μένειν, ὅπλα φέρειν δὲ μηδαμῶς ἔστω, λέγειν Τζέτζης σολοικίζουσιν ἐντάττει λόγοις. οὐκ οἶδα ἀττίκισμα τουτοῒ λέγειν. οὕτω γράφων δὲ σοῖς περιστρόφοις λόγοις πέφευγας ὅσον κρίνειν σε τεχνικῶς θέλει. πηλὸς λιθουργῶν συγκαλύπτει φαυλίαν, γραφῆς σκότος δὲ τοὺς σολοίκους τῶν λόγων πρὸς ἀλλήλους: ἤγουν Λακεδαιμονίους καὶ Ἀθηναίους. δίκαις: ἤγουν κρίσει δικαίᾳ. ὅσας δὲ πόλεις: τὸ σὸν σκοτεινὸν καὶ τὸ τοῦ βιβλογράφου Χάρυβδιν οἵαν ἐξεγείρουσι λόγοις. λοιπὸν τὰ πολλὰ σῶν παρατρέχων λόγων τὰ συμφανῆ σύμπασιν ἐγγράψω μόνα· σὲ γὰρ σολοικίζοντα πικρὸν δεικνύειν φερούσας τὸν φόρον: διδούσας τὸ ἐτήσιον τέλος. τὸν ἐπʼ Ἀριστείδου: ταχθέντα δηλονότι. Ἀριστείδου: τοῦ στρατηγήσαντος ἐν Πλαταιαῖς ἐπὶ τῶν Μηδικῶν, τοῦ κληθέντος δικαίου, τοῦ υἱοῦ Λυσιμάχου ὅπλα δὲ μὴ ἐξέστω ...: ἐὰν ἀποδιδῶσι τὸν φόρον οἱ σύμμαχοι τοῖς Ἀθηναίοις, ὅπλα μὴ ἐπιφερέτωσαν αὐτοῖς οἱ Ἀθηναῖοι μετὰ τὰς σπονδάς ἐπὶ κακῷ: τῶν πόλεων. ἀποδιδόντων τὸν φόρον: τῶν ἀνθρώπων τῶν ἐν ταῖς πόλεσι. ἀποδόντων: ἀποδότωσαν. Κορυφάσιον: τὴν Πύλον λέγει ἐν τῷ δημοσίῳ: ἐν τῷ δεσμωτηρίῳ. κατὰ ταὐτά: ἤγουν κατὰ τὴν ὁμοίαν συμφωνίαν. τὸν μέγιστον: ἤγουν τὸν ἰσχυρότατον. σημείωσαι ὅρκος Λακεδαιμονίων καὶ Ἀθηναίων ὅπῃ ἂν δοκῇ: ἤγουν ὡς ἂν δοκῇ. ἐκ Διονυσίων: ἤγουν μετὰ τὴν ἑορτὴν τοῦ Διονύσου. αὐτοδεκαετῶν: πρὸς ἀκρίβειαν τουτέστιν ἐν ἀκμῇ τῶν δέκα ἐτῶν. ὁλοκλήρων. παρενεγκουσῶν: παρελθουσῶν καὶ μή: πιστεύσας τὴν ἀπαρίθμησιν. σημαινόντων: σημασίαν καὶ δήλωσιν διδόντων. οὐ γὰρ ἀκριβές ἐστιν ...: ἤγουν ἀκριβὴς ἡ ἀλήθειά ἐστιν ἀπὸ τῶν ἀνθρώπων ἐκείνων, οἷς καὶ ἀρχομένοις — ἤγουν ἐν τῇ ἀρχῇ οὖσι τοῦ πολέμου — καὶ μεσοῦσιν — ἤγουν ἐν τῷ μέσῳ τοῦ πολέμου οὖσιν — ἐπεγένετο τι. κατὰ θέρη δὲ καὶ χειμῶνας ...: κατὰ θέρη, φησί, καὶ χειμῶνας τὰ δέκα ἔτη σκοπείσθω τις καὶ μὴ ἐξαριθμείσθω μήτε τοὺς ἄρχοντας μήτε τοὺς ἀπὸ ἄλλης τινὸς τιμῆς ἐπωνύμους τοῖς ἔτεσι γεγενημένους. οὐ γὰρ ἀκριβῶς ἐντεῦθεν οἱ χρόνοι τῶν πράξεων λαμβάνονται, ἐπειδὴ καὶ κατὰ τοὺς πρώτους χρόνους τῶν ἀρχόντων καὶ κατὰ τοὺς μέσους καὶ κατὰ τοὺς τελευταίους πολλὰ ἐπράχθη. αἴτιον δὲ τοῦτό ἐστι τοῦ τὸν Θουκυδίδην κατὰ θέρη καὶ χειμῶνας τὸν χρόνον διῃρηκέναι καὶ μὴ κατʼ ἐνιαυτόν ἐξ ἡμισείας: τοῦ μέρους. δέκα ... γεγενημένους: σημείωσαι ὅτι δέκα ἔτη ἐπολέμησαν Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι καὶ τοὺς ἄλλους: συμμάχους. ὡς εἴρητο: συνεφωνήθη. οὐκ ἤθελον: δέξασθαι τοὺς Ἀθηναίους. τὴν πόλιν: τὴν Ἀμφίπολιν. ἐκείνων: τῶν Χαλκιδέων. αὐτόθεν: ἤγουν ἀπὸ τῆς Ἀμφιπόλεως. μετακινητή: ἤγουν δυνατὴ κινηθῆναι. κατειλημμένας: ἰσχυράς. τὰς σπονδάς. οἱ δὲ ξύμμαχοι: τῶν Λακεδαιμονίων. αὐτῶν: ἐξ αὐτῶν τῶν συμμάχων. ἀπεώσαντο: τὰς σπονδάς. δικαιοτέρας: ἰσχυροτέρας τῷ δικαίῳ. τούτων: τῶν γενομένων. αὐτῶν: τῶν συμμάχων. οὐκ ἐσήκουον: οἱ Λακεδαιμόνιοι. ἐπειδὴ οὐκ ἤθελον ...: οὐ βουλομένων, φησίν, τῶν ἄλλων συμμάχων σπένδεσθαι πρὸς τοὺς Ἀθηναίους οἱ Λακεδαιμόνιοι καθʼ ἑαυτοὺς ἐσπείσαντο, νομίζοντες ἥκιστα ἂν οὕτω πρὸς Ἀθηναίους χωρήσειν τοὺς Ἀργείους προσθησομένους αὐτοῖς. πεποιημένοι γὰρ ἔμπροσθεν πρὸς Λακεδαιμονίους σπονδάς, τότε τῶν Ἀθηναίων εὖ φερομένων, οὐκ ἐβούλοντο πρὸς Λακεδαιμονίους ἐπισπένδεσθαι, ἐλθόντων Ἀμπελίδου καὶ Λίχου. οὐκ ἐβούλοντο δὲ ἐπισπένδεσθαι οἱ Ἀργεῖοι νομίζοντες χωρὶς Ἀθηναίων οὐ δεινοὺς εἶναι Λακεδαιμονίους. πρὸς τούτῳ δὲ καὶ τὴν ἄλλην Πελοπόννησον οἱ Λακεδαιμόνιοι ᾤοντο ἡσυχάζειν γενομένων τῶν σπονδῶν. εἰ γὰρ μὴ ἐγεγόνεσαν, ἀλλὰ ἐξῆν προσχωρεῖν τοῖς Ἀθηναίοις, τούς τε Ἀργείους καὶ Ἀχαιοὺς πρὸς Ἀθηναίους ἂν ἀποστῆναι νομίσαντες: ἐκ παραλλήλου. χωρεῖν: τοὺς Πελοποννησίους. λόγων: συμβατικῶν. κατὰ τάδε ...: ξυμμαχία Ἀθηναίων καὶ Λακεδαιμονίων ταύτην τὴν πόλιν: τῶν κακῶς ποιησάντων τοὺς Λακεδαιμονίους. καταλύειν ... τὼ πόλεε: λείπει, τὴν ἐπελθοῦσαν πόλιν σημείωσαι τὼ πόλεε ἢν δὲ ἡ δουλεία ἐπανίστηται: ἀντὶ τοῦ, ἢν δὲ οἱ εἵλωτες ἐπανίστανται ἤγουν τὸ πλῆθος τῶν δούλων. παντὶ σθένει κατὰ τὸ δυνατόν: ἤγουν κατὰ γῆν καὶ κατὰ θάλασσαν. μετὰ τὰς σπονδάς: τὰς κοινὰς δηλονότι, ὧν μετεῖχον καὶ οἱ σύμμαχοι. τοὺς ἐκ τῆς νήσου: ληφθέντας δηλονότι. τὰ δέκα ἔτη: σημείωσαι ἕως ὧδε τὸ τέλος τοῦ πολέμου ξυνεχῶς: ἀδιαστάτως, συνημμένως. σημείωσαι Πλειστόλας σημείωσαι Ἀλκαῖος διεκίνουν τὰ πεπραγμένα: κατέλυον τὰ κατὰ τὰς σπονδάς. καὶ ἅμα: σὺν τούτῳ. ὕποπτοι: ἤγουν διάφοροι. ἃ εἴρητο: ἐν ταῖς σπονδαῖς. καὶ ἐπὶ ἓξ ἔτη ...: ὅτι ἓξ ἔτη καὶ δέκα μῆνας ἡ ἀβέβαιος εἰρήνη Λακεδαιμονίων καὶ Ἀθηναίων, μετὰ τὴν συμπλήρωσιν τοῦ δεκάτου ἔτους, παρέμεινεν μὴ ἐπὶ τὴν ἑκατέρων: μὴ ἐπὶ τὴν ἀλλήλων ἔξωθεν: τῆς ἑκατέρων γῆς. ἑπτὰ καὶ εἴκοσι: ὅτι εἴκοσι ἑπτὰ ἔτη ὁ πόλεμος τῶν Πελοποννησίων καὶ Ἀθηναίων παρέτεινεν οὐκ ὀρθῶς δικαιώσει: ἀντὶ τοῦ οὐκ ἀληθῶς καὶ δικαίως κρινεῖ. ἔξω τε τούτων: ἄνευ τούτων. οὐδὲν ἧσσον πολέμιοι ἦσαν: καὶ μετὰ τὴν εἰρήνην δηλονότι. Βοιωτοί τε ἐκεχειρίαν δεχήμερον ἦγον: Βοιωτοί τε πρὸς δέκα ἡμέρας ἐκεχειρίαν ἐπεσπένδοντο πρὸς Ἀθηναίους τῷ δεκέτει: τῷ προειρημένῳ. παρενεγκούσας: προσθεμένας. ἰσχυρισαμένοις: προτείνουσί τι ἰσχυρόν. μόνον δὴ τοῦτο ἐχυρῶς ξυμβάν: μόνον τοῦτο ἰσχυρῶς μαρτυρῆσαν προφερόμενον: προλεγόμενον. ὅτι τρὶς ἐννέα: περὶ τοῦ χρησμοῦ, ὅτι τρὶς ἐννέα ἔτη ὁ πόλεμος παρέτεινεν οὗτος ἐπεβίων δέ: ἤγουν μετὰ τὴν κίνησιν τοῦ πολέμου. αἰσθανόμενός τε ...: σημείωσαι ἀντὶ τοῦ ἀκμάζων διὰ τὸ μὴ παρηβηκέναι τὴν ἡλικίαν, παρακολουθῶν πᾶσι ἔτη εἴκοσι: σημείωσαι ὅτι ὁ συγγραφεὺς εἴκοσιν ἔτη ἔφυγε τὴν πατρίδα καὶ περὶ Πελοπόννησον διέτριβε παρʼ ἀμφοτέροις: τῶν Λακεδαιμονίων καὶ Ἀθηναίων. καθʼ ἡσυχίαν .. αἰσθέσθαι: διὰ τὸ ἡσυχάζειν, καὶ μὴ πολεμεῖν αὐτός, μᾶλλον παρηκολούθησα τοῖς γινομένοις αὐτῶν: τῶν πραγμάτων. ὡς ἐπολεμήθη: μετὰ τοῦ πολέμου κατέστη. αἱ πεντηκοντούτεις: αἱ κοιναί. αἱ ξυμμαχίαι: ἤγουν αἱ ἰδικαί, αἱ πρὸς Ἀθηναίους ἐκ Λακεδαίμονος, καὶ ἀνάπαλιν. ἐς αὐτά: τὰ αὐτὰ τοῖς Λακεδαιμονίοις. τραπόμενοι: ἀπελθόντες. πρός τινας τῶν ἐν τέλει ὄντων Ἀργείων: ἤγουν πρός τινας ἄρχοντας τῶν Ἀργείων. οὐκ ἐπʼ ἀγαθῷ: οὐκ ἐπὶ συμφέροντι. ὁρᾶν: τὸ ἑξῆς, χρὴ ὁρᾶν καὶ ψηφίσασθαι: τοὺς Ἀργείους. τῇ ἀλλήλων: ἀσθενεῖ δηλονότι οὔσῃ καὶ κατατριβομένῃ ὑπὸ τῶν ἐναντίων. ἐπιμαχεῖν: ἐπιμαχεῖν καὶ ἐν τῇ πρώτῃ ἀποδεῖξαι: ἤγουν γνωρίμους καταστῆσαι ἡμῖν. αὐτοκράτορας: ἀνάθεσιν τῶν ὅλων πραγμάτων ἔχοντας. καὶ μὴ πρὸς τὸν δῆμον τοὺς λόγους εἶναι: καὶ τοὺς σπενδομένους τοῖς Ἀργείοις μὴ τῷ δήμῳ διαλέγεσθαι ἀλλὰ τοῖς τὴν αὐτοκράτορα ἔχουσιν ἀρχήν τοῦ μὴ καταφανεῖς ...: ἵνα μὴ φωραθῶσιν ὑπὸ τῶν Λακεδαιμονίων οἱ συνθέμενοι τοῖς Ἀργείοις τοὺς μὴ πείσαντας: ἐὰν μὴ πείσωσι. τοὺς Κορινθίους ἢ ἄλλους. τὸ πλῆθος: τῶν Ἀργείων. προσχωρήσεσθαι: τοῖς Ἀργείοις. ἀκούσαντες: τῶν Κορινθίων. ἀνήνεγκαν τοὺς λόγους: τῶν Κορινθίων. ἔς τε τὰς ἀρχάς: εἰς τοὺς ἐν τέλει. τούτων: τῶν Ἀθηναίων καὶ Λακεδαιμονίων. ἐπʼ ἐξόδῳ: ἐπὶ τέλους. αἱ σπονδαί: τῶν Λακεδαιμονίων. ἡγήσεσθαι: ἡγεμόνες ἔσεσθαι. τὸν χρόνον τοῦτον: τὸν τοῦ πολέμου δηλονότι. μάλιστα δή: ὑπερβαλλόντως. κακῶς ἤκουσε: ὑβρίσθη. ὑπερώφθη: ἐξουδενώθη. διὰ τὰς ξυμφοράς: διὰ τὰς ταλαιπωρίας ἃς ἔπαθον οἱ Ἕλληνες. ἄριστα ἔχον: διετέθησαν. οὐ ξυναράμενοι τοῦ Ἀττικοῦ πολέμου: ὅτι οὐ ξυνεπολέμησαν τοῖς Λακεδαιμονίοις κατὰ τῶν Ἀθηναίων. ἀμφοτέροις: τοῖς Ἀθηναίοις καὶ Λακεδαιμονίοις. ἐκκαρπωσάμενοι: τοὺς καρποὺς καὶ τὰς προσόδους λαβόντες ἀπὸ τῆς γῆς ἀκεραίους διὰ τὸ μὴ πολεμεῖν Μαντινῆς ...: Μαντινέων καὶ Ἀργείων συμμαχία αὐτοῖς: τοῖς Ἀργείοις. αὐτῶν: τῶν Μαντινέων. κατέστραπτο: ἐδεδούλωτο ὑπήκοον: τῶν Λακεδαιμονίων. οὐ περιόψεσθαι σφᾶς: οὐκ ἐπιτρέψειν τοῖς Μαντινεῦσι τοὺς Λακεδαιμονίους ἄρχειν τῶν κατεστραμμένων, καὶ ταῦτα σχολὴν ἄγοντας τοὺς Λακεδαιμονίους σχολὴν ἦγον: οἱ Λακεδαιμόνιοι ὥστε ἄσμενοι: οἱ Μαντινεῖς. πόλιν: τὸ Ἄργος μεγάλην: ἰσχυράν. διάφορον: μαχομένην. δημοκρατουμένην: εὐνομουμένην. τοῦτο: ἤγουν τὸ προσελθεῖν τοῖς Ἀργείοις. νομίσαντες: οἱ Πελοποννήσιοι. εἰδότας: τοὺς Μαντινέας ἐν ταῖς σπονδαῖς ταῖς Ἀττικαῖς: ἀντὶ τοῦ ἐπὶ τοὺς Ἀττικούς. σημείωσαι τοῖν πολέοιν τὴν Πελοπόννησον διεθορύβει: διὰ πάσης τῆς Πελοποννήσου θόρυβον καθίστη. πᾶσι τοῖς ξυμμάχοις: ἤγουν σὺν πᾶσιν. οἱ πολλοί: τῶν Πελοποννησίων. προκαταλαβεῖν τὸ μέλλον: φθάσαι πρὶν μέλλειν τοὺς Κορινθίους προσχωρεῖν τοῖς Ἀργείοις ᾐτιῶντο ...: ἐνεκάλουν ὅτι ἡγεμόνες ἦσαν τοῦ παντὸς κακοῦ, δὴ τῆς ἀποστάσεως. τήν τε ἐσήγησιν: τὸ εἰσηγήσασθαι δηλονότι προσχωρῆσαι τοῖς Ἀργείοις τοὺς Ἕλληνας τοῦ παντός: δεινοῦ. καὶ εἰ: ἤγουν ᾐτιῶντο. σφῶν: τῶν Λακεδαιμονίων. εἰρημένον: ἀντὶ τοῦ ὁρισθέντος. κύριον: κεκυρωμένον, βέβαιον Κορίνθιοι: τὸ ἑξῆς, Κορίνθιοι δὲ ἀντέλεγον ξυμμάχων: αὐτῶν δηλονότι. σπονδάς: τὰς τῶν Ἀθηναίων καὶ Λακεδαιμονίων τὰς πρὸς Ἀθηναίους. παρεκάλεσαν: λείπει τὸ παρεῖναι αὐτοὺς αὐτοί: αὐτούς, τοὺς ξυμμάχους, αὐτοί, οἱ Κορίνθιοι πρότερον: ἤγουν πρὸ τοῦ ἐλθεῖν τοὺς πρέσβεις τῶν Λακεδαιμονίων. ἀντέλεγον: τὸ ἑξῆς, Κορίνθιοι δὲ ἀντέλεγον οὔτε Σόλλιον σφίσιν: ἀντὶ τοῦ αὐτῶν. ἀπέλαβον: οἱ Κορίνθιοι. αὐτοῖς: τοῖς ἐπὶ Θρᾴκης. μετὰ Ποτειδεατῶν: ἀφισταμένων. ἀφίσταντο: οἱ ἐπὶ τῆς Θρᾴκης. ἄλλους: ἄλλους ὅρκους θεῶν γὰρ πίστεις: ἤγουν θεῶν ὅρκους ἐπὶ πίστει. αὐτούς: τοὺς ἐπὶ Θρᾴκης. εἰρῆσθαι: ἔφασαν δὲ εἰρῆσθαι ἐν ταῖς σπονδαῖς δηλονότι. τῶν παλαιῶν ὅρκων: τῶν πρὸς τοὺς ἐπὶ Θρᾴκης. οἱ δέ: οἱ Κορίνθιοι. παρὰ σφίσι: τοῖς Κορινθίοις. προεῖπον ἥκειν: τοὺς Ἀργείους. ἐκεῖθεν: ἀπὸ τῆς Κορίνθου. ξύμμαχοι ἐγένοντο: οἱ Ἠλεῖοι διαφερόμενοι: ἐχθροί. ἐπὶ τῇ ἡμισείᾳ τῆς γῆς: ἤγουν ἐπὶ τῷ καρποῦσθαι τὸ ἥμισυ τῆς γῆς. παυσαμένων: τοῦ ἀποφέρειν δηλονότι. ἐπηνάγκαζον: ἀποφέρειν δηλονότι. οἱ δʼ: Ἠλεῖοι. ἐπιτραπείσης: δοθείσης. μὴ ἴσον ἕξειν: μὴ ἕξειν τὸ δίκαιον ἀνέντες τὴν ἐπιτροπήν: παυσάμενοι τοῦ ἐπιτρέψαι τὴν δίκην Λακεδαιμονίοις ἔτεμον: ἐδῄουν. οὐδὲν ἧσσον: ἀντὶ τοῦ ἐπίσης. ἐμμεινάντων: τῶν Ἠλείων δηλονότι. τῇ ἐπιτροπῇ: τῆς δίκης δηλονότι. πόλιν: τὸ Λέπρεον. σφῶν: τῶν Ἠλείων. ξυνθήκην: ξύμβασιν. καὶ ἐξελθεῖν: τοῦ πολέμου. ἴσον: τὸ δίκαιον. διότι τὴν αὐτῶν πόλιν εἶχον Λακεδαιμόνιοι λήγοντος πολέμου. ἐγένοντο δὲ καὶ οἱ Κορίνθιοι: σύμμαχοι δηλονότι. μετʼ ἐκείνους: τοὺς Ἠλείους δηλονότι τὸ αὐτὸ λέγοντες: τὴν αὐτὴν γνώμην ἔχοντες ἐκπολιορκήσαντες: ἤγουν ἑλόντες καὶ δουλώσαντες ἐκ πολιορκίας. χρήσαντος: κατάγειν Δηλίους ἤρξαντο πολεμεῖν: πρὸς ἀλλήλους δηλονότι. μέγα μέρος ὄν: τῆς Πελοποννήσου. προσγένοιτο: προσκτηθείη. οὐδὲν ἄν: ἤγουν οὐκ ἄν. ἐναντιωθῆναι: ἐναντίοι γενέσθαι. ἀνεῖσαν τῆς φιλονεικίας: ἀπέστησαν τῆς μάχης. ἐλθόντες: οἱ Κορίνθιοι. ποιῆσαι: λείπει τὸ ἠξίουν ἀξιούντων καὶ αἰτιωμένων Κορινθίων: ᾐτιῶντο οἱ Κορίνθιοι τοὺς Βοιωτούς, ὅτι συνέθεντο αὐτοῖς ἀπειπεῖν τὰς πρὸς Ἀθηναίους σπονδάς ἐπικαλεσαμένων: τῶν Παρρασίων. σφᾶς: τοὺς Λακεδαιμονίους. αὐτοί: οἱ Μαντινεῖς οἱ Παρράσιοι· ἤτοι τοὺς Παρρασίους οἳ ἦσαν ἐν Κυψέλῳ. κείμενον ἐπὶ τῇ Σκιρίτιδι: ἐπιτετειχισμένον ὥστε βλάπτειν τὴν Σκιρῖτιν τὴν ξυμμαχίαν: τὰς ξυμμαχικὰς πόλεις. καὶ ὕστερον μετὰ τῶν νεοδαμωδῶν ἐς Λέπρεον κατέστησαν: νεοδαμώδεις, οἱ τῶν εἱλώτων ἐλευθερωθέντες οὕτως ἐκαλοῦντο σημείωσαι τῶν νεοδαμωδῶν μετὰ τῶν ἐκ τῶν εἱλώτων ἐλευθέρων νέων πολιτῶν. ἐκ τῆς νήσου: τῆς Πύλου. τὰ ὅπλα παραδόντας: τότε ἐν τῇ μάχῃ πρὸς Ἀθηναίους. ἀτίμους: σημείωσαι περὶ ἀτιμίας μήτε πριαμένους ...: ἤγουν μὴ εἶναι κυρίους ἢ πρίασθαι ἢ πωλεῖν. ἐπίτιμοι: ἤγουν ἔντιμοι. σημείωσαι ἐπίτιμοι τοῦ δʼ αὐτοῦ θέρους: μετάβασις ἐν τῇ Ἄθῳ: σημείωσαι ἐν τῇ Ἄθῳ ἐπιμειξίαι: ὁμιλίαι, συνήθειαι. κατὰ τὴν ... οὐκ ἀπόδοσιν: διὰ τὸ ἀλλήλοις μὴ ἀνταποδιδόναι τὰ χωρία προύθεντο: ἔταξαν. ξυγγραφῆς: συμφωνίας γεγραμμένης. ἐσιόντας: εἰς τὰς σπονδάς. γιγνόμενον: ἀντὶ τοῦ πραττόμενον. ἄλλα χωρία εἶχον: τῶν Λακεδαιμονίων οἱ Ἀθηναῖοι. εἰρημένα: τεταγμένα. ἡσυχία ἦν: ἀπραξία πολέμου. ἔφοδοι παρʼ ἀλλήλους: ἐπιμιξίαι. τοῦ δʼ ἐπιγιγνομένου χειμῶνος: μετάβασις … ἐλθουσῶν πρεσβειῶν: εἰς τὴν Λακεδαίμονα. οὐδὲ ξυμβάντων: ἤγουν κατʼ οὐδέν. ὡς ἀπῇσαν: οἱ Βοιωτοὶ καὶ οἱ Κορίνθιοι. λόγους ποιοῦνται ἰδίους: ἰδίᾳ διελέχθησαν αὐτοῖς. τοῦ λῦσαι τὰς σπονδάς γιγνώσκειν: εἰς νοῦν ἔχειν. τὴν αὐτὴν τῇ προτέρᾳ γνώμην ἔχειν. ἑλέσθαι: προελέσθαι. ἠπίσταντο: ἔγνωσαν. καλῶς σφίσι φίλιον γενέσθαι: βεβαίως φίλιον τοῖς Λακεδαιμονίοις γενέσθαι· ἢ αὐτοὶ βεβαίως ἠπίσταντο· ὃ καὶ μᾶλλον ἡγούμενοι: τὸ ἡγούμενοι οὐκ ἔστι κατάλληλον πρὸς τὸ ἐπιθυμοῦντας τοὺς Λακεδαιμονίους, ἀλλʼ ἐσχημάτισται ἀντὶ τοῦ ἡγουμένων ῥᾴω: εὐκολώτερον. ὅπως παραδώσουσι: οἱ Βοιωτοὶ δηλονότι. ἐδέοντο ... Λακεδαιμονίοις: τὸ μέντοι Πάνακτον ἐδέοντο Βοιωτοὺς οὕτω ποιῆσαι ὅπως παραδώσουσι Λακεδαιμονίοις ταῦτα ταῦτα ἐπεσταλμένοι: ἀντὶ τοῦ τούτων ἐντεταλμένων αὐτοῖς ὑπὸ τῶν ἐφόρων δεδιδαγμένοι. ἐπὶ τὰ κοινά: βουλευτήρια δηλονότι. ξυγγενόμενοι: ἤγουν συναφθέντες. ἐς λόγους: ἐς κοινολογίαν. σφίσι: τοῖς Ἀργείοις. κοινῷ λόγῳ χρωμένους: ὁμοφρονοῦντας Ἀργείους τε καὶ Κορινθίους καὶ Βοιωτούς οἱ ἐκ τῆς Λακεδαίμονος: οἱ περὶ τὸν Κλεόβουλον ἐπεστάλκεσαν: προσέταξαν. τούς τε φίλους: τοὺς ἐκ Λακεδαίμονος αὐτῶν φίλους προκαλούμενοι: παρακινοῦντες. ἐν δὲ τούτῳ: τῷ καιρῷ. τὸ γὰρ αὐτὸ ἐποίουν: ἤγουν τὴν κοινὴν πρᾶξιν ἐποίησαν. ἐπʼ ὠφελίᾳ: συμμαχίᾳ. τὴν βουλὴν: τοὺς βουλευτάς. κἂν μὴ εἴπωσιν, οὐκ ἄλλα ψηφιεῖσθαι ...: οἱ Βοιωτάρχαι ἕκαστος ᾤετο τὴν ἰδίαν βουλήν, κἂν μὴ μαθὼν τὰ ὑπὸ τῶν ἐφόρων ἐπεσταλμένα, μηδὲν ἄλλο ψηφίσασθαι ἤπερ ταῦτα ἅπερ οἱ μαθόντες ἐκ Λακεδαίμονος παραινοῦσιν ἀντέστη: ἄλλως ἀπέβη ἐκωλύθη. ἦλθον ἐς τοὺς Βοιωτούς: οἱ Λακεδαιμόνιοι. καθῃρεῖτο: ὑπὸ τῶν Βοιωτῶν. σημείωσαι τὸ Πάνακτον ἅμα δὲ τῷ ἦρι: ἔτος ιβʹ ἀρχομένῳ. ἐπιγιγνομένου: ἑπομένου. οὓς ἔφασαν πέμψειν: οἱ Βοιωτοί. ἰδίαν: μονομερῆ. μὴ μονωθῶσι: τῆς συμμαχίας. τούς τε Ἀθηναίους εἰδέναι ταῦτα: ᾤοντο δηλονότι. ἀλλʼ ἐν φρονήματι ὄντες: ἀντὶ τοῦ ἐλπίζοντες φροντίζοντες … διανοίᾳ ἐπηρμένῃ. ἡγούμενοι ἐκ τῶν παρόντων κράτιστα ...: ὡς ἐν τῷ παρόντι, φησίν, ἡγοῦντο κράτιστον εἶναι πρὸς Λακεδαιμονίους σπονδὰς ποιήσασθαι, ὡς ἂν ἐνδέχηται, καὶ ἡσυχάζειν ἐκ τῶν παρόντων: ἤγουν ἐκ τῶν δυνατῶν. ὅπῃ ἂν ξυγχωρῇ: ἤγουν καθὼς ἂν συγχωρῇ ὁ καιρός. αὐτῶν: τῶν Ἀργείων. δίκης ἐπιτροπήν: κρίσεως φροντίδα. νέμονται δʼ αὐτὴν Λακεδαιμόνιοι: ἤγουν τὴν νομὴν καὶ τὸ κέρδος ἔχουσι. πάντως: ἐξ ἀνάγκης. ξυνεγράψαντο: συνθήκην ἔγγραφον δεδώκασι. δεῖξαι: τὴν συγγραφήν, ὡς τὸ εἰκός ἐς τὰ Ὑακίνθια: εἰς τὴν ἑορτὴν τοῦ Ὑακίνθου. μηδετέρους: Ἀθηναίους καὶ Βοιωτούς. κοινῇ νέμειν: ἤγουν κοινὴν νομὴν ἔχειν ἐν αὐτῷ. δεινὰ ἐποίουν: ἐδεινοπάθουν. ἰδίᾳ: ἄνευ τῶν Ἀθηναίων. ἐσκόπουν: ἐπιμελῶς ἀνελογίζοντο. ὅσα ἐξελελοίπεσαν: ὅσα ἐποίησαν ἐάσαντες τὴν συνθήκην. χαλεπῶς: σὺν ὀργῇ. ἐνέκειντο: ἤγουν πιστοὶ ἦσαν πείθοντες. ἀξιώματι δὲ προγόνων: εὐγενείᾳ. μᾶλλον χωρεῖν: τοὺς Ἀθηναίους. φρονήματι: ὄγκῳ, ἐπάρσει. κατὰ τὴν παλαιάν: διὰ τὴν παλαιάν. τοῦ πάππου ἀπειπόντος: τὸ γένος τῶν τοῦ Ἀλκιβιάδου προγόνων πρόξενον ἦν Λακεδαιμονίων· ὁ δὲ πάππος ὁ τοῦ Ἀλκιβιάδου ἀπεῖπε τὴν προξενίαν. αὖθις δὲ ὁ Ἀλκιβιάδης ἀνέλαβεν αὐτήν, καὶ ἤχθετο ὅτι οἱ Λακεδαιμονίοι διὰ Νικίου τὰς σπονδὰς ἐποιήσαντο, αὐτὸν δὲ πρόξενον ὄντα ὑπερεῖδον καὶ ἠτίμασαν πάππου: Περικλέους. διενοεῖτο: σκοπὸν εἶχεν. ἐλασσοῦσθαι: ἀδικεῖσθαι. ἀτιμᾶσθαι. οὐ βεβαίους: ἀσθενεῖς. σφίσι: τοῖς Ἀθηναίοις. καθεστῶτας αὐτούς: τοὺς Ἀθηναίους. σφίσι: τοῖς Ἀργείοις. ὀργιζόμενοι: τοῖς Λακεδαιμονίοις. αὐτοκράτορες περὶ πάντων: ἐξουσίαν ἔχοντες περὶ τῶν ὅλων, ὡς, ὅτι ἂν οὗτοι καταστήσωσιν, ἀρέσκον ἂν γένοιτο τοῖς Λακεδαιμονίοις. ἐπαγάγωνται: καταπείσωσι. πίστιν: ὅρκον βέβαιον. ἢν μὴ ὁμολογήσωσιν: ἢν μὴ φανερῶς εἴπωσι. Νικίου τε ἀποστῆσαι: ἤγουν τῆς φιλίας τοῦ Νικίου ἀποστῆσαι τοὺς Λακεδαιμονίους. ἀντὶ τοῦ ἐχθροὺς ποιῆσαι. διαβαλών: ὑβρίσας. παρελθόντες: οἱ πρέσβεις τῶν Λακεδαιμονίων. ἐσήκουον: οἱ Ἀθηναῖοι. παραγαγόντες: ἤγουν εἰσαγαγόντες. τὰ πρὸς Ἀργείους: ἤγουν τὴν συμμαχίαν τῶν Ἀργείων. ὡς αὐτούς: τοὺς Λακεδαιμονίους. λέγων: ὁ Νικίας. εὖ ἑστώτων: καλῶς φερομένων. ὧν καὶ αὐτὸς ἦν: εἷς δηλονότι. ἄνευ ἀλλήλων: τῶν Ἀθηναίων καὶ Λακεδαιμονίων. σπονδὰς ...: σπονδαὶ Ἀθηναίων καὶ Ἀργείων ἑκατονταετεῖς ἐπαγγέλλωσιν: ζητῶσι. ταύτην τὴν πόλιν: ἐξ ἧς οἱ πολέμιοι ὡρμήθησαν. ὅπλα δὲ μὴ ἐᾶν ἔχοντας: τινάς. τὴν ἐπαγγείλασαν: ζητήσασαν. αἱ ἔνδημοι ἀρχαί: οἱ ἐπιδημοῦντες ἄρχοντες. ἐν Ἀθήναις ἡ βουλή, αἱ ἔνδημοι ἀρχαί, οἱ πρυτάνεις· ἐν Ἄργει ἡ βουλή, οἱ ὀγδοήκοντα, αἱ ἀρτύναι· ἐν Μαντινείᾳ οἱ δημιουργοί, ἡ βουλή, αἱ ἄλλαι ἀρχαί, οἱ θεωροί, οἱ πολέμαρχοι· ἐν Ἤλιδι οἱ δημιουργοί, οἱ τὰ τέλη ἔχοντες, οἱ ἑξακόσιοι, οἱ θεσμοφύλακες θεωροί: μάντεις. θεσμοφύλακες: νομοφύλακες. οὐκ ἀπείρηντο: οὐκ ἀπηγορεύθησαν. τῶν ξυμμάχων: ἤγουν τῶν Ἀργείων. ἐν ταῖς Ὀλυμπικαῖς σπονδαῖς: ἀντὶ τοῦ οὐσῶν Ὀλυμπιακῶν σπονδῶν. μὴ δικαίως σφῶν καταδεδικάσθαι: ἤγουν καταδικάσαι τοὺς Ἠλείους εἰς τὸ Λέπρεον. σφῶν: τῶν Ἠλείων. οὐ προσδεχομένων: πόλεμον δηλονότι. προσδοκώντων. ὑπελάμβανον: ἀντὶ τοῦ ἀντέλεγον ἐκ διαδοχῆς ἀπεκρίνοντο. νομίζοντας: ἀδικεῖν δή. γίγνεται: ὀφείλεται. ἐσήκουον: οἱ Λακεδαιμόνιοι. αὖθις τάδε ἠξίουν: οἱ Ἠλεῖοι. ἱερῷ: νεῷ. ἀπομόσαι ἐναντίον: κυρῶσαι διʼ ὅρκου ἐνώπιον. ἐθεώρουν: τῆς θεωρίας μετεῖχον. μὴ βίᾳ θύσωσι: οἱ Λακεδαιμόνιοι. αὐτοῖς: τοῖς Ἠλείοις. χίλιοι ἑκατέρων: τουτέστι δισχίλιοι ὑπέμενον τὴν ἑορτήν: προσεδέχοντο τὴν ἑορτὴν τῶν Ὀλυμπίων. τοῦ ἑαυτοῦ ζεύγους: τοῦ ἅρματος. ἀνακηρυχθέντος: ἀποδεχθέντος. Βοιωτῶν δημοσίου: τοῦ δημοσίου τῶν Βοιωτῶν. ὑπηρέτου δημοτικοῦ. κατὰ τὴν οὐκ ἐξουσίαν τῆς ἀγωνίσεως: διὰ τὸ μὴ ἐξεῖναι Λακεδαιμονίοις ἀγωνίζεσθαι ἀνέδησε: ἐστεφάνωσε. αὐτοῖς οὕτω διῆλθεν: τοῖς Λακεδαιμονίοις οὕτω παρῆλθεν. οὐ γὰρ ἐπʼ ἄλλῃ τινὶ γῇ: οὐκ ἐπὶ βλάβῃ ἄλλης τινὸς γῆς τὸ χωρίον: ἡ Ἡράκλεια. τοῦ δʼ ἐπιγιγνομένου θέρους: ἀρχὴ τοῦ ιγʹ ἔτους τοῦ πολέμου ἐξέπεμψαν: ἐξεδίωξαν τὰ κατά: λείπει διά. αὐτόθεν· ἀπὸ Πελοποννήσου. παραλαβών: τινὰς δηλονότι. ξυγκαθίστη· βεβαιότερα ἐποίει. σημείωσαι τὸ Πατρέας ἐς θάλασσαν· ἀντὶ τοῦ ἐγγὺς τῆς θαλάσσης. βοηθήσαντες· μετὰ βοηθείας δραμόντες. τῆς αἰτίας: ταύτης δηλονότι. βραχυτέραν: διὰ βραχέος διαστήματος. πόλεις: αἱ Λακωνικαί. οὐ προυχώρει: ἤγουν οὐ καλὰ ἐφαίνετο. μετὰ τὸν μέλλοντα: μῆνα δηλονότι. Καρνεῖος: τοῦ γὰρ Καρνείου πολλὰς ἔχοντος ἱερὰς ἡμέρας ἢ καὶ πάσας ἱερὰς οὐκ ἐστρατεύοντο Μάϊος. ἱερομήνια: ἡ ἑορτώδης ἡμέρα. ἄγοντες τὴν ἡμέραν ταύτην: ἐπιτηροῦντες καὶ καιροφυλακοῦντες. ἔνιοι δέ, ἑορτάζοντες διὰ παντὸς τὴν ἡμέραν ταύτην, τότε ἀπροσδοκήτως τοῖς Ἐπιδαυρίοις ἐπέπεσον ἄγοντες: τὸν στρατόν. ἐπεκαλοῦντο: εἰς βοήθειαν δηλονότι. ὧν τινες: ἀφʼ ὧν. τὸν μῆνα προυφασίσαντο: λέγοντες ὅτι ἦν ἱερομηνία τοῦ μὴ ἐξελθεῖν δηλονότι. διαλῦσαι ...: τὸ ἑξῆς, διαλῦσαι ἐλθόντας ἀφʼ ἑκατέρας. ᾤχοντο: οἱ πρέσβεις δηλονότι. ἐς τὸ αὐτὸ ξυνελθόντες: ἑνωθέντες. τὰ διαβατήρια: τὰ ἱερεῖα εἰς διάβασιν. αὐτοῖς ἐγένετο: καλὰ δηλονότι. ἐβοήθησαν: μετὰ βοηθείας ἦλθον. ὡς: ὅτι. ἐσέπεμψαν: εἰσέβαλον πέμψαντες. ἐάσειαν: οἱ Ἀθηναῖοι. καὶ εἰ μὴ κἀκεῖνοι ἐς Πύλον ...: οἱ Ἀργεῖοι τοῖς Ἀθηναίοις ἔλεγον ὅτι, ἐὰν μὴ εἰσαγάγωσι πάλιν ἐς Πύλον τοὺς εἵλωτας καὶ Μεσσηνίους οὓς ἐξήγαγον ἐκ Πύλου διὰ τὰς πρὸς Λακεδαιμονίους συνθήκας, ἀδικήσεσθαι αὐτοὶ οἱ Ἀργεῖοι. ἔνιοι δέ, αὐτοὶ οἱ Ἀθηναῖοι, ἤκουσαν ἐπὶ Λακεδαιμονίους: κατὰ τῶν Λακεδαιμονίων. ἀδικήσεσθαι αὐτοί: ἤγουν ἀδικηθήσεσθαι οἱ Ἀργεῖοι. τῇ μὲν Λακωνικῇ στήλῃ: ἣν ἔστησαν οἱ Ἀθηναῖοι ἔχουσαν τὰς Λακωνικὰς σπονδάς. τοὺς ἐκ Κρανίων εἵλωτας ληΐζεσθαι: εἵλωτες λέγονται οἱ τὴν Μεσηνιακὴν οἰκοῦντες τῆς Πελοποννήσου. οἱ δὲ Λακεδαιμόνιοι πάντας τοὺς δούλους εἵλωτας καλοῦσι πρὸς ὕβριν τούτων, φημὶ δὴ τῶν τὴν Μεσηνίαν οἰκούντων τῆς Πελοποννήσου ὥστε ληΐζεσθαι. τὰ δʼ ἄλλα: ἤγουν κατὰ τὰ ἄλλα. ἐκ παρασκευῆς: ἤγουν ἐκ φανερᾶς παρατάξεως. ἐνέδραι δὲ καὶ καταδρομαί: λεληθυῖαι ἐπιθέσεις. ὡς ἐρήμου οὔσης: συμμαχίας δηλονότι. τοῦ δʼ ἐπιγιγνομένου θέρους: ἀρχὴ τοῦ ιδʹ ἔτους καὶ τἆλλα: ἔθνη δηλονότι. τὰ μέν: Ἦλις καὶ Μαντίνεια ἀφειστήκει: τῶν Λακεδαιμονίων δηλονότι. τὰ δέ: ἡ Κόρινθος οὐ καλῶς εἶχε: ἤγουν ἐστασίαζον. ἐπὶ πλέον: ἤγουν κακόν. οἱ ἔξωθεν: Πελοποννήσου δηλονότι. ὡς ἕκαστοι: ἐδύναντο. Ἀργεῖοι δὲ προαισθόμενοι τό τε πρῶτον ...: οἱ Ἀργεῖοι προαισθόμενοι τήν τε πρώτην τῶν Λακεδαιμονίων παρασκευὴν καὶ αὖθις προχωροῦντας τοὺς Λακεδαιμονίους ἐπὶ Φλιοῦντος ὑπὲρ τοῦ τοῖς ἰδίοις συμμῖξαι συμμάχοις τότε καὶ αὐτοὶ ἐξεστράτευσαν. ἔνιοι δὲ τὸ τότε πρῶτον ᾠήθησαν σημαίνειν ἐν τῷ τότε καιρῷ ἐς τὸν Φλιοῦντα: τὸν Φλιοῦντα, ἀρσενικῶς ἐχώρουν: οἱ Λακεδαιμόνιοι. αὐτοῖς: τοῖς Ἀργείοις. ὡς μεμονωμένοις: ἐρήμοις συμμάχων. λαθών: τοὺς Ἀργείους δηλονότι. χαλεπήν: δύσοδον. ὄρθριον: κατὰ τὸν ὄρθρον εἴρητο: ὥριστο. καταβάντες: οἱ Ἀργεῖοι. ἐς μάχην: φανερὰν δηλονότι. οἱ Λακεδαιμόνιοι εἶργον ...: ὥστε μὴ ἔρχεσθαι εἰς τὴν πόλιν. τῆς πόλεως: τοῦ Ἄργους. αὐτοῖς: ἤγουν τοῖς Ἀργείοις. ἐν καλῷ: ἐπὶ συμφέροντι. πρόξενος: φίλος. ὅσον οὐ ξυνιόντων: ἤγουν ὅσον οὐκ ἤδη μελλόντων. ἀπήγαγε: ἔστρεψεν. ὡς ἡγεῖτο: ἤγουν προηγεῖτο. ἐν καλῷ παρατυχὸν σφίσι ξυμβαλεῖν: τοῖς Ἀργείοις τῆς τύχης δούσης ἐπὶ συμφέροντι συμβαλεῖν. αὐτῶν: τῶν Ἀργείων. ἄξιον τῆς παρασκευῆς: οὔσης μεγάλης δηλονότι. τῶν μέχρι τοῦδε: τῶν στρατοπέδων. μάλιστα: ἀκριβῶς. ἕως ἔτι ἦν ἁθρόον ἐν Νεμέᾳ: ἀπορία· ζητεῖται πῶς, τριχῇ διαιρεθέντος τοῦ τῶν Πελοποννησίων στρατεύματος εἰς Φλιοῦντα καὶ ἑνὸς μόνου μέρους τὴν ἐπὶ Νεμέαν ἰόντος, τῶν δὲ ἄλλων ἄλλαις ὁδοῖς χρησαμένων καὶ οὐδαμοῦ συμμιξάντων, ἔφη ἀθρόους αὐτοὺς ὦφθαι περὶ Νεμέαν. λύσις· καὶ λέγομεν· μήποτε μετὰ τὰς σπονδὰς ἀναχωροῦντα τὰ τρία μέρη ὀπίσω ἐπὶ Φλιοῦντος ἐν Νεμέᾳ πάντα ἐγένετο· εὔπορος γὰρ ἥδε ἡ ὁδός· καὶ διὰ τοῦτο καὶ οἱ Ἀργεῖοι, ἐγγύθεν πάντας ἥξειν ἐπὶ τὴν μάχην προσδεχόμενοι, προαπήντων εἰς τὴν Νεμέαν λογάδες: ἐκλελεγμένοι. ἔτι προσγενομένῃ: προστεθείσῃ. ἔχοντες: σημείωσαι τὴν σύνταξιν ἐπʼ οἴκου ἕκαστοι: μεμερισμένως εἰς τὴν ἑαυτῶν πατρίδα. κἀκεῖνοι: οἱ Ἀργεῖοι. πρὸς: πλησίον. ἀναχωρήσαντες: εἰς τὴν πόλιν δηλονότι. περιγίγνεται: σῴζεται. ἐδήμευσαν: δημόσια ἐποίησαν. χρηματίσαι: ἀποκρίνεσθαι. τὸν Ἀρκαδικόν: τὸν παρʼ Ὁμήρῳ πολύμηλον προσγενέσθαι: προσκτηθῆναι. αὐτόθι: ἐν τῷ Ὀρχομενῷ. προσέθεντο: συνῆλθον τῇ γνώμῃ. ἐν τῇ πόλει ἐνεδίδοσαν τὰ πράγματα: ἠμέλουν τῶν κατὰ τὴν πόλιν πραγμάτων. σφίσιν: τοῖς Λακεδαιμονίοις. παρασχὸν καλῶς: ἀντὶ τοῦ συμβάντος καλῶς τοῦ χειρώσασθαι αὐτούς. τοσούτους: ἤγουν πολλούς. τοιούτους: ἤγουν ἀνδρείους. λαβεῖν: ἀντὶ τοῦ συλλαβεῖν. ἀθροίζειν. ὁ δέ: ὁ Ἆγις. ῥύσεσθαι: ἀπολύσειν. ἐν τῷ παρόντι: τῷ τότε καιρῷ, ὅτε ὠργίζοντο. μὴ κύριον: τὸν Ἆγιν. παρὰ τῶν ἐπιτηδείων: τῶν ἐν τῇ Τεγέᾳ. εἰ μὴ παρέσονται: οἱ Λακεδαιμόνιοι. ἡ στρατιὰ ἡ βοηθήσουσα. ὅσον οὐκ: μόνον οὐχί. ἐχώρουν δέ: οἱ βοηθήσοντες. Ἀρκάδων: ἤγουν ἐκ τῶν Ἀρκάδων. ἐπʼ οἴκου: ἤγουν εἰς τὴν Λακεδαίμονα. ἐξ ὀλίγου: ἀντὶ τοῦ ἐξαίφνης διαστήματος. ἐγίγνετο: ἐλθεῖν. ξυνέκλῃε γὰρ διὰ μέσου: ἐν μέσῳ γὰρ οὖσα ἡ πολεμία γῆ ἐφύλαττεν αὐτούς, ἤ, ὃ μᾶλλον, ἀπέκλειε τοῖς ἐξ Ἄργους ἀναλαβόντες: ἤγουν ἀναστήσαντες καὶ λαβόντες. Ἀρκάδων: ἤγουν ἐκ τῶν Ἀρκάδων. πρὸς τῷ Ἡρακλείῳ: ναῷ δηλονότι. ἐρυμνόν: ὀχυρόν. δυσπρόσοδον: δυσέμβατον. αὐτοῖς: τοῖς Ἀργείοις δηλονότι. τῶν πρεσβυτέρων: Λακεδαιμονίων Ἄγιδι ἐπεβόησεν: ἤγουν ἐνώπιον πάντων. διανοεῖται: ὁ Ἆγις. κακὸν κακῷ ἰᾶσθαι: τὴν ἀρχαίαν παροιμίαν ἐξ Ὀρέστου τοῦ Ἀγαμέμνονος ῥηθεῖσαν, ὅστις τὸν τοῦ πατρὸς θάνατον τῷ τῆς μητρὸς φόνῳ ἐθεράπευσε τὸ προγεγονὸς τῷ νῦν δηλονότι. τῆς ἐξ Ἄργους ἐπαιτίου ἀναχωρήσεως: διὰ τὴν ἐξ Ἄργους ἀναχώρησιν ἐν αἰτίᾳ γενόμενον νῦν ἀκαίρως αὐτὴν προθυμεῖσθαι ἀναλαβεῖν καὶ ἐπανορθῶσαι τὴν τότε γενομένην ἁμαρτίαν ἐπαίτιος: ἐν αἰτίᾳ καὶ ὑποψίᾳ ἀνάληψιν: θεραπείαν. κατόρθωσιν. ἄλλο τι ἢ κατὰ τὸ αὐτὸ δόξαν: ἀντὶ τοῦ ἄλλο τι δόξαν ἤπερ τὸ αὐτό ἀπῆγεν: εἰς τοὐπίσω ἔστρεψε. ἐξέτρεπεν: μετωχέτευεν. ὁποτέρωσε ἂν ἐσπίπτῃ: εἰς ὁποτέραν πόλιν ῥέῃ. πολεμοῦσιν: ἀλλήλοις δηλονότι. βοηθοῦντας: βοηθήσοντας. καταβιβάσαι: ἀντὶ τοῦ ἀνάγκην αὐτοῖς τοῦ καταβῆναι παρασχεῖν περὶ τὸ ὕδωρ: πρὸς τῷ ὕδατι ἐξ ὀλίγου: καιροῦ δηλονότι. ἀναχωροῦντες: οἱ Λακεδαιμόνιοι. ἀπέκρυψαν: ἑαυτοὺς δηλονότι. ἀφανεῖς ἐγένοντο. ἰδίως δὲ ἐπὶ τῶν πλοϊζομένων καὶ οὐκέτι ὁρωμένων λέγεται ὅτι ἀπέκρυψαν σφεῖς: οἱ Ἀργεῖοι. ἐν αἰτίᾳ εἶχον: ἐμέμφοντο. καλῶς ληφθέντας: εὐκαίρως καὶ βεβαίως ἀποληφθέντας οἱ μέν: οἱ Λακεδαιμόνιοι. σφεῖς δέ: οἱ Ἀργεῖοι. ἢν περιτύχωσιν: τοῖς Λακεδαιμονίοις. διʼ ὀλίγου: ἀντὶ τοῦ ἐξαίφνης ἐν τάξει: παρατεταγμένους. ἐς ὃ ἐμέμνηντο: μετὰ τὴν τῶν ἀνθρώπων μνήμην. διὰ βραχείας γὰρ μελλήσεως: χωρὶς ἀναβολῆς καὶ μελλήσεως ἡ παρασκευή: ἐφόπλισις. ἐς κόσμον: εἰς τὴν σύνταξιν. ἐξηγουμένου: ἀντὶ τοῦ διατάττοντος … ἑρμηνεύοντος. βασιλέως γὰρ ἄγοντος: ἡγεμονεύοντος. ὅρα τὴν τάξιν τῆς ἀρχῆς· αʹ βασιλεύς, βʹ πολέμαρχος, γʹ λοχαγός, δʹ πεντηκοντήρ, εʹ ἐνωμοτάρχης, ϛʹ ἐνωμοτία ἐκεῖνοι δὲ τοῖς πεντηκοστῆρσι: πεντηκοστῆρες, οἱ τῶν πεντήκοντα ἄρχοντες καὶ οὗτοι τῇ ἐνωμοτίᾳ: ἐνωμοτία, τάξις τις παρὰ Λακεδαιμονίοις ἀνδρῶν κεʹ κατὰ τὰ αὐτὰ χωροῦσι: διὰ τούτων χωροῦσι καὶ ταχέως διέρχονται σχεδὸν γάρ τι πᾶν ...: σημείωσαι ὅτι σχεδὸν ἅπαν τὸ τῶν Λακεδαιμονίων στρατόπεδον ἄρχοντες ἀρχόντων εἰσίν τὸ ἐπιμελές: ἡ ἐπιμέλεια τοῦ πράγματος. τοῦ δρωμένου: ἀντὶ τοῦ τῶν ἐπιγινομένων Σκιρῖται: λόχος Λακωνικὸς οὕτω λεγόμενος Βρασίδειοι: οἱ μετὰ Βρασίδου σημείωσαι νεοδαμώδεις νεοπολῖται. παρʼ αὐτούς: πλησίον. Ἡραιῆς: λεγόμενοι δηλονότι. οἱ δʼ ἐναντίοι: Ἀργεῖοι καὶ οἱ σύμμαχοι αὐτοῖς: τοῖς Λακεδαιμονίοις. τῶν ἐς τὸν πόλεμον: τῶν πολεμικῶν. ἄσκησιν ... δημοσίᾳ παρεῖχε: ἤτοι δημοσίᾳ ἤσκει αὐτούς, ἤ, ὥς τινες, ἐξουσίαν παρεῖχε τοῦ ἀσκεῖν αὐτούς τὸ εὐώνυμον κέρας ἔχοντες: τῶν ἀριστερῶν συντάξεων δηλονότι. ἑκατέρων: τῶν Λακεδαιμονίων καὶ Ἀργείων. σημείωσαι διὰ τῆς πολιτείας τὸ κρυπτόν διὰ τὸ ἔθος εἶναι Λακεδαιμονίοις πάντα κρύφα πράττειν σημείωσαι τὸ ἀνθρώπειον κομπῶδες διὰ τὸ περὶ τῶν οἰκείων καὶ μάλιστα περὶ τοῦ ἰδίου πλήθους κομπάζειν τοὺς ἀνθρώπους παραγενόμενον πλῆθος ...: ἡ πεντηκοστὺς συνίσταται ἀπὸ ἀνδρῶν ἑκατὸν εἴκοσι ὀκτώ. ὁ δὲ λόχος, τούτων τετραπλάσιος ὤν, γίνονται ἀνδρῶν πεντακοσίων καὶ δυοκαίδεκα, οἱ δὲ ἑπτὰ λόχοι ἄνδρες τρισχίλιοι πεντακόσιοι ὀγδοήκοντα τέσσαρες, ὥστε μετὰ τῶν ἑξακοσίων Σκιριτῶν γίνονται ἄνδρες τῶν Λακεδαιμονίων τετρακισχίλιοι ἑκατὸν ὀγδοήκοντα τέσσαρες. ἡ γὰρ πεντηκοστὺς ἑκκαίδεκα εἶχε τοὺς πρωτοστάτας, ὁ δὲ λόχος δηλονότι ἑξήκοντα τέσσαρας, οἱ δὲ ἑπτὰ λόχοι γίνονται τετρακόσιοι τεσσαράκοντα ὀκτώ ἐν δʼ ἑκάστῳ λόχῳ πεντηκοστύες ἦσαν τέσσαρες: πεντηκοστύες, τὰ ἐκ πεντήκοντα ἀνδρῶν τάγματα λόχοι ζʹ αʹ βʹ γʹ δʹ εʹ ϛʹ ζʹ ἔχει ἕκαστος λόχος πεντηκοστύας δʹ, καὶ γίνονται τῶν ζʹ λόχων πεντηκοστύες κηʹ· πεντηκοστύες κηʹ ννννʹ ννννʹ ννννʹ ννννʹ ννννʹ ννννʹ ννννʹ ἔχει ἑκάστη πεντηκοστὺς ἐνωμοτίας δʹ καὶ γίνονται τῶν κηʹ πεντηκοστύων ἐνωμοτίαι ριβʹ. ἐνωμοτίαι ριβʹ ιϛʹ ιϛʹ ιϛʹ ιϛʹ ιϛʹ ιϛʹ ιϛʹ ἔχει ἑκάστη ἐνωμοτία ἄνδρας λβʹ, ὡς γίνεσθαι τὸν πάντα στρατὸν ἄνδρας τρισχιλίους πεντακοσίους ὀγδοήκοντα τέσσαρας ζυγῷ: τάξει. ξυνιέναι ἔμελλον: ἀλλήλοις δηλονότι τὰ στρατεύματα. τὴν μέν: τουτέστι τὴν ἀρχήν τὸ ἑξῆς, τὴν μὲν μὴ ἀφαιρεθῆναι πειρασαμένοις. τῆς δέ: τῆς δουλείας αὖθις: ὀπίσω. μετὰ τῶν πολεμικῶν νόμων: νόμους πολεμικοὺς λέγει τὰ ᾄσματα, ἅπερ ᾖδον οἱ Λακεδαιμόνιοι μέλλοντες μάχεσθαι· ἦν δὲ προτρεπτικά, ἐκάλουν δὲ ἐμβατήρια. ἡ δὲ διάνοια· ἕκαστος τῶν Λακεδαιμονίων αὑτοῖς παρεκελεύοντο ἀγαθοῖς οὖσι μεμνῆσθαι ὧν μεμαθήκεσαν καὶ ἠπίσταντο. ἐποίουν δὲ τοῦτο ᾄδοντες εἰδότες ἔργων ...: εἰδότες ὅτι τὰ πλείω σώζεται ὑπὸ τῆς ἐν τοῖς ἔργοις μελέτης ἐκ πολλοῦ γεγονυίας ἢ ὑπὸ τῶν καλῶς ῥηθέντων λόγων ὡραῖον ἡ ξύνοδος: ἡ ξυνέλευσις τῶν στρατευμάτων ἐντόνως καὶ ὀργῇ χωροῦντες: ἰσχυρῶς καὶ σὺν ὀργῇ. ὑπὸ αὐλητῶν: ἤγουν μετά. οὐ τοῦ θείου χάριν: ὕμνου δηλονότι. ὁμαλῶς: ἠρεμαίως. προέλθοιεν: καὶ ὅπως, εἰ προσέλθοιεν, μὴ διασπασθείη αὐτῶν ἡ τάξις ἐν ταῖς προσόδοις: ἐν ταῖς προσβολαῖς, ἐν ταῖς ἑνώσεσι. ἐξωθεῖται: ἐκτείνεται. προστέλλειν: ἀντὶ τοῦ σκέπειν καὶ προσάγειν. ἀπὸ μὲν οὖν τοῦ στέλλειν καὶ στολὴ ὠνομάσθη· ἐπὶ δὲ τοῦ προσάγειν τὸ προστέλλειν δύναται λέγεσθαι. δῆλον δὲ ἀπὸ τοῦ ἀπάγειν καὶ ἀποστέλλειν, προσάγεσθαι καὶ νομίζειν ...: καὶ νομίζειν τὸ πεπυκνῶσθαι καὶ ὑπʼ ἀλλήλων πεφράχθαι εὐσκεπαστότερον ἤπερ τὸ διεστάναι ἀπʼ ἀλλήλων προθυμούμενος ἐξαλλάσσειν αἰεί: προθυμούμενος μὴ κατὰ δόρυ τοῦ ἐναντίου ἔχειν τὰ γυμνὰ τοῦ σώματος, τουτέστι τὰ δεξιά περιέσχον: ἐκυκλώσαντο ἐπικάμψαντες ἐπεξαγαγόντας: ἐξαπλώσαντας. τὸ διάκενον: τὸ ἐν μέσῳ κενόν νομίζων τῷ θʼ ἑαυτῶν δεξιῷ ...: νομίζων τό τε δεξιὸν τῶν Λακεδαιμονίων ἔτι ὑπερέχειν τῶν ἐναντίων καὶ τὸ εὐώνυμον τὸ κατὰ τοὺς Μαντινεῖς ἐν ἀσφαλείᾳ ἔσεσθαι ὡς ἂν μὴ δυνάμενον κυκλωθῆναι ἅτε: καθάπερ, ὡσανεί. μὴ θελῆσαι παρελθεῖν: καὶ οἱ πολέμαρχοι οὐκ ἠθέλησαν ἐς τὸ διάκενον ἀγαγεῖν τοὺς λόχους φεύγειν: συνέβη δηλονότι. μαλακισθῆναι: χαύνους γενέσθαι. καὶ τοὺς πολεμίους φθάσαι: καὶ φθάσαι τοὺς πολεμίους τοῖς Λακεδαιμονίοις μίξαι, πρὶν εἰς τὸ διάκενον παρελθεῖν τοὺς δύο λόχους αὐτοῦ: τοῦ Ἄγιδος. ὡς οὐ παρῆλθον: ἤγουν ἐπὶ τὸ μέρος τῶν Σκιριτῶν. τῇ ἐμπειρίᾳ: τῇ στρατηγικῇ. ἐν χερσὶν ἐγίγνοντο: οἱ Λακεδαιμόνιοι δηλονότι. ἔτρεψαν: τοὺς Λακεδαιμονίους. ἐς τὰς ἁμάξας: ἀντὶ τοῦ ἔσω τῶν ἁμαξῶν πεντελόχοις: ἅμα ἀναγνωστέον πεντελόχοις, ὡς ἀρχιλόχοις οὐδὲ ἐς χεῖρας ... ὑπομείναντας: ἐλθεῖν δηλονότι. ἐνδόντας: τραπέντας. τοῦ μὴ φθῆναι τὴν ἐγκατάληψιν: ὅτι μὴ ἔφθασαν τὸ ἐγκατειλῆφθαι ὑπʼ αὐτῶν τῶν Λακεδαιμονίων. ἐκυκλοῦτο: ἐκύκλου. τῷ περιέχοντι: τῷ ἰσχυρῷ. ἐπὶ τὸ νικώμενον: μέρος δηλονότι. μακρά: ἐπὶ πολὺ διάστημα. ὅτι: λίαν. τούτων: τῶν ῥηθέντων. πλείστου δὴ χρόνου: ἤγουν διὰ πλείστου. δὴ μακρά. ἐσκύλευον: ἀπεγύμνουν. οἱ στρατηγοί: τῶν Ἀθηναίων. οὐκ ἐταλαιπώρησαν: οὐ κακῶς ἔσχον ἐν τῷ πολέμῳ. ἀπογενέσθαι: ἀποβῆναι. ἀποθανεῖν. Καρνεῖα γὰρ αὐτοῖς ἐτύγχανεν ὄντα: Καρνεῖα, ἑορτὴ παρὰ Λακεδαιμονίοις Ἀπόλλωνος τὴν ἐπὶ τῷ Ἀπόλλωνι ἑορτὴν λέγει. ὡς ἐρῆμον οὖσαν: τοῦ στρατεύματος. ἐξεπαύσαντο: ἀντὶ τοῦ ἀπέκαμον τοῦ περιτειχίζειν. τὸ Ἥραιον: τῆς Ἥρας τὸν ναόν. τοῦ δʼ ἐπιγιγνομένου χειμῶνος: μετάβασις ἤγαγον: ἑώρτασαν. ἦσαν δὲ αὐτοῖς: ἐν τῷ Ἄργει. ἐπιτήδειοι: φίλοι. τὸν δῆμον: τὴν δημοκρατίαν. πείθειν τοὺς πολλοὺς ...: ἤγουν καταπεῖσαι ὁμολογῆσαι καὶ συνθέσθαι. γενομένης πολλῆς ἀντιλογίας: ἐν τῷ Ἄργει. πράσσοντες: τὸ τῆς ἑνώσεως. ἐκ τοῦ φανεροῦ τολμῶντες: ἤγουν ἀναισχυντοῦντες καὶ εἰς τὸ φανερὸν λέγοντες. καττάδε: Δωριστί ἀντὶ τοῦ κατὰ τάδε. ἐξ Ἐπιδαύρου: ἐξελθεῖν δηλονότι. ἐπὶ κακῷ: αὐτῆς, τῆς γῆς δηλονότι. ἀπιάλλειν: ἐπιπέμπειν, στέλλειν τέλος τῆς Δωριστὶ ὁμιλίας τοῖς δὲ ἔταις καττὰ πάτρια δικάζεσθαι: τοὺς δὲ πολιτευομένους ἐν μιᾷ ἑκάστῃ πόλει διʼ ἀλλήλων λύειν τὰ διάφορα. τιθέμενοι: διατιθέμενοι, διοικονομοῦντες. τὰ τείχη: τῆς Ἐπιδαύρου. θυμῷ ἔφερον: ἐφέροντο. ἐς τὰ ἄλλα θυμὸν ἐφωρμῶντο. ἀμφότεροι: Ἀργεῖοι καὶ Λακεδαιμόνιοι. διενοεῖτο: ἀφίστασθαι δή. καὶ τοὺς Ἀργείους ἑώρα: ἀποστάντας. ἀγῶνά τινα ...: ἀντὶ τοῦ ὑποκρίνας ποιεῖν ἀγῶνά τινα γυμνικόν. ἐκ τῆς ξυμμαχίας: τῶν Ἀθηναίων. τοῦ δʼ ἐπιγιγνομένου θέρους: ἀρχὴ τοῦ ιεʹ ἔτους τοῦ πολέμου ἐπιτηδείως: συμφερόντως τοῖς Λακεδαιμονίοις, ἁρμοζόντως. ἀναθαρσήσας: ἀναλαβόντες αὖθις ἐλπίδας ἀγαθάς. ἐπέθεντο τοῖς ὀλίγοις: τοῖς ἐν αὐτοῖς ὀλιγαρχοῦσι. τηρήσαντες αὐτὰς τὰς γυμνοπαιδείας τῶν Λακεδαιμονίων: γυμνοπαιδεία, ἑορτή τις καὶ ἀγὼν ἐν Λακεδαίμονι, ἐν ᾧ ἤτοι γυμνοὶ οἱ παῖδες ἠγωνίζοντο, ἢ γυμνοὺς τοὺς χοροὺς ἵστασαν ἑορτὴ τῶν Λακεδαιμονίων, ἐν ᾗ γυμνοὶ ἠγωνίζοντο ἐκ πλείονος: ἤτοι πρὸ πλείονος χρόνου δεομένων· ἤγουν καὶ ταῦτα δεομένων. ἦγον: ἐώρταζον. προσαγόμενος: οἰκειούμενος. σφᾶς ὠφελήσειν: τοὺς Ἀργείους δηλονότι τοὺς Ἀθηναίους. ἐς θάλασσαν: ἕως τῆς θαλάσσης. τὸν τειχισμόν: τῶν Ἀργείων. αὐτοῖς: τοῖς Λακεδαιμονίοις. αὐτόθεν: ἐκ τοῦ Ἄργους. διελύθησαν: οἱ Λακεδαιμόνιοι. οἱ γὰρ πολλοὶ αὐτῶν: τῶν φυγάδων τῶν Ἀργείων. ἐνταῦθα κατῴκηντο: ἐν τῇ Φλιασίᾳ κατῴκηντο. κατέκλῃσαν: τουτέστι τῶν εἰσαγωγίμων ἢ τῆς θαλάττης αὐτοὺς ἀπέκλεισαν ξυνωμοσίαν: ἔνορκον ξυμμαχίαν. ἀπάραντος: ἀντὶ τοῦ ἀναπεισθέντος τοῦ δʼ ἐπιγιγνομένου θέρους: ἀρχὴ τοῦ ιϛʹ ἔτους τοῦ πολέμου οἱ Μήλιοι: σημείωσαι ὅτι οἱ Μήλιοι Λακεδαιμονίων εἰσὶν ἄποικοι οὐδετέρων ὄντες: γράφεται οὐδὲ μεθʼ ἑτέρων, τῶν Λακεδαιμονίων καὶ Ἀθηναίων. πρὶν ἀδικεῖν τι τῆς γῆς: βλάπτειν. τοῖς ὀλίγοις: διηριθμημένοις καὶ ἐντίμοις. ἐπειδὴ ...: ἐν κᾶσι μὲν ὁ Θουκυδίδης ἔφυγε τὴν συνήθειαν τοῦ λόγου, οὐχ ἥκιστα δὲ ἐνταῦθα· ἀντὶ γὰρ δημηγορίας διάλογόν τινα τῶν Μηλίων καὶ Ἀθηναίων ἐτόλμησε συνθεῖναι. ἐπεὶ δὲ ἐργάζεται τὴν ἀσάφειαν μάλιστα διὰ τὸ δύσκριτον τοῦ παρʼ ἑκατέρων λόγου, διαιρετέον κατὰ πρόσωπα τὴν ῥῆσιν ἐπειδὴ οὐ πρὸς τὸ πλῆθος ...: ἐπειδὴ οὐ παρὰ τῷ δήμῳ κελεύετε ἡμᾶς ποιεῖσθαι τοὺς λόγους, ἵνα μὴ συνεχοῦς ῥήσεως γινομένης καὶ ἑνὸς ἀποτεινομένου λόγου ὑποπτεύσῃ τὸ πλῆθος ὑμῶν ἀπατᾶσθαι, ὡς ἂν ἅπαξ ἀκούσαντες πιθανῶν μὲν λόγων, ἐλέγχους δὲ οὐ παρεχομένων οὐδʼ ἀποδείξεις· γινώσκομεν γὰρ ὅτι ταῦτα ὑπονοήσαντες πρὸς τοὺς ἄρχοντας ὑμῶν μόνους ἠγάγετε ἡμᾶς· ὃ ὑμεῖς οἱ προεστῶτες ἀσφαλέστερον ποιήσετε· ἕκαστον γὰρ ὧν λέγομεν δοκιμάζοντες πρὸς τὸ μὴ δοκοῦν ἐπιτηδείως ἔχειν ὑποκρούετε, τουτέστι διὰ πλειόνων λόγων κρίνετε ἡμῶν: τῶν Ἀθηναίων. τοῦτο φρονεῖ: βούλεται. τοῦτό ἐστι σκοπὸς τῆς εἰς τοὺς Ἕλληνας προσαγωγῆς. ἀγωγή: προσαγωγή. ἡ μὲν ἐπιείκεια τοῦ διδάσκειν ...: τῆς μὲν περὶ τοὺς λόγους εὐγνωμοσύνης οὐκ ἄν τις μέμψαιτο ὑμῖν· ἠρέμα γὰρ καὶ κατὰ σχολὴν ἀλλήλους ἀξιοῦτε πείθεσθαι· ἤδη δὲ πολεμοῦντες ἡμῖν οὐκέτι εὐγνωμονεῖτε, οὐδὲ ὅμοια οἷς λέγετε ποιεῖτε. κριταὶ γὰρ ἥκετε τῶν λόγων ὧν λέγετε αὐτοί, καὶ γνώριμον ἡμῖν τὸ τέλος ἐκ τῆς κρίσεως, ὅτι νικῶντες μὲν ὑμᾶς τοῖς δικαίοις καὶ διὰ τοῦτο μὴ θέλοντες προσχωρεῖν εὐθὺς εἰς πόλεμον καταστησόμεθα, πεισθέντες δέ, ἴσως δικαιότερα ὑμῶν λεγόντων δουλείαν ἑαυτῶν καταψηφιούμεθα τῶν λεχθησομένων: ὑπό τε ὑμῶν καὶ ἡμῶν δηλονότι. τὴν τελευτὴν ... περιγενομένοις: τῶν λόγων. ἀπὸ κοινοῦ τὸ ὁρῶμεν ἡμῖν δηλονότι εἰ μὲν τοίνυν ὑπονοίας ...: εἰ μὲν ὑπονοήσοντες περὶ τῶν μελλόντων ἔσεσθαι συνεληλύθατε ἢ ἄλλο τι σκεψόμενοι καὶ μὴ περὶ σωτηρίας τῆς δυνάμεως ἐκ τῶν παρόντων, ἡσυχίαν ἄγοιμεν ἄν· εἰ δὲ περὶ τοῦ δύνασθαι σωθῆναι συνεληλύθατε, λέγοιμεν ἄν ἢ ἄλλο τι: διαζευκτικὸς σύνδεσμος ἢ ἐκ τῶν παρόντων: ἀντὶ τοῦ ἤπερ εἰκὸς μὲν καὶ ξυγγνώμη ...: εἰκὸς ἡμᾶς ἐν τοιούτῳ καθεστῶτας ἐπὶ πολλὰ καὶ ὑπονοοῦντας καὶ λέγοντας τρέπεσθαι, καὶ συγγινώσκετε ἡμῖν ὑποπτεύουσιν ἡμεῖς τοίνυν ...: τὸ ἑξῆς, ἡμεῖς τοίνυν οὔτε λόγων μῆκος ἄπιστον παρέξομεν μετʼ ὀνομάτων καλῶν: λέξεων εὐπρεπῶν ὡς ἢ δικαίως ...: τὸ ἑξῆς, δικαίως ἄρχομεν ἄπιστον: ἀπίθανον … οὔθʼ ὑμᾶς ...: τὸ ἑξῆς, οὔτε ὑμᾶς λέγοντας οὔθʼ ὑμᾶς ἀξιοῦμεν: τὸ ἑξῆς, οὔτε ἀξιοῦμεν οἴεσθαι λέγοντας ὑμᾶς πείσειν ἡμᾶς ἀξιοῦμεν: δηλονότι τὸ λόγων μῆκος παρέχεσθαι ἀπὸ κοινοῦ … οὐ ξυνεστρατεύσατε: τοῖς Λακεδαιμονίοις οὐ ξυνεστρατεύσατε διαπράσσεσθαι: ἀπὸ κοινοῦ τὸ ἀξιοῦμεν ἐπισταμένους πρὸς εἰδότας: ἀντὶ τοῦ ἐπισταμένων καὶ ἡμῶν καὶ ὑμῶν ἐν τῷ ἀνθρωπείῳ λόγῳ: ὁ ἀνθρώπινος λογισμὸς τὸ δίκαιον τότε ἐξετάξει, ὅταν ἴσην ἰσχὺν ἔχωσι οἱ κρινόμενοι· ὅταν δὲ οἱ ἕτεροι προέχωσιν ἰσχύϊ, προστάττουσι πᾶν τὸ δυνατόν, καὶ οἱ ἥττονες οὐκ ἀντιλέγουσιν ᾗ μὲν δὴ νομίζομέν γε ...: ἐπειδὴ ὑμεῖς, ὦ Ἀθηναῖοι, τοῦ συμφέροντος μᾶλλον ἀξιοῦτε στοχάζεσθαι, νομίζομεν ὑμῖν προσήκειν μὴ καταλύειν τὸ κοινὸν ἀγαθόν, τουτέστι τὸ πράως τοῖς ἀσθενεστέροις χρῆσθαι· δεῖ γὰρ τοῖς κινδυνεύουσι τὰ προσήκοντα καὶ τὰ δίκαια νέμεσθαι καὶ μᾶλλον τῆς φιλανθρωπίας ἤπερ τοῦ πρὸς ἀκρίβειαν δικαίου τυγχάνειν τοὺς ἥττονας. ὃ δὴ καὶ ὑπὲρ ὑμῶν ἐστιν, ὦ Ἀθηναῖοι· εἰ γὰρ δὴ μὴ πράως χρήσεσθε ἡμῖν, αὐτοὶ σφαλέντες ποτὲ παράδειγμα πάντως τοῖς ἄλλοις γενήσεσθε· μεγάλως γὰρ ὑμᾶς οἱ νικήσαντες τιμωρήσονται περὶ ἡμᾶς χαλεποὺς γενομένους τὸ κοινὸν ἀγαθόν: τὴν ἐλευθερίαν σφαλέντες ἄν: τοῦ δικαίου. ἡμεῖς δὲ τῆς ἡμετέρας ἀρχῆς ...: ἂν καὶ καταλυθῇ, φασίν, ἡμῶν τὰ τῆς ἡγεμονίας, οὐκ ἀθυμοῦμεν περὶ τῆς καταστροφῆς. Λακεδαιμόνιοι γάρ, καὶ πάντες οἱ ἄρχειν εἰωθότες ἑτέρων, οὐ χαλεπῶς τοῖς νικηθεῖσι προσφέρονται. ὥστε οὐ Λακεδαιμονίους δέδιμεν, ἀλλὰ τοὺς ὑπηκόους· οὗτοι γάρ, ἅτε οὐκ εἰωθότες ἑτέρων ἄρχειν, ἐπειδὰν κρατήσωσι τῶν ἀρχόντων, ὠμότατα αὐτοῖς χρῶνται. ἀλλὰ περὶ μὲν τούτου ἐν ἀδήλῳ κείσθω, ὅπως ποτὲ ἕξει τῶν ἀρξάντων: τοῦ πολέμου ὡς δὲ ἐπʼ ὠφελείᾳ ...: ὅτι δὲ ἐπʼ ὠφελείᾳ πάρεσμεν, τοῦτο δηλώσομεν. βουλόμεθα γὰρ ἄνευ πραγμάτων αὐτοί τε ὑμῶν ἄρξαι, καὶ ὑμᾶς σωθῆναι συμφερόντως καὶ ἡμῖν καὶ ὑμῖν πάρεσμεν: οἱ Ἀθηναῖοι γὰρ πρεσβεύουσιν ἀμφοτέροις: καὶ ἡμῖν καὶ ὑμῖν. καὶ πῶς χρήσιμον ...: πῶς, φησίν, ὁμοίως χρήσιμόν ἐστιν, ὥσπερ ὑμῖν ἄρξαι, οὕτως ἡμῖν τὸ δουλεῦσαι; ὅτι ὑμῖν μὲν πρὸς τοῦ τὰ δεινότατα ...: ὅτι ὑμεῖς μέν, ἂν εὐθὺς ὑπακούσητε, οὐδὲν δεινὸν πείσεσθε, ἡμεῖς δέ, μὴ διαφθείραντες ὑμᾶς, ἕξομεν ὑμῖν εἰς δέον χρῆσθαι, καὶ γίνεται κέρδος ἡμῖν ἡ ὑμετέρα σωτηρία οὐ γὰρ τοσοῦτον ἡμᾶς ...: ἐχθροὺς μὲν ὑμᾶς ἔχοντες οὐδὲν βλαβησόμεθα, μᾶλλον δὲ καὶ ὠφελησόμεθα, τεκμήριον τῆς ἰσχύος ἡμῶν καὶ δήλωμα τοῖς ἀρχομένοις παρέχοντες τὸ ὑμᾶς καταδουλώσασθαι· εἰ δὲ φίλους ποιησόμεθα, διὰ τὴν ἡμετέραν ἀσθένειαν τοῦτο δρᾶσαι νομισθησόμεθα ὡς φοβούμενοι ὑμᾶς σκοποῦσι δʼ ὑμῶν οὕτως ...: εἰπόντων τῶν Ἀθηναίων ὅτι οἱ σύμμαχοι ἀσθένειαν ἡμῶν καταγνώσονται, οἱ Μήλιοι ὑποφέροντές φασιν, εἰ οἱ ὑπήκοοι ὑμῶν τοῦτο κρίνουσιν εὔλογον, ὥστε ἐν τῷ αὐτῷ τιθέναι καὶ ὁμοίως ἀξιοῦν καταδουλοῦσθαι τούς τε μηδὲν προσήκοντας ὑμῖν, ὥσπερ ἡμᾶς, καὶ τοὺς ἀποίκους μὲν ὑμῶν ὄντας, ἀποστάντας δὲ καὶ διὰ τοῦτο χειρωθέντας δικαιώματι γὰρ οὐδετέρους ...: οἱ ὑπήκοοι ἡμῶν δικαιολογίας μὲν οὔτε τοὺς ἡμετέρους ἀποίκους ἀποστάντας ἀπορεῖν νομίζουσιν οὔτε τοὺς μὴ προσήκοντας ἡγοῦνται, τοὺς δὲ μὴ καταστραφέντας ὑπὸ ἡμῶν οὐχὶ διὰ τὸ δίκαιον, ἀλλὰ διʼ ἰσχὺν μένειν ἐλευθέρους, καὶ ἡμᾶς αὐτοῖς μὴ ἐπιέναι οὐ διὰ δικαιοσύνην, ἀλλὰ φοβουμένους· ὥστε, εἰ καταστραφείητε, οὐ μόνον ἡμῖν περιέσται τὸ πλεόνων ἄρχειν, ἀλλὰ καὶ ἀσφάλεια προσέσται ὡς ἂν μὴ καταφρονουμένοις ὑπὸ τῶν συμμάχων νησιῶται: ἰσχύοντες ταῖς ναυσὶ μᾶλλον ἢ κατὰ τὴν ἤπειρον. ἐν δʼ ἐκείνῳ οὐ νομίζετε ἀσφάλειαν ...: ἐν δʼ ἐκείνῳ οὐχ ἡγεῖσθε ἀσφάλειαν εἶναι, ἐν τῷ μὴ πειρᾶσθαι τοὺς μὴ προσήκοντας καταστρέφεσθαι; δεῖ γάρ, ὥσπερ ὑμεῖς ἐκκρούσαντες ἡμᾶς τῆς δικαιολογίας ἀξιοῦτε πείθειν ὥστε ὑπακούειν ὑμῖν, στοχαζόμενοι τοῦ ὑμῶν αὐτῶν συμφέροντος, οὕτω καὶ ἡμᾶς περὶ τοῦ ἡμῖν αὐτοῖς λυσιτελοῦς πειρᾶσθαι διδάσκειν, ὅτι καὶ ὑμῖν τὸ αὐτὸ συμφέρον, τουτέστι τὸ μὴ καταδουλώσασθαι τοὺς μὴ προσήκοντας. τοὺς γὰρ μηδετέροις ξυμμαχοῦντας πῶς οὐ ποιήσετε πολεμίους, ἐπειδὰν ἀποβλέψαντες εἰς τὴν γνώμην ὑμῶν ὑποπτεύσωσι καὶ αὐτοῖς ἐπιστρατεύσειν; κἀν τούτῳ τί ἄλλο ἢ καὶ τοὺς πρόσθεν πολεμίους αὐξήσετε καὶ τοὺς μηδὲ διανοηθέντας ὑμῖν τὴν ἀρχὴν πολεμεῖν ἄκοντας αὐτὸ ποιεῖν ἀναγκάσετε; μηδετέροις: μήτε τοῖς Ἀθηναίοις μήτε τοῖς Λακεδαιμονίοις. πολεμώσεσθε: εἰς πόλεμον ἐμβαλεῖτε. τάδε: τὰ ἡμέτερα πάθη. οὐ γὰρ νομίζομεν ἡμῖν ...: οὐ γὰρ νομίζομεν τοὺς ἐλευθέρους τῶν ἠπειρωτῶν ἡμῖν ἔσεσθαι πολεμίους· μὴ δεδιότες γὰρ ἡμᾶς ὡς ἂν κατὰ γῆν οὐ μέλλοντας αὐτοῖς ἐπιστρατεύειν πολλὴν μέλλησιν τοῦ φυλάττεσθαί τε ἡμᾶς καὶ πολεμεῖν ποιήσονται· τοὺς δὲ ἐν ταῖς νήσοις ἐλευθέρους, ὥσπερ καὶ ὑμᾶς, καὶ τοὺς ὑπακούοντας μὲν ἤδη, διὰ δὲ τὸ ἐξ ἀνάγκης καὶ μὴ ἑκοντὶ ὑπακούειν παροξυνομένους καὶ ταραττομένους, τούτους ἡγούμεθα, εἰ περιίδοιμεν ὑμᾶς ἐλευθέρους, ἐπαρθέντας ἀλογίστως καὶ ἀντιστάντας ἡμῖν αὑτούς τε καὶ ἡμᾶς αὐτοὺς εἰς κίνδυνον καταστήσειν τῷ ἐλευθέρῳ: ἐπὶ τῇ ἐλευθερίᾳ αὑτῶν. τῆς ἀρχῆς τῷ ἀναγκαίῳ: τῇ ἀνάγκῃ τῆς ἀρχῆς· ἤγουν τῇ δουλείᾳ. ἦ που ἄρα, εἰ τοσαύτην ...: εἰ ὑμεῖς τε, ὦ Ἀθηναῖοι, σπουδὴν ποιεῖσθε πολλὴν ὑπὲρ τοῦ μὴ ἀφαιρεθῆναι τῆς ἡγεμονίας, καὶ οἱ δουλεύοντες ὑμῖν ὑπὲρ τοῦ ἀπαλλαγῆναι τῆς ὑμετέρας ἀρχῆς διακινδυνεύειν θέλουσι, πῶς οὐχ ἡμεῖς, οἱ ἔτι ἐλεύθεροι ὄντες, οὐκ ἂν κάκιστοι καὶ δειλότατοι κριθείημεν, μὴ πάντα κίνδυνον ὑπομείναντες πρὸ τοῦ δουλεῦσαι; ἐπεξελθεῖν: εἰς τέλος ἐργάσασθαι. οὔκ, ἤν γε σωφρόνως βουλεύησθε: ἐὰν σωφρόνως βουλεύσησθε, οὐ καταστήσετε ὑμᾶς αὐτοὺς εἰς κίνδυνον· οὐ γὰρ περὶ ἀρετῆς ἀγωνίζεσθε καὶ ἐλάσσονες ἡμῶν ὄντες αἰσχρὸν ἡγήσεσθε τὸ αἰσχύνην ὄφλειν· περὶ δὲ σωτηρίας ὑμῖν ἡ βουλὴ πρόκειται. διὸ χρὴ μὴ ἀνθίστασθαι τοῖς πολλῷ κρείττοσιν ἀλλʼ ἐπιστάμεθα τὰ τῶν πολεμίων ...: ὀρθῶς ἐπιστάμεθα τὰ τῶν πολεμίων τύχῃ μᾶλλον ἢ πλήθους ὑπεροχῇ κρινόμενα· προσέτι δὲ καὶ τοῦτο γιγνώσομεν ὅτι τὸ μὲν εὐθὺς εἶξαι οὐδεμίαν ἐλπίδα ἐλευθερίας ἔχει, ἐν δὲ τῷ ἀνθίστασθαι ἐλπίς τις ὑπολείπεται τοῦ καταπρᾶξαι ὀρθῶς ἐλπὶς δέ, κινδύνῳ παραμύθιον οὖσα ...: τοὺς ἐν κινδύνῳ καθεστῶτας αὐτὸ μόνον παρηγοροῦσιν· ἀλλὰ τοὺς μὲν ἐν δυνάμει τυγχάνοντας, κἂν σφαλῇ ποτὲ ἡ ἐλπίς, οὐ κατέλυσε παντελῶς, διὰ τὸ ὑπολείπεσθαι δύναμιν αὐτοῖς· οἱ δὲ περὶ πάντων ὧν ἔχουσιν ἀγωνιζόμενοι ἐπʼ ἀδήλῳ ἐλπίδι, ἐπειδὰν ἡ ἐλπὶς σφαλῇ, ἅμα τε ἔγνωσαν ὅτι ἐσφάλησαν καὶ οὐδὲν αὐτοῖς ὑπολείπεται ἐν ᾧ, γνωρίσαντες τὸ ἀβέβαιον τῆς ἐλπίδος, ἔτι φυλάξονται. ὃ ὑμεῖς, ὦ Μήλιοι, ἀσθενεῖς ὄντες καὶ μηδὲ μιᾷ μάχῃ ἐξαρκέσαι δυνάμενοι, μὴ πάθητε, τὸ ἐλπίδι πιστεῦσαι· μηδὲ τοῖς πολλοῖς ὁμοιωθῆτε, οἳ δυνάμενοι σώζεσθαι, ἐπειδὰν ὑπὸ τῶν φανερῶν ἐλπίδων καταλειφθῶσιν, ἐπὶ τὰς ἀφανεῖς καταφεύγουσι, μαντικήν τε καὶ χρησμοὺς δηλαδή, καὶ ὅσα τοιαῦτα λυμαίνεται ἀνθρώπους, ἐν ἐλπίδι ποιοῦντες τὸ δὲ «ἐλπὶς δὲ κινδύνου παραμύθιον» σφόδρα βραχέως εἴρηται. τὸ δὲ «δάπανος γὰρ — τουτέστι δαπανηρά — ἡ ἐλπίς» καὶ αὐτὸ μὲν βραχύ, δύναται δὲ τοιοῦτόν τι, ὅτι οἱ ἐλπίζοντές τινος τεύξεσθαι πολλὰ προσδαπανῶσι καὶ προαναλίσκουσι. τὸ δὲ ἐπὶ κοπῆς, τοῦτʼ ἔστι μιᾷ μάχῃ μόγις ἐξαρκεῖν δυνάμενοι. ἔνιοι δὲ ἀπὸ τῶν μιᾷ κοπῇ καὶ πληγῇ ζώων ἀναιρουμένων τὸ ὄνομά φασι πεποιῆσθαι, ὥστε εἶναι σύνθετον ἐπὶ ῥοπῆς: Ὅμηρος ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς ῥοπῆς: κινήσεως. τοῖς πολλοῖς: τοῖς ἀπαιδεύτοις. ἀνθρωπείως: κατὰ τὸ ὀφειλόμενον τῷ ἀνθρωπείῳ γένει. χαλεπὸν μὲν καὶ ἡμεῖς ...: ὑπερβατόν· τὸ ἑξῆς, πρὸς δύναμίν τε τὴν ὑμετέραν καὶ τὴν τύχην ἀγωνίζεσθαι. τὸ δὲ «εἰ μὴ ἀπὸ τοῦ ἴσου ἔσται», ὅτι πρὸς ἄνισον καὶ τύχην καὶ δύναμιν τὴν ὑμετέραν ἀγωνιζόμεθα τῷ ἐλλείποντι: τῇ ἀσθενείᾳ ἡμῶν. τοῦ ἄλλου: τοῦ κατὰ δύναμιν ἐλλιποῦς καὶ αἰσχύνῃ: καὶ διʼ αἰσχύνην θρασυνόμεθα: ἤγουν ἀνθιστάμεθα. τῆς μὲν τοίνυν ...: ὁ νοῦς· οὐκ ἔλαττον ἡγούμεθα εὐμενεῖς ἡμῖν ἔσεσθαι τοὺς θεοὺς ἤπερ ὑμῖν. οὐδὲν γὰρ ἔξω πράττομεν οὔτε τῶν εἰθισμένων περὶ τοὺς θεοὺς οὔτε τῶν πρὸς ἀνθρώπους δικαίων. τό τε γὰρ θεῖον θεραπεύομεν κατὰ τὸ κοινὸν πάντων ἀνθρώπων ἔθος, τούς τε ἀνθρώπους ἡγούμεθα φύσει γεγονέναι πρὸς τὸ ἄρχειν ὧν κρατοῦσιν. ὥστε οὔτε αὐτοὶ νομοθετήσαντες περὶ τοῦ ἄρχειν οὔτε κειμένῳ νόμῳ πρῶτοι χρησάμενοι, παραλαβόντες δὲ τοῦτον καὶ τοῖς ἔπειτα καταλείψοντες, ἄρχομεν ὧν ἂν κρατήσωμεν, εἰδότες ὅτι καὶ ὑμεῖς καὶ ἄλλος ὁστισοῦν, ἐν τῇ ὁμοίᾳ δυνάμει γενόμενος ἡμῖν, τὸ αὐτὸ ἂν ἔπραττεν, ὥστε οὐ διὰ ταῦτα φοβούμεθα ἔλαττον ὑμῶν εὐμενῶς ἕξειν τὸ θεῖον. ἐπεὶ δὲ τοὺς Λακεδαιμονίους δοκεῖτε βοηθήσειν ὑμῖν, αἰσχρὸν νομίζοντας περιιδεῖν τοὺς ἀποίκους πολεμουμένους, τὸ μὲν ὑμῶν μακαρίζομεν ἀπειρόκακον, τὸ δὲ ἄφρον οὐκ ἐπαινοῦμεν. Λακεδαιμόνιοι γὰρ πρὸς μὲν ἀλλήλους καὶ τὴν κοινὴν πολιτείαν τὰ πλεῖστα μετʼ ἀρετῆς πράττουσι· πρὸς δὲ τοὺς ἄλλους ὅπως ἔχουσι, μάλιστα ἄν τις ὑμῖν ἐν βραχεῖ δηλώσειεν, καίτοι πολλὰ εἰπεῖν ἔχων, ὅτι πάντων ἀνθρώπων ὧν ἴσμεν ἐκφανέστατα Λακεδαιμόνιοι ἐν ταῖς πρὸς ἄλλους ξυναλλαγαῖς τὰ μὲν ἑαυτοῖς ἡδέα ταῦτα καὶ καλὰ νομίζουσι, τὰ δὲ συμφέροντα αὑτοῖς καὶ δίκαια. ὥστε οὐκ ἔστιν ἀλογίστως διανοεῖσθαι περὶ τῆς σωτηρίας ὑμῶν, προσδεχομένων τὴν παρʼ ἐκείνων βοήθειαν ἐς τὸ θεῖον νομίσεως: νομίσεως μὲν εἶπε τὰ νενομισμένα, εἰς σφᾶς δὲ αὐτοὺς βουλήσεως τῆς εἰς ἀνθρώπους προαιρέσεως ἡγούμεθα γάρ: σημείωσαι· ὡραῖον ἀρετῇ: εὐταξίᾳ. ἡμεῖς δὲ κατʼ αὐτὸ τοῦτο ...: εἰπόντων τῶν Ἀθηναίων ὅτι Λακεδαιμόνιοι τοῦ ὑμετέρου συμφέροντος οὐ στοχάζονται, φασὶν οἱ Μήλιοι ὅτι διὰ τὸ ἴδιον συμφέρον τοὺς Λακεδαιμονίους πιστεύομεν καὶ μάλιστα ἥξειν ἡμῖν βοηθούς, ὅπως μὴ τοῖς μὲν εὐνοοῦσι τῶν Ἑλλήνων ἄπιστοι φανῶσιν, ὑμᾶς δὲ τοὺς πολεμίους ὠφελήσωσι προδόντες ἡμᾶς τοὺς συμμάχους οὔκουν οἴεσθε ...: ἀλλʼ οὖν, ὥσπερ ἴστε, συμφέρει μὲν τὸ μετʼ ἀσφαλείας ἕκαστα πράττειν, τὸ δὲ καλὸν καὶ τὸ δίκαιον διὰ κινδύνων περιγίγνεται. Λακεδαιμόνιοι δὲ τοὺς κινδύνους περιίστανται ἀλλὰ καὶ τοὺς κινδύνους ...: ἀλλὰ καὶ τὸν κίνδυνον αὐτοὺς τὸν ὑπὲρ ἡμῶν ἀναδέξασθαι ἡγούμεθα, καὶ πεπείσμεθά γε μᾶλλον ὑπὲρ ἡμῶν ἢ ὑπὲρ ἄλλων διακινδυνεύσειν. εἴς τε γὰρ τὰς χρείας ὠφέλιμοι τυγχάνομεν αὐτοῖς, ἐγγὺς τῆς Πελοποννήσου κείμενοι, καὶ διὰ συγγένειαν τὸ δʼ ἐχυρόν γε τοῖς ξυναγωνιουμένοις ...: τοῖς ἐπὶ συμμαχίαν, φησί, παρακαλουμένοις ἐχυρὸν φαίνεται πρὸς τὸ βοηθῆσαι οὐχ ἡ εὔνοια τῶν παρακαλούντων, ἀλλʼ ἡ δύναμις αὐτῶν, ἣν Λακεδαιμόνιοι μᾶλλον τῶν ἄλλων ἐξετάζουσι, καὶ διὰ τὸ ἐχυρῶς ἐξετάζειν καὶ τῇ ἰδίᾳ δυνάμει πολλάκις ἀπιστοῦσι. διὰ τοῦτό γε τοι μετὰ συμμάχων πολλῶν ἐπιστρατεύουσι τοῖς πέλας. ὥστε οὐκ εἰκὸς αὐτοὺς ἡμῶν θαλαττοκρατούντων εἰς νῆσον ἕνεκεν ὑμῶν περαιώσασθαι, εἰδότας ὅτι κατὰ τοῦτο ἥττους ἡμῶν εἰσιν οἱ δὲ καὶ ἄλλους ἂν ἔχοιεν πέμψαι ...: ἀλλά, εἰ καὶ αὐτοὶ πλεῦσαι ὀκνήσουσιν, ἔχουσί γε συμμάχους ἄλλους ἡμῖν πέμψαι βοηθούς· μεγάλου τε ὄντος τοῦ Κρητικοῦ πελάγους, διʼ οὗ πέμψουσι τὴν βοήθειαν, μᾶλλον οἱ πεμφθέντες δυνήσονται λαθόντες ὑμᾶς θαλαττοκρατοῦντας σωθῆναι πρὸς ἡμᾶς ἤπερ ὑμεῖς, οἱ κρατοῦντες τῆς θαλάσσης, συλλαβεῖν αὐτούς. εἰ δὲ καὶ τούτου διαμάρτοιεν, τὴν γῆν ὑμῶν δῃώσουσι καὶ τοὺς ἄλλους συμμάχους, ὅσους Βρασίδας οὐκ ἐπῆλθε, χειρώσονται· ὥστε ὑμῖν οὐ περὶ τῆς μὴ προσηκούσης, τῆς ἡμετέρας, ὁ ἀγὼν ἔσται, ἀλλὰ περὶ τῆς τῶν συμμάχων καὶ τῆς ὑμετέρας τούτων μὲν καὶ πεπειραμένοις ...: τούτων μὲν καὶ ὑμεῖς πεπείρασθε, καὶ οὐκ ἀνεπιστήμονές ἐστε ὅτι οὐδέποτε Ἀθηναῖοι πολιορκοῦντες ἑτέρους ἀπεχώρησαν διὰ τὸ φοβηθῆναι περὶ τῶν συμμάχων ἢ περὶ τῆς γῆς τῆς ἑαυτῶν δῃουμένης. ἐκεῖνο δὲ ἐνθυμούμεθα ὅτι περὶ σωτηρίας βουλευόμενοι οὐδὲν ἐν τοσούτοις λόγοις εἰρήκατε σωτήριον καὶ δυνάμενον πεῖσαι ὅτι δύναται σώζειν· ἀλλὰ τὰ μὲν ἰσχυρότερα ὑμῶν ἐλπίδες εἰσὶ μέλλουσαι, τὰ δὲ ὑπάρχοντα, ὡς πρὸς τὰ ἡμέτερα, παντελῶς εἰσι σμικρά. πάνυ τε δὴ ἀλόγιστοι καθεστήκατε, εἰ μὴ καθʼ ἑαυτοὺς γενόμενοι βουλεύσησθε φρονιμώτερον. οὐ γὰρ δὴ εἰκότως ἐπὶ τὴν μάλιστα λυμαίνουσαν ἀνθρώπους αἰσχύνην καταφεύξεσθε, διʼ ἣν πολλοί, καίπερ ὁρῶντες ὅτι εἰς κίνδυνον ἔρχονται, ὅμως φεύγοντες τὸ ἀπρεπὲς τοῦ ὀνόματος — τουτέστι τὸ ὑπακούειν, ἔχον τι ποιητικὸν αἰσχύνης· τοῦτο γάρ ἐστι τὸ ἐπαγωγόν — συμφοραῖς μεγίσταις περιέπεσον, καὶ αἰσχύνην μείζονα προσέλαβον ἧς ἔφευγον, μετὰ τοῦ ἀνοήτους αὐτοὺς νομίζεσθαι, καὶ οὐ δοκεῖν διὰ τύχην πταῖσαι. ἐν γὰρ τῷ «ἢ τύχῃ» ὁ ἤ σύνδεσμος ἀντὶ τοῦ ἤπερ κεῖται. ὑμεῖς οὖν φυλάξεσθε τὴν πάντα λυμαινομένην αἰσχύνην, ἂν εὖ βουλεύσησθε, καὶ μὴ ἀπρεπὲς ἡγεῖσθε ὑπακοῦσαι πόλει τῇ μεγίστῃ καὶ προκαλουμένῃ ὑμᾶς ἐπὶ μετρίοις ὥστε συμμάχους γενέσθαι ἔχοντας τὴν ἰδίαν γῆν ὑποτελῆ. αἱρέσεως οὖν προκειμένης ἢ πολεμεῖν ἢ ζῆν ἀσφαλῶς μὴ τὸ χεῖρον ἕλησθε φιλονεικήσαντες. ὅσοι γὰρ τῶν ἀνθρώπων τοῖς μὲν ἴσοις μὴ ὑπείκουσι, τῶν δὲ κρειττόνων ἡττῶνται, τοῖς δὲ ἥττοσι μετρίως προσφέρονται, οὗτοι μέγιστα δὴ κατορθοῦσι. βουλεύσασθε οὖν μεταστάντων ἡμῶν καὶ πολλάκις πρὸ ὀφθαλμῶν λάβετε ὅτι περὶ πατρίδος ἡ σκέψις μιᾶς οὔσης, περὶ ἦς ἐν μιᾷ βουλῇ ἢ κατορθώσετε ἢ σφαλήσεσθε σωφρονέστερον: φρονιμώτερον. προορωμένοις: φανερῶς βλέπουσιν. ἐπαγωγοῦ: ἐπισπαστικοῦ. ὡς οἵτινες ...: σημείωσαι ὡραῖον προσφέρονται: ὁμιλοῦσι. μέτριοι: δίκαιοι. οὔτε ἐν ὀλίγῳ χρόνῳ πόλεως ἑπτακόσια ...: ὅτι ἑπτακόσια ἔτη Μῆλος ἡ νῆσος ὑπὸ Λακεδαιμονίων ἐλευθέρως οἰκηθεῖσα ὕστερον ὑπὸ Ἀθηναίων ἐπὶ δουλείᾳ ἐξεπολιορκήθη τὰ δὲ ἀφανῆ τῷ βούλεσθαι ...: τὰ δὲ ἄδηλα διὰ τὸ βούλεσθαι οὕτως ἔχειν ὡς οἴεσθε καθάπερ τὰ παρόντα καὶ γιγνόμενα θεᾶσθε ὡς γιγνόμενα: ὁρώμενα, ἐνεργούμενα. παραβεβλημένοι: πρόβλημα αὐτοὺς καὶ ἔρυμα ἔχοντες ἐπιτρέψαντες παραβόλως. κατὰ πόλεις: τὰς συμμαχίδας. τὴν φυλακὴν: τῆς Μήλου. πολιορκούμενοι: οἱ Μήλιοι. ἐκείνους: τοὺς Ἀθηναίους.