ὅτι ... ἀνῃροῦντο: ἀπὸ κοινοῦ τὸ ἄπειροι ὄντες ὁλκάδι: φορτιοφόρῳ. εἰκοσιστάδιον: μέτρον γράφεται ἐν εἴκοσι σταδίων μάλιστα μέτρῳ. ἔστι δὲ κατὰ ταύτην τὴν γραφὴν περιττὴ ἡ ἐν πρόθεσις διείργεται: περὶ τὸ Ῥήγιον τὸ μὴ ἤπειρος οὖσα: ἵνα μὴ ἤπειρος ᾖ. ὡς ποιηταῖς τε εἴρηται: περὶ τῶν παρʼ Ὁμήρῳ Κυπλώπων καὶ Λαιστρυγόνων, ὅτι τὴν Σικελίαν ᾤκουν καὶ πρότεροι: τῶν Λαιστρυγόνων. Ἴβηρες ὄντες: ὅτι Ἰβήρων ἄποικοι οἱ Σικανοί ἀναστάντες: ἤγουν μετανάσται καὶ μέτοικοι γεγονότες. τὰ πρὸς ἑσπέραν: ἤγουν πρὸς τὸ δυτικὸν μέρος τῆς Σικελίας. κατιόντος: λήγοντος. ἀπὸ Ἰταλοῦ: ὅτι ἀπὸ τοῦ Ἰταλοῦ ἐκλήθη ἡ Ἰταλία οὐ κλύει οὕτως οὐδαμῶς Θουκυδίδης. ταῦρος δέ τις ὡς ἐκφυγὼν Ἡρακλέα ἐκ τῆς θαλάσσης εἰς ἐκεῖ γῆς ἐξέδυ· ζητῶν δὲ τοῦτον Ἡρακλῆς, πάντῃ τρέχων, ἀνδρὶ τυχὼν ἔφασκε βαρβάρῳ γένει, εἰ ταῦρον εἶδε τοῖς ἐκεῖ γῆς ἐν τόποις. ὃς ταῦρον οὔκουν, ἀλλʼ ἰταλὸν ἰδεῖν ἔφη, τὸν ταῦρον αὐτὸν βαρβάρῳ γλώσσῃ λέγων. κλῆσις τὸ λοιπὸν γίνεται χώρας τόδε. Τζέτζην παλαι πᾶς πτο οὐ ἐχρην ο γράφεις· λαθεῖν γὰρ αὐτὸν οὐδὲ δαίμων ἰσχύει στρατὸς πολύς: τῶν Σικελῶν δηλονότι. πρὸς τὰ μεσημβρινὰ ...: περὶ τὸ Λιλύβαιον, ἀκρωτήριον τῆς νήσου ἑσπέρια: δύσεις. διέβησαν: οἱ ἀπὸ τῆς Ἰταλίας Σικελοὶ δηλονότι μέσα: μεσόγεια. ἀπολαβόντες: ἀντὶ τοῦ ἀποτειχίζοντες γράφεται ἀναλαβόντες. ἐκλιπόντες: οἱ Φοίνικες ξυμμαχίᾳ τε πίσυνοι ...: ὁμοῦ μὲν διὰ τοὺς Ἐλύμους, φίλους ὄντας καὶ οἰκοῦντας αὐτόθι, ὅπως συμμαχοῖντο, ὁμοῦ δὲ διὰ Καρχηδονίους, οἵτινες, ἐκ Φοινίκης ὄντες τὸ ἀνέκαθεν, τοῖς μεσημβρινοῖς τῆς Σικελίας … Ἑλλήνων: Νάξος, Συράκουσαι, Λεοντῖνοι, Κατάνη, Σελινοῦς, Γέλα, Ἀκράγας, Μεσσήνη, Ἱμέρα, Ἄκραι, Κάσμεναι, Καμάρινα θεωροί: χρηστηριάζοντες. Συρακούσας δέ: ὅτι οἱ Συρακόσιοι Κορίνθιοί εἰσι ὕστερον δὲ χρόνῳ καὶ ἡ ἔξω προστειχισθεῖσα ...: τὸ πρῶτον οἱ Συρακούσιοι τὸ νησίδιον ᾤκησαν μόνον, αὖθις δέ, μὴ χωροῦντος αὐτούς, συνάψαντες αὐτὸ τῇ Σικελίᾳ διὰ χώματος, κατῴκησαν καὶ ἐν τῇ Σικελίᾳ. ἐκαλεῖτο δὲ ἡ ἐν τῇ Σικελίᾳ ἔξω πόλις Λεοντίνους ... Κατάνην: ὅτι οἱ Λεοντῖνοι καὶ Καταναῖοι Χαλκιδεῖς εἰσιν ἐξ Εὐβοίας ὑπέρ: ὑπεράνω. ἐς Λεοντίνους: ἐγγὺς τῶν Λεοντίνων. ἀνέστησαν: ἐδιώχθησαν. τῆς μητροπόλεως: τῆς ἰδίας μητροπόλεως ἐπελθών: Πάμμιλος δή. ἀπὸ τοῦ Γέλα ποταμοῦ: Τζέτζης· οὕτως Ἐπαφρόδιτος, ὡς λέγεις, γράφει· Γέλας δʼ ἐκλήθη τῷ πάχνην πολλὴν φέρειν. κλῆσιν ἐκεῖ γὰρ ἡ πάχνη ταύτην φέρει. — σὺν Ἑλλανίκῳ — ὁ Πρόξενος δὲ σύν τισιν ἄλλοις λέγει Γέλωνος ἀνδρὸς ἔκ τινος Γέλαν πόλιν. — οὗτος ὁ Γέλων υἱὸς Αἴτνης καὶ Ὑμάρου. — ἐξ Ἀντιφήμου δʼ αὖ γέλωτός τις λέγει· χρησμῷ μαθὼν γὰρ ὡς πόλιν μέλλει κτίσαι γελᾷ, δοκήσας τῶν ἀνελπίστων τόδε· κλῆσιν ὅθεν τέθεικε τῇ πόλει Γέλαν. — ὁ Θεόπομπος — Ζάγκλη: ὅτι οἱ Ζαγκλαῖοι ἀπὸ Κύμης Χαλκιδικῆς πόλεως καὶ τῆς ἄλλης Εὐβοίας δρέπανον: σημείωσαι ὅτι τὸ δρέπανον ζάγκλον οἱ Σικελοὶ καλοῦσιν τοσήνδε οὖσαν: ἤγουν μεγάλην καὶ πολυάνθρωπον. εὐπρεπῶς: εὐπροφασίστως. τοῖς ἑαυτῶν ξυγγενέσι: τοῖς Χαλκιδεῦσι περί τε γαμικῶν τινων: συναλλαγμάτων. ἐπαγόμενοι: μεταπεμψάμενοι. Δωριῆς τε Δωριεῦσι: οἱ Συρακούσιοι τοῖς Πελοποννησίοις. τοῖς ἐκπέμψασι: τοῖς Κορινθίοις ἐκείνων: τῶν Ἀθηναίων. σφῶν: τῶν Ἐγεσταίων. ἐς τὸν πόλεμον: τὸν μέλλοντα. τῶν ξυναγορευόντων: τῶν ῥητόρων ζεύγη: δισσοὶ βόες λέγονται ζεύγη. ἄπωθεν: τῶν Ὀρνεῶν δηλονότι. ἐπʼ οἴκου: ἀνεχώρησαν δηλονότι. ἄγοντας πρὸς Ἀθηναίους δεχημέρους σπονδάς: τουτέστιν οἷστισιν μετὰ τῶν Ἀθηναίων ὑπῆρχον αἱ δεχήμεροι σπονδαί. οἱ δʼ: οἱ Χαλκιδεῖς. Θουκυδίδης: πάλιν Διὸς Κόρινθον ἐν Θουκυδίδῃ τοῦ δʼ ἐπιγιγνομένου θέρους: ἀρχὴ τοῦ ιζʹ ἔτους τοῦ πολέμου ἀσήμου ἀργυρίου: σημεῖον μὴ ἔχοντος, ἀλλὰ μαζία τινά ἐπαγωγά: ψευδῆ μέν, πιθανὰ δέ ἐφελκυστικά. ἐν τοῖς κοινοῖς: ἐν τῷ ταμείῳ. ἤν τι περιγίγνηται: περιουσία γένηται. τῇ νίκῃ. αὐτοῖς: τοῖς Ἀθηναίοις. μετὰ δὲ τοῦτο: ἤγουν μετὰ τὸ ψήφισμα. οὐκ ὀρθῶς: οὐκ ἀσφαλῶς. μεγάλου ἔργου ἐφίεσθαι: Ὅμηρος ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμός ἡ μὲν ἐκκλησία ...: δημηγορία Νικίου στρατηγοῦ Ἀθηναίων περὶ παρασκευῆς τῆς ἡμετέρας: ἀντὶ τοῦ, πῶς χρὴ ἡμῖν τοῖς στρατηγοῖς τὴν παρασκευὴν ἀθροισθῆναι εἰ καὶ ἄμεινόν ἐστιν: ἀντὶ τοῦ, εἰ συμφέρει νομίζων ὁμοίως ἀγαθὸν πολίτην εἶναι: ἀγαθὸν ἡγοῦμαι πολίτην καὶ τὸν ἀφειδοῦντα τοῦ σώματος καὶ τὸν προνοούμενον ἐν καιρῷ ὁμοίως, ἑκατέρου προσήκοντος τοῖς ἀγαθοῖς πολίταις ὁ τοιοῦτος καὶ τὰ τῆς πόλες ...: διὰ τὸ προνοεῖν τοῦ τε σώματος καὶ τῆς κτήσεως ἐθέλοι ἂν καὶ τὴν πόλιν εὐτυχεῖν ὁ τοιοῦτος. πάνυ δὲ πιθανῶς ἀποτρέπει τοὺς Ἀθηναίους, ἐμφαίνων ὅτι οὐχὶ τὸ ἑαυτοῦ σκοπεῖ διʼ ἑαυτὸν βούλοιτο ὀρθοῦσθαι: διὰ τὴν οἰκείαν ζωὴν ἵστασθαι. παρὰ γνώμην: παρὰ τὴν προαίρεσιν. πρὸς μὲν τοὺς τρόπους ...: ταῦτα δῆλα μέν, ἀπίθανα δέ. ὡς γὰρ τῶν Ἀθηναίων ἀμελούντων τῶν ὑπαρχόντων διὰ τὸ ἀεὶ περιττοτέρων ὀρέγεσθαι καὶ διὰ τοῦτο μὴ ἀναπεισομένων τῷ λόγῳ, φησὶν ἡττηθήσεσθαι τῇ γνώμῃ … σῴζειν παραινοίην: ὑμᾶς δηλονότι. κατασχεῖν: κτήσασθαι. διδάξω: γρ. δηλώσω. καὶ οἴεσθε ἴσως τὰς γενομένας ...: καὶ οἴεσθε μὲν ἴσως τὰς σπονδὰς εἶναι βεβαίους καὶ διʼ αὐτὰς μηδένα ἐνταῦθα ὑπολειφθήσεσθαι πολέμιον. οὐκ ἔστι δέ· αἵτινες σπονδαὶ μενόντων μὲν ὑμῶν κατὰ χώραν ἔσονται μέχρι ὀνόματος, τουτέστιν οὐ βέβαιοι, ἐπειδὴ καὶ οἱ ἡμέτεροι ἄνδρες εἰργάσαντο μὴ βεβαίους αὐτὰς εἶναι. οὐ τοῦτο δὲ λέγει ὅτι συνθέμενοι περὶ τῶν σπονδῶν οὕτως ἐσπείσαντο, ὥστε μὴ βεβαίους αὐτὰς τυγχάνειν — ἐπεὶ δόξειεν ἂν καὶ ἑαυτὸν διαβάλλειν· αὐτὸς γὰρ ἦν ὁ πράξας τὰς σπονδάς —, ἀλλʼ ἀποτείνεται πρὸς Ἀλκιβιάδην τε καὶ Κλεόβουλον καὶ Ξενάρην. οὗτοι γὰρ ἠναντιοῦντο ταῖς σπονδαῖς καὶ οὕτως ἔπραττον ὥστε μὴ μένειν αὐτάς. τὸ δὲ «ἐκ τῶν ἐναντίων σφαλέντων» ἀντὶ τοῦ μεγάλως πταισάντων καὶ μεγάλῃ δυνάμει σφαλέντων ἡμῶν ταχέως οἱ ἐναντίοι ἐπιχειρήσουσι διὰ ξυμφορῶν: διὰ συμφορῶν ἡ σύμβασις ἐγένετο τοῖς Λακεδαιμονίοις πρὸς τοὺς Ἀθηναίους διὰ τὰ ἐν Σφακτηρίᾳ· τὸ δὲ «καὶ ἐκ τοῦ αἰσχίονος ἢ ἡμῖν κατʼ ἀνάγκην ἐγένετο» ὑπερβιβάσαι χρή· καὶ κατʼ ἀνάγκην ἐγέντο ἐκ τοῦ αἰσχίονος ἤπερ ἡμῖν. ἐξ ἀνάγκης γὰρ συνέβησαν οἱ Λακεδαιμόνιοι, βουλόμενοι τοὺς ἄνδρας κομίσασθαι, καὶ αἰσχρῶς· αὐτοὶ γὰρ ἐδεήθησαν διὰ τὸ πταῖσαι. τὴν δὲ ὁμολογίαν πω οὐκ ἐδέξαντο Κορίνθιοι, οἳ καὶ ἄντικρυς πολεμοῦσι, δεχημέρους δὲ σπονδὰς οἱ Θηβαῖοι δεξάμενοι ἡσυχάζουσι τὴν ὁμολογίαν ἐδέξαντο: τῶν σπονδῶν δηλονότι. τάχα δʼ ἂν ἴσως ...: εἰ διῃρημένην εἰς δύο μέρη, φησί, λάβοιεν ἡμῶν τὴν δύναμιν, τῷ μὲν ἐνταῦθα μέρει Πελοποννήσιοι, τῷ δὲ πλέοντι Σικελιῶται ἐπιθήσονται· καὶ οὓς οἱ Πελοποννήσιοι ἐτιμήσαντο ἂν ἀντὶ πολλῶν χρημάτων συμμάχους ἔχειν, τούτους ἡμῖν σπεύδομεν, πλεύσαντες ἐπὶ Σικελίαν, πολεμίους ποιῆσαι καὶ μὴ ... ἀξιοῦν κινδυνεύειν: καὶ μὴ ἀξιοῦν κινδυνεύειν, τῆς πόλεως ἡμῶν οὐκ ἐν τῷ ἀσφαλεῖ ὁρμούσης. μετενήνεκται δὲ τὸ ὄνομα ἀπὸ τῶν πλοίων τῶν μήπω ὡρμισμένων ἐνδοιαστῶς ἀκροῶνται: οὐ βεβαίως ὑπακούουσιν ἡμεῖς δὲ Ἐγεσταίοις ...: ἡμεῖς δʼ Ἐγεσταίοις δῆθεν ἀδικουμένοις. ἢ ὡς δῆθεν ξυμμάχοις οὖσιν κατεργασάμενοι: ταπεινώσαντες. τῶν δʼ εἰ καὶ κρατήσαιμεν: τῶν Σικελιωτῶν. διὰ πολλοῦ: διαστήματος. καὶ μὴ κατορθώσας ...: πρῶτον μὲν γὰρ μὴ ἐπιχειρήσαντες Ἀθηναῖοι Σικελιώταις οὐκ εἶχον αὐτοὺς πολεμίους· ἐπιχειρήσαντες δὲ καὶ μὴ ἑλόντες οὐκ ἐν τῷ ὁμοίῳ ἐγίγνοντο, ἀλλὰ πολεμίους αὐτοὺς ἔσχον ὥς γε νῦν ἔχουσι ...: οὔτε νῦν εἰσὶ δεινοὶ καὶ ἔτι ἧττον ἔσονται δεινοί, ἂν ὑπὸ Συρακουσίοις πάντες γένωνται. ἢ ὡς διάκεινται ὑπὸ τοῦ πολέμου ἕκαστοι: τῶν Σικελιωτῶν δηλονότι. ἐκείνως δʼ οὐκ εἰκὸς ...: οὐκ εἰκὸς ἐπὶ τὴν τῶν Ἀθηναίων ἀρχὴν στρατεῦσαι τοὺς Συρακουσίους Σικελιωτῶν ἄρξαντας ὑπὸ τῶν αὐτῶν: Πελοποννησίων δηλονότι. διὰ τοῦ αὐτοῦ: τρόπου. διʼ ὀλίγου ἀπέλθοιμεν: ταχέως ἀπέλθοιμεν τάχιστʼ ἂν ὑπεριδόντες ...: τάχιστα ἂν ἐπίθοιντο μετὰ τῶν ἐνθάδε ὑπεριδόντες, τουτέστι καταφρονήσαντες καὶ τὰ πεῖραν ἥκιστα ...: ὅσα ἔνδοξα ὄντα ἐς πεῖραν οὐκ ἔρχεται, τουτέστιν ὅσα ἀκούεται μᾶλλον ἤπερ ὁρᾶται ὅπερ νῦν ὑμεῖς ...: τὸ αὐτό, φησί, ἕπεται τοῖς Συρακουσίοις πρὸς ἡμᾶς, ὅπερ νῦν ὑμῖν ἐγένετο πρὸς Λακεδαιμονίους. φοβούμενοι γὰρ αὐτοὺς αἰεὶ δήποτε, ἐπειδὴ παρὰ τὴν οἴησιν τὸ πρῶτον αὐτῶν ἐκρατήσατε, καταφρονήσαντες ἤδη καὶ Σικελίας ἐφίεσθε. ἐμφαίνει δὲ ὅτι καὶ Συρακούσιοι καταφρονήσαντες ἡμῶν τῶν ἐνθάδε ὀρέξονται παρὰ γνώμην: παρʼ ἐλπίδα. τὰς διανοίας: δηλονότι τῶν πολεμίων … μηδὲ Λακεδαιμονίους ...: μὴ νομίζετε Λακεδαιμονίους, φησίν, ἄλλο τι σκοπεῖν ἢ διὰ τὸ αἰσχρῶς ἐσπεῖσθαι σπεύδειν, ὅτῳ τρόπῳ δύναιντο ἔτι νῦν καθελόντες ἡμᾶς ἀναμαχέσασθαι τὴν πρόσθεν ἀδοξίαν, ὅσῳ ὑπὲρ πάντα τὰ ἄλλα τὴν ἀπʼ ἀρετῆς δόξαν θηρῶνται καὶ ἐν πλείστῳ χρόνῳ μελετῶσιν αὐτήν ἐπιβουλεύουσαν: ἡμῖν δηλονότι. καὶ ταῦτα: ἀπὸ κοινοῦ τὸ μεμνῆσθαι ἐνθάδε εἶναι ἀναλοῦν: ἐνθάδε ἐξεῖναι ἀναλίσκειν τά τε χρήματα καὶ τὰ σώματα φυγάδων: τῶν Ἐγεσταίων τό τε ψεύσασθαι καλῶς: τὸ καλῶς πρόσκειται διὰ τὸ μὴ πεφωρᾶσθαι ψευδόμενον ἀντὶ τοῦ πιθανῶς χάριν μὴ ἀξίαν εἰδέναι: Ὅμηρος οὐδέ τίς ἐστι χάρις μετόπισθεν εὐεργέων εἴ τέ τις ἄρχειν ἄσμενος ...: ταῦτα διὰ τὸν συστράτηγον Ἀλκιβιάδην ἐς τὸ ἄρχειν: τὸ ἐς τό ἀντὶ τοῦ ἢ ὥστε ἀπὸ τῆς ἱπποτροφίας: ἤγουν ἀπὸ τῶν οἰκείων ἵππων. ἐλλαμπρύνεσθαι: ἐναλαζονεύεσθαι βουλεύσασθαί τε: λείπει τὸ περὶ αὐτοῦ τοῦ πράγματος παρακελεύστους καθημένους φοβοῦμαι: παρακέλευστοι, οἱ ἐκ παρακελεύσεώς τι λέγοντες παρακεκλημένους οἷσπερ νῦν ὅροις χρωμένους ...: Ὅμηρος ἐπειὴ μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα ταῦτα: τὸ ἑξῆς, ταῦτα ἐπιψήφιζε ἐπιψήφιζε: δευτέρας ψήφους τίθει. τὸ μὲν λύειν ...: ἡ διάνοια· μὴ εὐλαβοῦ μεταθεῖναι τὰ ἐψηφισμένα· λύσας γὰρ αὐτὰ μετὰ τοσούτων μαρτύρων αἰτίαν τε οὐχ ἕξεις καὶ τῆς πόλεως ἰατρὸς γενήσῃ κακῶς βουλευσαμένης διαβόλως: ἤγουν ἐπὶ διαβολῇ καὶ κατηγορίᾳ. καὶ Καρχηδόνα λήψεσθαι: τοὺς Ἀθηναίους. τῆς τε κατὰ τὸ ἑαυτοῦ σῶμα ...: τὸ παρανόμως διαιτᾶσθαι, ἢ τὸ παρανόμως τῷ ἑαυτοῦ σώματι χρῆσθαι κατὰ τὰς διατριβάς ἐπιτρέψαντες: τὰ τοῦ πολέμου. οὐ διὰ μακροῦ: μετʼ ὀλίγον. καὶ προσήκει μοι ...: δημηγορία Ἀλκιβιάδου ἀγερωχίας ἡ δημηγορία μεστὴ τοῦ Ἀλκιβιάδου. τοῖς προγόνοις ... δόξαν φέρει ταῦτα: παρʼ ὅσον ἡ οἰκία αὐτῶν ἱπποτρόφος ἐλέγετο καὶ ὑπὲρ δύναμιν μείζω: ἑαυτῆς. τῷ ἐμῷ διαπρεπεῖ τῆς Ὀλυμπίαζε θεωρίας: διαπρέψαντος ἐμοῦ ἐν τῇ Ὀλυμπιακῇ θεωρίᾳ ἐνίκησα δὲ ...: ἐνίκησα δὲ τά τε πρῶτα καὶ τὰ δεύτερα καὶ τὰ τέταρτα νόμῳ μὲν γὰρ τιμὴ τὰ τοιαῦτα: ἤγουν νόμιμος τιμή εἰσι τὰ τοιαῦτα. χορηγίαις ἢ ἄλλῳ τῳ: ἑκουσίοις ἑορτασίμοις ἀναλώμασι. φθονεῖται: Σοφοκλῆς πρὸς γὰρ τὸν ἔχονθʼ ὁ φθόνος ἕρπει καὶ οὐκ ἄχρηστος ...: εἰρωνεύεται ὁ Ἀλκιβιάδης λέγων ὅτι, εἰ καὶ ἀνόητος φαίνομαί τισιν, ἀλλʼ οὖν τῇ πόλει οὐκ ἄχρηστός ἐστί μου ἡ ἄνοια, ἀλλὰ καὶ ὠφέλιμος τέλεσι: δαπάναις πρὸς οὐδένα: εὐπραγοῦντα. οὐ προσαγορευόμεθα: ἀντὶ τοῦ ὑπερορώμεθα τέθεικεν, ἐπεὶ συμβέβηκε τοὺς παρορωμένους ὑπὸ τῶν πέλας οὐ προσαγορεύεσθαι ἢ τὰ ἴσα νέμων ...: ὥσπερ τῶν δυστυχούντων καταφρονεῖ τις, οὕτω καὶ αὐτὸς ἀνεχέσθω ὑπὸ τῶν εὐτυχούντων ἐν μέρει καταφρονούμενος, ἢ εἰ βούλεται μὴ ὑπερορᾶσθαι κακοπραγῶν, μηδʼ αὐτὸς τῶν ἀτυχούντων καταφρονείτω ἔν τινος λαμπρότητι: τὸ ἑξῆς, ἐν λαμπρότητι καὶ ὅσοι ἔν τινος πράγματος λαμπρῷ κατορθώματι κρείττους ἐγένοντο. ἐν μὲν τῷ κατʼ αὐτοὺς βίῳ: ἤγουν καθʼ ὃν χρόνον ζῶσι. λυπηροὺς ὄντας: λυπηροὺς τοὺς ἐπιφθόνους ἤκουσα, ἐπεὶ καὶ ὁ φθόνος λύπη κατὰ τὸ γένος ἐστί τοῖς ὁμοίοις: τοῖς λαμπρότητι προέχουσιν καὶ ἄλλοις ξυνόντας: τὸ ξυνόντας ἀπὸ κοινοῦ πρὸς τὸ λυπηροὺς ἀκουστέον προσποίησίν τε ξυγγενείας τισί: οἱ ἔπειτα ἄνθρωποι τοὺς τοιούτους προγόνους αὑτῶν καὶ συγγενεῖς αὐχοῦσι, κἂν μὴ ὦσι πρὸς γένους ἐπιβοώμενος: ἀντὶ τοῦ καταλαλούμενος, ἢ περιβόητος ὤν ἐπιφημιζόμενος κατὰ τὰ ἴδια. ξυστήσας: μεθʼ ὑμῶν στήσας καὶ φίλα ὑμῖν ποιήσας ἐς μίαν ἡμέραν κατέστησα: ἀντὶ τοῦ ἐν μιᾷ ἡμέρᾳ ἠνάγκασα καὶ περιγενόμενοι: οἱ Λακεδαιμόνιοι. καὶ ταῦτα ἡ ἐμὴ νεότης ...: καὶ ταῦτα ἐγένετο διʼ ἐμὲ τὸν νέον καὶ παρὰ φύσιν ἀνόητον λογιζόμενον λόγοις τε χρησάμενον πρέπουσι πρὸς Ἀργείους καὶ Μαντινέας καὶ ἀπειλήσαντα μετʼ ὀργῆς αὐτοῖς, εἰ μὴ θέλοιεν προσχωρεῖν ἡμῖν μὴ πεφοβῆσθαι αὐτήν: τὴν νεότητα, ἢ τὴν ἄνοιαν, ὃ καὶ μᾶλλον. δῆλον δὲ τῷ ἐπιφερομένῳ· τὸ γὰρ «ἀκμάζω μετʼ αὐτῆς» τοιοῦτος νέος εἰμί, φησί, μετὰ τῆς λεγομένης ἀνοίας μὴ μεταγιγνώσκετε: μὴ διὰ τοῦτο μεταγνῶτε, ὅτι δοκεῖτε ἐπὶ μεγάλην δύναμιν στρατεύειν αἱ πόλεις: τῆς Σικελίας καὶ ἐπιδοχάς: τὸ ἐγγράφειν ῥᾳδίως ταῖς πολιτείαις ξένους τε καὶ φυγάδας διʼ αὐτό: διὰ τὰς μεταβολὰς καὶ ἐπιδοχὰς τῆς πολιτείας νομίμοις κατασκευαῖς: οὐ ταῖς νομιζομέναις, ἀλλὰ ταῖς ἱκαναῖς. οὕτω καὶ νόμιμον ῥήτορα τὸν ἱκανὸν καὶ νόμιμον ἀθλητήν φαμεν ὅ τι δὲ ἕκαστος ...: ὁ νοῦς· τῶν δημαγωγῶν ἕκαστος οὐ τοῦ κοινῇ συμφέροντος στοχάζεται, ἀλλὰ τοῦ οἰκείου λήμματος, εἴτε ἐκ τοῦ λόγῳ πείθειν περιγένοιτο αὐτῷ τὸ λαβεῖν εἴτε ἐκ τοῦ στασιάζειν. οὐ χαλεπὸν γὰρ νομίζεται τῷ μὴ κατορθώσαντι ἐκπεσεῖν τῆς πατρίδος καὶ ἄλλην γῆν οἰκῆσαι. ἐμφαίνεται δὲ ἐντεῦθεν ὅτι οὐδεὶς ὡς πατρίδος τῆς ἰδίας πόλεως πεφρόντικεν οὔτε λόγου μιᾷ γνώμῃ ἀκροᾶσθαι: οὔτε ὁμονοοῦντας ἑνὸς ἀκούειν λόγου οὔτε ὁμοφρονοῦντας κοινῇ ἐπὶ τὰ ἔργα παραγίγνεσθαι ὅσοι ἕκαστοι ...: ὅσοι ἕκαστοι λέγουσι τὸν ἴδιον ἀριθμόν εὐπορώτερα: εὐκαταμαχητότερα τοὺς αὐτοὺς τούτους: τοὺς Λακεδαιμονίους. οὕσπερ νῦν φασι ...: φασὶν οἱ περὶ τὸν Νικίαν, πολεμίους δὲ τοὺς Πελοποννησίους. ταῦτα δὲ πρὸς τὸν Νικίαν λέγοντα «φημὶ γὰρ ἡμᾶς πολεμίους πολλοὺς ἐνθάδε ὑπολιπόντας» τὴν ἀρχήν: τῶν Ἑλλήνων δηλονότι. οὔτε ἀνέλπιστοί πω ...: οὐδὲν μᾶλλον ἀπηλπίκασι Πελοποννήσιοι τοῦ δύνασθαι καταλῦσαι ἡμᾶς σκηπτόμενοι: προφασιζόμενοι. οὐδὲ ἐκεῖνοι ἡμῖν: ἐβοήθησαν. προσεθέμεθα αὐτούς: συμμάχους ἐποιησάμεθα αὐτούς κωλύωσιν: οἱ Ἐγεσταῖοι φυλοκρινοῖεν: ἐξετάζοιεν. σημείωσαι φιλοκρινοῖεν αὐτῇ: τῇ ἀρχῇ τὸν γὰρ προύχοντα ...: ταῦτα λέγει, ὅτι οὐ μόνον ἡμᾶς ἐπιόντας ἀμύνονται οἱ πολέμιοι, ἀλλὰ καί, ὅπως μὴ ἐπιστρατεύσωμεν αὐτοῖς, προνοοῦνται καὶ προεπιχειροῦσιν ἐν τῷδε: ἤγουν ἐν τῷ ἄρχωιν. διὰ τὸ ... κίνδυνον εἶναι: διὰ τὸ κινδυνεύειν ἂν ἀρχθῆναι ἡμᾶς ὑφʼ ἑτέρων. καὶ οὐκ ἐκ τοῦ αὐτοῦ ἐπισκεπτέον ἡμῖν ...: καὶ οὐχ ὁμοίως ὥσπερ τοῖς ἄλλοις ἡσυχίαν ἡμῖν ἐπιτηδευτέον — τὸ γὰρ ἐπισκεπτέον ἀντὶ τοῦ ἐπιτηδευτέον τέθεικεν —, εἰ μὴ καὶ κατὰ τὰ ἐπιτηδεύματα τοῖς ἄλλοις, φησίν, ἐξομοιωθήσεσθε τάδε: τὰ ἐνταῦθα πράγματα στορέσωμεν τὸ φρόνημα: τῶν παρὰ Θουκυδίδῃ τροπικῶν ὀνομάτων τὸ σκληρότατον τοῦτό ἐστιν, ἀλλὰ κατὰ Ἀλκιβιάδην ἐν ᾧ: τῷ κακῶσαι Συρακουσίους. τὸ δὲ ἀσφαλές: ἀσφάλειαν δὲ καὶ μετὰ ἀσφαλείας αὐτοκράτορες γὰρ ἐσόμεθα ...: οὐκ ἐπὶ τοῦ αὐτεξουσίου τέθεικε τὸ αὐτοκράτορες· ἐπεὶ πῶς συνάψει τις αὐτῷ τὸ «καὶ ξυμπάντων Σικελιωτῶν»; ἀνθισταμένων ἐκ περιουσίας κρατήσομεν. ἔνιοι δὲ τὸ αὐτοκράτορες ἀντὶ τοῦ μόνοι φασί διάστασις: ἀντὶ τοῦ στάσις πάνυ ἀκριβές: ἄκρον. μάλιστʼ ἂν ἰσχύειν: ἀπὸ κοινοῦ τὸ νομίσατε τρίψεσθαί τε ...: δαπανήσεσθαι ὑφʼ ἑαυτῆς καὶ φθαρήσεσθαι, ὥσπερ φθείρεσθαι πέφυκε καὶ τῶν σωμάτων τὰ πολλὰ ὑπὸ τῆς ἀργίας ὥσπερ καὶ ἄλλο τι: ἀργὸν κείμενον δηλονότι. πάντων τὴν ἐπιστήμην: ἤτοι πάντων τῶν πολιτῶν τὴν ἐπιστήμην ἐκλυθήσεσθαι ἢ πάντων τῶν ἐπιτηδευμάτων καὶ τὸ ἀμύνεσθαι ...: καὶ τὸ δύνασθαι ἀμύνασθαι τοὺς πολεμίους οὐ λόγων κομπάσει, ἀλλʼ ἔργων ἕξειν μελέτῃ παράπαν: ἀντὶ τοῦ τὸ σύνολον ἥκιστα διαφόρως πολιτεύωσιν: ἥκιστα μεταθῶσι τὴν πολιτείαν ἐκείνου: τοῦ Ἀλκιβιάδου. ἀπὸ μὲν τῶν αὐτῶν λόγων: ἀντὶ τοῦ τοῖς αὐτοῖς χρώμενος λόγοις ἐπειδὴ ...: δημηγορία Νικίου ξυνενέγκοι: συντελῆ ἂν εἴη. ἐπὶ γὰρ πόλεις ...: καθʼ ὑπερβατόν. ἐπὶ γὰρ πόλεις, ὡς ἐγὼ ἀκοῇ αἰσθάνομαι, μέλλομεν ἰέναι μεγάλας τό τε πλῆθος, ὡς ἐν μιᾷ νήσῳ, πολλὰς τὰς Ἑλληνίδας ὡς ἐγὼ ἀκοῇ αἰσθάνομαι: ἀκριβῆ κατάληψιν ἔχω ἀπὸ φήμης. μεγάλας: ἤγουν ἰσχυράς. ὑπηκόους ἀλλήλων: ἤγουν δεδουλωμένας ἀλλήλαις. οὐδὲ δεομένας μεταβολῆς: αἱ ἐν Σικελίᾳ πόλεις οὐ δέονται μεταβολῆς ὥσπερ αἱ πρὸς βίαν δουλεύουσαι ἄλλαι εἰσὶν ἑπτά: Συράκουσαι, Σελινοῦς, Γέλα, Ἀκράγας, Μεσσήνη, Ἱμέρα, Καμάρινα. ταύτας φησὶ τὰς ἑπτὰ ἀντιμάχους πόλεις τοῖς Ἀθηναίοις εἶναι τοῖς πᾶσιν: πράγμασι δηλονότι. ἐν τοῖς ἱεροῖς: ἤγουν τὰ κοινά. ἔθος γὰρ τοῖς παλαιοῖς τὰ κοινὰ χρήματα ἐν τοῖς ἱεροῖς ταμιεύειν. καὶ ἀπὸ βαρβάρων τινῶν ...: ἤγουν ἔχουσι φόρον καὶ ἄρχοντες βαρβάρων τινῶν. ᾧ: ἤγουν ἐν ᾧ. οἰκείῳ: ἤγουν ἐκ τῆς οἰκείας γῆς. ἐπακτῷ: ξένω. πρὸς οὖν τοιαύτην δύναμιν: τῶν Σικελῶν. φαύλου: σμικρᾶς. φαῦλον τὸ ἁπλοῦν καὶ μονοειδές τὸ δὲ φαύλου ἐνταῦθα θηλυκῶς ἐκ τοῦ ἡ φαῦλος πεζὸν πολύν: χρήσιμον εἰς τὴν ἤπειρον στρατὸν δηλονότι. τῆς διανοίας: τοῦ ἡμετέρου σκοποῦ. ὑπὸ ἱππέων πολλῶν: τῶν Σικελῶν δηλονότι. εἴργεσθαι τῆς γῆς: τῆς Σικελικῆς. ξυστῶσιν αἱ πόλεις: συνέλθωσιν αἱ πόλεις εἰς κοινὴν βοήθειαν. φοβηθεῖσαι: ἡμᾶς δηλονότι. καὶ μὴ ἀντιπαράσχωσιν ...: ἐὰν μὴ παράσχωσί τινες ἡμῖν ἱππικὸν φίλοι γενόμενοι, ἔξωθεν Ἐγεσταίων αἰσχρὸν δὲ βιασθέντας ἀπελθεῖν: ἐκκρουσθέντας δηλονότι ἡμᾶς τῆς Σικελίας ἀπελθεῖν. αὐτόθεν: ἤγουν ἐκ τοῦ ἡμετέρου τόπου. ἀξιόχρεῳ: ἀσφαλεῖ. ἀπὸ τῆς ἡμετέρας αὐτῶν: ἤγουν ἡμῶν αὐτῶν. αἱ κομιδαί: αἱ πορίσεις. οὐχ ὁμοίως μέλλετε στρατεύεσθαι ἐπὶ Σικελίαν, ᾗπερ ἐνταῦθα τοῖς ὑπηκόοις συμμαχοῦντες στρατεύεσθε ἐπί τινας οὐ πολὺ ἀπέχοντας, ὥστε ῥᾳδίαν εἶναι τὴν τῶν ἀναγκαίων παρακομιδὴν ἐκ τῆς οἰκείας γῆς ἀπαρτήσαντες: ἀντὶ τοῦ ἀπαρτηθέντες, ἀπελθόντες, καὶ πολὺ τῆς οἰκείας χωρισθέντες ἀντέχωσι: ἀντιμάχωνται. ἀπολαμβανώμεθα: κρατηθῶμεν. τὰ ἐπιτήδεια: ἤγουν ἐφόδια. ἤγουν βρώσιμα καὶ πόσιμα. πολλὴ γὰρ οὖσα: ἀντίπτωσις, ἀντὶ τοῦ πολλῆς γὰρ οὔσης μὴ ἐπὶ ἑτέροις γίγνεσθαι: ἀντὶ τοῦ μὴ ἐν ἄλλοις ἔχειν τὰς ἐλπίδας αὐτόθεν: ἤγουν ἐκ τοῦ ἡμετέρου τόπου. λόγῳ: λόγῳ, φησίν, ἕτοιμα εἶναι, ταῖς δʼ ἀληθείαις οὐκ εἶναι ἐνθένδε: ἤγουν ἀπὸ τῶν Ἀθηνῶν. πλήν γε πρὸς τὸ μάχιμον ...: πρὸς μὲν τὸ μάχιμον αὐτῶν καὶ τὸ ὁπλιτικὸν οὐδʼ ὅλως δυνάμεθα ἀντιτάξασθαι. πρὸς δὲ τὰ ἄλλα μὴ μόνον ἐξ ἴσου ἐκείνοις, ἀλλὰ καὶ μειζόνως παρασκευασώμεθα. ἄλλως γὰρ οὐ δυνησόμεθα τὰ μὲν οἰκεῖα διασῶσαι, τῶν δὲ ἐκεῖ πραγμάτων κρατῆσαι τῶν μέν: ἤγουν τῶν πολεμίων. οὕς: ἤγουν τοὺς καθʼ ἡμᾶς πλέοντας. τῇ τύχῃ: τύχην τὴν ἐλπίδα λέγει. βούλομαι γάρ, φησίν, οὐκ ἐλπίσιν, ἀλλὰ παρασκευῇ θαρρεῖν εἰ ἀναγκάζοιτο στρατεύεσθαι: ὑπὸ τῶν Ἀθηναίων δηλονότι ὁ Νικίας. τὸ μὲν ἐπιθυμοῦν: ἤγουν τὴν ἐπιθυμίαν. ἐξῃρέθησαν: ἐξέβαλον. ὑπὸ τοῦ ὀχλώδους τῆς παρασκευῆς: ὀχλῶδες μὲν ἤτοι τὸ περισκελὲς καὶ ὀχληρὸν ἢ τὸ πολύ. λέγει δὲ ὅτι τῆς τοῦ πλεῖν ἐπιθυμίας οὐκ ἔπαυσεν αὐτοὺς τὸ ὀχληρὸν τῆς παρασκευῆς ὀχλώδους: χαλεπότητος. τοὐναντίον περιέστη αὐτῷ: ἀντὶ τοῦ οἱ ἐναντίοι παρεγένοντο αὐτῷ συγκαταίροντες. αὐτῷ: τῷ Νικίᾳ. ἔρως ἐνέπεσε τοῖς πᾶσιν ...: Ὅμηρος τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετο τοῖς δʼ ἐν ἡλικίᾳ: ἀπὸ κοινοῦ τὸ ἔρως ἐνέπεσεν ἐκπλεῦσαι ἀπούσης: γῆς. πόθῳ ὄψεως καὶ θεωρίας: τὸ θεωρίας ἀντὶ τοῦ ἱστορίας κεῖται, ἵνα ᾖ, ποθοῦντες τὴν ἀλλοδαπὴν καὶ ἰδεῖν καὶ ἱστορῆσαι καὶ στρατιώτης: ἤγουν τὸ στρατιωτικὸν πλῆθος. ἀργύριον οἴσειν: ἀντὶ τοῦ ἀποίσεσθαι καὶ λήψεσθαι. παρακαλέσας: ἀντὶ τοῦ ἐπικελευσάμενος αὐτῷ ἄκων μέν: περιττὸς ὁ μέν σύνδεσμος μέντοι: ὁ μέντοι ἀντὶ τοῦ δέ κεῖται λόγον: ἀριθμόν. ἄρτι: ἤγουν τότε ἤδη. ἀπὸ τῆς νόσου: ἤγουν τῆς λοιμώδους. ἐπιγεγενημένης: αὐξηθείσης. διὰ τὴν ἐκεχειρίαν: ἤγουν τὴν ἄνεσιν τοῦ πολέμου. ἐν δὲ τούτῳ: τῷ καιρῷ δηλονότι. οἱ Ἑρμαῖ λίθινοι: τετράγωνος ἐργασία ἐπειδή φασι τὸν Ἑρμῆν λόγου καὶ ἀληθείας ἔφορον εἶναι, διὰ τοῦτο καὶ τὰς εἰκόνας αὐτοῦ τετραγώνους καὶ κυβοειδεῖς κατεσκεύαζον, αἰνιττόμενοι ὅτι τὸ τοιοῦτον σχῆμα, ἐφʼ ἃ μέρη πέσῃ, πανταχόθεν βάσιμον καὶ ὄρθιόν ἐστιν. οὕτω καὶ ὁ λόγος καὶ ἡ ἀλήθεια ὁμοία ἐστὶ πανταχόθεν αὐτὴ αὑτῇ, τὸ δὲ ψεῦδος πολύχουν καὶ πολυσχιδὲς καὶ ἑαυτῷ μάλιστα ἀσύμφωνον κατὰ τὸ ἐπιχώριον: δηλονότι ἔθος. περιεκόπησαν τὰ πρόσωπα: ἰστέον ὅτι Παυσανίας ἐν τῇ διαπεπονημένῃ αὐτῷ τῶν Ἀττικῶν ὀνομάτων συναγωγῇ τοὺς τραχήλους καὶ τὰ αἰδοῖα τοὺς Ἑρμᾶς περικοπῆναί φησι καὶ τοὺς τοῦτο δράσαντας Ἑρμοκοπίδας καλεῖσθαι μεγάλοις μηνύτροις: μεγάλοις δώροις ἐπὶ μηνύσει. οὗτοι: οἱ ποιήσαντες. καὶ προσέτι: ἐπὶ τῷ ζητεῖν. ἀσέβημα: ἤγουν ὕβριν εἰς τοὺς θεούς. μειζόνως ἐλάμβανον: ἀντὶ τοῦ ὑπόθεσιν ἐξήταζον. ἀντὶ τοῦ ἐμεγάλυνον … καὶ ἀκολούθων: ἤγουν δούλων. ὧν: ἤτοι τῶν ποιουμένων ἢ τῶν πεποιηκότων νέων ὑπολαμβάνοντες: ἤγουν λαμβάνοντες ἐν τῷ νῷ. ἀντὶ τοῦ προσδεχόμενοι αὐτὰ ὥστε πιστεύειν ἐμεγάλυνον: ἤγουν εἰς μέγεθος ᾖρον τὸ ἔγκλημα. ἐπιλέγοντες τεκμήρια: ἤγουν ἐπιβοῶντες ἐκείνῳ. οὐ δημοτικήν: ἤγουν τὴν ἔξω τοῦ ἔθους τῆς δημοκρατίας. τῆς παρασκευῆς: τῆς πολεμικῆς ὁπλίσεως. ἐπεπόριστο: ἐτετέλεστο ἐκ τοῦ πορισμοῦ. εἰ δʼ ἀπολυθείη: τῶν ἐγκλημάτων δηλονότι. καὶ ἐπεμαρτύρετο: ἀντὶ τοῦ διεμαρτύρετο ἀποδέχεσθαι: ἤγουν δέχεσθαι ὡς βεβαίας. δεδιότες ...: φοβούμενοι τὸ στράτευμα ὡς οὐκ εὔνουν αὐτοῖς. γράφεται δὲ ἔν τισι, μὴ εὔνουν ἔχῃ· καὶ ἀκουστέον, μὴ ἄρα εὔνουν ᾖ τὸ στράτευμα τῷ Ἀλκιβιάδῃ ἀπέτρεπον: τὴν δίκην. ἀπέσπευδον: ἤγουν ἀπερρίπτουν μετὰ σπουδῆς. ἐκ μείζονος διαβολῆς: βουλόμενοι μεγάλως αὐτὸν διαβαλεῖν, ἔμελλον αὐξήσειν τὴν διαβολὴν ἀπόντος αὐτοῦ. ἐμηχανῶντο δὲ μεταπεμφθέντα αὐτὸν εἰς ἀπολογίαν καταστῆσαι μεσοῦντος ἤδη: σημείωσαι ὅτι τὸ μεσοῦντος τρίτης ἐστὶ συζυγίας. Εὐριπίδης ἐν Μηδείᾳ ζηλῶ σʼ· ἐν ἀρχῇ πῆμα, κοὐδέπω μεσοῖ τοῖς πλοίοις: τοῖς μικροῖς, ἃ δὴ καὶ λεπτὰ ἄλλοθι εἶπεν ἐκεῖθεν: ἤγουν ἐκ τῆς Κερκύρας. διαβαλοῦσι: διαπλεύσουσι, διαπεραιωσομένοις. ἀναξόμενοι: ἤγουν μέλλοντες ἀναπλεύσειν. ὅμιλος ἅπας: ὁ μὴ ἐκστρατεύσιμος. τὰ μέν: τὰ κατὰ τὴν Σικελίαν. ἀλλήλους ἀπολιπεῖν: οἵ τε ἀπιόντες δηλονότι τοὺς μένοντας καὶ οἱ μένοντες ἐκείνους ἀξιόχρεων: ἤγουν μεγάλην. ἄπιστον διάνοιαν: μεῖζόν τι τῆς ὑπολήψεως. τετράκις γὰρ χίλιοι: οἱ μετὰ Περικλέους, ἢ οἱ μετὰ Ἅγνωνος ἐξαρτυθείς: παρασκευασθείς ἑτοιμασθείς. ἐκπονηθέν: ἤγουν ἀπαρτισθέν, μετὰ πορισμοῦ συσταθέν. κτισθέν. τῶν δὲ τριηραρχῶν ἐπιφοράς τε πρὸς τῷ ἐκ δημοσίου μισθῷ διδόντων τοῖς θρανίταις: ἐπιφορά, ὁ διδόμενος μισθὸς παρὰ τοῦ τριηράρχου τοῖς ἐπιβάταις δίχα τοῦ δημοσίου ἔξωθνε τοῦ δημοσίου μισθοῦ ἐκ τῶν ἰδίων ἐπιδόσεις παρεῖχον· τοῦτο γάρ εἰσιν αἱ ἐπιφοραί. οἱ δὲ θρανῖται, μακροτέραις κώπαις ἐρέττοντες πλείονα κόπον ἔχουσι τῶν ἄλλων· διὰ τοῦτο τούτοις μόνοις ἐπιδόσεις ἐποιοῦντο οἱ τριήραρχοι, οὐχὶ δὲ πᾶσι τοῖς ἐρέταις θρανῖται: οἱ τὴν ἀνωτέραν τάξιν ἐν τῇ τριήρει τῶν ναυτῶν ἔχοντες· οἱ γὰρ μέσοι ζευγῖται· οἱ δὲ κατώτεροι θαλάμιοι σημείοις: ἤτοι κυρίως σημείοις λέγει, καθάπερ καὶ τῷ στρατεύματι, ἤ, ὡς ἔνιοι, σημεῖα τὰς ἔξωθεν καταγραφὰς τῶν τριήρων ἐς τὰ μακρότατα: ἤτοι ἐπὶ πλεῖστον, πολυχρόνια δή. καταλόγοις τε ...: καταλόγοις ἀκριβέσι δοκιμασθὲν καὶ προκριθέν χρηστοῖς: ἀληθέσι, βεβασανισμένοις. τῶν περὶ τὸ σῶμα σκευῶν: οἱ μὲν ὁπλῖται ὅπλα εἶχον, οἱ δὲ ἐρέται καὶ τέκτονες καὶ λιθουργοὶ τὰ ἐπιτήδεια ὄργανα προσετάχθη: ἄρχοι. εἰκασθῆναι: εἰκασμὸν δοῦναι. καὶ ἐξουσίας: τὴν περιουσίαν ἐξουσίαν φησίν προσετετελέκει: προσανήλωσε. μεταβολή: ἡ πρᾶσις καὶ πραγματεία ὠνήσεως δή. τόλμης τε θάμβει ...: ἔκπληξίν τε παρασχὼν διὰ τὴν τόλμαν πλέον ἤπερ τῷ κατὰ πλῆθος ὑπερέχειν τῶν ἐναντίων μέγιστος ἤδη διάπλους: οὐ χρόνου, ἀλλὰ τόπου ἐπὶ μεγίστῃ ἐλπίδι: μείζονα ἐλπισάντων τῆς ὑπαρχούσης δυνάμεως ἐσέκειτο: ἐνεβλήσαν. ἐπετέθειτο ταῖς ναυσί. τῇ μὲν σάλπιγγι: διὰ τῆς σάλπιγγος παρʼ ἅπαν τὸ στράτευμα: ἤγουν διὰ παντὸς τοῦ στρατεύματος. ἄπιστα μὲν ἴσως ...: παραίνεσις Ἑρμοκράτους περὶ τοῦ ἐπίπλου τῆς ἀληθείας λέγειν: ἤτοι περὶ τοῦ ἀληθῶς αὐτοὺς ἐπιπλεῖν ἢ λέγοντες ἢ ἀπαγγέλλοντες: ἤγουν, ἢ ἀφʼ ἑαυτῶν λέγοντες καὶ λογοποιοῦντες, ἢ ἀπαγγέλλοντες, ἐξ ἑτέρων ἀκούσαντες πλασάντων. οὐ καταφοβηθεὶς ...: οὐ φοβήσομαι διὰ τὸ ἄφρων νομισθήσεσθαι καὶ διὰ τοῦτο σιωπήσω ἤγουν, ὅμως οὐ καθέξω ἐμαυτὸν ἤδη κινδύνου ἐπερχομένου τῇ πόλει, καταφοβηθεὶς τὸ δόξαι ἄπιστα φθέγγεσθαι καὶ ἐκ τούτου ἄφρονα ὑπειλῆφθαι. ἐπισχήσω: ἐμαυτὸν δηλονότι. σαφέστερόν τι ἑτέρου εἰδώς: ἀκριβέστερον τῶν ἄλλων ἐπιστάμενος ἀληθέστερον. ἀπὸ τῶν ὑπαρχόντων: δυνατῶν. κάλλιστα: ἤγουν ἀνδρικώτατα καὶ φρονιμώτατα. ἄφαρκτοι: ἤγουν ἄοπλοι. πιστά: τὰ τῆς ἐφόδου τῶν Ἀθηναίων. κατεργασώμεθα: ταπεινώσωμεν, νικήσωμεν. οὐ γὰρ δὴ ...: οὐ γὰρ φοβοῦμαι, φησί, μὴ ἐπιτύχωσι τοῦ ἑλεῖν ἡμᾶς ὀλίγοι γὰρ δὴ στόλοι: ἀντὶ τοῦ οὐδʼ ὀλίγοι … κατώρθωσαν: ἤγουν ἠρίστευσαν. τῶν ἐνοικούντων: ἤτοι τῶν ἐνοικούντων ταῖς Συρακούσαις, ἵνα ἀστυγείτονας τοὺς ἄλλους ἀκούσωμεν Σικελιώτας, ἢ τοὺς μὲν ἐνοικοῦντας δεκτέον τοὺς Σικελιώτας, ἀστυγείτονας δὲ Καρχηδονίους τε καὶ Ἰταλιώτας πάντα γὰρ ὑπὸ δέους ξυνίσταται: ὁ γὰρ φόβος ὁμοφρονεῖν ἀναγκάζει καὶ τοὺς στασιάζοντας ἤν τε διʼ ἀπορίαν ...: ἂν ἄρα, φησί, διʼ ἀπορίαν τῶν ἐπιτηδείων περὶ αὑτοὺς σφαλῶσι, δόξαν ἡμῖν προσθήσουσιν ὡς ὑφʼ ἡμῶν νενικημένοι τῶν ἐπιτηδείων: τῶν τροφίμων. ὅπερ καὶ Ἀθηναῖοι ...: τρία πραγματεύεται διὰ τούτων· ἓν μέν, ἐν ἐλπίδι ποιῆσαι τοὺς Συρακουσίους τῆς νίκης, ὡς σφαλησομένων τῶν Ἀθηναίων περὶ αὐτούς, ὅνπερ τρόπον ἐσφάλησαν οἱ Μῆδοι στρατεύσαντες ἐπὶ τὴν Ἑλλάδα· ἕτερον δέ, τῷ μόνους Συρακουσίους, ἂν κατορθώσωσι, δοκεῖν νενικηκέναι τοὺς Ἀθηναίους, ἐπειδή γε ἐπὶ Συρακουσίους ἐκεῖνοι προηγουμένως στρατεύονται — καὶ γὰρ τὸν Μῆδον, ὑπὸ πάντων νενικημένον τῶν Ἑλλήνων, ὑπὸ μόνων τῶν Ἀθηναίων ἡττῆσθαι νενομίσθαι διὰ τοῦτο, ὅτι ἐπʼ Ἀθήνας λόγος ἦν στρατεύειν αὐτόν· τρίτον δέ, ἀπαλλάξαι τοῦ φόβου τοὺς Συρακουσίους· ἐπεὶ γὰρ καταπεπλήγασιν ἀκοῇ τοὺς Ἀθηναίους νενικηκότας τὸν Μῆδον, παραδείκνυσιν αὐτοῖς ὅτι ὁ Μῆδος, αὐτὸς περὶ αὑτῷ πταίσας τὰ πλείω, τὴν δόξαν τῆς νίκης ἐκείνοις προσέθηκεν παρὰ λόγον: παρὰ δόξαν. τά τε αὐτοῦ: ἤγουν τὰ ἐν τῷδε τῷ τόπῳ. βεβαιωσώμεθα: βεβαίους φίλους ποιήσωμεν. τοῖς δέ: ἐχθροῖς οὖσι δηλονότι. ἔς τε τὴν ἄλλην Σικελίαν: οὐχὶ πᾶσαν, ἀλλὰ τὴν ὑπὸ τῶν Ἑλλήνων οἰκουμένην· προεῖπε γὰρ περὶ τῶν βαρβάρων οὐ γὰρ ἀνέλπιστον αὐτοῖς: προσδοκῶσι γάρ ἄφοβον· τὸ κακὸν δηλονότι. διὰ φόβου εἰσί: φοβοῦνται Καρχηδόνιοι μὴ αὐτοῖς ἐπέλθωσιν Ἀθηναῖοι τάδε: τὰ καθʼ ἡμᾶς. ἐν πόνῳ: ἐν ταλαιπωρίᾳ. κρύφα: κρύφα μὲν χρήματα ἡμῖν λάθρα τῶν Ἀθηναίων πέμψαντες. ἐν δὲ τῷ ἢ ἐξ ἑνός γέ του τρόπου περιττὸς ὁ ἤ σύνδεσμος· παρὰ γὰρ τὸ ἢ κρύφα ἢ φανερῶς ἀμῦναι τρίτον οὐδέν ἐστιν ὅθεν ὅ τε πόλεμος: καὶ ἐν πολέμῳ δύναμιν ἔχει μεγίστην καὶ ἐν πᾶσι τοῖς ἄλλοις πράγμασι τὰ χρήματα καὶ τἆλλα: τὰ κατὰ τοὺς ἀνθρώπους. διὰ τὸ ξύνηθες ἥσυχον: διὰ τὸ σύνηθες ἡμῖν εἶναι τὸ ἡσυχάζειν καὶ ἐς λογισμὸν καταστήσαιμεν: καὶ ποιήσομεν αὐτοὺς ἐν φροντίδι καὶ διαλογισμῷ γενέσθαι χώρας φύλακες: λείπει τῆς Σικελίας εὐεπίθετος: ὁ εὐεπιβούλευτος εὐεπιχείρητος ἡμῖν ἔσται ἡ δύναμις αὐτῶν, βραδέως τε πλέουσα διὰ τὸν ἐν τῷ πελάγει κάματον καὶ οὐκ ἀθρόα ἡ παρασκευή. κουφίσαντες: ἤτοι κοῦφοι ὄντες ἢ καταλιπόντες ὀπίσω τὴν πᾶσαν παρασκευήν εἰ δὲ μὴ δοκοίη: προσβαλεῖν δηλονότι. περαιωθέντες: εἰς τὸν Τάραντα δηλονότι. ἀποροῖεν ἄν: εἰς ἀπορίαν καταστήσονται τῶν ἐπιτηδείων παραπλεῖν: τὸν Τάραντα δηλονότι. καὶ τὰ τῶν πόλεων: καὶ οὐκ εἰδότες βεβαίως, εἰ αἱ πόλεις ὑποδέξονται αὐτούς, ἀθυμοῖεν ἄν ἐξωσθῆναι ἂν ...: ἐκπεσεῖσθαι τὸν καιρὸν τοῦ πλοῦ εἰς χειμῶνας τοῦ ἐμπειροτάτου: τὸν Νικίαν λέγει ἀξιόχρεων: ἀξιόμαχον, βέβαιον, πιστὸν εἰς ἀξιομαχίαν. τῶν δʼ ἀνθρώπων πρὸς τὰ λεγόμενα ...: Ὅμηρος τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπʼ ἦμαρ ἄγῃσι ἰσοκινδύνους ἡγούμενοι: ἤτοι ἐν ὁμοίῳ κινδύνῳ καταστήσοντας αὐτούς, ἢ ἰσοπαλεῖς δικαίως: τὸ δικαίως δύναται μὲν καὶ πρὸς τὸ ἐπέρχονται λαμβάνεσθαι, δικαίως ἐπέρχονται· δύναται δὲ καὶ πρὸς τὸ κατεγνωκότες, δικαίως κατεγνωκότες παρὰ γνώμην τολμήσαντας: παρὰ τὴν δόξαν αὐτῶν θαρρήσαντας. τῷ ἀδοκήτῳ μᾶλλον ἂν ...: μᾶλλον ἂν καταπλαγεῖεν τὸ ἀπροσδοκήτους ἡμᾶς αὐτοῖς ἀντιτάξασθαι ἤπερ τὴν δύναμιν ἡμῶν ταῦτα: τὸ ἀντεξορμῆσαι ἐπὶ τοὺς Ἀθηναίους παραστῆναι παντί: δόξαν εἶναι παντὶ ἀνθρώπῳ. τὸ μὲν καταφρονεῖν ...: δεῖ τοὺς καταφρονοῦντας τῶν ἐπιόντων ἐν αὐτῷ τῷ πολέμῳ καὶ τῇ κατʼ αὐτὸν ἀνδρείᾳ φαίνεσθαι καταφρονοῦντας τῶν ἐναντίων, ἔργον γὰρ κἀνταῦθα καὶ πολλαχοῦ τὸν πόλεμον λέγει ἐν τῶν ἔργων τῇ ἀλκῇ: τὸ ἑξῆς, ἐν τῇ ἀλκῇ τῶν ἔργων τὸ δʼ ἤδη ...: τὸ δέ, ὡς φοβουμένους κίνδυνον, ἀσφαλέστατα παρασκευάζεσθαι χρησιμώτατον λέγει: Ἑρμοκράτης. ὅ τι οὐκ ἂν μεῖζον ἀντιπάθοιεν: μείζονα ἀντιπαθεῖν τοὺς Ἀθηναίους ἢ δρᾶσαι πιθανώτατος τοῖς πολλοῖς: δυνάμενος πείθειν τοὺς πολλούς. τοὺς μὲν Ἀθηναίους ...: δημηγορία Ἀθηναγόρου Συρακουσίου κακῶς φρονῆσαι: μωροὺς εἶναι. τῆς δὲ ἀξυνεσίας: σημείωσαι τῆς ἀξυνεσίας ἕνεκα θαυμάζω δηλονότι. ἐς ἔκπληξιν καθιστάναι: ἤγουν, εἰς φόβον ἐμβαλεῖν ὅπως τῷ κοινῷ φόβῳ τὸ σφέτερον ἐπιλυγάζονται: ἐπιλυγάζονται, τὸ ἐπισκιάζειν καὶ καλύπτειν σημείωσαι ἐπηλυγάζωνται τὸ ἐπηλυγάζονται, ἐπικρύπτονται. ὅπως, φησί, κοινῇ φοβήσαντες ἅπαντας τὸν ἴδιον φόβον ἀποκρύψωνται ἀπὸ ταὐτομάτου: ἐξ ἀλόγου συμπτώματος. ξύγκεινται: ἀπὸ κοινοῦ τὸ ἀγγελίαι ἀλλʼ ἐξ ὧν ἂν ἄνθρωποι ...: τὸ ἑξῆς, ἀλλʼ ἐξ ὧν ἂν δράσειαν ἄνθρωποι δεινοί δεινοί: ἀντὶ τοῦ συνετοί … φρόνιμοι. ἀξιῶ: ἀξίους ἡγοῦμαι εἶναι. καταλελυμένους: ἀντὶ τοῦ καταλελυκότας. διαπολεμῆσαι: διενεγκεῖν τὸν πόλεμον δηλονότι περιγενέσθαι διὰ πολέμου. ἄμεινον: τῆς Πελοποννήσου αὐτόθεν: ἐκ τῆς Σικελίας. ὥστε παρὰ τοσοῦτον γιγνώσκω: τὸ μὲν «παρὰ τοσοῦτον γινώσκω» τοσοῦτον διαφέρομαι τοῖς τὰ ἕτερα διαγγέλλουσι· τὸ δὲ «ὥστε» ὑπερβιβάσαι χρή, ἵνα μὴ σολοικοφανὲς ᾖ τὸ σχῆμα, καὶ οὕτω συντάξαι· παρὰ τοσοῦτον γινώσκω, ὥστε μόγις ἄν μοι δοκοῦσιν οὐκ ἂν παντάπασι διαφθαρῆναι οἱ Ἀθηναῖοι ἦ πού γε δὴ ...: μήτι γε ἐν Σικελίᾳ πάσῃ πολεμίᾳ καθεστώσῃ στρατοπέδῳ τε: λείπει χρώμενοι ἀναγκαίας παρασκευῆς: οὐ τῆς ἐκ περιουσίας, ἀλλὰ τῆς οὐδὲ αὐτάρκους ὑπὸ τῶν ἡμετέρων ἱππέων: εἰργόμενοι τῆς γῆς ὑπὸ τῶν ἡμετέρων ἱππέων οὐδʼ ἂν κρατῆσαι αὐτοὺς τῆς γῆς ἡγοῦμαι: οὐδʼ ἂν ἀποβῆναι αὐτοὺς εἰς τὴν γῆν νομίζω δυνήσεσθαι ἐνθένδε: ἀπὸ τῆς πόλεως. οὔτε ἂν γενόμενα: οὐχ οἷά τε γενέσθαι. λογοποιοῦσι: ψευδέσι λόγοις συντιθέασι. κακουργοτέροις: πονηροτέροις. ἡμεῖς δὲ κακοὶ ...: ἡμεῖς δὲ διὰ κακίαν ἀδύνατοί ἐσμεν καὶ προαίσθεσθαι τοὺς πονηροὺς καὶ αἰσθανόμενοι ἐπεξελθεῖν αὐτοῖς τυραννίδας δὲ ...: ἀπὸ κοινοῦ τὸ ἀναιρεῖται ὑμᾶς μὲν τοὺς πολλοὺς ...: περὶ δημοκρατίας καὶ ἀριστοκρατίας διάλογοι τοὺς δὲ τὰ τοιαῦτα μηχανωμένους: ἤγουν τοὺς κακούργους. μὴ μόνον αὐτοφώρους: αὐτόφωροι, οἱ αὐτῷ τῷ πράγματι ἐλεγχόμενοι ἐπʼ αὐτοφώρῳ λαμβάνων· χαλεπὸν γὰρ ἐπʼ αὐτοφώρῳ ἔχειν αὐτούς καὶ ὧν βούλονται μέν: ἀπὸ κοινοῦ τούτους κολάζων ὧν: ἕνεκα δηλονότι. εἴπερ καὶ μὴ προφυλαξάμενος ...: εἴπερ καὶ πάσχει τις κακῶς πρὶν αἴσθηται ἄν ἐλέγχων: ἤγουν φανερῶς δεικνύων. ἐσκεψάμην: ἤγουν κατʼ ἐμαυτὸν ἐπὶ συννοίας ἔσχον. τί καὶ βούλεσθε ...: πρὸς τὸν Ἑρμοκράτην ἀποτείνει τὸν λόγον ὁ δὲ νόμος ἐκ τοῦ μὴ δύνασθαι ...: ὁ δὲ νόμος ἐτέθη διὰ τὸ μὴ δύνασθαι ὑμᾶς ἄρχειν, κωλύων μᾶλλον ἤπερ ὡς δυναμένους ἀτιμάζων. λέγει δὲ περὶ τῶν νέων, ὅτι εἴργονται τῆς ἀρχῆς διὰ νόμον οὐκ ἀτιμαζόμενοι, ἀλλὰ κωλυόμενοι διὰ τὴν ἡλικίαν ἀλλὰ δὴ μὴ ...: ἀπὸ κοινοῦ τὸ πολλάκις ἐσκεψάμην, τί καὶ βούλεσθε μετὰ πολλῶν ἰσονομεῖσθαι: ἰσότιμοι εἶναι μετὰ τῶν πολλῶν. ἴσον: δίκαιον. τοὺς δὲ ἔχοντας τὰ χρήματα: τουτέστι τὴν ἀριστοκρατίαν μέρος: λείπει τῆς πόλεως ἰσομοιρεῖν: ἰσοτιμίας ἀξιοῦνται ἐν δημοκρατίᾳ οἵ τε πλούσιοι καὶ οἱ συνετοί ξύμπαν ἀφελομένη ἔχει: τῆς ὠφελείας δηλονότι. ἃ ὑμῶν οἵ τε δυνάμενοι καὶ οἱ νέοι ...: ἅπερ ὑμῖν οἵ τε ὀλιγαρχικοὶ καὶ οἱ νέοι προθυμοῦνται πάντα ἔχειν, ἀδυνάτου ὄντος ἐν μεγάλῃ πόλει πάντα τούτους ἔχειν τὸ τῆς πόλεως ξ. κοινόν: τὸ πᾶσι κοινῶς ὠφέλιμον τῆς πόλεως, τοῦτο αὔξετε καὶ πλέον οἱ ἀγαθοὶ ὑμῶν ...: οἱ ἀγαθοὶ ὑμῶν ἡγείσθωσαν τοῦτο καὶ ἴσον εἶναι καὶ πλέον τοῦ ἴσου, τὸ τῶν αὐτῶν μετασχεῖν, ὧν καὶ πᾶσα ἡ πόλις εἰ δʼ ἄλλα βουλήσεσθε: εἰ δὲ μειζόνων ἐφίεσθε, πάντων στερήσεσθε ὡς πρὸς αἰσθ.: ἀντὶ τοῦ ὡς προαισθησομένων καὶ μὴ ἐπιτρεψόντων ἡμῶν εἰ μή τι αὐτῶν ...: τοῦτο ἀνταποδέδοται πρὸς ἐκεῖνο, «ἡ γὰρ πόλις ἥδε, καὶ εἰ ἔρχονται Ἀθηναῖοι, ἀμυνεῖται». καὶ εἰ μὴ ἀληθῆ εἶναι, οὐ διὰ τὰς ὑμετέρας ἀγγελίας αὐθαίρετον δουλείαν ἑλεῖται. τοῦτο γάρ ἐστι τὸ ἐπιβαλεῖται τούς τε λόγους ἀφʼ ὑμῶν ...: ἀπὸ κοινοῦ τὸ οὐκ οἶμαι. οὐκ οἶμαι γάρ, φησίν, ὅτι τοὺς λόγους ὑμῶν ἴσα ἔργοις δύνασθαι ἡ πόλις κρινεῖ οὐχὶ ἐκ τοῦ ἀκούειν ἀφαιρ.: οὐχὶ διὰ τὸ ἀκούειν καταπλαγεῖσα ἀποστερήσεται ἐκ δὲ τοῦ ἔργῳ φυλασσομένη ...: τὴν ἐλευθερίαν πειράσεται σώζειν ἐκ τοῦ διʼ ἔργων μὴ ἐπιτρέπειν τοῖς ἀφαιρουμένοις αὐτήν διαβολὰς μὲν ...: δημηγορία ἑνὸς τῶν στρατηγῶν τῶν κατὰ Σικελίαν μηδὲν δεήσῃ: μάχης δηλονότι. οἷς ὁ πόλεμος ...: οἷς χαίρει πόλεμος, ὧν χρῄζει ἐπιτήδειον: ἁρμόδιον. ἐς ὑμᾶς οἴσομεν: μηνύσομεν ὑμῖν νείμαντες: τὸν στρατόν. ἐν ἑκάστῳ: μέρει. καταγωγαῖς: λιμέσι. εὐκοσμότεροι: εὐτακτότεροι. κατὰ τέλη στρατηγῷ προστεταγμένοι: κατὰ τάξεις ὑπὸ στρατηγοῖς τεταγμένοι εἰσομένας: γνωριοῦσας. καὶ εἴρητο αὐταῖς: ὥριστο ταῖς ναυσί. αὐταῖς προαπαντᾶν: τοῖς προπεμφθεῖσι τῷ στόλῳ δή. ἐπιστάμενοι: τοὺς φίλους. τριήρεσι μὲν ταῖς πάσαις ...: τριήρεις ταχεῖαι, τριήρεις στρατιώτιδες, πεντηκόντεροι, ἱππαγωγοί, πλοῖα, ὁλκάδες ταχεῖαι: πρὸς ναυμαχίαν ἐπιτήδειοι στρατιώτιδες: στρατιώτας τοὺς πεζομαχήσοντας ἄγουσαι τὸ δὲ ἄλλο ναυτικόν: ἤγουν αἱ ἄλλαι νῆες αἱ ἔχουσαι τοὺς ναύτας. ξυνδιέβαλλε: συνδιεπεραιώθη. ὡς ἕκαστοι ηὐπόρησαν: ὡς ἕκαστοι ἔτυχον εὐπλοῆσαι παρεκομίζοντο: ἤγουν παραπλέοντες ἐκομίζοντο. καὶ ἐνταῦθα: ἤγουν ἐν τῷ Ῥηγίῳ. παρεῖχον: οἱ Ῥηγῖνοι δηλονότι. ἀνελκύσαντες: ἤγουν ἐκ τῆς θαλάσσης εἰς τὴν ξηράν. οὐδὲ μεθʼ ἑτέρων: οὔτε μετὰ τῶν Ἀθηναίων οὔτε μετὰ τῶν Συρακουσίων. ἐπὶ τούτοις: μετὰ ταῦτα. παρεσκευάζοντο ...: καὶ πᾶσιν ἐδόκει παρασκευάζεσθαι, οὐδενὸς ἀντιλέγοντος ἔνθα μέν: εἴς τινας. φύλακας: τοὺς διαφυλάξοντας τὰς φιλίας πόλεις καὶ ἐς τὰ περίπλοια: τὰ ἐν τῇ χώρᾳ φρούρια τῶν περιπόλων ἃ περιπλέοντες εἰσῆγον εἰς αὐτὰ φρουρούς. ὡς ἐπὶ ταχεῖ πολέμῳ: ὡς ἐν συντόμῳ ἐσομένῳ ἀντεκεκρούκει: παρὰ γνώμην ἀπηντήκει, ἀποβεβήκει καὶ εἰκὸς ἦν: συστρατεύειν δηλονότι τοῖς Ἀθηναίοις. προσδεχομένῳ: καθὼς προσεδέχετο, κατὰ τὴν αὐτοῦ ὑπόληψιν. τοῖν δὲ ἑτέροιν: Ἀλκιβιάδῃ καὶ Λαμάχῳ ἐξετεχνήσαντο: μετεχειρίσαντο. ἐπέδειξαν: ὑπʼ ὄψιν ἔθηκαν. ἀπʼ ὀλίγης δυνάμεως ...: ὀλίγα τῇ δυνάμει ὄντα μεγάλην φαντασίαν παρεῖχε ξενίσεις: φιλοφρονήσεις. τῶν τριηριτῶν: τῶν ἐν ταῖς τριήρεσιν ἀφικομένων αἰτησάμενοι: χρησάμενοι. τὸ δὲ αἰτήσαντες ἀντὶ τοῦ λαβόντες ἄνευ τοῦ μέλλειν ἀποδώσειν διεθρόησαν: εἰπόντες διετάραξαν. ἐφʼ ὅπερ: διό. παραμείναντας: τοὺς Ἀθηναίους. αὐτοῖς: τοῖς Ἐγεσταίοις. διʼ ὀλίγου ...: διὰ ταχέων καὶ ἄνευ τοῦ προσδοκῆσαι καὶ τῇ πόλει δαπανῶντας ...: ὑπερβατόν, καὶ μὴ δαπανῶντας τὰ οἰκεῖα κινδυνεύειν τῇ πόλει ἤγουν κίνδυνον προξενεῖν τῇ πόλει. ἐπικηρυκεύεσθαι: τὸ διὰ κήρυκος σπένδεσθαι καὶ στρατιὰν ἔχωσι: ἀπὸ τούτων τῶν πόλεων. ἐν πόρῳ: περαιώσει. προσαγαγομένους: χειρωσαμένους. εἰδότας μεθʼ ὧν τις ...: εἰδότας τίνας ἔχουσι συμμάχους τὸ γὰρ πρῶτον πᾶν στράτευμα: τὴν πρώτην προσβολὴν τοῦ στρατεύματος. τῇ γνώμῃ: ἀντὶ τοῦ βουλῇ. σφᾶς: τοὺς Ἀθηναίους. αὐτοὺς ἐκφοβῆσαι: τοὺς Συρακουσίους δηλονότι τοὺς Ἀθηναίους. τῷ αὐτίκα κινδύνῳ τῆς μάχης: ἀπὸ κοινοῦ, τὸ ἐκφοβῆσαι αὐτοὺς τῷ προσδοκῆσαι αὐτίκα ἐν κινδύνῳ διαμαχήσεσθαι μὴ ἥξειν: ἡ μή ἀπόφασις περιττή καὶ ἐσκομιζομένων ...: καὶ τὰ ἐκ τῶν ἀγρῶν εἰς τὴν πόλιν μεταφερόντων τῶν Συρακουσίων οὐκ ἀπορήσειν τοὺς Ἀθηναίους χρημάτων, ἂν κρατοῦντες τῶν Συρακουσίων προσκαθέζωνται τῇ πόλει φευγόντων αὐτῶν τῶν Συρακουσίων ἐς τὴν πόλιν. ἐκείνοις οὐ ξυμμαχήσειν: τοῖς Συρακουσίοις καὶ οὐ διαμελλήσειν καὶ οὐ διστάσειν καραδοκοῦντας πότεροι κρατήσουσιν ἐπαναχωρήσαντας καὶ ἐφορμηθέντας: ἐν τῷ ἐπαναχωρεῖν, ἐν τῷ ἐφορμᾶσθαι. οὔτε πλοῦν πολὺν οὔτε ὁδόν: οὔτε κατὰ γῆν οὔτε διὰ θαλάσσης πολὺ ἀπέχοντα ἐς Νάξον: τὴν Σικελικήν. βουλόμενοι: φρονοῦντες. ἐπικαίρως: συντόμως, τεταγμένως. τὰς ἄλλας: οὐ μόνον τὰς ἑξήκοντα, ἀλλὰ καὶ τὰς ἄλλας παραλαβόντες πλὴν τῶν δέκα. ἐς τὸν μέγαν λιμένα: τῶν Συρακουσῶν δηλονότι. καθειλκυσμένον: ἕτοιμον εἰς τὴν θάλασσαν. πολεμητέα ἦν: πολεμεῖν δυνατὸν ἔσοιτο καὶ ἐκκλησίας γενομένης: τῶν Καταναίων δηλονότι. τῶν ἐν τῇ πόλει: τῶν Καταναίων. κακῶς: ἀτέχνως, σαθρῶς. ἠγόραζον: ἀντὶ τοῦ διέτριβον ἐν ἀγορᾷ πληροῦσι ναυτικόν: ναῦς ναυτῶν πληροῦσιν. ἐς τὸν αἰγιαλόν: τῶν Καμαριναίων. τὰ ὅρκια εἶναι: τοῖς Καμαριναίοις. ἄπρακτοι δὲ γενόμενοι: οἱ Ἀθηναῖοι. τῶν ψιλῶν: τῶν Ἀθηναίων. καὶ καταλαμβάνουσι: ἐντεῦθεν τὰ κατὰ τὸν Ἀλκιβιάδην καὶ οὐ δοκιμάζοντες τοὺς μηνυτάς: οὐ διακρίνοντες, φησί, τοὺς μηνυτὰς πότερον ψεύδονται ἢ ἀληθεύουσιν, ἀλλʼ ὁμοίως πᾶσι πιστεύοντες, διὰ τὸ προσέχειν τοῖς πονηροῖς μηνυταῖς ἐνίους τῶν πολιτῶν χρηστοὺς ὄντας κατέδουν διὰ πον. ἀνθρ. πίστιν: πιστεύοντες πονηροῖς ἀνθρώποις μηνυταῖς. χρησιμώτερον ἡγούμενοι εἶναι ...: κρεῖσσον ἡγούμενοι βασανίσαι μᾶλλον τῶν χρηστῶν τινα καὶ ἐξευρεῖν τὴν ἀλήθειαν ἢ διὰ τὸ μὴ πιστεύειν τοῖς πονηροῖς μηνυταῖς τοὺς ἐν αἰτίᾳ γενομένους ἀπολῦσαι ἀνεξετάστως ἐπιστάμενος γὰρ ὁ δῆμος ἀκοῇ: γνῶσιν ἔχοντες ἐξ ἀκοῆς. τελευτῶσαν: ἐν τοῖς τελευταίοις χρόνοις οὐδʼ ὑφʼ ἑαυτῶν: οὔτε ὑπὸ Ἀθηναίων κοινῇ οὔτε ὑπὸ Ἁρμοδίου καὶ Ἀριστογείτονος διʼ ἐρωτικὴν ξυντυχίαν: ἔρωτος σύμβασιν. ἐπεχειρήθη: ἐτολμήθη. ἐπὶ πλέον διηγησάμενος: μακροτέρᾳ διηγήσει χρησάμενος. ὥρᾳ ἡλικίας λαμπροῦ: ἐπιφανεστάτου ἐν τῇ ἀκμῇ μέσος: οὔτε ἐπιφανὴς οὔτε ἄδοξος πειραθείς: ἐρωτικὴν πεῖραν δεξάμενος. τοῦ Πεισιστράτου: υἱοῦ δηλονότι. καὶ οὐ πεισθείς: αὐτῷ ἐρῶντι δηλονότι. καταγορεύει τῷ Ἀριστογείτονι: μηνύει τῷ ἐραστῇ αὑτοῦ. ἐρωτικῶς περιαλγήσας: περιπαθὴς γεγονὼς ἐπὶ τῷ ἔρωτι. αὐτόν: τὸν Ἁρμόδιον. ὡς ἀπὸ τῆς ὑπαρχούσης ἀξιώσεως: ὡς κατὰ τὴν ὑπάρχουσαν αὐτῷ δύναμιν· ἦν γὰρ μέσος πολίτης ἐν τόπῳ δέ τινι ἀφανεῖ ...: ἐμηχανᾶτο κρύφα προπηλακίσαι τὸν Ἁρμόδιον ὡς διʼ ἄλλην τινὰ αἰτίαν καὶ οὐ διὰ τὸ μὴ τυχεῖν αὐτοῦ ἀνεπιφθόνως: οὐ μεμπτῶς. κατεστήσατο: εὐτάκτησεν. ἐπὶ πλεῖστον: χρόνον δηλονότι. ἀρετὴν: δικαιοσύνην. εἰκοστήν: μοῖραν. πρασσόμενοι: ἀπαιτοῦντες. διέφερον: διήνυον. τὰ δὲ ἄλλα: κατά. τοῖς πρὶν κειμένοις νόμοις ἐχρῆτο: πυλιτευομένοις. ἐπεμέλοντο: προενοοῦντο οἱ περὶ Πεισίστρατον ὥστε αἰεί τινα ἐξ αὐτῶν ἄρχειν Πεισίστρατος: ἦρξε δὴ ἐνιαυσίαν ἀρχήν. ἐν Πυθίου: τῷ τόπῳ. προσοικοδομήσας: ἐπαυξήσας. πρεσβύτατος: πρῶτος τῶν ἄλλων υἱῶν τοῦ Πεισιστράτου. αὐτῷ τούτῳ: τῷ ῥηθησομένῳ. αὐτῷ: τῷ Ἱππίᾳ. διὰ τὸ πρεσβεύειν: διὰ τὸ τῶν ἐξ αὐτοῦ πρεσβύτατος εἶναι καθίστατο: λείπει, τὰ τῆς ἀρχῆς πράγματα ἀλλὰ διὰ τὸ πρότερον ...: ἀλλὰ διὰ τὸ ἐκ μακροῦ χρόνου τοῖς μὲν πολίταις σύνηθες ἐμπεποιηκέναι τοῦ φοβεῖσθαι αὐτόν, τοῖς δορυφόροις δὲ τοῦ φυλάττειν ἐπιμελῶς, ἐκ πολλοῦ τοῦ περιόντος ἀσφαλῶς ἐκράτει ἐπικούρους: φύλακας. καὶ οὐχ ὡς ἀδελφὸς ...: οὐχ, ὡς νεώτερος ὤν, ἐν ἀπορίᾳ ἐγένετο τοῦ πῶς δεῖ καταστήσασθαι τὴν ἀρχήν ἐν ᾧ οὐ πρότερον ...: διὰ τὸ μὴ πρότερον ἄρχειν μεμελετηκέναι τῇ δυστυχίᾳ ὀνομασθέντα: διὰ τὴν συμπεσοῦσαν αὐτῷ δυστυχίαν ὀνομασθέντα, ὀνομαστὸν γενόμενον, ὑποληφθῆναι ὅτι ἐτυράννησεν ἀπαρνηθέντα ...: ἀρνησάμενον ὁμιλῆσαι τῷ πειρῶντι ἐπαγγείλαντες: προστάξαντες ἐν πομπῇ τινι: ἐν πανηγύρει. τὴν ἀρχήν: τοὺς ἄρχοντας. παρωξύνετο: ἐθυμοῦτο. τὰ πρὸς τοὺς δορυφόρους: ἤγουν εἰς τά. καὶ τοὺς μὴ προειδότας: τὴν ἐπιβουλὴν δηλονότι. ἔξω ἐν τῷ Κεραμεικῷ: ἔξω τῆς πόλεως. οἰκείως: φιλικῶς. τὸν λυπήσαντα οὖν: τὸν Ἵππαρχον οὐ ῥᾳδίως διετέθη: ἤτοι χαλεπῶς διετέθη, ἢ οὐ ῥᾳδίως οὐδὲ εὐκόλως ἀνῃρέθη ἤγουν οὐ διάθεσιν τιμωριῶν ἐλάμβανεν ῥᾳδίαν ἐνεγκεῖν. ἀγγελθέντος δὲ ...: ἡ διάνοια· Ἱππίας, ἀγγελθέντος αὐτῷ τοῦ πράγματος, ἐβάδισεν οὐκ ἐπὶ τὸν γενόμενον φόνον, ἀλλʼ ἐπὶ τοὺς ὁπλίτας οὔπω αἰσθανομένους. πρότερον ἢ αἰσθέσθαι: οὔπω ᾐσθημένων τὰ περὶ τὸν Ἵππαρχον τῶν τὴν πομπὴν πεμπόντων ὁπλιτῶν διὰ τὸ ἄπωθεν εἶναι ἀδήλως τῇ ὄψει πλασάμενος: ὑποκρινάμενος φαιδρὸς εἶναι τῷ προσώπῳ ἤγουν ἀσύγχυτον τὴν ἑαυτοῦ ὄψιν τηρήσας καὶ μὴ ὑπεμφαίνουσαν τεκμήριον τοῦ πάθους. ὑπολαβεῖν: ὑφαρπάσαι ἐξελέγετο: κατʼ ἐκλογὴν ἐλάμβανεν. ἐκ τοῦ παραχρῆμα περιδεοῦς: ἐκ τοῦ εὐθέως φόβου καὶ τὸ φοβηθέντας αὐτοὺς ὡς μεμηνυμένους ἀλογίστῳ τόλμῃ ἐπὶ τὸν Ἵππαρχον χωρῆσαι διὰ φόβου.. ὤν: ἤγουν φοβούμενος. εἴ ποθεν ...: εἴ ποθεν αὐτῷ ἀσφάλεια γένοιτο ἐάσαντι τὴν τυραννίδα ἀριστεύσαντος: ἤγουν ἀρίστου γενομένου. Ἱππίου: θυγατέρα. ἀτασθαλίην: αὐθάδειαν, ἀλαζονείαν. ἔτι: ἤγουν μετὰ τὸν φόνον τοῦ Ἱππάρχου. Ἀλκμεωνιδῶν: πολλοὶ μέγα γράφουσι, πλὴν κακῶς τόδε· ἐκ ῥήματος γὰρ οὐδὲ τῶν πατρωνύμων ὑπόσπονδος: τοῖς Ἀθηναίοις δηλονότι. ὡς βασιλέα Δαρεῖον: ὡς Ἱππίας Ἀθηναίων τύραννος πρὸς Δαρεῖον ἀπέδρα ὑπόπτης: σημείωσαι ὑπόπτης τοὺς ἵππους φασὶ τοὺς ταρασσομένους ὑπόπτας λέγεσθαι καὶ οὐκ ἐν παύλῃ ἐφαίνετο: καὶ οὐδεμία ἦν ἀπόπαυσις τοῦ συλλαμβάνειν τοὺς ἄνδρας καὶ ζήτησιν ποιεῖσθαι τῶν γενομένων λέγων δέ: ὁ συνδεσμώτης. αὐτόν: τὸν κατειπόντα ἄδειαν ποιησάμενον σῶσαι: ἐν ἀδείᾳ γενόμενον σῶσαι ἀντὶ τοῦ τολμήσαντα. ἐπανεῖπον: εἶπον. τουτέστιν ὑπέσχοντο καὶ ἐκήρυξαν ὠφέλητο: οὐ γὰρ ὑπώπτευον ἔτι ἀλλήλους χαλεπῶς: κατὰ τοῦ Ἀλκιβιάδου. καὶ κατέδαρθον: ἀπὸ κοινοῦ τὸ ἡ πόλις διὰ ταῦτα: διὰ τὰ κατηγορημένα τοῦ Ἀλκιβιάδου καὶ διὰ τοὺς ξένους αὐτοῦ τοὺς ἐν Ἄργει, ὑποπτευθέντας ἐπιτίθεσθαι τοῖς Ἀργείοις, οἱ Ἀθηναῖοι παρέδωκαν τῷ δήμῳ τῶν Ἀργείων τοὺς ὁμήρους τοὺς ἐν ταῖς νήσοις ἀποκειμένους ὡς οἰκείους ὄντας τῶν τοῦ Ἀλκιβιάδου ξένων εἴρητο δὲ προειπεῖν αὐτῷ: εἰρήκεσαν δὲ ὥστε προειπεῖν αὐτῷ ἀκολουθεῖν: τοῖς ἐκ τῆς Σαλαμινίας ναός. τό τε πρὸς τοὺς ἐν τῇ Σικελίᾳ ...: τὸ τότε οὐκ ἔστι χρονικόν, ἀλλʼ ἀνέστραπται οὕτω, θεραπεύοντές τε τὸ πρὸς τοὺς ἐν Σικελίᾳ στρατιώτας τε σφετέρους καὶ πολεμίους μὴ θορυβεῖν, ὥστε μηδένα θόρυβον συλληφθέντος τοῦ Ἀλκιβιάδου μήτε ἀπὸ τῶν Ἀττικῶν στρατιωτῶν ἀγανακτούντων γενέσθαι μήτε ἀπὸ τῶν πολεμίων καταφρονησάντων παραμεῖναι: ἐν Σικελίᾳ. διʼ ἐκείνου νομίζοντες: σημείωσαι τοῦ φεύγοντος τὸ ἐπὶ διαβολῇ ...: προδιαβεβλημένοι ἐπὶ δίκην καταπλεῦσαι σημείωσαι ἐρήμῃ δίκῃ ὅθεν ἡ παροιμία τὸ μέρος τὸ ... κόλπον: τὰ δυτικώτατα αὐτῆς οὐκ ἐδέχοντο: οἱ Ἱμεραῖοι. παρεγένοντο γάρ: τοῖς Ἀθηναίοις. αὐτῶν: τῶν Ἐγεσταίων. καὶ εἰ ξυνοικήσοντες: οἷον εἰ γαμηθησόμενοι· τὸ δὲ εἰ ἀντὶ τοῦ πότερον κεῖται οἱ στρατηγοὶ τῶν Ἀθηναίων: οἱ στρατηγοὶ τῶν Ἀθηναίων προσελαυνόντων τῶν Συρακουσίων καὶ ἐνυβριζόντων ἀγανακτοῦντες, βουλόμενοί τε τοὺς Συρακουσίους ποιῆσαι προελθεῖν πόρρω τῆς πόλεως πανδημεί, ἅμα τε καὶ αὐτοὶ στρατόπεδον ἐπιτήδειον καθʼ ἡσυχίαν καταλαβεῖν εἰδότες οὐκ ἂν ὁμοίως δυνηθέντες: ἀπὸ κοινοῦ τὸ στρατόπεδον καταλαβεῖν· εἰδότες ὅτι οὐχ ὁμοίως δυνήσονται στρατόπεδον καταλαβεῖν ἐπιτήδειον οὐχ ὁμοίως οἱ Ἀθηναῖοι καθʼ ἡσυχίαν ᾤοντο στρατόπεδον δυνήσεσθαι καταλαβεῖν, οὔτʼ εἰ κατὰ θάλασσαν φανερῶς καὶ προῃσθημένων τῶν Συρακουσίων ἐπιπλέοιεν — χαλεπὴν γὰρ ἔσεσθαι τὴν ἀπόβασιν ἀντιταχθησομένων τῶν ἐναντίων καὶ οὐκ ἀπαρασκεύων ὄντων — οὔτʼ εἰ κατὰ γῆν ἐπίοιεν ἐκ τοῦ φανεροῦ — καὶ γὰρ καὶ οὕτως ἐδόκουν βλαβήσεσθαι· διὰ ταῦτα δὴ ἀπάτῃ ἐβούλοντο χρήσασθαι καὶ παρασχεῖν δόκησιν τοῖς Συρακουσίοις ὡς κατὰ γῆν ἰόντες, ὅπως ἐπεξελθόντες ἐκεῖνοι πανδημεὶ παρατάξωνται τοὺς γὰρ ἂν ψιλοὺς ...: τούς τε ψιλοὺς τῶν Ἀθηναίων καὶ τὸν ἄλλον ὄχλον τὸν ἑπόμενον ᾤοντο βλαβήσεσθαι σφῶν: τῶν Ἀθηναίων. ὑπὸ τῶν ἱππέων: τῶν Συρακουσίων. αὐτούς: τοὺς στρατηγούς. οἳ ξυνείποντο: τοῖς Ἀθηναίοις. τοιόνδε τι οὖν: τὸ ἑξῆς, ἃ γιγνώσκοντες οἱ στρατηγοὶ τῶν Ἀθηναίων, καὶ βουλόμενοι, καὶ τὰ λοιπά, τοιόνδε τι μηχανῶνται. πρὸς ἃ ἐβούλοντο: πρὸς τὸ καταλαβεῖν τὸ στρατόπεδον σφίσι: τοῖς Ἀθηναίοις. τῇ δοκήσει ...: δοκοῦντα οὐχ ἧττον εἶναι φίλον ἐκείνοις ἤπερ κατὰ ἀλήθειαν τοῖς Ἀθηναίοις ἦν φίλος ἀπὸ τῶν ὅπλων: ἤγουν χωρὶς ὅπλων. ἐκεῖνοι: οἱ Συρακούσιοι. καὶ ἡτοιμάσθαι ἤδη: καὶ ἑτοίμους εἶναι τοὺς ἄνδρας, παρʼ ὧν αὐτὸς ἥκει εἶναι ἐν διανοίᾳ: διανοεῖσθαι ἐς τὸ κατὰ τὸ Ὀλυμπιεῖον: τόπον ἐπιτήδειον ἐνστρατοπεδεύσασθαι, λιμένα μέγαν δή. ἄνηκται: ἀνέπλευσεν. ἀποστρέψαντες: πρὸς τὰς Συρακούσας κινηθέντες. ἀποτρεπόμενοι: ὀπίσω ἐπανερχόμενοι. αὐτοῖς: τοῖς Συρακουσίοις ἐπιτήδειον: ἁρμόδιον ἐνστρατοπεδεύσασθαι. ἔρυμά τε ᾗ ἐφοδότατον ἦν τοῖς πολεμίοις: ἐφοδώτατον, τὸ ἐπίβουλον καὶ ἔφοδον εὐχερῶς δεχόμενον προσβῆναι δυνατόν εὐπρόσιτον. λίθοις λογάδην καὶ ξύλοις: ὅτι λογάδας ἐν τῇ τετάρτῃ λέγει λίθους τοὺς ἐπιλέκτους, καὶ οὐ τοὺς ἐπιτυχόντας, δῆλον ἐντεῦθεν ὤρθωσαν: χαλεπῶς ἐποίησαν ὀρθόν. ἐκ μὲν τῆς πόλεως: τῶν Συρακουσίων. τὸ δὲ ἥμισυ ἐπὶ ταῖς εὐναῖς ἐν πλαισίῳ: πλαίσιον, τὸ τετράγωνον τῆς τάξεως σχῆμα ἐν τετραγώνῳ σχήματι τετραγώνῳ παρασεσαλευμένῳ γρ. καὶ ἐν πλαισίῳ ἤτοι τετρ. σχ. … τῶν ἐπιτάκτων: τῶν ὄπισθεν ἐπιτεταγμένων παρὰ ταῖς εὐναῖς αὐτοῖς: τοῖς Συρακουσίοις. πολλῇ μὲν παραινέσει ...: δημηγορία Νικίου ἀπολέκτους: ἐξῃρημένους. ὑπερφρονοῦσι: ἤγουν περιφρονοῦσι, παρʼ οὐδὲν ἄγουσι. διὰ τὸ τὴν ἐπιστήμην τῆς τόλμης ἥσσω ἔχειν: ἤτοι διὰ τὸ τόλμαν μὲν ἔχειν αὐτούς, ἐπιστήμην δὲ οὔ, ἢ διὰ τὸ ἥττονα εἶναι τὴν ἐκείνων ἐπιστήμην τῆς ἡμετέρας τόλμης παραστήτω: δεδόχθω. ἐξ ἧς: ἤτοι λείπει τὸ ἐξ ἧς ὁρμωμένους, ἢ τὸ ἐξ ἧς ἀντὶ τοῦ ἐν ᾗ ἀξίας: ἤτοι δόξης … καὶ τὴν παροῦσαν ἀνάγκην καὶ ἀπορίαν: τὸ ἐν ἀλλοδαπῇ τε εἶναι καὶ πόρρω τῆς πατρίδος ἐπῆγε τὸ στρατόπεδον: κατὰ τῶν πολεμίων δηλονότι. ἐπεληλύθεσαν: εἰς τὴν πόλιν δή. οἱ δέ: αὐτοὶ δὲ οἱ ἐπεληλυθότες εἰς τὴν πόλιν. ὑστέριζον: ἤγουν ὕστερον ἤρχοντο. ἐλλιπεῖς: ἤγουν ἥττους τῶν Ἀθηναίων. ἀνδρείᾳ οὐχ ἥσσους: ἀνδρίαν νῦν λέγει τὸ θάρσος. θαρσαλέως μὲν οὖν, φησίν, οὐχ ἧσσον τῶν Ἀθηναίων ἐχώρουν εἰς τὴν μάχην, τῇ δὲ ἐπιστήμῃ λειπόμενοι, καὶ τῇ προθυμίᾳ ἄκοντες ἡττῶντο ἐς ὅσον: μέχρις οὗ. ἐπιστήμη: πολεμική. ἀντέχοι: ἀντιπίπτοι. τῷ ἐλλείποντι: τῇ ἐλλείψει. αὐτῆς: τῆς ἐπιστήμης οἵ τε λιθοβόλοι καὶ σφενδονῆται: λιθοβόλοι οἱ τοῖς λίθοις μόνοις πρὸς τὸν πόλεμον χρώμενοι σφάγια προύφερον: ἔμπροσθεν τῆς στρατιᾶς ἐσφαγιάζοντο τὰ νομιζόμενα: τὰ κατʼ ἔθος νόμιμον γενόμενα. ξύνοδον ἐπώτρυνον: παρώρμων πρὸς τὸ ξυμμῖξαι περί τε τῆς ἀλλοτρίας οἰκείαν σχεῖν ...: ὥστε κτήσασθαι τὴν ἀλλοτρίαν καὶ διὰ τοῦ ἡττηθῆναι μὴ κακῶσαι τὴν πατρίδα ἡ διάνοια· περὶ τῆς ἀλλοτρίας μαχούμενοι ὥστε αὐτοὺς τὴν ἀλλοτρίαν ποιήσειν οἰκείαν. ἐκείνοις: τοῖς Ἀθηναίοις. μέγιστον μὲν περὶ τῆς αὐτίκα ...: μάλιστα μὲν διὰ τὴν ἰδίαν σωτηρίαν προθύμως ἐμάχοντο, ἥτις ἦν ἀνέλπιστος αὐτοῖς, εἰ μὴ κρατοῖεν ἔπειτα δὲ ἐν παρέργῳ ...: οἱ ὑπήκοοι πρότερον μὲν διὰ τὴν αὐτῶν σωτηρίαν προθύμως ἐμάχοντο, αὖθις δέ, εἰ καὶ ἄλλο τι, καὶ διὰ τοῦτο μάλιστα ὅπως, συγκαταστρεψαμένων αὐτῶν τὴν Σικελίαν, οἱ Ἀθηναῖοι πραότερον τῶν συναγωνισαμένων ἄρχοιεν· τοῦτο γάρ ἐστι τὸ ῥᾳδίως ὑπακούσονται εἴ τι ἄλλο: διʼ ἄλλο τι. γενομένης δʼ ἐν χερσὶ τῆς μάχης: ἤτοι συνελθόντων ἐγγὺς καὶ ἐκ χειρὸς μαχομένων μετὰ τὸ παύσασθαι τοὺς λιθοβόλους καὶ τοὺς σφενδονήτας. ἤ, ὥς τινες, ἀρξαμένης δὲ τῆς μάχης ἀντεῖχον: ὑπέμενον τοῖς μέν: τοῖς Συρακουσίοις ξυνεπιλαβέσθαι: αἴτιον φόβου γενέσθαι τοῖς δʼ ἐμπειροτέροις: τοῖς Ἀθηναίοις ὥρᾳ ἔτους περαίνεσθαι: κατὰ καιρὸν γενέσθαι τοὺς δὲ ἀνθεστῶτας ... παρέχειν: ἐκπλαγῆναι δὲ μᾶλλον ὑπὸ τῶν ἀνθεστώτων μὴ νικωμένων καὶ ἀήσσητοι: οὐ τὸ σύνολον, ἀλλὰ τότε οὐχ ἡττημένοι αὐτῶν: τῶν Ἀθηναίων. ἐπακολουθήσαντες: οὐχ οἱ ἱππεῖς, ἀλλʼ οἱ Ἀθηναῖοι ἀπέθανον δὲ αὐτῶν: τῶν Συρακουσίων ἀπέθανον δὲ αὐτῶν: τῶν Ἀθηναίων διαχειμάσοντες: ἐν Νάξῳ καὶ Κατάνῃ καὶ παρελθὼν αὐτοῖς ...: παραίνεσις Ἑρμοκράτους οὐ μέντοι τοσοῦτόν γε ...: οὐχ οὕτως ἡττηθῆναι, ὡς ἄν τις ᾤετο τοῖς πρώτοις ... ἐμπειρίᾳ: τοῖς ἐμπειρίαν ἔχουσι καὶ γυμνασίαν περὶ τὸ μάχεσθαι παρασκευάσωσι: ἤγουν παιδεύσωσιν εἰς παρασκευήν. τὴν μέν: τὴν εὐταξίαν. τὴν δʼ εὐψυχίαν: τὴν ἀνδρίαν. ὅμοιον δὲ τοῦτο τῷ ἐν τῷ προοιμίῳ «μετὰ κινδύνων τὰς μελέτας ποιούμενοι» μετὰ τοῦ πιστοῦ τῆς ἐπιστήμης: μετὰ τοῦ πεποιθέναι τῇ ἐπιστήμῃ ὅπῃ ἂν ἐπίστωνται: ὅπῃ ἂν ἄγειν ἡγῶται συμφέρειν στέγεσθαι: ἀντὶ τοῦ σιωπᾶσθαι καὶ ἐς τὴν Κόρινθον: πρεσβεία Συρακοσίων πρός τε Κορινθίους καὶ Λακεδαιμονίους ὠφελίαν: ἤγουν συμμαχίαν. ἃ μὲν ἐπράσσετο: τὰ τῆς προδοσίας δηλονότι. Ἀλκιβιάδης γὰρ ...: περὶ Ἀλκιβιάδου τοῦ διώκοντος ξυνειδὼς τὸ μέλλον: εἰδὼς τὸ μέλλον ὑπὸ τῶν Ἀθηναίων ἔσεσθαι τούς τε ἄνδρας: τοὺς ὑπόπτους ὡς προδιδόντας ἐπεκράτουν: βουλευομένων τῶν Μεσσηνίων ἐπεκράτουν οἱ μὴ βουλόμενοι δέχεσθαι τοὺς Ἀθηναίους ταῦτα: τὰ τῶν Συρακουσίων. ἐπιτήδεια: τρόφιμα. καὶ προυχώρει οὐδέν: οὐδὲν ἠνύετο ὑπʼ αὐτῶν. ὅρα καὶ σταυρώματα περὶ τὸ στρατόπεδον ποιησάμενοι: ὅρα, οἱ περιπεφραγμένοι τόποι, καὶ οἷον ὅροις τισὶ διειλημμένοι, καὶ εἰς ἀπόθεσίν τινος πεποιημένοι· καὶ ἴσως ἐστὶ τὰ νῦν ἐν τῇ συνηθείᾳ λεγόμενα ὅρια ὅρια περὶ τὸ στρατόπεδον ποιησάμενοι. οἱ μὲν τὰ νεώρια ἤκουσαν, ἀκολουθήσαντες Ὁμήρῳ εἰπόντι· οὐρούς τʼ ἐξεκάθαιρον· οἱ δʼ ἀποθήκας διʼ ἐλάσσονος: διὰ ταπεινοτέρου τόπου. εὐαποτείχιστοι ὦσιν: εὐκόλως ἀποτειχισθῶσι, ἵνα μὴ ἐκ τῆς πόλεως ἐξέλθοιεν. ἐπὶ Λάχητος: ἀντὶ τοῦ ἄρχοντος Λάχητος. προσχωρῶσι δʼ αὐτοῖς: οἱ Καμαριναῖοι τοῖς Ἀθηναίοις ἀπὸ κοινοῦ τὸ μή οὐ τὴν παροῦσαν ...: δημηγορία Ἑρμοκράτους τοῦ Συρακουσίου τοὺς μέλλοντας ἀπʼ αὐτῶν λόγους: ἀπὸ κοινοῦ τὸ δείσαντες· ἵνα ᾖ, δείσαντες τὴν τῶν Ἀθηναίων περὶ τοὺς λόγους δεινότητα τὰς μὲν ἐκεῖ πόλεις: τὰς περὶ τὰς Ἀθήνας. τῇ δὲ αὐτῇ ἰδέᾳ: τρόπῳ, διανοίᾳ. καὶ ὅσοι ἀπὸ σφῶν ἦσαν: καὶ ὅσοι ἄποικοι ἦσαν αὐτῶν εὐπρεπῆ: πιθανήν. οἱ μὲν σφίσιν ... καταδουλώσεως: Ἀθηναῖοι δὲ περὶ τοῦ ἑαυτοῖς. ἀλλὰ μὴ τῷ Μήδῳ καταδουλωθῆναι τοὺς Ἕλληνας οἱ δʼ ἐπὶ δεσπότου μεταβολῇ: οἱ δὲ ἄλλοι Ἕλληνες ὑπὲρ τοῦ ἀλλάξαι δεσπότην κακοξυνετωτέρου δέ: πανουργοτέρου δέ ἀμύνοντες: ἡμεῖς οἱ Σικελιῶται ξυστραφέντες: ἤγουν συνταχθέντες. ταύτῃ: τῷ κατὰ πόλεις δηλονότι ληφθῆναι ἰδίᾳ ἕκαστοι … τοῦ ἄπωθεν ξυνοίκου: τοῦ συνοικοῦντος μὲν Ἕλληνος ἐν τῇ Σικελίᾳ, πολὺ δὲ διεστῶτος πρὸ δὲ αὐτοῦ ...: ὑπὲρ αὑτοῦ δὲ ἕκαστος ἡγεῖται τὸν ἰδίᾳ κακῶς πάσχοντα δυστυχεῖν ὑπέρ γε τῆς ἐμῆς: χώρας ἐμοῦ: τοῦ Συρακουσίου δηλονότι. βεβαιώσασθαι: βεβαιότατα σχεῖν ἢ περιποιήσασθαι εἴ τέ τις φθονεῖ μὲν ...: εἴ τις ὁμοῦ μὲν φθονεῖ τοῖς Συρακουσίοις, ὁμοῦ δὲ δέδοικεν αὐτῶν τὸ μέγεθος — φοβεροὶ γὰρ ἅμα καὶ ἐπίφθονοι καθεστᾶσιν οἱ μείζους — καὶ διὰ τοῦτο βούλεται μὲν κακωθῆναι τοὺς Συρακουσίους, ὑπὲρ τοῦ σωφρονεστέρους γενέσθαι καὶ μὴ φορτικοὺς τοῖς ἀστυγείτοσι, σωθῆναι μέντοι γε ὅμως διὰ τὴν ἰδίαν ἀσφάλειαν, ἵνα μὴ μονωθεὶς αὐτῶν καὶ αὐτὸς καταδουλωθῇ, οὗτος ἴστω οὐ δυνατῶν ἀνθρώποις ὀρεγόμενος. δοκεῖ δέ πως ἀκαταλλήλως ἀπηντηκέναι πρὸς τὴν πρόθεσιν. προειπὼν γὰρ ὅτι εἴ τις ἢ φθονεῖ ἢ φοβεῖται καὶ βούλεται — ὁ φθονῶν — κακωθῆναι τοὺς Συρακουσίους, ὤφειλεν ἐπενεγκεῖν ὅτι ἄρα ὁ φοβούμενος αὐτοὺς πολὺ μᾶλλον ἀπολέσαι σπουδάσει. ὁ δὲ αὐτὸ τοὐναντίον εἰρηκέναι δοκεῖ, ὅτι ὁ φοβούμενος βούλεται περιγενέσθαι τοὺς Συρακουσίους. οὐ μήν ἐστιν ἀκατάλληλον· οὐ γὰρ ἄλλου μέν φησιν ὀρέγεσθαι τοὺς φθονοῦντας, ἄλλου δὲ τοὺς φοβουμένους, ἀλλʼ ἑνὸς ἀμφοτέρους, τοῦ κακωθῆναι δηλονότι τοὺς Συρακουσίους· τοῦ μέντοι περιγενέσθαι αὐτοὺς ἐφίεσθαι οὐ τοὺς φοβουμένους, ἀλλὰ τοὺς προνοουμένους τῆς αὑτῶν ἀσφαλείας. μᾶλλον οὖν περιαιρετέον τὸν μέν σύνδεσμον ἐκ τοῦ «κακωθῆναι μέν, ἵνα σωφρονισθῶμεν» φθονεῖ ... φοβεῖται: ὅτι τὸ φοβερὸν εἶναι καὶ τὸ φθονεῖσθαι, ὡς καὶ Σοφοκλῆς πρὸς γὰρ τὸν ἔχοντα ὁ φθόνος ἕρπει ἵνα σωφρονισθῶμεν: ταπεινωθῶμεν. περιγενέσθαι δέ: τοὺς Συρακουσίους περιγενέσθαι τῷ πολέμῳ, ἵνα καθυπέρτεροι γένωνται τῶν Ἀθηναίων οὐ γὰρ οἷόν τε ἅμα ...: οὐ γὰρ οἷόν τε τυχεῖν πάντων ὧν ἐπιθυμεῖ ὁ Σικελιώτης, κακωθῆναι μὲν τοὺς Συρακουσίους, περιγενέσθαι δὲ ὅμως τῆς τύχης: ἤγουν τῆς ἐκβάσεως τῶν πραγμάτων. καὶ εἰ γνώμῃ ἁμάρτοι: καὶ εἰ ὧν ἐπιθυμεῖ τούτων διαμάρτοι δυστυχήσας, βουληθείη ἄν ποτε τοῖς νῦν ἡμετέροις ἀγαθοῖς φθονῆσαι αὐτόν, ἐπὶ ταῖς ἰδίαις συμφοραῖς ὀλοφυρόμενος ἀδύνατον δὲ ...: βουλήσεται μὲν ἴσως, οὐ δυνήσεται δὲ τοῖς ἐμοῖς ἀγαθοῖς τότε φθονῆσαι, ὁ μὴ θελήσας τοὺς αὐτοὺς ἐμοὶ κινδύνους ἐπανελέσθαι. τὸ δὲ «οὐ περὶ τῶν ὀνομάτων, ἀλλὰ περὶ τῶν ἔργων» διὰ μέσου κεῖται, ὡς ἄξιον ὂν ἀναδέχεσθαι κινδύνους οὐ πρὸς τὰ ὀνόματα ἀποβλέποντας, ἀλλὰ πρὸς τὰ ἔργα. τίνα δὲ τὰ ὀνόματα καὶ τὰ ἔργα, ἑξῆς ἐπιφέρει λόγῳ μὲν γὰρ ...: τοῦτο ἐξήγησίς ἐστι τοῦ προτέρου. ὁ μὲν γὰρ πρὸς τὰ ὀνόματα ἀποβλέπων οἰήσεται σώζειν συμμαχῶν τὴν ἡμετέραν δύναμιν, τουτέστιν ἡμᾶς· ὁ δὲ πρὸς τὰ ἔργα ἀφορῶν τῆς ἑαυτοῦ προνοεῖσθαι σωτηρίας ἡγήσεται. ἀσφαλέστερον δὲ εἶπε τὸ σωτηρίαν σώζοι καὶ τὰ δεύτερα κινδυνεύσοντας: ἀντὶ τοῦ καὶ μεθʼ ἡμᾶς εὐθὺς κινδυνεύσοντας αὐτοὺς δέ: ἤγουν ὑμᾶς. ἰόντας: ὥσπερ ἂν εἰς τὴν Καμαριναίαν δεόμενοι ἂν ἐπεκαλ.: ἐδεῖσθε ἂν ἡμῶν συμμάχων ταῦτα ἐκ τοῦ ὁμοίου: τὸ ἑξῆς· ταῦτα ἐκ τοῦ ὁμοίου φαίνεσθαι παρακελευομένους λέγει δὲ ὅτι οὕτω παρακελεύεσθαι αὐτοῖς μὴ μαλακίζεσθαι, ὥσπερ ἂν ἡμῖν παρεκελεύσασθε, εἰ ἐφʼ ὑμᾶς ὥρμησαν οἱ Ἀθηναῖοι ἐπὶ ταῦτα: τὰ εἰρημένα, τουτέστι τῷ λόγῳ μὲν βοηθεῖν καὶ συμμαχεῖν τοῖς Συρακουσίοις, ἔργῳ δὲ ἑαυτῷ, εἴπερ ἐκ διαδοχῆς ὁ κίνδυνος εἰς πάντας δειλίᾳ δὲ ἴσως ...: δειλίᾳ δὲ προβλήματι χρήσεσθε τῷ δικαίῳ δῆθεν ὡς ἀξιοῦντες ὁμοίως ἡμῖν τε καὶ Ἀθηναίοις προσφέρεσθαι ἐπὶ τοῖς φίλοις: ἤγουν κατὰ τῶν φίλων … τῶν δὲ ἐχθρῶν ...: κατὰ δὲ τῶν ἐπιστρατευσάντων ὑμῖν ἐχθρῶν ὑπʼ ἄλλων: λείπει τὸ ἐπιόντων ἀδικῶνται ξυγκατοικίζειν: ἤγουν τοῖς Ἀθηναίοις. τὸ ἔργον τοῦ καλοῦ δικ.: ἔργον μὲν τὴν τῶν Ἀθηναίων εἰς Σικελίαν ἄφιξιν λέγει ἢ τὴν πρόφασιν τῆς ἀφίξεως, καλὸν δὲ δικαίωμα τὸ φάσκειν διὰ τὸ συγγενὲς τοῖς Χαλκιδεῦσι βοηθεῖν ἀλόγως σωφρονοῦσιν: ἀντὶ τοῦ παρὰ λόγον. ἡ δὲ διάνοια· δεινὸν ἂν εἴη, εἰ Ῥηγῖνοι μέν, καίτοι Χαλκιδεῖς ὄντες, τὴν παρουσίαν τῶν Ἀθηναίων εὔλογον δοκοῦσαν, ὡς ἂν ἐπὶ βοήθειαν τῶν συγγενῶν ἥκουσαν, ὅμως ὑποπτεύοντες οὐ προσέθεντο αὐτοῖς, παρὰ τὸ φαινόμενον εὔλογον ἰδιοπραγοῦντες, ὑμεῖς δὲ διὰ πρόφασιν πιθανὴν Ἀθηναίους μὲν βούλεσθε ὠφελεῖν, τοὺς δὲ συγγενεῖς μετὰ τῶν ἐχθίστων διαφθεῖραι τοὺς μὲν φύσει πολεμίους: ἤγουν τοὺς Ἀθηναίους. ξυστῶμεν: ἤγουν εἰς τὸ αὐτὸ ἔλθωμεν. οὗτοι σπεύδουσι: οὗτοι οἱ Ἀθηναῖοι Ὅμηρος ἦ κεν γηθήσαι Πρίαμος πρὸς ἡμᾶς μόνους: ἐπὶ μόνους ἡμᾶς περιγενόμενοι: ἡμῶν δηλονότι. τὰ πολέμια: κατὰ τὰ πολέμια. καὶ μὴ ἐκείνην τὴν προμηθίαν ...: τὸ ἑξῆς, τὸ μηδετέροις βοηθεῖν ὡς ἀμφοτέρων οὖσι φίλοις μὴ δοκείτω προμηθὲς εἶναι, ὡς ὑμῖν μὲν ἀσφαλοῦς ὄντος τοῦδε, ἡμῖν δὲ δικαίου φανησομένου βοηθεῖν: ὑμᾶς δηλονότι. οὐ γὰρ ἔργῳ ἴσον ...: ὅτι τὸ ἴσον ἐπὶ τοῦ δικαίου πρόσθεν ἐτέτακτο, δῆλον ἐντεῦθεν. οὐ γάρ, ὥσπερ λεγόμενον, φησί, δικαιοφανές ἐστιν, οὕτω καὶ ταῖς ἀληθείαις δίκαιον τυγχάνει εἰ γὰρ διʼ ὑμᾶς μὴ ξυμμαχήσαντας ...: εἰ γὰρ διὰ τὸ ὑμᾶς μηδετέροις συμμαχεῖν ἡμεῖς μὲν κακῶς πεισόμεθα, Ἀθηναῖοι δὲ κρατήσουσι, τί ἄλλο ἢ ἐκποδὼν ἀμφοτέροις στάντες ἡμῖν μὲν ὑπὲρ σωτηρίας ἀγωνιζομένοις οὐκ ἀμυνεῖτε, ἐκείνους δὲ οὐ κωλύσετε τῆς πλεονεξίας; ὅτε παθών: ἤγουν ὁ Συρακούσιος. καὶ ὁ κρατῶν: ἤγουν ὁ Ἀθηναῖος. τοῖς μὲν: τοῖς Συρακουσίοις τοὺς δέ: τοὺς Ἀθηναίους τήν τε κοινὴν ὠφελίαν: ἤτοι τὴν ὁμοφροσύνην κοινὴν ὠφέλειαν εἶπεν ἢ τὴν ἐλευθερίαν τῶν Σικελιωτῶν φίλους δὴ ὄντας: προφασιζομένους εἶναι φίλους οὐδὲν ἔργον εἶναι: οὐ χαλεπὸν εἶναι δεόμεθα δὲ ...: τὸ μὲν «δεόμεθα δὲ καὶ μαρτυρόμεθα ἅμα, εἰ μὴ πείσομεν» ἀνέστραπται. οὕτω γὰρ ἦν τὸ ἑξῆς· εἰ μὴ πείσομεν, ἅμα δεόμεθα καὶ μαρτυρόμεθα. προσαποδέδοται πρὸς μὲν τὸ δεόμεθα, ὅτι ἐπιβουλευόμεθα ὑπὸ Ἰώνων, πρὸς δὲ τὸ μαρτυρόμεθα τὸ προδιδόμεθα ὑφʼ ὑμῶν τῷ δʼ αὐτῶν ὀνόματι τιμηθήσονται: τιμῆς δὲ καὶ δόξης αὐτοὶ μόνοι τεύξονται, ὅτι Ἀθηναῖοι Σικελίας ἐκράτησαν μόνοι καὶ τῆς νίκης οὐκ ἄλλον τινὰ ἆθλον ...: τὸ ἆθλον αὐτοῖς καὶ οἷον ἐπινίκιον οὐδὲν ἄλλο ἢ ὑμεῖς γενήσεσθε δουλωθέντες οἱ τῆς νίκης αἴτιοι τῆς αἰτίας τῶν κινδύνων: αἴτιοι τοῦ κινδυνεῦσαι γεγονότες σκοπεῖτε οὖν καὶ αἱρεῖσθε ἤδη ...: σκεψάμενοι οὖν ἕλεσθε ἢ εὐθὺς δουλεύειν τοῖς Ἀθηναίοις χωρὶς κινδύνων ἢ μεθʼ ἡμῶν στάντες καὶ κρατήσαντες μήτε ὑπʼ ἐκείνων ἀτίμως δουλωθῆναι τήν τε πρὸς ἡμᾶς ἔχθραν ἐκφυγεῖν μὴ ἂν μικρὰν γενομένην, εἰ Ἀθηναίοις συμμαχήσετε τοὺς δέ: τοὺς Ἀθηναίους μὴ ἂν βραχεῖαν: ἀλλὰ μεγάλην δηλονότι ἤγουν ὀλιγοχρόνιον. ἀφικόμεθα μὲν ...: δημηγορία Εὐφήμου στρατηγοῦ τῶν Ἀθηναίων ἐπὶ ... ἀνανεώσει: ὑπὲρ τοῦ ἀναμνῆσαι περὶ τῆς πρότερον γεγενημένης ξυμμαχίας περὶ τῆς ἀρχῆς: περὶ τῆς ἡγεμονίας τὸ μὲν οὖν μέγιστον ...: κατὰ τὸ μέγιστον ὑποστίξαι χρή, ἵνα τὸ μέγιστον ἀντὶ τοῦ κεφάλαιον ληφθῇ, οὔσης τῆς διανοίας τοιαύτης· κεφάλαιον μὲν δὴ μετὰ τὸν Συρακούσιον αὐτὸν μαρτυρῆσαι. ἔνιοι δέ, μεταγράψαντες τὸ μαρτυρίαν, μαρτύριον ἀνέγνωσαν καὶ συνῆψαν, τὸ μὲν οὖν μέγιστον μαρτύριον αὐτὸς εἶπε καὶ πλείοσιν οὖσι: ἤτοι ἡμῶν Ἰώνων ἢ ὑμῶν τῶν Σικελιωτῶν, ὃ καὶ μᾶλλον. δῆλον δὲ ἐκ τοῦ ἐπιφερομένου, τοῦ «καὶ παροικοῦσιν»· πλείοσι γὰρ οὖσιν ὑμῶν καὶ γειτνιῶσιν ἡμῖν οὐδὲν προσῆκον μᾶλλόν τι: ἀπὸ κοινοῦ τὸ ἐσκεψάμεθα. τὸ δὲ ἢ καὶ ἡμᾶς ἀντὶ τοῦ ἤπερ καὶ ἡμᾶς ἐν τῷ παρόντι: ἐν τῷ τότε δηλονότι. αὐτοὶ δέ: ἡμεῖς τῶν ὑπὸ βασιλεῖ ...: ὑπερβατόν. τὸ δὲ ἑξῆς, αὐτοὶ δὲ οἰκοῦμεν, ἡγεμόνες καταστάντες τῶν ὑπὸ βασιλεῖ πρότερον ὄντων. λείπει τὸ Ἑλλήνων πρότερον ὄντων: τῶν Ἰώνων καὶ νησιωτῶν ἐς τὸ ἀκριβὲς εἰπεῖν: ἀντὶ τοῦ ὡς ἀληθῶς εἰπεῖν οὓς ξυγγενεῖς φασιν ...: ὧν ξυγγενῶν ὄντων φασὶ δεσπόζειν ἡμᾶς Συρακόσιοι καὶ διότι ... ἡμᾶς ἔβλαπτον: καὶ διότι οἱ Ἴωνες τῷ Μήδῳ ἑτοίμως ναῦς τε καὶ προθυμίαν ἀπροφάσιστον παρασχόντες ἔβλαπτον ἡμᾶς οὗτοι: οἱ νησιῶται καὶ οὐκ ἄλλῳ ἑπόμεθα: ὡς ὑποχείριοι δηλονότι. τῇ τῶνδε: ἤτοι τῶν Πελοποννησίων ἢ τῶν Ἰώνων τῶν ὑπὸ βασιλεῖ πρότερον ὄντων, ὃ καὶ μᾶλλον. τὸ δὲ «ἢ τῶν ξυμπάντων» ἤπερ τῶν συμπάντων Ἑλλήνων. ἐκινδυνεύομεν δέ, φησίν, ἐν τοῖς Μηδικοῖς οὐ μᾶλλον ὑπὲρ τῆς τῶν Ἰώνων ἐλευθερίας ἢ περὶ τῆς ἡμετέρας τε καὶ τῆς τῶν συμπάντων Ἑλλήνων ὁρῶμεν καὶ ὑμῖν ...: τὸ ἀποφαίνομεν δέ, ἀπὸ κοινοῦ, ἄνω κείμενον ἀκουστέον. καὶ νῦν τῆς ἡμετέρας ἀσφαλείας ἕνεκα καὶ ἐνθάδε παρόντες καὶ ὑμῖν ταῦτα ξυμφέροντα ἀποφαίνομεν. ἀποφαίνομεν δέ, φησίν, ἡμῖν τε ἀσφαλῆ ὄντα καὶ ὑμῖν συμφέροντα. ταῦτα δέ ἐστιν ἃ διαβολῇ καθʼ ἡμῶν λέγουσι Συρακούσιοι οἵδε: οἱ Συρακούσιοι ὑμεῖς: οἱ Καμαριναῖοι ἐπὶ τὸ φοβερώτερον ὑπονοεῖτε: ὑμεῖς δὲ ὑποπτεύοντες ἐκφοβεῖσθε. ἴσμεν γὰρ ὅτι οἱ φοβερόν τι ὑποπτεύοντες, κἂν ἐν τῷ παρόντι ὑπὸ τῶν τερπνῶν λόγων ψυχαγωγηθῶσιν, ὅμως ὕστερον ἀκριβῶς ἐξετάζουσι καὶ ἀναλογίζονται ἕκαστα ὑπὲρ τοῦ τὰ συμφέροντα πράξειν ὑπονοεῖτε: ἤγουν δειλιᾶτε ἐξ ὑπονοίας. τήν τε γὰρ ἐκεῖ: τὴν ἐν πατρίδι. διὰ τὸ αὐτὸ ...: διὰ τὸ αὐτὸ δέος ἥκειν, ὅπως μετὰ τῶν φίλων τὰ ἐνθάδε ἀσφαλῶς καταστησώμεθα. δέος δὲ λέγει τὸ περὶ τῆς ἑαυτῶν ἀσφαλείας. ταύτης γὰρ ὀρεγόμενοι ὥρμησαν ἐπὶ τὸ ἄρχειν τοῦτο: ὑμᾶς ἀπόντας καταδουλωθῆναι. καὶ δοκεῖ τὸ ἐπιφερόμενον τούτῳ μᾶλλον συνᾴδειν οὐδὲν προσῆκον: ἤγουν οὐδεμιᾶς συγγενείας οὔσης. σῳζομένων ὑμῶν ...: σωζομένων ὑμῶν καὶ ἐν δυνάμει ὄντων, ὥστε ἀντέχειν δύνασθαι Συρακουσίοις, ἧττον ἂν ἡμεῖς βλαπτοίμεθα· οὐ γὰρ πέμψουσιν οἱ Συρακούσιοι Λακεδαιμονίοις δύναμιν ἐνταῦθα πολεμούμενοι. διὸ καὶ χρὴ καθʼ ὑπερβατὸν οὕτως ἀκοῦσαι, ἧττον ἂν ἡμεῖς βλαπτοίμεθα τούτων πεμψάντων τινὰ δύναμιν Πελοποννησίοις. τουτέστιν, οὐ πεμψάντων οὐκ ἂν βλαπτοίμεθα μὴ ὑπηκόους ὥσπερ τοὺς ξυγγενεῖς ...: μὴ οὕτως ὑπηκόους αὐτοὺς γενέσθαι, ὥσπερ οἱ συγγενεῖς αὐτῶν ὑπακούουσιν Εὐβοεῖς. ὕποπτος γὰρ ὢν ὁ Ἀθηναῖος ἐπὶ τῷ τοὺς Λεοντίνους ἐπαγγέλλεσθαι κατοικίζειν φησίν, ὅτι οὐχ ὁμοίως αὐτοὺς κατοικιοῦμεν τοῖς ἐν Εὐβοίᾳ Χαλκιδεῦσιν, ἀλλʼ ὡς ἐλευθέρους καὶ δυνατωτάτους δυνατωτάτους: ἤγουν ἐλευθερωτάτους. ἵνα ἐκ τῆς σφετέρας ...: ἵνα ἐκ τῆς σφετέρας ὅμοροι ὄντες τοῖσδε λυπηροὶ ὦσιν ὑπὲρ ἡμῶν τὰ μὲν γὰρ ἐκεῖ ...: τοῦ Ἑρμοκράτους τοὺς Ἀθηναίους διαβάλλοντος ὡς οὐχ ὑγιῶς τοὺς μὲν ἐν Εὐβοίᾳ Χαλκιδεῖς καταδεδουλωμένους, τοῖς δὲ ἐν Σικελίᾳ ἐπαγγελλομένους ἐλευθερίαν, ὁ Ἀθηναῖος οὐκ ἀρνούμενος, ἀλλʼ ὁμολογῶν τεχνικῶς διαλύει τὸ ἐπιχείρημα καὶ αὐτοὶ ἀρκοῦμεν ...: πρὸς μὲν γὰρ τὸν ἐκεῖ πόλεμον, φησί, αὐτοί τε ἀρκοῦμεν, καὶ οἱ ἐν Εὐβοίᾳ Χαλκιδεῖς οὕτως ἡμῖν δεδουλωμένοι, ὥστε δύναμιν μὲν καὶ παρασκευὴν οὐκ ἔχειν διʼ ἧς ἐπιθήσονται ἡμῖν, χρήματα δὲ ἔχοντες εἰσφέρειν εἰς τὸν πρὸς Πελοποννησίους πόλεμον. οἱ δὲ ἐνθάδε ἐλεύθεροί τε καὶ αὐτόνομοι ὄντες καὶ δύναμιν ἔχοντες μάλιστα ἡμῖν εἰσιν ὠφέλιμοι καὶ ὁ Χαλκιδεὺς: ὁ ἐν Εὐβοίᾳ δηλονότι. ἀπαράσκευος ὤν: γεγυμνωμένος πολεμικῆς παρασκευῆς. οὐδὲν ἄλογον ὅ τι ξυμφέρον: οὐκ ἔστιν ἄλογον τὸ ἐπὶ τῷ ξυμφέροντι πραττόμενον οὐδʼ οἰκεῖον ὅ τι μὴ πιστόν: οὐδὲ φίλος τις οὐδὲ ἐπιτήδειος, ἂν μὴ πιστὸς ᾖ πρὸς ἕκαστα: καὶ ἐχθρὸν δὲ καὶ φίλον δεῖ ἑκάστῳ ἐν καιρῷ γίγνεσθαι, ἁρμοττόμενον τοῖς παροῦσι πράγμασι καὶ γὰρ τοὺς ἐκεῖ ξυμμάχους: ἀντὶ τοῦ, καὶ γὰρ τῶν ἐκεῖ συμμάχων τοὺς δὲ πολλοὺς χρημάτων β. φ.: τοὺς δὲ πολλοὺς χρήματα πρασσόμενοι ἄκοντας καί, ὃ λέγομεν, ἐς Συρακοσίους δέος: ὃ λέγομεν δέος ἡμῖν εἶναι διὰ Συρακουσίους, πρὸς τὸ ἡμῖν λυσιτελοῦν καθίσταται καὶ βούλονται ἐπὶ τῷ ἡμετέρῳ ξυστήσαντες ...: καὶ βούλονται ὑπόπτους ἡμᾶς ποιήσαντες ἡμῖν καὶ διαβαλόντες ὑφʼ αὑτοῖς ποιήσασθαι τὴν Σικελίαν, ἤτοι βίᾳ κρατήσαντες ὑμῶν ἢ μόνους ἀπολαβόντες, ἡμῶν ἀπράκτων ἀπελθόντων ἀνάγκη δέ: ἀνάγκη τὸ ἄρξαι τοὺς Συρακουσίους τῆς ὅλης Σικελίας οὔτε γὰρ ἡμῖν ...: οὔτε γὰρ ἡμεῖς ἔτι τοσαύτην συνάγειν ἀθρόαν δύναμιν καὶ μεταχειρίσασθαι δυνησόμεθα οἵ τε Συρακούσιοι οὐκ ἂν εἶεν ἀσθενεῖς ὡς πρὸς ὑμᾶς, ἡμῶν μὴ συμμαχούντων ὑμῖν προσείοντες: προσποιοῦντες, ἐπανατεινόμενοι ὑποπτεύεσθαι: ἤγουν οὐδὲ δίκαιον ὑποπτεύεσθαι, ὅτι καταδουλώσαιμεν. κατεργασαίμεθα: καταδουλώσαιμεν ὑμᾶς καὶ ἀπορίᾳ φυλακῆς ...: καὶ οὐ δυνάμενοι φυλάττειν πόλεις μεγάλας καὶ παρασκευὴν ἠπειρωτικὴν παρεσκευασμένας, τουτέστι ἱππεῦσι καὶ πεζῷ ἰσχυούσας, αὐτοὶ ναυτικοὶ ὄντες οἵδε δέ: οἱ Συρακούσιοι οὐ στρατοπέδῳ ...: Συρακούσιοι δὲ ἐφεδρεύοντες ὑμῖν — τοῦτο γάρ ἐστι τὸ ἐποικοῦντες — οὐκ ἐπὶ στρατοπέδου, ἀλλὰ πόλεως μείζονος τοῦ ἡμετέρου στρατοπέδου καὶ ὅταν καιρὸν λάβωσιν: καὶ λαβόμενοι καιροῦ οὐκ ἀνήσουσιν, ἀλλʼ ἐπιθήσονται ὑμῖν ἀντιπαρακαλοῦμεν: ἤγουν εἰς ἐναντίαν παράκλησιν κινοῦμεν. τὴν ὑπάρχουσαν: σωτηρίαν δηλονότι νομίσαιτε ...: νομίσαι τε, φησί, Συρακουσίοις μὲν τὸ ἐφʼ ὑμᾶς στρατεύειν ἐν ἑτοίμῳ εἶναι καὶ χωρὶς συμμάχων — πλήθει γάρ εἰσι πολλοί —, ὑμῖν δὲ οὐ πολλάκις ἔσεσθαι μετὰ τοσῆσδε παρασκευῆς ἀντιτάξασθαι πρὸς αὐτούς, ὅση ἐστὶν ἡ ἡμετέρα, ἣν δύναμιν, ἴστε, εἰ ὑποπτεύσαντες ἄπρακτον ἐάσετε ἀπελθεῖν, εἴτε καὶ περιόψεσθε νικηθεῖσαν, ἐθελήσαιτε ἄν ποτε καταδουλωθέντες, ὅτε οὐδὲν ὄφελός ἐστι βοηθείας, πολλοστημόριον τῆς ἡμετέρας δυνάμεως ἐλθεῖν ὑμῖν σύμμαχον τοσῆσδε ἐπικουρίας: τῆς ἡμῶν, ἣν ἔχομεν ἥν: τὴν σωτηρίαν πολλοστημόριον: τὸ ὀλιγοστὸν μέρος ἐλευθεροῦν δὲ ... πολλὰ δʼ ἀναγκάζεσθαι: ἀπὸ κοινοῦ τὸ φαμέν πολλαχοῦ δὲ στρατεύομεν, κἀκεῖ καὶ ἐπὶ Σικελίαν, διὰ τὸ καὶ πολλοὺς φοβεῖσθαι ἥκειν: ἀπὸ κοινοῦ τὸ φαμέν μήθʼ ὡς σωφρονισταὶ ...: ὑπερβατόν. μήτε, ὃ χαλεπὸν ἤδη, ὡς σωφρονισταὶ ἀποτρέπειν πειρᾶσθε. χαλεπὸν δὲ ἤδη τὸ ἀποτρέψαι ἡμᾶς πολυπραγμοσύνης: πολυπραγμονεῖν λέγει τὸ πολλοῖς ἐπιχειρεῖν καὶ πολλαχοῦ. ἐκ δὲ τῆς πολυπραγμοσύνης καὶ τοῦ τρόπου ἡμῶν ὅ τι ἂν ὑμῖν συμφέρῃ, τούτῳ τῷ μέρει χρήσασθε μὴ πάντας ἐν ἴσῳ βλάπτειν αὐτά: μὴ πάντας ὁμοίως βλάπτεσθαι ὑπὸ τῆς ἡμετέρας πολυπραγμοσύνης καὶ τοῦ τρόπου ἐν παντὶ γὰρ πᾶς χωρίῳ ...: ἐν πάσῃ γὰρ γῇ, καὶ ἧς οὐκ ἄρχομεν, οἵ τε ἐπιβουλεύοντες τοῖς πέλας καὶ οἱ φοβούμενοι ἐκείνους, διὰ τὸ ἀμφότεροι προσδέχεσθαι τὴν ἡμετέραν διὰ τάχους παρουσίαν, οἵ τε ἐπιβουλεύοντες διὰ τὸν ἀφʼ ἡμῶν φόβον σωφρονέστεροι γίγνονται καὶ οἱ ἐπιβουλευόμενοι σώζονται χωρὶς πόνου ἀλλʼ ἐξισώσαντες: ἀλλʼ ἐξισωθέντες καὶ ὁμοιωθέντες τοῖς ἄλλοις ἀνθρώποις τοῖς οὐ μόνον φυλάττεσθαι τοὺς ἀδικοῦντας, ἀλλὰ καὶ ἀντεπιβουλεύειν τοῖς προεπιβουλεύουσιν εἰθισμένοις, καὶ αὐτοὶ πρὸς τοὺς Συρακουσίους μεθʼ ἡμῶν στάντες τοῦ αὐτοῦ μεταλάβετε, τουτέστιν ἀντεπιβουλεύσατε αὐτοῖς ἐπεπόνθεσαν τοιόνδε: ἤγουν κατὰ ψυχὴν διετέθησαν. πλὴν καθʼ ὅσον ...: πλὴν εἰ καταδουλοῖντο οἱ Ἀθηναῖοι τὴν Σικελίαν ἐπικρατέστεροι: τῶν Συρακουσίων δηλονότι. ἴσα: ἐπʼ ἴσης καὶ οἱ μὲν πρὸς τὰ πεδία ...: οὐ τῶν Συρακουσίων ἀφειστήκεσαν· ἀλλʼ οἱ ἐν τοῖς πεδίοις οἰκοῦντες ἀφειστήκεσαν, καὶ οὐ προσεχώρουν τοῖς Ἀθηναίοις πλήν: εἰ μή φρουρούς τʼ ἐσπεμπόντων ...: ὡς τῶν Ἀθηναίων τοὺς Συρακουσίους φρουροὺς κωλυόντων βοηθεῖν ταῖς πόλεσιν πλινθεῖα καὶ σίδηρον ἡτοιμάζοντο: πλινθεῖα, τὰ ἐν τύποις ξύλα, οἷς τὰς πλίνθους κατεσκεύαζον οἱ δʼ ἐς τὴν Κόρινθον ...: περὶ τῶν πρέσβεων τῶν Συρακουσίων πρὸς Κόρινθον καὶ Λακεδαιμονίους ἐπιβουλευόμενα: ἀντὶ τοῦ ἐπικίνδυνα ἐξ ἐπιβουλῆς. σαφέστερον: ἐπιφανέστερον ἀναγκαῖον ...: δημηγορία Ἀλκιβιάδου εἰς Λακεδαιμονίους τῷ ὑπόπτῳ μου: ἤτοι διὰ τὸ ὑποπτεύειν με τῇ κατʼ ἐμαυτοῦ ὑποψίᾳ. εἴ τις καὶ τότε ἐν τῷ πάσχειν: εἴ τις πάσχων τότε οὐκ εἰκότα, τουτέστι κακῶς, ὠργίζετό μοι, νῦν τὸ ἀληθὲς σκοπῶν μεταπειθέσθω τῷ δήμῳ προσεκείμην: τὰ τοῦ δήμου μᾶλλον ἐφρόνουν τῶν Ἀθηναίων δηλονότι. διὰ τὴν τοῦ ἀκροῶ σύνταξιν· σημείωσαι καὶ ὅπερ ἐδέξατό τις: καὶ ὅπερ ἐδέξατό τις σχῆμα, τουτέστιν ἥντινα πολιτείαν παρέλαβεν ἐπεὶ δημοκρατίαν γε ...: ἐπεὶ οἵ γε φρόνιμοι ἴσασιν, ὁποῖόν τί ἐστι δημοκρατία — τουτέστιν ὡς πονηρόν —, καὶ αὐτὸς ἂν ἐγὼ οὐδενὸς ἧττον λοιδορήσαιμι αὐτήν, ὅσῳ καὶ μέγιστα ὑπʼ αὐτῆς ἠδίκημαι περὶ ὁμολογουμένης ἀνοίας: ὁμολογουμένην ἄνοιαν τὴν δημοκρατίαν λέγει καὶ τῆς Καρχηδονίων ἀρχῆς ...: τούς τε ὑπηκόους τῶν Καρχηδονίων καὶ αὐτούς, εἰ δυναίμεθα, καταστρεψόμενοι ἀποπειράσοντες: ἤγουν ἀποπειρασόμενοι. ἐντειχισάμενοι: περιτειχίσαντες, ἢ φρούρια ἐν· τῇ χώρᾳ αὐτῶν ἐπιτειχίσαντες· ὃ καὶ μᾶλλον ὥστε εὐπορώτερον γίγνεσθαι ...: ὥστε εὐπορώτερον ἂν εἴη σίτου καὶ χρημάτων καὶ ὅσοι ὑπόλοιποι στρατηγοί: οἱ περὶ τὸν Νικίαν καὶ ὅσοι στρατηγοὶ ἐν Σικελίᾳ Ἀθηναίων εἰσίν, ἂν δυνηθῶσιν, ὥσπερ εἶπον, πράξουσιν οὐ περιέσται: οὐ σωθήσεται. τούς τε παρόντας: εἰς Σικελίαν δηλονότι. προσίασιν: ἀντὶ τοῦ προσελεύσονται. ἐνθάδε: ἤγουν ἐν Πελοποννήσῳ. φανερώτερον ἐκπολεμεῖν: ἤτοι φανερῶς πολεμεῖν τοῖς Ἀθηναίοις ἢ ἐπιφανῶς καὶ μεγάλως ἵνα Συρακόσιοί τε νομίζοντες ὑμᾶς ...: ἵνα Συρακούσιοί τε, εἰδότες οὐκ ἀμελοῦντας ὑμᾶς αὐτῶν, μὴ προσχωρήσωσιν Ἀθηναίοις, καὶ Ἀθηναῖοι, Δεκελείας ἐπιτειχισθείσης κακούμενοι, μὴ πέμπωσι βοήθειαν εἰς Σικελίαν Δεκέλειαν: ἀπέχει ἡ Δεκέλεια σταδίους τῆς Ἀθηνῶν πόλεως εἴκοσι καὶ ἑκατόν, παραπλήσιον δὲ καὶ οὐ πολλῷ πλέον καὶ ἀπὸ τῆς Βοιωτίας οὐ διαπεπειρᾶσθαι: πεῖραν οὐκ εἰληφέναι τὰ μέγιστα κεφαλαιώσω: κεφαλαιώσω, τὸ κεφαλαίως καὶ οἷον συντόμως περιλαβεῖν ἡ χώρα: τῶν Ἀθηναίων. καὶ ὅσα ἀπὸ γῆς καὶ δικαστηρίων: ἐζήτηται πῶς Δεκελείας ἐπιτειχιζομένης ἔμελλον οἱ Ἀθηναῖοι τῆς ἀπὸ τῶν δικαστηρίων προσόδου στερήσεσθαι. φαμὲν οὖν ὡς ἦν τις πρόσοδος ἀπὸ τῶν δικαστηρίων, οἷα ἡ ἀπὸ τῶν γραφῶν δωροδοκίας, ὕβρεως, συκοφαντίας, μοιχείας, ψευδογραφίας, παραπρεσβείας, λειποστρατίου. οὐ γὰρ πάσαις ἀτιμία προσετιμᾶτο ἢ θάνατος, ἀλλὰ πολλαῖς καὶ χρημάτων εἴσπραξις· ὁ γὰρ νικηθεὶς ἐζημιοῦτο. ταύτης οὖν τῆς πάσης προσόδου στερήσεσθαι ἔμελλον οἱ Ἀθηναῖοι πολεμίων αὐτοῖς ἱδρυμένων ἐν τῇ χώρᾳ καὶ σχολὴν οὐ παρεχόντων δικάζεσθαι. καὶ γὰρ τὰ ἐκ τῶν τοιούτων ἀφορμῶν χρήματα τῇ πόλει ἐδίδοτο διαφορουμένης: τουτέστι πεμπομένης, διηνεκῶς φερομένης ἐγκρατῶς ἐπέρχομαι: ἀντὶ τοῦ καρτερῶς οὐδὲ ὑποπτεύεσθαί μου ἐς τὴν φυγαδικὴν ...: σημείωσαι φυγαδικήν οὐκ ἄξιον ὑποπτεύεσθαί μου τὸν λόγον διὰ τὸ προθυμηθῆναί με φεύγειν καὶ οὐ τῆς ὑμετέρας ...: οὐκ εἰμὶ φυγὰς τῆς ὑμετέρας ὠφελείας, τουτέστιν οὐ φεύγω τὸ ὠφελεῖν ὑμᾶς καὶ πολεμιώτεροι ...: οὐχ οὕτως ὑμᾶς ἡγοῦμαι πολεμίους ὡς Ἀθηναίους. ὑμεῖς μὲν γάρ, εἴ τι ἐβλάψατε, ἐχθροὶ ὄντες ἐλυπήσατε οἱ δὲ Ἀθηναῖοι φίλον ὄντα κατηνάγκασαν ἐχθρὸν γενέσθαι τό τε φιλόπολι ...: φιλόπολις, φησίν, οὐ νῦν εἰμι, ἡνίκα ἀδικοῦμαι, ἀλλὰ τότε, ὅτε ἀσφαλῶς ἐπολιτευόμην αὐτούς: ὑμᾶς ἐκεῖ: ἐν Σικελίᾳ δηλονότι. περιορώμενοι: περιορῶντες, καταφρονοῦντες. τῇ ἐπιτειχίσει τῆς Δεκελείας ...: ἀντὶ τοῦ, σκοπὸς ἦν αὐτοῖς καὶ διάνοια ἐπιτείχισμα ποιῆσαι ἐν τῇ Δεκελείᾳ. τιμωρίαν: βοήθειαν. μετʼ ἐκείνων: ἤγουν τῶν Συρακουσίων. ὁ δέ: ὁ Γύλιππος ἅμα δὲ τῷ ἦρι ...: ἀρχὴ τοῦ ιηʹ ἔτους τοῦ πολέμου τούς τε ἀγρούς: τῶν Μεγαρέων δηλονότι. τὸν σῖτον: ἤγουν τὸν στάχυν. ἐπισιτισάμενοι: ἤγουν ἐφόδια λαβόντες. προσαγαγόμενοι: ἤγουν λαβόντες, ἐφελκυσάμενοι. οἱ δʼ ἐξέπεσον Ἀθήναζε: ἐξελθόντες ἔφυγον εἰς τὰς Ἀθήνας. σφᾶς: τοὺς Συρακουσίους. τὰς προσβάσεις: ἤγουν ἐφόδους. ἐξήρτηται γάρ: μὴ ἐπὶ τοῦ ἐξῆρθαι καὶ μεμετεωρίσθαι ἀκουέσθω, οὔσης τῆς διανοίας τοιᾶσδε· τὸ γὰρ ἄλλο χωρίον πλὴν τῶν προσβάσεων ἅπαν ὑψηλόν ἐστι καὶ κρημνῶδες, καὶ ἐπικέκλιται πρὸς τὴν πόλιν, ὥστε καταφανὲς ἔσωθεν εἶναι διὰ τὸ ἐπιπολῆς: ἡ ἐτυμολογία τῶν Ἐπιπολῶν λογάδας τῶν ὁπλιτῶν ἐξέκριναν πρότερον: ἐκκρίνειν, τὸ ἀφορίζειν καὶ ἐπιλέγεσθαι ἐκκρίτους καὶ ἐκλεκτοὺς ἐποιήσαντο ταχὺ ξυνεστῶτες παραγίγνωνται: ταχὺ παραγίγνωνται διὰ τὸ συνεστάναι τῷ Λαβδάλῳ: Λάβδαλον τόπος ἐν Σικελίᾳ ἵναπερ καθεζόμενοι: ὅπου πολιορκοῦντες. τὸν κύκλον: ἤτοι τὸν περὶ τὸ Λάβδαλον ἢ τὸν περὶ τὸ τεῖχος τῶν Συρακουσίων, ᾧ ἀπετείχιζον αὐτούς· ὃ καὶ μᾶλλον καὶ ἀποσκίδνασθαι μακροτέραν: καὶ κακοῦν αὐτῶν τὴν χώραν διὰ τὸ πορρωτέρω προϊέναι φυλὴ μία: ἀντὶ τοῦ ἓν τάγμα ἀπὸ φυλῆς μιᾶς. οἱ μέν: τὸ ἑξῆς, οἱ μὲν τῶν Ἀθηναίων. ᾗπερ βραχύτατον ...: καθʼ ὃ ἔμελλε βραχύτατον ἔσεσθαι τὸ διατείχισμα ἐκ τοῦ μεγάλου λιμένος ...: ἐπὶ χερρονήσου ἡ πόλις τῶν Συρακουσίων κεῖται, γινομένου τινὸς ἰσθμοειδοῦς τῇ μὲν ὑπὸ τοῦ μεγάλου λιμένος, τῇ δὲ ὑπὸ τῆς ἐπὶ θάτερα θαλάττης ὑποτειχίζειν δὲ ἄμεινον ἐδόκει εἶναι ...: οἱ μὲν Ἀθηναῖοι ἐβούλοντο ἐκ θαλάττης εἰς θάλατταν τεῖχος οἰκοδομησάμενοι Συρακουσίους εἶρξαι τῆς ἔξω γῆς, κατακλείσαντες εἰς τὴν χερρόνησον. οἱ δὲ Συρακούσιοι ὄρθιον τεῖχος διὰ μέσου τοῦ ἰσθμώδους ὑπετείχιζον κώλυμα ἐσόμενον τοῖς Ἀθηναίοις τοῦ δύνασθαι διατειχίσαι. καὶ ἐνόμιζον, εἰ φθάσαιεν παρατειχίσαντες αὐτοί, ἀποκλεῖσαι ἂν ἐκείνους τοῦ ἔτι διατειχίσαι δύνασθαι. εἰ γὰρ δὴ καὶ κωλύειν αὐτοὺς ὑποτειχίζοντας οἱ Ἀθηναῖοι ἐθέλοιεν, μέρει μὲν ἄν τινι τῆς αὑτῶν στρατιᾶς ἀντιτάξασθαι τοῖς ἐπιοῦσι τῶν Ἀθηναίων, οἱ λοιποὶ δὲ ἐν τούτῳ προαποσταυρώσειν τὰ βάσιμα τοῖς Ἀθηναίοις. ἐφόδους γὰρ τὰ βάσιμα λέγει· ὀλίγα δὲ τὰ ἐπιβαθῆναι δυνάμενα διὰ τὸ τελματῶδες εἶναι τὸ χωρίον ἐπιβοηθοῖεν: οἱ Ἀθηναῖοι. αὐτούς: τοὺς Συρακουσίους. προκαταλαμβάνοντες: οἱ Συρακούσιοι. τὰς ἐφόδους: τὰ βάσιμα· ὀλίγα δὲ ταῦτα διὰ τὸ τελματῶδες εἶναι τὸ χωρίον ἐκείνους δὲ ἂν ...: ἡ διάνοια, τοὺς μὲν Συρακουσίους μέρος ἀντιπέμπειν τῆς στρατιᾶς καὶ συνεχῶς τειχίζειν, τοὺς δὲ Ἀθηναίους ἅπαντας πρὸς αὐτοὺς τοὺς Συρακουσίους τρέπεσθαι καὶ οὕτω παύεσθαι τοῦ τειχίζειν. φοβούμενοι μὴ σφίσι ...: κατὰ τὴν λεγομένην ἀνάληψιν τὸ «φοβούμενοι οἱ Ἀθηναῖοι» εἴρηται. τὸ δὲ «σφίσι δίχα γιγνομένοις» τῶν μὲν τειχιζόντων, τῶν δὲ μαχομένων περιτείχισιν ἐπειγόμενοι: σπεύδοντες αὐτοὶ διατειχίσαι ὑπονομηδόν: διὰ ὑπονόμων καὶ σωλήνων τριακοσίους μὲν αὑτῶν λόγαδας: σφῶν πρὸς τὴν πόλιν: πρὸς τὴν τῶν Συρακουσίων βίᾳ ἐξεκρούσθησαν πάλιν: ἀμφίβολον, πότερον βίᾳ ἐσῆλθον ἢ βίᾳ ἐξεκρούσθησαν ἡ πᾶσα στρατιά: τῶν Ἀθηναίων. διεφόρησαν: διεκόμισαν. καὶ ᾗπερ αὐτοῖς βραχύτατον ...: καθʼ ὃ μέρος βραχύτατον ἔμελλε τὸ διατείχισμα ἔσεσθαι οἱ δʼ: οἱ Ἀθηναῖοι. ᾗ πηλῶδες ἦν καὶ στεριφώτατον: καθὸ τὸ ἕλος οὐχ ὑδατῶδες ἦν, ἀλλὰ πηλῶδες καὶ στερεόν ἀποθνῄσκει: Λαμάχου τοῦ στρατηγοῦ τῶν Ἀθηναίων ἀναίρεσις οἱ ἄνωθεν: οἱ Συρακούσιοι περιεωρῶντο: ἤγουν κατεφρόνουν. κύρωσις: βεβαίωσις τῆς φιλιώσεως. ἐκεῖνον: τὸν Νικίαν ἐπὶ τὸ αὐτὸ ἐψευσμέναι: ψευδεῖς μέν, σύμφωνοι δέ περιποιῆσαι: σῶσαι. Ἰόνιον: Ἰώνιον μὲν Ἀττικῶς μέγα γράφε· ἄλλως δὲ μικρὸν οὐχ ἁμαρτήσεις γράφων πρεσβευσάμενος: πρεσβεὺς ὢν αὐτός. κατὰ βορέαν ἑστηκώς: οὐχ ὁ κόλπος, ἀλλʼ ὁ ἄνεμος. τὸ δὲ ἑστηκώς ἤτοι στάσιμος ὢν καὶ διηνεκής, ὡς καὶ στάσιν ἀνέμου λέγομεν, ἢ κατʼ αὐτὸν βορρᾶν ἤγουν κατὰ τὸ πρόσωπον τοῦ βορέου. προσμίσγει: ἐλλιμενίζει. ἐπεσκεύαζεν: ἤγουν ἀνεκαίνιζεν. ὑπερεῖδε: κατεφρόνησε ὅσον σχόντας μόνον: μέχρις οὗ ψαύσωσι μόνον τῆς Λακωνικῆς. τὸ ἐλάχιστον: ἐπʼ ἐλάχιστον ἀρχόντων: τουτέστι στρατηγῶν ἀποβάντες: ἤγουν οἱ Ἀθηναῖοι. εὐπροφάσιστον: εὐάφορμον.