---
title: Fragments on Women and Justice
title_greek: Ἀποσπάσματα περὶ Γυναικῶν καὶ Δικαιοσύνης
author: Theodectes of Phaselis
eul_wid: fjg-aa
eul_aid: fjg
canonical: "https://eulogikon.org/works/theodectes-phaselis-women-justice-fjg-aa"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments on Women and Justice

*Ἀποσπάσματα περὶ Γυναικῶν καὶ Δικαιοσύνης*

**Author:** Theodectes of Phaselis

**eul_wid:** `fjg-aa` · [HTML page](https://eulogikon.org/works/theodectes-phaselis-women-justice-fjg-aa)

## Text

### book 1a.1

[spk_αλφ. ?]〈ΑΛΦ. ?〉 σαφὴς μὲν ἐν βροτοῖσιν ὑμνεῖται λόγος ὡς οὐδέν ἐστιν ἀθλιώτερον

### book 1a.2

φυτόν γυναικός

### book 2.1

[spk_αλφ]ΑΛΦ. μητέρα δὲ τὴν σὴν οὔτις ἐστύγει βροτῶν; ΑΛΚ. – ἀλλὰ διαλαβόντα

### book 2.2

χρὴ σκοπεῖν. ΑΛΦ. πῶς ...; ΑΛΚ. τὴν μὲν θανεῖν ἔκριναν, ἐμὲ δὲ μὴ κτανεῖν.

### book 3.1

[ln_1][spk_ελενη]ΕΛΕΝΗ· θείων δ’ ἀπ’ ἀμφοῖν ἔκγονον ῥιζωμάτων τίς ἂν

### book 3.2

προσειπεῖν ἀξιώσειεν λάτριν;

### book 4.1

[ln_staging](γρῖφος

### book 4.2

περὶ τῆς νυκτὸς καὶ τῆς ἡμέρας)[ln_1]εἰσὶ κασίγνηται δισσαί, ὧν ἡ μία τίκτει τὴν ἑτέραν, αὐτὴ δὲ τεκοῦς’ ὑπὸ τῆσδε

### book 4.3

τεκνοῦται

### book 5.1

[ln_1]δίκαιόν ἐστιν, ἥτις ἂν κτείνῃ πόσιν, 〈ταύτην θανεῖν, υἱόν

### book 5.2

τε τιμωρεῖν

### book 5.3

πατρί〉

### book 5b.1

[ln_1]κόψατε τὴν ἐμὴν

### book 5b.2

χεῖρα 〈––?〉

### book 6.1

[spk_αγροικος

### book 6.2

τις]ΑΓΡΟΙΚΟΣ ΤΙΣ·[ln_1]γραφῆς ὁ πρῶτος ἦν μαλακόφθαλμος κύκλος· ἔπειτα δισσοὶ κανόνες ἰσόμετροι πάνυ, τούτους δὲ πλάγιος διαμέτρου

*[crux: μαλακόφθαλμος]*

### book 6.3

συνδεῖ κανών, τρίτον δ’ ἑλικτῷ βοστρύχῳ προσεμφερές.[ln_5]ἔπειτα

### book 6.4

τριόδους

### book 6.5

πλάγιος ὣς ἐφαίνετο, πέμπται δ’ ἄνωθεν ἰσόμετροι ῥάβδοι δύο, αὗται δὲ συντείνουσιν εἰς βάσιν μίαν· ἕκτον δ’ ὅπερ καὶ πρόσθεν εἶφ’, ὁ βόστρυχος

### book 7.1

ἀπὸ τῶν θεῶν ἀρχὴν δὲ ποιεῖσθαι

### book 7.2

πρέπον

### book 8.1

ὅστις δὲ θνητῶν μέμφεται τὰ θεῖ’, ὅτι οὐκ εὐθὺς ἀλλὰ τῷ χρόνῳ μετέρχεται

### book 8.2

τοὺς μὴ δικαίους, πρόφασιν εἰσακουσάτω· εἰ μὲν γὰρ αὐτίκ’ ἦσαν αἱ τιμωρίαι,[ln_5]πολλοὶ διὰ φόβον κοὐ δι’ εὐσεβῆ τρόπον θεοὺς ἂν ηὖξον· νῦν δὲ τῆς

### book 8.3

τιμωρίας ἄπωθεν οὔσης τῇ φύσει

### book 8.4

χρῶνται βροτοί· ὅταν δὲ φωραθῶσιν ὀφθέντες κακοί, τίνουσι

*[crux: ὀφθέντες]*

### book 8.5

ποινὰς ὑστέροισιν ἐν

### book 8.6

χρόνοις

### book 9.1

ἀλλ’ ὦ τάλαν Θυέστα, καρτέρει δάκνων ὀργῆς

### book 9.2

χαλινόν· παρακελεύομαι δέ σοι

### book 9.3

τεθηγμένῳ νῦν· ἀλλ’ ὁ μυρίος

### book 9.4

χρόνος τὰ πάντ’ ἀμαυροῖ χὐπὸ χεῖρα λαμβάνει

### book 10.1

ὦ καλλιφεγγῆ λαμπάδ’ εἱλίσσων

### book 10.2

φλογός Ἥλιε, ποθεινὸν πᾶσιν ἀνθρώποις σέλας, εἶδές

### book 10.3

τιν’ ἄλλον πώποτ’ εἰς οὕτω μέγαν ἐλθόντ’ ἀγῶνα καὶ δυσέκφευκτον κρίσιν;[ln_5]ὅπου κατηγορεῖ μὲν ἐν λόγοισί μου γυνή, πρὸς ὃν δ’ εἴρηκε, τυγχάνει πόσις, κρατοῦσι δ’ οἵπερ καὶ κατηγοροῦσί μου

### book 11.1

πολλὰ δεῖ μοχθεῖν τὸν ἥξοντ’ εἰς ἔπαινον εὐκλεῶς· ῥᾳθυμία δὲ τὴν

### book 11.2

παραυτίχ’ ἡδονήν λαβοῦσα λύπας τῷ χρόνῳ τίκτειν

### book 11.3

φιλεῖ

### book 12.1

ἅπαντ’ ἐν ἀνθρώποισι γηράσκειν ἔφυ καὶ πρὸς

### book 12.2

τελευτὴν ἔρχεται

### book 12.3

τα〈κ〉τοῦ χρόνου, πλὴν ὡς ἔοικε τῆς ἀναιδείας μόνον· αὕτη δ’ ὅσῳπερ αὔξεται θνητῶν γένος,[ln_5]τοσῷδε μείζων γίγνεται καθ’ ἡμέραν

### book 13.1

ὅταν γὰρ ἄλοχον εἰς δόμους ἄγῃ πόσις, οὐχ ὡς δοκεῖ γυναῖκα λαμβάνει μόνον, ὁμοῦ δὲ τῇδ’ ἔτ’ εἰσκομίζεται λαβών καὶ δαίμον’ ἤτοι

### book 13.2

χρηστὸν ἢ τοὐναντίον

### book 14

γονέων τὰ τέκνα σῴζουσιν αἱ συμβουλίαι

*[crux: σῴζουσιν]*

### book 15.1

ἐγὼ μὲν οὔποτ’ εὐγένειαν ᾔνεσα τὴν

### book 15.2

προστάταισι

### book 15.3

χρωμένην ἀναξίοις

### book 16

πολυσπερεῖ μέν, ὦ γέρον, καθ’ Ἑλλάδα φήμῃ πλανᾶται καὶ διέγνωσται πάλαι τὸ μὴ βεβαίους τὰς βροτῶν εἶναι τύχας

### book 17.1

(ὁ ἥλιος αἴτιος) τοῦ μέλανας εἶναι καὶ οὐλότριχας

### book 17.2

τοὺς Αἰθίοπας,[ln_1]οἷς ἀγχιτέρμων ἥλιος διφρηλατῶν

### book 17.3

σκοτεινὸν ἄνθος ἐξέχρωσε λιγνύος εἰς σώματ’ ἀνδρῶν καὶ συνέστρεψεν κόμας μορφαῖς ἀναυξήτοισι

### book 17.4

συντήξας

### book 17.5

πυρός

### book 18.1

(γρῖφος

### book 18.2

περὶ τῆς

### book 18.3

σκιᾶς)[ln_1]τίς φύσις οὔθ’ ὅσα γαῖα φέρει

### book 18.4

τροφὸς οὔθ’ ὅσα πόντος οὔτε βροτοῖσιν ἔχει γυίων αὔξησιν ὁμοίαν, ἀλλ’ ἐν μὲν γενέσει

### book 18.5

πρωτοσπόρῳ ἐστὶ μεγίστη, ἐν δὲ μέσαις ἀκμαῖς μικρά, γήρᾳ δὲ πρὸς αὐτῷ[ln_5]μορφῇ καὶ μεγέθει μείζων πάλιν ἐστὶν ἁπάντων;

### book 19?

[].θην ὑπο []ιδ[.]μος δ[

### book 20?

[ ]ης ὑπ’ ἀγκά[λαις []ιδ’ ἀποθάνω βατ[

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: fjg-aa`.
