ΑΘΛΑ ΕΠΙ ΠΕΛΙΑΙ
Φλόγεον καὶ Ἅρπαγον, ὠκέα τέκνα Ποδάργας,
Ἥρα δὲ Ξάνθον καὶ Κύλλαρον.
σασαμίδας χόνδρον τε καὶ ἐγκρίδας
ἄλλα τε πέμματα καὶ μέλι χλωρόν.
θρώισκων μὲν ἄρʼ Ἀμφιάραος ἄκοντι δὲ
νίκασεν Μελέαγρος.
ΓΑΡΥΟΝΑΙΣ
σκύφιον δὲ λαβὼν δέπας ἔμμετρον ὡς τριλάγυνον
πίʼ ἐπισχόμενος, τό ῥά οἱ παρέθηκε Φόλος κεράσας.
σχεδὸν ἀντιπέρας κλεινᾶς Ἐρυθείας
Ταρτησσοῦ ποταμοῦ παρὰ παγὰς ἀπείρονας ἀργυρορίζους
ἐν κευθμῶνι πέτρας.
Ἀέλιος δʼ Ὑπεριονίδας δέπας ἐσκατέβαινε
χρύσεον, ὄφρα διʼ ὠκεανοῖο περάσας
ἀφίκοιθʼ ἱαρᾶς ποτὶ βένθεα νυκτὸς ἐρεμνᾶς,
ποτὶ ματέρα κουριδίαν τʼ ἄλοχον παίδας τε φίλους
ὁ δʼ ἐς ἄλσος ἔβα δάφναισι κατάσκιον
ποσὶ παῖς Διός.
ΕΛΕΝΑ
πολλὰ μὲν Κυδώνια μᾶλα ποτερρίπτουν ποτὶ δίφρον ἄνακτι,
πολλὰ δὲ μύρσινα φύλλα
καὶ ῥοδίνους στεφάνους ἴων τε κορωνίδας οὔλας.
λιθαργύρεον ποδανιπτῆρα
ΕΛΕΝΑ ΠΑΛΙΝΩΙΔΙΑ
οὐκ ἔστʼ ἔτυμος λόγος οὗτος,
οὐδʼ ἔβας ἐν νηυσὶν ἐυσσέλμοις
οὐδʼ ἵκεο πέργαμα Τροίας,
… μέμ-
φεται τὸν Ὅμηρον ὅτι Ἑ-
λένην ἐποίησεν ἐν Τροίαι
καὶ οὐ τὸ εἴδωλον αὐτῆς, ἔν
τε τῆι ἑτέραι τὸν Ἡσίοδον
μέμφεται· διτταὶ γάρ εἰσι πα-
λινωιδίαι διαλλάττουσαι, καὶ ἔ-
στιν ἡ μὲν ἀρχή· δεῦρʼ αὖ-
τε θεὰ φιλόμολπε, τῆς δέ·
χρυσόπτερε παρθένε, ὡς
ἀνέγραψε Χαμαιλέων· αὐ-
τὸς δέ φησιν ὁ Στησίχορος
τὸ μὲν εἴδωλον ἐλθεῖν ἐς
Τροίαν τὴν δʼ Ἑλένην παρὰ
τῶι Πρωτεῖ καταμεῖναι· οὕ-
τως δὴ ἐκαινοποίησε τὰς
ἱστορίας ὥστε Δημοφῶντα
μὲν τὸν Θησέως ἐν τῶι νό-
στωι μετὰ τῶν θε … δων
ἀνενεχθῆναι λέγειν ἐς Αἴ-
γυπτον, γενέσθαι δὲ Θησεῖ
Δημοφῶντα μὲν ἐξ Ἰόπης
τῆς Ἰφικλέους, Ἀκάμαντα δὲ
… ἐκ δὲ τῆς αμ
… τη … λη …
ΕΡΙΦΥΛΑ
ΕΥΡΩΠΕΙΑ
ΙΛΙΟΥ ΠΕΡΣΙΣ
ὤικτιρε γὰρ αὐτὸν ὕδωρ
αἰεὶ φορέοντα Διὸς κούρα βασιλεῦσιν.
ΚΕΡΒΕΡΟΣ
ΚΥΚΝΟΣ
ΝΟΣΤΟΙ
θε[ῖ]ον ἐ[ξ]αίφνας τέρας ἰδοῖσα νύμφα
ὧ̣δ̣ε̣ δ̣ε̣[..]. Ἑλένα φωνᾶι ποτ[ὶ] παίδʼ Ὀδύσειο[ν·
Τηλέμαχ[..]τ̣ις ὅδʼ ἁμὶν ἄγγελ[ο]ς ὠρανόθεν
διʼ αἰθέρο[ς ἀτ]ρυγέτας κατέπτατο, βᾶ δ[
[ ].. φοινᾶ̣ι̣ κεκλαγ̣{γ̣}ώ̣[ς
[]...ς ὑμετέρους δόμους προφα.[.......]υς
[ ].....αν.υς ἀνὴρ
[ βο]υ̣λ̣α̣ῖς Ἀθάνας
[ ].η̣ις αυτα λακέρυζα κορώνα
[ ].μ̣ʼ οὐδʼ ἐγώ〈ν〉 σʼ ἐρύ[ξ]ω̣
[ Παν]ε̣λ̣ό̣π̣α̣ σʼ ἰδοῖσα φίλου πατ[ρ]ὸς υἱὸ̣ν̣
[ ]σ̣ο.[.]τ..ς ἐ̣σθλ[
[ ].[.]θ̣ε̣ι̣ο̣ν̣ μ[
[ ] [
[ ].[
[ ].ν̣...[
[ ].α̣..[].[
[ ].[
[ ]αμο[
[ ].οιω[
[ ].ντ[
. . .
ἀργυρέαν τεπ̣[
χρυσῶι ὕπερθε[
ἐκ Δαρδανιδ..[
Πλεισθενίδας.[
καὶ τὰ μὲν ευ̣.[
συνθ.[...].[..].[
χρυς[
. . .
ΟΡΕΣΤΕΙΑΣ Α
Μοῖσα σὺ μὲν πολέμους ἀπωσαμένα πεδʼ ἐμοῦ
κλείοισα θεῶν τε γάμους ἀνδρῶν τε δαίτας
καὶ θαλίας μακάρων
ὅκα ἦρος ὥραι κελαδῆι χελιδών
τοιάδε χρὴ Χαρίτων δαμώματα καλλικόμων
ὑμνεῖν Φρύγιον μέλος ἐξευρόντας ἁβρῶς
ἦρος ἐπερχομένου.
ΟΡΕΣΤΕΙΑΣ Β
λιθακοῖς
Στησίχορος ἐχρήσατο διη-
γήμασιν, τῶν τε ἄλλων ποι-
ητῶν οἱ πλείονες τ
μαις ταῖς τούτου· με
Ὅμηρον καὶ Ἡσίοδον
μᾶλλον Στησιχορ …
φων … Αἰσχύλος μὲν γὰρ
Ὀρέστειαν ποιήσας
… ιαν Ἀγαμέμνονα
Χοηφόρους Εὐμενίδας
… τὸν ἀναγνωρισ-
μὸν διὰ τοῦ βοστρύχου
Στησιχόρωι γάρ ἐστιν …
… Εὐριπίδης δὲ τὸ τόξον
τὸ Ὀρέστου ὅτι ἐστὶν δεδο-
μένον αὐτῶι δῶρον παρὰ
τοῦ Ἀπόλλωνος· παρω …
γὰρ λέγεται· δὸς τόξα μοι
κερουλκά, δῶρα Λοξίου, οἷς εἶ-
πʼ Ἀπόλλων μʼ ἐξαμύνασθαι
θεάς· παρὰ δὲ Στησιχόρωι· τό-
ξα … τάδε δώσω παλά-
μαισιν ἐμαῖσι κεκασμένα
… ἐπικρατέως βάλλειν·
Εὐριπίδης δὲ καὶ τὴν Ἰφιγέ-
νειαν ἐποίησε γαμουμένην
Ἀχιλλεῖ … σατ … ρ …
. . .
τᾶι δὲ δράκων ἐδόκησε μολεῖν κάρα βεβροτωμένος ἄκρον,
ἐκ δʼ ἄρα τοῦ βασιλεὺς Πλεισθενίδας ἐφάνη.
ΣΚΥΛΛΑ
ΣΥΟΘΗΡΑΙ
κρύψαι δὲ ῥύγχος
ἄκρον γᾶς ὑπένερθεν
[ Θεσ]τιάδαι·
[ ]αρ ὀψιγόνοι τε καὶ ἀσπασί-
οι ]ν ἐν μεγάρ[ο]ισιν· ἀτὰρ πόδας
[ ]τ..αθο. Προκάων Κλυτί-
ος τ(ε) ]σθαν·
[ ]ας δὲ μόλʼ [Ε]ὐρυτίων
[ ]ς τανυπ[έ]πλου
[ ]ας
[ ]. Εἰλατίδαο δαίφρονος
. . .
ἔνθεν μὲν Λοκρ[οὶ
ἱζάνον αἰχματαὶ [
τέκνα φιλα[ ἐρί-
ηρες Ἀχαιοὶ [
καὶ ὑπερθύμοι [
θʼ ἱαρὰν Βοιωτίδ[α ν]αίον [
⸏χθόνα πυροφόρ[ον. ]
ἔνθεν δʼ αὖ Δρύοπ[ές] τε κα[ὶ
λ̣οι μενεχάρμα[ι
. . .
οὕνεκα Τυνδάρεος
ῥέζων ποκὰ πᾶσι θεοῖς μόνας λάθετʼ ἠπιοδώρου
Κύπριδος· κείνα δὲ Τυνδαρέου κόραις
χολωσαμένα διγάμους τε καὶ τριγάμους τίθησι
καὶ λιπεσάνορας.
πάτρωʼ ἐμὸν ἀντίθεον Μελάμποδα·
μάλα τοι μάλιστα
παιγμοσύνας τε φιλεῖ μολπάς τʼ Ἀπόλλων,
κήδεα δὲ στοναχάς τʼ Ἀίδας ἔλαχε
εὐρεῖαν χθόνα.
κοιλωνύχων ἵππων πρύτανιν
δεῦρʼ ἄγε Καλλιόπεια λίγεια
αὐτόν σε πυλαμάχε πρῶτον
ῥαδινοὺς δʼ ἐπέπεμπον ἄκοντας
ἀτελέστατα γὰρ καὶ ἀμάχανα τοὺς θανόντας
κλαίειν
θανόντος ἀνδρὸς πᾶσα πολιὰ ποτʼ ἀνθρώπων χάρις.
ἀκεσταλίων
ἀνίψαλον παίδα,
ἀρχεσίμολπον
ἐρίσφηλον
ἠλίβατον
ἀπειρεσίοιο κυνυλαγμοῖο.
λεύκιππος·
μάτας
μεσόνυξ, μεσόνυχος·
ὀρείχαλκος·
πέποσχα·
ποταύδη,
ὑπερθυμέστατον ἀνδρῶν.
Παλλάδα περσέπολιν
ΚΑΛΥΚΗ
ΡΑΔΙΝΗ
ἄγε Μοῦσα λίγειʼ ἄρξον ἀοιδᾶς ἐρατῶν ὕμνους
Σαμίων περὶ παίδων ἐρατᾶι φθεγγομένα λύραι
ΔΑΦΝΙΣ