eul_wid: fri-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Egyptian Histories Fragments by Lysimachus the Historian

The Egyptian Histories Fragments is a lost Greek historical and ethnographic work attributed to Lysimachus the Historian. It survives only in fragmentary form, primarily through quotations preserved by the Jewish historian Flavius Josephus in his first-century polemical treatise Against Apion. The extant passages, numbering approximately thirty-two in modern collections, indicate the original text was a comprehensive account of Egyptian history, chronology, antiquities, and religious customs. Its most notorious and frequently cited element is a hostile version of the Exodus narrative, which Josephus quotes and refutes at length. In this account, Lysimachus portrays the Jews as a community of lepers and diseased individuals who were expelled from Egyptian temples by Pharaoh Bocchoris on the advice of an oracle, subsequently being cast into the wilderness. The work is transmitted entirely through indirect sources, with Josephus serving as the principal conduit. Its significance lies in its role within the polemical literature of the Hellenistic and early Roman periods, where it represents a strand of Egyptian-Greek historiography antagonistic to Jewish origins. Consequently, it is studied chiefly as a source for understanding the cultural and historiographic conflicts between Egyptian, Greek, and Jewish communities in antiquity.

ΑΙΓΥΠΤΙΑΚΑ

Ἰώσηπος ὁ ἱστορικός : Ἐπιτάξω δὲ τούτοις Λυσίμαχον, εἰληφότα μὲν τὴν αὐτὴν τοῖς προειρημένοις ὑπόθεσιν τοῦ ψεύσματος, ὑπερπεπαικότα δὲ τὴν ἐκείνων ἀπιθανότητα τοῖς πλάσμασι. Διʼ ὃ καὶ δῆλός ἐστι συντεθεικὼς κατὰ πολλὴν ἀπέχθειαν. Λέγει γὰρ ἐπὶ Βοκχόρεως τοῦ Αἰγυπτίων βασιλέως τὸν λαὸν τῶν Ἰουδαίων λεπροὺς ὄντας καὶ ψωροὺς, καὶ ἄλλα νοσήματά τινα ἔχοντας, εἰς τὰ ἱερὰ καταφεύγοντας μεταιτεῖν τροφήν. Παμπόλλων δὲ ἀνθρώπων νοσηλίᾳ περιπεσόντων, ἀκαρπίαν ἐν τῇ Αἰγύπτῳ γενέσθαι. Βόκχοριν δὲ, τὸν τῶν Αἰγυπτίων βασιλέα, εἰς Ἄμμωνος πέμψαι περὶ τῆς ἀκαρπίας τοὺς μαντευσομένους· τὸν θεὸν δὲ εἰπεῖν τὰ ἱερὰ καθᾶραι ἀπʼ ἀνθρώπων ἀνάγνων καὶ δυσσεβῶν, ἐκβαλόντα αὐτοὺς ἐκ τῶν ἱερῶν εἰς τόπους ἐρήμους, τοὺς δὲ ψωροὺς καὶ λεπροὺς βυθίσαι, ὡς τοῦ ἡλίου ἀγανακτοῦντος ἐπὶ τῇ τούτων ζωῇ, καὶ τὰ ἱερὰ ἁγνίσαι, καὶ οὕτω τὴν γῆν καρποφορήσειν. Τὸν δὲ Βόκχοριν τοὺς χρησμοὺς λαβόντα τούς τε ἱερεῖς καὶ ἐπιβωμίτας προσκαλεσάμενον κελεῦσαι ἐπιλογὴν ποιησαμένους τῶν ἀκαθάρτων τοῖς στρατιώταις τούτους παραδοῦναι κατάξειν αὐτοὺς εἰς τὴν ἔρημον, τοὺς δὲ λεπροὺς εἰς μολιβδίνους χάρτας ἐνδήσαντας, ἵνα καθῶσιν εἰς τὸ πέλαγος. Βυθισθέντων δὲ τῶν λεπρῶν καὶ ψωρῶν, τοὺς ἄλλους συναθροισθέντας εἰς τόπους ἐκτεθῆναι ἐπʼ ἀπωλείᾳ· συναχθέντας δὲ βουλεύσασθαι περὶ αὑτῶν, νυκτὸς δʼ ἐπιγενομένης πῦρ καὶ λύχνους καύσαντας φυλάττειν ἑαυτοὺς, τήν τʼ ἐπιοῦσαν νύκτα νηστεύσαντας ἱλάσκεσθαι τοὺς θεοὺς, περὶ τοῦ σῶσαι αὑτούς. Τῇ δʼ ἐπιούσῃ ἡμέρᾳ Μωϋσῆν τινα συμβουλεῦσαι αὐτοῖς παραβαλλομένους μίαν ὁδὸν τέμνειν, ἄχρις ἂν ἔλθωσιν εἰς τόπους οἰκουμένους, παρακελεύσασθαί τε αὐτοῖς μήτε ἀνθρώπων τινὶ εὐνοήσειν μήτε ἄριστα συμβουλεύσειν, ἀλλὰ τὰ χείρονα, θεῶν τε ναοὺς καὶ βωμοὺς, οἷς ἂν περιτύχωσιν, ἀνατρέπειν. Συναινεσάντων δὲ τῶν ἄλλων, τὰ δοχθέντα ποιοῦντας διὰ τῆς ἐρήμου πορεύεσθαι, ἱκανῶς δὲ ὀχληθέντας ἐλθεῖν εἰς τὴν οἰκουμένην χώραν, καὶ τούς τε ἀνθρώπους ὑβρίζοντας καὶ τὰ ἱερὰ συλῶντας καὶ ἐμπρήσαντας ἐλθεῖν εἰς τὴν νῦν Ἰουδαίαν προσαγορευομένην, κτίσαντας δὲ πόλιν ἐνταῦθα κατοικεῖν. Τὸ δὲ ἄστυ τοῦτο Ἱερόσυλα ἀπὸ τῆς ἐκείνων διαθέσεως ὠνομάσθαι· ὕστερον δʼ αὑτοὺς ἐπικρατήσαντας χρόνῳ διαλλάξαι τὴν ὀνομασίαν πρὸς τὸ μὴ οἰνειδίζεσθαι, καὶ τήν τε πόλιν Ἱεροσόλυμα, καὶ αὑτοὺς Ἱεροσολύμους προσαγορεύεσθαι.

Ἰώσηπος ὁ ἱστορικός : Λυσίμαχος δὲ κατὰ Βόκχοριν τὸν βασιλέα, τουτέστι πρὸ ἐτῶν χιλίων ἑπτακοσίων· Μόλων δὲ καὶ ἄλλοι τινὲς ὡς αὐτοῖς ἔδοξεν.

Ἰώσηπος ὁ ἱστορικός : Τὸν δὲ ἀριθμὸν τῶν ἐλασθέντων τὸν αὐτὸν Λυσιμάχῳ σχεδιάσας—ἕνδεκα γὰρ αὐτοὺς εἶναι φησὶ μυριάδας—.

Ἰώσηπος ὁ ἱστορικός : Καὶ Ἀπολλώνιος ὁ Μόλων καὶ Λυσίμαχος καί τινες ἄλλοι τὰ μὲν ὑπʼ ἀγνοίας, τὸ πλεῖστον δὲ κατὰ δυσμένειαν περί τε τοῦ νομοθετήσαντος ἡμῖν Μωυσέως καὶ περὶ τῶν νόμων πεποίηνται λόγους οὔτε δικαίους οὔτε ἀληθεῖς, τὸν μὲν ὡς γόητα καὶ ἀπατεῶνα διαβάλλοντες, τοὺς νόμους δὲ κακίας ἡμῖν καὶ οὐδεμιᾶς ἀρετῆς φάσκοντες εἶναι διδασκάλους.

ΘΗΒΑΪΚΑ ΠΑΡΑΔΟΞΑ.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Περὶ δὲ τῆς Εὐρώπης καὶ τῆς Κάδμου εἰς Θήβας παρουσίας Λυσίμαχος ἐν τῇ πρώτῃ τῶν Θηβαϊκῶν παραδόξων συνείλοχε πολλὴν τὴν ὕλην διαφωνοῦσαν.

Σχόλια εἰς Εὐριπίδην : Οἱ δὲ τὴν Σφίγγα Μακαρέως μὲν γενέσθαι γυναῖκα, θυγατέρα δὲ Οὐκαλέγοντος, ἑνὸς τῶν ἐγχωρίων· οὗ τελευτήσαντος κατασχεῖν τὴν Σφίγγα, ἐπαναιρεθῆναι ὑπό τινος Οἰδίποδος συνελθόντος αὐτῇ. Τινὲς δὲ καὶ Λαΐου τὴν Σφίγγα παραδιδόασιν, ὡς Λυσίμαχος.

Εἰσί γε οἵ φασι τὸ μνῆμα τοῦ Οἰδίποδος ἐν ἱερῷ Δήμητρος εἶναι ἐν Ἐτεωνῷ, μεταγαγόντων αὐτὸν ἐκ Κεοῦ τινὸς ἀσήμου χωρίου, καθάπερ ἱστορεῖν φησὶν Ἀρίζηλον Λυσίμαχος ὁ Ἀλεξανδρεὺς ἐν ιγʹ τῶν Θηβαϊκῶν, γράφων οὕτως· «Οἰδίπου δὲ τελευτήσαντος, καὶ τῶν φίλων ἐν Θήβαις θάπτειν αὐτὸν διανοουμένων, ἐκώλυον οἱ Θηβαῖοι διὰ τὰς προγεγενημένας συμφορὰς, ὡς ὄντος ἀσεβοῦς. Οἱ δὲ κομίσαντες αὐτὸν εἴς τινα τόπον τῆς Βοιωτίας καλούμενον Κεὸν ἔθαψαν αὐτόν. Γινομένων δὲ τοῖς ἐν τῇ κώμῃ κατοικοῦσιν ἀτυχημάτων τινῶν, οἰηθέντες αἰτίαν εἶναι τὴν Οἰδίπου ταφὴν, ἐκέλευον τοὺς φίλους ἀναιρεῖν αὐτὸν ἐκ τῆς χώρας. Οἱ δὲ ἀπορούμενοι τοῖς συμβαίνουσιν, ἀνελόντες ἐκόμισαν εἰς Ἐτεωνόν. Βουλόμενοι δὲ λάθρᾳ τὴν ταφὴν ποιήσασθαι, καταθάπτουσιν νυκτὸς ἐν ἱερῷ Δήμητρος, ἀγνοήσαντες τὸν τόπον. Καταφανοῦς δὲ γενομένου, πέμψαντες οἱ τὸν Ἐτεωνὸν κατοικοῦντες, τὸν θεὸν ἐπηρώτων, τί ποιῶσιν. Ὁ δὲ θεὸς εἶπεν, μὴ κινεῖν τὸν ἱκέτην τῆς θεοῦ. Διόπερ αὐτοῦ τέθαπται. Τὸ δὲ ἱερὸν Οἰδιπόδειον κληθῆναι.»

Πινδαρικὴ ὑπόμνησις : Περὶ τῶν Ἡρακλέος παίδων Λυσίμαχός φησί τινας ἱστορεῖν, μὴ ὑπὸ Ἡρακλέος, ἀλλʼ ὑπό τινων δολοφονηθῆναι ξένων.

Σχόλια εἰς Εὐριπίδην : Λυσίμαχος δέ φησιν ἐν τοῖς Θηβαϊκοῖς παραδόξοις, τριάκοντα ἀργυρίου τάλαντα ἀπαιτούντων ποινὴν ἐπὶ Ἰφίτῳ, οὕτως ἐπʼ αὐτοὺς Ἡρακλέα στρατεῦσαι.

ΝΟΣΤΟΙ.

Πινδαρικὴ ὑπόμνησις : Περὶ τῆς εἰς Κυρήνην ἀφίξεως τῶν Ἀντηνοριδῶν Λυσίμαχος ἐν πρώτῳ τῶν Νόστων ἱστορεῖ, παρʼ Ἄμνακι βασιλεῖ Λιβύων αὐτοὺς ᾠκηκέναι, μὴ βουλομένους συνοικεῖν τοῖς τὸ Ἴλιον πεπορθηκόσι, καὶ ὅτι ἔκτισαν μεθʼ ἱκανὸν χρόνον τὸν μεταξὺ Κυρήνης καὶ τῆς θαλάσσης κείμενον λόφον Ἀντηνοριδῶν ἐπικεκλημένον.

Τζέτζης : Λυσίμαχος ἐν πρώτῳ τῶν Νόστων οὕτω πως λέγει· «Γλαῦκος, Ἀκάμας, Ἱππόλοχος, οἱ Ἀντηνορίδαι, παρʼ Ἀκαμνάκει βασιλεῖ Λιβύων ᾤκησαν, μὴ βουλόμενοι συνοικεῖν τοῖς τὸ Ἴλιον πορθήσασιν, οἳ μεθʼ ἱκανὸν χρόνον τὸν μεταξὺ Κυρήνης καὶ τῆς θαλάσσης Ἀντηνοριδῶν λόφον ἔκτισαν καὶ ᾤκησαν.»

Ψευδοπλούταρχος : Ἀθηναῖον δʼ ὄρος ἔλαβε τὴν προσηγορίαν ἀπʼ Ἀθηνᾶς. Μετὰ γὰρ τὴν τοῦ Ἰλίου πόρθησιν Διομήδης, εἰς Ἄργος ὑποστρέψας, εἰς τὸν Κεραύνιον ἀνέβη λόφον, καὶ τέμενος Ἀθηνᾶς κατασκευάσας, τὸ ὄρος ἀπὸ τῆς θεᾶς Ἀθηναῖον μετωνόμασε. Γεννᾶται δʼ ἐν τῇ ἀκρωρείᾳ ῥίζα παρόμοιος πηγάνῳ· ἣν ἐὰν γυνὴ φάγῃ τις κατʼ ἄγνοιαν, ἐμμανὴς γίνεται· καλεῖται δʼ Ἀδράστεια· καθὼς ἱστορεῖ Λυσίμαχος ἐν βʹ Νόστων.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Διαπεφωνήκασι δὲ καὶ περὶ τῆς αὐτοῦ μητρός ... Λυσίμαχος ὁ Ἀλεξανδρεὺς ἐν τῷ δευτέρῳ τῶν Νόστων κατὰ λέξιν λέγων· «Σουΐδας γὰρ καὶ Ἀριστοτέλης, οἱ περὶ Εὐβοίας πεπραγματευμένοι, καὶ ὁ τοὺς Φρυγίους λόγους γράψας καὶ Δαΐμαχος καὶ Διονύσιος ὁ Χαλκιδεὺς οὐ τὴν περὶ Ἀχιλλέως διεσπαρμένην ἀφῆκαν ἡμῖν ἐπὶ χώρας δόξαν· ἀλλὰ τοὐναντίον οἱ μὲν ἐκ Θέτιδος αὐτὸν νομίζουσι γεγονέναι τῆς Χείρωνος, Δηίμαχος δὲ ἐκ Φιλομήλης τῆς Ἄκτορος· ἄλλοι δὲ ἄλλως περὶ αὐτοῦ ἀποφαίνονται.»

Ἡσύχιος ὁ Ἀλεξανδρεύς : Σκύρος, πόλις ἢ νῆσος ἢ λατύπη. Σκῦρος, ἀργιλώδης· Λυσίμαχος, τὴν λατύπην.

Σχόλια εἰς Εὐριπίδην : Ἰδίως ἕνα φησὶ παῖδα γενέσθαι τῷ Νεοπτολέμῳ, ἄλλων τρεῖς λεγόντων, Πύρρον, Μολοσσὸν, Αἰακίδην. Λυσίμαχος δὲ ἐν τῷ δευτέρῳ τῶν Νόστων φησὶ Πρόξενον καὶ τὸν Ἀκάνθιον Νικομήδην ἐν τοῖς Λακεδαιμονικοῖς ἱστορεῖν μὲν ἐκ τῆς Ἀνδρομάχης γενέσθαι τοὺς προειρημένους, ἐκ δὲ Λεωνάσσης τῆς Κλεωδαίου Ἄργον, Πέργαμον, Πάνδαρον, Δωριέα, Ἔραον, Δανάην, Εὐρύμαχον. Φασὶ δὲ Πύρρῳ μὲν ἐγχειρίσαι τὴν βασιλείαν τὸν πατέρα, Μολοσσῷ δὲ τὴν ἐκ τῆς προσηγορίας τιμὴν προστάξαντα τὴν χώραν Μολοσσίαν ὀνομάζειν. Διὸ τὸν Αἰακίδην ὑπʼ αὐτῆς ὑπεκτεθῆναι Ἀνδρομάχης, πρὸς τὸ, εἰ διὰ τὴν ἀπαιδίαν Ἑρμιόνης καὶ τὴν ἑαυτῆς ἀσθένειαν γένοιτό τι τοῖς τέκνοις δυσχερὲς, μὴ ὑποχειρίους πάντας ληφθῆναι.

Σχόλια εἰς Εὐριπίδην : Ὁ μὲν Εὐριπίδης ἀπὸ Νεοπτολέμῳ φησὶν εἶναι τὴν Ἑρμιόνην, ὁ δὲ Λυσίμαχος ταύτην παραινείου, ὃς γράφει· «Γήμας ... Ἑρμιόνην τὴν Μενέλεω καὶ Ἑλένης, μετὰ ταῦτα Λεώνασσαν τὴν Κλεοδαίου τοῦ Ἡρακλέους, ἐξ ἐκείνης μὲν γενέσθαι Μολοσσὸν ὁμώνυμον τῇ χώρᾳ καὶ ταύτην ἀπʼ αὐτοῦ κληθῆναι· ἐκ δὲ τῆς Λεωνάσσης .....γενον, Δωριέα, Πέργαμον, ......χωρον.» Ταῦτα μὲν Λυσίμαχος ... δὲ ὁ τραγῳδιοποιὸς .... ὕστερον δὲ Διομήδει συνοικῆσαι ..... Νεοπτολέμῳ Ἀγχίαλον γενέσθαι ...... δὲ ἐν μὲν Ἀνδρομάχῃ .... δὲ καὶ Ἀπολλόδωρος ......

Φώτιος : Σαμίων ὁ δῆμός ἐστιν· ὡς πολυγράμματος ... Οἱ δὲ ὅτι Ἀθηναῖοι μὲν τοὺς ληφθέντας ἐν πολέμῳ Σαμίους ἔστιζον γλαυκὶ, Σάμιοι δὲ σαμαίνῃ· ὅ ἐστι πλοῖον δίκροτον, ὑπὸ Πολυκράτους πρῶτον κατασκευασθὲν τοῦ Σαμίων τυράννου, ὡς Λυσίμαχος ἐν δευτέρῳ Νόστων. Τὸ δὲ πλάσμα Δούριδος.

Ἀθήναιος : Οἶδα δὲ καὶ τὴν Ὀδυσσέως ... ἀδελφὴν Φακῆν καλουμένην, ἣν ἄλλοι τινὲς Καλλιστὼ ὀνομάζουσιν, ὡς ἱστορεῖν Μνασέαν τὸν Πατρέα ἐν τρίτῳ Εὐρωπιακῶν φησι Λυσίμαχος ἐν τρίτῳ Νόστων.

Εὐστάθιος ὁ Θεσσαλονίκης : Κατὰ δὲ Λυσίμαχον αὐτῷ τῷ Ὀδυσσεῖ ἐξ Εὐίππης Θεσπρωτίδος Λεοντόφρων, ὃν ἄλλοι Δόρυκλόν φασιν.

Σχόλια εἰς Εὐριπίδην : Ἥνπερ μόνην γε Τυνδαρὶς τίκτει κόρη Ἑλένη κατʼ οἴκους πατρί Μενελάῳ Λυσίμαχος καὶ ἄλλοι τινὲς ἱστοροῦσι γενέσθαι ἐξ Ἑλένης καὶ Νικόστρατον. Ὁ δὲ τὰς Κυπριακὰς ἱστορίας συντάξας Πλεισθένην φησὶ, μεθʼ οὗ εἰς Κύπρον ἀφῖχθαι τὸν ἐξ αὐτῆς τεχθέντα Ἀλεξάνδρῳ Ἀγανόν.

Σχόλια εἰς Εὐριπίδην : Αἰχμαλωτίδων ... τὰς μὲν Ἀρκὰς, τὰς δὲ Θεσσαλὸς λεὼς εἴληχʼ Ἀθηναίων τε Θησεῖδαι πρόμοι Ἔνιοι ταῦτά φασι κατὰ χάριν εἰρῆσθαι· μηδὲν γὰρ εἰληφέναι τοὺς περὶ Ἀκάμαντα καὶ Δημοφῶντα ἐκ τῶν λαφύρων, ἀλλὰ μόνην τὴν Αἴθραν, διʼ ἣν καὶ ἀφίκοντο εἰς Ἴλιον Μενεσθέως ἡγουμένου. Λυσίμαχος δὲ τὸν τὴν Πέρσιν Ἰλίου; πεποιηκότα φησὶ γράφειν οὕτως· Θησείδαις δʼ ἔπορεν δῶρα κρείων Ἀγαμέμνων ἠδὲ Μενεσθῆϊ μεγαλήτορι ποιμένι λαῶν.

Σχόλια εἰς Εὐριπίδην : Λυσίμαχος δέ φησι Δημοφῶντος Ἀθήνησι βασιλεύοντος ἔτους τετάρτου Θαργηλιῶνος ἱσταμένου δωδεκάτῃ.

ΠΕΡΙ ΤΩΝ ΑΘΗΝΗΣΙ ΜΗΝΩΝ ΚΑΙ ΕΟΡΤΩΝ.

Οὐαλέριος Ἁρποκρατίων : Μεταγειτνιών ... ὁ βʹ μὴν παρʼ Ἀθηναίοις οὕτω καλεῖται· ἐν δὲ τούτῳ Ἀπόλλωνι Μεταγειτνίῳ θύουσιν, ὡς Λυσιμαχίδης ἐν τῷ Περὶ τῶν Ἀθήνησι μηνῶν.

Οὐαλέριος Ἁρποκρατίων : Μαιμακτηριὼν, ὁ εʹ μὴν παρʼ Ἀθηναίοις ... ὠνόμασται δὲ ἀπὸ Διὸς μαιμάκτου· μαιμάκτης δʼ ἐστὶν ὁ ἐνθουσιώδης καὶ ταρακτικὸς, ὥς φησι Λυσιμαχίδης ἐν τῷ Περὶ τῶν Ἀθήνησι μηνῶν· ἀρχὴν δὲ λαβόντος τοῦ χειμῶνος ἐν τούτῳ τῷ μηνὶ ὁ ἀὴρ ταράττεται καὶ μεταβολὴν ἔχει.

Οὐαλέριος Ἁρποκρατίων : Σκίρα ἑορτὴ παρʼ Ἀθηναίοις, ἀφʼ ἧς καὶ ὁ μὴν Σκιροφοριών. Φασὶ δὲ οἱ γράψαντες Περί τε ἑορτῶν καὶ μηνῶν Ἀθήνησι, ὧν ἐστὶ καὶ Λυσιμαχίδης, ὡς τὸ σκίρον σκιάδιόν ἐστι μέγα, ὑφʼ ᾧ φερομένῳ ἐξ ἀκροπόλεως εἴς τινα τόπον καλούμενον Σκίρον πορεύονται ἥ τε τῆς Ἀθηνᾶς ἱέρεια καὶ ὁ τοῦ Ποσειδῶνος ἱερεὺς καὶ ὁ τοῦ Ἡλίου· κομίζουσι δὲ τοῦτο Ἐτεοβουτάδαι. Σύμβολον δὲ τοῦτο γίνεται τοῦ δεῖν οἰκοδομεῖν καὶ σκέπας ποιεῖν, ὡς τούτου τοῦ χρόνου ἀρίστου ὄντος πρὸς οἰκοδομίαν. Καὶ Ἀθηνᾶν δὲ Σκιράδα τιμῶσιν Ἀθηναῖοι, ἣν Φιλόχορος μὲν ἐν βʹ Ἀτθίδος ἀπὸ Σκίρου τινὸς Ἐλευσινίου μάντεως κεκλῆσθαι, Πραξίων δὲ ἐν βʹ Μεγαρικῶν ἀπὸ Σκίρωνος.

Περὶ τοῦ τὸν Προμηθέα περὶ τὴν Ἀκαδήμειαν καὶ τὸν Κολωνὸν ἱδρῦσθαι Ἀπολλόδωρος γράφει οὕτως· «Συντιμᾶται δὲ καὶ ἐν τῇ Ἀκαδημίᾳ τῇ Ἀθηνᾷ, καθάπερ ὁ Ἥφαιστος. Καὶ ἔστιν αὐτοῦ παλαιὸν ἵδρυμα καὶ βωμὸς ἐν τῷ τεμένει τῆς θεοῦ.» Δείκνυται δὲ καὶ βάσις ἀρχαία κατὰ τὴν εἴσοδον, ἐν ᾗ τοῦ τε Προμηθέως ἐστὶ τύπος καὶ τοῦ Ἡφαίστου. Πεποίηται δὲ, ὡς καὶ Λυσιμαχίδης φησὶν, ὁ μὲν Προμηθεὺς πρῶτος καὶ πρεσβύτερος, ἐν δεξιᾷ σκῆπτρον ἔχων, ὁ δὲ Ἥφαιστος νέος καὶ δεύτερος. Καὶ βωμὸς ἀμφοῖν κοινός ἐστιν ἐν τῇ βάσει ἀποτετυπωμένος.

ΠΕΡΙ ΤΩΝ ΠΑΡʼ ΑΤΤΙΚΟΙΣ ΡΗΤΟΡΩΝ. Πρὸς Καικίλιον.

Ἀμμώνιος ὁ Γραμματικός : Θεωρὸς καὶ θεατὴς διαφέρει. Θεωρὸς μὲν γάρ ἐστιν ὁ εἰς θεοὺς πεμπόμενος, θεατὴς δὲ ὁ ἀγώνων καὶ θεάτρων. Εὐριπίδης ἐν Ἴωνι·

πότερον θεατὴς ἢ χάριν μαντευμάτων; καὶ Αἰσχύλος·

βοᾷς τοιοῦδε πράγματος θεωρὸς ὤν. Ἁμαρτάνουσιν οὖν οἱ λέγοντες θεωρῆσαί με δεῖ τὸν ἀγῶνα, δέον εἰπεῖν θεάσασθαι. Διαστέλλει οὖν τοῦτο ἐπιμελῶς Λυσιμαχίδης ἐν τῷ πρὸς Καικίλιον περὶ τῶν παρὰ τοῖς Ἀττικοῖς ῥητόρων, καὶ πολλῶν παραθέσεις ποιεῖται. Καὶ ἔστι τὸ θεάσασθαι, ὥσπερ πρόκειται, παρὰ τὴν θέαν, τὸ δὲ θεωρεῖν, φησὶν, οὐκ ἄλλο τι ἢ τὸ τῶν θεῶν ὠρεῖν, τοῦτο δὲ τὸ φροντίζειν. Διὸ καὶ τοὺς τῶν θεαμάτων μὲν ἕνεκα πεμπομένους σὺν θυσίαις δὲ καὶ εὐσεβείᾳ, πάντας ὠνόμαζον θεωρούς. Καὶ τὸ τοῖς Ἀθηναίοις διδόμενον θεωρικὸν, οὐχὶ διὰ τὰς θέας — ὡς Καικίλιος ὑπέλαβεν —, ἀλλὰ διὰ τὸ ἐν ταῖς ἑορταῖς εἰς τοὺς θεοὺς εὐσεβεῖν καὶ ἐπιθεῖν καὶ εὐφραίνεσθαι.