eul_wid: nys-ab

Περὶ δηλητηρίων καὶ τῆς προφυλάξεως καὶ
On Poisons and Their Precaution and Treatment

Pseudo-Dioscorides On Poisons and Their Precaution and Treatment PDF

t [ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΡΙΔΟΥ] ΠΕΡΙ ΔΗΛΗΤΗΡΙΩΝ ΦΑΡΜΑΚΩΝ ΚΑΙ ΤΗΣ ΑΥΤΩΝ ΠΡΟΦΥΛΑΚΗΣ ΚΑΙ ΘΕΡΑΠΕΙΑΣ. ΤΟ ΠΡΟΟΙΜΙΟ Ν .
Pr (t) [45] [Ἀποδόντες ἐν τοῖς προγραφεῖσι βιβλίοις, φίλτατε Ἄρειε, τὸν περὶ ἀρωμάτων καὶ ἐλαίων καὶ μύρων καὶ δένδρων καὶ τῶν ἐξ αὐτῶν καρπῶν καὶ δακρύων, ἔτι τε ζώων καὶ μέλιτος καὶ γάλακτος καὶ στέατος καὶ τῶν λεγομένων σιτηρῶν καὶ λαχάνων, ἔτι τε τὸν σύμπαντα περὶ ῥιζῶν καὶ βοτανῶν καὶ χυλισμάτων καὶ οἴνων καὶ μεταλλικῶν λόγον· ἐν τούτῳ, τελευταίῳ ὑπάρχοντι τῆς ὅλης πραγματείας, καταλεξόμεθα περὶ τῆς τῶν ὠφελεῖν ἡμᾶς ἢ βλάπτειν δυναμένων φαρμάκων ἐνεργείας. Παραιτησάμενοι οὖν τὴν πολυλογίαν ἐπάνιμεν ἐπὶ τὸ προκείμενον.] Μεριζομένου δὲ τοῦ τοιούτου διχῆ· εἴς τε προφυλακὴν τοῦ μηδὲ τὴν ἀρχὴν λαθεῖν, ἢ εἰ καί ποτε λάθοι διδόμενα, ἀνενέργητα γενέσθαι, καὶ εἰς τὸ βοηθηματικὸν τῶν πεπωκότων, πρῶτον δίειμι περὶ τοῦ προφυλακτικοῦ τρόπου, δυςχεροῦς ὄντος, ὡς οἱ ἀρχαῖοι ὑπέλαβον, διὰ τὸ τοὺς λάθρα διδόντας οὕτω μηχανᾶσθαι, ὡς καὶ τοὺς ἐμπειροτάτους ἐξαπατᾷν· τὰς μὲν γὰρ πικρίας ἐξαιροῦνται τῶν φθαρτικῶν φαρμάκων ταῖς μιγνυμέναις γλυκύτησι· τὰς δὲ δυςωδίας ταῖς τῶν ἀρωμάτων καταμίξεσιν ἢ ταῖς τῶν ὑλῶν ἐπ’ ὠφελείᾳ δοκουσῶν προςφέρεσθαι, μάλιστα δ’ ἐν ταῖς ἀσθενείαις, ὡς ἀψινθίῳ, ἢ τραγοριγάνῳ, ἢ ὑσσώπῳ, ἢ θύμβρᾳ, θύμῳ τε καὶ ὀριγάνῳ, ἢ ἀβροτόνῳ, ἢ ἴριδι, ἢ καστορίῳ, καὶ εἴ τι δοκεῖ κατάλληλον τοῖς κακουργουμένοις φαρμάκοις ἔχειν ποιότητα· ἐπὶ δὲ τῶν πινομένων ἐν οἴνοις σκληροῖς, ἢ ἐν ζωμοῖς, ἢ ἐν γλυκεῖ, ἢ ἐν μελικράτῳ, ἢ ἐν γλεύκει, ἢ ἐν χυλοῖς, ἢ ἐν φακῷ, ἢ ἐν ἀλφίτοις, ἢ ἐν ἄλλοις τισὶ τῶν προςφερομένων συσσιτοποιοῦντες· ὅθεν τὸν ὑποπτεύοντα δεῖ παραιτεῖσθαι τὰ κατηρτυμένα τῶν ἐδεσμάτων καὶ πᾶσαν ἐπιτεταμένην ποιότητα γεύσεων, ὅσαι εἰσὶ διὰ τῶν γλυκέων ἢ ἁλυκῶν ἢ ὀξέων διαφυλάττεσθαι· καὶ τοὺς δεδιψηκότας ἢ πεινῶντας δι’ ἐπιτάσεως μὴ ἀθρόως πίνειν ἢ ἐσθίειν, προςέχοντας τῇ ποιότητι τούτων, μάλιστα δὲ ψυχρὸν ὕδωρ προλαμβάνειν πίνοντας· ἀποπληρωθείσης γὰρ τῆς ὀρέξεως, εὐκατάλεπτοι γίνονται τὸ λοιπὸν αἱ ποιότητες· καὶ ἐπὶ μὲν τῶν ἀσθενούντων, καλῶς παραιτούμεθα τὰς τῶν δοκούντων ἐπ’ ὠφελείᾳ δίδοσθαι φαρμάκων πόσεις, ἃς εἰςφέρουσιν οἱ κακουργοῦντες τὰ δηλητήρια· ὥςτε διὰ τοῦτο δυςεπιχειρήτους γίνεσθαι τοὺς νοσοῦντας· καὶ ἡ μὲν πρὸς τὸ μὴ εὐχερῶς ἁλίσκεσθαι πλανωμένους ἔφοδος αὕτη. Ἑτέρα δέ ἐστιν ἀνυσιμωτέρα· δεῖ τοὺς ὑποπτεύοντάς τι τοιοῦτον προλαμβάνειν τι, καὶ ἀδύνατα κατασκευάζειν τὰ φάρμακα· ὥςτε τὰς ἰσχάδας μασσωμένους μετὰ βασιλικῶν καρύων, καὶ τὰ καλούμενα κεδρόμηλα, βουνιάδος τε σπέρματος ὁλκὴν μετ’ οἴνου ἢ καλαμίνθης τῶν φύλλων ὁμοίως, ἢ μίλτου τῆς καλουμένης λημνίας σφραγίδος τὸ αὐτὸ πλῆθος σὺν οἴνῳ· ἢ πηγάνου φύλλα καὶ καρύων βασιλικῶν τὸ ἐντός· ἢ ἁλῶν χόνδρον καὶ ἰσχάδας δύο νήστεις προςφερέσθωσαν, καὶ ὑπ’ οὐδενὸς ὁτιοῦν βλαβήσονται φαρμάκου. Καὶ ἀντίδοτα δὲ προςλαμβανόμενα μετ’ οἴνου τὸ αὐτὸ ποιοῦσιν· ὧν ἐστι ἡ διὰ τοῦ σκίγκου, καὶ ἡ διὰ τῶν αἱμάτων, καὶ ἡ καλουμένη μιθριδάτειος.
Pr (50) [115] Ἀντιπάσχουσι δὲ πολλάκις καὶ ἰδιοσυγκρίσεις σωμάτων, αἱ προδιαθέσεις διά τινας βρωμάτων ἢ πομάτων ποιότητας, ἢ πλῆθος οἴνου· ἐκλύουσι γὰρ τὰς ἐνεργείας τῶν ἐπειςαγομένων φαρμάκων, καὶ τὴν ἀνάδοσιν αὐτῶν κωλύουσι, προπεπληρωμένων τῶν πόρων ὑπὸ προληφθείσης τροφῆς. Ἐπειδὴ δὲ καὶ περιστάσεις τινὲς ἐν ἀποδημίᾳ δίχα ἐπιβουλῆς πολλάκις ἐπιφέρουσιν ὁμοίους κινδύνους, ἀναγκαῖον ὑπολαμβάνω καὶ περὶ τούτου διαλαβεῖν· δεήσει γὰρ πρῶτον μὲν ἐν ὑπαίθροις τόποις, ὡς δυνατὸν, ἕψειν, καὶ ἑτοιμάζειν τὰ πρὸς βρῶσιν καὶ πόσιν· δεύτερον δ’ ἐν ὑποστέγῳ ἐπιμελῶς καταμανθάνειν τὰς ὀροφάς· πολλάκις γὰρ ἐκ τῶν ὑπερκειμένων πίπτει ζωΰφια φθοροποιὰ, ὥςπερ φαλάγγια καὶ ἄλλα τινὰ ἑρπετὰ, καὶ ὁ καλούμενος ἀσκαλαβώτης. Καὶ τοῖς ἐπιχέουσι τὸν οἶνον, ἀγγείοις ἐναργῶς καὶ ἐπιμελῶς προςέχειν δεῖ· ἕλκεται γὰρ ὑπὸ τῆς ὀσμῆς τοῦ οἴνου τὰ ἑρπετὰ, ἅτινα πολλάκις πιόντα μὲν τὸν ἰὸν ἀπήμεσαν, ἐμπεσόντα δὲ ἀπέθανον, καὶ ἀπωλείας ἐγένοντο αἴτια τοῖς προςενεγκαμένοις. Πρὸς μὲν τὸ ἀνεπιβούλευτον εἶναι καὶ προφυλάσσεσθαι ταῦτα εἰρήσθω. Εἰ δέ τινες ἑκουσίᾳ γνώμῃ προςενέγκοιντο, ἢ καὶ ἐξ ἐπιβουλῆς τινων λάβοιεν, δεήσει μηδὲν ἀναβαλλομένους βοηθεῖν· εἰς γὰρ τὸ περιμένειν τὰ παρακολουθοῦντα σημεῖα ἑκάστου τῶν φαρμάκων, ἀνίατόν ἐστι, δυςβοηθήτων αὐτῶν διὰ τὸν χρόνον γινομένων. Ἐὰν μὲν οὖν οἱ προςενεγκάμενοι νοήσαντες ὁμολογήσωσι τὸ ποθὲν φάρμακον, ἤ τινες τῶν συμπαρόντων, παραχρῆμα ἐλθόντες ἐπὶ τὰ κατάλληλα βοηθήματα, ῥᾳδίως εἰς τὸ κατὰ φύσιν καὶ οἰκεῖον αὔξομεν αὐτοὺς κατάστημα· οὐ συγκατατιθέμενοι τοῖς λέγουσιν ἐπ’ αὐτῶν κατὰ πᾶν ἀθεράπευτα γίνεσθαι. Πῶς γὰρ τὰ μὲν ἐπὶ τῶν ἐν τῷ σώματι γινομένων αἰτίων πάθη θεραπείαν ἐπιδέχεται, τὰ δὲ ὑπὸ τῶν ἔξωθεν συμπίπτοντα φαρμάκων ἀθεράπευτα τυγχάνει; ὁμοίως γὰρ πάντα τὰ περὶ τὰ σώματα γινόμενα νοσήματα θεράπευτά τε καὶ ἀθεράπευτα, κατὰ τὰ μεγέθη τῶν προςπιπτόντων αἰτίων καὶ τὰς προδιαθέσεις καὶ ἐπιτηδειότητας τῶν σωμάτων· εἰ δέ τινες αὐτῶν καταληφθέντες ἀφωνίαις ἢ παρανοίαις ἢ ἄλλῳ, διὰ τὸ μὴ βούλεσθαι ἐξάγειν αὐτὸ, ἀσυμφανὲς ἡμῖν ποιοῦσι τὸ φάρμακον, τότε δεῖ ταχέως ἔρχεσθαι ἐπὶ τὰ κοινῶς ἁρμόττοντα τοῖς οἱονδήποτε φάρμακον πεπωκόσιν· οὐδὲν δὲ δύναται κοινότερον βοήθημα δίδοσθαι, τοῦ τὸ δοθὲν φάρμακον, πρὸ τοῦ ἐνισχύσαι, διὰ τοῦ ἔγγιστα τόπου κενοῦν εἰς τὸ ἐκτός· ὅθεν μηδὲν ἀναβαλλομένους προςφέρειν δεῖ ἔλαιον θερμὸν, ἢ κατ’ ἰδίαν, ἢ μεθ’ ὕδατος ἐμεῖν ἀναγκάζοντας· εἰ δὲ μὴ παρείη ἔλαιον, τῶν τόπων μὴ φερόντων, βούτυρον ἀντὶ ἐλαίου μεθ’ ὕδατος θερμοῦ ἢ μαλάχης, ἢ λινοσπέρμου, ἢ τράγου, ἢ τήλεως, ἢ κνίδης σπέρματος, ἢ χόνδρου ἀφεψήματος· οὐ μόνον γὰρ κενώσει ταῦτα διὰ τῶν ἐμέτων, χαλασμὸν εὐχερῶς καὶ ναυτίαν ἐμποιοῦντα, ἀλλὰ καὶ ὑπάξει τὴν κοιλίαν, καὶ ἐναντιωθήσεται τῇ κακίᾳ τῶν φαρμάκων, ἀμβλυντικὰ τῶν δριμυτήτων καθεστῶτα· ἔστι δὲ ἐναργῶς καταλαβέσθαι τοῦτο· εἰ γάρ τις ἑλκῶσαι προαιρούμενος δι’ ἀσβέστου, ἢ τρυγὸς, ἢ κανθαρίδος, ἤ τινος ἄλλου δριμέως, τὸ σῶμα ὑποχρίσει ἐλαίῳ, οὐχὶ ἑλκωθήσεται ὑπὸ τούτου· καὶ μὴν οὐδ’ εἴ τις στύψαι θελήσει ἰσχυρῶς ἢ ψύξαι, δύναται προλιπαίνων· ἔτι μὴν καὶ ἔμετος οὐ μόνον καθ’ ὃ κενοῖ καὶ ἐκκρίνει τὸ βλάπτον ὠφελεῖ, ἀλλ’ ὅτι καὶ δείκνυσι τὸ ληφθὲν ἐνίοτε, ἔκ τε ὀσμῆς, ἢ θρόμβων, ἢ χρώματός τινος· ἐκ μὲν γὰρ τῆς ὀσμῆς καὶ πικρίας μηκώνειον· ἐκ δὲ χρόας ψιμύθιον ἢ γύψον· ἀπὸ δὲ θρόμβου γάλα ἢ τὸ νεοσφαγὲς αἷμα· ἀπὸ δὲ βρώμου καὶ ποιότητος τοῦ ἐμουμένου καὶ ὀσμῆς, λαγωὸν θαλάττιον καὶ φρῦνον· ὡς διὰ τοῦτο μᾶλλον ἢ δι’ ἕτερον ἐνίοις δύνασθαι βοηθεῖν, ἐρχομένους ἐπὶ τὰ ἑκάστῳ ἁρμόζοντα βοηθήματα· παραμίγνυται δὲ τῷ ἐλαίῳ μαλάχης ἀφέψημα, ἢ γλαύκιον, ἢ στέαρ χήνειον, ἢ ζωμὸς ἐκ λιπαρῶν κρεῶν γεγονὼς, ἢ κονία ἡ διὰ τῶν ξύλων.
Pr (100) [160] Κομισάμενοι δὲ διὰ τῶν ἐμέτων ἐπιμελῶς, διὰ τὸ μηδὲν ὑπολείπεσθαι ἐν τῇ κοιλίᾳ, τὸ ἐμμεῖναν ἐν τοῖς ἐντέροις κλύσματι δριμεῖ κομιούμεθα. Ποιεῖ δὲ καὶ τὸ νίτρον λεῖον σὺν ὑδρομέλιτι παραλαμβανόμενον, καὶ οἶνοι πολλοὶ καὶ παλαιοὶ πινόμενοι, καὶ ζωμοὶ ὀρνίθειοι, ἰχθύες λιπαροὶ, καὶ κρέα παλαιὰ καὶ λιπαρὰ, καὶ τὰ διὰ στέατος ἢ βουτύρου προςφάτου· ὑπάγοντα γὰρ τὴν κοιλίαν, ὥςπερ εἶπον, καὶ τὸν στόμαχον ἀναλύοντα, ἑτοιμότερον κατασκευάζει τὸν στόμαχον πρὸς τὸν ἔμετον· ἀμβλύνει τε τὴν δριμύτητα αὐτῶν, καὶ παρεμπλασσόμενα τοῖς πόροις, κωλύει τὴν ὀξύτητα τῆς τῶν φαρμάκων δυνάμεως. Δίδονται δὲ καὶ ἁρμόζοντα φάρμακα κοινῶς· ὧν ἐστιν ἡ λημνία μίλτος, ἀγαρικὸν, ἀβρότονον, ἐρύσιμον, ἠρυγγίου ῥίζα, σταφυλίνου σπέρμα καὶ καλαμίνθης, νάρδος κελτικὴ, καστόριον, νάρθηκος χλωροῦ ἐντεριώνη, νηρίου τοῦ καλουμένου ῥοδοδένδρου ἄνθος, πρασίου χυλὸς, σίλφιον, καὶ ὁ ὀπὸς αὐτοῦ, καὶ ἡ ῥίζα, ἣν καὶ μαγύδαριν ἐκάλεσαν, σαγάπηνον, ὀποπάναξ, πευκεδάνου ὀπὸς, ἀριστολοχία μακρὰ, πηγάνου ἀγρίου σπέρμα, κέστρου, τῆς βετονικῆς καλουμένης, τὰ φύλλα. Δίδοται δὲ ἕκαστον σὺν οἴνῳ 𐅻 αʹ πλῆθος· ποιεῖ καὶ πολίου ἀφέψημα [καὶ σέσελι] καὶ πίσσα ὑγρὰ ἐκλειχομένη· γενναιότατα δὲ βοηθοῦσι καὶ ἀντίδοτοι, ὧν τὰς σκευασίας ἐπὶ τέλει ἀναγράψομεν· κοινῶς δὲ βοηθητέον τούτοις τὸν τρόπον τοῦτον. Δυνατὸν δὲ καὶ ἐκ τῶν παρακολουθούντων συμπτωμάτων κοινὰ καὶ τὰ βοηθήματα συμπαραλαμβάνεσθαι. Σχεδὸν γὰρ αἱ τῶν πλείστων φαρμάκων δυνάμεις εἰς ὁμοιοτρόπους περιάγουσι τὸ σῶμα διαθέσεις· δι’ ἣν αἰτίαν ἐπὶ τῶν πλείστων τὰ κοινὰ βοηθήματα ἀνύει, ποικίλα μὲν γὰρ τὰ δηλητήρια φάρμακα, κοιναὶ δὲ καὶ οὐ πολλαὶ αἱ ἐξ αὐτῶν γινόμεναι διαθέσεις· ἀδύνατον γὰρ πάντα τὰ συμπτώματα ἑνὶ παρακολουθῆσαι· εἰ γὰρ ἦν τοῦτο, παρεῖλκεν ἂν ἡ καθ’ ἕκαστον φάρμακον διὰ τῶν βοηθημάτων παράδοσις. Τό τε γὰρ ἀλγεῖν στόμαχόν τε καὶ κοιλίαν καὶ ἔντερα, ἧπαρ τε καὶ νεφροὺς καὶ κύστιν, ἔτι δὲ λύζειν καὶ δάκνεσθαι καὶ τρέμειν, ἀφώνους τε εἶναι καὶ περιψύχεσθαι, σπᾶσθαί τε καὶ ἀσφυκτεῖν καὶ δυςπνοεῖν καὶ καταφέρεσθαι καὶ σκοτοῦσθαι καὶ πνίγεσθαι καὶ διψᾷν καὶ αἱμοῤῥαγεῖν, πυρέσσειν τε καὶ δυςουρεῖν καὶ στροφοῦσθαι καὶ ἐμεῖν πυκνὰ ἢ ναυτιᾷν, ἐρυθραίνεσθαι καὶ πελιδνοῦσθαι καὶ ὠχριᾷν, παραφρονεῖν τε καὶ ῥέγχειν καὶ παρίεσθαι, καὶ ἄλλα πολλὰ ποιεῖν, καὶ διάφορα πάσχειν· ἑνὶ μόνῳ δύςκολον εὑρεῖν παρεπόμενον, ἕκαστον μερισθὲν εἰς καθολικὰς διαθέσεις ὀλίγων ἀριθμὸν καὶ κοινῶν ὑποδεῖξαι συμπτωμάτων.
Pr (150) [215] Διὸ καὶ ἐφ’ ἑνὸς ἑκάστου τῶν προειρημένων οὐκ εὔκολον τὸ εἰλημμένον φάρμακον γινώσκεσθαι· τὸ γὰρ δάκνεσθαι τὸ στόμα καὶ γλῶτταν, φλεγμαίνειν στόμαχον καὶ κοιλίαν τε καὶ νεφροὺς καὶ κύστιν, δυςουρεῖν τε ἰσχυρῶς, ἐνίοτε δὲ καὶ αἷμα δι’ οὔρων πορεύεσθαι, καὶ λακιδοῦσθαι, διαπεπρῆσθαί τε πολλὰ μέρη τοῦ σώματος, οὐ μόνον ἐπὶ κανθαρίδων εὑρίσκεται παρακολουθοῦντα, ἀλλὰ καὶ ἐπὶ πιτυοκάμπης καὶ βουπρήστεως καὶ σαλαμάνδρας· τό τε καταφέρεσθαι, ἢ καροῦσθαι, ἢ ῥέγχειν, πελιοῦσθαί τε καὶ νωθριᾷν καὶ καταψύχεσθαι καὶ ναρκᾷν, ἀναισθητεῖν δὲ ἢ ὀδαξεῖσθαι τὸ ὅλον σῶμα, οὐ μόνον τοῖς τὸ μηκώνειον πεπωκόσι παρέπεται, ἀλλὰ καὶ τοῖς μανδραγόραν ἢ κώνειον προςενεγκαμένοις· τό τε παραφρονεῖν οὐ μόνον ὑοςκύαμος ἐπιφέρει, ἀλλὰ καὶ τὰ τοξικὰ καλούμενα τῶν φαρμάκων· καὶ ἀκόνιτον δὲ, καὶ τὸ μέλι τὸ γεννώμενον ἐν Ἡρακλείᾳ τῇ ποντικῇ· καὶ τὸ πνίγεσθαι δὲ οὐ μόνον ἐπὶ μυκήτων ὁρᾶται, ἀλλὰ καὶ ἐπὶ αἵματος ταυρείου καὶ γάλακτος καὶ ἀκονίτου καὶ γύψου καὶ ψιμυθίου· καὶ καθόλου δύςκολον, ἐὰν θέλῃς εὑρεῖν σημεῖον δυνάμενόν τι τῶν πινομένων καὶ γενομένων φαρμάκων δηλῶσαι, καὶ μάλισθ’ ὅτι κοινὰ καὶ τοῖς ἄλλοις ἐπιγινομένοις πάθεσι παρακολουθεῖ ταῦτα· πλὴν ἐπὶ μὲν τῶν ὀξέως ἀναιρούντων ἐστί που καὶ σημειώσασθαι τὸ βλαπτόμενον, ὡς παραδώσομεν. Ἐπὶ δὲ τῶν χρονίας διαθέσεις παρασκευαζόντων, δύςκολον οὐδὲν πρὸς τὴν θεραπείαν τοῦ περὶ τὴν σημείωσιν δυςχεροῦς βλάπτοντος· ἐκφυγόντα γὰρ τὴν ὀξύτητα τῆς ἐνεργείας τὰ φάρμακα, καὶ μεταληφθέντα εἰς χρονίους, κοινῶς λαμβάνει τοῖς λοιποῖς πάθεσι τὰς κατασκευὰς καὶ τὰς βοηθείας, τῆς ἰδιότητος τῶν πινομένων φαρμάκων μηκέτ’ ἐνούσης. Διαθέσεως δὲ χρονίου κατεσκευασμένης, ὑπ’ αὐτῶν ἡ διάθεσις πάντων εἰς ἕν τι γένος τῶν χρονίων ἐμπίπτει παθῶν, ἐφ’ ὧν εὐχερές ἐστι καὶ τὴν θεραπείαν ἀναλαμβάνειν. Καὶ τὰ μὲν κοινῶς βοηθοῦντα ταῦτ’ ἐστιν. Οἷς ἀκολούθως ἀναγράψομεν καὶ τὰ ἰδίᾳ ἑκάστοις ἁρμόζοντα, προεκθέμενοι ὑφ’ ἓν ὅσα φθαρτικὴν ἢ κακωτικὴν ἔχει δύναμιν ἑκάστης τάξεως, καὶ ἵνα πεφυλαγμένως εἴ τινα τῶν πρὸς ὑγείαν ἀναγεγραμμένων φαρμάκων ἔχοιέν τινα τούτων μεμιγμένα ἐχόντων, οἷς χρῶνται οἱ φιλιατροῦντες. Τὸ γὰρ ἀπερίσκεπτον μεγάλας ἐπιφέρει βλάβας, καὶ πολλάκις διὰ τὴν συνεχῆ χρῆσιν αὐτῶν ἀπωλείας αἰτία γίνεται· ζῶα μὲν οὖν ἐστι φθαρτικὰ τάδε· κανθαρὶς, βούπρηστις, σαλαμάνδρα, πιτυοκάμπη, λαγωὸς θαλάσσιος, φρῦνος, βάτραχος ἕλειος ἄφωνος, βδέλλαι καταποθεῖσαι· σπερμάτων δὲ ὑοςκύαμος, κόριον, κώνειον, μέλανθιον, ψύλλιον· ὀπισμάτων δὲ μηκώνειον, ὀποκάρπασον, θαψίας χυλὸς, ἐλατήριον, μανδραγόρας· ῥιζῶν δὲ χαμαιλέων, ἀκόνιτον, θαψία, ἐλλέβορος, ἰξίας, ἀγαρικὸν τὸ μέλαν, ἐφήμερον, ὃ ἔνιοι κολχικὸν καλοῦσι, διὰ τὸ ἐν Κολχίδι γίνεσθαι· ἐρνωδῶν δὲ καὶ ποῶν σμίλαξ, ἣν ἔνιοι θύμαλον, Ῥωμαῖοι δὲ τάξον καλοῦσι, στρύχνον μανικὸν, ὃ καὶ δορύκνιον καλοῦσι, ἥ τε σαρδώνιος πόα, εἶδος οὖσα βατραχίου, μήκων κερατῖτις, φαρικὸν, τοξικὸν, πήγανον ἄγριον, μύκητες· ἀπὸ ζώων δὲ αἷμα ταύρειον νεαρὸν, καὶ τὸ ἐμπυτιασθὲν γάλα, μέλι τε τὸ ἐν Ἡρακλείᾳ τῇ ποντικῇ γεννώμενον· μεταλλικὰ δὲ γύψος, ψιμύθιον, τίτανος, ἀρσενικὸν, σανδαράχαι δύο, λιθάργυρος, ἀδάρκη, μόλυβδος, καὶ ἡ καλουμένη ὑδράργυρος.
Pr (200) Τῶν δὲ συμφύλων οἶνος ἀθρόως ποθεὶς πολὺς ἀπὸ βαλανείου, ἢ γλυκὺ, ἢ ψυχρὸν ὕδωρ ὁμοίως. [Περὶ Κανθαρίδων.
1 [40] ] Τοῖς οὖν κανθαρίδας προςενεγκαμένοις παρέπεται χαλεπώτατα σημεῖα· σχεδὸν γὰρ ἀπὸ τοῦ στόματος μέχρι κύστεως πάντα δάκνεσθαι δοκεῖ αὐτοῖς. καὶ κατὰ τὴν γεῦσιν πίσσῃ ἢ κεδρίᾳ ὅμοιόν τι ἐγγίνεσθαι· φλεγμαίνουσι δὲ τὸ δεξιὸν ὑποχόνδριον καὶ δυςουροῦσι· πολλάκις δὲ αἷμα προΐενται δι’ οὔρων· φέρεται δ’ αὐτοῖς κατὰ κοιλίαν ὅμοια τοῖς ἐπὶ δυςεντερικῶν· λειποθυμίαις τε καὶ ἄσαις καὶ σκοτοδινίαις περιπίπτουσιν· ἐπὶ τέλει δὲ παραφέρουσι τὴν διάνοιαν. Δεῖ οὖν πρὸ τοῦ παρακολουθῆσαί τι τοιοῦτον ἀναγκάζειν ἐμεῖν, διδόντας αὐτοῖς τὸ ἔλαιον ἢ ἄλλο τι τῶν προειρημένων, καὶ μετὰ τὸ κομίσασθαι τὰ πλεῖστα διὰ τῶν ἐμέτων ἐνιέναι διὰ κλυστῆρος χυλὸν χόνδρου, ἢ ὀρύζης, ἢ τράγου, ἢ πτισάνης, ἢ μαλάχης ἀφέψημα, ἢ λινοσπέρμου, ἢ τήλεως, ἢ τῶν ῥιζῶν τῆς ἀλθαίας, ἣν ἰβίσκον ὀνομάζουσι Ῥωμαῖοι· ἐπιδιδόναι τε αὐτοῖς νίτρον σὺν ὑδρομέλιτι πρὸς τὸ καταβιβάσαι καὶ ἐκνίψαι τὰ ἔτι παρακείμενα τῷ στομάχῳ καὶ ἐντέροις· καὶ ἐὰν μὴ διακοπῇ, κενοῦν δεῖ, μελίκρατον ἐνιέντας μετὰ νίτρου, καὶ ἐπιδιδόναι οἶνον ἢ γλυκὺ, συντετριμμένων αὐτῷ στροβίλων καὶ σικύων σπέρματος, ἢ γάλακτος, ἢ μελικράτου, ἢ στέαρ χήνειον συντετηκὸς ἐν γλυκεῖ· τὰ δὲ φλεγμαίνοντα μέρη καταπλάσσοντας κριθῶν ἀλεύρῳ ἑψημένῳ μετὰ μελικράτου· καταρχὰς μὲν οὖν παραλαμβανόμενα τὰ καταπλάσματα βλάπτει, διὰ τὸ ὑπὸ τῆς γενομένης θερμασίας κατέχεσθαι τὸ δοθὲν, στηρίζον ἐπὶ τοὺς τόπους ὄντας κυρίους· χρονισθέντων δὲ ὠφελεῖ τὰς χαλεπωτάτας φλεγμονὰς, παρηγοροῦντα καὶ παραμυθούμενα τὰς ἀλγηδόνας· ἐν δὲ τούτῳ τῷ καιρῷ ἁρμόζει, προλιπάναντας ἐλαίῳ θερμαντικῷ τὸ σῶμα, λούειν καθιέντας εἰς ἔμβασιν· ἑκάστῳ δὲ ἡ ἰατρεία, διὰ τῆς ἐπιφανείας τὰ ἐπιβλαβῆ παρατεθέντα τῷ σώματι ἐκκρίνεσθαι· καὶ καθόλου παντοίως δεῖ κινεῖν τὰς ἐκκρίσεις, πρὸς τὸ μὴ ἔμμονον κατασκευὴν λαμβάνειν τὴν διάθεσιν· διδόναι δὲ καὶ κρέα ὀρνίθεια καὶ ἄρνεια, δελφάκεια καὶ ἐρίφεια, λιπαρὰ δὲ ταῦτα καὶ ἁπαλώτατα καὶ καθεψημένα σὺν λινοσπέρμῳ· εὐκοίλια γάρ ἐστι καὶ ἀμβλυντικὰ τῶν δριμέων· καὶ οἶνον γλυκὺν καὶ πολύν· ἁρμόζει δ’ ἐπ’ αὐτῶν καὶ λιβάνου φλοιὸς, καὶ γῆς τῆς καλουμένης ἀστέρος, ἑκάστου 𐅻 δʹ, μετὰ γλυκέος λαμβανομένη· γλήχων τε μεθ’ ὕδατος τριφθεὶς, καὶ ἴρινον ἢ ῥόδινον [μῦρον] μετὰ πηγάνου ἀφεψήματος, καὶ ἀμπέλου ἀκρέμονες ἁπαλοὶ λεῖοι μετὰ γλυκέος· δυνατώτατα δὲ πάντων βοηθοῦσιν αἱ ἀντίδοτοι, πινόμεναι σὺν μελικράτῳ πλῆθος 𐅻 δʹ. [Περὶ πιτυοκάμπης.
2 [5] ] Τοῖς δὲ πιτυοκάμπην λαβοῦσιν εὐθέως πόνος περὶ τὸ στόμα καὶ τὸν οὐρανίσκον παρακολουθεῖ· γλώσσης τε φλεγμονὴ ἰσχυρὰ καὶ στομάχου καὶ κοιλίας· καὶ ἐντέρων πόνος ἰσχυρὸς μετὰ τοῦ δοκεῖν ὀδάξεσθαι τὰ ἐντός· πύρωσίς τε καθ’ ὅλον τὸ σῶμα, καὶ ἄση. Τούτοις βοηθητέον ὁμοίως τοῖς τὰς κανθαρίδας πεπωκόσιν· ἰδίως δ’ ἐπ’ αὐτῶν παραληψόμεθα ἀντὶ ἐλαίου τοῦ λιτοῦ καὶ ἰρίνου τὸ μήλινον, κατασκευαζόμενον ἐκ μήλων κυδωνίων καὶ ἐλαίου. [Περὶ βουπρήστεως.
3 [10] ] Τοῖς δὲ βούπρηστιν πεπωκόσι δοκεῖ κατὰ τὴν γεῦσιν ὅμοιόν τι βρωμώδει νίτρῳ· παρακολουθεῖ δὲ ἄλγημα στομάχου καὶ κοιλίας σφοδρόν· ὄγκος τε στομάχου καὶ κοιλίας, ὁμοίως ὑδρωπικοῖς· καὶ περιτείνεται αὐτοῖς ἡ ἐπιφάνεια ὅλου τοῦ σώματος· τά τε οὖρα ἐπέχεται. Βοηθεῖ δὲ αὐτοῖς ὅσα καὶ τοῖς κανθαρίδας πεπωκόσιν· ἰδίως δὲ ὠφελοῦνται μετὰ τὸ τῶν ἐμέτων καὶ τοῦ κλυστῆρος κενωθῆναι, σῦκα ξηρὰ λαμβάνοντες· καὶ τὸ ἀφέψημα δὲ αὐτῶν σὺν οἴνῳ· παρακμάζοντος δὲ τοῦ κατ’ ὀξύτητα κινδύνου, ὠφελοῦνται θηβαϊκὰς βαλάνους ἐσθίοντες, ἢ λελεασμένας σὺν οἰνομέλιτι ἢ γάλακτι πίνοντες, ἢ καὶ ἀπίων ἅπαν τὸ γένος ἐσθίοντες καὶ γάλα γυναικεῖον πίνοντες. [Περὶ σαλαμάνδρας.
4 [10] ] Τοῖς δὲ σαλαμάνδραν λαβοῦσι παρέπεται γλώσσης φλεγμονὴ, καὶ διανοίας ἐμποδισμὸς, καὶ τρόμος μετὰ νάρκης ἢ φρίκης τινὸς καὶ ἐκλύσεως· πελιοῦται δέ τινα μέρη κυκλοτερῶς αὐτοῖς τοῦ σώματος· ὡς πολλάκις ἐμμείναντος τοῦ φαρμάκου, σηπόμενα ἀποῤῥεῖν· ἐφ’ ὧν πάντα ποιησάμενοι, ὅσα καὶ ἐπὶ κανθαρίδων, ἰδιαίτερον αὐτοῖς προςφέρομεν φάρμακον, ῥητίνην τὴν πιτυΐνην, ἢ χαλβάνην σὺν μέλιτι ἀντὶ ἐκλεικτοῦ, καὶ χαμαιπίτυος ἀφέψημα, συνεκλεανθέντων αὐτῷ στροβίλων, ἢ κνίδης φύλλα συνεψηθέντα κρίμνοις μετ’ ἐλαίου· ποιεῖ δὲ ἐπ’ αὐτῶν καὶ θαλασσίας χελώνης ἢ χερσαίας ὠὰ, ὁποῖα ἂν ᾖ ἑψημένα, καὶ βατραχίων ζωμὸς, συγκαθεψηθείσης αὐτοῖς ἠρυγγίου ῥίζης. [Περὶ ἐφημέρου.
5 [20] ] Τοῖς δὲ τὸ ἐφήμερον λαβοῦσιν, ὃ ἔνιοι κολχικὸν καλοῦσιν ἢ βολβὸν ἄγριον, παρακολουθεῖ κνησμὸς καθ’ ὅλον τὸ σῶμα, ὡς ὑπὸ σκίλλης ἢ κνίδης ἐρεθιζομένοις· τὰ δὲ ἐντὸς ἀναδάκνονται· καυσοῦνται δὲ τὸν στόμαχον μετὰ βάρους ἱκανοῦ· ἐπισχύοντος δὲ τοῦ πάθους, κατὰ κοιλίαν φέρεται αἱματώδη, ξύσμασι μεμιγμένα· οἷς βοηθητέον, καθάπερ καὶ τοῖς σαλαμάνδραν πεπωκόσι, διά τε ἐμέτων καὶ κλυσμάτων· πρὸ δὲ τοῦ ἐνισχύσαι τὸ φάρμακον, μεταδοτέον αὐτοῖς δρυὸς τῶν φύλλων ἢ βαλάνων ἢ σιδίων ἀφέψημα· ἢ ἑρπύλλου σὺν γάλακτι πίνειν, ἢ πολυγόνου χυλὸν, ἢ ἀμπέλου ἀκρεμόνων, ἢ βάτου, ἢ νάρθηκος ἁπαλοῦ τῆς ἐντεριώνης, ἢ μύρτου μετ’ οἴνου· αὐτὰ δὲ τὰ μύρτα λεῖα κοπέντα καὶ ἀποβραχέντα ἐν ὕδατι βοηθεῖ, τοῦ ἐξ αὐτῶν ὑγροῦ λαμβανομένου· ποιεῖ δὲ ὡςαύτως καὶ ὁ τῶν σαρδιανῶν βαλάνων ὑμὴν μέσος, ὠμὸς λαμβανόμενος, μετά τινος τῶν προειρημένων χυλῶν· ὀρίγανός τε σὺν κονίᾳ ποθεῖσα· ἀκριβῶς δὲ βοηθοῦνται οἱ τὸ ὄνειον ἢ βόειον γάλα θερμὸν πίνοντες καὶ κατέχοντες ἐν τῷ στόματι· ὥςτε τοὺς εὐπορήσαντας τούτου, ἄλλου μηδενὸς χρῄζειν βοηθήματος. [Περὶ δορυκνίου.
6 [10] ] Δορυκνίου δὲ ποθέντος, ὅ ἔνιοι στρύχνον μανικὸν ἐκάλεσαν, παρακολουθεῖ ὥςπερ γάλακτος ποιότης ἐν τῇ γεύσει, καὶ λυγμοὶ συνεχεῖς, γλώττης τε ὑγρότης, καὶ αἵματος ἀναγωγὴ ἀθρόα· κατὰ κοιλίαν δὲ αὐτοῖς μυξώδη φέρεται, ὡς ἐπὶ δυςεντερικῶν. Οἷς βοηθεῖ πρὸ τοῦ τούτων τι παρακολουθῆσαι, ἃ καὶ τοῖς προειρημένοις· ὅ τε ἔμετος καὶ τὸ κλύσμα, καὶ ὅσα δύναται τὸ ποθὲν ἐκκρίναι φάρμακον· ἰδίως δ’ ἐπ’ αὐτῶν βοηθεῖ τὸ μελίκρατον, ἢ ὄνειον ἢ αἴγειον γάλα, καὶ γλυκὺς οἶνος χλιαρὸς μετ’ ἀνίσου πινόμενος, καὶ ἀμύγδαλα πικρὰ, στήθη τε ὀρνίθεια καθεψημένα· καὶ πάντα τὰ κογχύλια ὠμὰ καὶ ὀπτὰ ἐσθιόμενα, καὶ κάραβοι, καὶ ἀστακοὶ, καὶ ὁ ἐξ αὐτῶν ζωμὸς πινόμενος. [Περὶ ἀκονίτου.
7 [15] ] Τὸ δὲ ἀκόνιτον εὐθέως ἅμα τῷ πίνεσθαι γλυκαίνει τὴν γλῶσσαν μετά τινος στύψεως, καὶ ἀπὸ τοῦ γλυκασμοῦ σκοτοδινίαν, καὶ μάλιστα ἐν τῷ ἐξανίστασθαι, καὶ ὑγρότητας ὀφθαλμῶν ἐπιφέρει, βάρος τε θώρακος καὶ ὑποχονδρίου, μετὰ τοῦ πολλὰ πνεύματα ἀποδίδοσθαι· ἐφ’ ὧν δι’ ἐμέτων ἐκκομισθῆναι δεῖ τὸ φάρμακον, ἢ καὶ διὰ κλυστῆρος ὑποβιβασθῆναι τὴν κοιλίαν· χρησόμεθα δὲ προποτισμῷ ὀριγάνῳ, ἢ πηγάνῳ, ἢ πρασίῳ, ἢ ἀψινθίου ζέματι μετ’ οἴνου ἀψινθίτου, ἢ εὐζώμου, ἢ ἀβροτόνου, ἢ χαμελαίας, ἢ χαμαιπίτυος· ἁρμόζει δὲ αὐτοῖς καὶ ὀποβαλσάμου ὁλκὴ 𐅻 αʹ, σὺν μέλιτι καὶ γάλακτι, μετὰ καστορίου καὶ πεπέρεως καὶ πηγάνου ἴσης ὁλκῆς σὺν οἴνῳ· καὶ πυτία ἐρίφου, ἢ λαγωοῦ ἢ νεβροῦ σὺν ὄξει· καὶ σιδήρου σκωρία, ἢ αὐτὸς ὁ σίδηρος, ἢ χρυσὸς, ἢ ἄργυρος διάπυρος ἐν οἴνῳ σβεσθέντα, τοῦ ὑγροῦ λαμβανομένου· κονία τε σὺν οἴνῳ· καὶ ὄρνιθος καθεψηθείσης ἢ κρεῶν λιπαρῶν βοείων ζωμὸς λαμβανόμενος σὺν οἴνῳ· λέγεται δὲ καὶ ἡ χαμαιπίτυς ἰδίως ἐπ’ αὐτῶν ἁρμόζειν. [Περὶ τοῦ ἐν Ἡρακλείᾳ μέλιτος.
8 [5] ] Ὁμοίως δὲ πάσχουσι καὶ οἱ ἐν Ἡρακλείᾳ τῇ ποντικῇ τὸ μέλι γεννώμενον φαγόντες ἢ πιόντες· ἐφ’ ὧν ἁρμόζει τὰ αὐτὰ τῷ ἀκονίτῳ· εἰσὶ δὲ εὐβοήθητοι, μάλιστα ὠφελούμενοι ὑπὸ οἰνομέλιτος, συνεχῶς αὐτὸ πίνοντες, μιγνυμένων αὐτῷ πηγάνου φύλλων. [Περὶ κορίου.
9 [10] ] Τὸ δὲ κόριον λαθεῖν μὲν οὐ δύναται διὰ τὴν ὀσμήν· ποθὲν δὲ τὴν φωνὴν δασύνει, καὶ μανίαν ἐπιφέρει ὁμοίαν τοῖς διὰ μέθην· λαλοῦσι γοῦν μετ’ αἰσχρολογίας· καθ’ ὅλου δὲ τοῦ σώματος αὐτῶν ἡ ὀσμὴ διαφαίνεται τοῦ κορίου. Βοηθεῖ δὲ αὐτοῖς μετὰ τὸ ἐξεραθῆναι διὰ τοῦ ἰρίνου ἐλαίου, ὡς προείρηται, ἄκρατος σὺν ἀψινθίῳ πινόμενος, καὶ καθ’ ἑαυτὸν, ἢ ὠά τε κενωθέντα ἐπὶ τὸ αὐτὸ, καὶ διεθέντα σὺν ἅλμῃ, ῥοφούμενα· καὶ ἅλμη δὲ πινομένη, καὶ ζωμὸς ἁλμυρὸς ἔκ τε ὄρνιθος καὶ χηνός· γλυκύς τε σὺν κονίᾳ παραλαμβανόμενος. [Περὶ ψυλλίου.
10 ] Καὶ τὸ ψύλλιον δὲ καλούμενον ποθὲν ἐπιφέρει ψύξιν ὅλου τοῦ σώματος καὶ νάρκην μετ’ ἐκλύσεως καὶ ἀδημονίας· ᾧ βοηθεῖ πάντα ὅσα τοῖς κόριον πεπωκόσι. [Περὶ κωνείου.
11 [15] ] Κώνειον δὲ ποθὲν ἐπιφέρει σκοτώματα καὶ ἀχλὺν, ὥςτε μηδ’ ἐπ’ ὀλίγον βλέπειν, λυγμόν τε καὶ διανοίας παραφορὰν, καὶ ψύξιν ἄκρων· ἐπὶ τέλει δὲ σπώμενοι πνίγονται, στάσιν λαμβάνοντος τοῦ κατὰ τὴν ἀρτηρίαν πνεύματος. Καταρχὰς μὲν οὖν, ὡς καὶ ἐπὶ τῶν ἄλλων, διὰ τῶν ἐμέτων αὐτὸ κομιούμεθα· ἔπειτα κενώματι χρησάμενοι τὸ εἰς τὰ ἔντερα παρολισθηκὸς ἐκκρινοῦμεν· καὶ τότε, ὡς ἐπὶ τὸ μέγιστον βοήθημα, ἐπὶ τὴν ἀκρατοποσίαν παραγινόμεθα, διδόντες μεταξὺ διαστήματα, ἐν οἷς πιεῖν διδόμενον βοηθεῖ γάλα ὄνειον ἢ ἀψίνθιον, μετὰ πεπέρεως καὶ οἴνου καὶ καστορίου· καὶ πήγανον καὶ ἡδύοσμον σὺν οἴνῳ· καὶ καρδαμώμου ἢ στύρακος 𐅻 αʹ ἢ πεπέρεως μετὰ κνίδης σπέρματος σὺν οἴνῳ· ἢ δάφνης τὰ φύλλα· ὁμοίως τε σιλφίου ὀπὸς σὺν ἐλαίῳ ἢ γλυκεῖ· καὶ ὁ γλυκὺς οἶνος καθ’ ἑαυτὸν πινόμενος πολὺς, ἱκανῶς ἁρμόζει. [Περὶ σμίλακος.
12 [5] ] Ἡ δὲ καλουμένη σμίλαξ, ὑπ’ ἐνίων δὲ θύμιον, παρὰ δὲ Ῥωμαίοις τάξος, ποθεῖσα ἐπιφέρει ψύξιν καθ’ ὅλου τοῦ σώματος, καὶ πνιγμὸν, ὀξύν τε θάνατον· οἷς βοηθεῖ πάντα ἃ καὶ τοῖς τὸ κώνειον πεπωκόσι. [Περὶ ὀποῦ καρπάσου.
13 ] Καὶ ὁ τῆς καρπάσου ὀπὸς ποθεὶς κάρον ἐπιφέρει καὶ πνιγμὸν ὀξύν· βοηθοῦνται δὲ καὶ οὗτοι, ὑφ’ ὧν καὶ οἱ τὸ κώνειον πεπωκότες. [Περὶ τῆς σαρδωνίας πόας.
14 [10] ] Ἡ δὲ σαρδώνιος λεγομένη πόα, βατραχίου εἶδος οὖσα, ποθεῖσα ἢ βρωθεῖσα, παραφορὰν διανοίας ἐπιφέρει καὶ σπάσματα μετὰ συνολκῆς χειλέων, ὥςτε γέλωτος φαντασίαν παρέχειν, ὑφ’ ἧς διαθέσεως καὶ ὁ σαρδώνιος γέλως οὐκ εὐφήμως ἐν τῷ βίῳ καθωμίληται· ἐφ’ ὧν ἰδίως καὶ μετὰ τὸν ἔμετον ἁρμόζει μελίκρατον πολὺ διδόμενον καὶ γάλα· ἐμβροχή τε καὶ λιπασμὸς ὅλου τοῦ σώματος διὰ θερμαντικῶν φαρμάκων, καὶ ἐμβάσεις δι’ ὑδρελαίου θερμοῦ· ὑπαλείφειν μέντοι δεῖ ἱκανῶς καὶ ἀνατρίβειν μετὰ τὴν ἔμβασιν αὐτούς· καθόλου δὲ, ὡς πρὸς σπασμὸν, ὅλην τὴν θεραπείαν δεῖ ποιεῖσθαι. [Περὶ ὑοςκυάμου.
15 [10] ] Ὑοςκύαμος δὲ ποθεὶς ἢ βρωθεὶς παρακοπὴν τοῖς μεθύουσιν ὁμοίαν ἐπιφέρει· ἔστι δὲ εὐίατος, βοηθούμενος μελικράτῳ πολλῷ ποτιζομένῳ, καὶ γάλακτι μάλιστα ὀνείῳ· εἰ δὲ μή γε, αἰγείῳ ἢ βοείῳ, ἢ σύκων ξηρῶν ἀφεψήματι· ποιοῦσι δ’ ἐπ’ αὐτῶν καὶ στρόβιλοι, καὶ τὸ σικύων σπέρμα σὺν γλυκεῖ λαμβανόμενον, καὶ ἁλμυρὸς οἶνος σὺν στέατι ὑείῳ νεαρῷ καὶ γλυκεῖ σὺν ὕδατι ἁρμόζει, καὶ κνίδης σπέρμα ὁμοίως, ἢ νίτρον σὺν ὕδατι· ἁρμόζει καὶ κιχώριον, καὶ νάπυ, καὶ κάρδαμον, καὶ ῥάφανος, καὶ κρόμμυα, καὶ σκόροδα, ἕκαστον τούτων σὺν οἴνῳ λαμβανόμενον· ἡσυχάζειν δὲ αὐτοὺς ἀναγκάζειν δεῖ, ὅπως τὸν οἶνον πεπωκότες ἐκπέψωσιν. [Περὶ μανδραγόρου.
16 [10] ] Μανδραγόρου δὲ ποθέντος εὐθέως κάρος ἐπακολουθεῖ καὶ ἔκλυσις, καταφορά τε ἰσχυρὰ, κατὰ μηδὲν διαφέρουσα πάθους τοῦ λεγομένου ληθάργου· ᾧ, πρὸ τοῦ τι τούτων συμβῆναι, ἁρμόζει ὅ, τε ἔμετος, καὶ μελίκρατον, καὶ μετὰ τοῦτο καὶ νίτρον καὶ ἀψίνθιον σὺν γλυκεῖ ἢ οἴνῳ γλυκάζοντι λαμβανόμενα· καὶ ἡ τῆς κεφαλῆς ἐμβροχὴ διὰ ῥοδίνου καὶ ὄξους· καὶ διέγερσις καὶ κίνησις τοῦ σώματος. Καὶ ἡ δι’ ὀσφραντικῶν καὶ εὐπατορίου καὶ πεπέρεως καὶ νάπυος καὶ καστορίου καὶ πηγάνου ὄξει τετριμμένων· καὶ πίσσης ὑγρᾶς, καὶ τῶν κεκαυμένων καὶ ἐσβεσμένων ἐλλυχνίων· δυςανακλήτως δὲ αὐτῶν ἐχόντων, καὶ πταρμικὰ ἐπάγειν, καὶ τοῖς ἄλλοις κοινοῖς βοηθήμασι χρῆσθαι καὶ ἐπὶ τούτων. [Περὶ μήκωνος ὀποῦ.
17 [15] ] Μήκωνος δὲ ὀποῦ ποθέντος παρακολουθεῖ καταφορὰ μετὰ καταψύξεως καὶ κνησμοῦ ἐπιτεταμένου, ὡς πολλάκις, ἐνισχύοντος τοῦ φαρμάκου, ἐπιγίνεσθαι τοςοῦτον κνησμὸν, ὥςτε διεγείρεσθαι ὑπ’ αὐτοῦ· ὀσμὴ δὲ τοῦ φαρμάκου δι’ ὅλου τοῦ σώματος ἐκδίδοται· οἷς βοηθεῖ μετὰ τὸν τοῦ ἐλαίου ἔμετον, καὶ κλυσθῆναι δριμεῖ κλύσματι, ὀξύμελι σὺν ἁλσὶ πινόμενον, ἢ μέλι σὺν ῥοδίνῳ θερμῷ· καὶ ἄκρατος πολὺς σὺν ἀψινθίῳ ἢ κινναμώμῳ· ἢ ὄξος θερμὸν καθ’ ἑαυτό· νίτρον τε σὺν ὕδατι, καὶ ὀρίγανον σὺν κονίᾳ, πηγάνου τε ἀγρίου σπέρμα σὺν πεπέρει καὶ οἴνῳ καὶ πάνακι, πέπερί τε μετὰ καστορίου καὶ ὀξυμέλιτος, ἢ μετὰ θύμβρας ἢ ὀριγάνου σὺν οἴνῳ· δεῖ δὲ καὶ τούτους διεγείρειν τοῖς ὀσφραντικοῖς καλουμένοις, καὶ ἐμβιβάζειν εἰς θερμὸν, καὶ πυριᾷν, διὰ τὸν ἐπιγινόμενον κνησμόν· ὀνήσει αὐτοὺς καὶ μετὰ τὸ λουτρὸν χρῆσθαι ζωμοῖς λιπαροῖς μετὰ οἴνου ἢ γλυκέως, καὶ μυελὸς δὲ μετ’ ἐλαίου πινόμενος. [Περὶ μήκωνος κερατίτιδος.
18 ] Ἡ δὲ λεγομένη κερατῖτις μήκων ἐν τῷ βρωθῆναι ἢ ποθῆναι τὰ αὐτὰ ἐπιφέρουσα τῷ ὀπῷ τῆς μήκωνος συμπτώματα, τοῖς αὐτοῖς βοηθήμασιν ὑποπίπτει. [Περὶ φαρικοῦ.
19 [5] ] Τὸ δὲ καλούμενον φαρικὸν τὴν μὲν γεῦσιν πᾶσαν νάρδῳ ἀγρίᾳ ἔοικεν· ἐπιφέρει δὲ παράλυσιν, ποθὲν μετὰ παρακοπῆς καὶ σπασμοῦ. Δεῖ δὲ μετὰ τὸ ἐξεράσαι αὐτοὺς ποτίζειν οἴνον ἀψινθίτην, σὺν κινναμώμῳ, ἢ σμύρνῃ, ἢ νάρδῳ κιλικίᾳ, ἣν ἔνιοι νῆριν ἐκάλεσαν· ἢ ναρδοστάχυος ὁλκὰς βʹ, ἢ σμύρνης βʹ ὀβόλους, μεμιγμένους σὺν γλυκεῖ, ἴριδί τε καὶ κροκίνῳ ἄνθει σὺν οἴνῳ· δεῖ δὲ καταπλάσσειν τὴν κεφαλὴν αὐτῶν ξυρήσαντες, κριθίνῳ ἀλεύρῳ σὺν πηγάνῳ λείῳ καὶ ὄξει. [Περὶ τοξικοῦ.
20 [15] ] Τὸ δὲ τοξικὸν δοκεῖ μὲν ὠνομάσθαι ἐκ τοῦ τὰ τόξα τῶν βαρβάρων ὑπ’ αὐτοῦ χρίεσθαι. παρακολουθεῖ δὲ τοῖς πεπωκόσι χειλῶν καὶ γλώττης φλεγμονή· μανία τε ἀκατάσχετος ποικίλαις ἐπιβάλλουσα φαντασίαις· ὡς καὶ διὰ τοῦτο δυςιάτους εἶναι ἐν ταῖς θεραπείαις· σπανίως δὲ καὶ σώζεσθαί τινας τῶν πεπωκότων. Δεῖ μέντοι συνέχειν αὐτοὺς δεσμοῖς ἀναγκάζοντας, καὶ βιαζομένους γλυκὺν οἶνον σὺν ῥοδίνῳ πίνειν καὶ ἐξεμεῖν· τό, τε τῆς γογγυλίδος σπέρμα πινόμενον σὺν οἴνῳ· ἰδίως δ’ ἐπ’ αὐτῶν ἁρμόζει καὶ ἡ τῆς πενταφύλλου ῥίζα, αἷμά τε τράγου ἢ αἰγὸς, ὁμοίως λαμβανόμενα· δρυός τε φλοιὸς ἢ φηγοῦ ἢ πρίνου, γάλακτι συνεκλεανθείς· καὶ μῆλα κυδώνια ἐσθιόμενα λεῖα· ἢ σὺν γλήχωνι καὶ ὕδατι πινόμενα, ἄμωμόν τε καὶ βαλσάμου καρπὸς σὺν οἴνῳ· καὶ εἴ τινες αὐτοῦ φύγοιεν τὸν κίνδυνον, πολὺν χρόνον κλινοπετεῖς διαμένουσι, καὶ ἀναστάντες ἐπτοημένοι τὸν λοιπὸν χρόνον διάγουσιν. [Περὶ ἰξίου.
21 [15] ] Ἰξίας δὲ, ὃς καὶ οὐλόφονον καλεῖται, ἐν τῷ πίνεσθαι οἷόν τι ὠκίμῳ κατὰ τὴν ὀσμὴν καὶ κατὰ τὴν γεῦσιν ἐμφαίνει· ἐπιφέρει δὲ γλώσσης φλεγμονὴν ἰσχυρὰν καὶ παρακοπήν· καὶ τὰς ἐκκρίσεις ἐπέχει πάσας· βορβορυγμούς τε καὶ ψόφους μετὰ λειποθυμίας ἐπιφέρει, δίχα τοῦ προχωρεῖν τι. Βοηθεῖ δὲ αὐτοῖς, μετὰ τὸ ἐξεμέσαι τὸ πλεῖον, ἢ μετὰ τὸ τὴν κοιλίαν λυθῆναι, πινόμενον ἀψινθίου ἀπόβρεγμα σὺν οἴνῳ πολλῷ ἢ ὀξυμέλιτι· πηγάνου τε ἀγρίου σπέρμα, ἢ σιλφίου ῥίζα· ὁμοίως τε τραγοριγάνου ἀφέψημα σύν τινι τῶν προειρημένων, ἢ γάλακτι, ἢ τερεβινθίνῃ ῥητίνῃ, ἢ νάρδῳ, ἢ καστορίῳ, ἢ σιλφίῳ, ἑκάστου ὀβολός· ἁρμόζουσιν σὺν οἴνῳ καὶ οἱ τῆς βασιλικῆς καρύας καρποὶ σὺν ῥητίνῃ, καὶ καστορίῳ, καὶ πηγάνῳ, ἑκάστου 𐅻 αʹ. ὁμοίως χαμελαίας ἢ θαψίας ὀβολοὶ βʹ σὺν μελικράτῳ, καὶ ὄξος θερμὸν πινόμενον. [Περὶ ψιμυθίου.
22 [10] ] Τὸ δὲ ψιμύθιον λαθεῖν οὐ δύναται διὰ τὸ χρῶμα· ἑκουσίως γὰρ ληφθὲν, λευκαίνει τὸν οὐρανίσκον καὶ τὰ οὖλα καὶ τὴν γλῶτταν καὶ τὸ μεταξὺ τῶν ὀδόντων· ἐπιφέρει δὲ λυγμοὺς καὶ βῆχα καὶ γλώττης ξηρότητα καὶ ψύξιν ἀκρωτηρίων, μετὰ παρακοπῆς καὶ δυςκινησίας. Οἷς ἁρμόζει μελίκρατον διδόναι, ἢ σύκων ἢ μαλάχης ἀφέψημα, ἢ γάλα θερμὸν, ἢ σήσαμον λεῖον μετ’ οἴνου, ἢ κονίαν κληματίνην, ἢ ἀμαράκινον ἔλαιον, ἢ ἴρινον· περσικῶν τε ὀστᾶ σὺν κρίμνου ἀφεψήματι, περιστερῶν δὲ ὠὰ σὺν λιβάνῳ ἢ κριθίνῳ ἀφεψήματι· ἢ κοκκυμήλων κόμμι, ἢ πτελέας τὸ ἐν ταῖς φύσκαις ὑγρὸν, μετὰ χλιαροῦ ὕδατος· ἁρμόζει δὲ ἐπ’ αὐτῶν καὶ θαψίας χυλὸς ἢ σκαμμωνίας ὀποῦ τριώβολον πινόμενα. [Περὶ μυκήτων.
23 [10] ] Μυκήτων δὲ οἱ μὲν τῷ γένει βλάπτουσιν, οἱ δὲ τῷ πλήθει· ἐπιφέρουσι δὲ πάντες πνιγμοὺς ἐοικότας ἀγχόναις. Οἷς εὐθέως βοηθεῖν δεῖ κοινῶς, ἀναγκάζοντας ἐμεῖν δι’ ἐλαίου· θαυμαστῶς δὲ ὠφελοῦνται πίνοντες κονίαν κληματίνην, ἢ ἐξ ἀχραδίνου ξύλου, μετὰ ὀξυκράτου καὶ ἁλῶν ἢ νίτρου· καὶ συνεψόμεναι δὲ αἱ ἀχράδες ἢ τὰ φύλλα τοῖς μύκησιν, ἀφαιροῦνται τὸ πνιγῶδες αὐτῶν· ἐσθιόμεναι δὲ ὠφελοῦσιν· βοηθεῖ δὲ αὐτοῖς ἀλεκτορίδων ὠὰ σὺν ὀξυκράτῳ πινόμενα, μετ’ ἀριστολοχίας ὁλκῆς αʹ, ἢ ἀψίνθιον σὺν οἴνῳ· μέλι τε ἐσθιόμενον καὶ πινόμενον σὺν ὕδατι· μελισσόφυλλόν τε σὺν νίτρῳ, πάνακός τε ῥίζα καὶ καρπὸς σὺν οἴνῳ· τρύξ τε οἴνου κεκαυμένη μεθ’ ὕδατος, καὶ χαλκοῦ ἄνθος σὺν ὄξει, ῥάφανός τε ἢ νάπυ ἢ κάρδαμα ἐσθιόμενα. [Περὶ γύψου.
24 [10] ] Καὶ ἡ γύψος πνιγμὸν ἐπιφέρει λιθουμένη· ὅθεν καὶ τούτοις ἁρμόζει διδόναι τὰ πρὸς τοὺς μύκητας βοηθήματα· καὶ ἐπὶ τούτων τὸ τῆς μαλάχης ἀφέψημα, ὃ παραληπτέον ἀντὶ τοῦ ἐλαίου· λιπαρὸν γὰρ ὂν καὶ ἐν τῷ ἐξεμεῖσθαι ὄλισθον ἐμποιοῦν, οὐκ ἐᾷ καταξύεσθαι τὰ σώματα· λιθουμένη γὰρ ἡ γύψος ἐργάζεται τοῦτο· ἁρμόζει δὲ καὶ τὸ ἔλαιον σὺν μελικράτῳ ἢ σύκων ἀφεψήματι· καὶ κονία συκίνη ἢ κληματίνη σὺν οἴνῳ πολλῷ πινομένη· καὶ ὀρίγανος ἢ θύμος σὺν κονίᾳ, ἢ ὄξει, ἢ γλυκεῖ· δεῖ δὲ τούτους ὑποκλύζειν τῷ τῆς μαλάχης ἀφεψήματι. [Περὶ αἵματος ταυρείου.
25 [15] ] Αἷμα δὲ ταύρειον νεοσφαγὲς ποθὲν δύςπνοιαν ἐπιφέρει καὶ πνιγμόν· ἐμφράττον τοὺς περὶ τὰ παρίσθμια καὶ τὴν κατάποσιν πόρους μετὰ σπασμοῦ ἰσχυροῦ· εὑρίσκεταί τε ἐπ’ αὐτῶν ἡ γλῶττα ἐρυθρὰ, καὶ ὀδόντες βεβαμμένοι, καὶ θρομβία μεταξὺ αὐτῶν. Ἐφ’ ὧν τὸν ἔμετον παραιτούμεθα, τῶν θρόμβων μᾶλλον ἐν τῷ στομάχῳ σφηνουμένων, διὰ τὸ μετεωρίζεσθαι αὐτοὺς κατὰ τὴν ὁλκήν. Διδόναι δὲ, ὅσα δύναται τὴν πῆξιν διαλύσαι τοῦ αἵματος, καὶ τὴν κοιλίαν ὑπάγειν· τούς τε ὀλύνθους, πλήρεις ὄντας τοῦ ὀποῦ, σὺν ὀξυκράτῳ· καὶ νίτρον δὲ καθ’ ἑαυτὸ ὠφελεῖ· καὶ πυτία ἅπασα σὺν ὄξει, καὶ σιλφίου ῥίζῃ ἢ τῷ ὀπῷ· ὁμοίως καὶ κράμβης σπέρμα, κονία τε συκίνη, καὶ κονύζης φύλλα σὺν πεπέρει, καὶ βάτου χολὸς σὺν ὄξει· δεῖ δὲ τὴν κοιλίαν ὑπάγειν. Εἴωθε δὲ τοῖς σωζομένοις ἀποδίδοσθαι διὰ τῆς ἕδρας δυςώδη καὶ ῥοώδη· καταπλάσσειν δὲ καὶ στόμαχον καὶ τὴν κοιλίαν ἀλεύρῳ κριθίνῳ μετὰ μελικράτου. [Περὶ γάλακτος ἐμπυτιασθέντος.
26 [10] ] Καὶ τοῖς λαβοῦσιν ἐμπυτιασθὲν γάλα ἄθρουν, πολὺς πνιγμὸς γίνεται, διὰ τὸ θρομβοῦσθαι· οἷς βοηθοῦντας προςφέρειν δεῖ, ὥςπερ ἀντίδοτον, πυτίαν σὺν ὄξει, πολλάκις ἀναγκάζοντας πίνειν· καὶ καλαμίνθης τὰ φύλλα ξηρὰ, ἢ τὸν χυλὸν ὁμοίως· ἢ σιλφίου ῥίζαν ἢ τὸν ὀπὸν σὺν ὀξυκράτῳ· θύμον τε σὺν οἴνῳ, καὶ τὴν πιλοποιητικὴν κονίαν· ἁλυκὸν δὲ μηδὲν προςφερέσθω· μᾶλλον γὰρ πήγνυται καὶ τυροῦται τὸ γάλα· ἀλλ’ οὐδὲ τούτους ἐμεῖν δεῖ· ἐνιστάμενον γὰρ ἐπὶ τὰ τοῦ στομάχου στενὰ τεθρομβωμένον πνίγει. [Περὶ λιθαργύρου.
27 [5] ] Λιθάργυρος δὲ ποθεῖσα βάρος ἐπιφέρει στομάχῳ καὶ κοιλίᾳ καὶ ἐντέροις, μετὰ στρόφων ἐπιτεταμένων· ἐνίοτε δὲ καὶ τιτρώσκει τὰ ἔντερα διὰ τὸ βάρος· καὶ ἐπέχει τὰ οὖρα· παροιδεῖ δὲ αὐτῶν τὸ σῶμα, καὶ μολυβδώδη ἀπρέπειαν λαμβάνει· ἐφ’ ὧν ἁρμόζει μετὰ τὸν ἔμετον πινόμενα σὺν οἴνῳ, ὁρμίνου ἀγρίου σπέρμα, σμύρνης 𐅻 , ἢ ἀψίνθιον, ὕσσωπον, σελίνου σπέρμα, ἢ πέπερι, ἢ κύπρου ἄνθος σὺν οἴνῳ· περιστερῶν τε ἀγρίων ἄφοδος ξηρὰ μετὰ νάρδου ἢ οἴνου. [Περὶ ὑδραργύρου.
28 ] Ὑδράργυρος δὲ ποθεῖσα τὰ αὐτὰ ἐπιφέρει τῇ λιθαργύρῳ, καὶ ἐπὶ τούτων δεῖ τοῖς αὐτοῖς βοηθήμασι χρῆσθαι· δοκεῖ δὲ αὐτοὺς ὠφελεῖν γάλα πολὺ πινόμενον· ἐμείτωσαν δὲ καὶ οὗτοι. [Περὶ τιτάνου, σανδαράχης καὶ ἀρσενικοῦ.
29 [5] ] Τίτανος, σανδαράχη καὶ ἀρσενικὸν ποθέντα, τὰ αὐτὰ ἀλγήματα κοιλίας καὶ ἐντέρων ἐπιφέρει μετὰ δηγμοῦ σφοδροῦ· ὅθεν προςφέρειν δεῖ ἅπαντα, ὅσα μετὰ τοῦ κιρνάναι, δύναται τὸ εὐμενὲς, καὶ πρὸς τὴν κοιλίαν ὀλισθηρὸν παρέχειν· οἷός ἐστιν ὁ τοῦ ἰβίσκου καὶ τῆς μαλάχης χυλὸς, λίαν ὀλισθηρὸς ὑπάρχων· παρέχειν δὲ δεῖ καὶ ἀφέψημα λινοσπέρμου, ἢ τράγου, ἢ ὀρύζης· καὶ γάλα πολὺ σὺν μελικράτῳ καὶ ζωμοὺς λιπαροὺς καὶ εὐχύμους. [Περὶ λαγωοῦ θαλασσίου.
30 [15] ] Λαγωοῦ δὲ θαλασσίου ποθέντος, παρακολουθεῖ γεῦσις ὁμοία ἰχθύσι βρωμώδεσιν· ἐν δὲ τῷ χρονίσαι κοιλία τε ἀλγεῖ, καὶ οὖρα ἐπέχεται· εἴ ποτε δὲ ἐκκριθείη, πορφυρίζοντα τῇ χρόᾳ ὁρᾶται· ἀποστροφή τε καὶ μῖσος πρὸς πάντα ἰχθύν· καὶ ἱδροῦσι δυςώδη· παρέπεται δὲ αὐτοῖς καὶ ἔμετος χολώδης, ἐνίοτε αἵματι μεμιγμένος· οἷς δοτέον γάλα ὄνειον, ἢ γλυκὺ συνεχῶς, καὶ μαλάχης ῥίζης καὶ τῶν φύλλων τὸ ἀφέψημα, ἢ κυκλαμίνου ῥίζαν λείαν σὺν οἴνῳ· ἢ ἐλλεβόρου μέλανος ἢ σκαμμωνίας ὀποῦ 𐅻 αʹ μετὰ μελικράτου· ῥοῶν τε πυρῆνας, ἢ κεδρίας λείας μετ’ οἴνου· ποιεῖ καὶ χηνὸς αἷμα ποθὲν θερμόν· μὴ δυνάμενοι δὲ οὗτοι ἰχθύας προςενέγκασθαι, μόνους τοὺς ποταμίους καρκίνους ἑφθοὺς ἐσθίουσι, καὶ πίνοντες οἶνον μεμιγμένον ἐπ’ αὐτῶν, πέσσουσιν ὠφελούμενοι· τεκμήριον δ’ ἐστὶν ἐπ’ αὐτῶν σωτηρίας, ὅταν ἄρξωνται ἰχθύας προςφέρεσθαι. [Περὶ φρύνου.
31 [5] ] Φρῦνος ἢ βάτραχος ἕλειος προςενεχθεὶς ἐπιφέρει οἰδήματα σώματος μετὰ ὠχρότητος ἐπιτεταμένης, ὡς δοκεῖν πύξῳ ἐοικέναι, δυςπνοεῖν τε καὶ δυςωδίᾳ ὀδωδέναι τὸ στόμα· καὶ λυγμὸς αὐτοῖς ἕπεται, ἐνίοτε δὲ καὶ σπέρματος ἀπροαίρετος ἔκκρισις. Εὐβοήθητοί τε τυγχάνουσι μετὰ τὸν ἔμετον λαμβάνοντες ἄκρατον πολὺν, καὶ καλάμου ῥίζης 𐅻 βʹ, ἢ κυπείρου τὸ αὐτό· δεῖ δὲ αὐτοὺς καὶ ἀναγκάζειν συντόνως περιπατεῖν καὶ τρέχειν, διὰ τὸ ἐν αὐτοῖς ναρκῶδες· λούειν τε καθ’ ἑκάστην ἡμέραν. [Περὶ βδελλῶν.
32 [10] ] Βδέλλας τὰς καταπινομένας σὺν τῷ ὕδατι καὶ προςφυομένας τῇ καταπόσει ἢ τῷ στόματι τῆς κοιλίας, ἑλκούσας τὰ μέρη, καὶ φαντασίαν ἐκμυζήσεως παρεχούσας, ὅπερ καὶ σημεῖόν ἐστι τοῦ βδέλλας καταπεπόσθαι, ἀποβάλλει ἅλμη καταῤῥοφουμένη, καὶ ὀπὸς κυρηναϊκὸς, ἢ φύλλα σιλφίου ἢ τεύτλου, σὺν ὄξει πινόμενα, ἢ χιὼν σὺν ὀξυκράτῳ· ἀναγαργαριζέσθωσαν δὲ νίτρῳ σὺν ὕδατι καὶ χαλκάνθῳ σὺν ὄξει ἀνεθέντι· πρὸς τὰς δὲ τῷ βρόγχῳ προςφυείσας, ἐμβιβάσας εἰς ἔμβασιν θερμὴν, δίδου ψυχρὸν ὕδωρ ἐν τῷ στόματι διακρατεῖν, καὶ ἐξελεύσονται. [Περὶ τῶν ἐπ’ ὠφελείᾳ διδομένων, πολλάκις δὲ ἐπικινδύνων.
33 [10] ] Προνοητέον δὲ καὶ τῶν ἐπ’ ὠφελείᾳ διδομένων, ἐπιφερόντων δὲ πολλάκις κίνδυνον οὐχ ἥττονα τῶν ἄλλων φαρμάκων· ὡς ἐλλεβόρου λευκοῦ, καὶ θαψίας, καὶ ἐλατηρίου, καὶ ἀγαρικοῦ τοῦ μέλανος· πνιγμὸν γὰρ ἐπιφέρει ταῦτα ἢ ὑπερκάθαρσιν· ἐφ’ ὧν τοὺς πνιγμοὺς μὲν θεραπεύσομεν, ὡς προείρηται ἐπὶ μυκήτων καὶ τῶν ὁμοίων· τὰς δὲ ὑπερκαθάρσεις τοῖς δυναμένοις ἐπέχειν τὰς ἐκκρίσεις στελοῦμεν. Καὶ τῶν μὲν δοκούντων ἐπ’ ὀλίγον βλάπτειν, ἐνίοτε δὲ κινδύνους ἐπιφερόντων, οὐκ ἀμελητέον· ὧν ἐστι τὸ ἄγριον πήγανον, καὶ τὸ μελάνθιον, καὶ οἱ νέαροι πάπποι· ἄνθη δέ ἐστιν ἀκάνθης τῆς καλουμένης κάκτου· ἐφ’ ὧν ἔμετος μόνος παραληφθεὶς ἀποκαθίστησι τοὺς λαμβάνοντας. [Περὶ τῶν συμφύλων ἡμῖν, ὕδατός τε ψυχροῦ καὶ οἴνου.
34 [10] ] Καὶ τὸ ψυχρὸν ὕδωρ ἀθρόον ποθὲν, ἢ ἄκρατος πολὺς καὶ γλυκὺς οἶνος ποθεὶς, μάλιστα ἀπὸ βαλανείου ἢ δρόμου καὶ τῶν εὐτόνων γυμνασίων πνιγμοὺς καὶ ἀλγήματα ἐπιφέρει· ἐφ’ ὧν φλεβοτομία ταχέως παραληφθεῖσα καὶ κένωμα λύει τὸν ἐπηρτημένον κίνδυνον. Καὶ περὶ μὲν τῶν σημείων τοῖς λαβοῦσι τὰ θανάσιμα τῶν φαρμάκων, καὶ τῆς ἁρμοζούσης αὐτοῖς θεραπείας, ἔτι δὲ προφυλακτικῆς ἀγωγῆς, ἐπὶ τοςοῦτον ἡμῖν εἰρήσθω· ὑπογράψομεν δὲ καὶ τὰς ἀντιδότους ἀναγκαιότατα καὶ γενναιότατα βοηθοῦσας, αἷς ἐχρήσαντο, τῇ τε Μιθριδατείῳ, καὶ τῇ δι’ αἱμάτων, καὶ τῇ διὰ σκίγκων· ἃς διὰ τὸ ἐν ταῖς ἀντιδότοις ἀκριβέστατα ἀναγεγράφθαι παρῃτησάμην ἀναγράφειν ἐνταῦθα.