eul_wid: bhw-ac
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Geographical and Botanical Fragments by Scylax of Caryanda

The Geographical and Botanical Fragments represent the surviving remnants of a lost work by Scylax of Caryanda, an early Greek explorer and writer. His original text was a periplous, a detailed report of a coastal voyage. According to the historian Herodotus, Scylax was commissioned by the Persian king Darius I around 515 BCE to explore the course of the Indus River and the sea route westward from its mouth. His resulting account was a pioneering document in Greek literature, synthesizing geographical description with observations on foreign peoples and exotic flora.

The original work is no longer extant. What remains are fragments preserved as quotations by later authors, most notably Athenaeus. These passages include Scylax's notes on specific plants, such as the kynara (a type of thistle) and the silphium. A much longer, anonymous geographical text known as the Periplus of Scylax also circulated under his name in antiquity, but this is a later compilation from the 4th century BCE or later, not the explorer's original report. The genuine fragments, though scant, confirm that Scylax's firsthand account served as an early source for Greek knowledge of distant lands and their natural resources.

Ἀθήναιος κινάρα. ταύτην Σοφοκλῆς ἐν Κολχίσι κυνάραν καλεῖ, ἐν δὲ Φοίνικι «κύναρος ἄκανθα πάντα πληθύει γύην». Ἑκαταῖος δʼ ὁ Μιλήσιος ἐν Ἀσίας περιηγήσει .... καὶ περὶ τὸν Ἰνδὸν δέ φησι ποταμὸν γίνεσθαι τὴν κυνάραν. καὶ Σκύλαξ δὲ ἢ Πολέμων γράφει· «εἶναι δὲ τὴν γῆν ὑδρηλὴν κρήνηισι καὶ ὀχετοῖσιν· ἐν δὲ τοῖς οὔρεσι πέφυκε κυνάρα καὶ βοτάνη ἄλλη».

Ἀθήναιος καὶ ἐν τοῖς ἑξῆς· «ἐντεῦθεν δὲ ὄρος παρέτεινε τοῦ ποταμοῦ καὶ ἔνθεν καὶ ἔνθεν, ὑψηλόν τε καὶ δασὺ ἀγρίηι ὕληι καὶ ἀκάνθηι κυνάραι». Δίδυμος δʼ ὁ γραμματικὸς ἐξηγούμενος παρὰ τῶι Σοφοκλεῖ τὸ «κύναρος ἄκανθα» «μήποτε» φησίν «τὴν κυνόσβατον λέγει διὰ τὸ ἀκανθῶδες καὶ τραχὺ εἶναι τὸ φυτόν· καὶ γὰρ ἡ Πυθία ξυλίνην κύνα αὐτὸ εἶπεν, καὶ ὁ Λοκρὸς χρησμὸν λαβὼν ἐκεῖ πόλιν οἰκίζειν ὅπου ἂν ὑπὸ ξυλίνης κυνὸς δηχθῆι, καταμυχθεὶς τὴν κνήμην ὑπὸ κυνοσβάτου ἔκτισε τὴν πόλιν». ἔστι δὲ ὁ κυνόσβατος μεταξὺ θάμνου καὶ δένδρου, ὥς φησι Θεόφραστος καὶ τὸν καρπὸν ἔχει ἐρυθρόν, παραπλήσιον τῆι ῥοιᾶι· ἔχει δὲ καὶ τὸ φύλλον ἀγνῶδες.

Ἀριστοτέλης ἐπεὶ δὲ πᾶσα πολιτικὴ κοινωνία συνέστηκεν ἐξ ἀρχόντων καὶ ἀρχομένων, τοῦτο δὴ σκεπτέον, εἰ ἑτέρους εἶναι δεῖ τοὺς ἄρχοντας καὶ τοὺς ἀρχομένους ἢ τοὺς αὐτοὺς διὰ βίου· δῆλον γὰρ ὡς ἀκολουθεῖν δεήσει καὶ τὴν παιδείαν κατὰ τὴν διαίρεσιν ταύτην. εἰ μὲν τοίνυν εἴησαν τοσοῦτον διαφέροντες ἅτεροι τῶν ἄλλων ὅσον τοὺς θεοὺς καὶ τοὺς ἥρωας ἡγούμεθα τῶν ἀνθρώπων διαφέρειν, εὐθὺς πρῶτον κατὰ τὸ σῶμα πολλὴν ἔχοντες ὑπερβολήν, εἶτα κατὰ τὴν ψυχήν, ὥστε ἀναμφισβήτητον εἶναι καὶ φανερὰν τὴν ὑπεροχὴν τοῖς ἀρχομένοις τὴν τῶν ἀρχόντων, δῆλον ὅτι βέλτιον ἀεὶ τοὺς αὐτοὺς τοὺς μὲν ἄρχειν τοὺς δʼ ἄρχεσθαι καθάπαξ· ἐπεὶ δὲ τοῦτʼ οὐ ῥάιδιον λαβεῖν οὐδʼ ἔστιν ὥσπερ ἐν Ἰνδοῖς φησι Σκύλαξ εἶναι τοὺς βασιλέας τοσοῦτον διαφέροντας τῶν ἀρχομένων, φανερὸν ὅτι διὰ πολλὰς αἰτίας ἀναγκαῖον πάντας ὁμοίως κοινωνεῖν τοῦ κατὰ μέρος ἄρχειν καὶ ἄρχεσθαι.

Οὐαλέριος Ἁρποκρατίων ὑπὸ γῆν οἰκοῦντες· Ἀντιφῶν ἐν τῶι Περὶ ὁμονοίας. λέγοι ἂν τοὺς ὑπὸ Σκύλακος ἐν τῶι Περίπλωι λεγομένους Τρωγλοδύτας καὶ τοὺς ὑπὸ Ἡσιόδου ἐν γ Καταλόγωι Κατουδαίους ὀνομαζομένους.

Φιλόστρατος ὁ Ἀθηναῖος τοὺς δὲ Πυγμαίους οἰκεῖν μὲν ὑπογείους, κεῖσθαι δὲ ὑπὲρ τὸν Γάγγην, ζῶντας τρόπον ὃς πᾶσιν εἴρηται. Σκιάποδας δὲ ἀνθρώπους ἢ Μακροκεφάλους ἢ ὁπόσα Σκύλακος ξυγγραφαὶ περὶ τούτων ἄιδουσιν, οὔτε ἄλλοσέ ποι βιοτεύειν τῆς γῆς οὔτε μὴν ἐν Ἰνδοῖς.

Τζέτζης Καρυανδέως Σκύλακος ὑπάρχει τι βιβλίον περὶ τὴν Ἰνδικὴν γράφον ἀνθρώπους πεφυκέναι, οὕσπερ φασὶ Σκιάποδας, καί γε τοὺς Ὠτολίκνους· ὧν οἱ Σκιάποδες πλατεῖς ἔχουσιν ἄγαν πόδας, καιρῶι τῆς μεσημβρίας δὲ πρὸς γῆν καταπεσόντες, τοὺς πόδας ἀνατείναντες σκιὰν αὑτοῖς ποιοῦσι· μεγάλα δʼ οἱ Ὠτόλικνοι τὰ ὦτα κεκτημένοι ὁμοίως σκέπουσιν αὑτοὺς τρόπωι τῶν σκιαδείων. ὁ Σκύλαξ οὗτος γράφει δὲ καὶ ἕτερα μυρία περί γε Μονοφθάλμων τε καὶ τῶν Ἑνοτικτόντων καὶ ἐκτραπέλων ἄλλων δὲ μυρίων θεαμάτων. ταῦτά φησι δʼ ὡς ἀληθῆ μηδὲ τῶν ἐψευσμένων· ἐγὼ τῆι ἀπειρίαι δὲ ταῦτα ψευδῆ νομίζω. ὅτι δʼ εἰσὶ τῶν ἀληθῶν, ἄλλοι φασὶ μυρίοι τοιαῦτα καὶ καινότερα θεάσασθαι ἐν βίωι, Κτησίας καὶ Ἰάμβουλος κτλ.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Νεσταίους τε καὶ Ὤρικον τοὺς Νεσταίους Σκύλαξ φησὶν ἔθνος Ἰλλυρικόν· «ἀπὸ τούτων παράπλους ἐστὶν εἰς τὸν κόλπον … ». καὶ Ἐρατοσθένης ἐν γ Γεωγραφουμένων φησί· «μετὰ Ἰλλυριοὺς Νεσταῖοι, καθʼ οὓς νῆσος Φάρος, Παρίων ἄποικος».

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Κιανίδος ἤθεα γαίης ἀμφʼ Ἀργανθώνειον ὄρος προχοάς τε Κίοιο. τοὺς μὲν εὐξείνως Μυσοὶ ... δειδέχατʼ, ἐνναέται κείνης χθονός περιφραστικῶς τὴν Κίον. ἔστι δὲ πόλις Μυσίας ἀπὸ Κίου τοῦ ἀφηγησαμένου τῆς Μιλησίων ἀποικίας, ὡς ἱστορεῖ Ἀριστοτέλης ἐν Κιανῶν πολιτείαι. κατώικησαν δὲ αὐτὴν πρῶτον Μυσοί, ἔπειτα Κᾶρες, τρίτον Μιλήσιοι. καὶ ποταμὸς δέ ἐστιν οὕτως ὀνομαζόμενος, τὴν πόλιν περιρρέων, οὗ μνημονεύει Σκύλαξ ὁ Καρυανδεύς.

Στράβων ὅτι δʼ ἦν κατοικία Μυσῶν ἡ Βιθυνία πρῶτον μαρτυρήσει Σκύλαξ ὁ Καρυανδεύς, φήσας περιοικεῖν τὴν Ἀσκανίαν λίμνην Φρύγας καὶ Μυσούς, ἔπειτα Διονύσιος ὁ τὰς Κτίσεις συγγράψας ..... ὅ τε Εὐφορίων ... καὶ ὁ Αἰτωλὸς Ἀλέξανδρος ... τὸ αὐτὸ ἐκμαρτυροῦσιν, οὐδαμοῦ τῆς Ἀσκανίας λίμνης εὑρισκομένης ἀλλʼ ἐνταῦθα μόνον.

Στράβων εὐθὺς γὰρ ἐπὶ τῶν κατὰ τὴν Προποντίδα τόπων ὁ μὲν Ὅμηρος ἀπὸ Αἰσήπου τὴν ἀρχὴν ποιεῖται τῆς Τρωάδος· Εὔδοξος δὲ ἀπὸ Πριάπου καὶ Ἀρτάκης ... συστέλλων ἐπʼ ἔλαττον τοὺς ὅρους· Δαμάστης δʼ ἔτι μᾶλλον συστέλλει, ἀπὸ Παρίου ... Χάρων δʼ ὁ Λαμψακηνὸς τριακοσίους ἄλλους ἀφαιρεῖ σταδίους, ἀπὸ Πρακτίου ἀρχόμενος ... Σκύλαξ δὲ ὁ Καρυανδεὺς ἀπὸ Ἀβύδου ἄρχεται· ὁμοίως δὲ τὴν Αἰολίδα Ἔφορος μὲν λέγει ἀπὸ Ἀβύδου μέχρι Κύμης· ἄλλοι δʼ ἄλλως.

Κωνσταντῖνος ὁ Πορφυρογέννητος τὸ θέμα τὸ καλούμενον Ἀρμενιακὸν οὐ κύριον ἔχει τὸ ὄνομα, οὐδὲ ἀρχαία τίς ἐστιν ἡ τούτου προσηγορία ... οὔτε γὰρ Στράβων τῆς τοιαύτης ὀνομασίας ἐμνήσθη ... οὔτε Μένιππος ὁ τοὺς σταδιασμοὺς τῆς ὅλης κατοικουμένης ἀπογραψάμενος οὔτε μὴν Σκύλαξ ὁ Καρυανδηνὸς οὔτε Παυσανίας οὔτε ἄλλος τις τῶν ἱστορίας γεγραφότων.