TacticsΤακτικά
Aelian the Tactician Tactics PDF
Aelian's Tactics is a comprehensive Greek military treatise from the early second century CE. Authored by Aelian, a Roman citizen of Greek heritage, it was dedicated to the emperor Trajan, indicating a composition date between 106 and 113 CE. The work is a systematic and theoretical manual that compiles and explains the intricate drill formations and tactical evolutions of the classic Hellenistic Macedonian phalanx, including formations such as the square, the wedge, and the saw-tooth. Organized into 174 chapters, it proceeds from fundamental definitions to precise descriptions of complex maneuvers like the counter-march. The text focuses exclusively on Greek military methods, offering no discussion of contemporary Roman practice, historical example, or broader strategy.
The purpose of the treatise remains a subject of scholarly discussion. Some interpret it as an academic exercise, composed for an educated Roman audience with an antiquarian interest in classical Greek military science. Others propose a more practical intent, suggesting it was designed to inform Roman military commanders about the tactical systems employed by eastern adversaries of the Hellenistic tradition. The complete text survives primarily through a tenth-century manuscript. It became a standard military textbook in the Byzantine Empire and, following its translation into Latin during the Renaissance, served as a foundational source for Western scholars reconstructing the principles of ancient warfare.
| T 1 | ΑΙΛΙΑΝΟΥ ΤΑΚΤΙΚΗ ΘΕΩΡΙΑ. Κεφάλαια τοῦ βιβλίου. |
| C 1 | Ὅτι Ὅμηρος πρῶτος περὶ τῆς ἐν τοῖς πολέμοις τακτικῆς θεωρίας ἔγραψεν. Περὶ τῶν τὰ τακτικὰ συνταξάντων. |
| C 3 | Ὅτι καὶ Πλάτων πάντων ἀναγκαιότατόν φησιν εἶναι τῶν μαθημάτων. Ὅτι τῶν εἰς τοὺς πολέμους παρασκευῶν ἀθροιζομένων τὸ μέν ἐστι μάχιμον, τὸ δὲ διὰ τὰς τούτου χρείας γινόμενον ἄμαχον. |
| C 5 | Ὅτι τοῦ μαχίμου τὸ μὲν ἐπὶ γῆς βεβηκὸς καὶ ἰδίως πεζικὸν λεγόμενον· τὸ δὲ ἐπ’ ὀχημάτων, ὧν τὸ μὲν ἐφ’ ἵππων, τὸ δὲ ἐπ’ ἐλεφάντων· τοῦ δὲ ἐφ’ ἵππων τὸ μὲν ἐφ’ ἁρμάτων, τὸ δὲ ἐπ’ αὐτῶν ἵππων. |
| C 7 | Ὅτι τῆς πεζικῆς συντάξεως εἴδη τρία· ὁπλιτῶν, πελταστῶν, ψιλῶν, καὶ περὶ ἑκάστου αὐτῶν. Περὶ θυρεοφόρων ἱππέων καὶ ξυστοφόρων ἱππέων καὶ Ταραντίνων ἱππέων. |
| C 9 | Ὅτι δύο διαφοραὶ Ταραντίνων ἱππέων, οἱ μὲν πόρρωθεν βαλλόντων δοράτια, οἱ δὲ ἐξ ἐναντίων μαχομένων. Περὶ ἱπποτοξοτῶν. |
| C 11 | Ὅτι τοῦ μαχομένου γένους ἐννέα διαφοραί· ὁπλιτῶν, πελταστῶν, ψιλῶν, ἱππέων δορατοφόρων, ἱππέων ἀκοντιστῶν, ἱππέων τοξοτῶν, ἱππέων καταφράκτων, ἁρμάτων, ἐλεφάντων. Ὅτι τὸ πρωτοστατοῦν ἐν τῇ τακτικῇ ἐστιν ἀσύντακτον πλῆθος παραλαβόντας συντάξαι. |
| C 13 | Ὅτι μεγάλαι δυνάμεις ἀσύντακτοι ὑπὸ ὀλίγων συντεταγμένων κατελύθησαν. Καὶ πῶς οἱ ἀρχαῖοι ὡρίσαντο τὴν τακτικὴν τέχνην. |
| C 15 | Τί ἐστι καταλοχισμὸς καὶ τί λόχος. Πόσων ἀνδρῶν οἱ ἀρχαῖοι τοὺς λόχους ἔταξαν, καὶ ποῖος αὐτῶν [ἀριθμὸς] πρὸς παράταξιν ἐπιτήδειος. |
| C 17 | Ὅτι ὁ ἡγούμενος τοῦ λόχου λοχαγὸς καὶ ἡγεμὼν καὶ πρωτοστάτης ὀνομάζεται. Τί ἐστιν οὐραγὸς καὶ στίχος καὶ δεκανία καὶ ἐνωμοτία καὶ ἐνωμοτάρχης. |
| C 19 | Τί ἐστι διμοιρία καὶ διμοιρίτης καὶ τί ἡμιλόχιον καὶ ἡμιλοχίτης. Τί ἐστι πρωτοστάτης καὶ ἐπιστάτης. |
| C 21 | Ὅτι τὸν λοχαγὸν καὶ τὸν οὐραγὸν διαφέρειν δεῖ τῶν ἄλλων, μετὰ δὲ τούτους τὸν ἡμιλοχίτην. Τί ἐστι βάθος τῆς φάλαγγος. |
| C 23 | Τί ἐστι ζυγεῖν καὶ τί στοιχεῖν. Τί ἐστι δεξιὸν κέρας καὶ κεφαλὴ καὶ τί εὐώνυμον κέρας καὶ οὐρά. |
| C 25 | Τί ἐστιν ὀμφαλὸς τῆς φάλαγγος καὶ στόμα καὶ ἀραρός. Ὅτι κατὰ τὸ πλεῖστον μετὰ τὴν τῶν ὁπλιτῶν φάλαγγα ὀπίσω τάσσεται τὸ τῶν ψιλῶν καὶ ἔτι τούτων ὀπίσω τὸ τῶν ἱππέων. |
| C 27 | Πόσον ὀφείλει εἶναι τὸ πλῆθος τῆς δυνάμεως καὶ πῶς πρὸς ἃς ἔχει τις δυνάμεις ὁριεῖ τὸν ἐπιτήδειον ἀριθμὸν πρὸς τὸ καλῶς συντετάχθαι. Ὅτι δεῖ τοιοῦτον ἀριθμὸν ὁρίζειν τῆς φάλαγγος τὸν δυνάμενον ῥᾳδίως μετασχηματίζειν τὰς τάξεις πρὸς τὰς κατεπειγούσας χρείας, ἐάν τε τὸ μῆκος ἐκτεῖναι δέῃ, συστεῖλαι δὲ τὸ βάθος, ἢ τοὐναντίον. |
| C 29 | Ὅτι οἱ πλείους τὸν ἀριθμὸν τῆς τῶν ὁπλιτῶν φάλαγγος μυρίων ἑξακισχιλίων τριακοσίων ὀγδοήκοντα τεσσάρων ἐποίησαν ἀπὸ μονάδος κατὰ διπλασιασμὸν ἐκβαίνοντα καὶ σύμμετρον ὄντα. Ὅτι ἥμισυν τούτου [τὸν] τῶν ψιλῶν, ἔτι δὲ τούτου ἥμισυν τὸν τῶν ἱππέων καὶ διὰ τί. |
| C 31 | Τί ἐστι διλοχία καὶ πόσων ἀνδρῶν καὶ τίς ὁ διλοχίτης. Τί τετραρχία καὶ τίς ὁ τετράρχης καὶ ὁπόσων ἀνδρῶν. |
| C 33 | Τί ἐστι σύνταγμα καὶ πόσων ἀνδρῶν καὶ τίς ὁ συνταγματάρχης. Τί ἐστι ξεναγία καὶ τίς ὁ ξεναγός. |
| C 35 | Ὅτι καθ’ ἕκαστον σύνταγμα ἔκτακτοι ἄνδρες εἰσὶ πέντε· σημειοφόρος, οὐραγός, σαλπιγκτής, ὑπηρέτης, στρατοκῆρυξ. Τίς ὁ πεντακοσιάρχης. |
| C 37 | Τίς ὁ χιλίαρχος. Τίς ἡ μεραρχία καὶ ὁ μεράρχης, τί τέλος καὶ τίς τελάρχης. |
| C 39 | Τίς ἡ φαλαγγαρχία καὶ ὁ φαλαγγάρχης. Τί ἐστι στρατηγία καὶ τίς ὁ στρατηγός. |
| C 41 | Τί ἐστι διφαλαγγαρχία. Πόσοι ἡγεμόνες ἐν τῇ φάλαγγι. |
| C 42 | πῶς δεῖ τετάχθαι τοὺς φαλαγγάρχας καὶ πῶς τοὺς μεράρχας καὶ τετράρχας καὶ διὰ τί. Πῶς δεῖ τοὺς ἡγεμόνας τετάχθαι τῶν συνταγμάτων. |
| C 44 | Πόσον τόπον κατέχει ὁ ὁπλίτης τεταγμένος. Τί ἐστι πύκνωσις. |
| C 46 | Τί ἐστι συνασπισμός. Τίνος ἕνεκα ἡ πύκνωσις γίνεται καὶ τίνος ἕνεκα [ὁ] συνασπισμός. |
| C 48 | Πόσους σταδίους κατὰ μῆκος ἡ φάλαγξ κατέχει τεταγμένη καὶ πόσους πεπυκνωμένη καὶ πόσους συνησπικυῖα. Πῶς δεῖ καθοπλίζεσθαι τοὺς ὁπλίτας, καὶ μέτρα τῶν ὅπλων καὶ δοράτων. |
| C 50 | Ὅτι δεῖ τὸ πρῶτον ζυγὸν ἀρίστων ἀνδρῶν εἶναι καὶ στομώματος τάξιν ἐπέχειν. Ὅτι καὶ τὸ δεύτερον ζυγὸν καὶ αὐτὸ τῶν ἐνδεχομένων ἀρίστων εἶναι δεῖ. |
| C 52 | Ὅτι τὸ τρίτον ζυγὸν καὶ τὰ ἐφεξῆς προσλεκτέον ἐκ τοῦ τῇ δυνάμει ὑποβεβηκέναι. Ὡς ἡ Μακεδονικὴ φάλαγξ ἐν τούτοις παρετάσσετο. |
| C 54 | Τί παρέχει ὁ οὐραγός. Περὶ τῶν ψιλῶν· πῶς αὐτοὺς δεῖ τετάχθαι. |
| C 56 | Ὅτι χιλίους εἴκοσι τέσσαρας λόχους τῶν ψιλῶν δεῖ τετάχθαι καὶ τῶν ἱππέων. Τί καλεῖται ἐν τοῖς ψιλοῖς σύστασις καὶ πεντηκονταρχία καὶ τί ἑκατονταρχία. |
| C 58 | Ὅτι καθ’ ἑκάστην ἑκατονταρχίαν ἔκτακτοι ἄνδρες τάσσονται πέντε· σημειοφόρος, οὐραγός, σαλπιγκτής, ὑπηρέτης, στρατοκῆρυξ. Τί καλεῖται ψιλαγία καὶ ξεναγία καὶ σύστρεμμα. |
| C 60 | Τί καλεῖται ἐπιξεναγία καὶ στῖφος καὶ ἐπίταγμα. Ὅτι ἐκτάκτους ἔχει ἡ τῶν ψιλῶν δύναμις ἄνδρας η , τέσσαρας μὲν ἐπιξεναγούς, τέσσαρας δὲ συστρεμματάρχας. |
| C 62 | Περὶ τῆς εὐχρηστίας τῶν ἀκροβολιστῶν. Πόσα εἴδη τῆς ἱππικῆς συντάξεως τοῖς ἀρχαίοις ἐπενοήθη. |
| C 64 | Ὅτι ταῖς ῥομβοειδέσι πρῶτοι Θεσσαλοὶ ἐχρήσαντο Ἰάσονος ὑφηγησαμένου, καὶ διὰ τί ταύτας προέκριναν· καὶ εἰς τίνα μέρη τοῦ ῥόμβου τοὺς ἀρίστους τῶν ἱππέων καὶ τοὺς ἡγεμόνας δεῖ τάσσειν. Ὅτι ταῖς ἐμβολοειδέσι Σκύθαι ἐχρήσαντο καὶ Θρᾷκες καὶ Μακεδόνες καὶ Φίλιππος καὶ διὰ τί. |
| C 66 | Ὅτι ταῖς τετραγώνοις εἴλαις Πέρσαι καὶ Σικελοὶ καὶ τῶν Ἑλλήνων οἱ πλεῖστοι ἐχρήσαντο καὶ διὰ τί. Ὅτι αἱ σχήματι τετράγωνοι εἶλαι τῷ ἀριθμῷ ἑτερομήκεις εἰσίν. |
| C 68 | Ὅτι ὁ τετράγωνος ἀριθμὸς τῶν ἱπποτῶν ἑτερόμηκες τὸ σχῆμα τῆς εἴλης ποιεῖ. Πῶς τῶν ῥομβοειδῶν εἰλῶν αἱ μὲν στοιχοῦσι καὶ ζυγοῦσιν, αἱ δὲ ζυγοῦσι μὲν οὐ στοιχοῦσι δέ, αἱ δὲ στοιχοῦσι μὲν οὐ ζυγοῦσι δέ, αἱ δὲ οὔτε ζυγοῦσιν οὔτε στοιχοῦσιν. |
| C 70 | Ὅτι τὸ ἥμισυ τοῦ ῥόμβου ἔμβολον καλεῖται. Ὅτι Πολύβιος Μεγαλοπολίτης τὴν εἴλην ἔταξεν ἐξ ἱππέων ξδ μήτε ζυγούντων μήτε στοιχούντων· καὶ διὰ τί τῶν ἱππέων ἡ μὲν ἐπὶ τὰ δεξιὰ κλίσις ἐπὶ δόρυ, ἡ δὲ ἐπὶ τὰ εὐώνυμα ἐφ’ ἡνία καλεῖται. |
| C 72 | Ὅτι αἱ εἶλαι ποτὲ μὲν πρὸ τῆς φάλαγγος τάσσονται, ποτὲ δὲ ἐκ δεξιῶν καὶ εὐωνύμων, ποτὲ δὲ ὀπίσω τῶν ψιλῶν. Ὅτι αἱ πᾶσαι εἶλαι ξδ εἰσὶν ἐξ ἱππέων ξδ . |
| C 74 | Τί ἐστιν ἐπειλαρχία καὶ Ταρανταρχία καὶ ἱππαρχία καὶ ἐφιππαρχία καὶ τέλος καὶ ἐπίταγμα. Περὶ συντάξεως ἐλεφάντων καὶ δρεπανηφόρων, καὶ τίνες ὀνομασίαι αὐτῶν γεγόνασιν αἱ περὶ ἐλεφάντων. |
| C 76 | Περὶ τῶν ὀνομάτων, οἷς χρώμενοι οἱ τακτικοὶ τὰ παραγγέλματα πρὸς τὸν πόλεμον χρειώδη σημαίνουσιν. Τί ἐστι κλίσις ἐπὶ δόρυ καὶ τί ἐπ’ ἀσπίδα, καὶ διὰ ποίαν χρείαν τοῦτο γίνεται. |
| C 78 | Τί ἐστι μεταβολὴ καὶ τί ἐπὶ δόρυ μεταβολὴ καὶ τί ἐπ’ ἀσπίδα. Τίς ἡ ἀπὸ τῶν πολεμίων μεταβολὴ καὶ τίς ἡ ἐπὶ τοὺς πολεμίους, καὶ διὰ ποίαν χρείαν γίνεται. |
| C 80 | Τίς ἐστιν ἐπιστροφὴ καὶ διὰ τί γίνεται. Τί ἐστιν ἀναστροφή. |
| C 82 | Τίς ἐστι περισπασμὸς καὶ τί ἐκπερισπασμός. Τί ἐστι στοιχεῖν. |
| C 84 | Τί ἐστι ζυγεῖν. Τί ἐστιν εἰς ὀρθὸν ἀποδοῦναι. |
| C 86 | Ὅτι δύο γένη ἐξελιγμῶν, τὸ μὲν κατὰ λόχους, τὸ δὲ κατὰ ζυγά· καὶ ὅτι ἑκάστου γένους ἐξελιγμῶν εἴδη γ , ὁ μὲν Μακεδονικός, ὁ δὲ Λακωνικός, ὁ δὲ Κρητικὸς ἢ χόριος ἢ Περσικός. Πῶς ἐν τοῖς λόχοις γίνεται ὁ Μακεδονικὸς ἐξελιγμός, καὶ εἰς τί χρειώδης· καὶ ὁμοίως ὁ Λάκων καὶ Κρητικός. |
| C 88 | Πῶς οἱ κατὰ ζυγὰ ἐξελιγμοὶ γίνονται, καὶ εἰς τί χρειώδεις. Ὅτι διπλασιασμῶν γένη δύο ἢ κατὰ ζυγὰ ἢ κατὰ στίχον, καὶ ὅτι ὁ διπλασιασμὸς ἢ ἀριθμῷ γίνεται ἢ τῷ τόπῳ, καὶ πρὸς τί ἕκαστον εὔχρηστον καὶ πῶς ἕκαστον γίνεται. |
| C 90 | Τί ἐστι πλαγία φάλαγξ καὶ τί ὀρθία. Τί ἐστι λοξὴ φάλαγξ. |
| C 92 | Τί ἐστι παρεμβολή. Τί ἐστι πρόσταξις. |
| C 94 | Τί ἐστιν ἔνταξις. Τί ἐστιν ὑπόταξις. |
| C 96 | Πῶς τὰ συντάγματα ἐπὶ δόρυ ἐπιστρέφεται καὶ πῶς ἀποκαθίσταται. Πῶς ἐπ’ ἀσπίδα ἐπιστρέφεται τὰ συντάγματα καὶ πῶς ἀποκαθίσταται. |
| C 98 | Πῶς ἐπὶ δόρυ περισπᾶται τὰ συντάγματα καὶ πῶς ἀποκαθίσταται, καὶ πῶς ὁμοίως ἐπ’ ἀσπίδα. Πῶς ἐπὶ τὸ δεξιὸν κέρας ἡ φάλαγξ πυκνοῦται καὶ πῶς ἀποκαθίσταται. |
| C 100 | Πῶς ἐπὶ τὸ εὐώνυμον κέρας πυκνοῦται ἡ φάλαγξ καὶ πῶς ἀποκαθίσταται. Πῶς ἐπὶ μέσην τὴν φάλαγγα πύκνωσις γίνεται καὶ πῶς ἀποκαθίσταται. |
| C 102 | Ὅτι τὰ εἰρημένα παραγγέλματα ἀναγκαῖά ἐστι πρὸς τὰς αἰφνιδίους ἐφόδους πολεμίων. Ὅτι Μακεδόνων τὸν ἐξελιγμὸν τὸν Μακεδονικὸν εὑρόντων Φίλιππος καὶ Ἀλέξανδρος ἐν ταῖς παρατάξεσι τῷ Λακωνικῷ ἐχρῶντο καὶ διά τί. |
| C 104 | Ὅτι τὰς δυνάμεις ἐθίζειν δεῖ τοῖς παραγγέλμασι χρῆσθαι ἢ διὰ σημείων ἢ διὰ φωνῆς ἢ διὰ σάλπιγγος. Περὶ πορειῶν καὶ ἐπαγωγῆς καὶ παραγωγῆς καὶ δεξιᾶς παραγωγῆς καὶ εὐωνύμου παραγωγῆς. |
| C 106 | Τί ἐστι φάλαγξ ἀμφίστομος. Καὶ ἐν πορείαις πῶς λέγεται διφαλαγγία ἀμφίστομος καὶ ἀντίστομος καὶ ἑτερόστομος καὶ ὁμοιόστομος. |
| C 108 | Πῶς ἡ φάλαγξ ἔμβολον γίνεται καὶ πῶς κοιλέμβολον. Πῶς ἡ φάλαγξ πλαίσιον γίνεται, πῶς πλινθίον. |
| C 110 | Τί ἐστιν ὑπερφαλάγγησις καὶ τί ὑπερκέρασις. Τί ἐστι λεπτυσμός. |
| C 112 | Ὅτι πέντε τρόποι τῆς τῶν σκευοφόρων ἀγωγῆς, καὶ πότε δεῖ ἑκάστῳ τρόπῳ χρῆσθαι. Περὶ τῶν ἐξοπλισίας παραγγελμάτων, καὶ πῶς δεῖ μὴ ἀμφίβολα αὐτὰ εἶναι. |
| A 1 | [Πᾶσα δύναμις τῶν ὅπλων ἤτοι πρὸς τὴν ἐκ χειρὸς μάχην ἐπιτηδεία ἐστὶν ἢ πρὸς τὴν ἐκ διαστήματος· ἐκ χειρὸς μέν, ὡς ἡ ὁπλιτικὴ πᾶσα καὶ ἡ δορατοφόρος ἐν ἱππικῇ, ἐκ διαστήματος δέ, ὡς ἡ τοξικὴ καὶ ἀκοντιστική. |
| A 2 [5] | καὶ τούτων ἑκάστη ἤτοι ταχεῖα ἢ βραδεῖα· καὶ ταχεῖα ἤτοι καθ’ αὑτὴν ἢ κατὰ συμβεβηκός· καθ’ ἑαυτὴν μέν, ὡς ἡ ἱππικὴ πάσης, κατὰ συμβεβηκὸς δέ, ὡς ἡ ψιλὴ τῆς ἄλλης πεζῆς ἐν τοῖς ὀρεινοῖς τε καὶ τραχέσι. καὶ ἔσονται τούτων ἀντιθέσεις πρὸς ἀλλήλας τριάκοντα. Πᾶσα μάχη κρίνεται ἢ παρὰ τὰς δυνάμεις τῷ τοῖς μὲν ὁπλιτικὴν ἢ ἱππικὴν εἶναι, [τοῖς δὲ μή,] ἢ παρὰ τὸ πλῆθος τῶν δυνάμεων τῷ τοὺς μὲν μυρίους, τοὺς δὲ χιλίους εἶναι, ἢ παρὰ τὴν εὐψυχίαν τῶν ἀνδρῶν, ἢ παρὰ τὴν τῶν σωμάτων ῥώμην, ἢ παρὰ τὴν τεχνικὴν ἄσκησιν, ἢ παρὰ τὴν τάξιν τῷ τοὺς μὲν καλῶς συντετάχθαι, τοὺς δὲ μή, ἢ παρὰ τοὺς τόπους, ἢ παρὰ τοὺς καιρούς. |
| A 4 [5] | Τῶν νεῶν αἱ μέν εἰσι ταχεῖαι, αἱ δὲ στρατιώτιδες, αἱ δὲ ἱππαγωγοί, αἱ δὲ στοργγύλαι. τῶν δὲ ταχέων αἱ μὲν μονόκροτοι, αἱ δὲ δίκροτοι, αἱ δὲ τρίκροτοι καὶ ἄχρις ἑξκαιδεκακρότων, αἳ παρεγένοντο εἰς τὴν ναυμαχίαν τὴν Ἀντωνίου καὶ Καίσαρος Αὐγούστου μετὰ Κλεοπάτρας ἐξ Αἰγύπτου. Ἡ τριακόντορος καὶ τεσσαρακόντορος καὶ πεντηκόντορος λέγεται κατὰ τὸ πλῆθος τῶν κωπῶν· ἡ μονήρης καὶ διήρης καὶ τριήρης καὶ ἐφεξῆς κατὰ τοὺς στίχους τοὺς κατὰ τὸ ὕψος ἐπαλλήλους. |
| A 6 | Ἄλλο πόλεμος, ἄλλο μάχη· πόλεμος μὲν ἡ πᾶσα διέξοδος τῶν ἀγώνων εἰς ἓν τελευτῶσα τέλος, μάχη δὲ ἡ ἐν ἑνὶ τόπῳ καὶ καιρῷ γινομένη συμπλοκὴ τῶν σωμάτων.] ΠΡΟΟΙΜΙΟΝ. |
| P 1 [5] | Τὴν παρὰ τοῖς Ἕλλησι τακτικὴν θεωρίαν ἀπὸ τῶν Ὁμήρου χρόνων τὴν ἀρχὴν λαβοῦσαν, αὐτόκρατορ Καῖσαρ υἱὲ θεοῦ Τραϊανὲ σεβαστέ, πολλοὶ τῶν πρὸ ἡμῶν συνέγραψαν οὐκ ἔχοντες, ἣν ἡμεῖς ἐν τοῖς μαθήμασιν ἐπιστεύθημεν ἕξιν ἔχειν. Ἐμαυτὸν δὲ πείθων ἠβουλήθην ταύτην συντάξαι τὴν θεωρίαν, ὅτι τοῖς ἡμετέροις οἱ μεθ’ ἡμᾶς πρὸ τῶν ἀρχαιοτέρων προσέξουσι συγγράμμασιν. |
| P 2 [5] | Τῆς δὲ παρὰ Ῥωμαίοις περὶ τὸ μέρος τοῦτο δυνάμεως καὶ ἐμπειρίας οὐκ ἔχων γνῶσιν—δεῖ γὰρ ὁμολογεῖν τἀληθῆ—ὄκνῳ κατειχόμην περὶ τὸ συγγράφειν καὶ παραδιδόναι τὸ μάθημα τοῦτο, ὡς ἀπημαυρωμένον καὶ τάχα μηδὲν ἔτι χρήσιμον τῷ βίῳ μετὰ τὴν ἐφευρεθεῖσαν ὑφ’ ὑμῶν διδασκαλίαν. |
| P 3 [5] | Ἐπεὶ δὲ ἐπὶ τοῦ θεοῦ πατρός σου Νέρουας παρὰ Φροτίνῳ τῷ ἐπισήμῳ ὑπατικῷ ἐν Φορμίαις ἡμέρας τινὰς διέτριψα δόξαν ἀπενεγκαμένῳ περὶ τὴν ἐν τοῖς πολέμοις ἐμπειρίαν, συμβαλών τ’ ἀνδρὶ εὗρον οὐκ ἐλάττονα σπουδὴν ἔχοντα εἰς τὴν παρὰ τοῖς Ἕλλησι τεθεωρημένην μάθησιν, ἠρξάμην οὐκέτι περιφρονεῖν τῆς τῶν τακτικῶν συγγραφῆς, οὐκ ἂν ἐσπουδάσθαι παρὰ Φροντίνῳ δοκῶν αὐτήν, εἴπερ τι χεῖρον ἐδόκει τῆς Ῥωμαϊκῆς διατάξεως περιέχειν. Πεποιηκὼς οὖν πώποτε συγγράμματος διατύπωσιν, μήπω δὲ πρὸς ἔκδοσιν ἑτοίμην ἔχων, διὰ τὴν σὴν ἀνυπέρβλητον, αὐτόκρατορ, ἀνδρείαν τε καὶ ἐμπειρίαν, δι’ ὧν πάντας ἁπλῶς τοὺς πώποτε γενομένους κατὰ πόλεμον στρατηγοὺς ὑπερβάλλεις, παρωρμήθην τελειῶσαι τὴν πραγματείαν καλὴν σφόδρα καὶ τοῖς ἐσπουδακόσι περὶ ταύτην τὴν θεωρίαν παραγκωνίσασθαι δυναμένην τὰ τῶν ἀρχαίων Ἑλλήνων συντάγματα. |
| P 5 [5] | σαφηνείας τε γὰρ ἕνεκα διαβεβαιούμενος λέγω τοὺς ἐντευξομένους τῇδε τῇ συγγραφῇ ἔνθεν μᾶλλον ἢ παρὰ τῶν πρεσβυτέρων στοιχειωθήσεσθαι καὶ τοῦ κατὰ τάξιν ἕκαστα δεδηλῶσθαι. Οὐκ ἐθάρσησα μέντοι πέμψαι σοι τὸ σύγγραμμα τηλικούτων πολέμων στρατηγῷ, μή πως εὐτελέστερα φανῇ τὰ δι’ ἡμῶν ὑφηγούμενα, ἂν ταῖς σαῖς ἐπινοίαις αὐτὰ παραβάλῃς· ἐὰν δὲ ὡς Ἑλληνικὴν θεωρίαν καὶ γλαφυρὰν ἱστορίαν, ἐν ᾗ καὶ τοῦ Μακεδόνος Ἀλεξάνδρου τὴν ἐν ταῖς παρατάξεσιν ἐπιβολὴν θεωρήσεις, ψυχαγωγίαν παρέξει σοι τὸ σύγγραμμα. |
| P 7 [5] | διὰ μέντοι τὰς ἀσχολίας προέγραψα τὰ κεφάλαια τῶν ἀποδεικνυμένων, ἵνα πρὸ τῆς ἀναγνώσεως τοῦ βιβλίου τὸ ἐπάγγελμα τοῦ συγγράμματος δι’ ὀλίγων κατανοήσῃς καὶ οὓς ἂν ἐπιζητήσῃς ἀναγνωσθῆναι τόπους ῥᾳδίως εὑρίσκων τοὺς χρόνους μὴ τρίβῃς. Πρῶτος μὲν ὧν ἴσμεν δοκεῖ τὴν τακτικὴν θεωρίαν Ὅμηρος ἐπεγνωκέναι θαυμάζειν τε τοὺς ἐπιστήμονας αὐτῆς, ὥσπερ Μενεσθέα· „τῷ δ’ οὔπω τις ὁμοῖος ἐπιχθόνιος γένετ’ ἀνὴρ κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας. |
| 1 1 [5] | “ καὶ περὶ τῆς καθ’ Ὅμηρον τακτικῆς ἐνετύχομεν συγγραφεῦσι Στρατοκλεῖ καὶ Ἑρμείᾳ καὶ Φρόντωνι τῷ καθ’ ἡμᾶς ἀνδρὶ ὑπατικῷ. |
| 1 2 [5] | ἐξειργάσαντο δὲ τὴν θεωρίαν Αἰνείας τε διὰ πλειόνων ὁ καὶ στρατηγικὰ βιβλία ἱκανὰ συνταξάμενος, ὧν ἐπιτομὴν ὁ Θετταλὸς Κινέας ἐποίησε, Πύρρος τε ὁ Ἠπειρώτης τακτικὰ συνέταξε καὶ Ἀλέξανδρος ὁ τούτου υἱὸς καὶ Κλέαρχος· ἔτι δὲ Παυσανίας Εὐάγγελός τε καὶ Πολύβιος ὁ Μεγαλοπολίτης ἀνὴρ πολυμαθὴς Σκιπίωνι συγγενόμενος, Εὐπόλεμός τε καὶ Ἰφικράτης· ὁ δὲ στωικὸς Ποσειδώνιος καὶ τέχνην τακτικὴν ἔγραψεν, ἄλλοι τε πλείονες, οἱ μὲν εἰσαγωγάς, ὡς Βρύων, οἱ δὲ καὶ τοπικὰς πραγματείας ἐξέδωκαν· οἷς πᾶσιν ἐγκυρήσας ἀπειρόκαλον ἡγοῦμαι πάντων μεμνῆσθαι. Ἐπέγνων δέ, ὡς ἔπος εἰπεῖν, [πάντας] τοὺς συγγραφεῖς ὡς εἰδόσι τὰ πράγματα τοῖς ἀνθρώποις συντεταχότας. |
| 1 4 [5] | Ὅπερ οὖν αὐτοὶ πρῶτον ἐφιέμενοι τῆς γνώσεως τοῦ πράγματος ἐπάθομεν, μήτε τοὺς ὑφηγησομένους εὑρίσκοντες, μήτε ἀποχρώντως πρὸς παράδοσιν ὑπολαμβάνοντες τὰς τῶν πρὸ ἡμῶν ἐκδόσεις ἔχειν, πειρασόμεθα καθ’ ὅσον οἷόν τέ ἐστι μὴ ἄλλους τὸ αὐτὸ παθεῖν ποιῆσαι. ὁσάκις δ’ ἄν μοι ὁ λόγος ἐξασθενήσῃ ἐναργῶς παραστῆσαί τι τῶν θεωρημάτων, ἐπίκουρον παραλήψομαι ἐπὶ καταγραφῆς τὴν τῶν σχημάτων διατύπωσιν, ἵνα τὴν ὄψιν τῇ νοήσει συλλήπτορα παράσχω. |
| 1 6 [15] | αὐταῖς μέντοι πειράσομαι ταῖς τῶν ἀρχαίων χρῆσθαι [περὶ] ἑκάστου λέξεσιν, ἵνα καὶ τοῖς ὀνόμασι καὶ τῇ συνηθείᾳ τῶν πολλάκις παρ’ αὐτῶν λεγομένων ὀνομάτων συγγυμνασθέντες οἱ τῇδε τῇ γραφῇ καθάπερ εἰσαγωγῇ προσέχοντες ἐν ἔθει γένωνται τοῖς εἰρημένοις ὀνόμασι παρὰ τοῖς τακτικὰ συντάξασι καὶ μὴ ξενίζωνται, ὅταν ἐκείνοις ἐντυγχάνωσιν· οἶμαι δὲ τὸν ἅπαξ εἰσαχθέντα ταῖς ὑφ’ ἡμῶν παραδεδομέναις ὁδοῖς εὐμαρῶς καὶ τὰ τῶν πρεσβυτέρων κατανοήσειν. Ὅτι μέντοι τὸ μάθημα τοῦτο πάντων ἐστὶ χρειωδέστατον, λάβοι τις ἂν ἐξ ὧν ὁ Πλάτων ἐν τοῖς νόμοις φησί· τὸν γὰρ τῶν Κρητῶν νομοθέτην τοὺς νόμους τεθεῖσθαι ὥσπερ εἰς πόλεμον ἀεὶ τῶν ἀνθρώπων παρεσκευασμένων· εἶναι γὰρ φύσει πάσαις ταῖς πόλεσι πρὸς ἁπάσας πόλεμον ἀκήρυκτον· πῶς οὖν ἄλλο τις ἡγήσεται προὐργιαίτερον μάθημα ἢ τῷ βίῳ μᾶλλον χρειωδέστερον τούτου; Λεκτέον δέ μοι πρῶτον περὶ τῶν εἰς τοὺς πολέμους τελειῶν παρασκευῶν. |
| 2 1 [10] | διτταὶ δ’ εἰσὶ τούτων δυνάμεις, ἡ μὲν πεζική, ἡ δὲ ναυτική· καὶ πεζικὴ μὲν ἡ τῶν ἐπὶ γῆς μαχομένων, ναυτικὴ δὲ ἡ τῶν κατὰ θάλασσαν ἢ ποταμοὺς ἐν ναυσὶ παρατασσομένων. καὶ περὶ μὲν τῶν ἐν ταῖς ναυμαχίαις συντάξεων ὕστερον ἐροῦμεν, τὰ δὲ πρὸς τὴν πεζικὴν στρατείαν συντείνοντα νῦν ἀφηγησόμεθα. τῶν ἐπὶ τοὺς πολέμους τοίνυν ἀθροιζομένων τὸ πλῆθος τὸ μέν ἐστι μάχιμον, τὸ δὲ κατὰ τὰς τούτου χρείας συνερχόμενον ἄμαχον· καὶ μάχιμον μὲν τὸ παρατασσόμενον ἐν τοῖς ἀγῶσι καὶ δι’ ὅπλων ἀμυνόμενον τοὺς πολεμίους, ἄμαχον δὲ τὸ λοιπόν, οἷον ἰατρῶν, ἀγοραίων, δούλων καὶ ἄλλων, ὅσοι διὰ τὰς ὑπηρεσίας ἐπακολουθοῦσιν. |
| 2 3 [5] | τοῦ δὲ μαχίμου τὸ μέν ἐστι πεζικόν, τὸ δὲ ἐπ’ ὀχημάτων· τὸ μὲν ἰδίως πεζὸν τὸ ἐπὶ γῆς βεβηκός, τοῦ δὲ ἐπὶ τῶν ὀχημάτων τὸ μὲν ἐφ’ ἵππων φέρεται, τὸ δὲ ἐπ’ ἐλεφάντων. τοῦ δὲ ἐφ’ ἵππων τὸ μὲν ἐφ’ ἁρμάτων, τὸ δὲ ἐπ’ αὐτῶν ἵδρυται τῶν ἵππων. |
| 2 6 [5] | καὶ τῷ μὲν γένει τοσαῦται γίνονται διαφοραί· τοῖς δὲ εἴδεσιν ἡ πεζικὴ διακόσμησις πολυμερής ἐστι καὶ ἡ ἱππική· ἡ γὰρ τῶν ἐλεφάντων μονοειδής ἐστι καὶ ἡ τῶν ἁρμάτων. Ἡ μὲν οὖν πεζικὴ σύνταξις τριχῇ διῄρηται· ἡ μὲν γάρ ἐστιν ὁπλιτῶν, ἡ δὲ πελταστῶν, τρίτη δὲ ψιλῶν. |
| 2 7 [10] | καὶ τὸ μὲν τῶν ὁπλιτῶν βαρυτάτῃ παρὰ πάντας τοὺς πεζοὺς κέχρηται καθοπλίσει κατὰ τὸν Μακεδονικὸν τρόπον, ἀσπίσι περιφερέσι καὶ δόρασι περιμηκεστέροις· τὸ δὲ τῶν ψιλῶν πάντων κουφοτάτῃ κέχρηται παρασκευῇ, μήτε θώρακας ἔχον, μήτε προκνημῖδας, μήτε θυρεοὺς ἢ ἀσπίδας βαρείας, ἀλλὰ τοῖς ἑκηβόλοις χρώμενον τοξεύμασιν ἢ ἀκοντίοις, ἢ λίθοις ἐκ σφενδόνης ἢ ἐκ χειρός. |
| 2 8 [15] | εἰς τοῦτο δὲ τὸ γένος καὶ τὸ ἀπὸ ξύλου ὅπλον κατατάττεται καὶ στολὰς ἀντὶ θώρακος. τὸ δὲ τῶν πελταστῶν καὶ αὐτὸ μὲν ἔχει τὸν ὁπλισμὸν ἐμφερῆ τῇ Μακεδονικῇ διασκευῇ, κουφότερον δὲ ἐκείνης τὸν καθοπλισμόν· ἥ τε γὰρ πέλτη μικρόν ἐστι καὶ ἐλαφρὸν ὅπλον καὶ τὰ δόρατα πολὺ τῶν σαρισῶν μεγέθει λειπόμενα· δοκεῖ δ’ ἡ τούτων ὅπλισις μέσην ἔχειν τάξιν τῶν ψιλῶν καὶ τῶν ἰδίως λεγομένων ὁπλιτῶν, βαρυτέρα μὲν οὖσα τῶν ψιλῶν, κουφοτέρα δὲ τῶν ὁπλιτῶν· διὸ καὶ οἱ πλείους καὶ τούτους μετὰ τῶν ψιλῶν συντάττουσιν. |
| 2 11 [15] | Τῆς δ’ ἱππικῆς δυνάμεως, ἣν ἐχωρίσαμεν ἀπὸ τῆς τῶν ἁρμάτων, ἐν ταῖς εἴλαις κατατασσομένης ἡ μέν ἐστι κατάφρακτος, ἡ δ’ οὐ κατάφρακτος· κατάφρακτος μὲν ἡ τούς τε ἵππους καὶ τοὺς ἄνδρας θώραξι πάντοθεν σκέπουσα· τῶν δὲ μὴ καταφράκτων οἱ μέν εἰσι δορατοφόροι, οἱ δὲ ἀκροβολισταί· δορατοφόροι μὲν οὖν εἰσιν οἱ ἀπὸ τῶν ἵππων τοῖς πολεμίοις συμπλεκόμενοι καὶ πλησίον δόρασι μαχόμενοι· τούτων δὲ οἱ μὲν καὶ θυρεοὺς ἔχουσι καὶ καλοῦνται θυρεοφόροι, οἱ δὲ χωρὶς θυρεῶν αὐτὸ μόνον δόρασι μάχονται, οἳ καὶ ἰδίως δορατοφόροι καλοῦνται, ὑπ’ ἐνίων δὲ ξυστοφόροι. |
| 2 13 [5] | ἀκροβολισταὶ δὲ τῶν ἱππέων λέγονται οἱ πόρρωθεν βάλλοντες· τούτων δὲ οἱ μὲν δορατίοις χρῶνται, οἱ δὲ τόξοις· καὶ δορατίοις μὲν οἱ καλούμενοι Ταραντῖνοι· τῶν δὲ Ταραντίνων δύο εἰσὶ διαφοραί· οἱ μὲν γὰρ τοῖς δορατίοις πόρρωθεν βάλλοντες ἱππακοντισταὶ καλοῦνται καὶ ἰδίως Ταραντῖνοι λεγόμενοι· τινὲς δὲ τῶν Ταραντίνων ἐλαφροῖς δορατίοις χρῶνται, ἃ ἅπαξ ποτὲ ἢ δὶς προεξακοντίσαντες τὸ λοιπὸν συμπλέκονται τοῖς πολεμίοις ἐγγύθεν ἀπομαχόμενοι παραπλησίως τοῖς προειρημένοις δορατοφόροις· οὗτοι δὲ καλοῦνται ἐλαφροί. οἱ δὲ τῶν ἱππέων τόξοις χρώμενοι ἱπποτοξόται λέγονται, ὑπ’ ἐνίων δὲ Σκύθαι. τοσαῦται μὲν οὖν εἰσι τῶν ἐν τοῖς στρατοπέδοις διαφοραὶ τοῦ μαχίμου γένους, τὸν ἀριθμὸν ἐννέα· ὁπλιτῶν, πελταστῶν, ψιλῶν, ἱππέων δορατοφόρων, ἱππέων ἀκοντιστῶν, ἱππέων τοξοτῶν, ἱππέων καταφράκτων, ἁρμάτων, ἐλεφάντων. |
| 3 1 [10] | Ἑκάστης δὲ τῶν εἰρημένων φάλαγγος συστήματα καὶ ἡγεμονίας καὶ τάξεις καὶ ἀριθμὸν ἐπιτήδειον περιεχούσης καὶ ὀνόματα χάριν τῶν παραγγελλομένων εἴς τε τὴν καθημερινὴν γυμνασίαν καὶ συνάσκησιν καὶ ἐπὶ τῆς ἀληθείας ἐν αὐτοῖς τοῖς ἀγῶσιν, ἀναγκαῖον περὶ ἑκάστων εἰπεῖν. Τὸ μὲν οὖν ἐν τῇ τακτικῇ πρωτοστατοῦν ἐστι παραλαβόντα πλῆθος ἀνδρῶν ἄτακτον τοὺς ἐπιτηδείους ἐκλεξάμενον καθ’ ἣν ἕκαστον προσήκει χώραν τάξαι—τοῦτ’ ἔστι καταλοχίσαι καὶ συλλοχίσαι—, ἀριθμόν τε τοῦ παντὸς πλήθους ὁρίσαι συμμέτρως καὶ εὐχρήστως ἔχοντα πρὸς τὰ κατὰ τὸν πόλεμον. |
| 3 3 [5] | τὸ γὰρ συντετάχθαι τὸ στράτευμα ἔν τε πορείαις καὶ στρατοπεδείαις καὶ ἐν αὐταῖς ταῖς παρατάξεσιν ὠφελιμώτατόν ἐστιν· εὑρίσκομεν γὰρ πολλάκις μεγάλας δυνάμεις συντετριμμένας διὰ τὴν ἀταξίαν ὑπ’ ὀλίγων συντεταγμένων. Ὅρον δὲ αὐτῆς ἔθεντο Αἰνείας μὲν ἐπιστήμην εἶναι πολεμικῶν κινήσεων, Πολύβιος δέ, ἐάν τις πλῆθος ἄτακτον παραλαβὼν τοῦτο συγκρίνῃ καὶ καταλοχίσας συλλοχίσῃ παιδεύσῃ τε χρησίμως τὰ πρὸς τὸν πόλεμον. |
| 4 1 [15] | Τὸ μὲν οὖν καταλοχίσαι ἐστὶ τὸ ποιῆσαι λόχους· ὁ δὲ λόχος ἐστὶν ἀριθμὸς ἀνδρῶν ἀπό τινος ἡγουμένου καὶ τῶν μετ’ αὐτὸν ὄπισθεν ἑπομένων μέχρι τοῦ τελευταίου· τὸν δὲ ἀριθμὸν τοῦ λόχου οἱ μὲν ὀκτὼ ἀνδρῶν ἐποίησαν, οἱ δὲ δώδεκα, οἱ δὲ δεκαέξ· ἔστω δὲ νῦν ἑκκαίδεκα ἀνδρῶν ὁ λόχος· συμμέτρως γὰρ ἔχει πρός τε τὸ μῆκος τῆς φάλαγγος· καί, ἐάν τε διά τινας χρείας διπλασιάζηται τὸ βάθος, ὥστε ἐπὶ τριάκοντα δύο ἄνδρας γενέσθαι, ἢ συναιρῆται καὶ ἐπ’ ὀκτὼ ἄνδρας βαθύνηται, οὐδὲν ἐμπόδιον γενήσεται τοῖς ὄπισθεν τασσομένοις ψιλοῖς· ἄν τε γὰρ ἀκοντίζωσιν ἢ σφενδόναις χρῶνται ἢ τοξεύμασιν, εὐκόπως ὑπερθήσουσι ταῖς βολαῖς τὸ τῆς φάλαγγος βάθος. |
| 5 1 [5] | Ὁ μὲν οὖν ἄριστος ἑκάστου λόχου πρῶτος καὶ ἡγούμενός ἐστιν, ὃς καὶ λοχαγὸς ἐπονομάζεται καὶ ἡγεμὼν καὶ πρωτοστάτης· ὁ δὲ τελευταῖος τοῦ λόχου οὐραγὸς καλεῖται. ὁ λόχος δὲ ὅλος καλεῖται στίχος, ὀνομάζεται δὲ καὶ δεκανία, ὑπὸ δέ τινων ἐνωμοτία. |
| 5 2 [10] | τινὲς δὲ τὴν ἐνωμοτίαν τέταρτον τοῦ λόχου μέρος ἀπεφήναντο καὶ τὸν ἡγούμενον τῆς ἐνωμοτίας ἐνωμοτάρχην, τὰς δὲ δύο ἐνωμοτίας διμοιρίαν ἐκάλεσαν καὶ τὸν ἡγούμενον αὐτῆς διμοιρίτην, ὥστε τὸ ἡμιλόχιον καὶ διμοιρίαν καλεῖσθαι καὶ τὸν ἡμιλοχίτην διμοιρίτην. καὶ ὁ μὲν τοῦ λοχαγοῦ ὀπίσω τεταγμένος καλεῖται ἐπιστάτης, ὁ δ’ ἔτι τοῦ κατόπιν ὁμοίως πρωτοστάτης, ὁ δ’ ἔτι τοῦ κατόπιν ἐπιστάτης, ὥστε ὅλον τὸν στίχον ἐκ πρωτοστατῶν καὶ ἐπιστατῶν συντετάχθαι παραλλὰξ τεταγμένων. |
| 5 5 [5] | δεῖ δὲ τὸν λοχαγὸν καὶ τὸν οὐραγὸν διαφέρειν τῶν ἄλλων· μετὰ δὲ τούτους ἤδη τοὺς τῶν ἡμιλοχιῶν [ἄρχοντας] ὥσπερ τοὺς οὐραγούς. ὁρίζονται δὲ τὸν λόχον οὕτως· στίχον ἐξ ἐπιστατῶν καὶ πρωτοστατῶν κατ’ ἀρετὴν ὑπὸ λοχαγῷ τεταγμένων. |
| 6 1 [5] | Συλλοχισμὸς δέ ἐστιν, ὅταν τῷ πρώτῳ λόχῳ ἕτερος παρατεθῇ, τῷ μὲν οὖν τοῦ πρώτου στίχου λοχαγῷ ὁ λοχαγὸς τοῦ δευτέρου στίχου, τῷ δὲ ὄπισθεν ἐπιστάτῃ τοῦ πρώτου λοχαγοῦ ὁ τοῦ δευτέρου λοχαγοῦ ἐπιστάτης, καὶ κατὰ τὸ ἑξῆς. παραστάτης δὲ καλεῖται πᾶς ὁ ζυγῶν, οἷον· τῷ τοῦ πρώτου λόχου λοχαγῷ ὁ τοῦ δευτέρου λόχου λοχαγός, καὶ ὁμοίως τῷ τοῦ πρώτου λοχαγοῦ ἐπιστάτῃ ὁ τοῦ δευτέρου λοχαγοῦ ἐπιστάτης, καὶ κατὰ τὸ ἑξῆς. |
| 6 2 [15] | ὅταν οὖν μετὰ τὸν δεύτερον λόχον τρίτος ταγῇ, εἶτα τέταρτος καὶ οὕτως κατὰ τὸ ἑξῆς οἱ λοιποί, τὸ τοιοῦτον συλλοχισμὸς καλεῖται. Τὸ δὲ ὅλον σύστημα τοῦ πλήθους τῶν λόχων φάλαγξ καλεῖται, ἧς μῆκος μὲν τὸ πρῶτον τῶν λοχαγῶν τάγμα—τοῦτο δὲ καὶ μέτωπον καὶ πρόσωπον καὶ παράταξις καὶ ζυγὸν καὶ στόμα καὶ ἡγεμόνες καὶ πρωτοστάται καὶ πρωτολοχία καλεῖται—, τὸ δὲ κατόπιν τοῦ μετώπου πᾶν μέρος τῆς φάλαγγος μέχρι τῶν οὐραγῶν βάθος καλεῖται. |
| 7 2 [10] | λέγεται δὲ τὸ μὲν κατὰ μῆκος ἐπ’ εὐθείας εἶναι τοῖς πρωτοστάταις ἢ τοῖς ἐπιστάταις ζυγεῖν, τὸ δὲ κατὰ βάθος ἐπ’ εὐθείας εἶναι τοῖς οὐραγοῖς καὶ λοχαγοῖς στοιχεῖν. διαιρεῖται δὲ ἡ φάλαγξ οὕτως· εἰς μὲν ὁλοσχερῆ μέρη δύο ἀπὸ τῆς τοῦ μετώπου διχοτομίας δι’ ὅλου τοῦ βάθους, ὧν τὸ μὲν ἥμισυ δεξιὸν καλεῖται κέρας καὶ κεφαλή, τὸ δὲ λαιὸν εὐώνυμον λέγεται κέρας καὶ οὐρά. |
| 7 3 [5] | αὕτη δὲ ἡ διχοτομία τοῦ μήκους ὀμφαλὸς προσαγορεύεται καὶ στόμα καὶ ἀραρός. Μετὰ δὲ τὴν τῶν ὁπλιτῶν φάλαγγα κατόπιν τάσσεται τὸ τῶν ψιλῶν τάγμα· τούτου δὲ ἔτι κατόπιν τὸ τῶν ἱππέων. |
| 7 5 [10] | ὅταν μέντοι αἱ χρεῖαι ἀπαιτῶσιν, ἐν ἑτέροις τόποις τάσσονται οἵ τε ψιλοὶ καὶ οἱ ἱππεῖς, ὡς προελθόντες ἐροῦμεν. Πόσον δὲ δεῖ τὸν ἀριθμὸν τῶν τε ὁπλιτῶν εἶναι καὶ πόσον τῶν ψιλῶν καὶ πόσον τῶν ἱππέων, δηλώσομεν, καὶ πῶς δεῖ ἕκαστον τετάχθαι, καὶ πρὸς τὰς κατεπειγούσας χρείας πῶς δεῖ μετὰ πολλοῦ τάχους τὰς τάξεις μετασχηματίζειν, δηλωθήσεται, καὶ τίς ἡ διδαχὴ τῆς περὶ ἕκαστον τάγμα κινήσεως γενήσεται, παραστήσομεν. |
| 8 1 [10] | Ὁρίζειν μὲν οὖν τὸν ἀριθμὸν τοῦ στρατεύματος ἀπίθανον· πρὸς γὰρ ἣν ἕκαστος ἔχει παρασκευὴν τὸν τακτικὸν δεῖ ὑπογραμμὸν τιθέναι τοῦ πλήθους. ἤδη μέντοι δεῖ γιγνώσκειν, ὅτι τοιούτους ἀριθμοὺς ἐκλέγεσθαι δεῖ, οἵ τινες ἐπιτηδείως ἕξουσι πρὸς τοὺς μετασχηματισμοὺς τῶν ταγμάτων, τοῦτ’ ἔστιν, ἐὰν τὸ μῆκος τῆς φάλαγγος διπλασιάσαι βουληθῶμεν, τὸ δὲ βάθος συνελεῖν, ἢ πολυπλασιάσαι τὸ βάθος, τὸ δὲ μῆκος συνελεῖν. |
| 8 3 [5] | διὰ δὴ ταύτην τὴν αἰτίαν ἀριθμοὺς ἐπενόησαν μέχρι μονάδος εἰς ἡμίση διαιρεῖσθαι δυναμένους· ὅθεν οἱ πλείους τῶν τακτικὰ γραψάντων μυρίων ἑξακισχιλίων τριακοσίων ὀγδοήκοντα τεσσάρων τὴν τῶν ὁπλιτῶν φάλαγγα ἐποίησαν, ταύτης δὲ ἡμίσειαν τὴν τῶν ψιλῶν, ἔτι δὲ ταύτης ἡμίσειαν τὴν τῶν ἱππέων· ὁ γὰρ τῶν μυρίων ἑξακισχιλίων τριακοσίων ὀγδοήκοντα τεσσάρων ἀριθμὸς μέχρι μονάδος δίχα διαιρεῖται· τύπου οὖν καὶ ὑπογραφῆς ἕνεκα ὁ τοιοῦτος ἀριθμὸς ἐγκρίνεται, ὥστε, ἐπεὶ τὸν λόχον δεκαὲξ ἀνδρῶν ὑπεθέμεθα, δεήσει χιλίους καὶ εἴκοσι τέσσαρας εἶναι λόχους· οὗτοι δὲ μεμερισμένοι εἰσὶν εἰς τάγματα, ὧν ἑκάστῳ καὶ ὄνομα κεῖται. Οἱ μὲν γὰρ δύο λόχοι διλοχία καλοῦνται, ἀνδρῶν τριάκοντα δύο, καὶ ὁ τούτου τοῦ τάγματος ἡγούμενος διλοχίτης λέγεται. |
| 9 2 [5] | οἱ δὲ τέσσαρες λόχοι τετραρχία, καὶ ὁ τούτου τοῦ τάγματος ἡγούμενος τετράρχης, ἀνδρῶν ἑξήκοντα τεσσάρων ἔξαρχος. αἱ δὲ δύο τετραρχίαι καλοῦνται τάξις, ἀνδρῶν ἑκατὸν εἴκοσι ὀκτώ, λόχων ὀκτώ, καὶ ὁ τούτων ἀφηγούμενος καλεῖται ταξίαρχος, ὑπὸ δέ τινων ἑκατοντάρχης. |
| 9 4 [5] | αἱ δὲ δύο τάξεις καλοῦνται σύνταγμα, λόχων δεκαέξ, ἀνδρῶν δὲ διακοσίων πεντήκοντα ἕξ, καὶ ὁ τούτου ἀφηγούμενος συνταγματάρχης· ὑπ’ ἐνίων δὲ τὸ σύνταγμα τῶν σνϛ ἀνδρῶν ξεναγία καλεῖται καὶ ὁ τούτου τοῦ τάγματος ἀφηγούμενος ξεναγός. καθ’ ἕκαστον δὲ τῶν σνϛ ἀνδρῶν σύνταγμα ἔκτακτοι ἄνδρες ὑπάρχουσι πέντε· σημειοφόρος, οὐραγός, σαλπιγκτής, ὑπηρέτης, στρατοκῆρυξ· δοκεῖ γὰρ τὸ σύνταγμα τετράγωνον σχῆμα περιέχειν, δεκαὲξ ἀνδρῶν μήκους ἐπὶ δεκαὲξ βάθους. τὰ δὲ δύο συντάγματά ἐστιν ἀνδρῶν φιβ , λόχων τριάκοντα δύο, καὶ ὁ τούτων ἀφηγούμενος πεντακοσιάρχης. |
| 9 6 [5] | αἱ δὲ δύο πεντακοσιαρχίαι καλεῖται χιλιαρχία, ἀνδρῶν ͵ α κδ , λόχων ξδ , καὶ ὁ τούτων ἀφηγούμενος χιλιάρχης. αἱ δὲ δύο χιλιαρχίαι μεραρχία καλεῖται, ἀνδρῶν ͵ β μη , καὶ ὁ τοῦ μέρους τούτου ἡγούμενος καλεῖται μεράρχης, λόχων ρκη · τοῦτο δὲ τὸ μέρος ὑπ’ ἐνίων τέλος καλεῖται, καὶ ὁ ἀφηγούμενος αὐτοῦ τελάρχης. |
| 9 8 [5] | αἱ δὲ δύο μεραρχίαι φαλαγγαρχία, ἀνδρῶν ͵ δ ϙϛ , λόχων σνϛ , καὶ ὁ τούτων ἀφηγούμενος φαλαγγάρχης· ὑπ’ ἐνίων δὲ καλεῖται τοῦτο τὸ τάγμα στρατηγία καὶ ὁ ἀφηγούμενος στρατηγός. αἱ δὲ δύο φαλαγγαρχίαι διφαλαγγαρχία, ἀνδρῶν ͵ η ρϙβ , λόχων φιβ · ὑπ’ ἐνίων δὲ τὸ τάγμα τοῦτο καλεῖται μέρος, ἔστι δὲ καὶ κέρας. |
| 9 10 [15] | αἱ δὲ δύο διφαλαγγαρχίαι τετραφαλαγγαρχία, λόχων ͵ α κδ , ἀνδρῶν μυρίων ͵ ϛ τπδ · ὥστε εἶναι ἐν ὅλῃ τῇ φάλαγγι κέρατα μὲν δύο, φαλαγγαρχίας δὲ δ , μεραρχίας δὲ η , χιλιαρχίας δὲ ιϛ , πεντακοσιαρχίας δὲ λβ , συνταγματαρχίας δὲ ξδ , ταξιαρχίας δὲ ρκη , τετραρχίας δὲ σνϛ , διλοχίας δὲ φιβ , λόχους δὲ ͵ α κδ . Καὶ ὁ μὲν ἄριστος τῶν φαλαγγαρχῶν ἐπὶ τοῦ δεξιοῦ κέρατος τέτακται, ὁ δὲ δευτερεύων ἐπὶ τοῦ εὐωνύμου, ὁ δὲ κατ’ ἀρετὴν τρίτος ἐπὶ τῆς δεξιᾶς ἀποτομῆς, ὁ δὲ τέταρτος ἐπὶ τῆς εὐωνύμου, ὥστε τὴν πρώτην καὶ δευτέραν φαλαγγαρχίαν ἡγουμένους ἔχειν κατ’ ἀρετὴν πρώτην τε δύναμιν ἔχοντας καὶ τετάρτην, τὴν δὲ τετάρτην καὶ τρίτην φαλαγγαρχίαν ἡγουμένους ἔχειν κατ’ ἀρετὴν τάξιν ἔχοντας δευτέραν καὶ τρίτην. |
| 10 2 [15] | δείξομεν δέ, ὅτι ἡ πρώτη καὶ τετάρτη δύναμις ἴση ἐστὶ τῇ δευτέρᾳ καὶ τρίτῃ, ὥστε τοὺς ἡγεμόνας ἰσοδυναμεῖν. οἱ δὲ μεράρχαι καὶ αὐτοὶ τάσσονται οὕτως, ὥστε τὸν μὲν πρωτεύοντα τάσσεσθαι τῆς πρώτης φαλαγγαρχίας ἐπὶ τοῦ εὐωνύμου, τὸν δὲ δευτερεύοντα ἐπὶ τοῦ δεξιοῦ τῆς δευτέρας φαλαγγαρχίας, τὸν δὲ τρίτον ἐπὶ τοῦ εὐωνύμου τῆς τρίτης φάλαγγος· ὁ δὲ τέταρτος ἐπὶ τοῦ δεξιοῦ τῆς τετάρτης φάλαγγος τάσσεται. ὁμοίως δὲ καὶ καθ’ ἑκάστην τετραρχίαν οἱ λοχαγοὶ οὕτω τάσσονται, ὥστε τὸν τοῦ πρώτου λόχου λοχαγὸν κατ’ ἀρετὴν διαφέρειν, τὸν δὲ τοῦ τετάρτου λόχου λοχαγὸν δευτερεύειν τῇ δυνάμει, τὸν δὲ τοῦ τρίτου λόχου λοχαγὸν τρίτον εἶναι κατ’ ἀρετήν, τὸν δὲ τοῦ δευτέρου λόχου λοχαγὸν τέταρτον εἶναι τῇ δυνάμει· οὕτω γὰρ ἰσοδυναμήσουσιν αἱ διλοχίαι κατ’ ἀρετήν· ἡ γὰρ πρώτη διλοχία τὸν πρῶτον κατ’ ἀρετὴν ἔχει καὶ τὸν τέταρτον, ἡ δὲ δευτέρα τὸν δεύτερον καὶ τὸν τρίτον κατ’ ἀρετήν. |
| 10 3 [15] | δείκνυται δὲ ἐν τοῖς μαθήμασιν, ὅταν ὦσιν ἐν τέτταρσι μεγέθεσιν ἀναλογίαι, τὸ ὑπὸ πρώτου καὶ τετάρτου ἶσον γινόμενον τῷ ὑπὸ δευτέρου καὶ τρίτου. ἐπεὶ δὲ ἐν ἑκάστῳ συντάγματι τέσσαρές εἰσι τετραρχίαι, τῇ αὐτῇ ἀναλογίᾳ καὶ τὰ συντάγματα διακοσμήσομεν, ὥστε ἐν ἑκάστῳ συντάγματι τῆς πρώτης τετραρχίας τὸν τετράρχην ἐπὶ τοῦ δεξιοῦ τετάχθαι καὶ πρωτεύειν κατ’ ἀρετήν, τὸν δὲ τῆς τετάρτης τετραρχίας τετράρχην εὐώνυμον εἶναι καὶ δευτερεύειν κατ’ ἀρετήν, τὸν δὲ τῆς τρίτης τετραρχίας τετράρχην δεξιὸν εἶναι καὶ τρίτον κατ’ ἀρετήν, τὸν δὲ τῆς δευτέρας τετραρχίας τετράρχην εὐώνυμον εἶναι καὶ τέταρτον κατ’ ἀρετήν. |
| 10 4 [5] | τὴν δὲ αὐτὴν ἀναλογίαν ἔχουσι καὶ αἱ μείζονες ἡγεμονίαι πρὸς αὑτάς. Νῦν δὲ καὶ περὶ τῶν διαστημάτων, ὧν ἀπ’ ἀλλήλων ἀφεστᾶσιν οἱ ὁπλῖται κατά τε μῆκος καὶ κατὰ βάθος, δηλώσομεν· διαφοραὶ δέ εἰσι τρεῖς. |
| 11 2 [10] | πρῶτον μὲν γὰρ τάσσονται ἐν ἀραιοτέροις διαστήμασιν ἐνίων χάριν χρειῶν· τεταγμένος μὲν οὖν ὁ ἀνὴρ κατέχει πήχεις τέσσαρας, πεπυκνωμένος δὲ κατέχει πήχεις δύο, συνησπικὼς δὲ κατέχει πῆχυν. ἔστι δὲ πύκνωσις, ὅταν ἐκ τῶν ἀραιοτέρων διαστημάτων ἐλάσσονα τὰ διαστήματα ποιήσας πυκνώσῃς κατὰ παραστάτην καὶ ἐπιστάτην, τοῦτ’ ἔστι κατὰ μῆκος καὶ κατὰ βάθος, οὕτως μέντοι, ὥστε ἔτι δέχεσθαι μεταβολήν. |
| 11 4 [5] | συνασπισμὸς δέ ἐστιν, ὅταν τῆς προειρημένης πυκνώσεως ἔτι μᾶλλον ἡ φάλαγξ πυκνωθῇ κατὰ παραστάτην καὶ ἐπιστάτην, ὥστε διὰ τὴν συνέχειαν τοῦ στρατοῦ μὴ χωρεῖν κλίσιν μήτε ἐπὶ τὰ δεξιά, μήτε ἐπὶ τὰ εὐώνυμα. γίνεται δὲ ἡ πύκνωσις, ὅταν ὁ στρατηγὸς βουληθῇ ἐπάγειν τὴν φάλαγγα ἐπὶ τοὺς ἐναντίους, ὁ δὲ συνασπισμὸς πρὸς τὸ τὴν τῶν πολεμίων ἔφοδον πεφραγμένους ὑποστῆναι. |
| 11 6 [5] | Ἐπεὶ οὖν εἰσι χίλιοι καὶ εἴκοσι τέσσαρες οἱ κατὰ μέτωπον τῆς φάλαγγος τεταγμένοι λοχαγοί, δῆλον, ὅτι τεταγμένοι μὲν καθέξουσι πήχεις ͵ δ ϙϛ τοῦ μήκους, τοῦτ’ ἔστι στάδια δέκα καὶ πήχεις ϙϛ , πεπυκνωκότες δὲ καθέξουσι σταδίους ε καὶ πήχεις μη , συνησπικότες δὲ καθέξουσι σταδίους β 𐅶 πήχεις κδ . Ἡ δὲ ὅπλισις ἔσται τῆς φάλαγγος ἀσπίσι καὶ δόρασιν· ἀσπὶς μὲν οὖν ἐστιν ἡ ἀρίστη χαλκῆ, Μακεδονική, οὐ λίαν κοίλη, ὀκταπάλαιστος· δόρυ δὲ μὴ ἔλαττον ὀκταπήχους, τὸ δὲ μήκιστον μέχρι τοῦ δύνασθαι ἄνδρα κρατοῦντα χρῆσθαι εὐμαρῶς. |
| 13 1 [15] | Δεῖ δὲ τοὺς λοχαγούς, ὡς ἂν ἡγεμόνας ὄντας τῶν ἐν τῇ φάλαγγι λόχων, ἀρίστους εἶναι πάντων, ὥστε μεγέθει τε καὶ ῥώμῃ τῶν ἄλλων διαφέρειν ἐμπειρίᾳ τε προκεκρίσθαι. τοῦτο γὰρ τὸ ζυγὸν συνέχει τὴν φάλαγγα καὶ τὴν μεγίστην χρείαν παρέχει· ὥσπερ γὰρ μάχαιρα τῷ ἑαυτῆς στομώματι βάρος καὶ σήκωμα τὸν τοῦ ἐπικειμένου σιδήρου ὄγκον προσλαβοῦσα τὴν αὐτῆς δύναμιν παρέχει, τὸν αὐτὸν τρόπον καὶ φάλαγγος ὑποληπτέον στόμωμα μὲν εἶναι τὸ τῶν λοχαγῶν τάγμα, ὄγκον δὲ καὶ σήκωμα καὶ βάρους πρόσθεσιν τὸν κατὰ νώτου τασσόμενον ὄχλον. |
| 13 3 [10] | φροντιστέον δὲ ἐκ τῶν ἐνδεχομένων καὶ τοῦ δευτέρου ζυγοῦ· συνεπεκτείνεται γὰρ τὸ δόρυ καὶ τούτων τῶν ἀνδρῶν, καὶ πλησίον συνταττόμενον παρεφεδρεύει χρείαν ἐν πολέμοις παρεχόμενον, καὶ πεσόντος ἢ τραυματισθέντος τοῦ λοχαγοῦ προελθὼν [ὁ παρεφεδρεύων] εἰς τὸ πρόσθεν συνέχει τὴν τάξιν ἀρραγῆ. τὸ δὲ τρίτον ζυγὸν καὶ τὰ ἑξῆς ἐκ λόγου προσλεκτέον, ᾗ τῇ δυνάμει ὑποβέβηκεν. |
| 14 1 [5] | Ἡ δὲ Μακεδονικὴ φάλαγξ τοῖς πολεμίοις ἀνύποιστος ἐδόκει διὰ τὴν ἐν ταῖς τάξεσι κατασκευήν. ὁ γὰρ ἀνὴρ ἵστατο σὺν τοῖς ὅπλοις κατὰ τὰς ἐναγωνίους πυκνώσεις ἐν πήχεσι δύο· τὸ δὲ τῶν σαρισῶν μέγεθός ἐστι κατὰ μὲν τὴν ἐξ ἀρχῆς ὑπόθεσιν ἑκκαίδεκα πηχῶν, κατὰ δὲ τὴν ἀλήθειαν δεκατεσσάρων. |
| 14 3 [15] | τούτων δὲ τέσσαρας πήχεις ἀφαιρεῖ τὸ μεταξὺ τοῖν χεροῖν διάστημα τῆς προβολῆς· οἱ δὲ λοιποὶ δέκα πήχεις προπίπτουσι πρὸ τῶν σωμάτων ἑκάστου τῶν ἐν τῷ πρώτῳ ζυγῷ τεταγμένων ὁπλιτῶν. οἱ δὲ ἐν τῷ δευτέρῳ ζυγῷ ὑποβεβηκότες τοῦ πρωτοστάτου πήχεσι δύο δηλονότι τὴν σάρισαν ἔχουσι προπίπτουσαν ὑπὲρ τοὺς ὁπλίτας τοὺς ἐν τῷ πρώτῳ ζυγῷ πήχεις ὀκτώ, οἱ δὲ ἐν τῷ τρίτῳ ζυγῷ ὑπεραίρουσι τοὺς πρωτοστάτας πήχεις ἕξ, οἱ δὲ ἐν τῷ τετάρτῳ τέσσαρας, οἱ δὲ ἐν τῷ πέμπτῳ πήχεις δύο· οἱ δὲ ἐν τῷ ἕκτῳ καὶ πάντες οἱ κατόπιν οὐκ ἔχουσι τὰς σαρίσας τὸ πρῶτον ζυγὸν ὑπερεχούσας. |
| 14 5 [5] | διὸ καὶ καθ’ ἕκαστον τῶν ἐν τῷ πρώτῳ ζυγῷ τεταγμένων σάρισαι πέντε προβεβλημέναι οἵαν εἰκὸς ὄψιν πολεμίοις παρέχουσι, καὶ ἰσχὺν δὲ τοῦ ἀνδρὸς πέντε σαρίσαις πεφραγμένου καὶ πέντε δυνάμεσιν ἐπερειδομένου πάρεστι σκοπεῖν. καὶ οἱ μετὰ τὸ πέμπτον δὲ ζυγόν, εἰ καὶ μὴ ταῖς σαρίσαις ἐνεργοῦσι, τῷ βάρει τῶν σωμάτων ἐπιβρίθοντες ἰσχυροτέραν ποιοῦσι τὴν δύναμιν καὶ τοῖς πρωτοστάταις ἀνέλπιστον φυγεῖν. |
| 14 7 [5] | Ἔνιοι δὲ τὰ τῶν ὀπίσω τεταγμένων ὁπλιτῶν δόρατα μακρότερα τῶν ἔμπροσθεν κατεσκεύασαν, ἵνα καὶ οἱ μέχρι τρίτου ζυγοῦ ἢ τετάρτου τεταγμένοι τὰς ἀκμὰς ἐξ ἴσου τοῖς ἀντιπαρατεταγμένοις ἐπιφέρωσιν. Ὁ δὲ καθ’ ἕκαστον σύνταγμα ἔκτακτος οὐραγὸς ἔστω συνετός, ὅλου τοῦ συντάγματος προνοούμενος, ἵνα στοιχῶσι καὶ ζυγῶσιν ἀλλήλοις, τούς τε ἀναδυομένους διὰ δειλίαν ἢ δι’ ἄλλην τινὰ αἰτίαν κελεύων εἰς τάξιν καθεστάναι· ἐν δὲ τοῖς συνασπισμοῖς, ἐάν τις χρεία γένηται, ἀναγκάσει συνερείδειν τοὺς ἄνδρας ὅτι μάλιστα ἀλλήλοις· τοῦτο γάρ ἐστι τὸ τὴν ἰσχὺν τῷ τάγματι παρεχόμενον, ἵνα μὴ μόνον ἐν μετώπῳ, ἀλλὰ καὶ ἐπ’ οὐρᾶς τοῦ τάγματος κύριός τις ὑπάρχῃ τῶν προειρημένων ἕνεκεν αἰτιῶν. |
| 15 1 [10] | Αὐτάρκως εἰρηκότες περὶ τοῦ καταλοχισμοῦ τῶν ἐν τῇ φάλαγγι ὁπλιτῶν νῦν καὶ περὶ τῶν ψιλῶν δηλώσομεν. ταγήσονται δὲ ὑπὸ τοῦ στρατηγοῦ πρὸς τὰς τῶν πολεμίων παρασκευάς, ὁτὲ μὲν προτασσόμενοι τῆς φάλαγγος, ὁτὲ δὲ ἐκ τῶν δεξιῶν καὶ εὐωνύμων, ποτὲ δὲ ὑποτασσόμενοι ὀπίσω τῆς φάλαγγος, ὡς ἂν ἀπαιτῇ τὸ πρᾶγμα· νῦν δὲ συντετάχθωσαν οὕτως. λόχους μὲν καὶ ἐν τοῖς ψιλοῖς τάξομεν ͵ α κδ , τοὺς ἴσους τοῖς ἐν τῇ φάλαγγι, ὥστε ὑπὸ τὸν πρῶτον λόχον τῶν ὁπλιτῶν τὸν πρῶτον λόχον τῶν ψιλῶν τετάχθαι, καὶ ὑπὸ τὸν δεύτερον τὸν δεύτερον, καὶ ὁμοίως κατὰ τὸ ἑξῆς, οὐ μέντοι δεκαὲξ ἀνδρῶν, ἀλλ’ ἡμίσει ἐξ ὀκτὼ ἀνδρῶν, ὥστε τοὺς ͵ α κδ λόχους ἀνδρῶν εἶναι ͵ η ρϙβ . |
| 16 1 [5] | Ὀνόματα δὲ αὐτῶν καὶ τάξεις εἰσὶν αἱ ὑποτεταγμέναι· οἱ τέσσαρες λόχοι τῶν ψιλῶν καλοῦνται σύστασις, ἀνδρῶν λβ , αἱ δὲ δύο συστάσεις πεντηκονταρχία, ἀνδρῶν ξδ , αἱ δὲ δύο πεντηκονταρχίαι ἑκατονταρχία, ἀνδρῶν ρκη · καθ’ ἑκάστην δὲ ἑκατονταρχίαν ἔκτακτοι ἄνδρες ἔσονται πέντε· σημειοφόρος καὶ οὐραγὸς καὶ σαλπιγκτὴς καὶ ὑπηρέτης καὶ στρατοκῆρυξ. |
| 16 3 [5] | αἱ δὲ δύο ἑκατονταρχίαι εἰσὶ μὲν ἀνδρῶν σνϛ , καλεῖται δὲ ψιλαγία· αἱ δὲ δύο ψιλαγίαι ξεναγία, ἀνδρῶν φιβ · αἱ δὲ δύο ξεναγίαι σύστρεμμα, ἀνδρῶν ͵ α κδ · τὰ δὲ δύο συστρέμματα ἐπιξεναγία, ἀνδρῶν ͵ β μη · αἱ δὲ δύο ἐπιξεναγίαι στῖφος, ἀνδρῶν ͵ δ ϙϛ · τὰ δὲ δύο στίφη ἐπίταγμα, λόχων μὲν ͵ α κδ , ἀνδρῶν δὲ ͵ η ρϙϛ . δεῖ δὲ καὶ τούτοις ὑπάρχειν ἄνδρας ὀκτὼ ἐκτάκτους, ὧν οἱ μὲν δ ἔσονται ἐπιξεναγοί, οἱ δὲ δ συστρεμματάρχαι. |
| 17 1 [10] | Ὁ δὲ ἀκοντιστὴς καὶ ὁ τοξότης καὶ πᾶς ὁ ἀκροβολιστικοῖς χρώμενος [χρήσιμος] πρὸς τὸ κατάρξασθαι καὶ ἐκκαλέσασθαι καὶ τὰ ὅπλα κατακόψαι καὶ τραύματα καὶ πτώματα ἐκ διαστήματος ποιῆσαι καὶ τὰς τάξεις διαλῦσαι καὶ ἵππον ἀποκρούσασθαι καὶ τόπους ὑπερδεξίους θᾶττον καταλαβέσθαι καὶ τοὺς προκατειλημμένους βάλλοντας ἀποχωρεῖν ἀναγκάσαι καὶ τοὺς ὑπόπτους τῶν τόπων ἐρευνῆσαι καὶ ἐνέδρας παρασκευάσαι· τὸ δὲ ὅλον εἰπεῖν, οὗτοι καὶ προαγωνιζόμενοι καὶ συναγωνιζόμενοι καὶ ἐπιμαχόμενοι καὶ καθόλου τὰς ὀξείας καὶ ἐξ ἀποστήματος πράξεις παρεχόμενοι πολλὰ καὶ μεγάλα κατεργάζονται περὶ τὰς μάχας. Τὰς δὲ τῶν ἱππέων τάξεις ἤτοι τετραγώνους ἢ ἑτερομήκεις ἢ ῥομβοειδεῖς ἢ ἐμβολοειδεῖς οἱ πρὸ ἡμῶν συνέταξαν· οὐδεὶς δέ, ὡς ἔπος εἰπεῖν, σαφῶς ἡμῖν παρέδωκε τὸ βούλημα, διόπερ ἡμεῖς καὶ ἐπὶ καταγραφῆς τὰ σχήματα τάξομεν, ὅπως εὐσύνοπτα γένηται. |
| 18 2 [10] | ταῖς μὲν οὖν ῥομβοειδέσι δοκοῦσι Θεσσαλοὶ κεχρῆσθαι ἐν ἱππικῇ πολὺ δυνηθέντες, Ἰάσονος, ὥς φασι, πρώτου τὸ σχῆμα τοῦτο ἐπινοήσαντος ὡς ἐπιτηδειότατον πρὸς πάσας τὰς χρείας, καὶ τάχιστα μὲν πρὸς ἑκάστην ἐπιφάνειαν στρέφεσθαι δυναμένων τῶν ἐν τῷ σχήματι τούτῳ τεταγμένων ἱππέων, ἥκιστα δὲ κατὰ νώτου καὶ πλάγιον ἁλίσκεσθαι· τούς τε γὰρ ἀρίστους τῶν ἱππέων ἐπὶ τῶν πλευρῶν τοῦ ῥόμβου τάσσεσθαι καὶ κατὰ τὰς γωνίας τοὺς ἡγεμόνας, ἐπὶ μὲν τῆς ἔμπροσθεν γωνίας τὸν εἰλάρχην, ἐπὶ δὲ τῆς δεξιᾶς καὶ εὐωνύμου γωνίας τοὺς καλουμένους πλαγιοφύλακας, ἐπὶ δὲ τῆς λοιπῆς τὸν οὐραγόν. |
| 18 4 [15] | ταῖς δὲ ἐμβολοειδέσι Σκύθαι δοκοῦσι κεχρῆσθαι καὶ Θρᾷκες, καὶ Μακεδόνες δὲ ἐχρήσαντο Φιλίππου τοῦτο εἰσηγησαμένου· τὴν γὰρ χρείαν ἐνεργεστέραν ταύτας ἔχειν μᾶλλον τῶν τετραγώνων ὑπέλαβον διὰ τὸ κύκλῳ τοὺς ἡγεμόνας τετάχθαι, τὸ δὲ μέτωπον βραχύ τι γενόμενον καὶ τὴν διίππευσιν εὔχρηστον ποιεῖν διὰ τοῦ τυχόντος διαστήματος καὶ τὴν ἀναστροφὴν ἢ ἐπιστροφὴν σύντομον· οὐ γὰρ ἔχειν δυσκόλους τὰς περιαγωγάς, ὥσπερ τὰς τετραγώνους. ταῖς μέντοι τετραγώνοις ἐχρήσαντο Πέρσαι τε καὶ Σικελοὶ καὶ τῶν Ἑλλήνων οἱ πλεῖστοι, πεπεισμένοι καὶ τὴν σύνθεσιν ἔχειν εὐχερεστέραν καὶ τὴν συνίππευσιν καὶ τὴν χρείαν εἰς πολλὰ βελτίω· τήν τε γὰρ σύνταξιν εὐχερεστέραν ἔχειν κατά τε στίχον καὶ κατὰ ζυγόν, τεταγμένων τε οὕτω πάντας τοὺς ἡγεμόνας ἀθρόως ἐμπίπτειν τοῖς πολεμίοις. |
| 18 6 [10] | ἄρισται δέ εἰσιν αἱ διπλάσιον τὸν ἀριθμὸν τῶν ἐν τῷ μήκει ἔχουσαι ἤπερ ἐν τῷ βάθει, οἷον ὀκτὼ μὲν τὸ μῆκος, τέσσαρες δὲ τὸ βάθος, ἢ δέκα μὲν τὸ μῆκος, πέντε δὲ τὸ βάθος· αὗται δὲ τῷ μὲν ἀριθμῷ εἰσιν ἑτερομήκεις, τῷ δὲ σχήματι γίνονται τετράγωνοι· τὸ γὰρ τοῦ ἵππου ἀπὸ κεφαλῆς ἐπὶ οὐρὰν μῆκος πρὸς τὸ πλάτος συγκρινόμενον τοὺς κατὰ τὰ ζυγὰ τασσομένους τῶν κατὰ τοὺς στίχους πλείονας ἔχειν ὀφείλει. ἔνιοι δὲ τριπλάσιον ἐποίησαν τὸν ἀριθμὸν τῶν ἐν τῷ μήκει τεταγμένων παρὰ τοὺς ἐν τῷ βάθει, οὕτως δοκοῦντες τετράγωνον ποιήσειν τὸ σχῆμα· δοκεῖ γὰρ τριπλάσιον ὡς ἐπίπαν εἶναι τὸ μῆκος τοῦ ἵππου τοῦ κατὰ τοὺς ὤμους πλάτους, ὅθεν ἐννέα ἐν τῷ μετώπῳ τάσσοντες τρεῖς ἐν τῷ βάθει ποιοῦσιν. |
| 18 8 [10] | οὐδὲ γὰρ τὸ πλῆθος τῶν ὄπισθεν ἵππων τὴν αὐτὴν ὠφέλειαν παρέχει, ἣν ἐπὶ τῶν πεζῶν τὸ βάθος ὄπισθεν ἐπερείδοντες· οὐδὲν γὰρ συμβάλλονται πρὸς τὴν σφοδρότητα τῆς ἀντερείσεως· οὐδὲ γὰρ ἐπωθοῦσιν οὐδὲ συνέχουσι τοὺς πρὸ ἑαυτῶν τοῦ σύμπαντος πλήθους ἕν τι βάρος ἀποτελοῦντος, ἐπιβάλλοντες δὲ τοὺς πρὸ ἑαυτῶν κακοποιήσουσιν, ἑαυτοὺς μᾶλλον ἢ τῶν ἐναντίων ἐκταράξαντες τοὺς ἵππους. διόπερ συμβαίνει, ὅταν ἶσος ὁ ἀριθμὸς τῶν ἱππέων ὁ τοῦ μήκους πρὸς τὸ βάθος τυγχάνῃ, τὸν μὲν ἀριθμὸν τετράγωνον γίνεσθαι, τὸ δὲ σχῆμα ἑτερόμηκες τοῦ βάθους μείζονος ὄντος ἢ τοῦ μήκους· ὅταν δὲ τὸ σχῆμα τῆς εἴλης τετράγωνον ᾖ, ὁ ἀριθμὸς τῶν ἱππέων γίνεται ἑτερομήκης. |
| 19 1 [10] | Δοκεῖ δὲ τὸ ῥομβοειδὲς σχῆμα ἀναγκαιότατον παρειλῆφθαι· τοῦ γὰρ εἰλάρχου πρώτου τασσομένου οἱ ἐξ ἑκατέρου μέρους τασσόμενοι ἱππεῖς οὐκ ἐξ ἴσου τῷ εἰλάρχῃ ζυγεῖν ὀφείλουσιν, ἀλλὰ ὑποβεβηκέναι ὥστε τὰς κεφαλὰς αὐτῶν κατὰ τοὺς ὤμους τοῦ ἵππου τοῦ εἰλάρχου τετάχθαι, διαστήματά τε ἀπ’ ἀλλήλων τοὺς ἱππέας ἔχειν τούς τε ἐκ τῶν δεξιῶν μερῶν καὶ τῶν εὐωνύμων ὄντας καὶ τοὺς ὀπίσω ἐν τοῖς μέρεσι τεταγμένους, ἵνα μὴ ἡ συνέχεια τάραχον ἐμποιῇ λακτίσμασί τινων περιπιπτόντων πολλάκις τῶν ἵππων τραχυτέρων τὰς φύσεις ὄντων, ἔν τε τῷ ἀναστρέφειν ἵνα μὴ παράμηκες ὂν τὸ ζῷον εἰς τοὺς πλησίον ἵππους ἐντινάσσον τραύματα τοῖς ἀγωνιζομένοις παρέχηται. |
| 19 3 [15] | Τῶν δὲ ἐν τοῖς ῥομβοειδέσι σχήμασι τὴν ἵππον συνταξάντων οἱ μὲν οὕτως ἔταξαν, ὥστε τοὺς ἱππέας καὶ ζυγεῖν καὶ στοιχεῖν, οἱ δὲ μήτε ζυγεῖν μήτε στοιχεῖν, οἱ δὲ στοιχεῖν μὲν οὐκέτι δὲ ζυγεῖν, οἱ δὲ ζυγεῖν μὲν οὐκέτι δὲ στοιχεῖν· ἑκάστη δὲ τάξις οὕτως ἔχει. οἱ μὲν τοὺς ῥόμβους καὶ ζυγεῖν καὶ στοιχεῖν βουληθέντες ἔταξαν τὸν μέγιστον τῶν ἐν τῇ εἴλῃ ζυγῶν μέσον ἐξ ἀριθμοῦ περισσοῦ, οἷον ια ἢ ιγ ἢ ιε , ἐφ’ ἑκάτερα δὲ τούτου τοῦ ζυγοῦ ἔταξαν ὃν μὲν ἔμπροσθεν ὃν δὲ ὄπισθεν, ἕκαστον δ’ αὐτῶν δυσὶ τοῦ προτέρου λειπόμενον, οἷον, εἰ ὁ μέγιστος ζυγὸς ἱππέων εἴη ιε , ἕκαστον τῶν ἐφ’ ἑκάτερα αὐτοῦ ἀνὰ ιγ ἱππεῖς εἶναι, τοὺς δὲ μετὰ τούτους ἐφ’ ἑκάτερα ἀνὰ ια , καὶ ἀεὶ δυσὶ λειπομένους, ἕως εἷς καταλειφθῇ καὶ ἡ ὅλη εἴλη γένηται ἱππέων ριγ . |
| 19 5 [5] | τὸ δὲ ἥμισυ τοῦ ῥόμβου ἔμβολον καλεῖται. ἄλλοι δὲ αὐτὸν συνέταξαν, ὥστε τοὺς ἐν τῷ ῥόμβῳ κατατεταγμένους ἱππέας μήτε στοιχεῖν μήτε ζυγεῖν, εὐχερεστέρας ἐν τούτῳ τῷ σχήματι τὰς ἐπιστροφὰς καὶ διιππεύσεις ὑπολαβόντες μήτε ἐκ τῶν ἔμπροσθεν, μήτε ἐκ τῶν δεξιῶν ἢ εὐωνύμων, μήτε ἐκ τῶν ὄπισθεν ἐμπόδιόν τι περιεχούσας· τάσσουσι δὲ πρῶτον μὲν τὸν εἰλάρχην, εἶτα τὸν ἐκ δεξιῶν τοῦ εἰλάρχου καὶ ὁμοίως τὸν ἐξ εὐωνύμων ὑπεσταλκότας, ἵνα, ὡς εἴπομεν, αἱ κεφαλαὶ τούτων τῶν ἵππων κατὰ τοὺς ὤμους τῷ προτεταγμένῳ ἵππῳ τυγχάνωσι· καὶ τὸ μὲν πρῶτον τάγμα ἐκ περιττῶν τὸν ἀριθμὸν ἱππέων, οἷον ἕνδεκα, τοῦ μὲν εἰλάρχου μέσου τεταγμένου, πέντε δὲ ἐφ’ ἑκάτερα ὑποβεβηκότων, ὥστε τοῦτο τὸ ζυγὸν τὰς δύο τοῦ ῥόμβου πλευρὰς περιέχειν· ὀπίσω δὲ τοῦ εἰλάρχου τετάχθαι τὸν ζυγάρχην, εἶτα ἐφ’ ἑκάτερα τούτου ὁμοίως ὑποβεβηκότας, ὅλον δὲ τὸν τοῦ ἑξῆς ζυγοῦ ἀριθμὸν δυάδι τοῦ προτέρου λείπειν, ὥστε ἐφ’ ἑκάτερα τοῦ ζυγάρχου τέσσαρας τετάχθαι καὶ τὸν ὅλον τοῦ δευτέρου τάγματος ἀριθμὸν θ εἶναι, καὶ τοῦτο δὲ τὸ ζυγὸν ὡσανεὶ ταῖς πρώταις δυσὶ πλευραῖς τοῦ ῥόμβου παραλλήλους δύο πλευρὰς ποιεῖν, τὸ δὲ τρίτον ἑπτά, καὶ οὕτω μέχρι ἑνός, καὶ γίνεται ἡ εἴλη αὕτη ἱππέων λϛ . |
| 19 10 [20] | τούτῳ δὲ τῷ τάγματι τῆς εἴλης κέχρηται Πολύβιος ἀνδρῶν μέντοι ξδ [ἐν σχήματι τοῦ Λ στοιχείου]. ἄλλαι δ’ εἰσίν, αἵπερ συνίστανται ἐκ στοιχούντων μέν, οὐκέτι δὲ ζυγούντων, αἵτινες οὕτω συντάττονται· στίχον ἐποίησαν ἐξ ὅσων δήποτε ἱππέων, ὧν ὁ μὲν ἡγούμενος εἰλάρχης ἐστίν, ὁ δὲ ἔσχατος οὐραγός, καὶ ἐφ’ ἑκάτερα ἄλλους στίχους ἔταξαν ἔκ τε τῶν δεξιῶν καὶ εὐωνύμων μερῶν ἑνὸς ἀριθμῷ λειπομένους, ὥστε κατὰ μέσα τὰ διαστήματα ἀφέστηκεν ὁ ἐν τῷ πρώτῳ στίχῳ ἱππεὺς ἀπὸ ἱππέως τοῦ ἐφ’ ἑκάτερα παραστάντος· κἂν ὦσιν οἷον ἐν τῷ πρώτῳ στίχῳ δέκα ἵπποι, ἐν τῷ ἐφ’ ἑκάτερα ἀνὰ ἐννέα ἔσονται, οἱ δ’ ἔτι ἐν τοῖς ἐφ’ ἑκάτερα ἀνὰ ὀκτώ, καὶ οὕτως μέχρι ἑνὸς ἀεὶ ἐν τοῖς ἐφεξῆς στίχοις· οὕτως γὰρ συμβήσεται στοιχεῖν μὲν ἀλλήλοις τοὺς ἱππέας, μηκέτι δὲ ζυγεῖν. |
| 19 12 [10] | εὔχρηστον δὲ καὶ τοῦτό ἐστι πρὸς τὰς εἰς τὰ πλάγια γιγνομένας κλίσεις· καλεῖται δὲ ἡ μὲν εἰς τὰ δεξιὰ ἐπὶ δόρυ κλίσις, ἡ δὲ εἰς τὰ εὐώνυμα ἐφ’ ἡνία. ἐὰν δὲ ἡ εἴλη ἐκ ζυγούντων μέν, μὴ στοιχούντων δὲ γίνηται, τάξομεν αὐτὴν οὕτως· τὸ μέσον ὅλης τῆς εἴλης καὶ μέγιστον ζυγὸν ἐκ περιττοῦ ἀριθμοῦ ποιήσομεν, τοὺς δὲ ἐφ’ ἑκάτερα ζυγοὺς κατὰ μέσα τὰ διαστήματα ποιήσομεν, ὡς ἐπὶ στοιχούντων ἐτάξαμεν, καὶ γενήσεται ἡ εἴλη ἐκ ζυγούντων μέν, οὐκέτι δὲ στοιχούντων. |
| 20 1 [5] | Τάσσονται δὲ αἱ εἶλαι, ὥσπερ τὰ ψιλά, ποτὲ μὲν πρὸ τῆς φάλαγγας, ποτὲ δὲ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, ποτὲ δὲ ὀπίσω· νῦν δὲ χάριν ὑπογραφῆς ὀπίσω τῶν ψιλῶν ἐτάχθησαν. καὶ ἡ μὲν εἴλη ἱππέων ἔστω ξδ · ἔσονται δὲ αἱ πᾶσαι εἶλαι ξδ , ἱππεῖς δὲ ͵ δ ϙϛ . |
| 20 2 [5] | καλοῦνται δὲ αἱ δύο εἶλαι ἐπειλαρχία, ἱππέων ρκη · αἱ δὲ δύο ἐπειλαρχίαι Ταραντιναρχία, ἱππέων σνϛ · αἱ δὲ δύο Ταραντιναρχίαι ἱππαρχία, ἱππέων φιβ · αἱ δὲ δύο ἱππαρχίαι ἐφιππαρχία, ἱππέων ͵ α κδ · αἱ δὲ δύο ἐφιππαρχίαι τέλος, ἱππέων ͵ β μη · τὰ δὲ δύο τέλη ἐπίταγμα, ἱππέων ͵ δ ϙϛ . Αἱ μὲν οὖν ἐπιβολαὶ τῶν ἀρχαίων περὶ τὰς συντάξεις τῶν εἰλῶν δεδηλωμέναι εἰσὶ πᾶσαι, καθ’ ὁποίους σχηματισμοὺς ἕκαστοι ταύτας ἔταξαν καὶ δι’ ἃς αἰτίας ἄλλοι ἄλλαις ἐχρήσαντο. |
| 21 2 [5] | δεῖ δὲ ὡς ἐν πράγμασι περὶ τῶν ὅλων διαφέρουσιν οὐκ ἀπεσχεδιασμένην γενέσθαι τὴν παράδοσιν, ἀλλ’ ἐν τοῖς καθημερινοῖς γυμνασίοις ἕκαστον τῶν σχημάτων πολλάκις δοκιμάσαντα καὶ τὸ εὐχερέστερον καὶ τὸ ὠφελιμώτερον γνόντα, τότε καὶ ἐπὶ τῆς ἀληθείας χρήσασθαι. εὔηθες γὰρ περὶ μὲν ἐλαττόνων πραγμάτων ἐπ’ ἀκριβὲς τοὺς ἀνθρώπους εὑρίσκεσθαι διαποροῦντας πολλὰ καὶ ἐξετάζοντας, περὶ δὲ τούτων μὴ πρότερον τὴν ἐντελεστάτην βάσανον λαβόντας τότε πρὸς τοὺς μεγίστους ἀγῶνας πορεύεσθαι. |
| 21 3 [5] | Ἔξεστι μέντοι καὶ μείζονας καὶ ἐλάττους τὰς εἴλας ποιεῖν. Περὶ δὲ τῆς τῶν ἁρμάτων συντάξεως καὶ τῶν ἐλεφάντων, εἰ καὶ τὴν χρῆσιν αὐτὴν σπανίζουσαν εὑρίσκομεν, ὅμως πρὸς τὸ τέλειον τῆς γραφῆς τὰς ὀνομασίας ὑποθησόμεθα, αἷς κατεχρήσαντο οἱ πρὸ ἡμῶν. |
| 22 2 [5] | ἐπὶ γὰρ τοῖς ζευκτοῖς τὰ δύο ἅρματα ζυγαρχίαν ἐκάλεσαν, τὰς δὲ δύο ζυγαρχίας συζυγίαν, τὰς δὲ δύο συζυγίας ἐπισυζυγίαν, τὰς δὲ δύο ἐπισυζυγίας ἁρματαρχίαν, τὰς δὲ δύο ἁρματαρχίας κέρας, τὰ δὲ δύο κέρατα φάλαγγα. ἔξεστι δὲ πλείοσι φάλαγξιν ἁρμάτων χρῆσθαι ταῖς αὐταῖς ὀνομασίαις καθ’ ἑκάστην φάλαγγα συγχρωμένοις. |
| 22 3 [15] | τοῖς δ’ ἅρμασιν οἱ μὲν ψιλοῖς κατεχρήσαντο, οἱ δὲ δρεπανηφόρα κατεσκεύασαν. Ἐπὶ δὲ τῶν ἐλεφάντων ὁ μὲν ἑνὸς ἐλέφαντος ἄρχων ζῴαρχος καλεῖται, ὁ δὲ τῶν δύο θήραρχος καὶ τὸ σύστημα θηραρχία, ὁ δὲ τῶν τεσσάρων ἐπιθήραρχος καὶ τὸ σύστημα ἐπιθηραρχία, ὁ δὲ τῶν ὀκτὼ εἰλάρχης καὶ τὸ σύστημα εἰλαρχία, ὁ δὲ τῶν ιϛ ἐλεφαντάρχης καὶ τὸ σύστημα ἐλεφανταρχία, ὁ δὲ τῶν λβ κερατάρχης ἢ μεράρχης καὶ τὸ σύστημα κεραταρχία· τὸ δὲ ἐκ τῶν ξδ συνεστηκὸς φάλαγγα ὀνομάζομεν ἐλεφάντων καί, ἄν τις τὸν τῶν κεράτων ἡγούμενον βούληται προσονομάζειν, φαλαγγάρχην. |
| 24 1 [5] | Τὰ μὲν οὖν εἴδη τῆς τελείας δυνάμεως καὶ τὰ ὀνόματα τῶν ἐν τούτοις συστημάτων τοῦτον ἔχει τὸν τρόπον τὸν τεθεωρημένον. Ἑξῆς περὶ τῶν ὀνομάτων χρήσιμον εἰπεῖν, ὅπως, ὅταν οὖν ὁ στρατηγὸς παραγγέλλῃ γενέσθαι τι, συνεθισθέντες ἐν ταῖς ἐξοπλισίαις τοῖς τε ὀνόμασι καὶ ταῖς τῶν σχημάτων κινήσεσι ῥᾳδίως τὰ προστασσόμενα ποιεῖν δύνωνται. λέγεται δὲ τὸ μέν τι κλίσις, καὶ τῆς κλίσεως ἡ μὲν ἐπὶ δόρυ, ἡ δὲ ἐπ’ ἀσπίδα· λέγεται δέ τις καὶ μεταβολὴ καὶ ἐπιστροφὴ καὶ ἀναστροφὴ καὶ περισπασμὸς καὶ ἐκπερισπασμός, στοιχεῖν τε καὶ ζυγεῖν καὶ ἐς ὀρθὸν ἀποδοῦναι καὶ ἐξελίσσειν καὶ διπλασιάζειν· λέγεται δέ τις καὶ ἐπαγωγὴ καὶ δεξιὰ παραγωγὴ καὶ εὐώνυμος παραγωγὴ καὶ πλαγία φάλαγξ καὶ ὀρθία φάλαγξ ἢ λοξὴ φάλαγξ καὶ παρεμβολὴ καὶ πρόσταξις καὶ ἔνταξις καὶ ὑπόταξις καὶ ἐπίταξις καὶ πρόταξις· ἑκάστου δὲ ὀνόματος τὴν σημασίαν διὰ συντόμων δηλώσομεν· οὐκ ἀγνοῶ δ’ ὅτι οὐ παρὰ πᾶσι τοῖς τακτικοῖς τὰ παραγγέλματα ταῖς αὐταῖς ὀνομασίαις δεδήλωται. |
| 25 1 [5] | Κλίσις μὲν οὖν ἐστιν ἡ κατ’ ἄνδρα κίνησις, ἢ ἐπὶ δόρυ στρέψαντος τοῦ ὁπλίτου, τοῦτ’ ἔστιν ἐπὶ τὰ δεξιὰ μέρη, ἢ ἐπ’ ἀσπίδα, τοῦτ’ ἔστιν ἐπὶ τὰ εὐώνυμα μέρη, ὅπερ γίνεται εὔχρηστον πρὸς τὰς ἐκ τῶν πλαγίων ἐπιφανείας τῶν πολεμίων ὑπερκεράσεως χάριν ἢ ἀντιπορείας καὶ ἑτέρων χρειῶν, αἳ καθ’ ἕκαστον πρᾶγμα δηλωθήσονται. αἱ δὲ δύο ἐπὶ τὸ αὐτὸ γινόμεναι κλίσεις ἐπὶ τὴν κατὰ νώτου ἐπιφάνειαν τὴν ὄψιν τοῦ ὁπλίτου μετατιθέασι· καὶ τὸ τοιοῦτο καλεῖται μεταβολή· γίνεται δὲ καὶ αὕτη ἡ μὲν ἐπὶ δόρυ, ἡ δὲ ἐπ’ ἀσπίδα. |
| 25 3 [5] | δύο δέ εἰσι διαφοραὶ μεταβολῶν, ἡ μὲν ἀπὸ τῶν πολεμίων, ἡ δὲ ἐπὶ τοὺς πολεμίους· ὅρος δέ ἐστι τῆς μεταβολῆς μετάληψις τῆς προϋπαρχούσης ἐπιφανείας εἰς τὴν κατ’ οὐρὰν ἐπιφάνειαν ἢ ἀπὸ ταύτης ἐπὶ τὴν ἐναντίαν· καὶ ἡ μὲν ἀπὸ τῶν πολεμίων μεταβολὴ δὶς ἐπὶ δόρυ κλινάντων γίνεται, ἡ δὲ ἐπὶ τοὺς πολεμίους δὶς ἐπ’ ἀσπίδα. |
| 25 5 [15] | ἐπιστροφὴ δέ ἐστιν, ὅταν πυκνώσαντες τὰ συντάγματα κατὰ παραστάτην καὶ ἐπιστάτην ὅλον τὸ σύνταγμα ὡς ἑνὸς ἀνδρὸς σῶμα ἢ ἐπὶ δόρυ ἢ ἐπ’ ἀσπίδα κλίνωμεν, ὡς ἂν περὶ κέντρον περὶ τὸν πρῶτον λοχαγὸν ὅλου τοῦ τάγματος περιενεχθέντος καὶ μεταλαβόντος τόπον μὲν τὸν ἔμπροσθεν, ἐπιφάνειαν δὲ τὴν ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων, διαμενόντων ἑκάστῳ τῶν ἐπιστατῶν καὶ παραστατῶν, ὅπερ πῶς γίνεται δηλώσομεν, ὅταν πρότερον τὰς πάντων ὀνομασίας διέλθωμεν. |
| 25 7 [5] | ἀναστροφὴ δέ ἐστιν ἀποκατάστασις ἐπιστροφῆς εἰς ὃν προκατεῖχε τὸ σύνταγμα τόπον πεπυκνωμένον πρὸ τοῦ γενέσθαι αὐτοῦ τὴν ἐπιστροφήν. περισπασμὸς δέ ἐστιν ἡ ἐκ δυεῖν ἐπιστροφῶν τοῦ τάγματος κίνησις, ὥστε μεταλαμβάνειν τὸν ὀπίσω τόπον. |
| 25 9 [5] | ἐκπερισπασμὸς δέ ἐστιν ἡ ἐκ τριῶν ἐπιστροφῶν συνεχῶν τοῦ τάγματος κίνησις, ὥστε μεταλαμβάνειν, ἐὰν μὲν ἐπὶ δόρυ γίνηται, τὴν ἐξ ἀριστερῶν ἐπιφάνειαν, ἐὰν δὲ ἐπ’ ἀσπίδα, τὴν ἐκ δεξιῶν. Στοιχεῖν δὲ λέγεται τὸ ἕκαστον ἄνδρα ἐν τῷ ἑαυτοῦ λόχῳ ἐπ’ εὐθείας εἶναι τῷ λοχαγῷ καὶ τῷ οὐραγῷ φυλάσσοντα τὰ ἶσα ἀπ’ ἀλλήλων διαστήματα· ζυγεῖν δὲ τὸ ἐπ’ εὐθείας εἶναι κατὰ μῆκος ἕκαστον τῶν ἐν τῷ λόχῳ τῷ ζυγοῦντι αὐτῷ ὁμοίως τὰ διαστήματα φυλάσσοντα· ζυγοῦσι δὲ τῷ μὲν λοχαγῷ οἱ λοχαγοὶ πάντες, τῷ δὲ τοῦ λοχαγοῦ ἐπιστάτῃ οἱ τῶν ἄλλων λοχαγῶν ἐπιστάται, καὶ κατὰ τὸ ἑξῆς οὕτως. |
| 26 3 [5] | ἐς ὀρθὸν δὲ ἀποδοῦναί ἐστι τὸ εἰς τὴν προκαθεστῶσαν ἀπ’ ἀρχῆς τοῦ ὁπλίτου ἐπιφάνειαν ἀποκαταστῆσαι τὴν ὄψιν, οἷον, ἐάν τις ἐπὶ τοὺς πολεμίους τετραμμένος κελευσθῇ ἐπὶ δόρυ κλῖναι, εἶτα παραγγείλῃ εἰς ὀρθὸν ἀποκαταστῆσαι, δεήσει πάλιν ἐπὶ τοὺς πολεμίους τετράφθαι. Ἐξελιγμῶν δέ ἐστι γένη δύο, τὸ μὲν κατὰ λόχους, τὸ δὲ κατὰ ζυγά· εἴδη δὲ αὐτῶν ἑκάστου τρία· καλεῖται γὰρ ὁ μὲν Μακεδών, ὁ δὲ Λάκων, ὁ δὲ χόριος, ὁ δ’ αὐτὸς Κρητικὸς καὶ Περσικός. |
| 27 2 [10] | Μακεδὼν μὲν οὖν ἐστιν ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν ἔμπροσθεν τόπον, ἀντὶ δὲ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν ὄπισθεν· Λάκων δὲ ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν ὀπίσω τόπον, ὁμοίως δὲ ἀντὶ τῆς ἔμπροσθεν ἐπιφανείας τὴν ὄπισθεν· ὁ δὲ Κρητικὸς καὶ Περσικὸς καὶ χόριος, οὗτος δὲ τὸν αὐτὸν ἐπέχει τόπον τῆς φάλαγγος, τῶν κατὰ μέρος ὁπλιτῶν ἀνθ’ ὧν προκατεῖχον τόπων ἑτέρους μεταλαμβανόντων, τοῦ μὲν λοχαγοῦ τὸν τοῦ οὐραγοῦ, τοῦ δὲ οὐραγοῦ τὸν τοῦ λοχαγοῦ, ἀντὶ δὲ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν ὄπισθεν. |
| 27 5 [5] | οἱ δὲ κατὰ ζυγὰ ἐξελιγμοὶ γίνονται, ὅταν ἐπὶ τῶν ἀποτομῶν βούληταί τις τὰ κέρατα καθιστάνειν, τὰς δὲ ἀποτομὰς ἐπὶ τῶν κεράτων, χάριν τοῦ τὰ μέσα ἰσχυροποιεῖσθαι, καὶ ὁμοίως τὰ δεξιὰ ἐν τοῖς εὐωνύμοις καὶ τὰ εὐώνυμα ἐν τοῖς· δεξιοῖς. οἱ δὲ φυλασσόμενοι κατὰ μείζονα μέρη τοὺς ἐξελιγμοὺς ποιεῖσθαι ἐγγὺς ὄντων τῶν πολεμίων κατὰ συντάγματα ποιοῦνται. |
| 28 1 [15] | Τοὺς δὲ τρόπους τῶν ἐξελιγμῶν ὡς δεῖ γίνεσθαι, ὑποδείξομεν· ὁ μὲν οὖν κατὰ στίχον ἐξελιγμὸς Μακεδὼν προσαγορευόμενος γίνεται, ὅταν ὁ λοχαγὸς μεταβάληται, οἱ δὲ ὀπίσω ἐκ δόρατος παραπορευόμενοι ἐφεξῆς ἀλλήλων ἱστῶνται. Λάκων δέ, ὅταν ὁ λοχαγὸς μεταβαλόμενος ἐκ δόρατος ὅλον τὸν λόχον παραλλάξῃ εἰς ἄλλον αὐτῷ ἶσον τόπον, οἱ δὲ λοιποὶ ἀκολουθοῦντες ἐφεξῆς αὐτῷ τάσσωνται, ἢ ὅταν ὁ μὲν οὐραγὸς μεταβάλληται, ὁ δὲ ὀπίσω αὐτοῦ τεταγμένος ἐκ δόρατος τοῦ οὐραγοῦ παραπορευόμενος προτάσσηται τοῦ οὐραγοῦ, καὶ οἱ λοιποὶ ὁμοίως ἀκολουθοῦντες ἄλλος πρὸ ἄλλου τάσσηται, ἕως ἂν ὁ λοχαγὸς πρωτοστατήσῃ. |
| 28 3 [10] | ὁ δὲ χόριος γίνεται, ὅταν ὁ λοχαγὸς μεταβαλλόμενος ἐκ δόρατος προάγῃ τοῦ λόχου, οἱ δὲ λοιποὶ ἐπακολουθῶσιν, ἕως ἂν ὁ λοχαγὸς σχῇ τὸν τοῦ οὐραγοῦ τόπον, ὁ δὲ οὐραγὸς τὸν τοῦ λοχαγοῦ. καὶ οὗτοι μὲν κατὰ λόχους γίνονται· τῷ δὲ αὐτῷ τρόπῳ καὶ οἱ κατὰ ζυγὰ γίγνονται, ἐάν τε κατὰ τάγματα ἐξελίσσειν τις βούληται, ὥς τι ὁποῖον δήποτ’ οὖν τάγμα ἢ τὸν ἐν αὐτῇ τῇ βάσει τόπον κατέχον ἐξελίσσῃ, ἢ τὸν τοῦ ἐν δεξιᾷ τάγματος ἀντιμεταλάβῃ τόπον, ἢ τὸν τοῦ ἐξ εὐωνύμων· οὐδὲν γὰρ τῶν προειρημένων διοίσει. |
| 29 1 [10] | Διπλασιασμῶν δέ ἐστι γένη δύο, ἤτοι κατὰ ζυγὰ ἢ κατὰ βάθος. τούτων δὲ ἕκαστον ἢ τῷ ἀριθμῷ διπλασιάζεται ἢ τῷ τόπῳ· ἀριθμῷ μὲν γὰρ διπλασιάζεται τὸ μῆκος, ἐὰν ἀντὶ ͵ α κδ ͵ β μη ποιῆσαι βουλώμεθα ἐν ταὐτῷ τόπῳ τοῦ μήκους παρεμβάλλοντες εἰς τὰ μεταξὺ τῶν ὁπλιτῶν διαστήματα ἐκ τῶν ἐν τῷ βάθει ἐπιστατῶν· τοῦτο δὲ γίνεται, ὅταν πυκνῶσαι τὸ μῆκος βουληθῶμεν. |
| 29 3 [10] | ἀποκαταστῆσαι δὲ ὅταν βουληθῶμεν, παραγγελοῦμεν ἐξελίσσειν τοὺς μετατεταγμένους παραστάτας εἰς οὓς προεῖχον τόπους. ἔνιοι δὲ τοὺς τοιούτους διπλασιασμοὺς ἀποδοκιμάζουσι καὶ μάλιστα ἐγγὺς ὄντων πολεμίων, τοὺς δὲ ψιλοὺς ἐφ’ ἑκάτερα τῶν κεράτων ἐπεκτείνοντες καὶ ὁμοίως τοὺς ἱππέας τὴν ὄψιν τοῦ διπλασιασμοῦ οὕτως γενέσθαι παραγγέλλουσι χωρὶς ταραχῆς τῆς φάλαγγος οὕτω συντασσομένης. |
| 29 7 [20] | διπλασιάζεται δὲ τὸ μῆκος τῆς φάλαγγος, ὅταν ἤτοι ὑπερκεράσαι τοὺς πολεμίους βούλωνται ἢ αὐτοὶ ὑπερκερασθῆναι φυλάττωνται. τὸ δὲ βάθος διπλασιάζεται τοῦ δευτέρου λόχου τῷ πρώτῳ ἐπιτασσομένου, ὥστε τὸν τοῦ δευτέρου λόχου λοχαγὸν ὀπίσω τάσσεσθαι τοῦ ἐν τῷ πρώτῳ λόχῳ λοχαγοῦ, τὸν δὲ ἐν τῷ δευτέρῳ λόχῳ δεύτερον τοῦ πρώτου λόχου τέταρτον ταγῆναι, τὸν δὲ τοῦ δευτέρου τρίτον τοῦ πρώτου λόχου ἕκτον ταγῆναι, καὶ οὕτως κατὰ τὸ ἑξῆς, ἕως ἂν ὅλος ὁ δεύτερος λόχος κατὰ τὸν πρῶτον ταγῇ, καὶ ὁμοίως ὁ τέταρτος λόχος εἰς τὸν τρίτον καὶ πάντες οἱ ἄρτιοι λόχοι εἰς τοὺς περιττούς. |
| 29 8 [10] | καὶ οὕτως μὲν ὁ διπλασιασμὸς ἀριθμῷ γίνεται. τοῦ δὲ τόπου διπλασιασμὸς γίνεται, ἐὰν ἐξελιγμὸς γένηται, ἤτοι τῶν παρεντεθέντων ἐξελιξάντων εἰς τὸν ὀπίσω τόπον ἀπὸ τοῦ ἔγγιστα τῷ οὐραγῷ παρεντεθέντος καὶ τῶν ἄλλων τῶν ὁμοίως παρεντεθέντων ἐπακολουθούντων, ἢ καὶ διαμένοντος τοῦ ἐξ ἀρχῆς ἀριθμοῦ τοῦ στίχου οἱ ἡμίσεις ἐξελίξαντες τὸν τοῦ βάθους τόπον διπλασιάσωσιν. |
| 29 10 [5] | ἀποκαταστῆσαι δὲ ὅταν βουληθῶμεν εἰς τὰς προούσας τάξεις, τοὺς ἐπεντεταγμένους ἀνακαλεσόμεθα εἰς τοὺς ἰδίους λόχους. Πλαγία δέ ἐστι φάλαγξ, ἥτις ἔχει τὸ μῆκος τοῦ βάθους πολλαπλάσιον· ὀρθία δέ, ὅταν ἐπὶ κέρας πορεύηται πολλαπλάσιον ἔχουσα τὸ βάθος τοῦ μήκους. |
| 30 2 [5] | καθ’ ὅλου δὲ παράμηκες μὲν λέγεται πᾶν τάγμα, ὃ ἂν τὸ μῆκος ἔχῃ πλεῖον τοῦ βάθους, ὄρθιον δέ, ὃ ἂν τὸ βάθος τοῦ μήκους· ὡσαύτως δὲ καὶ φάλαγξ· λοξὴ δὲ ἡ τὸ μὲν ἕτερον κέρας, ὁπότερον ἂν προῄρηται, πλησίον τῶν πολεμίων ἔχουσα καὶ ἐν αὐτῷ τὸν ἀγῶνα ποιουμένη, τὸ δὲ ἕτερον ἐν ἀποστάσει δι’ ὑποστολῆς ἔχουσα. |
| 31 1 [5] | Παρεμβολὴ δέ ἐστιν, ὅταν προτεταγμένων τινῶν εἰς τὰ μεταξὺ διαστήματα ἐκ τῶν ἐπιτεταγμένων καθιστῶνται αὐτοῖς ἐπ’ εὐθείας. πρόσταξις δέ ἐστιν, ὅταν ἐξ ἑκατέρων τῶν μερῶν τῆς τάξεως ἢ ἐκ τοῦ ἑνὸς προστεθῇ τι μέρος κατὰ κέρας πρὸς τὴν αὐτὴν τῇ φάλαγγι ἐπιφάνειαν. |
| 31 3 [5] | ἔνταξις δέ ἐστιν, ἐάν τις προαιρῆται τοὺς ψιλοὺς εἰς τὰ διαστήματα τῆς φάλαγγος ἐντάσσειν, ἄνδρα παρ’ ἄνδρα. ὑπόταξις δέ ἐστιν, ἐάν τις τοὺς ψιλοὺς ὑπὸ τὰ κέρατα τῆς φάλαγγος ὑποτάσσῃ ἐπικαμπίου τάξιν ἔχοντας, ὥστε τὸ ὅλον σχῆμα τριπυλοειδὲς εἶναι. |
| 32 1 [10] | Ἑπόμενον ἂν εἴη δηλῶσαι, πῶς τὰ συντάγματα δεῖ ἐπιστρέφειν, καὶ πῶς ἀποκαθιστάναι εἰς τὴν προϋπάρχουσαν τάξιν. ἐπὶ δόρυ μὲν οὖν ὅταν ἐπιστρέφειν τὰ συντάγματα ἐθίζειν βουλώμεθα, παραγγέλλεται τὸν ἐπὶ τοῦ δεξιοῦ λόχον ἡσυχίαν ἔχειν, ἕκαστον δὲ τῶν ἐν τοῖς λοιποῖς ἐπὶ δόρυ κλῖναι, προσάγειν τε ἐπὶ τὸ δεξιόν, εἶτα εἰς ὀρθὸν ἀποδοῦναι, εἶτα προσάγειν τὰ ὀπίσω ζυγά, καὶ ταύτης γενομένης τῆς πυκνώσεως ἐπὶ δόρυ ἐπιστρέφειν. |
| 32 3 [10] | ὅταν δὲ τοῦτο γένηται καὶ ἀποκαταστῆσαι πάλιν τὸ σύνταγμα ἐπὶ τὴν ἐξ ἀρχῆς τάξιν βουλώμεθα, ταῦτα παραγγέλλεται· ἐπ’ ἀσπίδα μεταβάλλεσθαι, τοῦτ’ ἔστιν ἐπὶ τὸν ἐναντίον τόπον ἕκαστον νεύειν, εἶτα ἀναστρέφειν ὅλον τὸ σύνταγμα, τοῦτ’ ἔστιν ὥσπερ πυκνωθὲν ἐπεστράφη καὶ εἰς τὰ δεξιὰ μέρη ἔνευσεν, οὕτως ὅλον μετατεθῆναι ἐπὶ τὸν τόπον, ἀφ’ οὗ τὴν ἐπιστροφὴν ἐποιήσατο· εἶτα οἱ λοχαγοὶ ἠρεμείτωσαν, οἱ δὲ λοιποὶ κατὰ ζυγὰ προαγέτωσαν· εἶτα μεταβαλλέσθωσαν, ὥστε νεύειν ἐφ’ ἃ ἐξ ἀρχῆς ἔνευον· εἶτα ἑκάστου συντάγματος ὁ ἐπὶ τοῦ δεξιοῦ λόχος ἠρεμείτω— οὗτος γὰρ ἤδη τὴν ἰδίαν ἔχει τάξιν—, οἱ δὲ λοιποὶ πάντες ἐπ’ ἀσπίδα κλινέτωσαν καὶ προάγοντες ἀποκαθιστάσθωσαν ἄνω, καὶ τὴν τάξιν, ἣν προεῖχεν, ἕκαστος ἀπείληφεν. ἐὰν δὲ ἐπ’ ἀσπίδα βουλώμεθα ἐπιστρέφειν τὰ συντάγματα, παραγγέλλομεν ἑκάστου συντάγματος τὸν ἐπὶ τοῦ εὐωνύμου λόχον ἠρεμεῖν, τῶν λοιπῶν δ’ ἕκαστον ἐπ’ ἀσπίδα κλῖναι καὶ προσάγειν ἐπὶ τὸ εὐώνυμον, εἶτα εἰς ὀρθὸν ἀποδοῦναι, εἶτα προσάγειν τὰ ὀπίσω ζυγά, εἶτα ἐπ’ ἀσπίδα ἐπιστρέφειν· καὶ γέγονε τὸ παραγγελθέν. |
| 32 5 [5] | ἀποκαταστῆσαι δὲ ἐὰν βουλώμεθα, τὰ ὅμοια ποιήσομεν, ἢ ὅτε ἐπὶ δόρυ ἐπιστρέψαντες καθιστάνομεν· πάλιν γὰρ ἕκαστος μεταβαλλέσθω ἐπὶ δόρυ, εἶτα τὸ σύνταγμα ἀναστρεψάτω, εἶτα οἱ λοχαγοὶ ἠρεμείτωσαν, οἱ δὲ λοιποὶ κατὰ ζυγὰ προαγέτωσαν, εἶτα μεταβαλλέσθωσαν, εἶτα ὁ ἐπὶ τοῦ εὐωνύμου λόχος ἡσυχίαν ἐχέτω—ἤδη γὰρ ἕκαστος αὐτῶν εἰς ἣν προεῖχε τάξιν ἀποκατέστη—, ὁ λοιπὸς ἐπὶ δόρυ κλίνας προαγέτω, ἕως ἀποκαταστήσῃ εἰς τὰ ἴδια διαστήματα· εἶτα εἰς ὀρθὸν ἀποδότω, καὶ πάντες ἕξουσι τὴν ἐξ ἀρχῆς τάξιν. ἐὰν δὲ ἐπὶ δόρυ περισπᾶν βουλώμεθα τὰ συντάγματα, δύο ποιήσομεν τοῦ συντάγματος ἐπὶ τὸ αὐτὸ ἐπιστροφάς, καὶ συμβήσεται τοὺς λοχαγοὺς ἀπὸ τῆς εἰς τὸ ἔμπροσθεν νεύσεως εἰς τὸ ὄπισθεν ἐν τῇ μεταβάσει τῶν συνταγμάτων νεύειν. |
| 32 7 [10] | ἀποκαταστῆσαι δὲ ὅταν βουληθῶμεν τὰ συντάγματα, παραγγελοῦμεν ἔτι ἐπὶ δόρυ περισπᾶν τὸ σύνταγμα, τοῦτ’ ἔστιν, ἄλλας δύο ἐπιστροφὰς δώσομεν ἐπὶ τὰ αὐτὰ μέρη τῷ συντάγματι, καὶ οὕτω συμβήσεται τοὺς λοχαγοὺς ἔχειν νεύοντας ἐφ’ ἃ ἐξ ἀρχῆς ἔνευον, πρὶν ὅλως περισπασμὸς γένηται· τούτων δὲ γενομένων παραγγελοῦμεν τοὺς λοχαγοὺς ἠρεμεῖν, τοὺς δὲ λοιποὺς μεταβαλλομένους ἀνιέναι τὰ ὀπίσω ζυγά, εἶτα πάλιν μεταβάλλεσθαι, καὶ ἑκάστου συντάγματος τὸν ἐπὶ τοῦ δεξιοῦ λόχον ἠρεμεῖν—ἕξει γὰρ τὴν ἐξ ἀρχῆς ἀποκατάστασιν —, τοὺς δὲ λοιποὺς ἐπ’ ἀσπίδα κλίναντας προάγειν καὶ ἀποκαθιστάναι εἰς τὸ ἐξ ἀρχῆς διάστημα, εἶτα εἰς ὀρθὸν ἀποδοῦναι, καὶ οὕτως ἔσται εἰς τὴν ἐξ ἀρχῆς ἀποκατάστασιν τὰ συντάγματα καθεστῶτα. ἐὰν δὲ ἐπ’ ἀσπίδα βουληθῶμεν περισπᾶν τὰ συντάγματα, τοῖς ἐναντίοις παραγγέλμασι χρησόμεθα, τοῦτ’ ἔστιν ἀντὶ τοῦ ἐπὶ δόρυ δὶς ἐπιστρέφειν ἐπ’ ἀσπίδα, [ὅταν δὲ ὁ] περισπασμὸς γένηται, ἔτι δεῖ ἐπ’ ἀσπίδα περισπάσαντας ταῖς ὁμοίαις ἀγωγαῖς χρήσασθαι. |
| 32 9 [5] | ἔστι δέ τις καὶ ἐκπερισπασμός, ὅταν τὸ σύνταγμα τρὶς ἐπὶ τὸ αὐτὸ μέρος ἐπιστρέψῃ τις, τοῦτ’ ἔστιν ἐπὶ δόρυ ἢ ἐπ’ ἀσπίδα. ποιεῖ δὲ ὁ περισπασμὸς τὴν ὄψιν τῶν ὁπλιτῶν ἀπὸ τῶν ἔμπροσθεν νεύειν κατόπιν, ὁ δὲ ἐπὶ δόρυ ἐκπερισπασμὸς ἀπὸ τῶν ἔμπροσθεν ἐπὶ τὰ εὐώνυμα μέρη, ὁ δὲ ἐπ’ ἀσπίδα ἐκπερισπασμὸς ἀπὸ τῶν ἔμπροσθεν ἐπὶ τὰ δεξιὰ νεύειν. Ἐὰν δὲ ἐπὶ τὸ δεξιὸν κέρας τὴν φάλαγγα βουλώμεθα πυκνῶσαι, παραγγελοῦμεν τὸν ἐπὶ τοῦ δεξιοῦ κέρατος λόχον ἠρεμεῖν, τοὺς δὲ λοιποὺς ἐπὶ δόρυ κλίναντας προσάγειν ἐπὶ τὸ δεξιόν, εἶτα εἰς ὀρθὸν ἀποδοῦναι, καὶ προσάγειν τὰ ὀπίσω ζυγά. |
| 33 2 [15] | ἀποκαταστῆσαι δὲ ὅταν βουληθῶμεν, παραγγελοῦμεν τοὺς λοχαγοὺς ἡσυχίαν ἔχειν, τοὺς δὲ λοιποὺς μεταβαλλομένους ἀνιέναι τὰ ὀπίσω ζυγά, εἶτα πάλιν μεταβάλλεσθαι, εἶτα τὸν ἐπὶ τοῦ δεξιοῦ κέρατος λόχον ἡσυχίαν ἄγειν— ἤδη γὰρ εἰς τὰ ἴδια ἀποκατέστη—, οἱ δὲ λοιποὶ ἐπ’ ἀσπίδα κλίναντες ἀκολουθείτωσαν τοῖς ἡγουμένοις καὶ τὰ ἐξ ἀρχῆς διαστήματα συντηρήσαντες εἰς ὀρθὸν ἀποδότωσαν. ἐὰν δὲ ἐπὶ τὸ εὐώνυμον κέρας βουληθῶμεν πυκνῶσαι τὴν φάλαγγα, τοῖς ἐναντίοις παραγγέλμασι χρησόμεθα. |
| 33 4 [10] | ἐὰν δὲ ἐπὶ μέσην τὴν φάλαγγα πυκνῶσαι βουληθῶμεν, παραγγελοῦμεν τὴν δεξιὰν διφαλαγγίαν ἐπ’ ἀσπίδα κλίνειν, τὴν δὲ εὐώνυμον ἐπὶ δόρυ· εἶτα προσαγέτωσαν ἐπὶ μέσην τὴν φάλαγγα, εἶτα πάντες εἰς ὀρθὸν ἀποδότωσαν, καὶ προσαγέτωσαν τὰ ὀπίσω ζυγά. ἀποκαταστῆσαι δὲ ὅταν βουλώμεθα τὴν φάλαγγα εἰς τὴν ἐξ ἀρχῆς τάξιν, παραγγελοῦμεν μεταβάλλεσθαι καὶ προάγειν κατὰ ζυγὰ χωρὶς τοῦ πρώτου ζυγοῦ, εἶτα πάλιν πάντας μεταβάλλεσθαι, καὶ τὴν μὲν δεξιὰν διφαλαγγίαν ἐπὶ δόρυ κλῖναι, τὴν δὲ εὐώνυμον ἐπ’ ἀσπίδα, εἶτα ἀκολουθεῖν τοῖς ἡγουμένοις, μέχρις ἂν εἰς τὰ ἐξ ἀρχῆς ἔλθωσι διαστήματα, εἶτα εἰς ὀρθὸν ἀποδοῦναι. |
| 33 6 [10] | ἐπὶ πασῶν μέντοι τῶν μεταβολῶν, ὅταν ἐκ πυκνώσεως γίνωνται, δεῖ ἄνω τὰ δόρατα ἔχειν πρὸς τὸ μὴ στραφέντος τοῦ ὁπλίτου ἐμποδὼν αὐτὰ γίνεσθαι. Ταῖς δ’ αὐταῖς ἀγωγαῖς παιδεύσομεν καὶ τοὺς ψιλούς. Αὗται μέντοι αἱ παραγγελίαι τῶν μεταβολῶν καὶ ἐπιστροφῶν καὶ περισπασμῶν καὶ ἐκπερισπασμῶν καὶ ἀποκαταστάσεων χρειώδεις εἰσὶ πρὸς τὰς αἰφνιδίους τῶν πολεμίων ἐπιφανείας, ἐκ δεξιῶν τῆς πορείας τῶν πολεμίων ἐπιφανέντων ἢ ἐξ εὐωνύμων ἢ ἔμπροσθεν ἢ ὄπισθεν, ὁμοίως δὲ καὶ τῶν ἐξελιγμῶν. |
| 34 2 [10] | τὸν μὲν οὖν Μακεδονικὸν ἐξελιγμόν φασι Μακεδόνας εὑρεῖν, Λακεδαιμονίους δὲ τὸν Λακωνικόν, καὶ διὰ τοῦτο τῶν ὀνομασιῶν τῶν εἰρημένων ἕκαστον αὐτῶν τυχεῖν. ἱστορεῖται μέντοι Φίλιππον τὸν αὐξήσαντα τῶν Μακεδόνων τὴν ἀρχὴν καὶ τοὺς Ἕλληνας μάχῃ νικήσαντα περὶ Χαιρώνειαν καὶ τὴν ἡγεμονίαν τῆς Ἑλλάδος λαβόντα, Ἀλέξανδρόν τε τὸν υἱὸν αὐτοῦ τῆς Ἀσίας ὀλίγῳ χρόνῳ κρατήσαντα τὸν μὲν Μακεδονικὸν ἐξελιγμὸν ὑπεριδεῖν, εἰ μή που ἡ χρεία καὶ τοῦτον προσεβιάσατο, τῷ δὲ Λακωνικῷ χρησαμένους ἀμφοτέρους τῶν πολεμίων κατακρατῆσαι. |
| 34 4 [5] | ὁ μὲν γὰρ Μακεδονικὸς ἐξελιγμὸς προσπιπτόντων τῶν πολεμίων ἐξαίφνης ἐκ τῶν ὄπισθεν ἐμποιεῖ πολλὴν ταραχήν· τῶν γὰρ ἀπὸ τοῦ οὐραγοῦ εἰς τὸν ὀπίσω τοῦ λοχαγοῦ τόπον ἐκπεριπορευομένων καὶ φυγῇ παραπλήσιόν τι ποιούντων θαρραλεωτέρους μὲν ποιεῖ τοὺς πολεμίους, κατάπληξιν δὲ καὶ διωγμὸν τοῖς οὕτως ἐξελίξασι παρὰ τῶν πολεμίων ἀκολουθεῖν. ὁ δὲ Λακωνικὸς τὸ ἐναντίον τούτῳ παρέχει· ὄπισθεν γὰρ ἐπιφαινομένων τῶν πολεμίων καὶ τῶν ἡγεμόνων σὺν τοῖς ἐπακολουθοῦσιν ἐφορμώντων καὶ ὑπαντώντων τοῖς πολεμίοις ἰσχυρὰ τοῖς πολεμίοις γίνεται δειλία. |
| 35 1 [5] | Δεῖ δὲ ἐθίζειν τὰς δυνάμεις τὰς πεζὰς καὶ τὰς ἱππικὰς * * * τὰ μὲν φωνῇ, τὰ δὲ διὰ σημείων ὁρατῶν, ἵνα πρὸς ἑκάστην ἐπιτηδειότητα τὸ προσῆκον γένηται· ἔνια δὲ καὶ διὰ τῆς σάλπιγγος παραγγέλλεσθαι προσήκει οὕτως γὰρ πᾶσα περίστασις ἐξυπηρετηθήσεται. σαφέστερα μὲν οὖν ἐστι τὰ διὰ τῆς φωνῆς μηνυόμενα, ἄν γε μηδὲν ἐμπόδιον ἀντιστῇ, ἀθορυβώτερα δὲ τὰ διὰ τῶν σημείων, ὅταν μηδὲ τούτοις τυγχάνῃ τι τὸ ἐπισκοτοῦν. |
| 35 3 [5] | τά τε γὰρ διὰ τῆς φωνῆς ἐνίοτε δυσεξάκουστα γίνεται καὶ διὰ ψόφον ὅπλων καὶ δυνάμεως ἱππικῆς παριππασίαν καὶ χρεμετισμὸν ἵππων καὶ θόρυβον σκευοφόρων καὶ τοῦ πλήθους παντὸς ἦχον, καὶ τὰ διὰ τῶν σημείων δὲ ἄπορα πολλαχῇ γίνεται διά τε παχύτητα ἀέρος καὶ κονιορτοῦ καὶ ὕδατα καὶ νιφετοὺς καὶ ἡλίου ἀνταύγειαν, ἔτι δὲ τόπους ἀνωμάλους καὶ καταδένδρους καὶ καμπὰς ἔχοντας. |
| 35 6 [5] | ἐνίοτε δὲ οὐκ ἔστιν εὔπορον πρὸς πᾶσαν χρείαν εὑρέσθαι σημεῖα τῶν καιρῶν καινὰ πολλάκις εὑρισκόντων, οἷς τις οὐ προσείθισται· οὐ μέντοι ἅμα πάντα συμπεσεῖν δύναται, ὥστε ἄδηλον εἶναι ἢ φωνῆς ἢ σημείων τὸ παράγγελμα. Περὶ δὲ πορειῶν μέλλοντες λέγειν τοσοῦτον προεροῦμεν, ὅτι ἡ μέν τις ἐν ταῖς πορείαις ἐπαγωγὴ λέγεται, ἡ δὲ παραγωγή. |
| 36 2 [10] | καὶ ἐπαγωγὴ μὲν λέγεται, ὅτ’ ἂν τάγμα τάγματι ὑποτάσσηται, οἷον τετραρχίας ἡγουμένης αἱ λοιπαὶ τετραρχίαι ταύτῃ ὑποτάσσωνται ἢ ξεναγίας ἡγουμένης αἱ λοιπαὶ ξεναγίαι ἐπακολουθῶσι, καὶ καθ’ ὅλου, ὅτ’ ἂν σύνταγμα συντάγματι ἕπηται, ὥστε τοῖς τοῦ προηγουμένου συντάγματος οὐραγοῖς τοὺς τοῦ ἑξῆς συντάγματος ἡγεμόνας συνάπτειν. ἡ δὲ παραγωγή ἐστιν, ὅτ’ ἂν ἡ φάλαγξ πορεύηται τοὺς ἡγεμόνας ἐκ τῶν εὐωνύμων ἔχουσα ἢ ἐκ τῶν δεξιῶν· κἂν μὲν ἐκ τῶν εὐωνύμων μερῶν ἔχῃ τοὺς ἡγεμόνας, εὐώνυμος παραγωγὴ καλεῖται, ἐὰν δὲ ἐκ τῶν δεξιῶν, δεξιὰ παραγωγή. |
| 36 4 [5] | Ἐάν τε δὲ ἡ πορεία ἐν ἐπαγωγῇ γίνηται, ἐάν τε ἐν παραγωγῇ, ἐν μονοπλεύρῳ ἢ διπλεύρῳ ἢ τριπλεύρῳ ἢ τετραπλεύρῳ τάγματι βαδιεῖ· μονοπλεύρῳ μέν, ὅτ’ ἂν ἕνα φοβῇ, διπλεύρῳ δέ, ὅτ’ ἂν δύο, τριπλεύρῳ δέ, ὅτ’ ἂν τρεῖς, τετραπλεύρῳ δέ, ὅτ’ ἂν πάντοθεν οἱ πολέμιοι ἐπιτίθεσθαι μέλλωσιν. |
| 36 6 [5] | γίνονται δ’ αἱ πορεῖαι ποτὲ μὲν μονοφαλαγγίᾳ, ποτὲ δὲ διφαλαγγίᾳ, ποτὲ δὲ τριφαλαγγίᾳ ἢ τετραφαλαγγίᾳ. ἀκόλουθόν ἐστιν εἰπεῖν καὶ περὶ φάλαγγος πῶς λέγεται ἀμφίστομος, καὶ ἐν πορείαις πῶς λέγεται διφαλαγγία ἀμφίστομος καὶ ἀντίστομος καὶ ἑτερόστομος καὶ ὁμοιόστομος. |
| 37 1 [10] | Ἀμφίστομος μὲν οὖν φάλαγξ καλεῖται ἡ τοὺς ἡμίσεις τῶν ἐν τοῖς λόχοις ἀνδρῶν ἔχουσα ἀντινώτους ἑαυτοῖς τεταγμένους. διφαλαγγία δ’ ἀμφίστομος, ἥτις ἐν τῇ πορείᾳ τοὺς ἡγεμόνας ἔχει ἐξ ἑκατέρων τῶν μερῶν ἐν παραγωγαῖς τεταγμένους, οὓς μὲν ἐν δεξιᾷ παραγωγῇ, οὓς δὲ ἐν εὐωνύμῳ, τοὺς δὲ οὐραγοὺς ἔσω τεταγμένους. |
| 37 3 [10] | ἡ δὲ ἀντίστομος διφαλαγγία τοὺς μὲν ἡγεμόνας ἔχει μέσους τεταγμένους, τοὺς δὲ οὐραγοὺς ἔξω ἔχουσα ἐξ ἑκατέρων τῶν μερῶν ἐν παραγωγαῖς τεταγμένους. ἑτερόστομος δὲ φάλαγξ καλεῖται, ἥτις, ἂν πορεύηται, τὸ μὲν ἡγούμενον ἥμισυ ἔχουσα ἐν εὐωνύμῳ παραγωγῇ, τοῦτ’ ἔστι τοὺς ἡγεμόνας ἐξ εὐωνύμων, τοῦ δὲ λοιποῦ ἡμίσους τῆς φάλαγγος τοὺς ἡγεμόνας ἐκ τοῦ ἑτέρου μέρους, ὅπερ ἐστὶν ἐν δεξιᾷ παραγωγῇ. |
| 37 5 [5] | ἡ δὲ ὁμοιόστομος ἐν τῇ πορείᾳ διφαλαγγία, ἥτις τοὺς ἡγεμόνας ἑκατέρας φάλαγγος ἐκ τῶν αὐτῶν μερῶν ἔχει τεταγμένους, οἷον ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων ἑκατέρας φάλαγγος. εἰ δὲ ἀμφίστομος διφαλαγγία τὰ μὲν ἡγούμενα πέρατα ἀλλήλοις συνάψῃ, τὰ δὲ ἑπόμενα διαστήσῃ, τὸ τοιοῦτον καλεῖται ἔμβολον· οἱ γὰρ ἡγεμόνες προεμπίπτοντες ἐκδέχονται τοὺς πολεμίους. |
| 37 7 [5] | εἰ δὲ ἀντίστομος διφαλαγγία τὰ μὲν ἑπόμενα συνάψῃ, τὰ δὲ ἡγούμενα διαστήσῃ, τὸ τοιοῦτον κοιλέμβολον καλεῖται, καὶ ὁμοίως οἱ ἡγεμόνες προεμπίπτοντες ἐκδέχονται τοὺς πολεμίους. πλαίσιον δὲ λέγεται, ἐὰν πρὸς πάσας τὰς ἐπιφανείας πᾶς ὁπλίτης παρατάσσηται ἐν ἑτερομήκει σχήματι· πλινθίον δέ, ἐὰν ἴσαις ταῖς φάλαγξι πρὸς πάσας ἅμα τὰς ἐπιφανείας παρατάσσηταί τις ἐν τετραγώνῳ σχήματι. |
| 38 1 [10] | Ὑπερφαλάγγησις δέ ἐστιν, ὅτ’ ἂν ἐξ ἑκατέρων τῶν κεράτων τῆς φάλαγγος ὑπερέχωμεν τῶν πολεμίων· ὑπερκέρασις δέ, ὅτ’ ἂν καθ’ ἓν κέρας ὑπερέχωμεν τῶν πολεμίων, ὥστε ὁ μὲν ὑπερφαλαγγῶν καὶ ὑπερκεράσει, ὁ δὲ ὑπερκερῶν οὐχ ὑπερφαλαγγήσει· δυνατὸν γάρ ἐστιν καὶ ἐλάσσονα δύναμιν ἔχοντα ὑπερκεράσαι τοὺς πολεμίους. |
| 38 3 [5] | Λεπτυσμὸς δέ ἐστιν, ὅτ’ ἂν τὸ βάθος τῆς φάλαγγος συναιρῆται καὶ ἀντὶ δεκαὲξ ἀνδρῶν ἐλάσσονες γίνωνται. Ἡ δὲ τῶν σκευοφόρων ἀγωγὴ ἀναγκαιοτάτη ἐν τοῖς μάλιστα καὶ ἡγεμόνος δεομένη τυγχάνει. |
| 39 1 [5] | τρόποι δέ εἰσι τῆς τῶν σκευοφόρων ἀγωγῆς πέντε· ἢ γὰρ προάγειν αὐτὰ δεῖ τῶν δυνάμεων ἢ ἐπακολουθεῖν ἢ ἑκατέρωθεν τῶν πλευρῶν εἶναι ἢ πέμπτον ὑπὸ τῶν δυνάμεων περιέχεσθαι. πρὸ μὲν τῆς φάλαγγος, ἐὰν ἐκ πολεμίας ἀπίῃς, ἐπὶ δὲ τῇ φάλαγγι, ἐὰν εἰς πολεμίαν ἐμβάλῃς, παρὰ δὲ τὴν φάλαγγα, ἐὰν τὰ πλάγια φοβούμενος πορεύῃ, ἐν δὲ τῇ φάλαγγι, ἐὰν κοῖλον τὸ τάγμα τυγχάνῃς ἄγων. |
| 40 1 [5] | Τελευταῖον δὲ τὰ παραγγέλματα τῆς ἐξοπλισίας ἀποδοῦναι δι’ ὀλίγων, προειπόντας πρῶτον μέν, ὅτι δεῖ ταῦτα σύντομα εἶναι, εἶτα μὴ ἔχοντα ἀμφιβολίαν· κατὰ τάχος γὰρ ὑπακούοντες φυλάσσεσθαι τὰς ἀμφιβολίας ὀφείλουσιν, ἵνα μὴ οἱ μὲν τόδε τι ποιῶσιν, οἱ δὲ τούτῳ τὸ ἐναντίον· οἷον, ἐὰν λέγω „κλῖνον“, δύνανται τοῦ ὀνόματος τούτου ἀκούσαντες οἱ μὲν ἐπὶ δόρυ, οἱ δὲ ἐπ’ ἀσπίδα κλῖναι, καὶ ταραχὴν οὐκ ὀλίγην τὸ πρᾶγμα παρέξει. |
| 40 2 [5] | ἐπεὶ οὖν γένους τάξιν ἔχει τὸ εἰπεῖν „κλῖνον“, κελεύσαντα τὸ ἐπὶ δόρυ ἢ ἐπ’ ἀσπίδα δεήσει ἀντὶ τοῦ εἰπεῖν „κλῖνον ἐπὶ δόρυ“ εἰπεῖν „ἐπὶ δόρυ κλῖνον“, τοῦτ’ ἔστι προτάξαι τὸ εἶδος καὶ ἐπιφέρειν τὸ γένος· ὁμοῦ γὰρ πάντες τὸ αὐτὸ ποιήσουσι. καὶ ὁμοίως „μεταβαλοῦ“ ἢ „ἐξέλισσε“· πάλιν γὰρ ταῦτα γένους τάξιν ἔχει, διὸ τὰ εἴδη προτάξομεν, οἷον „ἐπὶ δόρυ μεταβαλοῦ“ ἢ „ἐπ’ ἀσπίδα μεταβαλοῦ“. |
| 40 4 [15] | διόπερ οὕτως παραγγελοῦμεν „τὸν Λάκωνα ἐξελίσσειν“ „τὸν Μακεδόνα ἐξελίσσειν“ „τὸν χόριον ἐξελίσσειν“· ἐὰν δὲ εἴπῃς „ἐξέλισσε τὸν Μακεδόνα“ ἢ „ἐξέλισσε τὸν Λάκωνα“, συμβήσεται, ἐὰν προτάξῃς τὸν ἐξελιγμόν, ἄλλους ἄλλο τι εἶδος ποιήσειν τοῦ ἐξελιγμοῦ· τούτου δὴ χάριν φυλακτέον τὰς εἰρημένας ἀμφιβολίας καὶ τὰ εἴδη προτάσσειν τῶν γενῶν. — — — διὸ δεῖ πρὸ πάντων παραγγέλλειν σιωπὴν κελεύσαντα προσέχειν τῷ παραγγελλομένῳ, ὅπερ καὶ Ὅμηρος ἐν τοῖς μάλιστα ἐσημειώσατο· ἡγεμόνες δὲ μάλιστα δαήμονες ἐστιχοώντο νωλεμέως πόλεμόνδε, κέλευσε δὲ οἷσιν ἕκαστος ἡγεμόνων, οἱ δ’ ἄλλοι ἀκὴν ἔχον (οὐδέ κε φαίης τόσσον λαὸν ἕπεσθαι ἔχοντ’ ἐν στήθεσιν αὐδήν) σιγῇ δειδιότες σημάντορος ἀνδρὸς ἐνιπήν. |
| 41 1 [10] | καί· οἳ δ’ ἄρ’ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοί, ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν. τῶν δὲ βαρβάρων τὴν ἀκοσμίαν ὄρνισιν ἀπεικάζει εἰπών· τῶν δ’ ὥστ’ ὀρνίθων πετεηνῶν ἔθνεα πολλά, χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων, Ἀσίῳ ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμεναι πτερύγεσσιν, κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών· ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει, οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ’ ἴα γῆρυς· καὶ ἐν ἄλλοις· αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι, Τρῶες μὲν κλαγγῇ ἐνοπῇ τ’ ἴσαν, ὄρνιθες ὥς· οἳ δ’ ἄρ’ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοί, ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν. |
| 42 1 [5] | Ἄγε εἰς τὰ ὅπλα. Παράστητε παρὰ τὰ ὅπλα. Ὁ σκευοφόρος ἀποχωρείτω τῆς φάλαγγος. Σίγα καὶ πρόσεχε τῷ παραγγελλομένῳ. Ὑπόλαβε, ἀνάλαβε. Διάστηθι. Ἄνω τὰ δόρατα. Στοίχει, ζύγει, παρόρα ἐπὶ τὸν ἡγούμενον. Τὸν ἴδιον λόχον ὁ οὐραγὸς ἀπευθυνέτω. Συντήρει τὰ ἐξ ἀρχῆς διαστήματα. Ἐπὶ δόρυ κλῖνον, πρόαγε, ἔχου οὕτως, εἰς ὀρθὸν ἀπόδος. Ἐπ’ ἀσπίδα κλῖνον, πρόαγε, ἔχου οὕτως. Ἐπὶ δόρυ μεταβαλοῦ, πρόαγε, ἔχου οὕτως. Ἐπ’ ἀσπίδα μεταβαλοῦ, πρόαγε, ἔχου οὕτως. Τὸ βάθος διπλασίαζε, ἀποκατάστησον. Τὸ μῆκος διπλασίαζε, ἀποκατάστησον. Τὸν Λάκωνα ἐξέλισσε, ἀποκατάστησον. Τὸν Μακεδόνα ἐξέλισσε, ἀποκατάστησον. Τὸν χόριον ἐξέλισσε, ἀποκατάστησον. Ἐπὶ δόρυ ἐπίστρεφε, ἀποκατάστησον. Ἐπὶ δόρυ περίσπα, ἀποκατάστησον. Ἐπὶ δόρυ ἐκπερίσπα, ἀποκατάστησον. Ἐπ’ ἀσπίδα ἐκπερίσπα, ἀποκατάστησον. Αὗταί σοι παρὰ τοῦ τακτικοῦ καθηγήσεις ἐλέχθησαν, σωτηρίαν τοῖς χρωμένοις αὐταῖς πορίζουσαι καὶ τοῖς ἐναντίοις ἧτταν ἐπάγουσαι. |