eul_wid: bhw-ab
ΜαρτυρίαιTestimonies
Scylax of Caryanda Testimonies PDF
| 3c,709,T 1 | SUDA s.v. Σκύλαξ· Καρυανδεύς (πόλις δ’ ἐστὶ τῆς Καρίας πλησίον Ἁλικαρνασσοῦ τὰ Καρύανδα)· μαθηματικὸς καὶ μουσικός. Περίπλουν τῶν ἐκτὸς τῶν Ἡρακλέους στηλῶ ν · Τὰ κατὰ Ἡρακλείδην τὸν Μυλασσῶν βασιλέα· Γῆς Περίοδον· Ἀντιγραφὴν πρὸς τὴν Πολυβίου ἱστορίαν. |
| 3c,709,T 2a | STRABON 14, 2, 20: ἐν δὲ τῶι μεταξὺ Καρύανδα λιμὴν καὶ νῆσος 〈καὶ πόλισ〉 ὁμώνυμος ταύτηι, ἣν ὤικουν Καρυανδεῖς· ἐντεῦθεν δ ’ ἦν καὶ Σκύλαξ ὁ παλαιὸς συγγραφεύ ς . |
| 3c,709,T 2b | STEPH. BYZ. s.v. Καρύανδα· πόλις καὶ λιμὴν ὁμώνυμος, πλησίον Μύνδου καὶ Κῶ· Ἑκαταῖος (1 F 242) Καρύανδαν αὐτήν φησι ... ἐντεῦθεν ἦν καὶ Σκύλαξ ὁ παλαιὸς λογογράφο ς . |
| 3c,709,T 3a | HERODOT. 4, 44: τῆς δὲ Ἀσίης τὰ πολλὰ ὑπὸ Δαρείου ἐξευρέθη, ὃς βουλόμενος Ἰνδὸν ποταμόν, ὃς κροκοδείλους δεύτερος οὗτος ποταμῶν πάντων παρέχεται, τοῦτον τὸν ποταμὸν εἰδέναι τῆι ἐς θάλασσαν ἐκδιδοῖ, πέμπει πλοίοισι ἄλλους τε τοῖσι ἐπίστευε τὴν ἀληθείην ἐρέειν καὶ δὴ καὶ Σκύλακα ἄνδρα Καρυανδέ α . (2) οἱ δὲ ὁρμηθέντες ἐκ Κασπατύρου (?) τε πόλιος καὶ τῆς Πακτυικῆς γῆς ἔπλεον κατὰ ποταμὸν πρὸς ἠῶ τε καὶ ἡλίου ἀνατολὰς ἐς θάλασσαν, διὰ θαλάσσης δὲ πρὸς ἑσπέρην πλέοντες τριηκοστῶι μηνὶ ἀπικνέονται ἐς τοῦτον τὸν χῶρον ὅθεν ὁ Αἰγυπτίων βασιλεὺς τοὺς Φοίνικας τοὺς πρότερον εἶπα (4, 42) ἀπέστειλε περιπλώειν Λιβύην. (3) μετὰ δὲ τούτους περιπλώσαντας Ἰνδούς τε κατεστρέψατο Δαρεῖος καὶ τῆι θαλάσσηι ταύτηι ἐχρᾶτο. οὕτως καὶ τῆς Ἀσίης πλὴν τὰ πρὸς ἥλιον ἀνίσχοντα τὰ ἄλλα ἀνεύρηται ὅμοια παρεχομένη τῆι Λιβύηι. |
| 3c,709,T 3b | STRABON 2, 3, 4 p. 98: μνησθεὶς δὲ (Poseidonios 87 F 28) τῶν περιπλεῦσαι λεγομένων τὴν Λιβύην, Ἡρόδοτον μὲν οἴεσθαί φησιν ὑπὸ Δαρείου πεμφθέντας τινὰς τελέσαι τὸν περίπλουν ... ἀμάρτυρα δὲ ταῦτ’ εἶναι φήσας. |
| 3c,709,T 4 | SCHOL. PS. SKYLAX Peripl. § 1: Σκύλαξ ὁ Καρυανδεὺς ἀρχαιότατος μέν ἐστιν ἀνή ρ , τῶν δὲ πλείστων ἔτι μερῶν τῆς καθ’ ἡμᾶς οἰκουμένης καὶ τῆς ἔνδον Ἡρακλείων στηλῶν θαλάσσης παρὰ τῶν πολλῶν ἀγνοουμένων, περίπλουν τῆς οἰκουμένης ἀναγράψαι προείλετο. τὰ μὲν γὰρ τῆς ἑώιας Ἀλέξανδρος ὁ Μακεδὼν δῆλα τοῖς ἀνθρώποις πάντα κατέστησε, τὰ δὲ τῶν ἑσπερίων ἐθνῶν ἡ Ῥωμαίων ἀνδρεία πολέμωι τούτων κρατήσασα. τῆς μὲν οὖν ἀκριβοῦς γνώσεως τῶν τόπων ἁπάντων διὰ τὰς εἰρημένας αἰτίας οὐκ ἴσχυσεν ἐφικέσθαι, μέρη δὲ πλεῖστα καλῶς καὶ ἀκολούθως περιέπλευσεν, ὥσπερ τὸν Ἰόνιον ἤτοι Ἀδρίαν κόλπον, καὶ προσέτι γε τὴν Ἀττικὴν καὶ τὴν Πελοπόννησον πᾶσαν μετὰ τῶν ἐνοικούντων ἐθνῶν, ἔτι μὴν ἕτερα μέρη τῆς θαλάσσης καὶ τῶν προσοικούντων αὐτῆι σαφῶς παραστήσας. δοκεῖ δέ πως καὶ αὐτὸς τῆς ἀγνοίας τῶν πλείστων τόπων τὴν βραχυλογίαν ὥσπερ ἀπολογίαν τινὰ πεποιῆσθαι, δι’ ὀλίγων σφόδρα χωρίων τὰ πλεῖστα τοὺς ἐντυγχάνοντας ἢ ἀναζητεῖν ἢ εἰδέναι βουλόμενος. τῆς δὲ ἀρχαιότητος τοῦ ἀνδρὸς ἐναργὲς γνώρισμα τὸ μήτε Ἀλέξανδρον εἰδέναι τῶν Μακεδόνων βασιλέα μήτε 〈τινὰ〉 τῶν ὀλίγον ἔμπροσθεν ἐκείνου χρόνου, ὥστε οὐκ ἄν τις ἁμάρτοι θαύματος ἄξιον ἡγούμενος τὸν ἄνδρα τῶν πλείστων ἐφικέσθαι δυνηθέντα. Αἴλιος Δῖος ἐν τῶι Περὶ Ἀλεξανδρείας βιβλίωι πρώτωι (629 F 1) φησὶν ὅτι Δαρείωι προσεφώνησε Σκύλαξ τὸ φρόντισμ α . |
| 3c,709,T 5 | AVIEN. Or. mar. 32: interrogasti, si tenes, Maeotici / situs quis esset aequoris. Sallustium / noram id dedisse ... ad eius igitur inclytam / descriptionem ... multa rerum iunximus / ex plurimorum sumpta commentariis. / Hecataeus istic quippe erit Milesius (1) / Hellanicusque Lesbius (4), Phileus quoque / Atheniensis (V), Caryandaeus Scyla x , / Pausimachus (V) inde, prisca quem genuit Samos, / quin et Damastus (5) nobili natus Sige, / Rhodoque Bacoris (V) ortus, Euctemon (V) quoque / popularis urbis Atticae, Siculus Cleon (V), / Herodotus ipse Thurius, tum qui decus / magnum loquendi est Atticus Thucydides. |
| 3c,709,T 6 | MARCIAN. Epit. Peripl. Menipp. 2: γράφω δὲ ταῦτα πολλοῖς μὲν ἐντυχὼν περίπλοις ..... οἱ γὰρ δὴ δοκοῦντες ταῦτα μετὰ λόγων ἐξητακέναι Τιμοσθένης ὁ Ῥόδιός (V) ἐστιν, ἀρχικυβερνήτης τοῦ δευτέρου Πτολεμαίου γεγονώς, καὶ μετ’ ἐκεῖνον Ἐρατοσθένης (V) ..., πρὸς δὲ τούτοις Πυθέας τε ὁ Μασσαλιώτης (V) καὶ Ἰσίδωρος ὁ Χαρακηνὸς (781) καὶ Σώσανδρος ὁ κυβερνήτης 〈ὁ〉 τὰ κατὰ τὴν Ἰνδικὴν γράψας (714) Σιμμέας τε (V) ὁ τῆς οἰκουμένης ἐνθεὶς τὸν περίπλουν, ἔτι μὴν Ἀπελλᾶς ὁ Κυρηναῖος (V) καὶ Εὐθυμένης ὁ Μασσαλιώτης (V) καὶ Φιλέας ὁ Ἀθηναῖος (V) καὶ Ἀνδροσθένης ὁ Θάσιος (711) καὶ Κλέων ὁ Σικελιώτης (V) Εὔδοξός τε ὁ Ῥόδιος (79 T 2) καὶ Ἄννων ὁ Καρχηδόνιος (V), οἱ μὲν μερῶν τινων, οἱ δὲ τῆς ἐντὸς πάσης θαλάττης, οἱ δὲ τῆς ἐκτὸς περίπλουν ἀναγράψαντες. οὐ μὴν ἀλλὰ καὶ Σκύλαξ ὁ Καρυανδεὺς καὶ † Βωτθαῖος· οὗτοι δὲ ἑκάτεροι διὰ τῶν ἡμερησίων πλῶν, οὐ διὰ τῶν σταδίων τὰ διαστήματα τῆς θαλάσσης ἐδήλωσαν. καὶ ἕτεροι δὲ πλείους εἰσίν, οὓς περιττὸν οἶμαι καταριθμεῖν. |