eul_wid: ycy-afe
DOI 10.5281/zenodo.20335421

Scholia on Sophocles: On Trachiniae by Scholia on Sophocles

ΕΙΣ ΤΡΑΧΙΝΙΑΣ.

λόγος μέν ἐστʼ ἀρχαῖος ὁ τρόπος ἀναχρονισμός· μεταγενέστερος γὰρ ὁ Σόλων. φασὶν Ἀθηναίους αἰτήσασθαι Σόλωνα νόμου γραφήν, τὸν δὲ δεδιότα τὸ ἁψίκορον αὐτῶν ὅρκον αἰτῆσαι αὐτοὺς ἐπιμεῖναι δεκαετίαν, παρευλαβούμενον δὲ μήποτε μένοντα ἀναγκάσωσι μεταθεῖναί τι τῶν νομίμων ἀναχωρῆσαι πρὸς Λυδοὺς καὶ Κροῖσον· δεξάμενος δὲ αὐτὸν ὁ Κροῖσος δείκνυσι πάντα τὸν πλοῦτον καὶ στρατιώτας ἐν ὅπλοις χρυσοῖς βωμόν τε Ἀπόλλωνος ὁλόχρυσον, καυχώμενος δὲ ἠρώτα αὐτὸν τίς πάντων ἀνθρώπων εὐδαιμονέστερος, ὁ δὲ ἔφη Κλέοβιν καὶ Βίτωνα· λυπηθεὶς δὲ ὁ βασιλεὺς ἠρώτα τὸν τὰ δεύτερα φέροντα, τούτου δὲ πάλιν ἕτερον προβαλομένου ἠγανάκτησε Κροῖσος ἐπεὶ μηδὲ τὰ δεύτερα τῆς εὐδαιμονίας αὐτῷ δέδωκεν· ὁ δὲ Σόλων συνεὶς τὴν λύπην ἀπεφήνατο ὅτι τέλος ὅρα μακροῦ βίου· φασὶ δὲ αὐτοῦ τὸ τηνικαῦτα πόλεμον αἰρομένου πρὸς Πέρσας χρησθῆναι παρὰ τοῦ θεοῦ Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει· ὁ δὲ νομίσας περὶ τῆς Περσῶν ἀρχῆς αὐτὸν λέγειν ἐπολέμησεν καὶ ἡττηθεὶς ἐν πυρὶ βέβληται ὑπὸ Κύρου, καιόμενος δὲ Σόλωνα ἐπεκαλεῖτο· Ἀπόλλων δὲ ὄμβρον ἐπιβαλὼν ἔσβεσε τὸ πῦρ, Κύρου δὲ ἐρωτήσαντος διηγήσατο αὐτῷ τὸ ἀπόφθεγμα τοῦ φιλοσόφου ὅθεν θαυμάσας τε καὶ ἐννοήσας τὸ τῆς τύχης ἄδηλον μετὰ τιμῆς ἀπέπεμψεν Κροῖσον.

ἐγὼ δὲ τὸν ἐμόν ἐγώ, φησί, τὸν ἐμὸν αἰῶνα καὶ πρὸ θανάτου διέγνωκα βαρὺν ὄντα καὶ ἀπεχθῆ καὶ δυστυχῆ.

ἐν Πλευρῶνι πόλις Αἰτωλίας.

νυμφίων ὄκνον νυμφίων ἀντὶ τῶν νυμφευμάτων καὶ μνηστευμάτων, ὄκνον δὲ τὸν φόβον· Ὅμηρος ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν· εἰ δὲ γράφεται ὄτλον τὴν ταλαιπωρίαν ἢ τὸ μεμορημένον καὶ πεπρωμένον· Καλλίμαχος κενεὸν πόνον ὀτλήσαντες.

γράφε ὄτλον· ἡδεῖα δὲ ἡ φράσις καὶ ἡ ἱστορία.

ἑλικτός διὰ τὸ σκολιὸν τῶν ῥευμάτων.

βούκρανος οἱ ποταμοὶ βούκρανοι διετυποῦντο ἢ ὅτι μυκηθμῷ εἰσι παραπλήσιοι περὶ τὰς ἐκβολάς· Ὅμηρος τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠύτε ταῦρος· ἢ ὅτι σχίζουσι τὴν γῆν ὡς βόες· ἢ διὰ τὸ τὰς κατανομὰς παρὰ ποταμοὺς εἶναι.

ἐκ δὲ δασκίου γενειάδος ὁ νοῦς, ἐκ δὲ τῆς δασύτριχος γενειάδος αὐτοῦ κατέρρει πλῆθος ὑδάτων ὡς ἀπὸ κρήνης· παροιμία ἐκ πολλοῦ εἰρημένη.

κρηναίου ποτοῦ λείπει τὸ ὡς, ὡς ἀπὸ κρήνης.

ὁ κλεινὸς ἦλθε Ζηνός τοῦτο γὰρ ἦν παρὰ Οἰνέως ὡρισμένον, τῷ νικῶντι Ἀχελῷον αὐτὴν δώσειν.

ἐκλύεταί με ἀντὶ τοῦ ἀπαλλάττει με καὶ ἐλευθεροῖ τοῦ φόβου τοῦ Ἀχελῴου περιγενόμενος.

καὶ τρόπον μὲν ἂν πόνων τὸν τρόπον τῆς πρὸς ἀλλήλους αὐτῶν μάχης οὐκ ἂν διείποιμι — ἐδεδοίκει γάρ —, ἐκεῖνος δʼ εἴποι ὃς ἄφοβος αὐτῶν τὴν μάχην θεωρῶν ἐκάθητο· Ὅμηρος ἔνθα κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθὼν ὅς τις ἔτʼ ἄβλητος.

θώκων θᾶκος ἡ καθέδρα.

ἐγὼ γὰρ ἥμην δασέως ἵνα συνάδῃ τῷ ἀλλʼ ὅστις ἦν θακῶν ἀταρβὴς τῆς θέας· οἱ δὲ ψιλῶς ἀντὶ τοῦ ὑπῆρχον.

μή μοι τὸ κάλλος μὴ διὰ τὸ κάλλος ἀλγηδόνι περιπέσω τῷ Ἀχελῴῳ γαμηθεῖσα.

τέλος δʼ ἔθηκε Ζεὺς ἀγώνιος ὁ πρύτανις τοῦ ἀγῶνος· τὸ δὲ ὅλον οὕτως ἔχει, ὁ ἀγώνιος Ζεὺς εὐτυχῶς τῷ ἀγῶνι τέλος ἐπέθηκεν, ἐμοὶ δὲ οὐκ εὐτυχῶς, εὐτυχῶς μὲν ὅτι ἀπήλλαξέ με τοῦ Ἀχελῴου οὐκ εὐτυχῶς δὲ ὅτι καὶ νῦν οὐχ ἧττον ἀγωνιῶ διὰ τὴν Ἡρακλέους ἀπουσίαν.

λέχος γὰρ Ἡρακλεῖ κριτόν ἀντὶ τοῦ ἔκκριτον.

ξυστᾶσʼ ἀντὶ τοῦ συνελθοῦσα· τρέφω δὲ ἀντὶ ἔχω, αὔξω. διὰ τὸ καὶ νῦν περὶ Ἡρακλέους ἀγωνιᾶν.

προκηραίνουσα ἀγωνιῶσα, μεριμνῶσα κατὰ τὸ κέαρ ὅ ἐστιν ἐν βάθει βουλευομένη· καὶ Εὐριπίδης τί ποτʼ, ὦ τέκνον, τάδε κηραίνεις;

νὺξ γὰρ εἰσάγει ἀντὶ νυκτὸς ἔρχεται καὶ νυκτὸς ἐξορμᾶται ὡς μὴ διαδοχήν μοι τῶν πόνων γενέσθαι.

γῄτης γεωργός, ὁ τὴν γῆν ἐργαζόμενος· ἔκτοπον δὲ ἔξω καὶ πόρρω οὖσαν.

λατρεύοντά τῳ ὑπηρετοῦντα τῷ Εὐρυσθεῖ.

ὑπερτελής ἀντὶ ὑπὲρ τὸ τέλος γέγονεν οἷον τοῦ τέλους τῶν ἄθλων κρείττων ὤφθη κατορθώσας αὐτούς· ἢ ὑπέρτερος αὐτῶν ἐστιν, ἐγκρατὴς καὶ ὑπεράνω.

ἐν Τραχῖνι πόλις Θετταλίας εἰς ἣν Ἡρακλῆς κατῴκησεν διὰ τὸν τοῦ Ἰφίτου φόνον κατὰ τὸν νόμον.

ξένῳ παρʼ ἀνδρί τῷ Κήυκι ὃς ἦν παῖς Ἀμφιτρύωνος ἀδελφοῦ· καὶ Ἡσίοδος Τρηχῖνα δέ τοι παρελαύνω ἐς Κήυκα ἄνακτα.

αὐτοῦ ἀντὶ ὑπὲρ αὐτοῦ.

σχεδὸν δʼ ἐπίσταμαι ὑποπτεύω, ὑπονοῶ, οἴομαι.

ἀκήρυκτος μένει ἄσημος, οὐ μηνυόμενος ὅπου πότʼ ἐστιν· ὃν οὐδεὶς ἐλθὼν κηρύττει καὶ ἀπαγγέλλει ποῦ πότʼ ἐστιν.

δέλτον λιπὼν ἔστειχε ὡς τοῦ Ἡρακλέους τύπον διαθήκης γράψαντος εἰς δέλτον καὶ καταλελοιπότος εἰ μὴ ἔλθοι διὰ τοσούτου χρόνου γνῶναι αὐτὸν τελευτῶντα καὶ μετὰ τοὺς ιεʹ μῆνας ἀναγνοῦσαν ποιῆσαι αὐτὴν τὰ ἐντεταλμένα.

θεοῖς ἀρῶμαι εὔχομαι μηδὲν λυπηρὸν ἐγγεγραμμένον ἔχουσαν λαβεῖν πημονῆς ἄτερ.

πανδάκρυτʼ ὀδύρματα διὰ πανδακρύτων ὀδυρμάτων ὡς τὸ διά τʼ ἔντεα καὶ μέλαν αἷμα.

φρενοῦν νουθετεῖν, εἰς φρόνησιν ἄγειν.

τὸ σόν τὸ σοὶ συμφέρον ἢ τόσον ἀντὶ τοῦ ὀλίγον.

πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις ἦσαν γὰρ αὐτῇ παῖδες ἐξ Ἡρακλέους Ὕλλος, Κτήσιππος, Γλῆνος, Ὀνείτης· ἔστι δὲ Ἡρακλεῖ καὶ ἕτερος Ὕλλος ἐκ Μελίτης.

εἰ πατρὸς | νέμοι τινʼ ὤραν ὤραν φροντίδα· καὶ Ἡσίοδος ὤρη γάρ τʼ ὀλίγη πέλεται· ὁ δὲ νοῦς, ἵνα μάθῃς εἰ φροντίζει τοῦ πατρὸς ὑπὲρ τοῦ δοκεῖν καλῶς διαπράττεσθαι.

ἀρτίπους θρῴσκει ὅ ἐστιν ἀρτίως καὶ ἡρμοσμένως τῷ καιρῷ πορεύεται.

πρὸς καιρὸν κατὰ καιρόν.

τἀνδρὶ τῷ Ὕλλῳ.

ἀγεννήτων δυσγενῶν.

ἐλεύθερον σπουδαῖον καὶ ἐλευθέρῳ πρέποντα.

εἰ διδακτά μοι εἰ προσήκει μοι μαθεῖν.

ἐξενωμένου ἐν ξένῃ διατρίβοντος.

ἱδρῦσθαι διάγειν.

τὸν μὲν παρελθόντʼ ἄροτον ἀντὶ τοῦ ἐνιαυτόν· ἅπαξ γὰρ τοῦ ἔτους ἀροτριᾶται ἡ γῆ.

Λυδῇ γυναικὶ τῇ Ὀμφάλῃ.

λάτριν δοῦλον.

πονεῖν ὑπηρετεῖν.

πᾶν τοίνυν εἰ καὶ τοῦτʼ ἔτλη ἀκούσεται τοίνυν τις ὅτι Ἡρακλῆς πᾶν αἰσχρὸν ὑπέμεινεν εἰ ἀληθῶς ὑπέστη τὸ δουλεύειν τῇ Ὀμφάλῃ.

ἐξαφεῖται ἀφείθη, ἀπηλλάγη τοῦ δουλεύειν.

Εὐβοῖδα χώραν ἔνιοί φασι καὶ Θεσσαλίας εἶναι Οἰχαλίαν, οὐδὲν δὲ ἄτοπον συνωνυμεῖν.

τῆσδε τῆς χώρας τῆς Εὐβοίας.

ὥς οἱ τελευτὴν τοῦ βίου ἔλεγεν, φησίν, ὅτι ἐν Οἰχαλίᾳ τεθνήξομαι ἢ σῳθεὶς εὐδαιμονήσω τὸν ἐπίλοιπον χρόνον.

ἐν οὖν ῥοπῇ τοιᾷδε ἐν κινδύνῳ καὶ ἐπὶ ξυροῦ ἀκμῆς ἱσταμένῳ οὐ πορεύσῃ συλληψόμενος αὐτῷ καὶ συναγωνιούμενος;

ξυνέρξων τῷ πατρί.

εἰ δὲ καὶ ἠπιστάμην ἢ προηκηκόειν, φησίν, ὅτι ταῦτα προεῖπεν πάλαι ἂν ἐγὼ συμπαρήμην αὐτῷ.

χώρει νῦν, ὦ παῖ καὶ νῦν, φησίν, ὦ παῖ, ἄπιθι· καὶ γὰρ τὸ βραδέως τὰ δέοντα ποιεῖν ἐπειδὰν ἀκούσῃ τις κέρδος ἀποφέρεται τουτέστι καὶ εἰ βραδέως ἤκουσας καὶ ὠφελήσεις αὐτὸν παραγενόμενος κέρδος σοι ἔσται.

αἰόλα νύξ μέλαινα ὡς οἱ νεώτεροι· ἢ ποικίλη διὰ τὰ ἄστρα ἡ νὺξ ἢ ταχεῖα διὰ τὸ νυκτὶ θοῇ παρʼ Ὁμήρῳ· τίκτει δὲ ἀντὶ τοῦ ἀνατέλλειν ποιεῖ.

φλογιζόμενον ἀντὶ τοῦ λάμποντα.

Ὅμηρος Ἠέλιος ὃς πάντʼ ἐφορᾷ.

αἰτῶ παρακαλῶ.

τὸν Ἀλκμήνης λείπει παῖδα.

πόθι λείπει οἰκεῖ, διατρίβει.

ἢ ποντίους αὐλῶνας τοὺς παρὰ θάλατταν τόπους στενούς, ἐκ δὲ τούτου τὰ πελάγη φησίν· ἆρα οὖν ἐν θαλάττῃ ἐστίν; ἢ ἀντὶ τοῦ νήσους· αὐλὼν γὰρ τὸ στενόμακρον πέλαγος, ἀπὸ δὲ τοῦ πελάγους τὸ περιεχόμενον ὑπʼ αὐτοῦ δηλοῖ ὅ ἐστι τὰς νήσους.

ἢ δισσαῖσιν ἀπείροισιν ἀντὶ τοῦ καὶ πρὸς τὰ ἑῷα καὶ δυτικά.

ὦ κρατιστεύων ὦ νικῶν πάντας τοὺς θεοὺς κατὰ τὸ ὀπτικόν· καὶ Ὅμηρος ὃς πάντʼ ἐφορᾷ.

ποθουμένᾳ ἀντὶ τοῦ ποθούσῃ.

τὰν ἀμφινεικῆ Δηιάνειραν τὴν περιμάχητον· πυνθάνομαι, φησί, τὴν ἀμφινεικῆ Δηιάνειραν μηδέποτε τοὺς ὀφθαλμοὺς ἀδακρύτους ἔχειν ἀλλʼ ἀεὶ τῷ πόθῳ τῶν δακρύων νικωμένην ὀδύρεσθαι· ἀθλίαν δʼ ὄρνιν τὴν ἀλκυόνα φησὶν ἣ τίκτει ἐν ταῖς ὑφάλοις πέτραις εἶτα τῶν ὠῶν ἀφανιζομένων δακρύει.

λείπει ἡ διά.

οἷα ἐπιρρηματικῶς.

ἄθλιον ὄρνιν γράφε ἅλιον ὄρνιν, ἀλκυόνα· ἢ ἀηδόνα.

οὔποτʼ εὐνάζειν τὸν πόθον τῶν δακρύων κοιμίζειν ἀλλʼ ἡττᾶσθαι καὶ ἀεὶ δακρύειν.

ἀδακρύτων πολυδακρύτων.

ἀλλʼ εὔμναστον ἀνδρός ἀλλὰ τὸ δεῖμα τὸ ὑπὲρ τοῦ ἀνδρὸς ἀεὶ μνημονεύουσαν ἐν ταῖς ἀνάνδροις κοίταις τρύχεσθαι κατὰ ψυχήν.

ἐνθυμίοις εὐναῖς ταῖς μεριμνητικαῖς, ταῖς πολυφροντίστοις, ἀνανδρώτοισι δὲ ταῖς ἐρήμοις τοῦ ἀνδρός.

τὸ πολλὰ πρὸς τὸ κύματα.

ὥστʼ ἀκάμαντος | ἢ νότου ὥσπερ γὰρ ἄν τις θεωροίη κυματουμένην τὴν θάλατταν ἢ νότου πνέοντος ἢ βορέου, τῶν δὲ κυμάτων τὰ μὲν ἐπιόντα τὰ δὲ ἀπερχόμενα οὕτως καὶ τὸν Ἡρακλέα καθάπερ τι πέλαγος κακῶν τὸ μὲν παρὸν λυπεῖ τὸ δʼ αὐξόμενον ἀπόκειται.

Καδμογενῆ τὸν Θηβαγενῆ Ἡρακλέα· Ἡσίοδος ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη.

τρέφει, τὸ δʼ αὔξει ἀντὶ τροφῆς καθημερινῆς καὶ αὐξήσεώς εἰσιν αὐτῷ οἱ πόνοι.

τρέφει ἀντὶ ἔχει, τὸ δὲ αὔξει ἀντὶ τοῦ αὔξεται· οὕτω φησί, τὸ μὲν τῶν κακῶν ἔχει αὐτὸν τὸ δὲ αὔξεται κατʼ αὐτοῦ. ἄλλως: τρέφει ἀντὶ τοῦ τρίβει κατὰ ἀντίφρασιν· ἔστι γὰρ οὕτω, τὸ μὲν αὐτὸν καταπονεῖ παρὸν τὸ δʼ αὔξει καὶ κορυφοῦται· ἢ ὅτι οἰκεῖον τοῦ ἥρωος τὸ τρέφει καὶ αὔξει ὥστε τρέφεσθαι αὐτοῦ τὴν ἀρετὴν διὰ τῶν πόνων ὡς Ἰσοκράτης «οἷς τοῦ βίου ἀρετὴ τηλικοῦτον εὐδοξίας χαρακτῆρα ἐχαρίζετο»· βίου δὲ πέλαγος τὸν χειμαζόμενον βίον.

πέλαγος | Κρήσιον ὡς πάνυ χειμαζομένης τῆς περὶ Κρήτην θαλάσσης.

ἀλλά τις θεῶν θάρρει, φησίν, ὦ Δηιάνειρα· θεῶν γάρ τις αὐτὸν ἀναμάρτητον καὶ δίκαιον ὄντα κωλύει ἀπὸ τοῦ Ἅιδου· ἢ ἀναμπλάκητον ἐπιτυχῆ παρὰ τὸ μὴ ἀναπλακεῖν οἷον κωλύει αὐτὸν μὴ ἐπιτυχεῖν τοῦ Ἅιδου.

ἀναμπλάκητον ἄπταιστον.

ὧν ἐπιμεμφομένας περὶ ὧν μεμφομένης ὅτι προσηκόντως ὀδύρῃ· θεοὶ γὰρ αὐτὸν σῴζουσιν.

ἁδεῖα μὲν ἀντία δʼ οἴσω οἷς περὶ τοῦ Ἡρακλέους φρονεῖς ἐρῶ· τὸ δὲ ἑξῆς ἐπάγει ὥστε μὴ χρῆναι αὐτὴν ἀποβάλλειν τὴν ἀγαθὴν ἐλπίδα περὶ αὐτοῦ· ἡδεῖα ὅτι φησὶν αὐτὸν ζῆν, ἀντία δὲ ὅτι τὸ ἐναντίον νομίζει Δηιάνειρα ὡς ἀποθανόντος αὐτοῦ.

ἀντία ἀντίον σοί.

οἴσω ἀντὶ λέξω.

οὐκ ἀποτρύειν οὐκ ἀπογνῶναι, οὐκ ἀποκάμνειν, οὐκ ἀποβάλλειν, οὐκ ἀποδοκιμάζειν.

ἀνάλγητα γὰρ οὐδʼ | ὁ πάντα κραίνων οὐδὲ γὰρ ἄλυπα τοῖς ἀνθρώποις ὁ Ζεὺς τὰ πράγματα πεποίηκε· δοιοὶ γάρ τε πίθοι· οἷον συμμιγνύουσιν οἱ θεοὶ τὰ πράγματα τοῖς ἀνθρώποις πήματι καὶ χαρᾷ καὶ στρέφουσιν ὀξέως τὰ πράγματα ὥσπερ τὰς τῆς ἄρκτου στροφάς.

ἀλλʼ ἐπὶ πήματι καὶ χαρᾷ ἐπὶ χαρᾷ δὲ καὶ πήματι πᾶσι κυκλοῦσιν οἱ θεοί· πήμᾳ δὲ ἀντὶ πήματι κατὰ ἀποκοπήν.

ποτὲ μὲν ἐπὶ πήματι ποτὲ δὲ ἐπὶ χαρᾷ.

πᾶσι κυκλοῦσιν ἀντὶ κυκλοῦνται τὰ τῶν ἀνθρώπων πράγματα· ἢ τὸ κυκλοῦσιν ἐπὶ τῶν θεῶν.

οἷον ἄρκτου στροφάδες τὰς ἄρκτους παρέλαβεν ἐπεὶ διαφανεῖς τέ εἰσιν καὶ ἡσυχαιτέραν ποιοῦνται τὴν κίνησιν· καθόλου γὰρ ὀξύτερον τὰ νότια κινοῦνται διὰ τὸ μείζονα κύκλον ὁδεύειν· Ἄρατος αὐτοῦ καὶ κριοῖο θοώταταί εἰσι κέλευθοι.

στέρεσθαι ἀντὶ τοῦ λυπεῖσθαι καὶ στέρεσθαι χαρᾶς· τίνος δὲ στέρεσθαι; δῆλον ὅτι τοῦ χαίρειν.

ἃ καὶ σὲ τὰν ἄνασσαν ἅπερ καὶ σὲ λέγω χρῆναι φρονεῖν καὶ χρησταῖς ἐλπίσι βόσκεσθαι· ἢ οὕτως, ἃ καὶ σὲ βούλομαι φροντίζειν ὅτι τρέπονται καὶ ἐκ κακῶν ἐπὶ ἀγαθὰ τὰ ἀνθρώπινα.

Ζῆνʼ ἄβουλον δύσβουλον καὶ κακόβουλον, μὴ βουλευόμενον τοῖς ἰδίοις παισὶ τὸ συμφέρον διὸ μηδὲν φαῦλον περὶ Ἡρακλέους ἔλπιζε· οὐ γὰρ παρορᾷ τοῦ ἑαυτοῦ παιδὸς ὁ Ζεύς.

ἐξ ἀκοῆς ἐλήλυθας, τῶν ἐμῶν αἰσθομένη κακῶν.

τὸ γὰρ νεάζον ἐν τοιοῖσδε ἡ γὰρ νέα ἡλικία ἐν τοῖς τόποις τῆς ἀμεριμνίας βόσκεται· τὸ δʼ αὐτοῦ τινες ψιλοῦσιν καὶ νοοῦσιν αὐτόθι, ἔνιοι δὲ δασύνουσιν ἀντὶ τοῦ ἑαυτοῦ, τοῖς ἰδίοις ἑαυτοῦ τόποις ἀμερίμνως βόσκεται τὸ νεάζον καὶ οὔτε καύματι φθείρεται οὔτε ὑετῷ οὔτε ἀνέμων σφοδρότητι ἀλλὰ ταῖς ἡδοναῖς εἰς ὕψος εὐθυμίας αἴρεται· ἕως τις γαμηθῇ οὐδέν, φησί, ταράττει τὴν νέαν ἡλικίαν ἀλλʼ ὡς τεῖχος ἀρραγὲς οὐ φθείρεται ὑπό τινος οὕτως οὐδὲ ἡ νεότης ἐστηριγμένη ὑπὸ ἀμεριμνίας τῶν ἐν τῷ βίῳ κακῶν· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ.

οὐ θάλπος κ. ἑ. ἀντὶ οὐδεμία μεταβολή.

ἡδοναῖς—ἐξαίρει ταῖς εὐθυμίαις ἐξυψοῖ.

ἐς τοῦθʼ ἕως τις ἀντὶ παρθένου τὸ τηνικαῦτα ἐπειδὰν γαμηθείη τις εἰς τὰ καθʼ ἑαυτὴν ἀποβλέπουσα καὶ συνορῶσα ὡς ἔξω τῆς ἀμεριμνίας εἰς φροντίδας εἰσῆλθεν οἰκτείρει τὰ κατʼ ἐμέ.

ἡ πρὸς ἀντὶ τῆς ὑπέρ.

τὸ αὐτοῦ ὡς πρὸς τὸ νέον ἀποδέδωκεν.

πάθη μὲν οὖν δὴ πόλλʼ ἔγωγε τὰ μὲν ἄλλα πάθη τοῦ Ἡρακλέους πολλάκις ἀπωδυράμην ἓν δὲ νῦν εἰπεῖν βούλομαι οἷον οὐκ εἴρηκά πω.

ὅτι πρὸ πολλοῦ χρόνου χρησμὸς ἦν αὐτῷ δεδομένος.

νῦν δʼ ὡς ἔτʼ οὐκ ὤν ἀεὶ μὲν ἐξῄει ὡς ἐπὶ ὁμολογουμένῳ κατορθώματι νῦν δὲ ὡς τεθνηξόμενος ἐνετείλατό μοι ἵνα πρόνοιαν ἄλλου ἀνδρὸς ἐμαυτῇ ποιήσωμαι, εἶπε δὲ καὶ περὶ τῆς ἑκάστου τῶν τέκνων μερίδος.

χρεῖʼ ᾖ μʼ ἑλέσθαι κτῆσιν ἔλεγεν προσήκειν ἐμὲ λαβεῖν τὴν προῖκα καὶ τὰ δῶρα ἃ ὑπὲρ τοῦ λέχους ἐκτησάμην.

ἢ προνοεῖσθαι ἑτέρου ἀνδρὸς ἢ σῴζειν τὸ λέχος.

τοῦθʼ ὑπεκδραμόντα διαφυγόντα τὸν θάνατον.

τοιαῦτʼ ἔφραζε ἡ δέλτος τοιαῦτα ἔλεγεν παρὰ θεῶν εἱμάρθαι ὥστε τούτων θάτερον αὐτῷ τέλος ἔσεσθαι τῶν πόνων.

τῶν Ἡρακλείων τῶν ἑαυτοῦ πόνων τὸ τέλος· πολὺ δὲ τὸ τοιοῦτο εἶδος παρὰ ποιηταῖς.

Δωδῶνι δισσῶν ἐκ πελειάδων τὴν ἐν Δωδώνῃ τῆς Θεσπρωτίας φηγὸν ἐφʼ ᾗ δύο περιστεραὶ καθήμεναι ἐμαντεύοντο· ὡς ἀπʼ εὐθείας δὲ τῆς ἡ Δωδὼν ὡς Πλευρών· Ὅμηρος δὲ Δωδώνην εἶπεν. εἰς τὸ αὐτό: ὑπεράνω τοῦ ἐν Δωδώνῃ μαντείου δύο ἦσαν πέλειαι διʼ ὧν ἐμαντεύετο ὁ Ζεὺς ὡς Ἀπόλλων ἀπὸ τρίποδος· οἱ μὲν οὕτω λέγουσι θεσπίζειν οἱ δὲ οὕτω τὰς ἱερείας γραίας οὔσας· καὶ γὰρ τοὺς γέροντας οἱ Μολοσσοὶ πελίους ὀνομάζουσιν· Ἡρόδοτος δὲ ἐν βʹ φησὶ «Πελειάδες δέ μοι δοκέουσι κεκλῆσθαι πρὸς Δωδωναίων αἱ γυναῖκες διότι βάρβαροι οὖσαι ἐδόκουν ὁμοίως ὄρνισι φθέγγεσθαι, μετὰ δὲ χρόνον δοκοῦσιν ἀνθρωπίνῃ φωνῇ φθέγξασθαι» «ἐπείπερ ἐκ Θηβῶν Αἰγυπτίων ἦσαν». Εὐριπίδης τρεῖς γεγονέναι φησὶν αὐτάς, οἱ δὲ δύο καὶ τὴν μὲν εἰς Λιβύην ἀφικέσθαι Θήβηθεν εἰς τὸ τοῦ Ἄμμωνος χρηστήριον τὴν δὲ περὶ τὴν Δωδώνην ὡς καὶ Πίνδαρος Παιᾶσιν.

καὶ τῶνδε ναμέρτεια καὶ τῶν εἰρημένων ὑπὸ Ἡρακλέους ἀλήθεια νῦν ἀποβαίνει ἐν τῷ παρόντι χρόνῳ ὥστε ὁπότερον πραχθῆναι.

μένειν ἀντὶ τοῦ ζῆν.

εὐφημίαν νῦν ἴσχʼ εὔφημα φώνει.

πρὸς χαρὰν πρὸς ἡδονήν.

πρὸς χαρὰν λόγων πρὸς χάριν ἀπαγγελοῦντα, λόγων ἡδονὴν διδόντα· ἐκ τοῦ στεφάνου δὲ στοχάζεται ὅτι μέλλει χρηστὰ ἀπαγγέλλειν.

ὄκνου φόβου· Ὅμηρος ὀκνείω δʼ ἵππων.

τάχʼ ἀντὶ τοῦ εὐθέως.

ἐν βουθερεῖ λειμῶνι μέγα θέρος ἔχοντι ὅ ἐστι λήιον· τὸ γὰρ βου ἐπιτατικόν ἐστιν· ἢ τῷ σφόδρᾳ βαλλομένῳ καὶ θερομένῳ ἤγουν θερμαινομένῳ ὑπὸ τοῦ ἡλίου. ἄλλως: βουθερεῖ ἢ ὄνομα τοῦ λειμῶνος ἢ πολυθερεῖ· τὸ γὰρ βου ἐπιτατικόν ἐστιν· ὅ ἐστι πολλάκις θεριζομένῳ ἵνʼ εἴπῃ πολυφόρῳ ἢ ὑπὸ βοῶν θεριζομένῳ τοῖς ὀδοῦσι τουτέστι βοῦς τρέφοντι.

αὐτὸς δὲ πῶς ἄπεστιν εἰ εὐτυχεῖ ὁ Ἡρακλῆς πῶς ἄπεστιν ὁ Λίχας καὶ οὐκ ἦλθε ταχέως ἀπαγγέλλων;

οὐκ εὐμαρείᾳ χρώμενος οὐ ῥᾳστώνῃ, οὐ καταφρονήσει σοῦ ἄπεστιν ἀλλὰ κρινόμενος ὑπὸ τῶν πολιτῶν· τὸ δὲ οὐ πολλῇ ἀντὶ τοῦ οὐδὲ ὀλίγῃ· τινὲς δὲ οὕτως, οὐκ εὐχερείᾳ ἀντὶ τοῦ οὐκ ἔστιν αὐτῷ εὐχερὲς παραγενέσθαι.

Μηλιεὺς ἅπας λεώς Μηλιεῖς ἔθνος Θετταλικὸν πλησίον Τραχῖνος· Μηλία δὲ ἡ πόλις καλεῖται.

τὸ γὰρ ποθοῦν τὸ ποθούμενον.

μεθεῖτο ἀπολύσειεν.

οὐχ ἑκών, ἑκοῦσι δέ τοῖς Μηλιεῦσιν αὐτός, ὁ Λίχας, σύνεστιν οὐχ ἑκών· βούλεται γὰρ αὐτῶν ἀποστὰς ἐλθεῖν πρὸς σέ.

ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον τὸν ἀπόρθητον· συμβαλόντες γὰρ οἱ δυσμενεῖς δῃοῦσι τὰ χωρία· ἄμεινον δὲ τὸν ἀφιερωμένον θεοῖς καὶ ἀγεώργητον, ὃν οὐδὲ βοτὰ καταβόσκεται· τὰ δὲ τοιαῦτα χωρία ὀργάδας ἐκάλουν.

φωνήσατʼ, ὦ γυναῖκες ἀντὶ ὀλολύξατε καὶ βοήσατε χάριν ὁμολογοῦσαι τοῖς θεοῖς.

ὡς ἄελπτον ὄμμʼ ἐμοὶ | φήμης ὄμμα φήμης φησὶν αὐτὸν τὸν φανερῶς ἀπαγγείλαντα ἢ τὸ ἀπὸ τῆς φήμης φῶς· ἀνασχὸν δὲ ἀναφανέν, ἀνατεῖλαν ἐκ μεταφορᾶς τοῦ ἡλίου.

ἐφεστίοις ἀλαλαῖς ταῖς ἐπὶ τῶν θυσιῶν εὐχαῖς ἀντὶ ὁ πᾶς οἶκος Ἡρακλέους θυσίας καὶ εὐχὰς ποιείτω.

ὁ μελλόνυμφος εἴτέ τις μελλόνυμφός ἐστιν εἴτε γεγαμηκὼς ἡκέτω· κοινὴ γὰρ πάντων ἐστὶν εὐχή· ἡκέτω δὲ πᾶσα κλαγγὴ ἀρσένων τε καὶ θηλειῶν, κοινὴν εὐχὴν ποιησάτω.

τὸ κοινὸς Ἀττικόν ἐστιν ὡς κλυτὸς Ἱπποδάμεια.

προστάταν σωτῆρα.

ἀνάγετʼ, ὦ παρθένοι ἀνυμνεῖτε πάντες καὶ πᾶσαι τὸν σωτῆρα καὶ παιᾶνα Ἀπόλλωνα.

ἀνυμνεῖτε.

βοᾶτε τὰν ὁμόσπορον ἀνυμνεῖτε καὶ τιμᾶτε τὴν ἅμα τῷ Ἀπόλλωνι σπαρεῖσαν, τὴν ἐν Ὀρτυγίᾳ τιμωμένην· νύμφας δέ φησι τὰς Ὀρεστιάδας παρόσον ἐν τοῖς ὄρεσι διατρίβει ἡ Ἄρτεμις.

ἀμφίπυρον παρόσον ἀμφοτέραις ταῖς χερσὶ δᾳδουχεῖ ἡ αὐτὴ οὖσα τῇ Ἑκάτῃ.

ἀείρομαι οὐδʼ ἀπώσομαι μετεωρίζομαι ἐν τῷ χορεύειν εἰς τὸν ἀέρα καὶ ἄνω αἴρομαι· τὸ γὰρ μελιδάριον οὐκ ἔστι στάσιμον ἀλλʼ ὑπὸ τῆς ἡδονῆς ὀρχοῦνται.

τὸν αὐλόν, ὦ τύραννε ὦ αὐλὲ ἢ ὦ Ἡράκλεις ἢ ὦ Διόνυσε. ἄλλως: ὦ αὐλέ, τῆς ἐμῆς ψυχῆς τύραννε· ἐρεθίζει γὰρ ὁ αὐλὸς τὰς παρθένους πρὸς τὴν χορείαν· ἀντὶ τοῦ ὦ κρατῶν τῆς ἐμῆς φρενός· ἐν δὲ τῷ ταῦτα λέγειν ὀρχοῦνται ὑπὸ χαρᾶς.

ἰδού μʼ ἀναταράσσει | εὐοῖ μʼ εἰς Βακχικὴν ἅμιλλαν τουτέστι χορείαν παρορμᾷ με ὁ κισσός· τὸ δὲ ὑποστρέφων ἀντὶ τοῦ ἀπὸ λύπης εἰς ἡδονὴν μετάγων ἢ ὑποβάλλων.

ἀντίπρῳρα ἐναντία, ἀντικείμενα τοῖς προτέροις κακοῖς, ἀγαθά· ἢ ἀντιπρόσωπα, ὑπʼ ὄψιν ὁρώμενα· ὑποδεικνύουσι δὲ τὸν Λίχαν ἐρχόμενον.

χαρτὸν ἄξιον χαρᾶς.

κατʼ ἔργου κτῆσιν κατὰ τὴν τοῦ ἔργου πρᾶξιν τουτέστιν ἀξίως τῆς Ἡρακλέους ἀρετῆς προσφωνούμεθα ἀντὶ οἵων ἔδει τυχεῖν προσφωνημάτων τοὺς τὰ τοιαῦτα κατειργασμένους ἐτύχομεν.

ἀντὶ κατὰ τὴν ἀπαγγελίαν.

πατρῴας ἀντὶ τοῦ Ἑλλάδος· Ἀργεῖος γὰρ ὁ Ἡρακλῆς.

ὁρίζεται κατασκευάζει, ἵστησιν.

τέλη τʼ ἔγκαρπα τέλη θυσίας, ἔγκαρπα δὲ τὰ θυμιάματα ἀπὸ ἀνθῶν ἢ καρπῶν.

Κηναίῳ Διί Κήναιον Εὐβοίας ἀκρωτήριον ἀπὸ Κηναίου τοῦ Ἐλεφόρου.

εὐκταῖα φαίνων ἢ ʼπὸ μαντείας πότερον αὐτὸς εὐξάμενος καὶ ὑποσχόμενος ἐπὶ τῇ νίκῃ τοῦτο ποιεῖν ἢ ἀπὸ μαντείας θεοῦ τινος κελεύσαντος;

εὐχαῖς ὅθʼ ᾕρει κατʼ εὐχάς φησιν αὐτοῦ τελεῖσθαι τὰς θυσίας· ὅτε γὰρ ἐκράτησεν Οἰχαλίας εὐχαριστήριον τὰς θυσίας προσήγαγεν.

τοῦ ποτʼ εἰσὶ ἀντὶ τίνος εἰσὶ δεσπότου;

οἰκτραὶ γὰρ εἰ μὴ ξυμφοραί δυσγενεῖς γὰρ δοκοῦσιν εἶναι εἰ μὴ ἄρα με σφάλλουσιν αἱ κατʼ αὐτὰς συμφοραὶ τουτέστιν εἰ μὴ ἄρα διὰ τὴν τύχην ὑπεδύσαντο οἶκτον.

ταύτας ἐκεῖνος ἵνα τὰς μὲν αὐτὸς ἔχῃ τὰς δʼ ἀνιερώσῃ τοῖς θεοῖς.

ἦ κἀπὶ ταύτῃ τῇ πόλει ἆρʼ οὖν τὸν πολὺν τοῦτον καὶ ἀνάριθμον χρόνον τῶν ἡμερῶν ἐν τῇ Οἰχαλίᾳ διέτριψεν; ἄσκοπον δὲ πολύν, ὃν οὐκ ἄν τις ἐπιλογίσαιτο καὶ καταμάθοι διὰ τὸν χρόνον.

ἀνήριθμον ἀντὶ ἀναρίθμητον.

ἐμποληθεὶς πραθείς.

τοῦ λόγου δʼ οὐ χρὴ φθόνον μέμψιν· οὐ χρή, φησί, μέμφεσθαι οἷς ἂν πράξῃ ὁ Ζεύς· ἰδίῳ γὰρ λογισμῷ πάντα πράττει ὡς θέλει· ἢ οὕτως, οὐ χρὴ ἀηδῶς ἀκούειν τὸν λόγον ὅ ἐστιν ἐξευτελίζειν καὶ ψέγειν· ἢ οὐ χρὴ παραιτεῖσθαι λέγειν τὰ παρὰ Διὸς γινόμενα κἂν ᾖ χαλεπά.

ἐνιαυτὸν ὁ Ἡρόδωρος γʹ ἔτη λέγει.

ἐδήχθη ἐλυπήθη.

τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους τὸν αἴτιον καὶ σχεδὸν αὐτὸν ποιήσαντα τοῦ πάθους, λέγει δὲ τὸν Εὔρυτον.

πλεονάζει τὸ ἔτι.

ἡλίωσε τοὔπος ἐματαίωσεν, μάταιον εἶπεν τὸ ἔπος.

ἀλλʼ ὅθʼ ἁγνὸς ἦν ὅτε ἥγνισεν ἑαυτὸν ἀπὸ τοῦ φόνου ὅ ἐστιν ὅτε ἐπλήρωσε τὴν ὑπὲρ τοῦ φόνου δουλείαν.

ἐπακτὸν συμμαχικόν, οὐκ ἴδιον.

πόλιν τὴν Εὐρυτείαν τὴν Οἰχαλίαν.

ξένον φίλον.

ἐπερρόθησε σφοδρῶς ὕβρισεν· ἢ εἰς τὴν παιδοκτονίαν τῶν ἀπὸ Μεγάρας τέκνων ἢ ὅτι πολλαῖς πρῴην ὡμίλησεν γυναιξὶν ὡς Ἀπολλόδωρος.

ἀτηρᾷ φρενὶ ἀπηνεῖ καὶ σκληρᾷ γνώμῃ.

λέγων χεροῖν μέν λέγων αὐτὸν ἡττᾶσθαι τῶν αὑτοῦ τέκνων εἰ καὶ ἄφυκτα βέλη ἔχει.

τῶν ὧν τέκνων λίποιτο τοῦτο ἰδίως: οὐ γὰρ ἠλαζονεύσατο μόνον περὶ τῶν παίδων ἑαυτοῦ ἀλλὰ καὶ δῶρον τοξείας προθεὶς τὴν Ἰόλην νικήσαντι Ἡρακλεῖ οὐκ ἠγγύησεν· διαφωνεῖται δὲ ὁ τῶν Εὐρυτιδῶν ἀριθμός· Ἡσίοδος μὲν γὰρ δʹ φησιν ἐξ Εὐρύτου καὶ Ἀντιόχης παῖδας οὕτως ἡ δʼ ὑποκυσαμένη καλλίζωνος Στρατονίκη Εὔρυτον ἐν μεγάροισιν ἐγείνατο φίλτατον υἱόν· τοῦ δʼ υἱεῖς ἐγένοντο Δηίων τε Κλυτίος τε Τοξεύς τʼ ἀντίθεος ἠδʼ Ἴφιτος ὄζος Ἄρηος· τοὺς δὲ μέθʼ ὁπλοτάτην τέκετο ξανθὴν Ἰόλειαν Ἀντιόχη κρείουσα παλαιὸν γένος Ναυβολίδαο Κρεώφυλος δὲ βʹ, Ἀριστοκράτης δὲ γʹ, Τοξέα, Κλυτίον, Δηίονα.

ὡς ἐλευθέρου λείπει ἡ ὑπό, ὡς ὑπὸ ἐλευθέρου ἀνδρὸς ὑβρίζοιτο, λέγει δὲ τοῦ Εὐρυσθέως.

ἔρριψεν ἐκτὸς αὐτὸν τῆς οἰκίας αὐτὸν ἀπεώσατο.

ὧν ἔχων χόλον ὑπὲρ δὴ τούτων ὀργιζόμενος Ἡρακλῆς ἐφόνευσε τὸν Ἴφιτον εἰς τὸ τῆς Τιρυνθίας ὄρος παραγεγονότα διὰ τὴν τῶν ἵππων ἀναζήτησιν.

τότʼ ἄλλοσʼ αὐτὸν ὄμμα ἀλλαχόσε τὸν νοῦν ἔχοντα καὶ οὐδὲν δεινὸν πείσεσθαι προσδοκῶντα ἀπὸ τοῦ ὄρους ἐδίσκευσεν.

τότʼ τὸ τηνικαῦτα.

πυργώδους πλακὸς ὑψηλοῦ ὄρους.

ἔργου τοῦ φόνου.

οὐδʼ ἠνέσχετο οὐχ ὑπήνεγκεν αὐτοῦ τὴν μιαιφονίαν ὅτι τὰς ἄλλας αὑτοῦ σεμνὰς πράξεις διὰ ταύτης κατῄσχυνεν.

ὕβριν γὰρ οὐ στέργουσιν τὴν ἀδικίαν· οἷον οὐδʼ αὐτὸ τὸ θεῖον ὑβριζόμενον καρτερεῖ ὃ λίαν ἐστὶν ἀνεκτότατον.

κεῖνοι δʼ ὑπερχλίοντες οἱ παῖδες τοῦ Εὐρύτου ὑπερηφάνως λοιδορησάμενοι τῷ Ἡρακλεῖ ἀνῃρέθησαν ὑπερεντρυφήσαντες τῇ καθʼ Ἡρακλέους λοιδορίᾳ.

ἄζηλον κακοδαίμονα, ὃν οὐκ ἄν τις ζηλώσειεν· Ὅμηρος ἀμέγαρτε συβῶτα.

ἐφεῖτʼ ἐνετείλατο.

πιστὸς ὢν κείνῳ ὡς προσετάγην.

αὐτὸν δʼ ἐκεῖνον τὸ ἑξῆς, αὐτὸν φρόνει ἥξοντα τουτέστι προσδόκα ὅταν διὰ τῆς θυσίας καθάρῃ αὑτὸν ἀπὸ τοῦ φόνου.

τοῦτο τὸ ἥξειν ἐκεῖνον.

νῦν σοι τέρψις ἀντὶ ἐν τούτῳ τῷ χρόνῳ καθʼ ὃν ἀπαγγέλλω τὰ χρηστά· ἢ κατὰ τοῦτον τὸν τρόπον.

πανδίκῳ φρενὶ ἀντὶ μετὰ πάσης δικαιοσύνης.

ὅμως δʼ ἔνεστι γνωμολογεῖ ὁρῶσα τὰς αἰχμαλώτους· καὶ τοῦτο τοὖπός ἐστιν ἀνδρὸς εὔφρονος, ὅταν καλῶς πράσσῃ τις ἐλπίζειν κακά.

ὦ Ζεῦ τροπαῖε ἀποτρεπτικέ, ἀλεξίκακε· ἱκετεύει δὲ μὴ παθεῖν παραπλήσια ταῖς αἰχμαλώτισι τὰ τέκνα αὑτῆς.

πρὸς τοὐμὸν οὕτω σπέρμα ἀντὶ κατὰ τῶν ἐμῶν παίδων.

μηδʼ εἴ τι δράσεις δεικτικῶς ἀντὶ τοῦ ἐμοῦ· ὁ δὲ νοῦς, εἰ καὶ μέλλεις τι δρᾶν κατὰ τῶν ἐμῶν παίδων τοῦτο ἐμοῦ ζώσης ἀναβαλοῦ.

ἄνανδρος ἢ τεκνοῦσα; τέκνα ἔχουσα ὅπερ Καλλίμαχός φησι παιδοῦσα.

πρὸς μὲν γὰρ φύσιν ὅσον μὲν γάρ ἐστιν ἐκ τῆς ἡλικίας καὶ φύσεως τοῦ σώματος στοχάζεσθαι ἄπειρος εἶ τῶν ἐκ τοῦ γάμου προσγινομένων ἔοικας δὲ ὅμως τις εἶναι εὐγενής.

ἀπὸ τῆς καταστάσεως τεκμαίρεται.

τί δʼ ἄν με καὶ κρίνοις; τί με καὶ μάτην ἀνακρίνεις; ἀγνοῶ γάρ.

γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις οὐκ ἐν ταῖς ἀπερριμμέναις καὶ εὐτελέσι τεταγμένη ἀλλὰ δῆλον ὅτι προὔχουσα ἐν εὐγενείᾳ.

οὐδʼ ἀνιστόρουν μακράν ἐπολυπραγμόνουν, περιειργαζόμην· μακρὰν δὲ ἐπὶ πολύ· καλῶς δὲ ὁ Λίχας διὰ τὸ ὕποπτον οὐδὲ τὸ γένος αὐτῆς ὡμολόγησεν εἰδέναι.

ξυνεμπόρων ξυναιχμαλωτίδων· ἔχεις δὲ ἀντὶ τοῦ ἔγνως.

ἤνυτον Ἀττικῶς· ἤνυον.

ἐκ σαυτῆς ἀπὸ σαυτῆς καὶ μὴ ὡς ἀφʼ ἡμῶν ἀναγκαζομένη· συμφορὰ γάρ ἐστι τὸ μὴ γινώσκεσθαί σε ἥτις τυγχάνεις· τοῦτο δέ φησιν ὡς μέλλουσα αὐτῇ δεξιῶς χρήσασθαι εἰ γνοίη τὰ κατʼ αὐτήν.

οὔ τἄρα τῷ γε πρόσθεν ἐὰν αἰδουμένη σε φθέγξηται κατʼ οὐδὲν ἄρα ἐξ ἴσου τῷ πρόσθεν χρόνῳ προκομίσειεν αὑτῆς τὴν γλῶτταν· τὸν γὰρ πρὸ τούτου χρόνον ἐσιώπα καὶ οὐδὲν πρὸς ἐμὲ τῶν καθʼ ἑαυτὴν ἐδημοσίευσεν οὔτε μικρὸν οὔτε μέγα παντελῶς.

ὡς οὐκ ἐλάλησε πρῴην οὐδὲ νῦν λαλήσει.

ὠδίνουσα καταπονουμένη.

δακρυρρόει ἐδάκρυεν.

διήνεμον ἔρημον, ὑψηλήν· Ὅμηρος ἠνεμόεσσάν φησι.

ἡ δέ τοι τύχη αὐτὴ δὲ ἡ τύχη καθʼ ἣν σιωπᾷ ἐπιβλαβὴς μὲν αὐτῇ ἐστι καθʼ ὃ οὐ τυγχάνει τῆς παρὰ σοῦ δεξιότητος ὅμως συγγνώμην ἔχει.

ἡ δʼ οὖν ἐάσθω μὴ ἀναγκαζέσθω λέγειν ἀλλὰ πραττέτω ὥσπερ αὐτῇ φίλον ἵνα μὴ δόξωμεν αὐτὴν λυπεῖν.

οἷ πρὸς τὸν Ἡρακλέα δηλονότι.

αὐτοῦ γε πρῶτον ὁ προευαγγελισάμενος κατέχει αὐτὴν ἵνα εἴπῃ περὶ ὧν ἤκουσεν παρʼ αὐτοῦ ἐν τῷ προαστείῳ λέγοντος.

οὕστινας ἄγεις ἄγεις ἀντὶ τοῦ ἔπεμψας· ἦσαν δὲ καὶ ἄρσενες μετὰ τῶν αἰχμαλώτων.

ὧν τʼ οὐδὲν εἰσήκουσας περὶ τούτων γὰρ πάντων προσήκει σε μαθεῖν· τούτων γὰρ ἔχω τὴν γνῶσιν.

τοῦ με τήνδʼ ἐφίστασαι βάσιν; τίνος ἕνεκεν τὴν πορείαν καὶ τὴν εἴσοδον ἱστᾷς καὶ κωλύεις;

μάτην ψευδῶς.

ἐκείνους τὸν Λίχαν καὶ τὰς αἰχμαλώτους.

σοὶ ταῖσδέ τʼ οὐδέν ἀντὶ τοῦ οὐδὲν οὔτε πρὸς σὲ οὔτε πρὸς ταύτας ἀπόρρητον· τούτους δὲ ἢ τὰς αἰχμαλώτους καὶ τοὺς ἅμα δύντας ἄρσενας ἢ τοὺς περὶ τὸν Λίχαν.

φώνει δίκης ἐς ὀρθόν ἀντὶ τοῦ ἐφώνει δικαίως καὶ μετὰ ἀληθείας.

ἀλλʼ ἢ νῦν κακὸς κ. ἑ. ἀντὶ τοῦ ἢ τὰ πρότερον ἢ τὰ νῦν ψεύδεται.

ἐξείρηκας ἐξεῖπες.

ἄγνοιά μʼ ἔχει ἀγνοῶ καὶ οὐ συνίημι.

τῆς κόρης | ταύτης τῆς Ἰόλης.

θʼ ἕλοι ἑλὼν εἴη· εἰ δὲ ὑφʼ ἓν θέλοι ἄν.

τήν θʼ ὑψίπυργον Οἰχαλίαν Φερεκύδης φησὶν οὕτως, μετὰ δὲ τὸν ἀγῶνα Ἡρακλῆς ἀφικνεῖται πρὸς Εὔρυτον τὸν Μελανέως τοῦ Ἀρκεσιλάου εἰς τὴν Οἰχαλίαν — ἔκειτο δὲ αὕτη ἐν Θούλῃ τῆς Ἀρκαδίας — καὶ ᾔτει τὴν θυγατέρα Ὕλλῳ γυναῖκα· τοῦ δὲ μὴ δόντος Ἡρακλῆς εἷλε τὴν Οἰχαλίαν καὶ τοὺς υἱοὺς ἔκτεινεν; Εὔρυτος δὲ ἔφυγεν εἰς Εὔβοιαν· Μενεκράτης δὲ οὕτως λέγει, Ἡρακλέα εἰς ἐπιθυμίαν Ἰόλης ἀφικέσθαι τῆς Εὐρύτου, τὸν δὲ μὴ θέλειν διδόναι· ἤρα τε γὰρ αὐτῆς καὶ μίγνυσθαι ἔμελλεν τῇ θυγατρὶ εἰ μὴ Ἀργεῖοι ἐξῆλθον εἰς τὴν Εὔβοιαν.

θέλξειεν πεπεικὼς εἴη.

αἰχμάσαι τάδε καταπράξασθαι τῇ αἰχμῇ ὅ ἐστι διὰ πολέμου κατορθῶσαι.

ὃν νῦν παρώσας τὸν ἔρωτα αὐτῆς ἀπωσάμενος τἀναντία εἶπεν ὁ Λίχας.

παρώσας παραπεμψάμενος.

κρύφιον ὡς ἔχῃ λέχος λαθραῖόν σοι, μὴ εἰδυίας σοῦ· ἀλλʼ ἵνα ὡς παλλακίδα αὐτὴν λάβοι.

πατρίδα τῇ Οἰχαλίᾳ τῇ πατρίδι τῆς Ἰόλης.

καὶ νῦν ὡς ὁρᾷς ἀντὶ τοῦ ὡς ἀκούεις, ἥκει δὲ ἀντὶ τοῦ ἐλεύσεται· διὰ δὲ τούτων τὴν ταχεῖαν αὐτοῦ ἄφιξιν ἐπαγγέλλεται· οὐκ ἀφροντίστως δὲ ἀντὶ τοῦ οὐχ ὡς ἔτυχεν ἀλλὰ διὰ πολλῆς φροντίδος ἔχων αὐτὴν καὶ ἀγαπῶν.

μηδὲ προσδόκα τόδε τὸ ἐν δούλης μέρει ἔχειν αὐτήν.

ἐντεθέρμανται ἐκκέκαυται.

ἀγορᾷ ἀθροίσματι.

ὥστʼ ἐξελέγχειν ὥστε με καὶ μαρτύρων εὐπορεῖν εἰ ἀρνήσαιτο.

οὐχ ἥδομαι λυποῦμαι μὲν οὐκ εἰπών σοι τὰ κεχαρισμένα ἀλλʼ ὅμως ἀληθείας ἐγγὺς εἶπον.

ἆρʼ ἀνώνυμος | πέφυκεν ἆρα ἄσημος οὕτως ἐστὶ καὶ δυσγενὴς ὡς μηδὲ τὸ ὄνομα αὐτῆς γιγνώσκεσθαι;

ἦ καὶ τὰ λαμπρά τινὲς τὸ τοῦ ἀγγέλου πρόσωπόν φασι· τὸ δὲ κατʼ ὄμμα καὶ φύσιν ἀντὶ τοῦ εὐπρεπὴς τὴν ὄψιν καὶ τὸ πᾶν σῶμα· ἀντὶ τοῦ ἄρα τῇ θέᾳ καὶ τὸ γένος ἐφάμιλλον.

βλάστας τοὺς γονεῖς ἀφʼ ὧν ἐβλάστησεν.

δῆθεν προσποιούμενος μηδένα ἠρωτηκέναι μηδὲ ἐγνωκέναι.

ἀντὶ τοῦ ὡς δή.

ὄλοιντο μή τι πάντες ὄλοιντο μὴ πάντες ἄνθρωποι ἀλλʼ οἱ κακοὶ καὶ ὅσοι μηχανῶνται λάθρᾳ καὶ κακούργους λόγους ἑαυτοῖς συντιθέασιν.

οὐκ ἀπὸ γνώμης ἀλλʼ ἀρεστά.

οὐκ ἄνευ συνέσεως· ἢ τοῦτο κἀμοὶ ἀρέσκει.

ἡμεῖς δὲ προσμένωμεν; κατʼ ἐρώτησιν.

αὐτόκλητος αὐτόματος.

ὡς ἕρποντος εἰσορᾷς ἐμοῦ ὁρᾷς γάρ με ἕρποντα καὶ σπεύδοντα πρὸς τὸν Ἡρακλέα.

ὡς τὸ κατεάγη τῆς κεφαλῆς.

κἀννεώσασθαι ἀνακαινίσασθαι καὶ αὖθις ὁμιλῆσαι ἀκριβῶς ἐκ νέας· ἢ οὕτω, πρὶν ἡμῖν καινοτέρους ἀνακοινώσασθαι λόγους.

ἴστω ὁ μέγας Ζεὺς ὅτι περὶ ὧν οἶδα ἀκριβῶς σοι διηγήσομαι.

ὧν δʼ ἔβλαστεν ἀντὶ ὑπὸ τίνος ἐτέχθη.

χ.

ὅτι πρὸς βασιλίδα· τὸ δὲ χ ὅτι τὸ ὧδε τοπικόν.

ὡς εἰκὸς κάτω νένευκεν ὁ Λίχας· κατασχοῦσα οὖν αὐτὸν τῆς χειρός φησιν, ἀπόβλεψον εἰς ἐμέ· ὁ δὲ ἀνανεύσας ἔφη, πρὸς τίνα γὰρ νομίζεις με βλέπειν;

καλῶς τὸ τόλμησον ὡς ἀποδειλιῶντος διὰ τὴν δεσπότιν.

πρὸς τὴν κρατοῦσαν κ. ἑ. ταῦτα πρὸς τὸ πρὸς τίνʼ ἐννέπειν δοκεῖς;

δίκαια ἀντὶ τοῦ ἀληθῆ.

ἐς τήνδε δεικτικῶς.

μὴ δίκαιος ὢν μὴ ἀληθεύων.

τί ποτε ποικίλασʼ ἔχεις; τί πεπανούργηκας κατʼ ἐμοῦ; τί ἐμηχανήσω ἢ ἐδολιώσω;

ἦ ἀντὶ τοῦ ἤμην.

κλύων σέθεν εἰκῇ ὁμιλούσης.

ἱστορούμενος ἐρωτώμενος.

καὶ γὰρ οὐ σιγηλὸς εἶ ἀντὶ τοῦ σιγηλή· οὐ σιωπᾷς, φησί, πρὶν ἂν μάθῃς ὅ τι βούλει.

ἀντὶ πολλὰ φλυαρήσεις εἰς ἡμᾶς.

οὔκουν σὺ ταύτην οὐ σύ, φησί, ταύτην ἣν προσποιῇ ἀγνοεῖν ἔλεγες εἶναι Ἰόλην;

ἣν ὑπʼ ἀγνοίας ὁρᾷς ἣν ἀγνοεῖς.

ταὐτὸ δʼ οὐχὶ γίγνεται οὐ ταὐτόν ἐστι δόκησις καὶ ἀληθὴς λόγος· θέλει δὲ εἰπεῖν ὅτι κἀγὼ ἤκουσα.

ἅνθρωπος, ὦ δέσποινʼ, ἀποστήτω περισσὴ ἡ ἀπό· ἢ γράφε παρστήτω, οἷον ὁ ἄνθρωπος στήτω παρελθὼν εἰς μέσον ὁ διελέγχων με.

τὸ γὰρ | νοσοῦντι ληρεῖν ἀντὶ φλυαρεῖν καὶ ἀδολεσχεῖν· νοσοῦντι δὲ ἀντὶ τοῦ νοσούσῃ ὑπὸ ζηλοτυπίας· ἀρσενικῶς δὲ εἶπεν ἢ καθόλου ὁ λόγος μὴ καὶ δόξῃ αὐτὴν διελέγχειν οὕτω· τὸ γὰρ μαινομένῳ συμφλυαρεῖν ἀνδρός ἐστιν οὐ σώφρονος· προστήτω οὖν, φησίν, ὁ ἄνθρωπος· οὐ γὰρ φιλονεικήσω πρὸς αὐτόν.

εὐήθης γὰρ ὅστις προσδοκᾷ ἀντιπυκτεῦσαι τῷ ἔρωτι.

κἀμοῦ ἀπὸ κοινοῦ τὸ ἄρχει.

ληφθέντι μεμπτός εἰμι μεμπτή εἰμι τουτέστιν ἀεὶ μέμφομαι· ἢ ἀντὶ τοῦ ἐπίμεμπτος, ἐπιπληκτική.

ἀλλʼ εἰ μὲν ἐκ κείνου μαθών εἰ μὲν παρʼ Ἡρακλέους ἐκελεύσθης ψεύσασθαι κακὴν μάθησιν ἐκμανθάνεις εἰ δὲ σὺ σαυτὸν εἰς τοῦτο ψευδολογίας ἄγεις ἴσθι ὅτι κἂν θελήσῃς ποτὲ εἰπεῖν ἀληθὲς οὐ δυνήσῃ ὑπὸ τῆς συνηθείας νικώμενος· ἢ κἂν θέλῃς ἀληθεῦσαι οὐ πιστευθήσῃ.

κὴρ μερίς, κλῆρος, μοῖρα, τύχη.

ὅπως δὲ λήσεις ἀντὶ τοῦ τί μή· Ἀττικὴ δὲ ἡ φράσις.

λυπηθήσομαι εἰ μὴ εἴπῃς καὶ παρʼ ἐμοῦ προσδόκα βλαβήσεσθαι.

ἀνὴρ εἷς τινὲς ἀνάνδρους παρθένους ὡς Μήδαν τὴν Φύλαντος, Αὔγην τὴν Ἀλεοῦ, Μεγάραν τὴν Κρέοντος, τὰς Θεσπίου θυγατέρας, Ἀστυδάμειαν τὴν Ἀμύντορος.

ἥδε τʼ οὐδʼ ἂν | εἰ κάρτα οὐδὲ ἡ Ἰόλη ὀνειδισθήσεται οὐδʼ εἰ μεγάλως αὐτῆς ἐρᾷ ὁ Ἡρακλῆς.

ἐντακείη τῷ φιλεῖν αὐτὴν ὁ Ἡρακλῆς.

ἀλλὰ ταῦτα μὲν | ῥείτω κατʼ οὖρον ὁ περὶ τούτων λόγος ἐρρίφθω, φησίν, εἰς τὸν ἀέρα.

σοὶ δʼ ἐγὼ φράζω κ. ἑ. οὐκ ἐρῶ γὰρ τῷ Ἡρακλεῖ.

πείθου λεγούσῃ χρηστά πείσθητι, φησίν· ὁρᾷς γὰρ ὅτι φιλανθρώπως ὁμιλεῖ.

ἀγνώμονα ἀσύνετον.

ὥσπερ οὗτος ἐννέπει ὁ ἐν τῷ λειμῶνι ἀκηκοὼς καὶ ἀπαγγείλας τῇ Δηιανείρᾳ.

οὔτʼ εἶπε κρύπτειν τὸ ἑξῆς, καὶ ταῦτα οὔτʼ εἶπε κρύπτειν· τὰ περὶ τοῦ ἔρωτος, φησί, τῆς Ἰόλης οὔτε κρύπτειν μοι ὁ Ἡρακλῆς εἶπεν οὔτε μὴν ὁμολογεῖν.

εἴ τι τήνδʼ ἁμαρτίαν νέμεις καλῶς διὰ τῆς λέξεως συγγνώμην ἑαυτῷ προξενεῖται.

ἐπεί γε μὲν δὴ πάντʼ ἐπίστασαι ἐπεὶ τοίνυν πάντα λόγον ἐπίστασαι λέγω τι καὶ ἕτερον ὅπερ ὁμοίως κεχαρισμένον σοί τε καὶ τῷ Ἡρακλεῖ γενήσεται.

ὥσπερ προείρηκα ταῦτα ποιήσω.

κοὔτοι νόσον ἐπακτόν τὴν θεομαχίαν· ἐπακτὸν δὲ ἐνταῦθα ἀντὶ αὐθαίρετον. τὴν θεομαχίαν· τὸ γὰρ πρὸς ἔρωτα φιλονεικεῖν θεομαχεῖν ἐστιν ἄντικρυς.

ἅ τʼ ἀντὶ δώρων δῶρα ὅπως ἂν αὐτῷ παρʼ ἡμῶν κομίσῃς ἀντίποινα καὶ σύμφωνα οἷς ἤγαγες· λέγει δὲ ἀντὶ τῶν αἰχμαλώτων.

σὺν πολλῷ στόλῳ τοῖς ἀπεσταλμένοις αἰχμαλώτοις.

μέγα τι σθένος νικηφορεῖ ἐν παντὶ πράγματι· ἢ οὕτως, ἀποφέρεται τὰς νίκας κατὰ πάντων καὶ πάσης κρατεῖ φύσεως· σθένος δὲ νίκης περιφραστικῶς τὴν νίκην.

εἰκότως ὁ χορὸς τοιαύτην ἀρχὴν πεποίηται· πέπαυται γὰρ ὁ λόγος περὶ τοῦ ἔρωτος.

γράφε μέγα τι σθένουσα.

ἐκφέρεται ἀποφέρεται.

παρέβαν ἀντὶ τοῦ παραβήσομαι· καὶ ὅσα μέν, φησίν, εἰς θεοὺς ἐνεδείξατο ὑπερβήσομαι.

ἐγὼ παρεῖσα τὰ πολλὰ τὰ τέλη λέγω τῶν πραγμάτων.

τὸν ἔννυχον τὸν ἐν σκότῳ διατρίβοντα.

ἀλλʼ ἐπὶ τάνδʼ ἄρʼ ἄκοιτιν τὴν Δηιάνειραν· ὁ δὲ νοῦς οὕτω, τὰ μὲν εἰς θεοὺς γεγονότα παρίημι ἐκεῖνα δὲ λέγω τίνες ἠγωνίσαντο περὶ τῶν γάμων Δηιανείρας καὶ κατέβησαν εἰς τὸν ἀγῶνα.

ἀμφίγυοι πρὸς γάμων κατέβαν ἀντίπαλοι ἢ ἰσχυροὶ ἐν τοῖς γύοις, μαχεσάμενοι χερσὶ καὶ ποσίν· ἢ ἀμφότεροι τεθεωρημένοι ἢ ἄμφω παρωξυμμένοι.

ἐξῆλθον ἄεθλα ἀντὶ τοῦ διήνυσαν, ἐπεξῆλθον, ἠγωνίσαντο· λέγει δὲ ὅτι πᾶν εἶδος ἀγωνίσματος κατʼ ἀλλήλων ἐνεδείξαντο.

ἄεθλʼ ἀγωνίσματα· πάμπληκτα δὲ πληγῶν μεστά.

τετραόρου τετρασκελοῦς.

φάσμα φάντασμα, σχῆμα.

ἀπʼ Οἰνειαδᾶν ἀπὸ Αἰτωλίας· ἢ οὕτως, Οἰνίαι πόλις Ἀκαρνανίας διʼ ἧς ῥεῖ ὁ Ἀχελῷος· πληθυντικῶς δὲ λέγεται.

Βακχείας τῆς τὸν Βάκχον ἐχούσης· καλῶς δὲ τὸ Βακχείας πρὸς ἀντιδιαστολήν.

ἀφʼ ἱστορίας φησὶ λόγχην ἔχειν τὸν Ἡρακλέα.

ἀολλεῖς καταχρηστικῶς εἶπεν ἐπὶ δύο τὸ ἀολλεῖς· ἐπὶ πλήθους γὰρ λέγεται· ἢ ἀολλεῖς ἀντὶ τοῦ λίαν ἀλέντες· Ὅμηρος οἴμησεν δὲ ἀλείς.

ἱέμενοι ἐπιθυμοῦντες.

μόνη δὲ ἡ Κύπρις παροῦσα ἐβράβευεν καὶ διέταττεν.

τότε οὖν ὁ Ἡρακλῆς καὶ χερσὶ καὶ τόξοις ἐμάχετο, ὁ δὲ Ἀχελῷος τοῖς κέρασιν.

ἀνάμιγδα ἀναμεμιγμένως.

ἦν Ἡσίοδος τῆς δʼ ἦν τρεῖς κεφαλαὶ ἀντὶ τοῦ ὑπῆρχον.

ἦν δὲ ἀμφίπλεκτοι | κλίμακες κλίμακες αἱ ἐπαναβάσεις παρὰ τὸ ἄνω τε καὶ κάτω αὐτοὺς στρέφεσθαι ἐν τῇ μάχῃ· ἔστι δὲ εἶδος παλαίσματος ἡ κλῖμαξ· τοῦτο δὲ τὸ σχῆμα ἐπὶ Ἡρακλέους ἀκουστέον.

ἦν δὲ μετώπων τοῦτο ἐπὶ Ἀχελῴου· οἱ γὰρ ταῦροι τοῖς κέρασι καὶ μετώποις μάχονται.

ἁ δʼ εὐῶπις ἡ Δηιάνειρα.

ἐγὼ δὲ μάτηρ μέν ἐγώ, φησίν, ἐνδιαθέτως ὡσεὶ μήτηρ λέγω.

ἀμφινείκητον ὄμμα νύμφας ἀντὶ ἡ περιμάχητος νύμφη περιφραστικῶς· ἀπὸ δὲ τοῦ καλλιστεύοντος αὐτὴν εἶπεν μέρους.

ἔτι δὲ καὶ νύμφη ἐλεεινὴ οὖσα ὑπέμεινεν ἡ περικαλλὴς Δηιάνειρα.

ἀμμένει ἀντὶ τοῦ ἀνέμεινεν.

παραχρῆμα γαμηθεῖσα τῶν τῆς μητρὸς ἀφωρίσθη πραγμάτων.

ἦμος, φίλαι, κατʼ οἶκον Δηιάνειρα πρὸς τὸν χορὸν ἐξελθοῦσα διαλέγεται καί φησιν, ἐν ὅσῳ ὁ Λίχας κατὰ τὸν οἶκον συντάττεται ταῖς αἰχμαλώτοις ἐξῆλθον ἵνα ἅπερ ἐμηχανησάμην δηλώσω ὑμῖν.

ὡς ἐπʼ ἐξόδῳ ὡς μέλλων αὖθις ἐξιέναι πρὸς τὸν Ἡρακλέα.

συγκατοικτιουμένη σὺν ὑμῖν θρηνήσουσα.

ἀλλʼ ἐζευγμένην | παρεισδέδεγμαι γεγαμημένην τῷ Ἡρακλεῖ προσεδεξάμην φορτίον λωβητὸν τῆς ἐμῆς φρενός, βλαβερὸν φορτίον καὶ ἐφύβριστον.

ἐμπόλημα ἀντὶ τοῦ ζημίαν.

μιᾶς ὑπὸ | χλαίνης ἀντὶ τοῦ μιᾶς κοίτης.

οἰκούριʼ ἀντέπεμψε τοιαῦτα τῆς οἰκουρίας δῶρα ἔπεμψέ μοι ὑπὲρ τοῦ χρόνου παντὸς οὗ συνῴκησα αὐτῷ ὅ ἐστιν εὐχαριστήρια τῆς πολυχρονίας ἡμῶν οἰκουρίας.

τὴν μὲν ἕρπουσαν πρόσω τῇ Ἰόλῃ προκόπτουσαν καὶ αὐξομένην τὴν ἥβην.

τὴν δὲ φθίνουσαν ἑαυτὴν λέγει δεικτικῶς· φθίνουσαν δὲ ἀντὶ τοῦ βεβηκυῖαν.

ὧν δύο ἡλικιῶν τὴν νεάζουσαν ἁρπάζειν εἴωθεν ὁ τοῦ ἀνδρὸς ὀφθαλμός.

ὀφθαλμὸς ἄνθος τὸ ἄνθος τῶν νέων γυναικῶν φιλεῖ ἁρπάζειν ὁ ὀφθαλμὸς τοῦ ἀνδρός, τῶν δὲ ὑπαναχωρεῖν δηλονότι τῶν πρεσβυτέρων.

μὴ πόσις μὲν Ἡρακλῆς διαφορὰν ταύτην ἔχει ἡ πόσις πρὸς τὸν ἄνδρα· πόσις γὰρ λέγεται καὶ ὁ πρὸ πολλοῦ ἀποστὰς τῆς γυναικός, ἀνὴρ δʼ ὁ συνὼν καὶ ὁ πρὸ ὀλίγου χωρισθεὶς ὡς τὸ ἆνερ, ἀπʼ αἰῶνος νέος ὤλεο· δέδοικα οὖν, φησί, μὴ ἐμὲ καταλιπὼν πόσις μὲν ἐμὸς κληθῇ ὡς συνοικήσας μοί ποτε ταύτης δὲ ἀνὴρ ὡς ἔτι αὐτῇ συνοικῶν.

πόσις πρόσις τις ὢν παρὰ τὸ προσιέναι.

ἀλλʼ οὐ γάρ, ὥσπερ εἶπον οὐ χρὴ τὴν συνετὴν γυναῖκα θυμοῦσθαι τῷ ἀνδρί· ᾧ δὲ τρόπῳ τῆς λύπης ἴαμα σχοίην ὑμῖν ἐρῶ.

λύπημα ἀντὶ τοῦ τῆς λύπης.

λέβητι χαλκέῳ δύο ὀνόματα ὡς κρατερὸν αἰχμητήν. ὡς ἔκτοτε ἀποθεμένης λέβητι ἐπὶ τὸ κατὰ καιρὸν χρήσασθαι αὐτῷ.

παῖς νεωτέρα· οὐ γὰρ παρθένος.

ἐκ φόνων ἀνειλόμην ἀντὶ τοῦ αἵματος· Ὅμηρος ἄκρον, ἐρευγόμενοι φόνον αἵματος· ἢ ἐκ τοῦ τόπου ὅθεν ἐφονεύθη ὁ Νέσσος· Ὅμηρος ἐν ἀργαλέῃσι φονῇσιν.

φόνων τῶν σφαγῶν.

πόρευε διεπέρα, διεπόρθμευεν.

ἡνίκα στόλον στόλον φησὶ τὸ πλῆθος τῶν ἐν τῇ οἰκίᾳ δούλων τε καὶ ἀδελφῶν· ἡνίκα οὖν καταλιποῦσα τὸν οἶκον τοῦ πατρὸς ἔρημος ἐπηκολούθησα τῷ Ἡρακλεῖ.

ματαίαις χερσίν ὅτι οὐδὲν ἤνυσεν· ἔφθασε γὰρ ὁ Ἡρακλῆς τοξεύσας καὶ ἀνελὼν αὐόν.

ἐπιστρέψας χεροῖν εὐτρεπίσας ἢ στρέψας καὶ κάμψας τὴν νευράν· ἢ εἰς αὐτὸν στραφεὶς καὶ βλέψας.

ἧκεν κομήτην ἰόν ἢ διὰ τοὺς ὄγκους ἢ διὰ τὴν πτέρωσιν· τὸ δὲ πνεύμονας ἀντὶ ἑνικοῦ.

διερροίζησεν μετὰ ἤχου ὥρμησεν.

τοσόνδʼ ὀνήσῃ ὠφεληθήσῃ καὶ ὄνησιν λήψῃ ἐκ τῶν ἐμῶν πορθμῶν.

ἐὰν πυθῇ γράφε ἐὰν πίθῃ.

ἀμφίθρεπτον τὸ πεπηγός· θρέψαι γὰρ τὸ πῆξαι.

ᾗ ὅπου ἢ ἐν ᾧ.

θρέμμα Λερναίας ὕδρας περιφραστικῶς ἡ ὕδρα.

ἔσται φρενός σοι τοῦτο κηλητήριον ἐπιτήδειον πρὸς τὸ παῦσαι καὶ κηλῆσαι· καταπαυστήριον τῆς φρενὸς τοῦ Ἡρακλέους τοῦ πρὸς ἄλλην ἔρωτος ἢ κατακηλοῦν τὴν ψυχὴν τοῦ Ἡρακλέους τῷ πρὸς τὴν Δηιάνειραν ἔρωτι.

ἐγκεκλεισμένον τηρούμενον.

τοῦτό φησιν ὡς κατʼ ἐντολὴν Νέσσου καὶ ἄλλα τινὰ συμμίξασα.

καὶ πεπείρανται τάδε κατείργασται, τετελείωται καὶ ἤνυσται.

κακὰς δὲ τόλμας μὴ εἰδείην, φησί, κακοῖς πράγμασιν ἐπιχειρεῖν οἷον δολοφονῆσαι αὐτὸν ἤ τι τοιοῦτον ἀλλʼ ἄχρι τοῦ μεταθεῖναι αὐτοῦ τὴν γνώμην διὰ τοῦ κατασκευάσματος τούτου.

τόλμας τὰς φαρμακείας.

εἰ μὴ μάταιόν ἐστι τοῦτο τὸ κατασκεύασμα προσδοκῶ ταύτην ὑπερβαλέσθαι τῇ πρὸς τοῦ Ἡρακλέους εὐνοίᾳ, εἰ δὲ μὴ ἐπιτυγχάνω παύσομαι τῆς ἐπιχειρήσεως.

μεμηχάνηται τοὖργον τοῦτο, φησί, τὸ ἔργον μεμηχάνηται οὐκ ἐπʼ ὀλέθρῳ ἀλλʼ ἵνα ταύτην φίλτροις ὑπερβαλώμεθα.

εἰ δὲ μή, πεπαύσομαι εἰ δὲ μὴ ἐνεργήσῃ παύσομαι τῆς ἐπιχειρήσεως.

ἀλλʼ εἴ τις ἐστὶ πίστις ἐν τοῖς δρωμένοις ἀλλʼ εἰ πεπίστευκας ὅτι δρᾷ τι τοῦτο ἄριστά μοι δοκεῖς βεβουλεῦσθαι.

πιστεύω μὲν ἀληθὲς εἶναι οὐ μὴν πεπείραμαι.

ἀλλʼ εἰδέναι χρὴ δρῶσαν δεῖ σε δρῶσαν ἔχειν τὴν πίστιν καὶ μὴ μόνον δοκεῖν ἐπίστασθαι· οὔπω γὰρ ἔχεις τὴν γνῶσιν ἕως οὐ πεπείρασαι.

δεῖ σε, φησίν, ἐπιχειροῦσαν γνῶναι.

ἂν γνῶμα γράφε ἄγνωμα.

ἀλλʼ αὐτίκʼ εἰσόμεσθα γνωσόμεθα, φησί, τὴν δύναμιν τοῦ σκευάσματος· βλέπω γὰρ τὸν Λίχαν πλησίον πορευόμενον ὃς ἀποκομίσει τὸν πέπλον τῷ Ἡρακλεῖ καὶ ἔσται ἡμῖν διὰ τούτου πεῖρα.

μόνον παρʼ ὑμῶν εὖ στεγοίμεθα κρυπτοίμεθα οἷον σιωπὴ γένοιτο.

σκότῳ λάθρᾳ.

κἂν αἰσχρὰ πράσσῃς ἀντὶ τοῦ πράσσῃ τις ὡς τὸ ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις.

τῷ μακρῷ χρόνῳ ἀντὶ τοῦ διὰ τὸ ἐνταῦθα χρόνῳ ἐνδιατρῖψαι.

εὐυφῆ πέπλον ἰσχνουργῆ· οὐκ εὖ δὲ τὸν ἀνδρεῖον χιτῶνα πέπλον φησί. γράφε δὲ ἀυφῆ ἀντὶ τοῦ λεπτοϋφῆ.

μήτʼ ἐφέστιον σέλας ἀντὶ τὸ κατʼ οἶκον πῦρ· ἕρκος δὲ ἱερόν. ὁ βωμὸς ἢ τὸ ἱερόν.

πρὶν κεῖνος πρὶν αὐτός, ἐνδυσάμενος, ἐπὶ τῆς οἰκίας φανερὸς καὶ ὑπʼ ὄψεσι πάντων προελθεῖν.

καθʼ ἣν μέλλει ταύρους θύειν τοῖς θεοῖς εὐχαριστήρια.

πανδίκως ἀνενδοιάστως.

στελεῖν χιτῶνι τῷδε σκεπάσειν, ἐνδύσειν, περιβαλεῖν αὐτὸν τούτῳ τῷ χιτῶνι καὶ φανεῖν αὐτὸν σφαγέα τῶν θυμάτων.

καινὸν καινοπρεπῆ.

σῆμʼ ὃ κεῖνος εὐμαθές εὔγνωστον σημεῖον κομίσεις ὅπερ ἐκεῖνος ἐπιγνώσεται ἐπιθεὶς τὸ ὄμμα τῇ σφραγῖδι, γνοὺς ὅτι παρʼ ἐμοῦ εἴη ἡ σφραγίς.

σφραγῖδος ἕρκει περιφραστικῶς τῇ σφραγῖδι.

ἀλλʼ ἕρπε καὶ φύλασσε οὗτός ἐστιν ὁ προσήκων νόμος τοῖς διακονοῦσιν ὥστε μηδὲν περαιτέρω δρᾶν τῶν προσταττομένων αὐτῷ· ἐμφαίνει δὲ αὐτῷ μὴ ἀποσφραγίσαντα περιεργάζεσθαι τί ἔγκειται.

ἔπειθʼ ὅπως ἂν ἡ χάρις γνησίως διακονούμενος διπλασιάσεις τὴν χάριν καὶ ἴσως φιληθήσῃ παρʼ ἑκατέρου.

Ἑρμοῦ—τέχνην κῆρυξ γὰρ ὁ θεός.

τόδʼ ἄγγος τὸ κιβώτιον.

λόγων τε πίστιν ὧν ἔχεις ἔντειλαι δέ μοι, φησί, καὶ περὶ πραγμάτων ἄλλων μυστικῶν καὶ λόγους ἀνακοίνωσαί μοι καὶ φυλάξω.

ἐπίθες, φησίν, ἣν θέλεις σφραγῖδα.

προσδέγματα ὑποδοχάς· λέγει δὲ ὅτι οἶσθα πῶς φιλοφρόνως αὐτὴν προσηκάμην· καὶ τοῦτο δὲ ἐπαγωγὸν πρὸς Ἡρακλέα εἴ γε τὴν ὑπονοουμένην φιλοφρόνως προσεδέξατο.

ὥστʼ ἐκπλαγῆναι ὅτι ἀσμένως αὐτὴν ὑπεδέξω ὡς θαυμάσαι με καὶ ἐπὶ τούτῳ χαρῆναι.

δέδοικα γάρ δέδοικα γάρ, φησί, μὴ πρὸ καιροῦ εἴποις τὸν ἐξ ἐμοῦ πόθον ἕως μάθωμεν εἰ καὶ αὐτὸς ἡμᾶς ποθεῖ· διὰ δὲ τούτων ἐρεθίζει αὐτὸν πλέον εἰπεῖν.

ὦ ναύλοχα καὶ πετραῖα δοκεῖ τοῦτο παρʼ ἱστορίαν εἶναι· φασὶ γὰρ πρῶτον ἐν Τραχῖνι τῷ Ἡρακλεῖ ἀναδεδόσθαι, ἐνταῦθα δὲ ὡς προϋπαρχόντων αὐτῶν φησιν.

ὦ ναύλοχα ὁ χορὸς τοὺς περὶ τὴν Οἴτην οἰκοῦντας προσκαλεῖται ἐπὶ τὸ πανηγυρίσαι διὰ τὴν προσδοκωμένην ἐπιδημίαν τοῦ Ἡρακλέους· ὁ δὲ νοῦς, οἱ τὰ παραθαλάσσια θερμὰ λουτρὰ ἐνοικοῦντες καὶ οἱ παρὰ τοὺς τραχεῖς καὶ ὀρεινοὺς τόπους τῆς Οἴτης καὶ τὸν Μηλιακὸν κόλπον ἔτι τε τὴν ἀκτὴν τῆς χρυσοτόξου Ἀρτέμιδος, ἔνθα φασὶν εἶναι τῶν Ἑλλήνων τὰ συνέδρια, ἄρτι ὁ καλλιφωνότατος πάλιν ἥξει αὐλὸς καὶ καταλήψεται ὑμῶν τὰς ἀκοὰς ἡδύ τι καὶ μουσικὸν προσπνέων, οὐκ ἐχθρὰν οὐδʼ ἀπευκτὴν φωνὴν ἀλλὰ θείας μούσης ἀντίλυρον ὅ ἐστι φωνῆς γλυκείας.

ὦ ναύλοχα παραθαλάττια λουτρά· φησὶ δὲ τὰ Ἡράκλεια ἅπερ λέγεται αὐτῷ ἡ Ἥρα ἀνεῖναι· πετραῖα δὲ διὰ τὸ ἐν ὄρει τῇ Οἴτῃ κεῖσθαι· ἔνιοι δὲ ἐν Σικελίᾳ φασὶν ἀναδοθῆναι τῷ Ἡρακλεῖ τὰ θερμὰ λουτρά.

καὶ πάγους πάγοι εἰσὶν ὑψηλοὶ τόποι ἢ αἱ ὀξεῖαι πέτραι· καὶ οἱ παρὰ τοὺς τραχεῖς καὶ ὀρεινοὺς τόπους τῆς Οἴτης οἰκοῦντες.

Μηλίδα παρὰ λίμναν λίμνην φησὶ τὴν θάλασσαν· Ὅμηρος αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσατο λίμνης· ὁ δὲ Μηλιακὸς κόλπος Τραχίνιός ἐστιν.

χρυσαλακάτου ἐν Εὐβοίᾳ τιμᾶται χρυσότοξος Ἄρτεμις.

ἔνθʼ Ἑλλάνων ἀγοραί ὅπου συνάγονται οἱ Ἀμφικτύονες εἰς τὴν λεγομένην Πυλαίαν περὶ ἧς Ἀγάθων φησὶ Πυλάδην τὸν Στροφίου πρῶτον συστήσασθαι ἐν τῇ Φωκίδι καθαιρόμενον τὸ ἐπὶ Κλυταιμήστρᾳ μύσος καὶ ἀπʼ αὐτοῦ τὴν σύνοδον Πυλαίαν φησὶ προσαγορεύεσθαι· ἢ ὅτι πύλη τῆς Τραχῖνός ἐστιν.

εἰς τὸ αὐτό τὴν Μαγνησίαν ἔνθα τὸ τῆς Ἀρτέμιδος παρὰ θάλασσαν Τραχῖνος ὅπου καὶ ἡ ἐπʼ Ἀρτεμισίῳ ναυμαχία συνέβη τοῖς Ἕλλησιν· ἐν Θερμοπύλαις.

οὐκ ἀναρσίαν οὐκ ἐχθρὰν οὐδὲ θρήνων βοήν.

ἀντίλυρον ἀντίμιμον, ἀντῳδὸν ἀντὶ οὐ μισητὴν φωνὴν ἀλλὰ τὴν ἐκ τοῦ ἐναντίου μέρους τῆς λύρας φωνὴν ἀφʼ οὗ δηλοῦται ὅτι ὁμοῦ αὐλὸς καὶ λύρα ἀναφωνήσουσιν.

ἰσόλυρον.

σεῦται ὁρμᾶται, ἥξει.

ὃν ἀπόπτολιν εἴχομεν ὃν ἐκτὸς εἴχομεν τῆς πόλεως εἰς δωδεκάμηνον ἀναμένουσαι· τὸ δὲ ἑξῆς, ὃν ἀπόπτολιν πελάγιον ἀντὶ τοῦ ἄπωθεν τῆς πόλεως ἐν τῷ πελάγει.

πελάγιον ὅτι πολλάκις καὶ διὰ θαλάττης ἔπλεεν εἴ ποτε εἰς νήσους ἀπῄει.

δάμαρ ἡ Δηιάνειρα.

ὤλλυτο διεφθείρετο.

νῦν δʼ Ἄρης οἰστρηθείς μανεὶς ὁ περὶ τὴν Οἰχαλίαν πόλεμος ἐξέλυσεν ἡμᾶς τῆς ἀνίας ἣν ἐφʼ ἑκάστης ἡμέρας εἴχομεν.

εἰς τὸ αὐτό νῦν δʼ Ἄρης: ὁ πρὸς τὸν Εὔρυτον· ἐξ αὐτοῦ γὰρ εὐθὺς ἐπανῆλθεν.

μὴ | σταίη πολύκωπον μηδαμοῦ ἡ ναῦς ἀλλαχοῦ ὁρμίσαι ἕως ἐνταῦθα ἀφίκοιτο τὴν Εὔβοιαν νῆσον ὑπερβὰς καὶ καταλιπών· καταστρεψάμενος γὰρ τὴν Οἰχαλίαν ἐκεῖ ἔμεινεν θῦσαι τῷ πατρί.

πολύκωπον ὄχημα ναὸς ἀντὶ τοῦ ἡ ναῦς.

αὐτῷ τῷ Ἡρακλεῖ.

πανάμερος ἀντὶ τοῦ τὴν σήμερον ἡμέραν ἔλθοι τῷ πέπλῳ τῆς πειθοῦς θελχθεὶς τῷ ἐκ προφάσεως τοῦ Νέσσου κατεσκευασμένῳ· πειθοῦς δὲ πέπλῳ εἶπεν ὅτι γέγονεν ἐπὶ τὸ μεταπείθειν καὶ μετατιθέναι τὴν Ἡρακλέους γνώμην ἐπὶ τὴν Δηιάνειραν.

πανάμερος εὐμενὴς ἐν τῇ αὐτῇ ἡμέρᾳ ἔλθοι εἰς ἔρωτα τῆς γυναικὸς διὰ τὸ τοῦ Νέσσου φάρμακον.

παγχρίστῳ λείπει τὸ πέπλῳ, συγκεκραμένος καὶ ἁρμοσθεὶς τῇ πειθοῖ τοῦ θηρός.

μὴ περαιτέρω ὑπὲρ τὴν συμφέρουσαν χρείαν καὶ πλείω τοῦ δέοντος.

οὐ δή τι τῶν σῶν Ἡρακλεῖ τοῦτο κατʼ ἐρώτησιν, οὐχ ἕνεκα ὧν ἀπέσταλκας δώρων τῷ Ἡρακλεῖ ἀθυμεῖς;

μάλιστά γʼ ὥστε μή ναί, φησί, περὶ τούτου φοβοῦμαι οὕτως ὥστε μηδέποτε παραινέσαι τινὶ ἀδήλου πράγματος προθυμίαν λαβεῖν ὅ ἐστιν ἀδήλῳ πράγματι ἐπιχειρεῖν.

εἰ διδακτὸν ἐξ ὅτου φοβῇ εἰ μὴ ἀπόρρητον εἴη.

γυναῖκες, ὑμῖν θαῦμα θαυμαστὸν καὶ οἷον οὐκ ἄν τις ἐλπίζοι παθεῖν· γράφεται δὲ καὶ μαθεῖν.

κατʼ ἄκρας σπιλάδος σπιλὰς ἡ πέτρα· ὡς οὖν ἐπὶ λίθου θεμένη αὐτὸ τοῦτό φησι· κατατήκεται οὖν καὶ ῥεῖ καὶ διαλύεται ἀπὸ τοῦ λίθου διαρρέον.

ὡς δʼ εἰδῇς ἅπαν ὅπως γνῷς ἀκριβῶς ὅλον τὸ πρᾶγμα εἰς μῆκος ἁπλώσω τὸν λόγον.

ἐγὼ γὰρ ὧν ὁ θήρ με ὧν εἶπέν μοι ὁ Νέσσος ὅτε τὴν πλευρὰν ἤλγει τῷ βέλει τρωθείς· γλωχῖνι δὲ ἀπὸ μέρους τῷ βέλει· γλωχὶν γὰρ ἡ ἀκὶς ὃ λέγει Ὅμηρος ὄγκον.

πονῶν ἀντὶ τοῦ ἀλγῶν.

παρῆκα λείπει ἄπρακτον.

ἀλλʼ ἐσῳζόμην ἀντὶ τοῦ ἔσῳσα καὶ ἐφύλαξα· διεφύλαξα οὖν ὅσα μοι παρήγγειλεν ὡσανεὶ δέλτῳ χαλκῇ ἔχουσα ἐγκεχαραγμένα· δύσνιπτον δὲ ἀντὶ τοῦ δυσαπάλειπτον.

πρόρρητα πρὸς ἐμὲ ὑπὸ Νέσσου προειρημένα· προμεμελετημένα μοι ἢ ἀπόρρητα.

ἄθικτον ἀπροσπέλαστον πυρὸς καὶ ἡλιακῆς ἀκτῖνος.

ἀρτίχριστον παραυτὰ χριόμενον.

νῦν δʼ ὅτʼ ἦν ἐργαστέον νῦν δὲ ὅτε ἐπέστη ὁ καιρὸς τοῦ χρῖσαι ἔχρισα μαλλὸν ἐρίου.

κτησίου βοτοῦ λάχνην ἀπὸ κτησίου προβάτου τὸν μαλλὸν σπάσασα· κτήνη δὲ καὶ βοτὰ τὰ πρόβατα λέγεται. βοτὰ ἔλεγον τὰ πρόβατα.

ἀλαμπὲς ἡλίου μὴ καταυγασθέν.

κοίλῳ ζυγάστρῳ εἰς ξύλινον σορὸν τουτέστι κιβωτόν.

φάτιν φάσμα, φαντασίαν.

ἄφραστον ἀφανές, ἀνεκδιήγητον· ἀξύμβλητον δὲ ἀσυνείκαστον πρὸς τὸ μαθεῖν ἀνθρώπῳ· ἢ ἀντὶ τοῦ ἀπαράβλητον οἷον οὐκ ἔχον ἄλλῳ παραβληθῆναι ὥστε πιστεῦσαι καὶ μαθεῖν τὸν ἀκούοντα.

τὸ γὰρ κάταγμα τὸ γὰρ ἔριον τοῦ προβάτου μετὰ τὸ χρῖσαι τὸν πέπλον ἔρριψα εἰς τόπον καταλαμβανόμενον ὑπὸ τοῦ ἡλίου· τὴν γὰρ αὐγὴν ἀκτῖνα ἡλιῶτιν εἶπεν.

κάταγμα τὸ αἴγειον μήρυμα.

ὡς δʼ ἐθάλπετο ὡς δὲ ἐθερμάνθη ὑπέρρευσεν ἀφανῶς καὶ λέλυται.

μορφῇ μάλιστʼ εἰκαστόν ἐοικὸς πρίσματι ξύλου· θαυμαστῶς δὲ βρώματα πριόνος εἶπεν τὸ πρίσμα· τρόπον γάρ τινα ἐσθίων τὸ ξύλον ὁ πριὼν ἐκεῖνο τὸ λεπτὸν ἀποβάλλει.

προπετὲς ἐρριμμένον καὶ προπεσὸν χαμαί.

ἀναζέουσι ἀνακαχλάζουσι.

θρομβώδεις ἀφροί ἐπηρμένοι· θρόμβος γὰρ ὁ ὄγκος· ἢ περιφερῆ φυσήματα.

γλαυκῆς ὀπώρας τοῦ γλεύκους τοῦ ἀρτίως ἐκπιεσθέντος καὶ νέου· μάλιστα δὲ ὁ νέος οἶνος θερμὸς ὢν εἰ πέσοι χαμαὶ ἀφρίζει· γλαυκὴν δὲ ὀπώραν τὸν νέον οἶνον εἶπεν διὰ τὴν λαμπρότητα.

ἧς ἔθνησχʼ ὕπο ὑφʼ ἧς, διʼ ἥν.

τὸν βαλόντʼ τὸν τοξεύσαντα.

ὧν ἐγὼ μεθύστερον ὧν, τῶν εἰρημένων μοι ὑπʼ ἐκείνου, νῦν τὴν γνῶσιν μανθάνω ὅτε οὐκέτι με ὠφελεῖ.

ἀρκεῖ ὠφελεῖ· Ὅμηρος ἄρκιον ἐσσεῖται.

εἴ τι μὴ ψευσθήσομαι εἰ μὴ διαμάρτοιμι τῆς γνώμης ἣν ἔχουσα περὶ αὐτοῦ τυγχάνω.

χὥσπερ ἂν θίγῃ καὶ ὅσα ἂν θίγῃ τοῦ Ἡρακλείου βέλους εἴτε ἄνθρωπος εἴτε θηρίον ἀπόλλυται.

ἐκ δὲ τοῦδε ἐκ τοῦ Νέσσου· ἀντὶ τοῦ διὰ Νέσσου.

καίτοι δέδοκται κἀγώ, φησίν, ἀποθανεῖν βουλήσομαι ἵνα μὴ δόξω πονηρίᾳ ἀνῃρηκέναι τὸν Ἡρακλέα ἀλλʼ ἀκουσίῳ γνώμῃ.

ταύτῃ σὺν ὀργῇ τούτῳ τῷ τρόπῳ τουτέστι διὰ τοῦ πέπλου.

ζῆν γὰρ κακῶς κλύουσαν γυναῖκα κακοδοξοῦσαν οὐ δεῖ ζῆν ἥτις μὴ θέλει δοκεῖν ἐκ φύσεως εἶναι κακή.

ταρβεῖν μὲν ἔργα ἀνάγκη μὲν εὐλαβεῖσθαι τὰ δεινὰ ἔργα οὐ χρὴ δὲ καὶ πρὸ πρὸς τῆς ἐκβάσεως τῶν συμβησομένων αἱρεῖσθαι τὰ δεινά.

οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς ἐν τοῖς πονηροῖς βουλεύμασιν οὐδὲ ὑπολείπεται χρηστὴ ἐλπὶς ἥτις παρέχει πεποίθησιν καὶ θάρσος ἀντὶ τοῦ δύσελπίς εἰμι.

ἀλλʼ ἀμφὶ τοῖς σφαλεῖσι μὴ ʼξ ἑκουσίου τοῖς ἀκουσίως σφαλεῖσιν ἡ ἐπαγομένη ὀργὴ πεπεμμένη ἐστὶ καὶ πραεῖα καὶ συγγνωστὴ ἧς σε δίκαιον τυγχάνειν παρὰ τοῦ Ἡρακλέους· ἄκουσα γὰρ ἥμαρτες.

ὁ μὴ δυστυχῶν τοιαῦτα ἂν εἴποι.

σιγᾶν ἂν ἁρμόζοι πρέπει σοι λοιπὸν σιωπᾶν καὶ μηκέτι περὶ τούτων πλείω λέγειν εἰ μὴ ἄρα τι τῷ σῷ παιδὶ μέλλεις ἐρεῖν παραγινομένῳ.

χρόνον γράφε λόγον.

ἄλλου κεκλῆσθαι μητέρʼ αἰσχύνομαι γὰρ ἐπὶ σοί.

ποθεν ἐκ θεοῦ τινος.

στυγούμενον λυπηρὸν καὶ μίσους ἄξιον.

τὸ γὰρ | φανθέν τὸ ἅπαξ πραχθὲν καὶ ἐπὶ πέρας ἐλθὸν πῶς ἄν τις μὴ γενέσθαι ποιήσειεν; Πίνδαρος τῶν δὲ πεπραγμένων ἐν δίκᾳ τε καὶ παρὰ δίκαν ἀποίητον οὐδʼ ἂν χρόνος ὁ πάντων πατὴρ δύναιτο θέμεν ἔργων τέλος.

ἄζηλον φαῦλον, ὃ οὐδεὶς ζηλώσειεν.

αὐτὸς βαρεῖαν ξυμφοράν τὰ μὲν ἑώρακα πάσχοντος τὰ δὲ ἀνοιμώζοντος ἤκουσα.

πατρὸς περὶ τοῦ πατρός.

καὶ κατὰ γλῶσσαν κλύων ἀντὶ ἀνοιμώξαντος αὐτοῦ κατὰ τὴν γλῶσσαν.

ποῦ δʼ ἐμπελάζεις προσπελάζεις· παρίστασαι δὲ ἀντὶ τοῦ πλησίον γέγονας.

ὅθʼ εἷρπε κ. ἑ. καινοπρεπὴς ἡ φράσις.

ἦλθεν εἰς τὴν Εὔβοιαν ἧς ἀκρωτήριόν ἐστι τὸ Κηναῖον.

τεμενίαν τε φυλλάδα τὸν ἀπὸ τῶν τεμενῶν στέφανον· ἢ τέμενος πολύφυλλον.

ἐλέγετο ὁ Λίχας σύντροφος εἶναι Ὕλλου.

ἐνδυσάμενος ὡς σὺ ἐνετείλω.

ὁ Ἡρακλῆς ἱλαρᾷ τῇ φρενὶ κατηύξατό σοι χαίρων ἐπὶ τῷ πέπλῳ.

κατηύχετο λείπει τὸ σοι.

ὅτε δὲ ἀπὸ τῶν θυμάτων καὶ τῶν ξύλων ἡ φλὸξ ἀνεκαίετο τότε ἱδρὼς ἀνῄει περὶ τὸ σῶμα αὐτοῦ.

φλὸξ αἱματηρά αἱματηρὰ ὅτι ἐκ τοῦ αἵματος τῶν ἱερείων συνίσταται· πιείρας δὲ δρυὸς λιπαροῦ ξύλου· δρῦν γὰρ λέγει πᾶν δένδρον.

πλευραῖσιν ἀρτίκολλος ὡς ὑπὸ τέκτονος καλῶς συγκεκολλημένος· τὸ δὲ ἑξῆς, καὶ προσκολλητὸς ὁ χιτὼν κατὰ πᾶν μέρος ὡς ἂν ξύλῳ νεαρὰ κόλλα ὑπὸ τέκτονος προσείη χρισθεῖσα.

ὀδαγμὸς ἀντίσπαστος κνησμός· δήξασθαι γὰρ τὸ κνήσασθαι· ἀντίσπαστος δὲ ἴσος σπασμῷ ἢ μετὰ σπασμοῦ· γίνεται δὲ ὁ ψόφος ἀπὸ σπασμοῦ.

φοινίας τυφῶνος γὰρ καὶ ἐχίδνης ὕδρα.

ἰὸς ὡς ἐδαίνυτο ὡς κατήσθιεν αὐτὸν ὁ ἰός.

τὸ σὸν μόνης | δώρημʼ ἔλεξεν εἶπεν ὅτι σὺ αὐτῷ προσήγαγες τὸν πέπλον ὡς ἀπέσταλται ὑπὸ σοῦ οἷον οὐδὲν ἀφʼ ἑαυτοῦ πανουργήσας.

μάρψας ποδός νιν δραξάμενος τοῦ ποδὸς τοῦ Λίχα κατʼ ἐκεῖνο τὸ μέρος ἔνθα δεσμεῖται τὸ ἄρθρον, λέγει δὲ τὸ περὶ τὸν ἀστράγαλον μέρος οὗ εἰώθαμεν δεσμεῖν ὑπόδημα ἤ τι τοιοῦτο· εἴρηται δὲ ἀπὸ τῶν λύγων· εὐέλικτον γὰρ τὸ φυτὸν νέον ὄν· Ὅμηρος δίδη μόσχοισι λύγοισιν.

ᾗ λυγίζεται ἁρμόζεται, κάμπτεται, συστρέφεται· ὅπου ἐστὶν ὁ δεσμὸς τῶν νευρῶν, ἔνθα ὑποδεσμούμεθα.

ἀμφίκλυστον τὴν ἐκ τοῦ πόντου ἀμφοτέρωθεν κλυζομένην.

κόμης δὲ λευκὸν μυελόν διὰ δὲ τῆς κόμης τὸν ἐγκέφαλον ἐκραίνει κατὰ μέσον τῆς κεφαλῆς διασχισθείσης ὅ ἐστι διαιρεθείσης τῆς κεφαλῆς διὰ τῆς κόμης ἀνεπέμπετο ὁ ἐγκέφαλος σὺν τῷ αἵματι.

ἀνευφήμησεν κατὰ τὸ ἐναντίον ἀντὶ ἐστέναξεν.

τοῦ μὲν νοσοῦντος τοῦ Ἡρακλέους νοσοῦντος τοῦ δὲ Λίχα ἤδη ἀνυσθέντος ὅ ἐστι πεφονευμένου.

ἐσπᾶτο γὰρ πέδονδε σπασμῷ γὰρ εἴληπτο κείμενος ἐπὶ τῆς γῆς.

Λοκρῶν ὄρειοι πρῶνες Ὅμηρος Λοκρῶν δʼ ἡγεμόνευεν Ὀιλῆος ταχὺς Αἴας· Λοκρῶν οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.

ἐπεὶ δʼ ἀπεῖπεν ἀπέκαμεν, ἀπηγόρευσεν ἑαυτόν, ὑπερκέκμηκεν, ἀπείρηκεν πρὸς τὰς ὀδύνας ἐπὶ γῆς κυλιόμενος.

ἐνδατούμενος σφοδρῶς λοιδορούμενος· ἐνδατεῖσθαι γὰρ σφοδρῶς ἐσθίειν. λοιδορῶν, μεμφόμενος, κατὰ μέρος τῶν λεγομένων ἀνακαλῶν· ἐνδατεῖσθαι γὰρ τὸ μερίσασθαι, ἡ δὲ μεταφορὰ ἀπὸ τῶν δαινυμένων. ἄλλως: ἐνδατούμενος νῦν σφόδρα κακῶς λέγων, δυσφημῶν, συνεχῶς μεμφόμενος, ἐπαρώμενος· ἔνιοι δὲ γράφουσιν ἐμματούμενος ἀντὶ μασώμενος.

κατακτήσαιτο πλεονάζει ἡ κατὰ καὶ ἔστι κτήσαιτο ἀντὶ τοῦ ἔσχεν.

τότʼ ἐκ προσέδρου ὅτε ἀπέκαμεν κυλιόμενος τότε ἀνατείνας τὸν ὀφθαλμὸν διὰ τῆς κατακεχυμένης τοῦ σώματος λιγνύος εἶδέν με δακρυρροοῦντα· λιγνύος δὲ ἢ τῆς παρακειμένης ἀναθυμιάσεως καὶ καπνοῦ ἢ τῆς παρακειμένης καὶ περικεχυμένης αὐτὸν φλογώδους νόσου.

ἆρον προστακτικῶς.

εἰ δʼ οἶκτον ἴσχεις ἀλλά μʼ ἔκ γε τῆσδε ἐνῄσχυται γὰρ αὐτοῦ θανεῖν μὴ ἐγγελασθῇ ὑπὸ τῶν Οἰχαλίων.

βρυχώμενον σπασμοῖσι ἀνοιμώζοντα μεγάλως ἐκ τῶν σπασμῶν.

ποίνιμος ἡ τιμωρός, ἡ ποινὴν ἀπαιτοῦσα.

θέμις δʼ ἐπεί μοι τὴν θέμιν θέμις δέ ἐστιν ἡμᾶς καταρᾶσθαί σοι ἐπεὶ σὺ προτέρα τὴν θέμιν ἀπέρριψας καὶ παρεῖδες· ἐὰν δὲ προὔλαβες ἀντὶ τοῦ φθάσασα τὴν θέμιν οὐκ ἐξεδέξω ἕως τι κατὰ τὸ δίκαιον πράξῃς.

τί σῖγʼ ἀφέρπεις; σῖγα ἐπιρρηματικῶς ἀντὶ τοῦ σιωπηλῶς τουτέστι διὰ τί οὐδὲν ἀποκρίνῃ πρὸς τὸν Ὕλλον;

ξυνηγορεῖς συνᾴδεις, συμφωνεῖς.

οὖρος ὀφθαλμῶν ἐμῶν εἴθε οὖρος καλὸς ἐπιπνεύσειεν αὐτῇ ἀπιούσῃ ἵνα μηκέτι αὐτὴν ἴδοιμι· τροπικῶς δὲ τὸ οὖρος ὡς ἐπὶ νεὼς ἀντὶ τοῦ οὐριοδρομείτω.

ὄγκον γὰρ ἄλλως ὀνόματος τί γὰρ μάτην ἐπαιρόμεθα τῷ τῆς μητρὸς ὀνόματι οὐδὲν ἄξιον αὑτῆς διαπραξαμένης ὧν ἡ φύσις καὶ ὁ θεσμὸς ἀπῄτει;

τρέφειν ἀντὶ τοῦ ἔχειν.

ἴδʼ οἷον, ὦ παῖδες ὁ χορὸς πρὸς ἀλλήλας διαλέγεται περὶ τοῦ δεδομένου μαντείου τῷ Ἡρακλεῖ ἐν τῇ Δωδώνῃ ὅτι νῦν ἀπέβη· τὸ δὲ οἷον ἀντὶ οἵως, ὁρᾶτε, ὦ φίλαι, οἵως ἡμῖν ἀθρόως συνέπεσεν καὶ εἰς οἷον κακὸν ἀπέβη τὸ ἔπος τὸ ἐκ τῆς μαντείας πάλαι χρησθέν· προσέμιξεν δὲ ἀντὶ τοῦ προσερράγη ὀξέως.

προσέμιξεν προσερράγη.

τᾶς παλαιφάτου προνοίας γράφε παλαιφοίβου ἵνʼ ᾖ τῆς πάλαι μαντευσαμένης· φοιβᾶσθαι γὰρ τὸ μαντεύεσθαι.

ὅ τʼ ἔλακεν ὅπερ ἐφθέγξατο, ἐπειδὰν ἐνιαυτὸς παρέλθοι τότε διαδοχὴν γενέσθαι τῶν πόνων τῷ Ἡρακλεῖ τῷ Διὸς παιδί· ἀναδοχὰν δὲ ἀνάπαυσιν, ἀνακωχήν.

τελεόμηνος ὁ ἐνιαυτὸς ὁ τέλειον ἔχων τὸ δωδεκάμηνον· καὶ ἄροτος ὁ ἐνιαυτὸς ἀπὸ τοῦ ἅπαξ κατʼ ἐνιαυτὸν ἀροῦν.

αὐτόπαιδι γνησίῳ παιδί.

καὶ τάδʼ ὀρθῶς ταῦτα δέ, τὰ χρησθέντα, ἀσφαλῶς νῦν ἡμῖν ἀποβαίνει· τροπικῶς δὲ κατουρίζει ὥσπερ οὐρίῳ πνεύματι προσορμεῖ ἡμῖν κατʼ ὀρθὸν ἀνυόμενα.

κατουρίζει προσπνεῖ.

πῶς γὰρ ἂν ὁ μὴ λεύσσων πῶς γὰρ ὁ μηκέτι ὁρῶν τὸ φῶς παρὰ Εὐρυσθέως κελεύοιτο;

εἰ γάρ σφε Κενταύρου εἰ γὰρ αὐτόν, τὸν Ἡρακλέα, τὸ αἷμα τὸ θανάσιμον τοῦ Κενταύρου περιέχει πλευρᾷ προστακέντος ἰοῦ πῶς ἂν ἕτερον ἥλιον ἢ τὰ νῦν ἴδοι;

φοινία νεφέλα τὸ αἷμα τὸ θανάσιμον.

χρίει δολοποιός χρίει δὲ τὸ ἱμάτιον τῷ αἵματι ἡ ἀνάγκη τῆς Δηιανείρας ἡ μετὰ δόλου τεχνησαμένη· ἠνάγκασται γὰρ ὑπὸ ζήλου διʼ οὗ ἤρα τῷ δόλῳ τοῦτο τεχνήσασθαι.

ὃν τέκετο θάνατος τοῦτον, τὸν ἰόν, ἐγέννησεν ὁ αἰόλος δράκων, μᾶλλον δὲ ὁ θάνατος.

δράκων ἡ ὕδρα.

ἀέλιον ἀντὶ τοῦ ἡμέραν.

προστετακὼς φάσματι προσκεκολλημένος τῷ ἰῷ τῆς ὕδρας, τοῦτο δὲ καθʼ ἑαυτό· αἰτιατικὴν γὰρ ἐπιφέρει. ἄλλως: προσκεκολλημένος τῷ ἰῷ τῷ ὀλεθρίῳ παρὰ τὸ πεφονεῦσθαι· φάσματι τουτέστι τῷ ἱματίῳ τῷ κεχρισμένῳ τῷ φαρμάκῳ τῆς ὕδρας τουτέστι τῇ χολῇ.

μελαγχαίτα τʼ | ἄμμιγα τοῦ δασυτρίχου· καὶ ἅμα τῷ φάσματι τῆς ὕδρας καὶ τὰ κέντρα τοῦ Νέσσου αἰκίζει αὐτόν· δῆλον δὲ ὅτι φοίνια κέντρα τοῦ Νέσσου λέγει τὸ αἷμα αὐτοῦ τὸ συμμεμιγμένον τῇ χολῇ τῆς ὕδρας.

δολόμυθα ὅτι τοῖς δολίοις τοῦ Νέσσου λόγοις ἀπατηθεῖσα τετόλμηκεν. ἄλλως: φοίνια δολόμυθα: τὰ δόλια φάρμακα· καὶ γὰρ ἕτερά τινα ἐκέλευσεν αὐτῇ συμμῖξαι τῷ αἵματι ὡς ὀπίσω εἶπεν.

ἐπιζέσαντα ἐπιχυθέντα, ἀνακαχλάσανα ἐκ τῆς θέρμης τοῦ πυρός.

ὧν ἅδʼ ἁ τλάμων ὧν τὴν βλάβην ὁρῶσα ἡ Δηιάνειρα τοῖς οἴκοις συμβᾶσαν αὐτὴν μὲν ἐξ ἀρχῆς οὐ συνεῖδεν ἐκ κατασκευῆς δὲ τοῦ Νέσσου καὶ τῆς τούτου φωνῆς γενομένην ὡς δῆθεν ἐπὶ τῷ διαλλάττειν αὐτῇ τὸν Ἡρακλέα λίαν ὀδύρεται καὶ στένει. ἄλλως: ὧν, τῶν νεωστὶ δρωμένων καὶ συμβάντων κακῶν, τὴν ἀμέλλητον βλάβην ὁρῶσα συμβᾶσαν τοῖς οἴκοις Δηιάνειρα τὰ κακὰ μὲν ἐξ ἀρχῆς αὐτὴ οὐ συνεῖδεν ἀπὸ γνώμης δὲ ἑτέρας τοῦ Νέσσου γενόμενα ὡς δῆθεν ἐπὶ τῷ διαλλάττειν τὸν Ἡρακλέα· ἄοκνον δὲ τὴν ὀξεῖαν καὶ ἀμέλλητον· ἢ πολύοκνον ὅ ἐστι πολύφοβον, κατʼ ἐπίτασιν δὲ τὸ α.

νέων | ἀισσόντων νεωστὶ προσβαλλόντων.

οὔτι | προσέβαλεν οὐκ ἔγνω, οὐ συνῆκεν.

τὰ δʼ ἀπʼ ἀλλοθρόου ἀλλοφώνου, ὅτι ἀπὸ τῆς Νέσσου φωνῆς γέγονεν ἡ κατὰ Ἡρακλέα συμφορά· οἷον τῆς ἄλλα εἰπούσης καὶ οὐ τὰ ἀληθῆ· ἢ ἀλλοφώνου ὡς ἠλλαγμένην τοῦ Νέσσου φωνὴν ἔχοντος.

ἀπὸ τοῦ Νέσσου.

ὀλεθρίαις ξυναλλαγαῖς ἢ ὀλεθρίαις καὶ ἐπιβλαβέσι φιλίαις ἢ ἐπεὶ ἀντὶ τοῦ ἰδίου θανάτου ὁ Νέσσος ἀντήλλαξεν αὐτῇ τὸ αἷμα· ἢ ὅτι ὁ μὲν Νέσσος εἶπεν αὐτῇ πόθου καὶ διαλλαγῆς ἐργαστήριον εἶναι τὸ φάρμακον γέγονε δὲ ὄλεθρος Ἡρακλέους.

ἦ που ὀλοὰ στένει ὄντως δὴ ἡ ἀθλία καταστάζει καὶ καταβρέχει πολλῶν δακρύων ἀφρόν· ἐμφαντικὸν δὲ τὸ ἄχνα διὰ τὸ πλῆθος· χλωρὰν οὖν ἄχναν τὸν νεαρὸν ἀφρόν.

ὀλοὰ ἡ δυστυχὴς ἢ ἡ τοῦ ὀλέσθαι ἀξία.

ἀδινῶν ἀθρόων ἢ πολυθρηνήτων.

δακρύων ἄχναν περιφραστικῶς τὰ δάκρυα.

ἄχναν τὸν ἀφρόν.

ἁ δʼ ἐρχομένα μοῖρα ἡ προσδοκωμένη κακομοιρία τοῦ Ἡρακλέους ἐμφαίνει μεγάλην ἑτέραν ἄτην· προσδοκῶσι δὲ ὅτι ἀπολλυμένου Ἡρακλέους αὐτόχειρ ἑαυτῆς γενήσεται.

δολίαν δόλῳ γὰρ αὑτὴν καὶ λάθρᾳ ἀναιρήσει.

ἔρρωγεν παγά ἀντὶ τοῦ πάρεστιν ἡμῖν δακρύειν ὡς ἀπὸ πηγῆς κρουνηδόν· ἐκτέταται γὰρ τὸ κακὸν καὶ πανταχοῦ διαβήσεται ἡ κατὰ τὸν Ἡρακλέα συμφορά.

ὦ πόποι φεῦ, φεῦ, κακόν, φησί, γέγονε τῷ Ἡρακλεῖ οἷον οὐδὲ παρὰ τοῖς πολεμίοις ἀνοίκτιστον σιωπηθήσεται· τὸ γὰρ οὔπω ἀντὶ τοῦ οὐχί· ἢ οὕτως, οἷον κακόν, φησίν, οὐδέποτε ὑπὸ τῶν ἐχθρῶν συνέβη τῷ Ἡρακλεῖ τοῦτο ἀπὸ τῶν ἰδίων αὐτῷ γεγένηται.

ἀπέμολε πάθος ἀντὶ τοῦ ἀπομόλοι οἷον οὐδέποτε ἀπὸ τῶν πολεμίων γένοιτο.

ἰὼ κελαινὰ λόγχα κελαινὴν εἶπεν τὴν λόγχην διὰ τὸν ἐξ αὐτῆς ἀποτελούμενον θάνατον, μέλας δὲ ὁ θάνατος· δυσφορεῖ δὲ ἐπὶ τῷ αἰχμάλωτον εἰλῆφθαι τὴν Ἰόλην· διὰ γὰρ ταύτην ἡ συμφορά· λόγχα δὲ δορὸς περιφραστικῶς ἡ λόγχη, προμάχου δὲ τοῦ προβεβλημένου, τὸ δὲ λόγχα πρὸς τὸ αἰχμᾷ· ὁ δὲ λόγος, ὦ θανατοποιὲ λόγχη ἥτις τότε ἀνελοῦσα τὸν Εὔρυτον ἐνταῦθα τὴν Ἰόλην ἤγαγες ἐκ τῆς ὑψηλῆς Οἰχαλίας ὡς εἴθε μήποτε· τουτέστι φεῦ τῆς λόγχης ἐκείνης ἐν ᾗ ἐπόρθησε τὴν Οἰχαλίαν ὁ Ἡρακλῆς ἵνα ἐνέγκῃ τὴν Ἰόλην· διὰ γὰρ ταύτην ἡ συμφορὰ ἐγένετο· τὸ δὲ ἄρθρον τῷ λόγχη συναπτέον, ἥτις λόγχη.

προμάχου δορός τὸ προμάχου ἐπὶ τοῦ Ἡρακλέους ληπτέον οἷον τοῦ πρὸ πάντων μαχομένου· τὸ νύμφαν δὲ συναπτέον τῷ τάνδε.

θοὰν ἀντὶ τοῦ θοῶς· τινὲς δὲ τὴν ταχέως νυμφευθεῖσαν.

αἰπεινᾶς ἐν ὕψει κειμένης.

αἰχμᾷ νόμῳ πολέμου.

ἁ δʼ ἀμφίπολος Κύπρις ὁ νοῦς, ἡ δὲ Κύπρις ἦν ἄρα φανερῶς ἡ πάντων τούτων ἐργάτις εἰς ἔρωτα Ἰόλης βαλοῦσα τὸν Ἡρακλέα.

ἡ ὑπηρετησαμένη τῷ Ἡρακλεῖ πρὸς τὸν ἔρωτα.

πράκτωρ πρακτική.

πότερον ἐγὼ μάταιος ὁ χορὸς τῆς τροφοῦ ἀκούων θρηνούσης ἐπὶ τῇ ἀναιρέσει τῆς Δηιανείρας φησὶ τοῦτο, ἆρα ἀναίσθητός εἰμι ἢ κατακούω θρήνου τινός;

οὐκ ἄσημον ἀλλὰ δυστυχῆ οὐ μικρὸν ἀλλὰ μέγαν καὶ ἐξάκουστον· τοῦτο δὲ ὡς ᾐσθημένη μείζονος βοῆς.

καί τι καινίζει στέγη ἔοικέ τι νεώτερον ἔχειν ὁ οἶκος.

ξύνες δέ ἀντὶ τοῦ τῆσδε ἄκουσον· παρὰ τὸ ἔθος γὰρ κατεστυγνακυῖα πρόσεισιν.

ἀλλήλαις παρακελεύονται αἱ ἀπὸ τοῦ χοροῦ.

τὸ πόμπιμον τὸ πεμφθέν, λέγει δὲ τὸν χιτῶνα.

βέβηκε Δηιάνειρα βέβηκε, φησίν, ἡ Δηιάνειρα εἰς Ἅιδου οὐ τοῖς ποσὶ βεβηκυῖα· τὸ γὰρ σῶμα οὐκ ἄπεισιν εἰς Ἅιδου.

οὐ δήποθʼ ὡς θανοῦσα; κατʼ ἐρώτησιν, οὐχὶ ὡς θανοῦσα βέβηκεν; θανοῦσα δὲ ἐπεὶ καὶ ζῶντά ἐστί που πορευθῆναι.

σχετλιώτατα σχετλιώτατα ἦλθε πρὸς τὴν ἀναίρεσιν τουτέστιν ὡς ἄν τις ἰδὼν ἢ ἀκούσας σχετλιάσειεν τὴν πρᾶξιν.

εἰπὲ τῷ μόρῳ τίνι θανάτῳ συνέπεσεν ἀντὶ τίνι τρόπῳ ἐτελεύτησεν;

αὑτὴν διηίστωσεν αὐτὴ ἑαυτὴν ἀφανῆ ἀπὸ τοῦ βίου ἐποίησεν.

τίς θυμὸς ἢ τίνες | νόσοι τίνι θυμῷ χρησαμένη ἑαυτὴν ἀνεῖλεν ἢ τίς νόσος, φησίν, ἀνεῖλε τὴν Δηιάνειραν;

ἀντὶ τίνα θυμὸν εἶχεν τότε;

τίς θυμὸς συνεῖλεν;

τάνδʼ αἰχμὰν | βέλεος περιφραστικῶς τὸ βέλος· βέλος δὲ εἶπεν τὴν Δηιάνειραν ὅτι τρόπον βέλους ἀνεῖλεν ἑαυτήν· ἢ ἥτις ὡς βέλος ἰοβόλον μέγα κακὸν προσετρίψατο τῷ Ἡρακλεῖ.

πρὸς θανάτῳ θάνατον τὸν ἑαυτῆς πρὸς τῷ Ἡρακλέους.

ἐπεῖδες, ὦ ματαία τεθέασαι τὴν ἐκείνης τόλμαν; ἐκαρτέρησας ἰδεῖν τὴν ὠμότητα; οὕτως γὰρ εἶπεν τὴν ὕβριν· καὶ νῦν δὲ τὸ ματαία κατὰ ἀντίφρασιν ἀντὶ τοῦ ὦ μελέα· καὶ Ὅμηρος γὰρ τὸ μάταιον μέλεον καλεῖ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος.

ταῦτα τῇ χειρὶ ἑαυτῆς διεπράξατο.

τί φωνεῖς; ἀντὶ τοῦ ἄπιστα λέγεις.

σαφηνῆ ἀληθῆ.

ἁ νέορτος ἅδε νύμφα ἡ νεωστὶ ἐνταῦθα ὁρμήσασα Ἰόλη· ἀνέορτος δὲ ἀντὶ τοῦ αἰσχρὰ καὶ ἀπρεπής.

κτίσαι κατασκευάσαι καὶ ποιῆσαι· καλῶς δὲ ὡς ἐπὶ μεγάλῳ τολμήματι εἶπεν τὴν λέξιν.

οὕτως ἀκριβῶς διηγήσομαί σοι τὸ πρᾶγμα ὡς πεισθῆναί σε ὅτι ἀληθῆ λέγω.

κοῖλα γράφε κοινά, ἢ τὰ τοῦ θανάτου ἢ τὰ αὑτῆς καὶ τὰ αὐτοῦ.

στορνύνθʼ τὸν Ὕλλον στρωννύντα.

ἐρήμη χήρα.

κλαῖε δʼ ὀργάνων ὅτου | ψαύσειεν καὶ εἰ ἥπτετό τινος ἐργαλείου ὧν εἴωθε μεταχειρίζεσθαι συνόντος αὐτῇ τοῦ Ἡρακλέους οἷον ἱστοῦ ἤ τινος τοιούτου ὠδύρετο ὡς λοιπὸν καταλιμπάνουσα αὐτά· ἱστοῦ δὲ ἴσως ἐφήπτετο διὰ τὸν κατασκευασθέντα πέπλον ἐπὶ συμφοραῖς.

ὀργάνων ἢ τῶν ἱστουργικῶν ἢ τῶν ἐργαλείων οἷς τὸν πέπλον ἔχρισεν.

ἄλλῃ δὲ κἄλλῃ ἀντὶ τῇδε κἀκεῖσε.

ἐπεὶ μηκέτι ἔμελλεν παῖδας τίκτειν ἤτοι σχήσειν· ὅτι τοῦ λοιποῦ οὐ γενήσονται συνουσίαι πρὸς τὸν Ἡρακλέα εἰς παιδοποιίαν· οὐσίας δὲ κοίτας, συνουσίας.

ἐπεσκιασμένη περικεκαλυμμένη, κρύπτουσα.

φρούρουν ἐφύλαττον.

δεμνίοις | τοῖς Ἡρακλείοις ἔνθα συνεκάθευδον· ἄλλο γὰρ ἦν ὅπερ ἐστόρεσεν ὁ Ὕλλος.

ἐπενθοροῦσʼ ἄνω ἐναλλομένη ἄνω εἰς τὴν κλίνην.

εὐνήτριαν εὐναζομένην, κοιμωμένην.

πρὸς τῷ στήθει γὰρ ἐπερονῶντο αἱ γυναῖκες.

ἐκ δʼ ἐλώπισεν ἐγύμνωσεν, ἐξέδυσεν· λῶπος γὰρ τὸ ἱμάτιον.

τῷ παιδὶ τῷ Ὕλλῳ τῷ παιδὶ τῆς τοιαῦτα τολμώσης.

κἀν ᾧ καὶ ἐν ᾧ· καὶ ἐν ὅσῳ διετρέχομεν πρὸς τὸν Ὕλλον εἶτα πάλιν πρὸς τὴν Δηιάνειραν ἔφθασεν ἑαυτὴν ἀνελοῦσα.

ὑφʼ ἧπαρ καὶ φρένας περὶ τὸ ἧπαρ γὰρ φρένες εἰσὶ παχεῖαι· Ὅμηρος ὅθι φρένες ἧπαρ ἔχουσιν.

ἔγνω γὰρ κατὰ ποῖον τρόπον τοῦτο ἐποίησεν ἡ μήτηρ αὑτοῦ· συνεῖδεν ὡς ὀργισθεῖσα ἐπὶ τῷ ἠπατῆσθαι παρὰ τοῦ Νέσσου τὸ ἔργον τοῦτο διεπράξατο.

ἀμφί νιν περὶ αὐτήν, τὴν μητέρα.

πλευρὰν παρεὶς ἔκειτο παρείς, ἐκτείνας ἑαυτὸν ἢ προσκολλήσας ὠδύρετο ὅτι αὐτὴν ματαίως ᾐτιάσατο ὡς κακοήθως ἀποστείλασαν τὸν χιτῶνα.

ὥστʼ εἴ τις δύο | ἢ καὶ πλέους τῶν ἀνθρωπίνων ἀδήλων ὄντων ἀνόητοί εἰσιν οἱ λογιζόμενοι δύο ἢ καὶ πλείους ἡμέρας καὶ οὐ προσδοκῶντες καθʼ ἑκάστην ὥραν τὸν θάνατον· πολλάκις γὰρ λύπῃ τινὶ ἢ δυστυχίᾳ περιπεσόντες ἑαυτοὺς ὑπεξάγουσι τοῦ βίου παραχρῆμα καὶ οὐκ ἀναμένουσι τὴν ἐπιοῦσαν ἡμέραν ὡς καὶ Δηιάνειρα.

πότερʼ ἂν πρότερα ποῖα, φησί, στένω, τὰ κατὰ τὸν Ἡρακλέα ἢ τὰ κατὰ τὴν Δηιάνειραν;

πότερα μέλεα περαιτέρω ποῖα χαλεπώτερα καὶ περαιτέρω δεινότητος;

δύσκριτʼ δυσκατάληπτά ἐστιν ἰσομέγεθα ὄντα.

τάδε μὲν ἔχομεν τὰ μὲν κατὰ τὴν Δηιάνειραν αὐταῖς ὄψεσιν ἔξεστι θεωρεῖν ἐν τῷ οἴκῳ τὰ δὲ κατὰ τὸν Ἡρακλέα ἐκδεχόμεθα.

κοινὰ δʼ ἔχειν τε καὶ μέλλειν κοινὰ δέ ἐστι τὰ ἀμφοτέρων κακὰ καὶ τὰ μὲν ἔχομεν τὰ δὲ μέλλομεν.

ἴσον δέ ἐστι τὸ ἔχειν κακὰ καὶ τὸ προσδοκᾶν.

εἴθʼ ἀνεμόεσσά τις ἀνεμόεσσα αὔρα περιφανὴς ἄνεμος, ἔπουρος οὔριος, ἑστιῶτις κατοικίδιος· ὁ δὲ νοῦς, εἴθε ὡς ἕστηκα πνεύσειεν ἄνεμος οὔριος ἐπὶ τῆς οἰκίας ἵνα με λαβὼν ταύτης ἀπαγάγοι τῆς ἑστίας καὶ ἀποχωρίσειεν ὅπως μὴ παραχρῆμα ἀποθάνω θεασαμένη τὸν Ἡρακλέα κακῶς διακείμενον· τοῦτο δὲ λέγει ὡς μὴ καρτεροῦσα ἰδεῖν τὰς συμφοράς.

ἑστιῶτις ἐπὶ τοῦ οἴκου τούτου.

ἀποικίσειεν ἐκ τόπων ἀποχωρίσειεν ἐκ τούτων τῶν τόπων.

ταρβαλέα μὴ ἐνεγκοῦσα τὴν θέαν.

δυσαπαλλάκτοις δυσιάτοις.

χωρεῖν πρὸ δόμων λέγουσιν λέγουσι παμμέγεθές τι κακὸν πλησίον που τῆς οἰκίας χωρεῖν δυσιάτους ὀδύνας ἡμῖν ἐφελκόμενον.

ἄσπετον μέγα καὶ ἄπιστον.

προὔκλαιον ὀξύφωνος ἀντὶ τοῦ προκλαίουσιν· ὁ χορὸς αἰσθάνεται τοῦ Ἡρακλέους πλησίον φερομένου καὶ πλῆθος θρηνούντων ἐπακολουθούντων αὐτῷ.

ξένων γὰρ ἐξόμιλος ἐκ τῆς βαδίσεως συνῆκεν τὸ φαινόμενον ἄθροισμα ξένων ἀνδρῶν εἶναι· οἷον βάδισις ξένων ἀνδρῶν ἐστι καὶ ἄλλου πλήθους συνέστηκεν.

πᾷ δʼ αὖ φορεῖ νιν; ποῦ, φησί, καὶ φέρει αὐτὸν ὁ ὅμιλος; ὡς γὰρ ὑπὲρ φίλου κηδομένην ἄψοφον φέρει τὴν βάσιν.

ἄναυδος μηδὲ φωνὴν προέσθαι δυνάμενος.

τί χρὴ θανόντα νιν τί, φησί, δεῖ κρῖναι περὶ αὐτοῦ καὶ τί ἄν τις δοξάσειεν; πότερον τέθνηκεν ἢ ὕπνῳ βεβάπτισται;

Ὕλλος ἀπαντήσας τῷ πατρὶ θρηνεῖ.

τί δὲ μήσομαι; τί τεχνάσομαι ὅπως σῳθείης;

σίγα, τέκνον γέρων τις ἀκολουθῶν τῷ Ἡρακλεῖ ἀπὸ Εὐβοίας πρὸς τὸν Ὕλλον φησί, μὴ ἀνεγείρῃς αὐτόν· τοῦτο γὰρ αἴτιον ὀδύνης τοῖς κάμνουσιν.

ὠμόφρονος ἐκ τῶν ὀδυνῶν ἠγριωμένου.

ζῇ γὰρ προπετής προπετὴς εἰς τὸν θάνατον προνενευκὼς ἢ παρειμένος· εἰς τὴν γῆν πεσὼν ἢ ἐπὶ πρόσωπον κοιμώμενος ἢ καὶ μόνον κείμενος.

φοιτάδα τὴν μανιώδη.

ἀλλʼ ἐπί μοι μελέῳ ἀλλʼ ἐνθουσιᾷ μοι τῷ μελέῳ ἡ φρὴν διὰ τὸ ἄπλετον βάρος· ἐν ἐπιθυμίᾳ, φησίν, ἔχω τὸ βάρος καὶ σιωπᾶν οὐ δύναμαι.

ὦ Ζεῦ, | ποῖ γᾶς ἥκω; Ἡρακλῆς ὡς ἐξαναστὰς καὶ ἀγνοῶν ποῦ μετενήνεκται.

βρύκει ἐσθίει με ἡ νόσος καὶ ἀναλίσκει.

ἆρʼ ἐξῄδης πρὸς τὸν Ὕλλον λέγει, ἆρα, φησίν, ὅσον ἦν κέρδος τὸ σιωπᾶν ἔγνως καὶ μὴ διασκεδάσαι τὸν ὕπνον;

οὐ γὰρ ἔχω πῶς ἄν ἀδυνάτως ἔχω καρτερεῖν ἐπὶ τηλικούτῳ κακῷ.

ὦ Κηναία κρηπίς κρηπὶς τὸ ἔδαφος, περιφραστικῶς δὲ ἀντὶ τοῦ ὦ Κήναιον· μέμφεται δὲ τῷ τόπῳ ὅτι οὐκ ἐπὶ αἰσίοις αὐτῷ γέγονεν τὰ ἐκεῖ θύματα· οἵαν οὖν, φησί, χάριν ἀπὸ τῶν θυμάτων διεπράξω.

οἵαν μʼ ἄρʼ ἔθου λώβαν οἵαν μοι, φησί, προσετρίψω βλάβην, ὦ Ζεῦ, τὴν ταῖς μανίαις ἀκμάζουσαν· λέγει δὲ ταῦτα ἀφορῶν εἰς τὸ ἑαυτοῦ σῶμα.

ἀκήλητον ἀνίατον, ἀκαταπράυντον· ἀπὸ κοινοῦ δὲ τὸ ὤφελον.

καταδερχθῆναι θεωρῆσαι, ἰδεῖν τὴν ἀκμὴν τῆς μανίας.

τίς γὰρ ἀοιδός τίς, φησίν, ἐπῳδὸς ἢ ἰατρὸς διὰ χειρῶν τὴν τέχνην τῆς ἰατρικῆς ἐνδεικνύμενος θεραπεύσει τὸ πάθος μου εἰ μὴ ὁ Ζεὺς βούλοιτο;

θαῦμʼ ἂν πόρρωθεν ἥδιστα ἂν καὶ εἰ μακρόθεν μεταπέμψαιτό τις τὸν θεραπεύσοντα θεασαίμην μεταπεμψαμένων ὑμῶν.

δύσμορον γράφε ὕστατον.

εὐνάσαι ἢ τὸ καθευδῆσαι ἢ τὸ ἀποθανεῖν.

πᾷ μου ψαύεις; ὡς ἐφαπτομένου αὐτοῦ τοῦ παιδὸς ἐπὶ τῷ γνῶναι πῶς ἔχει τῷ σώματι· ποῖ ψαύεις ἀντὶ τοῦ παῦε ψηλαφῶν καὶ μεταφέρων τῇδε κἀκεῖσε τὸ σῶμά μου.

ποῦ προσάγεις τὰς χεῖρας;

ἀντέτροφας ὅ τι ἂν ἡσυχάσῃ τοῦ κακοῦ τούτου πάλιν κινήσας ἀνέτρεψας οἷον ὅ τι ἂν τῶν ὀδυνῶν μύσῃ τοῦτο διήγειρας.

ἧπταί μου τὸ κινηθῆναι ὑπὸ σοῦ καθήψατό μου.

ἥδʼ αὖθʼ ἕρπει ἡ νόσος, φησί, πάλιν ἐπίκειται.

πόθεν ἔστʼ, ὦ | πάντων Ἑλλάνων οὐ πρὸς τοὺς φέροντάς φησιν ἀλλὰ καθόλου πρὸς πάντας τοὺς εὐεργετηθέντας πρῴην ὑπʼ αὐτοῦ· ποῦ, φησίν, ἆρα ἐστέ, ὦ πάντων Ἑλλήνων ἀδικώτατοι τουτέστιν ἀχαριστότατοι, οὓς ἐγὼ πῇ μὲν κατὰ θάλατταν πῇ δὲ ἐν γῇ ἔσῳζον, πάντα τόπον καθαίρων ὑπὲρ σωτηρίας ἐκείνων ἐγγὺς θανάτου ἐγενόμην; τὴν δὲ ἐκ τόπου σχέσιν εἶπεν ἀντὶ τῆς ἐν τόπῳ ὡς σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη ἀντὶ τοῦ σχεδόν.

πόθεν ἀντὶ ποῦ.

ὠλεκόμαν ἔκαμνον καὶ ἐγγὺς θανάτου ἐγενόμην.

καὶ νῦν ἐπὶ τῷδε νοσοῦντι καὶ νῦν, φησίν, οὐδεὶς ἐκείνων ἐπʼ ἐμοὶ νοσοῦντι οὐ πῦρ, οὐ ξίφος σωτήριον προσαγαγὼν ἀπαλλάξει με τοῦ ζῆν;

τῷδε δεικτικῶς ἀντὶ ἐμοί.

οὐ πῦρ λείπει προσαγαγών.

ὀνήσιμον ὠφελήσιμον, σωτήριον.

οὐδʼ ἀπαράξαι οὐδεὶς ἐκείνων, φησί, βούλεται ἐλθὼν τὴν κεφαλήν μου ἀποτεμεῖν καὶ ἐλευθερῶσαι τοῦ μοχθηροῦ βίου.

εἷς τῶν γερόντων ἀκολουθῶν ἐξ Εὐβοίας τῷ Ἡρακλεῖ πρὸς τὸν Ὕλλον φησί.

τοὖργον τόδε μεῖζον ἀνήκει τὸ βοηθῆσαι ἢ βαστάξαι τὸν Ἡρακλέα μεῖζόν ἐστιν ἢ κατʼ ἐμέ· ἀνήκει δὲ ἀντὶ ὁρμᾷ· ὤξυνται μεῖζον, φησίν, ἢ κατὰ τὴν ἐμὴν δύναμιν· τοὖργον δὲ τὴν νόσον φησί.

σὺ δὲ σύλλαβε σὺ γὰρ νέος εἶ καὶ ὀξύτερόν σοι τὸ ὄμμα πρὸς τὸ σῴζειν τὸν πατέρα μᾶλλον ἢ διʼ ἐμοῦ.

ἔμπλεον ὀξύτερον.

ψαύω μὲν ἔγωγε εἰ τὸ κατασχεῖν αὐτὸν ἰᾶται ἰδοὺ ἐφάπτομαι αὐτοῦ, ἴσθι δέ, φησίν, ὅτι τὴν λαθίπονον ἴασιν τῶν ὀδυνῶν οὔτε διὰ στόματος οὔτε ἔξωθεν προσάπτειν δύναμαι· οὐκ οἶδα γάρ· τοιαῦτα γὰρ ἀλγήματα δίδωσιν ὁ Ζεύς.

λαθίπονον δʼ ὀδυνᾶν λείπει φάρμακον.

τὴν ὀδύνην τοῦ βίου αὐτοῦ τὴν λαθίπονον ἐξανύσαι οὐ δύναμαι.

οὔτʼ ἔνδοθεν οὔτε θύραζε οὔτε ἀπʼ ἐμαυτοῦ οὔτε ἀπό τινος τῶν ξένων δύναμαι ἐξανύσαι.

ἔνδοθεν διὰ στόματος.

αἰσθάνεται τῆς τοῦ παιδὸς φωνῆς ὁ Ἡρακλῆς.

θρῴσκει ἀναζωπυρεῖται ἡ νόσος.

δειλαία δειλοποιός.

ἀποτίβατος ἀπροσπέλαστος.

ἐπικαλεῖται τὴν Ἀθηνᾶν εἰς βοήθειαν.

ἰὼ παῖ κἂν σύ, ὦ παῖ, τὸν φύσαντα οἰκτείρας ἐπίσπασαί μοι ξίφος ἀνεμέσητον, ἐφʼ ᾧ οὐδείς σε μέμψεται ὡς πατροκτόνον.

ἐχόλωσεν ἐπίσσωσεν.

γράφε ἐχόλησεν οἷον χολῇ ἔχρισε τὸν χιτῶνα.

ἃν ὧδʼ ἐπίδοιμι ἣν ἴδοιμι τῷ αὐτῷ νοσήματι περιπεσοῦσαν.

αὕτως ὁμοίως.

ὦ Διὸς αὐθαίμων ὦ τοῦ Διὸς ἀδελφὲ Ἀιδωνεῦ.

ὠκυπέτᾳ ταχεῖ.

στυγνὸς στυγνοποιός, διὰ τὰς τῶν ἄθλων προστάξεις.

ὑφαντὸν ἀμφίβληστρον τὸν χιτῶνα ὡς ἀμφίβληστρον.

προσμαχθὲν προσκολληθέν.

ἀρτηρίας τὰς φλέβας.

ῥοφεῖ ἐκπίνει.

χλωρὸν νέον ἢ νεκρόν.

ἀφράστῳ τῇδε χειρωθείς ἀπροσδοκήτῳ, ἀνεννοήτῳ ἢ ἀλέκτῳ· ἢ περὶ ἧς οὐκ ἔχει τις φράσασθαι τίς εἴη τὴν φύσιν.

πέδῃ ἐποχῇ, ἥττῃ.

κοὐ ταῦτα λόγχη πεδιάς ἡ ἐν τῷ πεδίῳ βαλλομένη· ἢ ἐπεὶ ἐν τῷ Θεσσαλικῷ πεδίῳ ἐμαχέσατο πρὸς Κενταύρους.

λόγχη πεδιάς ἡ ἐν πεζομαχίᾳ· θέλει γὰρ εἰπεῖν ὅτι οὔτε παραταττόμενος οἷον πρὸς Λαομέδοντα οὔτε πρὸς Αὐγέαν ἢ Κενταύρους.

θήρειος βία λέοντος, ὕδρας, Κερβέρου καὶ τῶν λοιπῶν.

ἄγλωσσος κακόγλωσσος, βάρβαρος ἢ ἀλλόγλωσσος.

φύσιν ..........

φύσιν λείπει ἔχουσα.

ὦ παῖ ὦ Ὕλλε, δεῖξον τοῖς ἔργοις ὅτι ἀληθῶς ἐξ Ἡρακλέους ἔχεις τὸ γένος καὶ μή μου προκρίνῃς τὴν Δηιάνειραν ἀλλὰ ταῖς σαῖς χερσὶ τῆς οἰκίας αὐτὴν ἔξαγε καὶ παράδος μοι· ταῦτα δὲ ἀγνοῶν ὅτι τέθνηκεν.

ὡς εἰδῶ σάφα ἵνα μάθω πότερον ὑπὲρ ἐμοῦ νοσοῦντος λυπῇ ἢ ὅταν ἴδῃς τὸ σῶμα τῆς Δηιανείρας παρʼ ἐμοῦ βλαπτόμενον καὶ δικαίως καταπονούμενον.

ὅστις ὥστε παρθένος Ὅμηρος ἠύτε κούρη νηπίη ἥ θʼ ἅμα μητρὶ κλαίουσʼ ἀνελέσθαι ἀνώγει.

βέβρυχα ἀναβοῶ.

αἰὲν εἱπόμην κακοῖς ὑπέφερον πᾶν κακόν.

νῦν δʼ ἐκ τοιούτου ἐξ ἰσχυροῦ γέγονα ἀσθενής· ἢ ὑπὸ τοιούτου κακοῦ.

σκέψαι σκόπει.

ὁ λόγος πρὸς τοὺς περιεστῶτας.

αἰαῖ ὀδυνώμενος ἀναβοᾷ.

ἔθαλψεν ἄτης πάλιν ἐξεπύρωσέν με ὁ τῆς νόσου σπασμός.

οὐδʼ ἀγύμναστόν μʼ ἐᾶν | ἔοικεν ὀδύνης ἀπείραστον, ἄνετον ὀδυνῶν ἀντὶ τοῦ οὐκ ἐνδίδωσί μοι.

ὦ Διὸς ἀκτίς, παῖσον ὦ κεραυνέ, εἴθε με λάβοις.

ἐγκατάσκηψον βέλος τόξευσον κατʼ ἐμοῦ τὸν κεραυνόν.

δαίνυται ἐσθίει με ἡ νόσος.

ἤνθηκεν, ἐξώρμηκεν ἤκμασεν, ἀνεκάχλασεν καὶ ἐξεγήγερται.

ὦ νῶτα καὶ στέρνα ἀφορῶν εἰς ἓν ἕκαστον μέλος δυσφορεῖ ὅτι ἀφʼ οἵου οἷον γένονεν αὐτοῦ τὸ σῶμα.

ὑμεῖς ἐκεῖνοι ἆρα ὑμεῖς ἐστε αἱ τὸν Νεμεαῖον χειρωσάμεναι λέοντα, τὸν τὴν Νεμέαν λυμαινόμενον;

λέοντʼ, ἄπλατον ἀπρόσιτον.

κἀπροσήγορον ἀναγόρευτον, ἀδιήγητον ἢ φαῦλον καὶ μεμισημένον, ὃν οὐκ ἄν τις προσφθέγξαιτο.

ἀδιήγητον.

διφυῆ τʼ ἄμικτον τὸν τῶν Κενταύρων ἀπροσπέλαστον, ᾧ οὐκ ἦν συμμῖξαι καὶ συμβαλεῖν.

ὑπείροχον βίαν ὑπερέχοντα κατὰ τὴν δύναμιν· ὑβριστὴν δὲ μάχιμον, ὠμόν, οὐ σώφρονα· διὰ τὸν Νέσσον καὶ τὸν Πειρίθου γάμον.

τρίκρανον Ἡσίοδος πεντηκοντακέφαλον αὐτόν φησιν εἶναι, οὗτος δὲ τρίκρανον.

σκύλακʼ τὸν Κέρβερον.

τόν τε χρυσέων | δράκοντα φασὶ τὸν Ἄτλαντα τῷ Ἡρακλεῖ κεκομικέναι τὰ μῆλα ὅτε καὶ αὐτὸς διαδεξάμενος τὸν οὐρανὸν ἐβάστασεν.

ἐπʼ ἐσχάτοις τόποις τοῖς τῆς Λιβύης.

ἐγευσάμην ἐπειράθην.

ἄναρθρος οὐκ ἔχων τὰ ἄρθρα τῶν μελῶν διὰ τὸ σεσῆφθαι αὐτά· κατερρακωμένος δὲ τὰς σάρκας σαπεὶς καὶ ἔχων αὐτὰς κρεμαμένας ὡς ῥάκη.

τυφλῆς ὑπʼ ἄτης ὑπὸ νόσου ἀφανοῦς καὶ ἀκαταλήπτου, ἣν οὐκ ἔστιν ἰδεῖν.

τόδʼ ἴστε ὦ παρόντες.

κἂν τὸ μηδὲν ὦ | κἂν μηδὲν ἕρπω ἀντὶ τοῦ καὶ οὕτως ἔχων, καὶ οὕτω διακείμενος.

εἰ σφαλήσεται εἰ ἀποτεύξεται τούτου.

σιγὴν παρασχὼν ἀντὶ σιωπήσας καὶ ἡσυχάσας.

οὐ γὰρ ἂν γνοίης τουτέστιν ἐὰν μὴ τοῦ θυμοῦ παύσῃ πρότερον οὐ δυνήσῃ γνῶναι ὑπὸ τῆς ὀργῆς σκοτούμενος ὅτι ἀδίκως αὐτὴν ἀνελεῖν βούλει ὅπερ σοί ἐστι μεγίστη χαρὰ οὐδὲ ὅτι μάτην ἀλγεῖς τὴν ψυχὴν νεμεσῶν τὴν οὐδὲν ἀδικήσασαν.

χαίρειν προθυμῇ ἀνελεῖν αὐτὴν βουλόμενος

ποικίλλεις σοφίζεις, καλλωπίζεις τῷ λόγῳ.

ὦ παγκάκιστε αὕτη τοῦ μίσους ἐπίτασις ὅτι καὶ μνήμην τῆς μητρὸς ἐποιήσατο καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ Ἡρακλέους ἀκούοντος.

ἔχει γὰρ οὕτως τὸ γὰρ κατʼ αὐτήν, φησί, πρᾶγμα ἐκτός ἐστιν ἀδικίας ὡς μὴ δέον εἶναι τοῦτο σιωπῇ παραδοῦναι.

λέγʼ, εὐλαβοῦ δέ εὐλαβοῦ μὴ διʼ ὧν ὑπὲρ τῆς μητρὸς λέγεις περὶ ἐμὲ φαῦλος ἐξελεγχθῇς.

πρὸς τοῦ; τέρας τοι διὰ κακῶν πρὸς τίνος; ἄπιστον γὰρ διὰ δυσφήμων ὥσπερ ἐμαντεύσω τουτέστιν ἄπιστον λέγεις ὅτι ἑαυτὴν ἀνεῖλεν εἰ μὴ ἄρα μαντικῆς μετέχων τοῦτο ἔγνως ὡς μάντευμα ἄπιστον· τοῦτο δὲ εἶπεν ἐπειδὴ πολλάκις τὰ μὴ προσδοκώμενα μαντεύονται οἱ θεοί.

πρὸς ἐκτόπου ὑπὸ ἄλλου ξένου.

στραφείη θυμὸς λήξειεν ἡ ὀργή.

δεινοῦ λόγου θαυμαστοῦ· ἄπιστον γὰρ εἰ παύσομαι τῆς ὀργῆς· ὅμως εἰπέ.

ἅπαν τὸ χρῆμʼ, ἥμαρτε ζητοῦσα, φησί, χρηστόν τι διαπράξασθαι τοῦ ὅλου πράγματος ἥμαρτεν.

ἰοὺ ἰού ἀναμιμνησκόμενος τῆς ἀπὸ Δωδώνης μαντείας ταῦτα λέγει, ἀριθμήσας τὸν χρόνον ἄρτι ἔγνων ὅτι εἰς ἔσχατον ἦλθον συμφορᾶς.

σπέρμα σῶν ὁμαιμόνων ἀντὶ τοὺς σοὺς ἀδελφούς.

μάτην ἄκοιτιν τὴν Ἀλκμήνην· τοῦτο δέ φησιν ὡς ἀνάξια πάσχων.

τελευταίαν ἐμοῦ | φήμην τὴν περὶ τῆς τελευτῆς μου φήμην.

ἐπακτίᾳ παραθαλαττίᾳ.

ἕδραν διατριβήν.

εἰς ἡλικίαν ἥκεις ἵνα φανῇς ἄξια πράττων παῖς ἐμὸς εἶναι.

ἐμοὶ γὰρ ἦν πρόφαντον προμεμαντευμένον, προειρημένον ὑπὸ τοῦ Διός· οὕτω δὲ διὰ τοῦ σ ἐν τῇ τραγικῇ λέξει.

πρὸς τῶν πνεόντων τῶν ζώντων· πνεῦμα γὰρ ἡ ψυχὴ ψυχὴν ἐκάπυσσεν καὶ ὅσα γαῖαν ἐπιπνείει τε καὶ ἕρπει· ἔνθεν γὰρ ἡ ψυχή.

οὕτω ζῶντα μʼ ἔκτεινεν θανών δυνάμει γὰρ αὐτὸς αὐτὸν ἀνεῖλεν.

φανῶ δʼ ἐγώ ἐρῶ σοι ἄλλην μαντείαν νεωτέραν συμφωνοῦσαν τῇ προτέρᾳ.

Σελλῶν εἰσελθών ἀκούσας ἔγραψα· ἔθος γὰρ τοὺς χρησμὸν δεχομένους παραχρῆμα γράφειν ἵνα μὴ ἐπιλάθωνται· ἔνιοι δὲ χωρὶς τοῦ σ γράφουσιν Ἐλλοὺς ἀποδεχόμενοι καὶ Ἐλλοπίαν τὴν Δωδώνην νομίζουσιν εἶναι· τὴν γὰρ χώραν οὕτως Ἡσίοδος ὀνομάζει ἐν Ἠοίαις λέγων οὕτως ἔστί τις Ἐλλοπίη πολυλήιος ἠδʼ εὐλείμων ἀφνειὴ μήλοισι καὶ εἰλιπόδεσσι βόεσσιν· ἔν δʼ ἄνδρες ναίουσι πολύρρηνες, πολυβοῦται, πολλοί, ἀπειρέσιοι, φῦλα θνητῶν ἀνθρώπων· ἔνθα δὲ Δωδώνη τις ἐπʼ ἐσχατιῇ πεπόλισται, τὴν δὲ Ζεὺς ἐφίλησε καὶ ὃν χρηστήριον εἶναι τίμιον ἀνθρώποις· ναῖον δʼ ἐν πυθμένι φηγοῦ ἔνθεν ἐπιχθόνιοι μαντήια πάντα φέρονται ὃς δὴ κεῖθι μολὼν θεὸν ἄμβροτον ἐξερεείνῃ δῶρα φέρων τʼ ἔλθῃσιν σὺν οἰωνοῖς ἀγαθοῖσιν· ἐντεῦθεν δὲ λέγουσιν εἶναι Ἐλλοπιεῖς καὶ τοὺς ἐν Εὐβοίᾳ οἰκήσαντας.

καὶ πολυγλώσσου δρυός ἤτοι πολλὰ μαντευομένης καὶ διὰ τοῦτο πολλὰ φθεγγομένης ἢ τῆς διαφόροις διαλέκτοις χρησμῳδούσης πρὸς τὴν ἑκάστου τῶν μαντευομένων γλῶσσαν.

χρόνῳ τῷ ζῶντι τῷ ὑφεστῶτι· ὁ γὰρ παρελθὼν οἱονεὶ διέφθαρται, ὁ δὲ μέλλων πάλιν ἄδηλος.

ταῦτʼ οὖν ἐπειδὴ λαμπρά φανερά, σαφῆ, πρόδηλα· ἐπεὶ οὖν, φησίν, ὁ χρησμὸς ἀπέβη δεῖ σε γενέσθαι σύμμαχον ἐμοί.

καὶ μὴ ʼπιμεῖναι καὶ μὴ ἀπειθήσας μοι παροξύνῃς εἰς λοιδορίας κατὰ σοῦ.

ἀπειθοῦντά μοι.

ἀλλʼ αὐτὸν εἰκάθοντα ἀπὸ κοινοῦ τὸ δεῖ, δεῖ δέ σε εἴκοντα τῇ ἐμῇ προστάξει πράττειν ὃ βούλομαι· τὸ γὰρ τοῖς γονεῦσι πείθεσθαι νόμος ἐστὶ κάλλιστος καὶ εὐκλεὴς παρὰ πᾶσιν.

ταρβῶ μὲν εἰς λόγου εὐλαβοῦμαι μὲν εἰς τοιαύτην ὁμιλίαν ἐλθὼν μὴ οὐχ αἱρετά μοι προτείνῃς πράξω δὲ ὅμως κἂν δεινὰ ᾖ.

εἰς λόγου στάσιν περιφραστικῶς εἰς λόγους.

ζητεῖς, ἐπάγεις μοι ἀκριβῆ πίστιν.

ἀπιστήσῃς ἐμοὶ γράφε προστήσῃς ἐμοί, ἐναντιωθήσῃ· ἀπὸ μεταφορᾶς τῶν ἐν τῇ βρώσει ψωμῶν προσισταμένων.

ἦ μὴν τί δράσειν; ἐπὶ τὸ τί δρᾶσαι;

ἐπώμοτον ὅρκιον.

εἰ δʼ ἐκτὸς ἔλθοις εἰ παραβαίης τοὺς ὅρκους.

οὐ χρεία βλαβῆναί με· ποιήσω γὰρ ἃ προστάξεις μοι· ἢ ποιήσω δὲ εἰ βούλει σύ.

ὕψιστον πάγον ὑψηλὸν ὄρος ἐν Εὐβοίᾳ ἡ Οἴτη· πᾶν δὲ ὄρος ὄρος τοῦ Διὸς ὀνομάζεται ἐπεί φησιν ὑψίστῳ ὄντι τῷ θεῷ ἐν ὕψει τὰς θυσίας ποιεῖσθαι.

ἐξαρέντα σε ταῖς σαυτοῦ χερσὶ μεθʼ ὧν θέλεις φίλων· οὐ γὰρ μόνος ἐδύνατο φέρειν αὐτόν.

ἄγριον ἔλαιον ἄκαρπον ἀγριέλαιον.

εἰ δὲ μὴ ταῦτα ποιήσεις διατελέσω ταῖς κατάραις καὶ καθʼ Ἅιδου βαρῶν σε.

ἀραῖος ἐπάρατος, τιμωρὸς δαίμων.

οἷά μʼ εἴργασαι οἷα θέλεις ἐργάσασθαι κατʼ ἐμοῦ πατροφόντην γενέσθαι παρακελευόμενος.

ὁποῖα δραστέʼ ἐστὶν τοιαῦτά σοι παρακελεύομαι οἷα δρᾶσαι ὀφείλεις· εὐεργετήσεις με γάρ.

πατρὸς | ἄλλου ξένος ἀλλʼ οὐκ ἐμὸς ὢν υἱός.

ἐκκαλῇ ἀναγκάζεις.

παλαμναῖον ἀλάστορα, μιαιφόνον, αὐτόχειρα.

ἀλλʼ εἰ παραιτῇ τὸ ἀνελεῖν με τὰ ἄλλα ποίησον τουτέστι τὴν ὕλην συνάγαγε.

ὄντως οὖν πληρώσεις τὴν πυρὰν τῆς ὕλης;

πάντα, φησί, ποιήσω πλὴν τοῦ σώματος ἅψασθαι.

καὶ ταῦτα μὲν ἀρκέσει βραχὺ δὲ τούτοις πρόσθες οἷον ταῖς ἄλλαις εὐεργεσίαις καὶ ἑτέραν βραχεῖαν χάριν πρόσθες γήμας τὴν Ἰόλην.

σʼ ἐπισκήπτω ἐντέλλομαί σοι, παρρεγγυῶ.

προσθοῦ δάμαρτα γυναῖκα ποίησον.

ἄτοπον γάρ, φησί, τὴν ἅπαξ ἀνακλιθεῖσάν μοι ἑτέρῳ ξένῳ παρακαθευδῆσαι.

κήδευσον οἰκείωσαι.

τὸ γάρ τοι μεγάλα πιστεύσαντʼ ἐὰν γὰρ ἐν τοῖς μείζοσι θέμενος πίστιν ......

τὸ θυμοῦσθαι εἰ μὴ πεισθείην αὐτῷ κακὸν καὶ τὸ πείθεσθαι ὧδε φρονοῦντι δυσχερές.

οὕτω λαλεῖς ὡς μηδὲν πράξων ὧν λέγω.

τίς γάρ ποθʼ ἥ μοι μητρί τὸ τίς ἐφʼ ἑαυτοῦ ἔθηκεν ἀντὶ τοῦ πῶς ἂν ἐγὼ ἑλοίμην γῆμαι αὐτὴν τὴν τῶν κακῶν αἰτίαν οὖσαν;

τίς ταῦτʼ ἂν ὅστις μὴ ʼξ ἀλαστόρων τίς ἂν ταῦτα πράττειν ἕλοιτο ἐκτὸς ὢν μανίας καὶ θεηλασίας; ἀντὶ τοῦ οὐκ ἂν ἑλοίμην εἰ μὴ μαινοίμην.

οὐ νέμειν ἐμοὶ | φθίνοντι μοῖραν ἀντὶ τοῦ μέρος εὐποιίας προσνέμειν μοι.

φθίνοντι φθειρομένῳ.

ὡς νοσεῖς φράσεις ὡς φανερὸς εἶ νοσῶν χαλεπῶς οὕτως καὶ χαλεπῶς διαλεγόμενος.

σὺ γάρ μʼ ἀπʼ εὐνασθέντος σύ με, φησίν, ἀναταράττεις ἀπὸ τοῦ καταπραϋνθέντος κακοῦ μὴ πειθόμενος.

δείλαιος, ὡς ἐς πολλά ἄτοπον γὰρ καὶ ἐναντιοῦσθαι καὶ πείθεσθαι διʼ ὃ ἀπορῶ.

δικαιοῖς δίκαιον νομίζεις.

ἀλλʼ ἐκδιδαχθῶ τοῦτο κατʼ ἐρώτησιν.

πράσσειν ἄνωγας δίκαιόν σοι τοῦτο φαίνεται, τὸ συναφθῆναί με τῇ Ἰόλῃ; πρὸς ὃν ὅτι οὐκ ἄδικον τοῦτο ἡγοῦμαι ἀλλὰ εὐσεβές, τὸ πειθαρχεῖν τῷ πατρί.

θεοῖσι δεικνὺς ἔργον διαμαρτυράμενος τοὺς θεοὺς γαμήσω τὴν Ἰόλην.

καλῶς τελευτᾷς ἀντὶ τοῦ καλῶς τὸν λόγον ἐπεραίωσας.

ὡς πρὶν ἐμπεσεῖν ὡς εἰς πυράν με θῇς πρὶν ταραχθῆναι ὑπὸ τῆς νόσου.

ἐγκονεῖτʼ ἐνεργεῖτε καὶ ἀνακουφίσατε.

παῦλά τοι κακῶν μόνη γὰρ ἀνάπαυσις τὸ παραθεῖναί με τῷ πυρὶ καὶ τοιαύτῃ τελευτῇ χρήσασθαι.

ἄγε νυν πρὶν τήνδʼ ἀνακινῆσαι ἑαυτὸν παραθαρρύνει ὥστε μὴ βοᾶν κομιζόμενον εἰς τὴν πυράν· ἄγε οὖν, φησίν, ὦ σκληρὰ ψυχή, ὡς ἀπὸ χαλυβικοῦ σιδήρου πεποιημένη πρὶν τήνδε ἀνακινῆσαι νόσον ἐνδοῦσα τὸ σεαυτῆς στόμα ἐμφαγῆναι ὡσανεὶ στόμα φρέατος λίθῳ κεκολλημένον πρὸς τὸ μηκέτι ὕδωρ ἀνιμᾶσθαι· λείπει δὲ τὸ ὡς, ὡς ἀπὸ χάλυβος γενομένη.

χάλυβος | λιθοκόλλητον στόμιον παρέχουσʼ λίθινον καὶ σκληρὸν χαλινὸν σαυτῇ ἐπιβαλοῦσα.

ἀνάπαυε βοήν ἀνάπαυσον τὴν βοὴν ὡς εἰς ἐπίχαρτον ἅμα καὶ ἀκούσιον πρᾶγμα χωροῦσα, τὴν πυράν· πῶς δὲ ἐπίχαρτον καὶ ἀκούσιον; ἐπίχαρτον μὲν ὅτι ἀπαλλάττεται τῆς νόσου ἀκούσιον δὲ ὅτι λυπεῖ πάντα ἡ ἀποστέρησις τοῦ βίου· παρὰ τὸ ἑκὼν ἀέκοντί γε θυμῷ.

αἴρετʼ, ὀπαδοί οὐκ οἰκέταις ἀλλὰ τοῖς ἀκολουθοῦσιν αὐτῷ ἐξ Εὐβοίας φησί.

συγγνωμοσύνην ἀντὶ συγγνώμην, ὅτι κατὰ γνώμην πατρῴαν τοῦτο ποιῶ.

οἳ φύσαντες καὶ κλῃζόμενοι εἰς τὸν Δία ἡ ἀπότασις τοῦ λόγου· ἐκείνους, φησίν, ἀγνώμονας ἡγεῖσθε οἵτινες γεννήσαντες αὐτὸν περιορῶσι τοιαῦτα πάσχοντα.

ἐφορᾷ περιττὴ ἡ πρόθεσις.

αἰσχρὰ δʼ ἐκείνοις τοῖς γεννήσασιν ἐπονείδιστα.

τῷ τήνδʼ ἄτην ὑπέχοντι τῷ Ἡρακλεῖ.

χορός· τινὲς Ὕλλος.

λείπου μηδὲ σύ, παρθένε ἔοικεν Ὕλλος ἀποστραφεὶς ταῖς ἀπὸ τοῦ χοροῦ λέγειν μὴ ἀπολιμπάνεσθαι τῶν οἴκων ἕως ἂν ἐπανέλθωσιν ἀπὸ τῆς πυρᾶς· τινὲς δὲ γράφουσιν ἐπʼ οἴκων τουτέστι μηδὲ ὑμεῖς περιλείπεσθε ἐνταῦθα ἀλλʼ ἀκολουθήσατε.

πολλὰ δὲ λείπει τὸ ἐποίησεν.

λείπει τὸ ἐποίησεν· Δία δὲ τὴν εἱμαρμένην ἥτις καὶ ἀγαθῶν ἐστιν αἰτία.

καινοπαγῆ νεοκατασκεύαστα.

κοὐδὲν κ. ἑ. οὐδὲν τούτων οὐδεὶς ἔπραξεν εἰ μὴ μόνος ὁ Ζεύς.