ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Οἰδίπους εἰς Ἀθήνας παραγενόμενος ἐρωτᾷ τὴν θυγατέρα Ἀντιγόνην.
τίς τὸν πλανήτην Οἰδίπουν ἔστι μὲν ἀφʼ ἑτέρας ἀρχῆς λαμβάνοντα λέγειν οὕτως, τίς τὸν πλανήτην Οἰδίπουν δέξεται, δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι τοῦ τίς μὴ πυσματικῶς κειμένου ἀλλʼ ἀντὶ τοῦ ἣ ἄρθρου ὥστε τῷ πόλιν συντετάχθαι καὶ τὸν λόγον ἔχειν οὕτως, τίνας χώρους ἀφίγμεθα ἢ τίνων ἀνδρῶν πόλιν ἣ τὸν πλανήτην Οἰδίπουν δέξεται; ὅτι δὲ τῷ τίς ἀντὶ ἄρθρου χρῶνται Καλλίμαχός φησιν οὕτως ὑπεὶρ ἅλα κεῖνος ἐνάσθη Ἀλκαθόου τις ἄπυστος· ἠθικώτερον δὲ τὸ πρῶτον.
ἀντὶ τοῦ ἣ ἄρθρου τὸ τίς.
τίς ἡμᾶς σήμερον ὑποδέξεται;
σπανιστοῖς εὐτελέσι, τοῖς κατὰ σπάνιν τοῦ αἰτοῦντος διδομένοις.
μεῖον φέροντα βραχύτερον ἀποφερόμενον τοῦ αἰτηθέντος· οὐ γὰρ ὅσα αἰτεῖ τις λαμβάνει.
καὶ τόδʼ ἐξαρκοῦν ἐμοὶ ὅμως γοῦν τούτοις ἀρκούμενον.
στέργειν γὰρ αἱ πάθαι ταῦτά με στέργειν τὰ δυστυχήματα ὁ πολὺς πεποίηκε χρόνος καὶ τὸ τῶν συμφορῶν πλῆθος καὶ τὸ τῆς ἀνδρείας πλεονέκτημα· πάθαι γὰρ αἱ συμφοραί· ἀπὸ κοινοῦ δὲ τὸ διδάσκουσιν ἀντὶ τοῦ εἴθισμαι τῷ πολλῷ χρόνῳ καὶ μεμελέτηκα τῆς τύχης τὰ δύσκολα.
θάκοισιν καθέδραις.
ἢ πρὸς βεβήλοις βέβηλος τόπος ἐστὶν ὁ ἀκάθαρτος καὶ βατὸς πᾶσι καὶ βέβηλος ἀνὴρ ὁ μιαρός· Εὐριπίδης Πρωτεσιλάῳ οὐ γὰρ θέμις βέβηλον ἅπτεσθαι δόμων καὶ ἀείδω ξυνετοῖσι, θύρας δʼ ἐπίθεσθε βέβηλοι· βεβήλοις οὖν τοῖς πᾶσι βασίμοις τόποις μηδὲ ἀνειμένοις θεοῖς· ἐκ μεταφορᾶς δὲ βεβήλους καὶ τοὺς ἀμυήτους φασὶ καὶ ἀκαθάρτους· Σοφοκλῆς δὲ ἐν Συνδείπνῳ βέβηλον τὸν ἰδιώτην φησίν.
βεβήλοις βατοῖς.
στῆσόν με ἐκ τῆς ὁδοιπορίας καὶ μαθησόμεθα.
πυθώμεθα μαθησόμεθα.
μανθάνειν γὰρ ἥκομεν εἰς γὰρ τοῦτο, φησίν, ἐληλύθαμεν ἅτε δὴ ξένοι ὄντες παρὰ τῶν ἀστῶν μανθάνειν τί ἐστι πρακτέον ἡμῖν.
τελεῖν ποιεῖν.
πάτερ ταλαίπωρε οὐκ ἐμπαροινεῖν βουλομένη τῷ πατρὶ ταλαίπωρον ἀποκαλεῖ ἀλλὰ τοῦ πάθους παριστᾶσα τὸ μέγεθος· πωρεῖν δὲ οἱ Ἠλεῖοι τὸ πενθεῖν φασι· καὶ Ἀντίμαχος πωρητὺν ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἕκαστος θέντο· παρὰ τοῦτο οὖν ταλαίπωρος ἐτυμολογεῖται.
ὡς ἀπʼ ὀμμάτων πρόσω γράφε ὡς ἀνομμάτῳ ὅ ἐστιν ὡς τυφλῷ σημῆναι πρόσω εἰσίν· ὡς ἄν τις πόρρω ἀφορῶν τεκμήραιτο· ὡς ἄν τις τὰ ὄμματα πόρρω ἔχων.
ὡς ἔστιν ἐκ προόψεως τεκμήρασθαι.
ὡς λίαν.
βρύων πλήθων.
πυκνόπτεροι δʼ | εἴσω οἷον κατὰ τὸν χῶρον· ἐκράτησε δὲ μεγάλως τῇ φράσει ὥστε μέλισσαν αὐτὸν ἐκάλεσαν οἱ κωμικοί.
κατʼ αὐτὸν κατὰ τὸν χῶρον.
εὐστομοῦσιν εὐφθογγοῦσιν, εὐφώνως ᾄδουσιν.
πέτρου ἐπὶ τοῦ λιθίνου βάθρου· γράφε πάγου.
προὐστάλης ὁδόν προῆλθες μακροτέραν ὁδὸν ἢ ὡς ἥρμοζε γέροντι.
χρόνου μὲν οὕνεκα ἀντὶ τοῦ δεδίδαγμαι τῷ χρόνῳ τὸ φυλάττειν σε ὁδηγοῦσα· σύνηθες οὖν τὸ πρᾶγμα. εἰς τὸ αὐτό: τοῦ μὲν χρόνου οὗ σύνειμί σοι χάριν οὐ χρεία μαθεῖν ὅτι τυφλὸς εἶ καὶ ὅτι δεῖ σε προμηθείας τυχεῖν.
τὰς γοῦν Ἀθήνας οἶδα ὅτι ἐν τῇ Ἀττικῇ ἐσμεν οἶδα, τίς δέ ἐστιν οὗτος ὁ δῆμος ἀγνοῶ.
τί ηὔδα; ὅτι αὗταί εἰσιν αἱ Ἀθῆναι· ἐμπόρων δὲ ἀντὶ τοῦ ὁδοιπόρων διὸ τὸ χ.
ἐν ἐρωτήσει ὁ λόγος, βούλει μάθω τίς ὁ πρὸ τοῦ ἄστεος τόπος;
ἦ ἆρα.
ἐξοικήσιμος ἀντὶ τοῦ ἐνοικήσιμος.
οἴομαι δὲ δεῖν | οὐδέν οὐ δεῖν τοῦ ἐλθοῦσαν ἐρωτῆσαί με· ἰδοὺ γὰρ ἀνὴρ πάρεστι παρʼ οὗ εἰσόμεθα· οἷον οὐκέτι δεῖν ἔοικε προϊοῦσαν μανθάνειν περὶ τοῦ τόπου· καλῶς δὲ τὰ τῆς οἰκονομίας ἵνα μὴ μόνος ὁ Οἰδίπους ἀπολειφθῇ.
ἦ δεῦρο κατʼ ἐρώτησιν.
χὤτι σοι λέγειν καὶ ὅπερ σοι λέγειν εὔκαιρον νομίζεις λέγε· ἀκούσεται γάρ.
ὑπέρ τʼ ἐμοῦ τουτέστιν ὑπὲρ ἀμφοῖν ὁρώσης.
οὕνεχʼ ἡμῖν αἴσιος ὅτι αἴσιος ἡμῖν σκοπὸς ἀφῖξαι ὥστε φράσαι περὶ ὧν ἀγνοοῦμεν· ἢ ὥστε φράσαι ἡμῖν ἅ σοι λέξομεν.
προσήκεις ἦλθες.
τῶν ἀντὶ τούτων.
δηλοῦμεν λέξομεν.
πρὶν νῦν τὰ πλείονα ἀπόστηθι πρῶτον τῶν ἀβάτων καὶ τότε ἐρώτα.
οὐχ ἁγνόν οἷον σοὶ οὐχ ἁγνὸν εἰ μὴ μόνοις ἱερεῦσιν· ἢ οἷον οὐκ ἀνειμένον καὶ βατόν.
τοῦ τίνος;
ἄθικτος οὐδʼ οἰκητός Φύλαρχός φησι δύο αὐτὰς εἶναι τά τε Ἀθήνῃσιν ἀγάλματα δύο, Πολέμων δὲ τρεῖς αὐτάς φησιν.
τὰς πάνθʼ ὁρώσας Εὐμενίδας Ἐπιμενίδης Κρόνου φησὶ τὰς Εὐμενίδας ἐκ τοῦ καλλίκομος γένετο χρυσῆ Ἀφροδίτη Μοῖραί τʼ ἀθάνατοι καὶ Ἐρινύες αἰολόδωροι, Ἴστρος δὲ ἐν τῇ δʹ μητέρα τῶν Εὐμενίδων Εὐωνύμην ἀναγράφει ἣν νομίζεσθαι γῆν· ἔνιοι δὲ μεταβαλεῖν αὐτάς φασι τὸ ὄνομα ἐπὶ Ὀρέστῃ· τότε γὰρ πρῶτον Εὐμενίδας κληθῆναι εὐμενεῖς αὐτῷ γενομένας κριθέντι νικᾶν παρʼ Ἀθηναίοις καὶ ὁλοκαυτώσαντι αὐταῖς ὄιν μέλαιναν ἐν Κερυνείᾳ τῆς Πελοποννήσου· Φιλήμων δὲ ὁ κωμικὸς ἑτέρας φησὶ τὰς Σεμνὰς θεὰς τῶν Εὐμενίδων.
χ.
νιν ἀντὶ αὐτὰς διὸ τὸ χ.
ἄλλα δʼ ἀλλαχοῦ καλά παρʼ ὅσον ἄλλοι ἄλλοις ὀνόμασι καλοῦσιν αὐτάς. ἄλλα ὀνόματα παρʼ ἄλλοις καλὰ νομίζονται, παρʼ ἡμῖν δὲ ταῦτα, τὸ ὀνομάζειν αὐτὰς Εὐμενίδας.
ἀλλʼ ἵλεως μέν ἵλεῴ μοι αἱ Εὐμενίδες· ἐγὼ γὰρ οὐκ ἀναστήσομαι ἐντεῦθεν.
τί δʼ ἐστὶ τοῦτο; ἀντὶ διὰ τί οὐκ ἀνίστασαι;
ξυμφορᾶς ξύνθημα σύμβολόν μοι τῆς συμφορᾶς τὸ καταντῆσαί με εἰς Ἐρινύων ἱερόν.
πρὶν γʼ ἂν ἐνδείξω τί δρῶ ἕως οὗ τῇ πόλει ἐνδείξω τί χρὴ ποιεῖν.
προστρέπω ἱκετεύω.
ὁ πυρφόρος θεὸς ὁ Ἥφαιστος.
Τιτὰν Προμηθεύς περὶ τοῦ τὸν Προμηθέα περὶ τὴν Ἀκαδήμειαν καὶ τὸν Κολωνὸν ἱδρῦσθαι Ἀπολλόδωρος γράφει οὕτω τῇ περὶ ........... συντιμᾶται δὲ καὶ ἐν Ἀκαδημείᾳ τῇ Ἀθηνᾷ καθάπερ ὁ Ἥφαιστος· καὶ ἔστιν αὐτοῦ παλαιὸν ἵδρυμα καὶ βωμὸς ἐν τῷ τέλει τῆς θεοῦ· δείκνυται καὶ βάσις ἀρχαία κατὰ τὴν εἴσοδον ἐν ᾗ τοῦ τε Προμηθέως ἐστὶ τύπος καὶ τοῦ Ἡφαίστου· πεποίηται δέ, ὡς καὶ Λυσιμαχίδης φησίν, ὁ μὲν Προμηθεὺς πρῶτος καὶ πρεσβύτερος ἐν δεξιᾷ σκῆπτρον ἔχων ὁ δὲ Ἥφαιστος νέος καὶ δεύτερος· καὶ βωμὸς ἀμφοῖν κοινός ἐστιν ἐν τῇ βάσει ἀποτετυπωμένος.
χαλκόπους ὀδός ὡς οὕτω τινὸς καλουμένου τόπου ἐν τῷ ἱερῷ, χαλκόποδος ὀδοῦ· φησὶ δὲ Ἀπολλόδωρος διʼ αὐτοῦ καταβάσιον εἶναι εἰς Ἅιδου· καὶ Ἴστρος δὲ μνημονεύει τοῦ χαλκοῦ ὀδοῦ καὶ Ἀστυδάμας· καί τις τῶν χρησμοποιῶν φησι Βοιωτοὶ δʼ ἵπποιο ποτιστείχουσι Κολωνὸν ἔνθα λίθος τρικάρανος ἔχει καὶ χάλκεος οὐδός. τὸ ἑξῆς, ὃν δʼ ἐπιστείβεις τόπον χθονὸς τῆσδε καλεῖται χαλκόπους ὀδός· οὕτω δὲ ἐκαλεῖτο διὰ τὸ εἶναι μέταλλα χαλκοῦ ἐν τῷ Κολωνῷ.
τὸ τοῦδε κοινόν τὸ τοῦ Κολωνοῦ ὄνομα κοινὸν φέρουσι πάντες ὠνομασμένοι Κολωνιᾶται δηλονότι.
τῇ ξυνουσίᾳ πλέον τῷ ἔργῳ καὶ τῇ πείρᾳ πλέον τιμώμενα, οὐ τοῖς λόγοις.
ἐπώνυμοι Κολωνιᾶται καλούμενοι.
ἢ ʼπὶ τῷ πλήθει λόγος; ἢ ἐν τῷ πλήθει ἐστὶν ἡ ἰσχὺς τουτέστι δημοκρατοῦνται.
ἢ καταρτύσων μόλοι παρασκευάσων, εὐτρεπίσων· Ὅμηρος ἠρτύναντο δʼ ἐρετμὰ καὶ Κλυταιμήστρη δόλον ἤρτυε· τὸ δὲ ἑξῆς, ὡς πρὸς τί λέξων αὐτῷ μόλοι τις ἢ πρὸς τί εὐτρεπίσων αὐτὸν μολεῖν;
ὡς ἂν προσαρκῶν τὰ αὐτὰ αὖθις ἐρεῖ ὅτι ἐπʼ ὠφελείᾳ τοῦτο γίνεται τῶν δεχομένων αὐτὸν καὶ θαπτόντων, ἐπὶ βλάβῃ δὲ τῶν ἀποπεμψάντων.
πλὴν τοῦ δαίμονος πλὴν τῆς τύχης.
αὐτοῦ αὐτόθι.
σοι γε.
ὦ πότνιαι δεινῶπες τὸ ἐντελὲς ὦ πότνιαι, ὁ δὲ νοῦς οὕτως, ἐπειδὴ ἦλθον πρὸς ὑμᾶς μὴ ἐναντιωθῆτέ μοι καὶ τῷ χρήσαντί μοι Ἀπόλλωνι.
εὖτε ὅτε, ἐπειδή.
ἀγνώμονες ἐναντιογνώμονες, ἀσύγγνωστοι.
τερμίαν αὑτῷ εἱμαρμένην, ἐφʼ ἧς ἔμελλε τὸ τέλος τοῦ βίου εὑρήσειν.
ξενόστασιν γράφεται καὶ κατάστασιν.
ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον εἰσί γε οἵ φασι τὸ μνῆμα τοῦ Οἰδίποδος ἐν ἱερῷ Δήμητρος εἶναι ἐν Ἐτεωνῷ μεταγαγόντων αὐτὸν ἐκ Κεοῦ τινος ἀσήμου χωρίου καθάπερ ἱστορεῖν φησιν Ἀρίζηλον Λυσίμαχος ὁ Ἀλεξανδρεὺς ἐν τῷ ιγʹ τῶν Θηβαϊκῶν γράφων οὕτως, Οἰδίπου δὲ τελευτήσαντος καὶ τῶν φίλων ἐν Θήβαις θάπτειν αὐτὸν διανοουμένων ἐκώλυον οἱ Θηβαῖοι διὰ τὰς προγεγενημένας συμφορὰς ὡς ὄντος ἀσεβοῦς· οἱ δὲ κομίσαντες αὐτὸν εἴς τινα τόπον τῆς Βοιωτίας καλούμενον Κεὸν ἔθαψαν αὐτόν· γινομένων δὲ τοῖς ἐν τῇ κώμῃ κατοικοῦσιν ἀτυχημάτων τινῶν οἰηθέντες αἰτίαν εἶναι τὴν Οἰδίπου ταφὴν ἐκέλευον τοὺς φίλους ἀναιρεῖν αὐτὸν ἐκ τῆς χώρας· οἱ δὲ ἀπορούμενοι τοῖς συμβαίνουσιν ἀνελόντες ἐκόμισαν εἰς Ἐτεωνόν· βουλόμενοι δὲ λάθρᾳ τὴν ταφὴν ποιήσασθαι καταθάπτουσι νυκτὸς ἐν ἱερῷ Δήμητρος ἀγνοήσαντες τὸν τόπον· καταφανοῦς δὲ γενομένου πέμψαντες οἱ τὸν Ἐτεωνὸν κατοικοῦντες τὸν θεὸν ἐπηρώτων τί ποιῶσιν· ὁ δὲ θεὸς εἶπεν μὴ κινεῖν τὸν ἱκέτην τῆς θεοῦ διόπερ αὐτοῦ τέθαπται· τὸ δὲ ἱερὸν Οἰδιπόδειον κληθῆναι.
κέρδη μὲν οἰκήσαντα ὁ ποιητὴς χαριζόμενος Ἀθηναίοις τοῦτό φησιν· ἐδόκουν γὰρ τότε Βοιωτοὶ καὶ Ἀθηναῖοι πρὸς ἀλλήλους διαφέρεσθαι.
ταῦτα ἐπὶ τέλους τοῦ δράματος γίνονται.
οὐκ ἔσθʼ ὅπως οὐ πιστόν οἷον κατὰ διάνοιαν, φησίν, ἐξ ὑμῶν τῶν θεῶν εἰς τὸν τόπον ἀφῖγμαι.
πτερὸν οἰωνός.
τὴν πτέρωσιν τῆς διανοίας.
οὐ γὰρ ἄν ποτε | πρώταισιν οὐ γάρ ποτε, φησί, τῶν ἄλλων ὁδοιπόρων πρώτως ὑμῖν ἀντέσχον εἰ μὴ ἐβούλεσθε.
νήφων ἀοίνοις οὐ γὰρ σπένδεται οἶνος αὐταῖς ἀλλʼ ὕδωρ καὶ νηφάλιαι καλοῦνται αἱ σπονδαὶ αὐτῶν· Πολέμων δὲ ἐν τῷ πρὸς Τίμαιον καὶ ἄλλοις τισὶ θεοῖς νηφαλίους φησὶ θυσίας γίνεσθαι γράφων οὕτως, Ἀθηναῖοί τε γὰρ τοῖς τοιούτοις ἐπιμελεῖς ὄντες καὶ τὰ πρὸς τοὺς θεοὺς ὅσιοι νηφάλια μὲν ἱερὰ θύουσι Μνημοσύνῃ Μούσῃ, Ἠοῖ, Ἡλίῳ, Σελήνῃ, Νύμφαις, Ἀφροδίτῃ οὐρανίᾳ· Φιλόχορος δὲ καὶ περί τινων ἄλλων θυσιῶν τὸν αὐτὸν τρόπον δρωμένων φησὶν ἐν τῇ βʹ τῶν Ἀτθίδων Διονύσῳ τε καὶ ταῖς Ἐρεχθέως θυγατράσι καὶ οὐ μόνον θυσίας νηφαλίους ἀλλὰ καὶ ξύλα τινὰ ἐφʼ ὧν ἔκαιον· Κράτης μὲν οὖν ὁ Ἀθηναῖος τὰ μὴ ἀμπέλινα τῶν ξύλων πάντα νηφάλιά φησι προσαγορεύεσθαι ὁ δὲ Φιλόχορος ἀκριβέστερόν φησι τὰ μήτε ἀμπέλινα μήτε σύκινα ἀλλὰ τὰ ἀπὸ τῶν θύμων νηφάλια καλεῖσθαι καὶ πρώτῃ φησὶν ὕλῃ πρὸς τὰς ἐμπύρους θυσίας ταύτῃ κεχρῆσθαι παρʼ ὃ καὶ τοὔνομα λαβεῖν τὸν θύμον ὡς παρὰ τὴν θυμίασιν καὶ τὴν θυὴν πεποιημένης τῆς φωνῆς· εἰσὶ δέ τινες τὸ παράπαν ἄσπονδοι θυσίαι κατὰ τύχην εἰς ἔθος παρελθοῦσαι.
κἀπὶ σεμνὸν ἑζόμην ὃ ἄνω εἶπεν τοῦδʼ ἐπʼ ἀξέστου πέτρου· ἀσκέπαρνον δὲ τὸν ἄγλυφον καὶ ἀπελέκητον καὶ ἄξεστον, οὐκ εἰργασμένον.
πέρασιν ἤδη πέρασιν ἀντὶ τοῦ πέρας ὅ ἐστι τελευτήν· τὸ δὲ ἑξῆς, βίου πέρασιν.
εἰ μὴ δοκῶ τι μειόνως εἰ μὴ δοκῶ ὑμῖν ἐλαττόνως ἔχειν τὰ κακὰ καὶ δεῖσθαι προσθήκης κακῶν.
ἴτʼ, ὦ γλυκεῖαι εὐφήμως τὰς Ἐρινύας γλυκείας φησὶν ἵνα μὴ πικραὶ αὐτῷ γένωνται.
ἴτε, ὦ Ἀθῆναι.
τὴν εἰσαγωγὴν τοῦ χοροῦ εὐαφόρμως θέλει ποιήσασθαι.
σιγήσομαί τε ἵνα μὴ πρὸς τούτους ὁ λόγος προπυνθανομένους γένηται ἀλλὰ τηρηθῇ Θησεῖ παραγινομένῳ.
δεῖ νοεῖν ὅτι ἐκρύβη εἰς τὸ ἄλσος.
ἐν γὰρ τῷ μαθεῖν ἐν τῷ προμαθεῖν ἔννοια καὶ σκέψις γίνεται· οὐ γὰρ τὸν φόβον φησίν.
ὅρα, τίς ἄρʼ ἦν; ὁ χορὸς ἐκ τῶν ἐπιχωρίων ἀνδρῶν πεπυσμένος ὅτι προσκαθέζεταί τις τῷ ἱερῷ τόπῳ τούτῳ τὰ πρῶτα ὑποχαλεπαίνοντές φησι, τίς ἄρα ἐστὶν ἢ ποῦ διατρίβει;
ἐκτόπιος συθεὶς ἀπὸ ξένου τόπου ὁρμήσας.
συθεὶς ὁρμήσας.
ὁ πάντων ἀκορέστατος παρʼ ὅσον οὐδεὶς αὐτῷ τῶν ἄλλων ἤρκεσε τόπων ἀλλὰ καὶ ἐπὶ τοῦτον ἦλθεν ἀφόβως οἷον ὁ μηδενὶ τῶν ἄλλων τόπων ἀρκεσθεὶς ἀλλʼ ἐπὶ τοῦτον ἥκων ἀπληρώτως· ὅτι τοσούτου τόπου παρακειμένου εἰς τὸν ἄβατον ὥρμησεν.
πλανάτας ἀντὶ τοῦ ξένος· οὕτω γὰρ λέγουσι τοὺς ξένους.
οὐδʼ | ἐγχώριος πάντως, φησί, ξένος ἐστὶν ἀγνοῶν· οὐ γὰρ ἂν ἐπέβαινεν εἰ ᾔδει.
ἀστιβὲς ἄβατον.
ἀμαιμακετᾶν ἀκαταμαχήτων ἢ ἀπροσπελάστων.
καὶ παραμειβόμεσθʼ ἀδέρκτως οὐ προσβλέποντες ἀλλʼ ἢ καταμύοντες ἢ κύπτοντες.
ἀφώνως, ἀλόγως παριόντες, φησί, ταύτας τὰς θεὰς οὐδενὸς λόγου ποιούμεθα ἀλλὰ σιωπῇ ἔχομεν, ἐν ἑαυτοῖς δὲ μόνον καὶ κατὰ διάνοιαν εὐφημότερον διαλεγόμεθα ὁποῖοι γινόμεθα ὅταν μάλιστα ἔν τινι φρικωδεστέρῳ γενώμεθα φόβῳ· ἄκρως δὲ καινότερον διανόημα ἐξήνεγκεν μετὰ κατασκευῆς.
τὸ τᾶς | εὐφήμου στόμα τὴν φωνήν· στόμα γὰρ ἡ φωνή· Ὅμηρος πολέμου στόμα καὶ Σοφοκλῆς χαλκοστόμου κώδωνος· ὁ δὲ νοῦς, τὴν φωνὴν τῆς εὐφήμου φροντίδος ἱέντες ὅ ἐστι μετὰ φροντίδος πολλῆς εὐφήμως τὴν φωνὴν ἀφιέντες, εὐφημοῦντες, φησί, καὶ καθʼ ἑαυτοὺς συλλογιζόμενοι εὔφημα· οἱ δὲ τὸ εὐφήμου ἀντὶ τοῦ σιωπηλῆς· τὸ γὰρ εὐφημεῖν ἐπὶ τοῦ σιωπᾶν τάττεται.
εὐφήμου σιωπηλῆς.
τὰ δὲ νῦν τινʼ ὑπερβατόν, τινὰ δὲ τὰ νῦν.
οὐδὲν ἅζονθʼ οὐδὲν σέβοντα, ἀσεβῆ· γράφε οὐδὲν λιάζοντα ἀντὶ τοῦ οὐκ ἐκτρεπόμενον ἃ προσήκει.
ὃν ἐγὼ λεύσσων τὸ ἑξῆς, ὃν ἐγὼ λεύσσων περὶ πᾶν τέμενος οὔπω δύναμαι γνῶναι ποῦ μοί ποτε ναίει.
ναίει διατρίβει.
τὸ φατιζόμενον τὸ λεγόμενον παρʼ ὑμῶν.
οὔπω ἀκριβῶς αὐτὸν ἑωρακότες τοῦτό φασιν.
δεινὸς ἀντὶ τοῦ ἀσεβής.
ἄνομον λείπει τὸ ὡς, ὡς ἄνομον.
οὐ πάνυ μοίρας οὐκ ἀγαθῆς μοίρας ἀλλὰ κακῆς. οὐ πάνυ τῆς πρώτης κατʼ εὐδαιμονίαν μοίρας τοὐναντίον δὲ τῆς κατὰ δυσδαιμονίαν ἐσχάτης.
οὐ πάνυ μοίρας εἰμὶ πρώτης εἰς τὸ εὐδαιμονίσαι.
δηλῶ τὸ δυστυχὲς διὰ τῶν ὀφθαλμῶν.
κἀπὶ σμικροῖς μέγας ὥρμουν καὶ ἐπὶ εὐτελέσιν αἰτήμασιν οὐκ ἂν σφόδρα ἱκέτευον εἰ μὴ ἤμην δυστυχής. τοῦτο δέ φησι παρʼ ὅσον μέγας ὢν κατὰ μέγεθος καὶ τὴν ἡλικίαν ὑπὸ σμικρᾶς τῆς θυγατρὸς ὁδηγεῖται.
φυτάλμιος ἀπὸ φύτλης· ἀπὸ γενέσεως καὶ ἐξ ἀρχῆς τυφλὸς πέφυκας;
δυσαίων δυστυχὴς καὶ γέρων εἶ ὡς ἔστι στοχάσασθαι ἀπὸ τοῦ εἴδους· φυλακτικῶς δὲ καὶ τοῦτο λέγουσιν ἄρτι ἑωρακότες αὐτοῦ τὸ σχῆμα τὴν πρώτην οὐχ ἑωρακότες ἀλλʼ ἀγνοοῦντες αὐτόν, ἆρα πηρὸς ἦσθα καὶ τοιοῦτος ἐγεννήθης; οὐδέπω γὰρ τἆλλα παθήματα ἴσασιν αὐτοῦ.
δυστυχής.
μακραίων τε λείπει τὸ εἶ.
ἀλλʼ οὐ μὰν ἔν γʼ ἐμοί ἀλλʼ οὐκ ἄν με, φησίν, αἰτιάσῃ ὡς μὴ προμηνύσαντά σοι μὴ εἰσελθεῖν εἰς τόδε τὸ ἱερόν· ἐάν τις, φησίν, ἀγνοοῦντά τινα καὶ μιαίνοντα τόπον ἄβατον μὴ διδάξῃ αὐτὸς ἐνέχεται ταῖς ἀραῖς· οὐκ ἐμοὶ οὖν, φησί, προσθήσεις τὴν σὴν ἀράν· προαπαγγελῶ γάρ σοι μὴ πατεῖν τὸν ἄβατον τόπον.
περᾷς γὰρ περᾷς οὕτω Δίδυμος· βαδίζεις γὰρ εἰς ὃ οὐ προσήκει χωρίον ἐπιβαίνειν.
ἀλλʼ ἵνα— | —μὴ προσπέσῃς ἀντὶ μὴ προσπέσῃς· καὶ κατὰ τὴν ἡμετέραν συνήθειαν εἰώθαμεν λέγειν οὕτως, ἵνα παραγένῃ πρὸς ἐμὲ βούλομαί σοι σημαίνειν.
ἀλλʼ ἵνα τῷδʼ ἐν ἀφθέγκτῳ τὸ νάπος ἄφθεγκτον εἴρηκε παρὰ τὰς προδεδηλωμένας αἰτίας· τὸ δὲ ἑξῆς, ἀλλʼ ἵνα τῷδε μὴ προσπέσῃς νάπει ποιάεντι μετάστηθι· ποίῳ νάπει; ὅπου κρατὴρ ὕδατος πλήρης συγκιρνᾶται ῥεύματι γλυκέων πότων.
κάθυδρος οὗ ὅπου ὕδατος πλήρης.
μειλιχίων πότων γλυκέων πότων, ὅ ἐστι μέλιτος, οἷς μειλίσσουσι τὰς θεάς· συγκιρνᾶται γὰρ ταύταις ταῖς θεαῖς ὕδατος καὶ μέλιτος κρατήρ.
συντρέχει συγκιρνᾶται.
πάμμορʼ ὦ περὶ πάντα δυστυχές.
μετάστηθι, ἀπόβηθι τινὲς οὕτως, πολλά ἐστι τὰ κωλύοντά σε προσμένειν καὶ ἵστασθαι ἐν τῷ ἄλσει.
πολλὰ κέλευθος ἐρατύει οἷον πολλή ἐστιν ὁδὸς ἡ διαχωρίζουσά σε ἡμῶν· δεῖ γὰρ νοεῖν ὡς ὅτι πόρρωθεν προσφωνοῦσιν αὐτὸν μὴ δυνάμενοι ἐπιβῆναι τῷ τόπῳ· καὶ ταῦτα εἰπόντων κατὰ μικρὸν ὁ Οἰδίπους προσέρχεται καὶ ἵσταται ὥσπερ ἐν τῷ οὐδῷ τοῦ χωρίου.
ἔχεις γράφε οἴσεις.
φώνει εἰ θέλεις μέ τι ἐρωτῆσαι πρῶτον ἀποστὰς τῶν ἀβάτων καὶ ἐπιβὰς τοῖς βατοῖς τόποις οὕτως ἐρώτα με.
πρόσθεν δʼ ἀπερύκου πρότερον δὲ μὴ διαλέγου.
λογισώμεθα τί ποιήσομεν.
ἀστοῖς ἴσα χρὴ μελετᾶν ἃ ἐκεῖνοι ἀσκοῦσι τούτων καὶ σὲ δεῖ ἐπιμέλειαν ἔχειν.
εἴκοντας πρὸς τὸ χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει.
σοὶ | πιστεύσας κατά τινα συνήθειαν ποιητικὴν πληθυντικὸν προειπὼν ἑνικὸν ἐπέζευξεν.
ἀίεις οἷον αἰσθάνῃ ποῦ ἐσμεν.
ἕσπεο μʼ ἂν ἕπεό μοι.
τόλμα ξεῖνος ἐπὶ ξείνης ξένος ὢν ἐπὶ ξένης τόλμα, ὦ τλᾶμον, ταῦτα φιλεῖν ἃ καὶ ἡ πόλις φιλεῖ, ἐκεῖνα δὲ μισεῖν ἃ καὶ ἡ πόλις μισεῖ.
τέτροφεν ἔχει.
ἵνʼ ἂν εὐσεβίας ἐπιβαίνοντες ὅπου ἂν εὐσεβῶς πατοῦντες.
ἀντὶ τοῦ βατῶν τόπων.
καὶ μὴ τῇ αὐτῶν ἐνδείᾳ ἐναντιώμεθα.
ἀντιπέτρου τοῦ ἰσοπέτρου βήματος, τοῦ κατʼ ἴσον βεβηκότος τῷ πέτρῳ ὅπερ ἄνω εἶπε χαλκοῦν οὐδόν· τοῦτον δὲ τὸν πέτρον ὑποτίθεται τοῦ ἀβάτου ὅριον. καὶ ἄλλως: βήματος τοῦ οὐδοῦ, ἀντιπέτρου δὲ ὅτι ἀντὶ πέτρας χαλκοῦν ἦν.
ἰσοπέτρου, χαλκοῦ.
κλίνῃς γράφε κινήσῃς.
ἡσθῶ ἀντὶ τοῦ καθεσθῶ. ἀπὸ τοῦ ἑσθῶ τέταται.
γράφεται ἦ στῶ ὃ καὶ βέλτιον.
ἐπʼ ἄκρου | λάου ἀπὸ τῆς λάος ἐστὶ παροξυνομένης εὐθείας γενομένης ἀπὸ γενικῆς τῆς λᾶος· Ὅμηρος λᾶος ὑπὸ ῥιπῆς· οὕτως Ἡρωδιανὸς ἐν τῷ εʹ τῆς καθόλου.
ἐμὸν τόδʼ τὸ ὁδηγῆσαί σε.
ἐμὸν τόδʼ, ἐν ἡσυχίᾳ ἀντὶ τοῦ ἐμόν ἐστι τὸ ἁρμόσαι σου ἐφʼ ἡσυχίας τὴν βάσιν τῇ καθέδρᾳ.
γεραιὸν ἐς χέρα τὸ ἑξῆς οὕτω, γεραιὸν σῶμα σὸν προκλίνας ἐς χέρα φιλίαν ἐμήν· τὸ δὲ κλίνας ἀπὸ τῆς μετοχῆς ἤρτηται ἀντὶ τοῦ κλίνας ἔσο· σχηματίζει δέ πως αὐτὸν καὶ εὐθετίζει ἡ Ἀντιγόνη.
ὅτε νῦν χαλᾷς ὅτε νῦν εἴκεις καὶ οὐκ ἀντιτείνεις τὸ ἐξελθεῖν, λέγει δὲ ἐκ τοῦ ἱεροῦ.
χαλᾷς ἀντὶ θαυμάζῃ.
τίς σʼ ἔφυ γράφε τίς ἔφυς.
τίς ὢν πολύπονος τίς ὢν ἄγῃ ἀπὸ τῆς σῆς πόλεως; ἢ οὕτω, τίς ὢν διὰ πολλῶν πόνων ἄγῃ;
γράφε τίς ὁ πολύπονος.
ἀπόπτολις ἔρημος καὶ ἄπολίς εἰμι.
ἀλλὰ μὴ τὸ ἑξῆς, ἀλλὰ μή με ἀνέρῃ τίς εἰμι μηδὲ ἐξετάσῃς· ἐμπαθὲς δὲ τὸ χωρίον τῶν μὲν σπευδόντων μαθεῖν τοῦ δὲ κατοκνοῦντος λέγειν, οἱ δὲ διὰ βραχέων ἀκούοντες τἆλλα συλλαμβάνουσιν· οὐδὲν δὲ θαυμαστὸν ἐπίστασθαι τοὺς Ἀθηναίους τὰ ἐν Θήβαις πραττόμενα μάλιστα οὕτως ἐπισήμων ὄντων τῶν κατὰ τὴν Σφίγγα.
δεινὰ φύσις ἡ ἐμὴ γέννα δεινή ἐστι καὶ ἀθλία.
κατακρυφὰν ἀποφυγὴν τοῦ μὴ εἰπεῖν.
Λαΐου ἴστε τινʼ ἀπόγονον εὖ διατέθειται γνωριζόμενον ὑπὸ τῶν Ἀθηναίων Οἰδίποδα ὑπὲρ τοῦ μὴ γενεαλογοῦντα ἄνωθεν ἐνοχλεῖν αὐτὸν τοῖς θεωμένοις· ἀλλʼ ὅ γε Εὐριπίδης τοιοῦτος· ἐν γοῦν ταῖς Ἱκέτισι τὸν Θησέα ὑποτέθειται τὰ περὶ τὸν Ἄδραστον ἀγνοοῦντα ἕνεκα τοῦ μηκῦναι τὸ δρᾶμα.
ὅσα, φησί, λέγω περὶ τούτων μηδὲν φοβεῖσθε· δεῖ δὲ προσυπακοῦσαι ψευσαμένου μου.
τί προβήσεται ἡμῖν; ὁρῶ γὰρ τούτους μυσαττομένους με.
ἔξω πρόσω βαίνετε χώρας ἀκούσαντες τὰ κατʼ αὐτὸν ἀξιοῦσιν ἐξιέναι τοῦ χωρίου· φησὶν οὖν ὁ Οἰδίπους ὅτι πρότερον ὑπέσχεσθε τὸ μὴ ἐκβαλεῖν με· οἱ δέ φασιν, οὐδεμία τίσις ἔρχεται τοῖς προπαθοῦσιν ἀντιτιμωρουμένοις· καὶ ἡμεῖς οὖν ἀπατηθέντες ὑπὸ σοῦ ἐν μέρει ἀπατῶμέν σε· πέφρασται δὲ δυνατῶς.
πρὸς τὸν χορὸν ὁ Οἰδίπους.
μοιριδία ἡ ἐξ Ἐρινύων· Μοίρας γὰρ νῦν τὰς Ἐρινύας.
ὧν προπάθῃ διὰ τὸ τιμωρεῖν ὑπὲρ ὧν ἂν προπάθῃ.
λείπει ἡ διά.
ἀπάτα δʼ ἀπάταις ἡ δὲ ἀπάτη, φησί, παραβαλλομένη ἑτέραις ἀπάταις τῷ προαπατήσαντι πόνον ἔχειν ἀντιδίδωσι καὶ οὐ χάριν· καὶ αὐτοὶ οὖν νομίζουσι προσδεδέχθαι αὐτὸν καὶ ἐπηγγέλθαι τὴν ἀσφάλειαν αὐτῷ ἀπατώμενοι καὶ οὐ πρότερον ἐπεγνωκότες ὅτι οἰκείοις ἐνέχεται μιάσμασι· περὶ τὴν αὐτὴν ὑπόθεσιν καὶ τὸ ἡ γλῶσσʼ ὀμώμοχʼ, ἡ δὲ φρὴν ἀνώμοτος· καὶ ἐκεῖνος γὰρ ἀπατηθεὶς ὤμοσεν.
παραβαλλομένα ἀντισουμένη.
ἀντιδίδωσιν τῷ ἀπατήσαντι ἐξ ἀρχῆς.
ἄφορμος ἀφορμηθείς.
ὦ ξένοι | αἰδόφρονες τὸ τῆς Ἀντιγόνης πρόσωπον ὅλον καὶ τοῦ χοροῦ τὸ τετράστιχον ἀθετοῦνται· κρεῖττον γάρ φασιν εὐθέως τῷ δικαιολογικῷ χρήσασθαι τὸν Οἰδίπουν πρὸς αὐτούς· ἀλλὰ τὰ πράγματα αὐτοῖς οὐκ ἐν καιρῷ ἐστιν ἀλλʼ ἐν δυσπραγίᾳ ὥστε ἐπαφρόδιτον εἶναι αὐτοῖς τὴν ἐλεεινολογίαν καὶ τοῦτο τὸ πρόσωπον ἡ Ἀντιγόνη πληροῖ· ἐπεὶ μέντοι οὐ πείθονται τότε δικαιολογικώτερον καὶ ὥσπερ ἀπολογούμενος ἐκφέρει τὰ ἑξῆς ὁ Οἰδίπους, ὅτι ἀκούσιά ἐστιν αὐτῷ τὰ ἁμαρτήματα· καὶ εἰ ταῦτα τῆς ὁμοίας ἔχεται δυνάμεως τοῦ ποιητοῦ καὶ καθόλου θαυμαστή τίς ἐστιν ἡ οἰκονομία τοῦ δράματος· οὐδὲν δὲ ἐν τοῖς Διδύμου τούτων ὀβελισθὲν εὕρομεν.
ἀλλʼ ἐπεὶ ἐπειδή· ἔστι γὰρ ὁ ἀλλὰ ἀντὶ τοῦ δέ, ὁ δὲ δὲ ἀντὶ τοῦ δή. πλεονάζει ὁ ἀλλά.
γεραὸν ἀλαόν.
ἐκ τοῦ ἐπιθέτου νεύει εἰς τὴν τοῦ πατρὸς ἀπολογίαν.
ἀκόντων τῶν ἀκουσίων ἢ τῶν ἀπαρεσκόντων ὑμῖν.
οὐ καλοῖς προσορωμένα οὐ καλοῖς ὄμμασιν ὁρῶσα τὸ σὸν ὄμμα· ὀφθαλμοὶ γὰρ ὀφθαλμοὺς αἰδεῖσθαι ποιοῦσιν.
προσορωμένα ἀντὶ ὁρῶσα τούτους ὧν καὶ δέομαι.
ὡς τῆς ἀφʼ αἵματος ὡς ἂν τῆς κοινῆς ἀνθρωπότητος ἔχουσα τὸ συγγενές· ἢ τοιαύτας ἱκετείας ποιοῦμαι οἵας ἄν τις προσαγάγοι τοῖς συγγενέσιν.
τὸ ἑξῆς, ἄντομαι τὸν ἄθλιον αἰδοῦς κῦρσαι.
ἐκ σέθεν ἄντομαι λείπει ἐκείνου ἵνʼ ᾖ ὑπὲρ ἐκείνου σε ἄντομαι ὃ ἐκ σέθεν τίμιόν ἐστί σοι· ἀντὶ ὃ ἐκ σῆς προαιρέσεως τίμιόν σοί ἐστιν.
οὐ γὰρ ἴδοις ἀναθρῶν τὸ ἑξῆς, οὐ γὰρ ἴδοις ἀναθρῶν βροτῶν ὅστις ἂν ἐκφυγεῖν δύναιτο εἰ θεὸς ἄγοι.
οὐ σθένοιμεν ἂν | φωνεῖν ἀλλʼ ἐμμένομεν τοῖς λεχθεῖσιν, λέγομεν δὲ τὸ ἀναστῆναι τοῦτον τοῦ ἱεροῦ καὶ μὴ μολύνειν αὐτό.
τί δῆτα δόξης ὡς μάτην τῆς περὶ τῶν Ἀθηνῶν κατεχούσης δόξης ὅτι ἄρα φιλοικτίρμων τις εἴη καὶ ἱκεταδόκος· καὶ ὁ Κυρηναῖος οὕνεκεν οἰκτείρειν οἶδε μόνη πολίων ἐν τῷ τέλει τοῦ βʹ τῶν Αἰτίων.
ἐπεὶ καὶ Ἐλέου βωμὸς ἐν Ἀθήναις ἵδρυται.
κἄμοιγε ποῦ ταῦτʼ ἐστίν καί μοι ποῦ ταῦτά ἐστι, τὰ λεγόμενα περὶ Ἀθηνῶν;
ἐκ τῶνδε ἀφʼ ὧν αὐτὸν ἐξανέστησαν.
ἐλαύνετε παρʼ ὑμῶν δῆλον ὅτι τῶν Ἀθηναίων.
ἀπὸ κοινοῦ τὸ δείσαντες.
πεπονθότʼ ἐστὶ μᾶλλον μᾶλλον ἔπαθον ἤπερ ἐποίησα· οὐκοῦν καὶ συγγνώμης ἄξιός εἰμι.
τὸ ἑξῆς, ἢ δεδρακότα, τοῦτʼ ἐγὼ καλῶς ἔξοιδα.
μητρὸς ἔργα δῆλον ὅτι.
τοῦτʼ ἐγὼ καλῶς | ἔξοιδα οἶδα ὅτι μᾶλλον ἠδικήθην ἤπερ ἠδίκησα.
ὥστʼ εἰ φρονῶν | ἔπρασσον ἄκων μέν, φησίν, ἔδρων εἰ δὲ καὶ ἑκὼν προπαθὼν ἠμυνάμην, δῆλον δὲ διὰ τὸ βλαβῆναι ὅτε ἐγεννήθη· ὥστε δύο μοι, φησί, βοηθεῖ, ἥ τε ἄγνοια καὶ τὸ προπαθόντα ἀμύνασθαι.
ἱκόμην ἵνʼ ἱκόμην τὴν τοῦ πατρῴου φόνου λέγει ὁδόν.
καὶ μὴ θεοὺς τιμῶντες ἐπεὶ κατὰ πυθόχρηστον ἐληλυθέναι φησὶ καὶ γνώμῃ θεοῦ· μὴ ἐναντία τοίνυν τοῦ θεοῦ ποιεῖτε.
ζήτει.
φυγὴν ἔκφευξιν.
μήπω γενέσθαι φωτός ὃ βούλεται λέγειν μηδένα διαφυγεῖν ποτε φῶτα ἀνόσιον ἀνθρώποις· ἀνοσίου ἐν ἀνθρώποις ὡς τὸ δικαιότατος κενταύρων· φυγὴν δὲ ἀντὶ τοῦ ἔκφευξιν.
ξὺν οἷς σὺ μὴ κάλυπτε ἀντὶ τοῦ μὴ περικαλύψῃς θεοὺς καὶ Ἀθήνας οἷον ἀνόσια πράττων μὴ ἀφάνιζε τὰς Ἀθήνας.
ξὺν οἷς σὺν τοῖς θεοῖς.
ἐχέγγυον ἀσφαλῆ.
ῥύου σῷζε.
ἱερὸς καθαρός.
καὶ φέρων | ὄνησιν ἀστοῖς ἐρεῖ γὰρ ὡς ἔσται ποτὲ αὐτοῖς ἔχθρα πρὸς Θηβαίους ἐν ᾗ κρατήσουσιν αὐτῶν διὰ τὸ τὸν τάφον αὐτοῦ παρʼ Ἀθηναίοις τυγχάνειν· ἦν γάρ τι λόγιον ἐν ᾗ ἂν ταφῇ χώρᾳ ἐκείνην μηδὲν κακὸν πείσεσθαι ὑπὸ Θηβαίων.
εἶπεν γὰρ σῴζειν τὰς Ἀθήνας.
λόγοισι γὰρ | οὐκ ὠνόμασται ὅσα εἴρηταί σοι ἐνθυμήματα περὶ τῆς σωτηρίας τῶν Ἀθηνῶν· ἀρκεῖ δέ μοι, φησί, τὸ τοὺς ἡγεμόνας μου περὶ τούτων σκοπεῖν.
βραχέσι εὐτελέσι.
εὖ τῇ οἰκονομίᾳ ὥστε μὴ διατριβὰς γενέσθαι τίς ὁ κωλύσων ἔσται.
τὸ γὰρ ὄνομα Οἰδίποδος πανταχοῦ.
εἰκὸς οὖν ἐστιν ἡμῶν ἀκηκοότων καὶ ἕτερον μεμαθηκέναι· ὁ γὰρ ἀπεληλυθὼς πρότερον οὐδέπω μεμαθήκει ὅστις ἦν· τῷ γὰρ χορῷ πρώτῳ ὡμολόγησεν· διὰ μέσου δὲ τὸ θάρσει.
διὰ τὰς πράξεις οἷον τὴν Σφίγγα καὶ ὅσα ἄλλα αὐτῷ πέπρακται.
λείπει.
λείπει ἡ περί, περὶ σοῦ κλύων.
ὁ γὰρ ἀγαθὸς αὑτῷ τε καὶ τοῖς φίλοις ἐστὶν χρήσιμος.
φίλος ἀντὶ τοῦ χρήσιμος.
ἡ Ἰσμήνη πρόσεισι τὰ κατὰ τοὺς ἄρρενας ἀπαγγέλλουσα παῖδας τοῦ Οἰδίπου πῶς ἔσχον.
ἡμῶν ἀντὶ τοῦ πρὸς ἡμᾶς.
Αἰτναίας τῆς Σικελικῆς· λέγει δὲ ἀντὶ τῆς μεγάλης.
ἡλιοστερής σκιαστική· πλατύπιλος κυνῆ τὴν ὄψιν αὐτῆς περιέχει καλύπτουσα καὶ ἀφαιρουμένη τὴν ἡλίωσιν· τὸ ἑξῆς δέ, κρατὶ ἡλιοστερὴς κυνῆ.
κυνῆ πρόσωπα Θεσσαλίς καὶ γὰρ περισσοὶ ἦσαν οἱ Θεσσαλικοὶ πῖλοι ὡς καὶ Καλλίμαχος ἀμφὶ δέ οἱ κεφαλῇ νέον Αἱμονίηθεν μεμβλωκὸς πίλημα περίτροχον ἄλκαρ ἔκειτο ἴδεος ἐνδίοιο.
κυνῆ περικεφαλαία.
ἆρά ἐστιν ἡ Ἰσμήνη; ἆρα οὐκ ἔστιν;
τὸ ἑξῆς, φαιδρὰ προστείχουσα· φαιδρὰ δὲ ἀντὶ τοῦ φαιδρῶς.
σημαίνει εἰς γνῶσίν με ἐφέλκεται.
ἐκ τῆς φωνῆς ἔξεστι μαθεῖν.
τὸ ἑξῆς, εὑροῦσα δεύτερον.
δυοῖν σοῦ καὶ Ἀντιγόνης.
τροφαὶ ἡμῶν δῆλον ὅτι.
ἐμοῦ τρίτης οἱ γὰρ περιλαμβάνοντές τινα καὶ ἑαυτοὺς τρόπον τινὰ περιλαμβάνουσιν· ἰδιαζόντως δὲ εἶπεν ὡς ἑαυτῆς τρίτης θιγγάνει εἰ μὴ ἄρα πρὸς τὸ δυσάθλιαι ὑπήντηκεν.
σῇ, πάτερ, προμηθίᾳ ἀντὶ τοῦ διὰ τὴν σὴν πρόνοιαν.
ποῖ νεανίαι πονεῖν; ποῦ τοῦ πονεῖν εἰσιν;
δεινὰ δʼ ἐν κείνοις τὰ νῦν νῦν δὲ τὰ ἐν ἐκείνοις δεινά ἐστιν.
ὦ πάντʼ ἐκείνω διαβάλλει τοὺς Αἰγυπτίους ὡς παρὰ τὸ πρέπον διαιτωμένους καὶ γυναῖκας καὶ ἄνδρας· Νυμφόδωρος δὲ ἐν τῷ ιγʹ τῶν Βαρβαρικῶν γράφει οὕτως, ἔθεσι δὲ τὰ μὲν ἐναντίοις τὰ δὲ ὁμοίοις χρῶνται τοῖς Ἕλλησι· τὸ μὲν γὰρ ἐξίστασθαι τοῖς πρεσβυτέροις τοὺς νεωτέρους ὁμοτρόπως καὶ ἡμῖν διοικοῦσι τῶν δʼ ἄλλων οὐδέν· ἐν μὲν γὰρ τοῖς Ἕλλησιν οἱ μὲν ἄνδρες κατὰ τὴν ἀγορὰν οἰκονομοῦσιν αἱ δὲ γυναῖκες ἔνδον μένουσαι ταλασιουργοῦσιν ἐκεῖ δὲ αἱ μὲν γυναῖκες ἐν ἀγορᾷ περιπατοῦσι καὶ καπηλεύουσιν οἱ δὲ ἄνδρες κατὰ τὴν οἰκίαν ὑφαίνουσιν· ὁ γὰρ Σέσωστρις ἐκθηλῦναι τοὺς ἄνδρας βουλόμενος ἅτε μεγίστης χώρας γεγενημένους καὶ πολλοὺς ὄντας ὅπως μὴ συστραφέντες ἐπʼ ἰσομοιρίαν ὁρμήσωσι τὰ μὲν ἐκείνων ἔργα ταῖς γυναιξὶ τὰ δὲ τῶν γυναικῶν ἐκείνοις προσέταξεν ἵνα μὴ μόνον τῶν ὅπλων στερηθέντες ἀλλὰ καὶ τὴν ψυχὴν ὑπὸ τῶν ἐπιτηδευμάτων ἀνεθέντες ἀσμένως ἐπὶ τοῖς ὑπάρχουσι καταμένωσιν· ὅθεν τοὺς μὲν ψιλοὺς εἶναι τὰς δὲ ἀνιέναι τὰς τρίχας προσέταξεν καὶ τοὺς μὲν ἐπὶ τῶν κεφαλῶν φέρειν τὰ φορτία τὰς δὲ ἐπὶ τῶν ὤμων ἠνάγκασεν, ἔπειτα δὲ τοὺς μὲν καθημένους τὰς δὲ ὀρθῶς ἑστώσας οὐρεῖν καὶ τοὺς μὲν δύο ἱμάτια περιέβαλεν τὰς δὲ ἓν ὑπολαμβάνων ἅμα τοῖς ἐπιτηδεύμασι καὶ τὰς ψυχὰς αὐτῶν ἐκθηλύνειν ὃ καὶ Λυδοῖς ὕστερον συμπεσεῖν φασιν.
αἱ δὲ σύννομοι αἱ ἀδελφαὶ ἢ αἱ γυναῖκες.
νηλίπους ἀνυπόδητος.
μαντεῖʼ ἄγουσα ποῖα μαντεῖα; ὅτι ὅπου δʼ ἂν ταφήσεται σωτήριος ἔσται τῇ γῇ ἐκείνῃ.
τὸ ἑξῆς, ζητοῦσα τὴν σὴν τροφὴν ἀντὶ τοῦ τὴν δίαιταν.
τὸ ἑξῆς, δὶς γὰρ οὐ βούλομαι ἀλγεῖν.
πρὶν μὲν γὰρ αὐτοῖς πρῴην ἦσαν σκοπήσαντες τῷ Κρέοντι παραχωρῆσαι τὴν σὴν βασιλείαν.
τε ὁ τε πλεονάζει.
σκοποῦσι μετοχή ἐστιν, οὐ ῥῆμα.
ἀλιτηροῦ ἁμαρτωλοῦ, μιαρᾶς.
λαβέσθαι ἀντιλαβέσθαι.
χ.
τὸ χ παράκειται ὅτι πρεσβύτερόν φησι τὸν Πολυνείκη.
πολλαχοῦ τὸ Ἄργος κοῖλόν φασι καθάπερ καὶ ἐν Θαμύρᾳ τὸ κοῖλον Ἄργος οὐ κατοικήσαντʼ ἔτι καὶ ἐν Ἐπιγόνοις ἐκ μὲν Ἐριχθονίου ποτιμάστιον ἔσχεθε κοῦρον Αὐτόλυκον, πολέων κτεάνων σίνιν Ἄργεϊ κοίλῳ· Ὅμηρος οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα.
ὡς αὐτίκʼ Ἄργος ὡς αὐτίκα καὶ τὸ Ἄργος πρὸς οὐρανὸν βιβῶν καὶ τὸ Καδμείων πέδον τιμωρίᾳ ὑποτάξων· τὸ γὰρ τιμὴ ἔσθʼ ὅτε πρόστιμον δηλοῖ· Ὅμηρος εἰ δʼ ἂν ἐμοὶ τιμὴν Πρίαμος· ἑκάτερον δὲ ἢ ἀντὶ τοῦ καὶ ἐστί· τὸ δὲ ἑξῆς οὕτως, ὡς αὐτίκα ἢ τὸ Καδμείων πέδον τιμῇ καθέξων ἢ τὸ Ἄργος πρὸς οὐρανὸν βιβῶν τουτέστιν ἢ τὸ Ἄργος ὑψώσων τῇ εὐκλείᾳ, ὡς πορθησόντων Ἀργείων τὰς Θήβας καὶ κατὰ τοῦτο ἐνδόξων γενησομένων· ὑπερβατὸν οὖν ἐστι καὶ τὸ ἑξῆς οὕτως, ὡς αὐτίκα ἢ πρὸς οὐρανὸν τὸ Ἄργος οἴσων ἐπὶ μέγα αὔξημα ἢ τὸ Καδμείων πέδον τιμῇ καθέξων· ἄλλως γὰρ ἀκούειν τραχύτερον.
ταῦτʼ οὐκ ἀριθμὸς οὐ μέχρι λόγων προκόπτοντα.
ὤραν φροντίδα.
ποίοισι τούτοις; οἱ ὑπομνηματισάμενοι γράφουσιν οὕτω, χρησμὸς τοιοῦτος γέγονεν ὁποτέρῳ ἂν ὁ Οἰδίπους πρόσθηται τοῦτον κρατεῖν καὶ χωρὶς καὶ κατὰ κοινὸν τοῖς Θηβαίοις ὅτι ἔσται αὐτοῖς μεγάλων κακῶν αἴτιος ἐὰν μὴ θάψωσιν αὐτὸν ἐπὶ τῆς χώρας· ἐβουλόμην δὲ αὐτοὺς μαρτυρίῳ χρήσασθαι ἢ συγγραφέως ἢ ποιητοῦ.
εὐνοίας χάριν ἐν τοῖς ἀναγκαιοτέροις τῶν ἀντιγράφων γράφεται εὐσοίας χάριν ὃ καὶ οἱ ὑπομνηματισάμενοι ἀξιοῦσιν· εὔσοιαν δέ φασι τὴν εὐθένειαν καθάπερ καὶ ἐν Ἀμφιτρύωνι ἐπεὶ δὲ βλάστοι τῶν τριῶν μίαν λαβεῖν εὔσοιαν ἀρκεῖ.
ἵνα εὐνοῇς αὐτοῖς.
κράτη δύναμιν.
γέροντα δʼ ὀρθοῦν τὸν ἅπαξ ἐν νεότητι πεσόντα ἐν γήρᾳ ὀρθοῦσθαι ἀδύνατον.
φλαῦρον χαλεπόν.
στήσωσι κατοικίσωσι.
ὅπως | κρατῶσι μὲν σοῦ ἀντὶ ὅπως σχῶσί σε.
κειμένου ἀντὶ οἰκοῦντος.
κείνοις ὁ τύμβος ὁ τύμβος δυστυχῶν ὁ σὸς κείνοις βαρὺς ἀντὶ τοῦ ἐπὶ ξένης σοῦ θαπτομένου δυστυχήσουσιν ἐκεῖνοι.
κἄνευ θεοῦ οἷον πῶς ἄν τις ταῦτα δύναιτο μαθεῖν ἄνθρωπος ὢν θείας δυνάμεως χωρίς; πέπαιγμαι· ὃ καὶ ἐπίσταται ὅτι Πυθόχρηστόν ἐστι τὸ λεγόμενον.
προσθέσθαι ἀντὶ τοῦ κατοικίσαι.
χώρας τῆς Θήβης.
μηδʼ ἵνʼ ἂν σαυτοῦ μηδὲ ἐᾶν σε ὅπου ἂν σαυτοῦ ἐξουσιάσῃς. λείπει τὸ ἐᾶν ῥῆμα· ἢ ἀπὸ κοινοῦ τὸ προσθέσθαι.
κατασκιῶσι οἷον ἐν Θήβαις με χώσουσιν;
τοὔμφυλον αἷμα ὁ πατρῷος φόνος.
εἰ οὐ θάπτουσί με ἐν Θήβῃ· ὁ δὲ μὴ πλεονάζει.
βάρος διὰ τὸ μὴ κατασχεῖν σε.
ποίας φανείσης ποίας αἰτίας γενομένης βλαβήσονται; ἀντὶ ὑπὸ θεῶν, ὑπὸ Ἐρινύων ἢ ὑπὸ τίνος;
παρὰ τῶν θεωρῶν κλύουσα.
ἐφʼ ἡμῖν ἀντὶ τοῦ διʼ ἐμέ.
ὥς φασιν οἱ θεωροί.
ἐν μηδενὶ ἑτέρῳ τὸ τέλος αὐτοῖς ἀποβαίη τῆς μάχης ἢ ἐν ἐμοὶ οἷον μηδεὶς ἄλλος κύριος γένοιτο ὥστε διαλῦσαι τὴν ἔριν αὐτῶν ἢ ἐγώ.
κἀπαναίρονται κατʼ ἀλλήλων ἐπαίρουσιν.
εἰ γὰρ ἐν τῇ ἐμῇ ἐξουσίᾳ γένοιτο οὐδὲ εἷς αὐτῶν ζήσεται.
αὐτοῖν ἐπέμφθην τὸ ἐφʼ ἑαυτοῖς οὐκ ἐπήρκεσαν· ἐνῆν γὰρ αὐτοῖς τοῦτο πρᾶξαι ὡς αὐτάρκως κεκολασμένου τῇ πηρώσει.
τοῦτʼ τὸ ἐξορισθῆναι.
τούτου τοῦ ἔρωτος οὐδείς με ἐποίει ἀπολαῦσαι, τοῦ ἀποθανεῖν δέ φησιν.
ὅτε ὁ θυμὸς ἦν πέπειρος.
ὅτε ἐκεῖνοι ἔγνωσαν πέψαντά με τὸν θυμόν.
οἷον ἀντιλογίας βραχείας ἔδει ποιήσασθαι αὐτοὺς ὑπὲρ τοῦ πατρὸς διωκομένου τῶν Θηβῶν.
τὼ δʼ ἐκεῖνοι δέ, οἱ ἄρρενες.
τοῦδε συμμάχου ἐμοῦ.
ἐγᾦδα ἐγὼ οἶδα, ἐγᾦδα.
εἰ ὑμεῖς συμβάλησθέ μοι τῷ ἑαυτῶν συμβάλλεσθε· χρησμὸς γὰρ ἦν ὡς εἰ Ἀθηναῖοι τοῦ τάφου αὐτοῦ ἐγκρατεῖς γένωνται ἔσοιτο αὐτοῖς ποτε σωτὴρ πολιορκουμένοις ὑπὸ Θηβαίων εἴτε κατὰ τὸν Πελοποννησιακὸν πόλεμον εἴτε καθʼ ἕτερον· ταῦτα δὲ εἰκὸς ποιητικώτερον ὑπὸ τοῦ Σοφοκλέους πεπλάσθαι ἐπὶ θεραπείᾳ τῶν Ἀθηναίων· πολλαχοῦ δὲ οἱ τραγικοὶ χαρίζονται ταῖς πατρίσιν ἔνια.
πρὸς σύν.
ἐπεὶ δὲ τῆσδε γῆς ὅτι δὲ σῴζειν ὑπισχνῇ τὴν πόλιν ὑποθέσθαι σοι βούλομαι τὰ χρήσιμα· Ἀττικῶς δὲ πάνυ τῇ συντάξει καὶ πιθανὴ λοιπὸν ἡ χάρις τῶν ἐγχωρίων ἀνδρῶν· παραινοῦσι γὰρ αὐτὸν καθαρσίων τυχεῖν ἵνα ἧττόν πως ἐναγὴς φαίνοιτο.
ὡς φὴς προξένει μοι καὶ πάρεχε τὰ χρήσιμα· οὐ γὰρ ὀκνήσαιμι τελεῖν.
προξένει λέγε.
καὶ κατέστεψας καθικέτευσας, μετὰ ἱκετηριῶν ἀφίκου· ἐὰν δὲ γράφηται κατέστειψας οἷον κατεβάτευσας ὃ καὶ πιθανώτερον· διʼ αὐτὸ γὰρ τοῦτο κελεύουσιν αὐτῷ καθαίρεσθαι ὅτι εἰς ἄβατον ἐπέβη τόπον τοῦ ἱεροῦ τῶν Σεμνῶν.
κατέστειψας κατεβάτευσας.
γράφε κατάστεψον, μεθʼ ἱκετηριῶν ἀφηγοῦ. ὅτι στέμματα ἔλεγον καὶ τὰ ἔρια· καὶ παρʼ Εὐριπίδῃ ᾧ στέμματα ξήνασʼ ἐπέκλωσεν.
πρῶτον μὲν ἱερᾶς ἐξ ἀενάου πηγῆς ὕδωρ ἄρυσαι καὶ οὕτω χοὰς ταῖς θεαῖς ποίησον ἀπὸ τῶν κρατήρων πλήσας αὐτοὺς τοῦ ἀντληθέντος ὕδατος.
ἀντὶ καὶ ὅταν ἀρύσωμαι τί πράξω;
ἀνδρὸς εὔχειρος ἐπὶ τὸν Δαίδαλον ἡ ἀναφορὰ περὶ οὗ Φερεκύδης φησὶν οὕτω, Μητίονι δὲ τῷ Ἐρεχθέως καὶ Ἰφινόῃ γίνεται Δαίδαλος ἀφʼ οὗ ὁ δῆμος καλεῖται Δαιδαλίδαι Ἀθήνῃσι.
εὐπαλάμου.
εὐπαλάμου κατὰ τὴν μετάληψιν.
καὶ λαβὰς ἀμφιστόμους τὰ ὦτα ὧν ἔστι λαβέσθαι· ἀμφιστόμους δὲ τὰς ἑκατέρωθεν ἐστομωμένας ἢ διὰ τὸ ἑκατέρωθεν τοῦ στόματος ταύτας εἶναι ἢ τὰς πρόσωπά τινα θηρίων ἑκατέρωθεν ἐχούσας. ἔρεψον καὶ τῶν κρατήρων τὴν κεφαλήν.
λαβὰς ὠτία.
ἀμφιστόμους διὰ τῶν προτομῶν.
οἰὸς νεαρᾶς ἀντὶ τοῦ νέας.
οἰοπόκῳ μαλλῷ στολισμῷ καὶ κροκισμῷ.
οἰνεοτόκῳ οἰοπόκῳ.
βαλὼν ἐρίῳ στέψον.
χοὰς χέασθαι στάντα πρὸς πρώτην ἕω πρὸς τὴν ἀνατολήν· καὶ γὰρ δὴ καὶ τὰς ἐκχύσεις πρὸς ἥλιον ἐποιοῦντο καθάπερ καὶ ἐν Ἠλέκτρᾳ τοιαῦτα τοῦ παρόντος, ἡνίχʼ ἡλίῳ δείκνυε τοὔναρ, ἔκλυον ἐξηγουμένου· καὶ οἱ τοὺς καθαρμοὺς δὲ ἐπιτελοῦντες πρὸς τὴν ἕω ἵστανται· Κρατῖνος ἐν Χείρωνι ἄγε δὴ πρὸς ἕω πρῶτον ἁπάντων ἵστω καὶ λάμβανε χερσὶν σχῖνον μεγάλην.
πρὸς πρώτην ἕω ἀντὶ περὶ τὸν ὄρθρον.
ἕω ἀνατολήν.
τὸ ὕδωρ ἀπὸ τῶν κρατήρων χέω;
τρισσάς γε πηγὰς ἀντὶ τὸ ὕδωρ ἀπὸ τριῶν πηγῶν.
τὸν τελευταῖον τὸν ὕστερον κρατῆρα.
ὕδατος, μελίσσης ὕδατος καὶ μέλιτος· ἀπὸ γὰρ τοῦ ποιοῦντος τὸ ποιούμενον· καὶ ἐν Ἐρασταῖς γλώσσης μελίσσης τῷ κατερρυηκότι· βούλεται δὲ λέγειν τὸ μελίκρατον.
μελίσσης μέλιτος.
λείπει ὁ καί.
μηδὲ προσφέρειν μέθυ ἄοινοι γὰρ αἱ θεαί.
ὅταν δὲ τούτων γῆ ὅταν δὲ τὰς χοὰς χέωμεν ἐπὶ γῆς τί χρή με ὕστερον δρᾶσαι;
τρὶς ἐννέα τρὶς ἐννέα τιθεὶς κλῶνας ἐλαίας ταύτας ποιοῦ τὰς εὐχάς.
ἡδέως ἀκούσαιμι τῶν εὐχῶν· μέγιστον γὰρ ταύτας μαθεῖν.
ὥς σφας καλοῦμεν ὡς καλοῦμεν αὐτὰς Εὐμενίδας οὕτως αὐτὰς καλῶν κἀξευμενῶν καὶ ἵλεως ποιούμενος ἱκέτευε αὐτὰς δέχεσθαί σε τὸν ἱκέτην ἐπὶ σωτηρίᾳ· ἀπὸ τῶν στέρνων ἀντὶ μὴ ἐξ ἐπιπολῆς ἀλλʼ ἐνδιαθέτως.
οἷον ἢ σὺ ταῦτα ποίει ἢ ἄλλος τις ὑπὲρ σοῦ ταῦτα ποιείτω.
ἄπυστα φωνῶν ἀνήκουστα ἀντὶ ἠρέμα καὶ συντόμως· τοῦτο ἀπὸ τῆς δρωμένης θυσίας ταῖς Εὐμενίσι φησί· μετὰ γὰρ ἡσυχίας τὰ ἱερὰ δρῶσι καὶ διὰ τοῦτο οἱ ἀπὸ Ἡσύχου θύουσιν αὐταῖς καθάπερ Πολέμων ἐν τοῖς πρὸς Ἐρατοσθένην φησὶν οὕτω, τὸ δὲ τῶν εὐπατριδῶν γένος οὐ μετέχει τῆς θυσίας ταύτης, εἶτα ἑξῆς, τῆς δὲ πομπῆς ταύτης Ἡσυχίδαι, ὃ δὴ γένος ἐστὶ περὶ τὰς σεμνὰς θεάς, τὴν ἡγεμονίαν ἔχουσι καὶ προθύονται πρὸ τῆς θυσίας κριὸν Ἡσύχῳ ἱερόν, ἥρω τοῦτον οὕτω καλοῦντες· διὰ γὰρ εὐφημίαν ...... οὗ τὸ ἱερόν ἐστι παρὰ τὸ Κυλώνειον ἐκτὸς τῶν ἐννέα πυλῶν· καὶ Ἀπολλόδωρος δὲ ἐν τῇ περὶ θεῶν ιζʹ περὶ τοῦ τῶν Ἡσυχιδῶν γένους καὶ τῆς ἱερᾶς φησι· καὶ Καλλίμαχος νηφάλιαι καὶ τῇσιν ἀεὶ μελιηδέας ὄμπας λῄτειραι καίειν ἔλλαχον Ἡσυχίδες.
δράσαντι ὡς καθαρθέντι.
ἄλλως δὲ μὴ καθαρθέντι.
οὐχ ὁδωτά οὐκ ἐν ὁδῷ οὐδὲ ἀνυστὰ οἷον οὐ βαδιστέα μοι οὐδὲ πρακτέον ταῦτα· λείπομαι γὰρ τῆς πράξεως ὑπὸ δύο κακῶν, τῷ τε μὴ δύνασθαι καὶ τῷ μὴ ὁρᾶν.
σφῷν δʼ ἡ ʼτέρα εἰρήκεσαν γὰρ ὅτι καὶ ἄλλῳ ἐξῆν ὑπὲρ αὐτοῦ τὸν καθαρμὸν ποιήσασθαι.
ἐκτείνουσαν τεταμένως καὶ συντόνως δρῶσαν καὶ διακονοῦσαν.
οὐδʼ ὑφηγητοῦ δʼ ἄνευ ἄνευ χειραγωγοῦ· ἀπὸ κοινοῦ δὲ τὸ ἕρπειν, οὐκ ἰσχύω βαδίζειν.
χρἤσται μʼ ἐφευρεῖν χρείη ἔσται κατὰ συναλοιφὴν χρἤσται. ἀντὶ τοῦ χρείη ἔσται, δηλοῦται δὲ ταὐτὸν τῷ δεήσει· καὶ ἐν Τριπτολέμῳ χρἤσται δέ σʼ ἐνθένδʼ αὖτις
τοῦτο βούλομαι μαθεῖν ἔνθα τὸ ὕδωρ ἐστὶν ἡδέως ἂν εἰδείην.
τοὐκεῖθεν ἄλσους τὸ ἐκεῖθεν τοῦ ἄλσους τούτου· ἐὰν δέ τι τούτων ἀγνοῇς παρά τινος τῶν ἐπιχωρίων τοῦτο μαθήσῃ· σπάνιν γάρ φησιν ἀντὶ τοῦ εἴ τι τῆς εἰδήσεως ἀγνοεῖς περὶ τὸν τόπον.
τοῖς τεκοῦσι γάρ ὅταν τις ὑπὲρ γονέων πονῇ μὴ ἡγείσθω πόνον εἶναι τὸν κάματον.
δεινὸν μὲν τὸ πάλαι τῆς Ἰσμήνης ἀποστάσης ὁ χορὸς ἐρωτᾷ τὸν Οἰδίποδα καί φησι, τὸ ἐπεγείρειν μὲν καὶ ἀνακινεῖν τὰ πάλαι συμβάντα δυσχερὲς ὅμως δὲ μαθεῖν ἐπιθυμῶ τὴν αἰτίαν τῆς πηρώσεως· καὶ ἔστι παθητικά· Καλλίμαχος τί δάκρυον εὗδον ἐγείρεις;
τί τοῦτο; οἷον τί βούλει πυθέσθαι;
τᾶς δειλαίας ἀπόρου περὶ τῆς ἐγκειμένης σοι ἀλγηδόνος ἡδέως ἂν πυθοίμην· ἔξωθεν δὲ ἡ περί.
μὴ πρὸς ξενίας μὴ πρὸς τῆς σῆς ξενίας ἀναπτύξῃς μου τὰ ἀναιδῆ ἔργα· ἢ οὕτω, μὴ τὰς προξενίας σου ἐπὶ ἔργα ἀναιδῆ καταγάγῃς οἱονεὶ μὴ κατὰ τὴν προξενίαν τὴν σὴν ἔργων γένοιο φαύλων ἀκροατὴς ἀναπτῦξαι καὶ φανερῶσαι τὰ κατὰ ἐμὲ βουληθείς.
τό τοι πολύ τὸ ἀδιάλειπτον κακόν, τὸ κατὰ τὴν πήρωσιν χρῄζω ἀκοῦσαι.
στέρξον, ἱκετεύω στέρξον ἃ λέγω καὶ μὴ ἀποστραφῇς τὴν αἰτίαν εἰπεῖν ὅ ἐστι πρόσδεξαί με.
κἀγὼ γὰρ πείσομαι δῆλον ὅτι εἰς ὃ βούλει.
ἀλλʼ ἐς τί; ἀλλʼ ἐς τί χωρήσει σοι τὰ πράγματα;
οὐδὲν ἴδρις οἷον οὐδὲν εἰδυῖα ἡ πόλις ἐνέδησέ με τῇ τοῦ γάμου ἄτῃ.
εἰδυῖα.
ἐπιστροφαὶ συναθροίσεις, πλῆθος.
ἐδεξάμην | δῶρον τὸν γάμον τῆς μητρός, φησίν, ἀντὶ τῆς λύσεως τοῦ αἰνίγματος δῶρον ἐδεξάμην ὃ μήποτε ὤφελον λαβεῖν· ἀντὶ δὲ τοῦ εἰπεῖν μήποτε ὤφελον ἐγὼ παρὰ τῆς πόλεως ἐξαίρετον ἰδεῖν οὕτως εἴρηκεν ἐπωφέλησα πόλεος ἐξελέσθαι.
καὶ γὰρ ἄλλους ἐφόνευσα τοὺς παρόντας σὺν τῷ Λαΐῳ ἢ ὡς ἄλλους φονεύσας ἀθῷός εἰμι καὶ οὐ γέγονα ἔνοχος τῷ μύσει οὕτως καὶ ἐπὶ τοῦ πατρός· οὐ γὰρ ᾔδειν.
πολλῶν ἀκούων χρηστὸς ὁ Θησεὺς τὸ ἦθος εἰσάγεται· καὶ ἔχει καὶ ἐπὶ τοῦτο τῆς οἰκονομίας δεξιώτατα.
προστροπὴν ὠφέλειαν.
τὸ δεύτερον ὡς ἀντὶ τοῦ ὅτι.
μʼ οὐ μὴ οὐ.
ἔξοιδʼ ἀνὴρ ὢν ὅτι ἄνθρωπος.
προσφορὰ ἀντὶ προσθήκη, πρόσδοσις.
δηλώσεται ἀντὶ δηλωθήσεται.
τὰ λοίσθιʼ αἰτῇ γράφε τὰ λοῖσθʼ ἄρʼ αἰτῇ βίου.
τοῦ ζῆν ἢ ἐπιλέλησαι ἢ οὐ φροντίζεις.
ἐνταῦθα γάρ μοι κεῖνα διὰ τοῦ τέλους καὶ τὰ μέσα τοῦ βίου εὐτυχήσει· προσδοκῶν γὰρ σὺ ὠφεληθήσεσθαι παρʼ ἐμοῦ ὅταν ἀποθάνω ζῶντά με γηροβοσκήσεις.
βραχὺ δῶρόν με αἰτεῖς τὸ ἐν Ἀθήναις θάψαι σε.
γνώμη.
πῶς δῆτα οὖν, φησί, μεταπέμψαιντο ἄν σε εἰ μὴ ἔστι δυνατὸν κατελθεῖν διὰ τὸ πατροκτόνον εἶναι; ὁ δέ φησι τὸ θεῖον αὐτοὺς ἐξαναγκάσει τοῦτο πράττειν.
ἀντὶ ὑπὸ ταύτης τῆς χθονὸς πληγῆναι.
τὰ νῦν ξύμφωνα οὔπω γὰρ ἦν ἔχθρα Θηβαίοις καὶ Ἀθηναίοις.
σαφὴς ἀντὶ ἀληθὴς ὡς καὶ Ὅμηρος ἐπιστάμενος σάφα εἰπεῖν ἀντὶ τοῦ ἀληθῶς.
τἀκίνητʼ οἷον τὰ ἄρρητα.
ἐφαίνετο ἀνεφαίνετο· τοιοῦτόν ἐστι καὶ τὸ παρʼ Ὁμήρῳ καὶ εἴρετο δεύτερον αὖτις.
τοιοῦδʼ ἀντὶ φίλου.
δορύξενος φιλόξενος.
ἁπλοϊκώτερον δορυξένους καλοῦσι καὶ τοὺς ὁπωσδήποτʼ οὖν ἐπιξενωθέντας· ἢ ἐπιτατικῶς καὶ πολεμίοις φίλη.
οὔποτʼ ἐκβαλῶ χάριν οὐ καταφρονῶ τῆς εἰς αὐτὸν χάριτος.
οὐκ ἐκβάλλω ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου ὑποδέχομαι.
σέ τὸν χορόν.
ἐμοῦ στείχειν μέτα εἰς τὸ ἄστυ.
τῇδε γὰρ ξυνοίσομαι συμπράξομαι ὡς σὺ βούλει.
εἰ δύναιο κρατεῖν τῶν ἐχθρῶν ἐνθάδε μένων μέγα ἂν δώρημα λέγοις τῆς ἐνταῦθα διατριβῆς.
εἰ ἐμμένει σοι τὰ ἐπαγγελθέντα.
τὸ τοῦδέ γʼ ἀνδρὸς ἐφʼ ἑαυτοῦ πεποίηται τὴν δεῖξιν ὁ Θησεύς.
πιστώσομαι πίστιν ἐπιθεῖναι παρακελεύσω.
τούτου τὸ ἑξῆς ἐστιν οὕτως, οὐκ ἂν πλέον λάβοις ὁρκίσας με ἢ λόγῳ πιστεύσας.
ὄκνος φόβος.
τοῖσδʼ τοῖς τοῦ χοροῦ.
ὀκνοῦντʼ ἀνάγκη οὐ νεμεσητόν μοι εἰ ὑπὸ δέους τὰ αὐτὰ συνεχῶς λέγω· τὸν φοβούμενον γὰρ ἀνάγκη ταὐτὰ λέγειν.
οὐκ ὀκνεῖ οὐδὲν δέδοικεν.
ἀντὶ τοῦ πολλοὶ ἄνθρωποι πολλὰ ἀπειλήσαντες ἐκ θυμοῦ πέψαντες τὸν θυμὸν καὶ τὸν καθεστηκότα νοῦν ἀναλαβόντες ἐπαύσαντο τῶν ἀπειλῶν.
κείνοις τοῖς Θηβαίοις.
τῆς σῆς ἀγωγῆς λείπει ἡ περί, περὶ τῆς ἐπανόδου.
οὐδὲ πλώσιμον ἀδιάβατον· δεδοίκασι γὰρ ἡμᾶς.
μέχρι τοῦ ἀηδών ἡ διατριβὴ τοῦ χοροῦ πρὸς τὸ ἐγκώμιον τῆς χώρας αὐτοῦ τοῦ Σοφοκλέους, ἐπὶ τὸ ἴδιον ἀπαντῶντος χαρακτηριστικόν, τὸ γλαφυρὸν καὶ ᾠδικὸν μέλος.
ξένε ὦ Οἰδίπου.
τὸν ἀργῆτα τὸν λευκόγεων.
μινύρεται ᾄδει.
ἀνέχουσα ἄνω ἔχουσα ὡς ἐν Λυκούργῳ Αἰσχύλος ἄκουε δʼ ἀν οὖς ἔχων ἀντὶ τοῦ ἄνω τὸ οὖς ἔχων.
ὑπὲρ ἑαυτὴν ἔχουσα τὸ φυτόν.
φυλλάδα μυριόκαρπον παρὰ τὸ Ὁμηρικὸν τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντωνοὔτε μιν ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν·ἀπὸ κοινοῦ δὲ τὸ ἀνέχουσα· ἀνήλιον δὲ διὰ τὴν δασύτητα τῶν φυτῶν.
ἀνήλιον διὰ τὸ δάσος.
θάλλει δʼ οὐρανίας ὑπʼ ἄχνας οἱ μὲν ὑπομνηματισάμενοι γράφουσιν οὕτως, τῆς Δήμητρος καὶ Κόρης οὔ φασι στεφάνωμα τὸν νάρκισσον εἶναι· στάχυσι γὰρ αὐτὰς στεφανοῦσι· μήποτε δὲ γραπτέον μεγάλαν θεᾶν τῶν Ἐρινύων· καὶ γὰρ τὸ χωρίον ἐν ᾧ ἦν ὁ Οἰδίπους αὐταῖς ἀνεῖτο· ὅτι δὲ Ἐρινύων ἐστὶ τὸ στεφάνωμα δῆλον ἐν οἷς Εὐφορίων φησὶ πρόπρο δέ μιν δασπλῆτες ὀφειλομένην .... οἶμον Εὐμενίδες ἀργῆτα θυγατριδαῖ Φόρκυνος ....... ναρκίσσοιο ἐπιστεφέες πλοκαμῖδας, ἴσως ὅτι παρὰ τοῖς μνήμασιν ὡς τὸ πλεῖστον ἐκφύεται ἢ ὅτι τοῦ φρίττειν καὶ ναρκᾶν εἰσιν αἱ δαίμονες αἴτιαι ὥστε διὰ τὸ ὄνομα συνῳκειῶσθαι τὸ φυτὸν αὐταῖς· μήποτε δὲ τὸν νάρκισσον μεγάλαιν θεαῖν ἀρχαῖον στεφάνωμα ἔφη ὁ Σοφοκλῆς τῷ συλληπτικῷ χρησάμενος τρόπῳ ἀντὶ τοῦ εἰπεῖν θεᾶς ἀρχαῖον στεφάνωμα, τῆς Κόρης· τί δή ποτε; ὅτι πρὶν ἢ τὸν Πλούτωνα αὐτὴν ἁρπάσαι τούτῳ ἐτέρπετο· συλλέγουσαν οὖν φασιν αὐτὴν τὸν νάρκισσον ἁρπασθῆναι ὥστε τὸ ἀρχαῖον τούτου ἕνεκα προσκεῖσθαι οἷον ὃ ἦν αὐτῇ θυμῆρες στεφάνωμα πρὶν ἢ συλληφθῆναι· αὖθις γοῦν φασι τὰς θεὰς ἀνθίνοις μὴ κεχρῆσθαι ἀλλὰ καὶ ταῖς Θεσμοφοριαζούσαις τὴν τῶν ἀνθίνων στεφάνων ἀπειρῆσθαι χρῆσιν, ὁ δʼ Ἴστρος τῆς Δήμητρος εἶναι στέμμα τὴν μυρρίνην καὶ τὴν μίλακα περὶ ἧς γίνεσθαι τὴν δικασίαν καὶ τὸν ἱεροφάντην δὲ καὶ τὰς ἱεροφάντιδας καὶ τὸν δᾳδοῦχον καὶ τὰς ἄλλας ἱερείας μυρρίνης ἔχειν στέφανον διʼ ἃ καὶ τὴν Δήμητρα προσθέσθαι ταύτην φησί.
ἄχνας τῆς δρόσου.
νάρκισσος ὄνομα βοτάνης.
μεγάλαιν θεαῖν ταῖς Ἐρινύσιν.
ὅ τε | χρυσαυγὴς κρόκος τοῖς τὸν νάρκισσον τῇ Δήμητρι ἀπονέμουσιν τοῦτο συμπράττει, ὅτι κἀν τῇ Νιόβῃ ὁ Σοφοκλῆς τὸν κρόκον ἄντικρυς τῇ Δήμητρι ἀνατίθεται ὥστε καὶ νῦν τὸν λόγον εἶναι περὶ τῶν Δήμητρος στεφανωμάτων· καὶ αὐτὸ δὲ τοῦτο ἴδιον ἂν εἴη Σοφοκλέους· τοῖς γὰρ ἀνθίνοις οὐ πάνυ φασὶν ἥδεσθαι τὴν Δήμητρα.
ἀπὸ κοινοῦ τὸ θάλλει κατʼ ἦμαρ.
μινύθουσιν λήσουσι τοῦ ῥεῖν.
Κηφισοῦ νομάδες κρῆναι νομάδες αἱ ἐπινεμόμεναι ὥσπερ καὶ καταρρέουσαι τὴν γῆν τοῦ Κηφισοῦ πηγαί· ἢ ἃς ὁ Κηφισὸς ἐπινέμεται, λέγοι δʼ ἂν ἐν τῇ Ἀκαδημείᾳ.
ὄνομα ποταμοῦ.
ἀλλʼ αἰὲν ἐπʼ ἤματι ἀλλʼ ἀεὶ καθʼ ἡμέραν, φησίν, ἐπινίσσεται ὁ Κηφισὸς ὠκυτόκα ποιῶν τὰ πεδία καὶ ἔγκαρπα.
ὠκυτόκος ὁ ποταμός.
στερνούχου χθονός ἴσον τῷ γονίμου ἢ ἀντὶ πεδιούχου χθονός· μεταφορικῶς γὰρ στέρνα καὶ νῶτά φασι τῆς γῆς τὰ πεδιώδη καὶ εὐρέα καθάπερ αὖ πάλιν αὐχένας τὰ στενά.
γῆς ἐπιπέδου.
νιν τὴν Ἀττικήν.
φύτευμʼ ἀχείρητον ὅτι ἀπέσχοντο τῶν μορίων οἱ Λακεδαιμόνιοι καὶ ἄλλοι ἱστοροῦσι καὶ Φιλόχορος ὥστε ταῖς ἀληθείαις ἐγχέων αὐτὰς φόβημα τοῖς πολεμίοις γενέσθαι· Λακεδαιμόνιοι γὰρ ἐμβαλόντες ἐν τῇ Ἀττικῇ δέκα μυριάσι Πελοποννησίων καὶ Βοιωτῶν ἡγουμένου. τοῦ Ἀρχιδάμου τοῦ Ζευξιδάμου Λακεδαιμονίων βασιλέως ἀπέσχοντο τῶν λεγομένων μορίων Ἀθηνᾶν δείσαντες ὡς Ἀνδροτίων φησίν.
δαΐων πολεμίων.
γλαυκᾶς παιδοτρόφου καὶ Ἀριστοφάνης ἐν Νεφέλαις ἀλλʼ εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει·ὁ δʼ Ἴστρος καὶ τὸν ἀριθμὸν αὐτῶν δεδήλωκεν γράφων οὕτως ....... εἶναι· τὸν δὲ κλάδον τῆς ἐν Ἀκαδημείᾳ ἐλαίας ἀπὸ τῆς ἐν ἀκροπόλει φυτευθῆναί φασιν, ἐπάρατον δὲ ποιῆσαι τοὺς ἐμβαλόντας αὐτὰς εἰ ἐκκόψειε φίλος ἢ πολέμιος διʼ ὃ Λακεδαιμόνιοι τὴν λοιπὴν γῆν δῃοῦντες τῆς μὲν Τετραπόλεως ἀπέσχοντο διὰ τοὺς Ἡρακλείδας τῶν δὲ μορίων διὰ τὰς ἀράς· ὁ δὲ Ἀριστοτέλης καὶ τοῖς νικήσασι τὰ Παναθήναια ἐλαίου τοῦ ἐκ μορίων γινομένου δίδοσθαί φησιν.
τὸ μὲν τὸ φυτὸν τῆς ἐλαίας.
μορίου Διός μόριον Δία εἶπεν τὸν ἐπόπτην τῶν μορίων ἐλαιῶν· καὶ ἔστιν ὁ λεγόμενος μόριος Ζεὺς περὶ Ἀκαδήμειαν ὥς φησιν Ἀπολλόδωρος, περὶ Ἀκαδήμειάν ἐστιν ὅ τε τοῦ Καταιβάτου Διὸς βωμὸς ὃν καὶ μόριον καλοῦσι τῶν ἐκεῖ μορίων παρὰ τὸ τῆς Ἀθηνᾶς ἱερὸν ἱδρυμένων.
ὄνομα τόπου.
εὔιππον, εὔπωλον παρʼ ὅσον ὁ Κολωνὸς Ἱππεὺς ἐλέγετο καὶ Ποσειδῶν καὶ Ἀθηνᾶ αὐτόθι Ἵππιοι.
ὦ παῖ Κρόνου αὐτόθι φασὶ Ποσειδῶνα πρῶτον ἵππους ζεῦξαι καὶ χαλινῶσαι· καὶ ταῦτα δὲ ἐπὶ θεραπείᾳ φησὶ τῆς οἰκείας ὁ Σοφοκλῆς· ὁ γὰρ Κολωνὸς Ἱππεὺς ὠνομάσθη παρʼ ἃς ἐξεθέμην αἰτίας διὰ τὸν Ἄδραστον· ὁ δὲ ἐπὶ τὸ σεμνότατον ἄγει τὸ πρᾶγμα τῇ ποιητικῇ καταχρώμενος ἀδείᾳ.
περὶ τὰ τρία ταῦτα κεφάλαια μάλιστα διατρίβουσι τοῦ ἐγκωμίου, ὅτι εὔφορος ἡ χώρα καὶ ὅτι ἱππικοὶ Ἀθηναῖοι καὶ ὅτι ναυτικοί.
πλάτα κώπη.
ἀκόλουθος ὅτι αἱ Νηρεΐδες νʹ εἰσιν.
Ἀντιγόνη ταῦτά φησιν ὁρῶσα προσιόντα τὸν Κρέοντα μετὰ χαρᾶς· ἐπὶ τὸν Οἰδίπουν δὲ ἀφῖκται ὁ Κρέων καὶ μὴ πείσας αὐτὸν παρασπᾶται αὐτοῦ τὴν Ἀντιγόνην φθάσας κατὰ τὴν ὁδὸν καὶ τὴν Ἰσμήνην ἀφελέσθαι.
ἐγὼ κυρῶ.
ὃν μήτʼ ὀκνεῖτε ὅντινα ἀντὶ ἐμὲ μὴ φοβεῖσθε.
οὕνεχʼ ἧκέ μοι γένει ἀντὶ ὅτι προσήκει μοι πενθεῖν τὰ τούτου ἀτυχήματα ὑπὲρ πάντας Θηβαίους.
ἱκοῦ ἐλθέ.
ἐκ δὲ τῶν μάλιστʼ ἐγὼ ἐγὼ μάλιστά σε καλῶ ὅσῳπερ πλεῖστον ἀλγῶ τοῖς σοῖς παθήμασιν.
κἀπὶ προσπόλου μιᾶς τῆς Ἀντιγόνης· εἴληπτο γὰρ ὑπʼ αὐτοῦ ἡ Ἰσμήνη.
ὥστε συγγνώμης εἰμὶ ἄξιος λέγων· οὐ γὰρ δύναμαι κρύπτειν.
ἐν εὐλογοφανέσι λόγοις πανοῦργα βουλευόμενε.
πείρᾳ βαρυτόνως ἀναγνωστέον πείρᾳ, οὐ περισπωμένως· οὕτω Δίδυμος.
μεστὸς ὡς ἐπὶ κεράμου, ὅ ἐστιν ὅτε κορεσθεὶς τοῦ θυμοῦ λοιπὸν τὰ συμφέροντα ἐβουλευόμην καὶ οὐκέτι ἤθελον φεύγειν.
τοὐν δόμοισιν ἀντὶ ἐν Θήβαις.
γένος τὸ Ἀττικόν.
καὶ σὺ οὖν βούλει με εὐεργετεῖν μὴ θέλοντα.
τοιαῦτα ἀντὶ χάριτος.
πάραυλον ἀντὶ ἐν ἀγροῖς.
πόλις δέ σοι κ. ἑ. καὶ ἵνα ἡ Θήβη ἀβλαβὴς ἔσται ἐκ ταύτης τῆς γῆς· ἄναιτος δὲ ἀντὶ ἀβλαβής, ἀναιτίατος.
οὐκ ἔστι σοι ταῦτʼ οὐ προβήσεταί σοι ὁ σκοπός.
ἆρα οὐ πλέον σοῦ τὰ ἀποβησόμενα ταῖς Θήβαις οἶδα;
ἐκ σαφεστέρων κλύω ἀντὶ καὶ σαφέστερον οἶδα.
καὐτοῦ Ζηνὸς δοκεῖ γὰρ ὁ Ἀπόλλων παρὰ Διὸς λαμβάνειν τοὺς χρησμοὺς ὡς καὶ ἐν Ἰφικλείᾳ φησὶ καὶ Αἰσχύλος ἐν Ἱερείαις στέλλειν ὅπως τάχιστα· ταῦτα γὰρ πατὴρ Ζεὺς ἐγκαθίει Λοξίᾳ θεσπίσματα καὶ Ἀριστοφάνης Ἥρωσιν.
ὑπόβλητον οὐκ ἀληθὲς ἀλλὰ πεπλασμένον· ἀπὸ τῶν ὑποβαλλομένων εἰς τὰ γένη τοὺς παῖδας.
στόμωσιν ἀντὶ τοῦ δείνωσιν καὶ πανουργίαν.
ἀντὶ τοῦ ἐν τῷ μὴ πείθεσθαί σε μᾶλλον σὺ δυστυχεῖς ἤπερ ἐγώ.
πείθειν πείθειν με εἰς τὸ ἀκολουθῆσαί σοι.
τούσδε τοὺς ἀπὸ τοῦ χοροῦ.
λῦμα κάθαρμα ὅ ἐστιν ἀπαίδευτος μέχρι γήρως μενεῖς;
βουλόμενος ἐκ παντὸς δοκεῖν δίκαια λέγειν.
ἄλλο ἐστὶ τὸ φλυαρεῖν καὶ ἄλλο τὸ ἀναγκαῖα λέγειν.
ταῦτα δʼ καὶ ταῦτα.
τοῖς κατὰ σὲ οὐ δοκῶ καίρια λέγειν.
ἴσος οἷος.
καὶ πρὸ τῶνδε καὶ πρὸ τοῦ χοροῦ.
μαρτύρομαι μάρτυρας καλῶ.
ἤν σʼ ἕλω ἐάν σε ἕλω, δικαίως σε δῆλον ὅτι τιμωρήσομαι· μαρτύρομαι γὰρ τούσδε οἷα ἀνταμείβῃ με ῥήματα.
τῶνδε τῶν ἀπὸ τοῦ χοροῦ.
βίᾳ βιαζόμενος τοὺς ἐμοὺς συμμάχους καὶ φύλακας.
κἄνευ τοῦδε καὶ χωρὶς τοῦ λαβεῖν σε εἰς Θήβας.
τήνδε τὴν Ἀντιγόνην.
ἰὼ ξένοι τῷ χορῷ φησι.
τήνδε τὴν Ἀντιγόνην· τοῖς ἀκολούθοις δὲ ἑαυτοῦ φησιν ὁ Κρέων.
τί δρᾷς, ξένε; πρὸς τὸν Κρέοντα ἕλκοντα τὴν Ἀντιγόνην.
τῆς ἐμῆς ἀδελφῆς μου γὰρ θυγάτηρ ἐστί.
τί δρᾷς, ὦ ξένʼ; πρὸς τὸν Κρέοντα ἕλκοντα τὴν Ἀντιγόνην.
εἴργου φυλάττου, χωρίζου.
σοῦ μὲν οὔ οὐκ ἀπείρξομαί σου.
πόλει ταῖς Θήβαις.
ὁδοιπορεῖν ἀναχωρεῖν ἐντεῦθεν, ὦ Κρέων.
ἐναίρεται—σθένει τουτέστι βίᾳ πορθεῖται.
πρὸς βίαν κ. ἑ. ἀπαγομένης δὴ τῆς Ἀντιγόνης ὑπὸ τῶν προστεταγμένων παρὰ τοῦ Κρέοντος· ἐν μέρει δὲ παθητικά ἐστιν.
ἐκ τούτοιν ἐκ τῶν θυγατέρων αἷς ὡς σκήπτροις ἐχρῆτο καὶ βακτηρίᾳ.
πόλει ταῖς Θήβαις.
μὴ γὰρ αἵδε δαίμονες κ. ἑ. μὴ ἄφωνος γενοίμην εἰς τὸ καταρᾶσθαί σε.
ὄμμʼ φησὶ τὴν Ἀντιγόνην.
χρόνῳ γηρῶν.
βραδὺς βαρύς.
τὸ παλαιόν φησι βαρύ.
ταύτην ἄρα οὐκέτι νομιῶ πόλιν εἰ σὺ ἀπάξεις τοῦτον.
τά γʼ οὐ τελεῖ ταῦτα ἃ λέγει οὐ πληρώσει.
εἰ τελέσω Ζεὺς εἰδείη.
ἀνεκτέα ἀνεκτέον· οὕτω γάρ φασι σκαπτέα, φυτευτέα ἀντὶ τοῦ σκαπτέον, φυτευτέον.
τίς ποθʼ ἡ βοή; ἄκρως τῇ οἰκονομίᾳ τὸ μαθεῖν τὸν Θησέα τὰ γενόμενα πρὸς θυσίαις ὄντα τοῦ Ἱππίου Ποσειδῶνος ὑπὲρ τοῦ μὴ διατριβὴν ἐγγενέσθαι μηνύοντός τινος.
θᾶσσον ἢ καθʼ ἡδονὴν ποδὸς ταχύτερον ἢ ὡς ἔδει βαδίζειν.
σπεύδειν ἀπὸ ῥυτῆρος ἀντὶ τῆς βλαύτης· τῶν δὲ ἐξηγησαμένων ἁπάντων αὐτὸν Πραξιφάνης δοκεῖ ἄμεινον ἀποδιδόναι ἀκούων τὸ ὑπόδημα οἷον τῶν ποδῶν τὸ κάλυμμα.
ἀπὸ ῥυτῆρος ἀπὸ ὑποδήματος ἀντὶ τοῦ ὡς ἔχει σχήματος ἕκαστος.
ἔνθα δίστομοι ὡς σχιστῆς οὔσης ὁδοῦ ἐκεῖσε.
ξένῳ τῷ Κρέοντι.
εἰ μὲν διʼ ὀργῆς ἧκον εἰ μὲν διʼ ὀργῆς ἐληλύθειν, ἐν ταύτῃ τῇ ὀργῇ ἧς ἦν οὗτος ἄξιος.
οὐδʼ ἀφῆκʼ ἂν — οὐ — μεθῆκʼ ἄν.
τούτοισι κοὐκ ἄλλοισιν ὡς ἀπὸ ξένης γῆς ἀπέσπασεν οὕτω καὶ αὐτὸς ἐπὶ ξένης γῆς ἀποσπασθήσεται.
οὐκ ἀναχωρεῖς γὰρ ἐντεῦθεν πρὶν ἂν ἀγάγῃς τὰς κόρας.
οὔθʼ ὧν πέφυκας τῶν προγόνων.
ἄγεις θʼ ἃ χρῄζεις καὶ παρίστασαι ἀντὶ τοῦ μεθίστασαι· εἰώθεσαν δὲ οὕτω λέγειν καὶ ἀντὶ τοῦ ἐφυγάδευσαν ἡμεῖς ἂν εἴποιμεν μετεστήσαντο, παρεστήσαντο δὲ λέγουσιν.
καὶ παρίστασαι βίᾳ τὸ παρίστασαι ἴσον ἐστὶ τῷ καταδουλοῖς καὶ ὑποχείριον ποιεῖς καὶ πάλιν παραστήσασθαι τούσδε τινάς φασι· παραφυλάττεσθαι δὲ δεῖ ὡς δεινοποιεῖ τὰ τοῦ Κρέοντος ὁ Θησεὺς τῇ καλουμένῃ αὐξητικῇ κεφαλαιώσει καὶ συνάπτει πολλὰ κεφάλαια.
ἀντὶ τοῦ καταδουλοῖς αὐτὴν βίᾳ.
σὺ δʼ ἀξίαν οὐκ οὖσαν οὐκ οὖσαν ἀξίαν αἰσχύνεσθαι· αἰσχύνη δὲ πατρίδος πολίτου ἁμαρτία.
πόλιν τὴν Θήβην.
εἰ μὴ μέτοικος τῆσδε ἀντὶ ἔνοικος· οὐ γὰρ αὐτὸ τοῦτο τὸ μέτοικος ὡς ἡμεῖς φαμεν εἴρηται, μετοίκους δὲ καλοῦμεν τοὺς ἀπὸ ἑτέρας χώρας οἰκοῦντας, πρὸς δὲ τοὺς μετοικισθέντας ποθέν, τοῦτο δὲ ἔνοικον· κέχρηται δὲ καὶ Αἰσχύλος ἐπὶ τῶν οἰωνῶν ἐν Ἀγαμέμνονι λέγων οὕτω τῶνδε μετοίκων ἀντὶ ἐνοίκων· μετοίκους γὰρ εἶπε τῶν ὑψηλῶν τόπων τοὺς οἰωνοὺς κἀκεῖσε ἀντὶ ἐνοίκων.
ἀντὶ ἔνοικος.
ἐγὼ οὔτʼ ἄνανδρον τὴν ῥητορείαν παραφύλαξον εἰ τῶν μὲν κατηγορηθέντων αὐτοῦ οὐχ ἅψεται καινὰ δέ τινα ἐνθυμήματα καὶ πάνυ εὔλογα ἐξευρίσκων ἀντερεῖ.
αὐτοὺς τοὺς Ἀθηναίους.
ξυναίμων τῶν συγγενῶν.
παρʼ ὅσον αὐτὸς τέκνον ἐστὶ μητέρα γεγαμηκώς.
τοιοῦτον αὐτοῖς Ἄρεος ᾔδειν εὔβουλον ὄντα τὸν Ἄρειον πάγον· τοῦτον δὲ χθόνιον εἶπεν οἷον ἐγγενῆ καὶ αὐτόχθονα, ἐγχώριον, οὐχ, ὡς οἱ ἐξηγησάμενοι οἴονται, παρὰ τὸ τοὺς δικαζομένους ἐν αὐτῷ ὑπὸ τὴν χθόνα εἶναι· χθόνιον τοίνυν τὸν αὐτόχθονα· λέγοι δὲ ἂν τὴν Ἀρεοπαγῖτιν βουλήν· τὸν γὰρ πάγον εἰς τὸν ὄχθον μετατέθεικεν· εἴρηται δὲ περὶ τῆς προσηγορίας αὐτοῦ πολλαχοῦ.
ᾧ πίστιν ἴσχων ᾧ ἐγὼ θαρρῶν.
θυμοῦ γὰρ οὐδὲν γῆρας οἷον οὐκ ἔστι θυμοῦ κρατῆσαι ἄνθρωπον ὄντα· οὐ καταγηράσκει τὸ ὠμὸν τοῦ θυμοῦ εἰ μὴ ἐξέλθοι τοῦ βίου ὁ ἄνθρωπος· ἀδύνατον γάρ ἐστιν ὄντα ἄνθρωπον μὴ θυμῷ χρήσασθαι· τοῦτο δὲ καὶ παροιμιακῶς λέγεται, ὅτι ὁ θυμὸς ἔσχατον γηράσκει, λέγεται δὲ διὰ τοὺς πρεσβυτέρους· ὅσῳ γὰρ γηράσκουσι τὸν θυμὸν ἐρρωμενέστερον ἔχουσιν· καὶ Ἀλκαῖος ὡς λεγομένου κατὰ κοινὸν αὐτοῦ μιμνήσκεται.
ὦ λῆμʼ ἀναιδές .... τὴν ὑστάτην ὑποφορὰν πρὸς τὸν Κρέοντα μηκέτι ὑπὸ τοῦ Θησέως λέγεσθαι ἀλλʼ ὑπὸ τοῦ Οἰδίποδος· ἡ δὲ αἰτία πρόδηλος· καὶ ἅμα παραφύλαττε εἰ καὶ οὕτω πιθανῶς ποιεῖται τὰς ἐπιχειρήσεις· τῷ γὰρ ὄντι ὁ Οἰδίπους εἴ τις ἀκριβῶς ἐξετάζοι ἄδικος μὲν οὐκ ἔστιν ἀτυχὴς δὲ καὶ περιπαθής.
ἢ σαυτοῦ ἐπεὶ τὴν ἀδελφήν σου λοιδορεῖς.
μηνίουσιν ὀργιζομένοις.
ἔα ἦ.
τό γʼ ἆκον τὸ ἀκούσιον.
τὸ ἑξῆς, μητρὸς δὲ γάμους, τλήμων, οὔσης ὁμαίμου σῆς ἀναγκάζων με λέγειν οὐκ ἐπαισχύνῃ.
ἅπαν καλὸν | λέγειν νομίζων τουτέστιν ἀθυρόστομος ὤν.
ὅθʼ οὕνεκʼ εἴ τις γῆ ὅτι οὕνεκα, ἐκ παραλλήλου τὸ αὐτὸ εἴθʼ ὤφελεν· ἀντὶ ἀγνοεῖς τοῦτο, ὦ Κρέων, ὅτι εἴ τις χώρα θεοὺς ἐπίσταται γιγνώσκειν ἡττᾶται περὶ τὸ φιλόθεον τῇ Ἀττικῇ.
οἱ μὲν οἱ θεράποντες Κρέοντος.
ἄλλοι Ἀθηναῖοι ἐπιδιώκουσιν αὐτούς.
οὓς τοὺς Ἀθηναίους.
ἐπεύξωνται οἱ σοὶ θεράποντες.
πιστὸς ὢν ἀντὶ πιστεύων, καταστρέφει δὲ εἰς τὸ πεποιθώς.
εἴην ὅθι δαΐων ὁ μὲν Κρέων καὶ ὁ Θησεὺς ἀπῆλθον ὑπονοῶν αὐτὸν οὐ ψιλὸν ἥκειν ἀλλὰ μετά τινος χειρὸς ἣν πλησίον που ἐστρατοπεδευκέναι· κατὰ τοῦτο οὖν καὶ οἱ κατὰ τὸν χορόν, ἄλλως προβεβηκότες τὴν ἡλικίαν, εὐχὴν ποιοῦνται ταύτην, εἴθε εἴην ὅπου αἱ συμβολαὶ καὶ αἱ μάχαι μέλλουσιν ἔσεσθαι· ὑπονοοῦσι γὰρ τὰ ὅμοια τῷ Θησεῖ περὶ τοῦ Κρέοντος καί φησιν, εἴθε ἐπόπτης ἐγενόμην αὐτῶν.
ἐπιστροφαὶ ἀντὶ ἀναστροφαί.
χαλκοβόαν στερεοβόαν, μεγαλόφωνον.
ἢ πρὸς Πυθίαις ἀπὸ κοινοῦ τὸ ἀκταῖς ληπτέον, λέγοι δʼ ἂν Πυθίας ἀκτὰς τὸν τοῦ Πυθίου Ἀπόλλωνος βωμὸν τὸν ἐν τῷ Μαραθῶνι ὅθεν καὶ τὴν θεωρίαν ἔπεμπον· ἱστορεῖ περὶ τούτων Φιλόχορος ἐν τῇ Τετραπόλει γράφων οὕτως, ὅταν δὲ σημεῖα γένηται παραδεδομένα ἐν τοῖς ἱεροῖς τότε ἀποστέλλουσι τὴν θεωρίαν οἱ ἐκ τοῦ γένους Πυθιάδα καὶ Δηλιάδα ὁποτέρα ἂν καθήκῃ αὐτοῖς· θύει δὲ ὁ μάντις ὅταν μὲν τὰ εἰς Δελφοὺς πόμπιμα γένηται καὶ θεωρία πέμπηται ἐν Οἰνόῃ καθʼ ἑκάστην ἡμέραν ἐν τῷ Πυθίῳ εἰ δὲ εἰς Δῆλον ἀποστέλλοιτο ἡ θεωρία κατὰ τὰ προειρημένα θύει ὁ μάντις εἰς τὸ ἐν Μαραθῶνι Δήλιον· καὶ ἔστιν ἱεροσκοπία τῆς μὲν εἰς Δελφοὺς θεωρίας ἐν τῷ ἐν Οἰνόῃ Πυθίῳ τῆς δὲ εἰς Δῆλον ἐν τῷ ἐν Μαραθῶνι Δηλίῳ.
ὡς περὶ Μαραθῶνα οὗ τὸ Πύθιον ἵδρυται.
ἢ λαμπάσιν ἀκταῖς ἕως τέλη θνητοῖσιν τὰ περὶ Ἐλευσῖνα μέρη φησὶ καὶ εἴη λαμπάσιν ἀκταῖς ταῖς λαμπαδευομέναις καὶ καταλαμπομέναις καὶ δᾳδουχουμέναις ὑπὸ τῆς μυστικῆς φλογὸς καὶ τῶν ἱερῶν δᾴδων περὶ ὧν Αἰσχύλος φησὶ λαμπραῖσιν ἀστραπαῖσι λαμπάδων σθένει.
περὶ Ἐλευσῖνα· ἀπὸ τῶν αὐτόθι ἐν τοῖς μυστηρίοις λαμπάδων.
ἀκταῖς τὸν βωμόν.
οὗ πότνιαι σεμναί αἱ Θεσμοφόροι, τέλη δὲ τὰς τελετάς· καὶ Αἰσχύλος ἔφριξʼ, ἔρως δὲ τοῦδε μυστικοῦ τέλους.
τιθηνοῦνται ἐπιμελοῦνται καὶ ἀξιοῦνται θεραπείας.
ὧν τῶν τετελεσμένων.
ὧν καὶ χρυσέα | κλῄς ἐπεὶ ἄρρητα τὰ μυστήρια καὶ καθάπερ κλεισὶν ἡ γλῶσσα κατείληπται ὑπὲρ τοῦ μὴ ἐξενεγκεῖν.
προσπόλων Εὐμολπιδᾶν ζητεῖται τί δήποτε οἱ Εὐμολπίδαι τῶν τελετῶν ἐξάρχουσι ξένοι ὄντες· εἴποι δʼ ἄν τις ὅτι ἀξιοῦσιν ἔνιοι πρῶτον Εὔμολπον ποιῆσαι τὸν Δηιόπης τῆς Τριπτολέμου τὰ ἐν Ἐλευσῖνι μυστήρια καὶ οὐ τὸν Θρᾷκα καὶ τοῦτο ἱστορεῖν Ἴστρον ἐν τῷ περὶ τῶν ἀτάκτων· Ἀκεστόδωρος δὲ πέμπτον ἀπὸ τοῦ πρώτου Εὐμόλπου εἶναι τὸν τὰς τελετὰς καταδείξαντα γράφει οὕτως, κατοικῆσαι δὲ τὴν Ἐλευσῖνα ἱστοροῦσι πρῶτον μὲν τοὺς αὐτόχθονας εἶτα Θρᾷκας τοὺς μετὰ Εὐμόλπου παραγενομένους πρὸς βοήθειαν εἰς τὸν κατʼ Ἐρεχθέως πόλεμον· τινές δέ φασι καὶ τὸν Εὔμολπον εὑρεῖν τὴν μύησιν τὴν συντελουμένην κατʼ ἐνιαυτὸν ἐν Ἐλευσῖνι Δήμητρι καὶ Κόρῃ· Ἄνδρων μὲν οὖν γράφει οὐ τὸν Εὔμολπον εὑρεῖν τὴν μύησιν ἀλλʼ ἀπὸ τούτου Εὔμολπον πέμπτον γεγονότα· Εὐμόλπου γὰρ γενέσθαι Κήρυκα, τοῦ δὲ Εὔμολπον, τοῦ δὲ Ἀντίφημον, τοῦ δὲ Μουσαῖον τὸν ποιητήν, τοῦ δὲ Εὔμολπον τὸν καταδείξαντα τὴν μύησιν καὶ ἱεροφάντην γεγονότα.
ἐγρεμάχαν γράφε ὀρειοβάταν οἱονεὶ τὸν διὰ τῶν ὀρῶν βαίνοντα τῶν προειρημένων χωρίων.
ἦ που τὸν ἐφέσπερον τὸν Αἰγάλεών φησι· καὶ γὰρ τοῦτο ἐπʼ ἐσχάτων ἐστὶ τοῦ δήμου τούτου· καταλέγουσι δὲ χωρία παρʼ ἃ μάλιστα εἰκάζουσι τὴν συμβολὴν γενέσθαι τοῖς περὶ τὸν Κρέοντα καὶ Θησέα· πέτρας δὲ νιφάδος ἂν εἴη λέγων τὴν οὕτω λεγομένην λείαν πέτραν ἢ τὸν Αἰγάλεων λόφον ἃ δὴ περιχώριά φασιν εἶναι καθάπερ Ἴστρος ἐν τῇ πρώτῃ τῶν ἀτάκτων ἱστορεῖ οὕτως, ἀπὸ δὲ τῆς χαράδρας ἐπὶ μὲν λείαν πέτραν· καὶ μετʼ ὀλίγα, ἀπὸ τούτου δὲ ἕως Κολωνοῦ παρὰ τὸν χαλκοῦν ὀδὸν προσαγορευόμενον ὅθεν πρὸς τὸν Κηφισὸν ἕως τῆς μυστικῆς εἰσόδου εἰς Ἐλευσῖνα· ἀπὸ ταύτης δὲ βαδιζόντων εἰς Ἐλευσῖνα τὰ ἐπαριστερὰ μέχρι τοῦ λόφου τοῦ πρὸς ἀνατολὰς τοῦ Αἰγάλεω· ἤτοι οὖν τὴν καλουμένην λείαν πέτραν ἢ τὸν Αἰγάλεων· ὁ δὲ νοῦς, ἆρα ἐπὶ τὸν ἕσπερον χῶρον τῆς λείας πέτρας προσπελάζουσιν;
τὸν ἐφʼ ἕσπερον ἐπὶ τὸν ἕσπερον.
πελῶσʼ γράφε πελάζουσι.
Οἰάτιδος ἐκ νομοῦ Οἴα δῆμος τῆς Ἀττικῆς ὅθεν καὶ τὸ Οἴηθεν· ἐκ νομοῦ δὲ πάλιν χωρίου Ἀττικοῦ οὕτω καλουμένου ἐν ᾧ νέμουσιν· ὡς νεμήσεως παρακειμένης.
ὁ προσχώρων ὁ Κρέων.
ἀντὶ τοῦ ἐπιχωρίων.
Θησειδᾶν τῶν Ἀθηναίων, ἁπλούστερον δὲ Θησειδᾶν φησι τῶν Ἀττικῶν τῶν ὑπὸ Θησέα τεταγμένων.
τὸ ἑξῆς, πᾶσα δʼ ὁρμᾶται ἄμβασις.
ἀμπυκτήριʼ φάλαρα πώλων.
τάχʼ ἐνδώσειν | τὰν δεινά τάχα ἐνδώσει, φησίν, ὁ Κρέων τὴν πολλὰ δεινὰ τλᾶσαν τὰς παρθένους ἀπὸ τῆς ἑτέρας δηλῶν ὡς καὶ κατωτέρω τῷ ὁμοίῳ σχήματι χρῆται· δύναται δὲ καὶ ἑτέρα προσῳδία εἶναι τᾶν δεινὰ τλασᾶν, δεινὰ δʼ εὑρουσᾶν.
δεινὰ τὰ σὰ δεινά.
διπλᾶς ἀρωγὰς τουτέστι τῇ διπλῇ ἀρωγῇ ὃ λέγει τῇ πόλει καὶ τοῖς πολίταις· νῦν δὲ διὰ τοῦ στέργω σημαίνει μὲν οἷον προσίεμαι τελευτᾷ δὲ εἰς ἴσον τῷ προσκαλοῦμαι.
ἔτι χορός.
ἐμφύντε ἀντὶ τοῦ ἐμφῦσαι.
τοῦδε — τοῦ — τε.
ἰδίως ἐσχημάτισε καὶ τὸν λόγον, μὴ προσθαύμαζέ μου τὸ λιπαρές, τὸ λίαν προσκεκαθικὸς τῆς ψυχῆς τοῖς τέκνοις, τὸ δὲ ἐχόμενον οὐ καταλλήλως εἶπεν· οὐ γάρ φησιν ἀέλπτως φανέντων ἐμοὶ τῶν τέκνων μηκύνω τὸν λόγον ἀλλὰ τὰ τέκνα φανέντα εἶτα μηκύνω τὸν λόγον.
πρὸς τὸ λιπαρὲς πρὸς τὸ κελεύειν εἰ μακρηγορήσω.
λιπαρὲς ἀρέσκον.
μέλου ἀντὶ τοῦ ἐπιμελοῦ.
θαυμάσας ἔχω ἀντὶ τοῦ ἐθαύμασα Ἀττικῶς.
ἁγὼν οὗτος.
ἄνθρωπον δέ, φησίν, ὄντα οὐ δεῖ πρᾶγμά τι κακίζειν.
καθʼ ὑπόθεσιν ἱκετεύει ὁ Πολυνείκης πρὸς αὐτοὺς παραγενέσθαι τὸν Οἰδίπουν κατά τι λόγιον ἐμπεσὸν ὅτι πρὸς οὓς ἂν γένοιτο ὁ Οἰδίπους κρατήσουσι τῆς βασιλείας· τοῦτο οὖν ἀγγέλλει ὁ Θησεύς.
ἔμπολιν ἐν τῇ αὐτῇ πόλει οἰκοῦντα.
ἔκυρον ἀντὶ τοῦ ἐκύρουν, ταὐτὸν τῷ ἐτύγχανον.
τὸ ἑξῆς, φασὶν αὐτὸν μολόντʼ αἰτεῖν ἐς λόγους σοι ἐλθεῖν.
ὁ προστάτης ὁ ἱκέτης, ὁ προσεστηκὼς τῷ βωμῷ.
πρὸς τὸν Θησέα φησίν. ὧδε παῖδα αὐτὸν κέκληκεν.
εἰκάθειν παραγώγως ἀντὶ τοῦ εἴκειν.
οὐχ ὡς οὐκ ἂν πεισθησομένου τῷ Θησεῖ τοῦ Οἰδίπου οὕτως ἐδέησεν αὐτῷ καὶ τῆς ἐκ τῆς θυγατρὸς παρακλήσεως ἀλλʼ αὐξήσεως χάριν καὶ τοῦτο παρείληφεν τὸ πρόσωπον ὁ Σοφοκλῆς· ἀμέλει γοῦν πρὸς τὸν Θησέα ἀποκρίνεται ὡς ἐκείνῳ πεπεισμένος.
τὸ ἑξῆς, οὐ γὰρ ἃ μή σοι συμφέροντα λέξεται πρὸς βίαν σε παρασπάσει γνώμης, θάρσει· τὸ δὲ λέξεται ἀντὶ τοῦ λέξει, ὁ Πολυνείκης δῆλον ὅτι.
ἐξεπᾴδονται καταπραΰνονται.
τὰ περὶ τὴν πήρωσιν λέγοι ἄν· οὐ γὰρ τὰ ἐξ ἀρχῆς πραχθέντα ὀνειδίζει αὐτῷ ἀλλʼ ἃ ἀπὸ τῆς ἄγαν ὀργῆς ἀπέβη· τούτου γὰρ αὐτὸν ἀποτρέπειν βούλεται.
τίνειν ἀντὶ τοῦ ἀμείβεσθαι.
σὺ δὲ σὲ δέ.
σῶν ἀντὶ τοῦ σῷον.
ὅστις τοῦ πλέονος μέρους κατάδηλός ἐστιν ὁ χορὸς ἐν ταὐτῷ ἀναφωνῶν καὶ ἀλληγορῶν περὶ τῆς τῶν ἀνθρώπων ἀπληστίας καὶ ἔοικε τῷ παρʼ Ἡσιόδῳ νήπιοι οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντός· τείνει δὲ ταῦτα εἰς τὴν δυσποτμίαν Οἰδίπου.
ὁπότʼ ἄν τις γράφε ὅπου ὅτʼ ἄν τις.
ἐς πλέον πέσῃ ἐς πλέον τοῦ προσήκοντος. ἀφανῆ τὰ τέρποντα γίνεται καὶ πᾶσιν ἄδηλα.
τοῦ θέλοντος ἀντὶ τοῦ μετρίου, τοῦ ἱκανοῦ.
οὐδʼ ἔπι κόρος ταῦτα καθʼ ἑαυτόν· φησὶ δὲ ὁ χορός, τῷ πλεονεκτεῖν ἐθέλοντι παρὰ τὸ καίριον καὶ τὸ μέτριόν ἐστιν οὗτος ἰσοτέλεστος, ὁμοίως ἀποθνήσκουσιν οἱ τοιοῦτοι· τὸ ἑξῆς δὲ ἰσοτέλεστος θάνατος, τὰ δὲ ἄλλα διὰ μέσου. τούτου ἐστὶ τὸ ἑξῆς, οἷον οὐδὲ ἔπεστιν αὐτοῖς κόρος ἰσοτέλεστος τοῦ Ἅιδου· τότε γὰρ ὁ τοιοῦτος κόρος λαμβάνει τέλος ὅτε ἂν ὁ Ἅιδης ἐπέλθῃ.
οὐ παύσονται τοῦ κόρου πρὶν εἰς θάνατον ἔλθωσιν.
κοῦρος οἶμαι κόρος.
ἄλυρος ἐπεὶ ἐν θανάτῳ οὐχ ὑμνοῦσιν ἢ μετὰ θάνατον οἱ τοιοῦτοι οὐχ ὑμνοῦνται.
μὴ φῦναι τὸν ἅπαντα πάνυ ἄριστον ἀνθρώποις τὸ μὴ φῦναι· παρὰ τὸ λεγόμενον ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον.
τὸ δʼ, ἐπεὶ φανῇ τούτου τὸ ἑξῆς, ἐπεὶ δὲ φανῇ τὸ βῆναι ἐκεῖθεν ὅθενπερ ἥκει ὡς τάχιστα παρὰ πολὺ τῶν ἄλλων δεύτερόν ἐστιν, ἐκείνου, τοῦ μὴ φῦναι καθόλου.
ὡς εὖτʼ ἂν τὸ νέον παρῇ ὡς ἡνίκʼ ἂν νηπιότης παρῇ — ταύτας γάρ φησι κούφας ἀφροσύνας — οὐδὲν ἐπιλογίζεται τῶν δεόντων· ἰδίως δὲ αὐτὸ ἐξήνεγκεν ὡς εἰ ἔλεγεν, τῷ γὰρ νέῳ ἀφροσύνη πάρεστιν.
τίς πλάγχθη τοῦτο ἰδίως ἐξήνεγκεν, βούλεται δέ τι τοιοῦτο σημαίνειν, τίς ἂν πλαγχθείη τῶν πολλῶν μόχθων;
τίς ἔξω τοῦ πολύμοχθος εἶναι ἐπλανήθη;
τίς οὐ καμάτων ἔνι; φόνοι: ταῦτα ὑποκριτικῶς εἴρηται κατὰ τοιαύτην ὑπόκρισιν καθʼ ἣν ἐμφαίνεται πρότερον μὲν ὅταν εἴπῃ τίς πλάγχθη τῶν μόχθων τῶν πολλῶν; ὑπακουόμενον τὸ τοιοῦτο οὐδείς, πάλιν δὲ ὅταν ἑξῆς ἐπιζεύξῃ τίς οὐ καμάτων ἔνι; τὸ πᾶς· βούλεται γὰρ καὶ νῦν κατὰ τὸ ὅμοιον λέγειν, οὐδείς ἐστι κάματος ὃς οὐκ ἔνεστιν.
αἱ δὲ νυχίαν ἀπὸ ῥιπᾶν τὰ ἀπὸ τῶν ὀρῶν φησι τῶν προσαγορευομένων Ῥιπῶν· τινὲς δὲ οὕτω καλοῦσι Ῥίπαια ὄρη· λέγει δὲ αὐτὰ ἐννύχια διὰ τὸ πρὸς τῇ δύσει κεῖσθαι· μέμνηται δὲ καὶ Ἀλκμὰν λέγων οὕτω Ῥιπᾶν· ὄρος ἀνθέον ὕλᾳ νυκτὸς μελαίνας στέρνον.
παραφύλαττε πάλιν τὴν τέχνην τῆς ῥητορείας αὐτοῦ ὅτι οὐκ εὐθέως ἐπὶ τὴν ὑπόθεσιν ἑαυτοῦ ἀπαντᾷ ἀλλὰ προκατασκευάζει τὰ ὅλα εἰς εὔνοιαν.
κοινὰ δὲ τούτοις, ὡς ἔοικεν, γίνεται.
ἄκη ἀντὶ τοῦ ἀνακαλέσασθαι αὐτὰ καὶ ἀναλῦσαι.
προσφορὰ ἐπανάληψις.
τὸ δυσπρόσοιστον τὸ δυσπροσπέλαστον.
ἃ δʼ ἦλθον λείπει ἡ διά.
σὺν ἑπτά τε | λόγχαις ἕκαστον σύστημα ἑνικῶς ὀνομάζει λόγχην ὡς εἴ τις ἐπὶ πολλῶν ἵππων εἴπῃ τὴν ἵππον.
ἔνιοι οὐ τὸν Ἀταλάντης Παρθενοπαῖόν φασι στρατεῦσαι ἀλλὰ τὸν Ταλαοῦ ὃν ἔνιοι διὰ τοῦ κ Καλαὸν προσαγορεύουσι καθάπερ Ἀρίσταρχος ὁ Τεγεάτης καὶ Φιλοκλῆς ἱστοροῦσι, συγγραφέων δὲ Ἑκαταῖος ὁ Μιλήσιος.
ἐπώνυμος παρὰ τὸ παρθένος οὕτω κληθείς.
τῷδʼ ἀνδρὶ δεικτικῶς· καὶ ἔστι πυκνὸς ἐν τῷ τοιούτῳ Σοφοκλῆς.
παθητικόν ἐστι τὸ πρὸς τῶν πατρῴων κρηνῶν ὁρκοῦν ὡς εἰ ἔφη πρὸς τῶν ἐκθρεψάντων σε ὑδάτων.
ἤρξατο πάλιν ὁ χορὸς χρηστόν τι συμβουλεύειν.
δικαιῶν δίκαιον κρίνων.
ὅς γʼ, ὦ κάκιστε δαιμονίως τῇ ἀποστροφῇ χρῆται ἀπὸ τοῦ χοροῦ ἐπὶ τὸν Πολυνείκην ὁ Οἰδίπους· παραφύλαξον δὲ πῶς οἱ αὐτοὶ τῶν λόγων γίνονται τῶν μὲν θηλειῶν ἐγκώμιον τούτου δὲ κατηγόρημα.
τοιάσδʼ ἀράς τοῦτο ἅπαξ ἅπαντες οἱ πρὸ ἡμῶν παραλελοίπασιν, ἔχει δὲ τὰ ἀπὸ τῆς ἱστορίας οὕτως· οἱ περὶ Ἐτεοκλέα καὶ Πολυνείκην διʼ ἔθους ἔχοντες τῷ πατρὶ Οἰδίποδι πέμπειν ἐξ ἑκάστου ἱερείου μοῖραν τὸν ὦμον ἐκλαθόμενοί ποτε εἴτε κατὰ ῥᾳστώνην εἴτε ἐξ ὁτουοῦν ἰσχίον αὐτῷ ἔπεμψαν, ὁ δὲ μικροψύχως καὶ τελέως ἀγενῶς ὅμως γοῦν ἀρὰς ἔθετο κατʼ αὐτῶν δόξας κατολιγωρεῖσθαι· ταῦτα ὁ τὴν κυκλικὴν Θηβαΐδα ποιήσας ἱστορεῖ οὕτως ἰσχίον ὡς ἐνόησε χαμαὶ βάλεν εἶπέ τε μῦθον ὤ μοι ἐγώ, παῖδες μὲν ὀνειδείοντες ἔπεμψαν ................ εὖκτο Διὶ βασιλῆι καὶ ἄλλοις ἀθανάτοισι χερσὶν ὑπʼ ἀλλήλων καταβήμεναι Ἄιδος εἴσω, τὰ δὲ παραπλήσια τῷ ἐποποιῷ καὶ Αἰσχύλος ἐν τοῖς ἑπτὰ ἐπὶ Θήβαις· καὶ ἔοικεν τὸ τῆς ἱστορίας ἥκειν ἐπὶ πολλοὺς ὡς καὶ παρά τινι αὐτὰ ἐκτεθεῖσθαι πρὸς τὸ γελοιότερον διὰ τούτων ἀεῖ δʼ ὁρῶντί τʼ ὀξὺ καὶ τυφλὸς ἦν· θυσίας γὰρ ἀπαρχὰς γέρας ἐπέμπομεν πατρὶ περισσὸν ὦμον, ἔκκριτον γέρας· τὸ δὴ αὐτοί γε συγκόψαντες, οὐ μεμνημένοι, λήσειν δοκοῦντες ἀντὶ τοῦ κεκομμένον ἐπέμψαμεν βόειον, ὁ δὲ λαβὼν χερὶ ἔγνω ʼπαφήσας εἶπέ τʼ ἐκ θυμοῦ τάδε, τίς μοι τόδʼ ἀντόμοιον μισητὸν κρέας πέμπων; γέλωτα δή με ποιοῦνται κόροι θύοντες ὕβρει, τυφλὸς οὔ τι γνώσεται οὕτω λέγοντες· ὦ θεοί, μαρτύρομαι ἐγὼ τάδʼ ὑμᾶς καὶ κατεύχομαι κακὰ αὐτοῖσιν αὐτοὺς τῶνδε δὶς τόσα σχεθεῖν, χαλκῷ δὲ μαρμαίροντες ἀλλήλων χρόα σφάζοιεν ἀμφὶ κτήμασιν βασιλικοῖς· καὶ Μένανδρος ἐν Ναυκλήρῳ ὅ τε Πολυνείκης πῶς ἀπώλετʼ οὐχ ὁρᾷς;
καὶ αὕτη δευτέρα ἐστὶν ὥσπερ δέησις καὶ παθητικωτάτη ἐν τῷ ἀπολοφύρεσθαι αὑτὸν τεχναζομένη πάνυ πιθανῶς.
χρῄζει ἐν ἴσῳ τῷ χρησμῳδεῖ. τοῦτο ἐφʼ ἑαυτοῦ φησι καὶ τοῦ ἀδελφοῦ, ἡμῖν δὲ οὐ συμβατέα οὐδὲ συγχωρητέα.
τίς δὲ τολμήσει ἕπεσθαι κλύων τὰ τοῦδε τἀνδρός;
καὶ ἐν ταῖς τέχναις ἔστι τοῦτο, ὅτι οὐ πάντα δεῖ ἀληθεύεσθαι ἐὰν μὴ χρήσιμα ᾖ ἀλλὰ δεῖ καί τι ψεύδεσθαι.
μέθεσθε δʼ ἤδη καὶ ἐκ τούτου δῆλον ὅτι ἐν τῇ παρακλήσει ἅμα τοὺς λόγους λέγουσα τούτους εἴχετο αὐτοῦ ἡ ἀδελφή.
καὶ τῇδε—χἀτέρᾳ καὶ τοιᾷδε τύχῃ καὶ ἐναντίᾳ.
νέα τάδε νεόθεν εἰ καὶ ὅτι μάλιστα ξενικά ἐστι τὰ πρόσωπα καὶ τὰ κατέχοντα τούτους κακὰ ὅμως συναλγεῖ καὶ εὐλαβεῖται μὴ ἐκ τῆς ὁμιλίας τῆς σὺν αὐτοῖς ἀπολαύσωσί τινος κακοῦ καὶ αὐτοί· ἐν τοιούτῳ οὖν ἤθει καὶ ὁ λόγος αὐτοῖς διάκειται, τοιαῦτα πάρεστιν ἡμῖν, φησίν, ἄτοπα παρὰ τοῦ ξένου ἀπολαῦσαι ἐκτὸς εἰ μοῖρά τις καταλαμβάνει ἡμᾶς καὶ κατὰ μοῖραν ἀπολαύσομεν ὧν ἀπολαύομεν.
νεόθεν νεωστί.
εἴ τι μοῖρα μὴ τυγχάνῃ εἰ μὴ κατὰ μοῖραν ταῦτα πάσχω εἴποιμι ἂν ἐκ τοῦ Πολυνείκους νέα μοι κακὰ ἐληλυθέναι.
μάτην γὰρ οὐδέν οἷον οὐδέν ἐστι μάταιον ὑπὸ θεῶν ἀξιωθὲν πραχθῆναι ἀλλʼ ὃ ἂν γίνηται ὑπὸ θεῶν τοῦτο καλῶς γίνεται· τὸ δὲ ἑξῆς, μάτην γὰρ οὐδὲν ἀξίωμα δαιμόνων ἔχω φράσαι, ἐπειδὴ ὁρᾷ ταῦτʼ ἀεὶ χρόνος ἕτερα μὲν αὔξων ἄνω τὰ δὲ παρʼ ἦμαρ αὖθις ὅ ἐστιν εἰς τὸ ἔμπαλιν τρέπων τὰ ἤδη αὐξηθέντα οἷον πάντα ἔχει ὑφʼ ἑαυτῷ ὁ χρόνος, τὰ μὲν ὁρᾷ τὰ δὲ καὶ αὐτὸς ὁρᾶται· τὰ γὰρ πραττόμενα τῷ χρόνῳ φαίνεται τουτέστιν ἐν τῷ χρόνῳ πολλαὶ μεταβολαὶ καὶ ὁρᾶται ὁ χρόνος πολλὰ μὲν αὔξων παρʼ ἦμαρ πολλὰ δὲ εἰς τὸ ἔμπαλιν τρέπων.
ἔκτυπεν αἰθήρ τὸ συνεκτικώτατον τοῦ δράματος ἐν τούτῳ καθὰ προεῖπεν ὁ Οἰδίπους σημεῖα δʼ ἥξειν τῶνδέ μοι παρηγγύα ἢ σεισμὸν ἢ βροντήν τινʼ ἢ Διὸς σέλας· μεταξὺ οὖν τῶν χοροῦ λόγων γίνεται τοῦτο ἐφʼ ᾧ ὁ χορὸς ἀναβοᾷ ὅπερ ἦν σύμβολον τοῦ τὸν Οἰδίποδα τεθνάναι ὅπερ γνωρίσας ὁ Οἰδίπους ἀξιοῖ τὸν Θησέα ἐν τάχει παραγενέσθαι.
τἀξίωμʼ βούλημα.
ἄκραν φόβαν κρατός, οὕτως ἀποδώσεις.
οὐρανία ἀντὶ τοῦ ταχεῖα.
τί μὰν ἀφήσει τοῦτό φησιν, οὐ μάτην γίνεται τὸ κατὰ τὴν διοσημίαν ἀλλʼ ἐπί τινι μεγάλῃ συμφορᾷ· νῦν δὲ συμφοράν φησι τὸ μέσον ὄνομα τῆς συντυχίας· οἷον ἐπί τινι γίνεται ἡ διοσημία.
ἀφῇς ἀφήσει.
ἅλιον μάταιον.
οὐκ ἄνευ ξυμφορᾶς ἀπὸ κοινοῦ τὸ ἐφορμᾷ.
τῷδʼ ἐπʼ ἀνδρὶ ἀντὶ τοῦ ἐμοί.
ἡ θέσφατος τελευτή, ἡ θεσπισθεῖσα τελευτή.
ἀποστροφὴ ἀποφυγή.
τῷ τίνι τεκμηρίῳ;
συμβαλὼν νοήσας, στοχασάμενος.
ἀμφίσταται περιίσταται ἡμῖν μέγας ψόφος.
ἵλαος, ὦ δαῖμον εὐσεβέστατα ὁ χορὸς εὔχεται πρὸς τὸν θεὸν εἰ ἐπί τινι χαλεπῷ ταῦτα πράττει ἵλεων αὐτὸν γενέσθαι· ὅρα οὖν ὅτι ἡ συμφορὰ ἐπὶ τῆς μέσης ἐννοίας κεῖται.
λείπει τὸ ἔσο.
γᾷ τῇ Ἀττικῇ.
ἀφθεγγὲς χαλεπόν.
ἐναισίου δὲ συντύχοιμι μηδὲ πονηρῷ τινι συντύχω.
ἀκερδῆ χάριν ἧς φαῦλον τὸ κέρδος.
μετάσχοιμι ἀντὶ τοῦ σχοίην.
ἁνὴρ ὁ Θησεύς.
τί δʼ ἂν θέλοις τὸ πιστόν τί τὸ πιστὸν θέλεις ἐμβαλεῖν τῇ φρενὶ ἐκείνου, τῇ τοῦ Θησέως δῆλον ὅτι; ἀντὶ τοῦ τί βούλει πιθανὸν ἀνακοινώσασθαι τῷ Θησεῖ;
δοῦναι σφιν ὅτι ἡ σφιν ἀντὶ τῆς οἱ ἀντωνυμίας κεῖται· ἔδει γὰρ εἰπεῖν τελεσφόρον δοῦναί οἱ χάριν.
ἀντὶ τοῦ αὐτῷ — κατὰ τιμὴν δὲ πληθυντικῶς — ἃ πάροιθʼ ὑπεσχόμην.
ἰὼ παῖ θαυμαστῶς ὁ χορὸς βοᾷ· ἐπείγει γὰρ τὸ πρᾶγμα.
ἡ ἐπὶ πρὸς τὸ ἄκραν ἵνʼ ᾖ ἐπʼ ἄκραν πέτραν.
γύαλον ἀντὶ τοῦ πέτραν.
χ.
Ποσειδαονίῳ Ποσειδῶνι.
ἀντὶ τοῦ Ποσειδῶν ἐστιν ἐνάλιος θεός, ὁ δὲ ἑτέρως ἐσχημάτισεν κτητικώτερόν πως διὸ κεῖται τὸ χ.
ἁγιάζων ἁγίζων.
κοινὸς ὑμῶν τε καὶ Οἰδίποδος.
ἐπιρράξασα ἀντὶ τοῦ ἐπέρραξεν.
τύχην ἐπιτυχίαν.
νέορτον ἀντὶ τοῦ νέον.
τὸ ἑξῆς, καί σε μὴ ψεύσας.
σημάτων προκειμένων οἷον διὰ τῶν σημείων.
γήρως ἄλυπα ἕως γήρως.
τῇδε κείσεται γράφε σῇ τε κείσεται.
μήθʼ οὗ κέκευθε μήτε ὅπου κρύπτεται ὁ χῶρος.
εἰ μὲν βαρυτόνως γειτόνων τῶν Θηβαίων εἰ δὲ περισπωμένως ἀντὶ τοῦ γειτνιῶν ὁ τάφος.
ἐξάγιστα καθαρά· σημαίνει γὰρ καὶ τὸ ἄγος τοῦτο. οὕτως, ἐξάγιστα ἀντὶ ἁγνὰ καὶ μὴ οἷά τε ῥηθῆναι· καὶ ἐπὶ τούτου γὰρ χρῶνται πολλαχοῦ.
χρησίμως καὶ τοῦτο ὥστε παρὰ τὸν καιρὸν τῆς τελευτῆς παραδιδόναι τὸ ἀπόρρητον τῷ πρεσβυτέρῳ υἱῷ ὑπὲρ τοῦ μέχρι τοῦ παντὸς διαμεῖναι τὴν ὠφέλειαν τοῖς Ἀθηναίοις διʼ ἧς τῶν Θηβαίων κρατήσουσιν.
ἀδῇον ἀδῄωτον.
κἂν δικαίως τις πολιτεύηται πολλαὶ πόλεις ἀδίκως ἐπέρχονται.
ἐντρεπώμεθα ἀντὶ τοῦ ἐπιστρεφώμεθα· Ὅμηρος ἐντροπαλιζόμενος.
ἐγὼ γὰρ ἡγεμὼν ὑμῖν πέφηνα ὥσπερ ὑμεῖς τῷ πατρί.
σφὼ ὑμεῖς.
οὐ πταίει ὁ ὑποκριτὴς ἀλλʼ εὐθὺ ἄπεισιν ὥσπερ ἀγόμενος ὑπὸ τοῦ θεοῦ· πάνυ δὲ σεμνῶς καὶ τοῦτο Ἑρμῇ προσέθηκεν.
φῶς ἀφεγγές ὃ τῷ νῷ ὁρᾶται, οὐ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς.
πρόσπολοί τε σοὶ οἱ Ἀθηναῖοι.
τὰν ἀφανῆ θεὸν τὴν Περσεφόνην φησίν.
ἐννυχίων τῶν ἐν νυκτὶ ἀεὶ καὶ σκότῳ διατριβόντων, τεθνηκότων.
λίσσομαι | μήτʼ ἐπιπόνῳ τὰ ἑξῆς μὲν δῆλα ἐκ τῆς λέξεως τὸ δὲ δίδου μοι τοῦτο ἀσυνάρτητόν πως φαίνεται ἡμῖν· ἐπιστῆσαι οὖν ἄξιον λαβόντας καλὸν ἀντίγραφον, δίδου μοι τὸν ξένον κατανύσαι τὰν παγκευθῆ κάτω νεκύων πλάκα καὶ Στύγιον δόμον μήτε ἐπιπόνῳ μήτʼ ἐπὶ βαρυηχεῖ μόρῳ· εὔχονται δὲ αὐτῷ μὴ δυσθανατῆσαι.
καὶ μάταν | πημάτων τὸ μάτην ἱκνουμένων ἔν τινι τρόπῳ εἴρηκε παρʼ ὅσον σχεδὸν πάντα τὰ ἁμαρτήματα τῷ Οἰδίποδι ἀκουσίως ἐγένετο· καὶ νῦν οὖν κατὰ τοῦτο μάτην ἂν λέγοι τιμωρίαν ὑποσχεῖν αὐτόν.
ἀποστρέφει τὸν λόγον πρὸς τὸν Οἰδίποδα.
ὦ χθόνιαι θεαὶ ὦ Ἐρινύες.
θηρὸς τοῦ Κερβέρου.
εὐνᾶσθαι κοιμᾶσθαι.
κνυζεῖσθαί τʼ λείπει τὸ φασίν· ὁ γὰρ νοῦς τοιοῦτος, ὅν φασι κοιμᾶσθαι κνυζεῖσθαί τέ φασι· τοῦτο δὲ αὐτὸς ἀποδέδωκεν εἰπὼν λόγος αἰὲν ἀνέχει, ἤρκει δὲ εἰ κατʼ ἔλλειψιν ἐξενήνεκτο ὁ λόγος.
λόγος αἰὲν ἀνέχει ἀντὶ τοῦ φασίν.
ὅν, ὦ Γᾶς παῖ τὸν Κέρβερον ἐξευμενίζομαι τῷ ξένῳ ὁρμωμένῳ καὶ περῶντι νερτέρας νεκρῶν πλάκας ἀβλαβῶς ὑπαντῆσαι.
ἐπανέλαβε· τῷ δὲ ἑνικῷ κέχρηται ἀντὶ πληθυντικοῦ· λέγει γὰρ τὰς Εὐμενίδας, ταύτας δὲ οὕτω καὶ ἐν ἀρχῇ γενεαλογεῖ.
σέ τοι κικλήσκω τουτέστι τὸν διὰ παντὸς κοιμώμενον· φησὶ δὲ τὸν Θάνατον ὥσπερ δαίμονά τινα ὄντα· πρὸς πάντας γὰρ σχεδὸν τοὺς ὑποχθονίους τὴν παράκλησιν ἐποιήσαντο, τὸν Πλούτωνα, τὴν Περσεφόνην, τὸν Κέρβερον καὶ νῦν πρὸς τὸν Θάνατον αὐτόν.
ὑφʼ ἓν ἀναγνωστέον αἰένυπνον ἀείυπνον· οὕτως ἀποδιδόασι.
ἄνδρες πολῖται, ξυντομωτάτως ἀντὶ τοῦ συντόμως· ἔστι δὲ ὁ ἄγγελος εἷς τῶν ἀκολουθησάντων Θησεῖ θεραπόντων· καὶ ἀφῖκται ἔνια ἀπαγγέλλων τῶν πραχθέντων ἐπὶ τῆς ἐρημίας· οὐ γὰρ πάντα δυνατὸν ἦν θεάσασθαι.
τὸν ἀεὶ βίοτον τὴν ζωήν· εἰώθασι γὰρ τὸ ἀεὶ καὶ ἐπʼ ὀλίγου χρόνου τάσσειν· Ὅμηρος ἔχεν κότον ἐμμενὲς αἰεί.
τὸ μακρὸν γῆρας.
ὡς μὲν γὰρ ἐνθένδε ὑπερβατόν, ὡς μὲν γὰρ ἐνθένδε εἷρπεν ὑφηγητῆρος οὐδενὸς φίλων ἀλλʼ αὐτὸς ἡμῖν πᾶσιν ἐξηγούμενος καὶ σὺ παρὼν οἶδας.
ὑφʼ ἡγητῆρος κατὰ συναλοιφήν, λέγει δὲ ὅτι ὑπὸ οὐδενὸς ἡγητῆρος.
ἐξηγούμενος προηγούμενος.
ἐπεὶ δʼ ἀφῖκτο τὸν καταρράκτην ὃν ἐν ἀρχῇ εἶπεν χαλκόπουν ὀδὸν τοῦτον νῦν ὑποτίθεται ἐκτὸς τῆς σκηνῆς καὶ οὐκέτι ἐν ὄψει τοῦ θεάτρου· καὶ νῦν καταρράκτην προσηγόρευσεν διὰ τὸ νομίζειν ἐκεῖνον τὸν τόπον καταβάσιον ἔχειν εἰς Ἅιδου καί εἰσιν οἳ διʼ αὐτῆς τὴν ἁρπαγήν φασι τῆς Κόρης γενέσθαι.
ὀδὸν ἀντὶ τοῦ οὐδόν.
μιᾷ ὡς πλειόνων οὐσῶν τῶν ὁδῶν.
κοίλου πέλας κρατῆρος τοῦ μυχοῦ· τὰ γὰρ κοῖλα οὕτως ἐκάλουν ἐκ μεταφορᾶς ὅθεν καὶ τὰ ἐν τῇ Αἴτνῃ κοιλώματα κρατῆρες καλοῦνται· λέγει δὲ διʼ οὗ καταβῆναί φασι τὴν Κόρην ἁρπαγεῖσαν· Πειρίθου τε, φησί, κεῖται ξυνθήματα οἷον ὑπομνήματα τῆς πίστεως ἧς ἔθεντο πρὸς ἀλλήλους περὶ τῆς εἰς Ἅιδου καταβάσεως· ἀμάρτυρον δὲ εἰ διὰ τούτου τοῦ τόπου κατῆλθον· πιθανῶς δὲ ὁ Σοφοκλῆς πρὸς χάριν τῆς Ἀττικῆς φησὶν ἐνταῦθα τὴν εἰς Ἅιδου κατάβασιν Οἰδίποδος γενέσθαι.
ἐφʼ οὗ μέσου μέσου ἀντὶ τοῦ μεταξὺ τοῦ κρατῆρος ὅ ἐστι τοῦ μυχοῦ στάς.
στὰς σταθεὶς καὶ μηκέτι ὁδεύσας.
τοῦ τε Θορικίου πέτρου ταῦτα γνώριμα τοῖς ἐγχωρίοις· Θόρικος δὲ δῆμος τῆς Ἀκαμαντίδος φυλῆς.
ἀπὸ κοινοῦ τὸ στάς, κοίλης δὲ ἀχέρδου τῆς τὸν πυθμένα ἐχούσης ὑπόκενον, σαπέντα.
λουτρὰ ἐπὶ τὸ ἀφαγνισθῆναι αὐτὸν πρὸ τελευτῆς.
τώδʼ εὐχλόου Δήμητρος εὐχλόου Δήμητρος ἱερόν ἐστι πρὸς τῇ ἀκροπόλει· καὶ Εὔπολις Μαρικᾷ
ἀλλʼ εὐθὺ πόλεως εἶμι· θῦσαι γάρ με δεῖ
κριὸν χλόῃ Δήμητρι ἔνθα δηλοῦται ὅτι καὶ κριὸς θήλεια τῇ θεῷ ταύτῃ θύεται, οὕτω δὲ τιμᾶται ἐκ τῆς κατὰ τῶν κήπων χλόης· θύουσί τε Θαργηλιῶνος ἕκτῃ.
ἐπιστολὰς ἐντολάς, πράξεις.
ᾗ νομίζεται ὡς νομίζεται ἐπὶ τοῖς νεκροῖς.
Ζεὺς χθόνιος πάνυ σεμνῶς τὸ χθόνιος οἷον μύκημα ἐγένετο καὶ ἐσείσθη ἡ γῆ προδηλοῦντος τοῦ θεοῦ τὸν καιρὸν ἐν ᾧ ἔδει ἀποτάττεσθαι τὸν Οἰδίποδα.
οὐδʼ ἀνίεσαν οὐκ ἀνέπεμπον.
πτύξας περιπλέξας.
τροφὴν γηροκομίαν.
ἀντὶ τοῦ οὐδεὶς πλέον μου ὑμᾶς ἐφίλησεν.
λύγδην λύζοντες.
πάντες ἀντὶ τοῦ ὁμοῦ· κατʼ ἐπικράτειαν δὲ πάντες ἔφη ἑνὸς μὲν ὄντος τοῦ ἄρσενος, τοῦ Οἰδίποδος, δύο δὲ τῶν θηλειῶν· ὅμοιον τῷ Μοῦσαι καλαὶ κἄπολλον οἷς ἐγὼ σπένδω.
θώυξεν ἐκάλεσεν, ἐβόησεν.
οἱ ἀντὶ τοῦ πρὸς αὐτόν.
πίστιν ἀρχαίαν διὰ τοῦ ἀρχαίαν βούλεται λέγειν ἀρχὴν πίστεως.
ὅσʼ ἂν ὅσα ἄν.
δικαιοῦν δίκαιον νομίζειν.
ἀστακτὶ πολυστακτί, πολυδακρύτως.
ἐξαπείδομεν ἴδιον αὐτοῦ τὸ πολλαῖς κεχρῆσθαι ταῖς προθέσεσι· παραφυλακτέον δὲ πῶς καὶ τὰ ἄρρητα ὑπʼ ὄψιν ἤγαγεν ὁ ἄγγελος ἐκ τῶν σχημάτων μηνύων.
ἄνακτα δʼ αὐτόν τὸν δὲ Θησέα εἴδομεν κατὰ τοῦ κρατὸς ἔχοντα χεῖρα ἐπίσκοτον ὀμμάτων ὅ ἐστι τῇ χειρὶ σκέποντα τοὺς ὀφθαλμοὺς πρὸς τὸ μὴ θεωρῆσαι τὸ δεινὸν τοῦ πάθους ἢ τὸ σχῆμα τῶν θαυμαζόντων ἐνδεικνύμενον.
βαιὸν ἀντὶ τοῦ μετʼ ὀλίγον, οὐ μετὰ πολύ.
ἐξέπραξεν ἀνεῖλεν.
ἢ τὸ νερτέρων γῆς πέδον εὔνουν διαστὰν ὅ ἐστι χάσμα αὐτῷ εὔνουν ἐγένετο.
ἀλύπητον γράφε ἀλάμπετον.
ἐξεπέμπετʼ ἐξέπνευσεν.
ἀλλʼ εἴ τις ὡς οὐδεὶς ἄλλος.
εἰ δὲ μὴ δοκῶ φρονῶν εἰ δέ τις οἴεταί με μὴ φρονοῦντα τοῦτο λέγειν οὐκ ἂν αὐτῷ συγχωρήσαιμι οὐδὲ συγκαταθείμην ὅτι ταῦτα ὡς ἄφρων λέγω.
παρείμην παραχωρήσαιμι.
χοἰ προπέμψαντες φίλων ἀντὶ τοῦ ὁ Θησεύς.
φθόγγοις δὲ σημαίνουσιν αἱ θυγατέρες ἐν μέρει αὐτοῦ ἀπολοφύρονται ἐφʼ οἷς τε νῦν σὺν τῷ πατρὶ ἔπαθον καὶ ἅπερ ἐκδέξεται αὐτάς· καὶ ἔστι τὰ ἐφεξῆς τοῦ δράματος οὐκ εὐκαταφρόνητα.
τὸ ἑξῆς, ἔστι νῷν στενάζειν οὐ τὸ ἔμφυτον μὲν πατρὸς αἷμα ἄλλο δὲ μὴ ἀλλὰ πολλὰ δῆλον ὅτι.
ἄλλοτε μὲν πόνον πρότερον μέν τινα ἐπάσχομεν ἐπὶ τῷ πατρὶ τὸ δὲ πύματον τοῦτο καὶ ἔσχατον τὸ κατὰ τὴν ἀφάνισιν αὐτοῦ οὕτω παράδοξόν ἐστιν ὡς μηδὲ λόγον εὑρέσθαι ἐπʼ αὐτοῖς δυνατὸν εἶναι.
ἀλόγιστα παροίσομεν ἀδιήγητα κακὰ βαστάξομεν.
ἰδόντε καὶ παθούσα πολλαχοῦ τῷ σχήματι χρῆται ἀντὶ τῶν θηλυκῶν τὰ ἀρρενικὰ τιθείς· καὶ ἐν Ἠλέκτρᾳ ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτὲ ψυχῆς ἀφειδήσαντε προὐστήτην φόνου· καὶ πάλιν ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰ κτησώμεθα· καὶ Ὅμηρος τὼ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι· καὶ Ἡσίοδος καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης λευκοῖσιν φαρέεσσι καλυψαμένω χρόα καλὸν ἀθανάτων μετὰ φῦλον ἴσαν προλιπόντʼ ἀνθρώπους Αἰδὼς καὶ Νέμεσις.
ἀντὶ τοῦ ἰδοῦσαι καὶ παθοῦσαι.
οὐκ ἔστι κ. ἑ. οὐδὲ εἰκόνα ἔχω λαβεῖν τοῦ πάθους.
ὡς μάλιστʼ ἂν εἰ πόθῳ λάβοις ὡς μάλιστά τις ποθήσαι μαθεῖν ὅπως βέβηκεν οἷον παραδόξως· καὶ ἐπιφέρει τὴν αἰτίαν τοῦ παραδόξου δοκοῦντος εἶναι.
ὡς ἂν ἐπιποθήσαις τὸν τρόπον τῆς τελευτῆς μαθεῖν.
τί γάρ; ὅτῳ μήτʼ Ἄρης πρὸς τὸ ἄνω, τί γάρ ἐστιν εἰκονίσαι ἐκείνῳ πάνυ ᾧ τινι μήτε πόλεμος μήτε νόσος ἐπῆλθεν ἀλλʼ ἀφανῶς διὰ χάσματος ἀπολομένῳ;
τὸ τάλαινα διὰ μέσου ἀναπεφώνηται.
νῷν ἡμῖν, ἐμοὶ καὶ Ἰσμήνῃ.
πῶς γὰρ ἤ τινʼ ἀπίαν | γᾶν ποῦ γῆς πλανηθεῖσαι τροφῆς τύχοιμεν; ἀπίαν δὲ γᾶν τὴν μακρὰν καὶ ἄπωθεν οὖσαν.
δύσοιστον τὴν δυσπόριστον ἵνʼ ᾖ τοῦ πάθους ἐπίτασις ὅτι εἰ καὶ τροφῆς εὐπορήσαιμεν ἀηδῶς προσοισόμεθα τοῦ πατρὸς ἐστερημέναι.
ὦ δίδυμα τέκνων ταῦτα ὁ χορὸς παρηγορῶν ἐμμένειν τοῖς ἐγνωσμένοις παρὰ θεῶν· φέρε οὖν τὸ ἐκ θεῶν εἱμαρμένον καλῶς.
μήδʼ ἄγαν οὕτω φλέγεσθον ἀντὶ τοῦ μὴ ἄκρως φλέγεσθε τὸ ἐκ θεοῦ πεμφθὲν δυσανασχέτως φέρουσαι.
οὔ τοι καταμέμπτως ἔβη οὐκ ἐν τοιούτοις ἔσται ὥστε καταμέμφεσθαι ἤτοι ὡς ἂν ἐπικουφίζοντος αὐταῖς τὴν συμφορὰν τοῦ βασιλέως· ἢ οἷον οὐκ ἐν χείρονι νῦν ὑμῖν ἔσται τὰ πράγματα.
πόθος καὶ κακῶν οἱ μὲν περὶ τὸν χορὸν παραμυθεῖσθαι πειρῶνται αὐτὰς αἱ δὲ οὐδὲν ἧττον ἐπὶ τὰ ἑαυτῶν χωροῦσι καὶ ὀλοφύρονται καί φασιν, ἦν ἄρα τις καὶ κακῶν πόθος ὡς ἡμεῖς ἐν κακοῖς ὄντος τοῦ πατρὸς καὶ μὴ ὁρῶντος ἐστέργομεν αὐτὸν καὶ νῦν μὴ παρόντα ποθοῦμεν ὡς ὅτε ἐν χεροῖν κατεῖχον τὸν Οἰδίποδα περιέστελλον καὶ ἐθεράπευον.
καὶ γὰρ ὃ μηδαμῇ καὶ γὰρ δυστυχοῦντα τὸν πατέρα ἐποθοῦμεν θεραπεύειν καὶ νῦν μὴ παρόντα ποθοῦμεν.
ἀφίλητος λείπει τὸ ἦς.
καὶ τάδε μὴ κυρήσῃς καὶ τανῦν μὴ γένοιό μοι ἄφιλος.
ἇς ἔχρῃζε κ. ἑ. ἐφʼ ἧς ἤθελε ξένης γῆς ἀπέθανεν.
τὸ σὸν τουτέστι τὸ παρὰ σὲ ἄχος τηλικοῦτόν ἐστιν.
τὸ ἑξῆς, μὴ ἔχρῃζες ἀντὶ τοῦ μὴ ὤφελες.
ἀλλʼ ἔρημος ἔρημος δέ.
μεμονωμένος τῶν συγγενῶν.
ἀλλʼ ἐπεὶ ὀλβίως γʼ ἔλυσεν ἐπεὶ ὁ Οἰδίπους εὐδαιμόνως ἀπέθανεν μὴ λίαν θρηνεῖτε.
δυσάλωτος οὐδεὶς δύσληπτος ἀλλʼ εὐάλωτος.
ὡς τί ῥέξωμεν; κατὰ κῶλον ἀλλήλαις διαλέγονται πάνυ παθητικῶς· καὶ μή τινι ἀπίθανον δόξῃ καὶ ἀνοικονόμητον καὶ τὸ ἐπιθυμεῖν τὴν Ἀντιγόνην ὀπίσω ἀπιέναι ἐπὶ τὸν τοῦ πατρὸς τάφον μὴ ἐπισταμένην τὰ κατʼ αὐτὸν ὅπως ἀπέθανεν ἀλλὰ τὸ ἦθός ἐστι τὸ παθητικὸν καὶ μάλιστα πράττουσιν αἱ γυναῖκες ἐν τοῖς τοιούτοις συμπτώμασιν ἀεὶ ἐπιφοιτᾶν θέλουσαι τοῖς τῶν θανόντων τάφοις.
τὸ ἑξῆς, οὐχ ὁρᾷς καὶ τόδε ὡς ἄταφος ἔπιτνε δίχα τε παντός; τὰ δὲ ἄλλα διὰ μέσου κατʼ ἀκόλουθον τῆς Ἀντιγόνης.
χ.
σφῷν κακῶς ἡ ἀντωνυμία διὸ τὸ χ.
τῇ μὲν ἑρμηνείᾳ ἐπιστῆσαι ἄξιον τὸ δὲ τῆς διανοίας σαφές· φησὶ γὰρ ὁ χορός, μὴ θρηνεῖτε, ὦ παῖδες· νέμεσις γάρ ἐστι τοῦτον θρηνεῖν ᾧ τὰ τῆς τελευτῆς κατὰ χάριν ἀπέβη· οὐ χρὴ οὖν τούτους πενθεῖν οἷς κεχαρισμένον ἐστὶ τὸ ἀποθανεῖν.
παραφύλαξον τὴν τέχνην πῶς καὶ αἱ νέαι μὲν ἄπειροι τῶν κατὰ τὴν ὑπόθεσιν λοιπὸν δὲ παρὰ τοῦ Θησέως μανθάνομεν τίνα ἦν ἔνια τῶν εἰρημένων αὐτῷ ὑπὸ τοῦ Οἰδίποδος. τὰ τελευταῖα καὶ δυστραπελώτερα καὶ οὐ ῥᾳδίως ἐστὶν αὐτῶν κατακρατῆσαι ἐν τῇ ἐξηγήσει· πεποίηται γὰρ ταῦτα εἰς τὸ ἀσαφέστερον.
εἰ ἀρέσκει τούτῳ ταῦτα, τὸ μὴ λεχθῆναι ἡμῖν, καὶ ἡμῖν ἀρκεῖ τὸ μὴ ἀκοῦσαι.
τοῖσιν ὁμαίμοις Ἐτεοκλεῖ καὶ Πολυνείκει.
πρόσφορα ἀντὶ τοῦ χρήσιμα. Σοφοκλέους Οἰδίπους ἐπὶ Κολωνῷ.εὗρες, Σοφόκλεις, ἐν σοφοῖς μέγα κλέος· ἀλλοτρίας γὰρ συμπλέκων θρηνῳδίας ἅπαντας ἡμᾶς πενθίμους ἀπειργάσω.