ΕΙΣ ΟΙΔΙΠΟΥΝ ΤΥΡΑΝΝΟΝ.
φιλόδημον καὶ προνοητικὸν τοῦ κοινῇ συμφέροντος τὸ τοῦ Οἰδίποδος ἦθος καὶ εὔνοιαν ἔχων ἀπὸ τοῦ πλήθους διʼ ὧν αὐτοὺς εὐηργέτησεν· εἰκότως οὖν κέχρηται τῷ τέκνα ὡσπερεὶ πατήρ· νέοι ὄντες νῦν ἀπὸ τοῦ ἀρχαίου Κάδμου· οἰκτρὸν δὲ τὸ νέα.
θοάζετε κατὰ διάλυσιν ἀντὶ τοῦ θάσσετε· ἢ θοῶς προκάθησθε.
ἱκτηρίοις ἀντὶ τοῦ ταῖς ἱκετηρίαις· τὸ δὲ ἐξεστεμμένοι ἀντὶ κεκοσμημένοι· εἰώθασι γὰρ τῷ στέφειν χρῆσθαι ἀντὶ τοῦ κοσμεῖν· στέμμα δέ ἐστι τὸ προσειλημένον ἔριον τῷ θαλλῷ.
πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων οἱ μὲν μηδὲν πεπονθότες ἐπὶ ἀποτροπῇ τοῦ κακοῦ θύουσιν καὶ παιᾶνας ᾄδουσιν οἱ δὲ ἐπταικότες ἐπὶ τοῖς οἰκείοις κακοῖς ἀποιμώζουσιν.
ἃ ʼγὼ δικαιῶν οὐ διʼ ἀγγέλων μαθεῖν τὴν αἰτίαν ἠξίωσα ἀλλʼ αὐτὸς παρεγενόμην προκηδόμενος ὑμῶν.
ὁ πᾶσι κλεινός ἢ πᾶσι τοῖς ἐπιτεύγμασιν ἢ ὑπακούεται ἀνθρώποις· πιθανῶς δὲ τὸ ὄνομα τοῦ προλογίζοντος ἐδήλωσεν, ἅμα δὲ καὶ εἰς ἐπιθυμίαν φέρει τὸν θεατὴν τῶν περὶ τοῦ Οἰδίποδος· οὐκ εὐθὺς δὲ τὰς αἰτίας τῆς δόξης ἐπάγει ἀλλὰ ταμιεύεται κατὰ βραχὺ ἐν καιρῷ ἐνθήσων· καλῶς δὲ οὐ διʼ ἀγγέλων ἀπήγγελται ἵνα διαλεγομένου αὐτοῦ ἐκ Δελφῶν εἰσαγάγῃ τὸν Κρέοντα.
ἀλλʼ ὦ γεραιέ εὐτάκτως ἑκάστῳ τὸ δέον ἀπένειμεν, διὰ μὲν τῶν παίδων τὸν οἶκτον τῆς ἱκετείας διὰ δὲ τοῦ πρεσβύτου ἡ πρὸς τὸν βασιλέα ἀπόκρισις· εἰς γὰρ τοῦτο ἀπρεπὲς τὸ τῶν νέων πρόσωπον· δεδήλωται οὖν ἡμῖν τὸ χρήσιμον τῆς παρουσίας τοῦ γέροντος.
τίνι τρόπῳ ἀντὶ ἐπὶ ποίᾳ προφάσει ἱκετεύετε; εἶτα ἐπιφέρει τὰς αἰτίας· ἢ γὰρ διὰ δέος κολάσεως ἢ παθόντες ἐκδικίας τυχεῖν ἀξιοῦτε ὅπερ ἐδήλωσε διὰ τοῦ στέρξαντες οἷον ἤδη πεπονθότες.
δυσάλγητος σκληρός, δυσμετάκλαστος, ἀναλγής, ἀπαθής, ἀνηλεής, ἴσον τῷ ἀνάλγητος καὶ σκληρός.
ἱερεὺς πρεσβύτης Διός.
ἀλλʼ ὦ κρατύνων ἐν τῷ πρώτῳ λόγῳ ἐγνώκαμεν τὸ ὄνομα τοῦ Οἰδίποδος καὶ ὅτι παιᾶνές εἰσιν ἐν τῇ πόλει, νῦν δὲ διὰ τῆς ἐντέχνου ἐπεξεργασίας ὅτι καὶ βασιλεὺς καὶ τὴν αἰτίαν τῶν παιάνων· προαγωγὸν δὲ εἰς πειθὼ τὸ προοίμιον.
τοῦτο καὶ τὴν ἡλικίαν σημαίνει καὶ δυσωπητικόν πως τυγχάνει· ὡς γὰρ ἐπὶ θεοῦ βωμοὺς πάρεισιν ἐπὶ τοὺς πρὸ τῶν βασιλείων ἱδρυμένους.
πτέσθαι ἀντὶ τοῦ βαδίσαι, ἡ δὲ μεταφορὰ ἀπὸ τῶν νεοττῶν· τὸ δὲ σὺν γήρᾳ βαρεῖς ἐφʼ ἑαυτοῦ τῷ πληθυντικῷ ἐχρήσατο· καὶ τὸ ἱερεῖς ὁμοίως.
λεκτοί τὸ λεκτοὶ τάχα μὲν εἰς σύστασιν τῶν παίδων τάχα δὲ καὶ δημοσίαν ἐκφαίνει τὴν ἐκπομπὴν ὡς ἐπιλεχθεῖσαν καὶ πεμφθεῖσαν παρὰ τοῦ κοινοῦ.
πρός τε Παλλάδος διπλοῖς | ναοῖς δύο ἱερὰ ἐν ταῖς Θήβαις ἵδρυται τῇ Ἀθηνᾷ τὸ μὲν Ὀγκαίας τὸ δὲ Ἰσμηνίας· οἱ δὲ οὕτω, τὸ μὲν Ἀλαλκομενείας τὸ δὲ Καδμείας· τινὲς δὲ τὸν τῆς Ἀλαλκομενείας οὐκ ἐν Θήβαις εἶναι ἀλλʼ ἐν κώμῃ.
ἐπʼ Ἰσμηνοῦ τε μαντείᾳ καὶ γάρ ἐστι παρὰ τῷ Ἰσμηνῷ Ἀπόλλωνος ἱερὸν διό φησι μαντείᾳ σποδῷ, τοῦτο δὲ ἀντὶ τοῦ βωμῷ ὅτι διὰ τῶν ἐμπύρων ἐμαντεύοντο οἱ ἱερεῖς ὥς φησι Φιλόχορος.
σαλεύει ἡ μεταφορὰ ἀπὸ τῶν χειμαζομένων νεῶν.
φθίνουσα μὲν κάλυξιν οὐ μόνον ἀφορίαν φησὶν εἶναι τῆς γῆς ἀλλὰ καὶ τοὺς πεφηνότας καρποὺς διαφθείρεσθαι ὑπὸ τοῦ λοιμοῦ.
σὺν τοῖς βλαστήμασιν.
ὁ πυρφόρος θεός ὁ λοιμὸς ὁ πυρετοφόρος· τὸν γὰρ πυρετὸν πῦρ καλοῦσι καὶ τὸ ἐναντίον ὡς Ὅμηρος καί τε φέρει πολλὸν πυρετόν.
σκήψας ἐπιβαλών, ἐπιφέρων.
δῶμα Καδμεῖον περιφραστικῶς ἡ πόλις· ἢ ἀντὶ τὰ δώματα πάντα τῆς πόλεως.
ἀνδρῶν δὲ πρῶτον οὐ μόνον οὖν ὡς βασιλέως δέονται ἀλλὰ καὶ σοφοῦ· κατὰ βραχὺ δὲ παρεμβάλλει ἡμῖν ὁ ποιητὴς τὰ τῆς ἱστορίας τοῦ Οἰδίποδος.
συμφοραῖς βίου ταῖς βιωτικαῖς συντυχίαις.
ἔν τε δαιμόνων συναλλαγαῖς καὶ ἐν ταῖς πρὸς τὸ θεῖον κοινωνίαις καὶ φιλίαις στοχάζεσθαι τῆς τῶν θεῶν διανοίας· ἐκ τούτου δὲ παθητικωτέραν τὴν τραγῳδίαν ποιεῖ ὅταν ὁ τοιοῦτος εἶναι νομιζόμενος φανῇ καινοῖς μύσεσιν ἔνοχος.
ὅς τε μολὼν ἄστυ Καδμεῖον, ἵνα καὶ ἡ ἀπὸ ξένης ἄφιξις αὐτοῦ δηλωθῇ· σκληρᾶς δὲ ἀοιδοῦ ὅτι τὸ ἀοιδοῦ εὔφημόν ἐστιν προσέθηκε σκληρᾶς ὅ ἐστι δυσκόλου διὰ τὸ αἴνιγμα ἢ φονικῆς.
οὐδʼ ἐκδιδαχθείς οἷον οὐ προακούσας παρʼ ἡμῶν τὸν τρόπον τῶν αἰνιγμάτων ὅπερ συνελάμβανέν πώς σοι πρὸς τὴν λύσιν· ὡς πρὸς θεοφιλῆ οὖν καὶ εὐτυχῆ ἀπαντῶσιν· περιττεύει δὲ ἡ ἐξ ἢ ἡ ὑπό.
προσθήκῃ συμβουλῇ, ἐπικουρίᾳ.
κράτιστον πᾶσιν ἢ ὑπὸ πάντων κράτιστος εἶναι ὑπολαμβανόμενος ἢ πᾶσι τοῖς προειρημένοις, τύχῃ, συνέσει, θεοφιλίᾳ.
πρόστροποι προσπεπτωκότες, προστετραμμένοι· ἴσως δὲ τοῦτο εἰπὼν ὁ ὑποκριτὴς προσπίπτει εἰς τοὺς πόδας τοῦ ἄρχοντος.
προσπεπτωκότες.
ὡς τοῖσιν ἐμπείροισιν ἐν τοῖς συνετοῖς τὰς συντυχίας καὶ τὰς ἀποβάσεις τῶν βουλευμάτων ὁρῶ ζώσας καὶ οὐκ ἀπολλυμένας, οὐ σφάλλεται ἀλλὰ τὸ ἀποβησόμενον στοχάζεται καλῶς.
ζώσας ἀντὶ ἐνεργεστέρας.
ἴθʼ, ὦ βροτῶν ἄριστε διεξελθὼν τὰ τῆς πόλεως κακὰ καὶ ὅτι ἱκανός ἐστιν ἐπινοῆσαι ἀπαλλαγὴν ἐπάγει ὅτι καὶ χρήσιμον σῷσαι τὴν πόλιν, μᾶλλον δὲ κινδυνῶδες τὸ ἀμελῆσαι· ἴθι οὖν καὶ εὐλαβήθητι μὴ τὴν προϋπάρχουσαν δόξαν ἐπὶ τῇ εὐποιίᾳ ἀπολέσῃς· πάνυ δὲ αἰδημόνως οὐκ εἶπεν ὅτι οὐκέτι τιμήσει σε ἡ πόλις ἀλλὰ σὺν τῇ εὐχῇ τὸ ὅλον κατέθηκεν· εἰώθαμεν δὲ καὶ τῶν ἀτυχημάτων καὶ τῶν εὐημεριῶν μνημονεύειν καθὼς οἱ ἄρχοντες ἀποβῶσιν· ἔασον οὖν, φησίν, ἀκέραιον τὴν προγεγενημένην σοι δόξαν ἵνα αὐτὸ τοῦτο λέγωμεν, ὅτι ἐπὶ Οἰδίποδος τῆς Σφιγγὸς ἀπαλλαγέντες ἐν εὐδίᾳ γεγόναμεν.
προθυμίας λείπει τὸ ἕνεκεν.
ἀλλʼ ἀσφαλείᾳ γνώμῃ ἀσφαλεῖ καὶ ἐχυρᾷ εὐβουλίᾳ τὸ ἐμπεσὸν κακὸν τῇ πόλει ἀνόρθωσον.
ἴσος ὅμοιος.
ὡς εἴπερ ἄρξεις τῆσδε τὸ πᾶν τοῦ κινδύνου, φησίν, εἰς σὲ φθάνει· τίνος γὰρ ἄρξεις ἢ ποίαν ἕξεις πολιτείαν ἀπολωλότων τῶν οἰκούντων;
ὡς οὐδέν ἐστιν καὶ Ἀλκαῖός φησιν ἄνδρες γὰρ πόλεως πύργος ἀρήιοι καὶ Δημοσθένης, ἄνδρες γὰρ πόλις καὶ οὐ τείχη· ὅμοιον δὲ τὸ τῶν νεῶν ταῖς πόλεσιν ὅθεν καὶ τὸ τροπικῶς τοῖς ὀνόμασιν ἀπὸ τῶν εἰωθότων χρῆσθαι ἐπὶ τῶν πόλεων οἴακας νῦν ἀντὶ τοὺς ἄρχοντας λέγοντας καὶ ὀρθῶς πλεῖν τὴν πόλιν φάσκοντας.
ὦ παῖδες οἰκτροί οὐκ εἰς τὴν ἡλικίαν τοσοῦτον τὸ ὦ παῖδες ὅσον ἁρμόζον ἐστὶ τῷ φιλοφρονουμένῳ ἤθει οἷον καὶ τὸ ὦ τέκνα ἐν ἀρχῇ· πρὸς τοὺς παῖδας δὲ διαλέγεται ὡς οἰκτροτέρους καὶ μᾶλλον βοηθείας δεομένους, ἅμα δὲ καὶ διὰ τὸ πλῆθος ὡς ἐπικρατέστερον.
ἀντὶ οὐκ ἀμέριμνόν με ὄντα παρακαλεῖτε φροντίζειν ἀλλὰ πρὸ πολλοῦ πεφροντικότα.
πολλὰς δʼ ὁδοὺς ἐλθόντα πολλὰς γνώμης ἐπιβολὰς ἐν τῇ σκέψει πλανώμενος ἦλθον ἕως οὗ ἀρίστην εὗρον τὴν ἐπὶ τὸν θεὸν καταφυγήν· ἀρσενικῷ δὲ ἐχρήσατο πλάνοις ἀντὶ θηλυκοῦ.
ἀντὶ τοῦ πλάναις θηλυκῶς.
Κρέοντʼ, ἐμαυτοῦ οὐ τὸν τυχόντα ἔπεμψα ἀλλὰ τὸν ἀναγκαῖον· γαμβρὸν δὲ ἁπλοϊκῶς ἀντὶ τοῦ κηδεστήν.
οἵδε τʼ ἀρτίως Κρέοντα προσστείχοντα οἱ ἠίθεοι πρὸς τὸ οὖς αὐτοῦ φασιν ὅτι πάρεστι Κρέων ὡς ὀξυωπέστεροι, διʼ αἰδῶ δὲ τοὺς λόγους παρῃτήσαντο· ὁ δὲ ἱερεὺς ἅμα μὲν ὡς πρεσβύτης οὐχ ὁρᾷ ἅμα δὲ κατὰ νοῦν ἔχων τὸν λόγον τοῦ βασιλέως.
ὦ ʼναξ Ἄπολλον εἰκότως πρὸς τὸν Ἀπόλλωνα ἡ ἀναβόησις· ἐν τῷ γὰρ ἀπὸ θεοῦ ῥηθησομένῳ χρησμῷ κεῖται τὸ τῆς ἀπαλλαγῆς· εἴθε οὖν παραγένοιτο Κρέων ἐπί τινι σωτηρίῳ τύχῃ λαμπρὸς ὥσπερ ἐκ τῆς περὶ τὸ πρόσωπον καταστάσεως φαιδρός ἐστι· λεληθότως δὲ δείκνυσιν ἡμῖν τὸ σχῆμα τοῦ ὑποκριτοῦ ὁποῖον εἰσῆλθε.
εἰ γὰρ ἀντὶ εἴθε.
οὐ γὰρ ἂν κάρα | πολυστεφής οἱ γὰρ ἐπί τινι αἰσίῳ παραγενόμενοι ἐκ Δελφῶν ἐστεμμένοι ἐπανῄεσαν ὡς καὶ Ἀριστοφάνης ἐν Πλούτῳ φησί.
ξύμμετρος γὰρ ὡς κλύειν οὐκ ἔστι, φησί, μακρὰν ἀλλʼ ἐγγὺς καὶ μέτρον ἔχων τοῦ ἀκούειν διὰ τὸ πλησίον γενέσθαι.
ἄναξ, ἐμὸν κήδευμα ἴδιον τῶν ἐν χρείᾳ καθεστώτων φιλοφρονεῖσθαι μείζοσιν ὀνόμασι τοὺς ταπεινοτέρους.
ὁ μὲν Οἰδίπους τίς εἴη ὁ χρησμὸς ἐπυνθάνετο ὁ δὲ οὐκ εὐθὺς αὐτὸ τὸ ῥητὸν ψιλὸν εἶπεν· ἀπὸ γὰρ τῶν εὐφήμων ἄρξασθαι θέλει· ὁ δὲ νοῦς, λέγω γὰρ πάντα ἂν εὐτυχεῖν τὴν πόλιν εἰ καὶ τὰ δύσφημα τύχοι κατʼ ὀρθὸν ἐξελθόντα τουτέστιν εἰ τὰ ἄγνωστα γνωσθείη, τὸ τίς ἐστιν ὁ φονεὺς Λαΐου· οὐδὲν γὰρ χαλεπὸν ἔνι ἐν τῷ χρησμῷ ἀλλʼ ἀγνοεῖται μόνον τὸ ὑπʼ αὐτοῦ ῥηθέν.
καὶ τὰ δύσφορʼ εἰ τύχοι καὶ τὰ χαλεπὰ εἰ τύχοι κατʼ ὀρθὸν προϊόντα πάντα εὐτυχεῖν ἡμᾶς λέγω.
ἔστιν δὲ ποῖον τοὔπος; ὅτι ἀσαφῆ τὸν λόγον εἶπεν ἀξιοῖ αὐτοῦ τοῦ ῥητοῦ ἀκοῦσαι· μέχρι γὰρ νῦν οὔτε θαρσήσας οὔτε ἔμφοβός εἰμι τῶν ὑπὸ σοῦ ἀκούσας.
ἐς πάντας αὔδα ἀξίως τοῦ βασιλικοῦ ἤθους δημοσίᾳ φράζειν κελεύει ἅμα μὲν ἐπεὶ μηδὲν ὑποπτεύων περὶ ἑαυτοῦ οἴεται καὶ θεοφιλὴς εἶναι ἅμα δὲ καὶ ὑπὲρ τοῦ ἐν μέσῳ ῥηθέντων ἀνυσθῆναι τὰ τῆς ἀναζητήσεως· αὔξει δὲ ὁ ποιητὴς τὸ ὡς εὐνοϊκὸν ἦθος τοῦ Οἰδίποδος ὅπως αὔξοιτο τὰ τῆς τραγῳδίας ὕστερον αἰτίου αὐτοῦ τῶν κακῶν ἀναφαινομένου.
τῶνδε γὰρ πλέον φέρω | τὸ πένθος περὶ τούτων πλέον ἀγωνίζομαι ἢ περὶ τῆς ἐμαυτοῦ ψυχῆς.
λέγοιμʼ ἂν οἷʼ ἤκουσα ὅτι πολλάκις ἐκπίπτουσι λοξοὶ χρησμοὶ ἐμφανῶς εἶπεν ἵνα μὴ γένηται ἀφορμὴ τοῦ παραπέμψασθαι τοὺς χρησμούς.
χειμάζον Ἀττικῶς ἀντὶ τοῦ αἵματος χειμάζοντος τὴν πόλιν, λέγει δὲ τοῦ Λαΐου.
ἐπιστέλλει ἐντέλλεται, ὑποτίθεται.
τοὺς φονέας καὶ αὐτόχειρας τούτου τιμωρεῖσθαι.
δυστέκμαρτον δυσκατέργαστον, δυσζήτητον, δυσεύρετον, δυσκατάληπτον.
ὥστε καὶ εὐχερῶς μὴ εἰς πολλὰ πλανωμένους ἐξευρεῖν· ἀπὸ κοινοῦ δὲ τὸ ἔφασκε, λέγει δὲ τὸ πρᾶγμα.
ἐκφεύγει λανθάνει.
πότερα δʼ ἐν οἴκοις ὡς συνετὸς ὁ Οἰδίπους ζητεῖ τὰ καθʼ ἕκαστα εἶτα οὕτως ἐπὶ τὴν ἀναζήτησιν ἔξεισι μεταπεμψάμενος τοὺς πολίτας ἵνα καὶ ἀφορμὴ τῆς εἰσόδου γενήσεται.
θεωρός ὁ πρὸς τοὺς θεοὺς διὰ χρησμὸν ἀπερχόμενος.
οὐδʼ ἄγγελός τις οἷον οὐδὲ ἀκόλουθος παρʼ οὗ τις ἂν μάθοι καὶ χρήσαιτο πρὸς ζήτησιν.
θνήσκουσι γὰρ πλὴν εἷς τις οἷον πάντες οἱ ἀκολουθοῦντες αὐτῷ ἀνῃρέθησαν δηλονότι ὑπεραγωνιζόμενοι τοῦ δεσπότου πλὴν ἑνὸς ὃς διὰ δειλίαν ἐκφυγὼν οὐδὲν ἀκριβὲς εἶχεν εἰπεῖν πλὴν ὅτι ὑπὸ λῃστῶν ἀνῃρέθη· ἄκρως δὲ ὑπέγραψε τὸ ἦθος τῶν δειλῶν· ἅμα μὲν γὰρ ἐξαίρουσι τὰ πεπραγμένα ἵνα μὴ δόξωσι διὰ δειλίαν φυγεῖν ἅμα δὲ καὶ ἐν παραφρονήσει ὄντες τὰ βραχέα μείζω δοξάζουσι· καλῶς δὲ ᾠκονόμηται ἵνα τέως μὴ ἐλέγχοιτο τὸ κατὰ τὸν Οἰδίποδα.
οὐ μιᾷ | ῥώμῃ ἀντὶ οὐχ ἕνα μόνον ἀλλὰ καὶ πολλούς.
εἴ τι μὴ ξὺν ἀργύρῳ ἀντὶ εἰ μὴ ἐπὶ κέρδει· τείνει δὲ τοῦτο εἰς Κρέοντα ὡς αὐτοῦ συνθεμένου τῷ τοῦ Λαΐου φονεῖ διὰ τὴν βασιλείαν· ἐνθένδε οὖν ἐκ τῆς πόλεως ταύτης.
καὶ τότε, φησί, ταῦτα ὑπενοεῖτο, ὅτι ἐπιβεβούλευται.
ἡ ποικιλῳδός ἠνάγκαζεν ἡμᾶς ἡ Σφὶγξ μεθέντας τὰ ἀφανῆ, τὰ κατὰ τὸν φόνον τοῦ βασιλέως — τοῦτο γὰρ ἀφανές —, τὸ παρὰ ποσὶ κακὸν σκοπεῖν· ἢ οὕτως, ἡ Σφὶγξ ἠνάγκαζεν ἡμᾶς μεθέντας τὸ σκοπεῖν τὰ κατὰ τὸν φόνον τὰ πρὸς ποσὶν ἀφανῆ ζητεῖν τουτέστι τὰ ἀφανῆ αἰνίγματα ζητεῖν τὰ παρακείμενα ἡμῖν.
ἀλλʼ ἐξ ὑπαρχῆς αὖθις οἷον ἀναδραμοῦμαι ἐπὶ τὴν ἀρχὴν τοῦ πράγματος καὶ εἰς φῶς ἄξω· ἴσως δὲ λεληθότως καὶ τὸ ἕτερον ἔγκειται ἐν τῷ ἐγὼ φανῶ ὅπερ οὔ φησι μὲν ὁ Οἰδίπους μανθάνει δὲ ὁ ἀκροατής, ἐπεὶ τὸ πᾶν ἐν αὐτῷ φανήσεται.
τήνδʼ ἔθεσθʼ ἐπιστροφὴν γράφε τήνδε θεσπίζει γραφήν.
τιμωροῦντα προσχωροῦντα.
προσβοηθοῦντα.
ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων οὐ μόνον ὑπὲρ τοῦ ἀνῃρημένου βασιλέως ἄξιον ποιήσασθαι τὴν ἀναζήτησιν ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ ἐμοῦ· ὁ γὰρ ἐκείνῳ ἐπιχειρήσας ἴσως κἀμοὶ ἐπιβουλεύσει· πεπλαγίασται δὲ πάλιν ὁ λόγος καὶ τὴν ἀλήθειαν αἰνίττεται τῷ θεάτρῳ ὅτι αὐτὸς δράσας τὸν φόνον ὁ Οἰδίπους καὶ ἑαυτὸν τιμωρήσεται.
καὶ τοῦτο κινητικὸν τοῦ θεάτρου· τὰ γὰρ ἐναντία προβήσεται.
ἵστασθε ἀνίστασθε.
ἱκτῆρας τοὺς ἱκετευτικούς.
πιθανὴ ἡ εἴσοδος τοῦ χοροῦ· σκέπτεσθαι γάρ φησι δεῖν μετὰ τοῦ δήμου περὶ τῶν πρακτέων.
ὦ παῖδες, ἱστώμεθα ἔξεισιν ὁ ἱερεὺς πράξας διʼ ὅπερ ἦλθεν, ἅμα δὲ καὶ ὑπὲρ τοῦ χώραν εἶναι ἑτέρῳ ὑποκριτῇ.
ἀνιστώμεθα.
ἐξαγγέλλεται ἐξαγγέλλει, ἡ δὲ χρῆσις Ἀττική.
ὦ Διὸς ἁδυεπὲς φάτι κατὰ τὴν πρόσταξιν τοῦ βασιλέως πάρεισι πρεσβῦταί τινες ἐξ ὧν ὁ χορὸς συμπληροῦται· Διὸς δὲ ἡδυεπῆ φάτιν τὴν μαντείαν φησίν· ὁ γὰρ Ἀπόλλων ὑποφήτης δοκεῖ εἶναι τοῦ πατρὸς καὶ παρʼ ἐκείνου λαμβάνειν τὰς μαντείας καὶ τοῖς ἀνθρώποις ἐκφέρειν· καὶ Ὅμηρος Διὸς ἄγγελος ὄσσα δεδήει· λείπει δὲ ἡ ἀπὸ ἵνʼ ᾖ ἀπὸ τῆς Πυθῶνος.
τίς ποτε τᾶς πολυχρύσου ἥτίς ποτέ ἐστιν· ὅτι μὲν γὰρ πάρεστι λόγιον ἀπὸ τῆς Πυθῶνος ἀκηκόασιν τὸ δὲ ῥητὸν αὐτὸ ζητοῦσιν.
λείπει ἡ ἀπό.
ἐκτέταμαι φοβερὰν φρένα ἐκπέπληγμαι, φοβερὰν δὲ τὴν περίφοβον· καὶ Ἀλκαῖος ἐλάφω δὲ βρόμος ἐν στήθεσσι φύει φοβερὸς ἀντὶ τοῦ περίφοβος.
δείματι πάλλων ἀντὶ τοῦ παλλόμενος φόβῳ, ἀγωνιῶν.
πάλλων γράφε πολλῷ.
ἰήιε Δάλιε Παιὰν ἐν τῷ μεταξὺ τοῦτο.
ἀμφὶ σοὶ ἁζόμενος τοῦτο τοῖς πρὸ αὐτοῦ συναπτέον, ἀγωνιῶν τὴν φρένα ἐπὶ τοῖς ἀπὸ σοῦ χρησμοῖς. σεβόμενος τὰ ἀπὸ σοῦ εἰρημένα.
ἢ νέον ἢ νεωστί.
ἢ περιτελλομέναις ὥραις εἰς τὸν ἑξῆς χρόνον προϊούσης τῆς ὥρας· ὁ δὲ νοῦς, τί μοι ἢ νῦν ἢ μετὰ χρόνον ἀνύσεις;
ἐξανύσεις ἐκπράξεις.
Ἐλπίδος, ἄμβροτε Φάμα καλῶς παρʼ ὅσον ἐν ἐλπίδι τινὶ γενόμενοι οἱ ἄνθρωποι οὕτω φημίζουσι πρὸς τὸ λόγιον ἢ παρʼ ὅσον ὑπὸ ἐλπίδος καὶ χρησμοὺς αἰτοῦσιν ἀπὸ θεῶν.
πρῶτα σὲ γράφε πρώταν γε.
θύγατερ Διὸς μεταβαίνει λοιπὸν εἰς τὸ ἐπικαλεῖσθαί τινας τῶν θεῶν.
γαιάοχόν τʼ ἀδελφεάν ἐπειδὴ ἡ αὐτή ἐστι τῇ Ἑκάτῃ, ἡ δὲ θεὸς αὕτη ἐν ταῖς ἀγοραῖς εἱλεῖται· γαιάοχον δὲ ἀντὶ τὴν πολιοῦχον ὥστε τὴν γῆν ἀντὶ τῆς πόλεως εἴληφεν.
Εὔκλεια Ἄρτεμις οὕτω παρὰ Βοιωτοῖς τιμᾶται.
καὶ Φοῖβον ἑκαβόλον τάχα μὲν διὰ τὸ ἐπὶ λοιμῷ τὴν εὐχὴν γενέσθαι ὧν αἴτιος εἶναι δοκεῖ τάχα δὲ διὰ τὴν μαντείαν.
εἴ ποτε καὶ προτέρας τὸ ἠνύσατε ἀντὶ τοῦ ἐφθείρατε· καὶ Ὅμηρος ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας· ἐκτοπίαν δὲ ἀντὶ τοῦ ξένην καὶ ἀλλόκοτον· ἢ ἠνύσατε αὐτὴν ἐκτοπίαν γενέσθαι ὅ ἐστιν ἐκτὸς καὶ ἀπὸ τῶν τόπων τῆς πόλεως.
ἄτας τῆς ἀπὸ τῆς Σφιγγός.
ἠνύσατʼ ἐφθείρατε. ἐκτοπίαν ξένην. φλόγα πήματος περιφραστικῶς τὴν πημονὴν τὴν διάπυρον.
πρόπας στόλος ἡ πᾶσα δύναμις.
οὐδʼ ἔνι φροντίδος ἔγχος ἀλληγορικῶς ἡ βοήθεια παρὰ τὸ ἔχεσθαι οἷον οὐκ ἔνεστι τῷ νῷ τῆς φροντίδος ἔγχος, τοῦτο δὲ οἷον τὸ διὰ τῆς βουλῆς καὶ προμηθείας γινόμενον ἀλέξημα καὶ ἀμυντήριον.
ἔκγονα | κλυτᾶς χθονός ἢ τὰ δένδρα ἢ τοὺς παῖδάς φησιν.
αἵ τε γυναῖκες τῶν καμάτων ἐν τοῖς τόκοις οὐκ ἀνέχουσιν τουτέστιν οὐ περιγίνονται τῶν πόνων· τὸ δὲ ἀνέχουσιν ἤτοι ἐλευθεροῦνται καὶ ἄνω ἑαυτὰς ἔχουσιν ἐκ μεταφορᾶς τῶν ἄνω νευόντων μόγις ἐν τῷ νήχεσθαι· ἰηίων δὲ ἤτοι τῶν μετʼ εὐχῆς γινομένων ἢ τῶν λοιμικῶν· ἰήιος γὰρ ὁ Ἀπόλλων εἰς ὃν ἡ ἁγνεία τῶν λοιμῶν ἀναφέρεται· ἢ ὅτι ἐπίφθεγμα κοινόν ἐστι καὶ Ἀρτέμιδος, αἱ δὲ γυναῖκες ἐν ταῖς ἀνάγκαις τὰς τοιαύτας ἀφιᾶσι φωνάς· οἱ δὲ ἀκούουσι τῶν θρηνητικῶν.
ἄλλον δʼ ἂν ἄλλῳ ἄλλον ἐπʼ ἄλλῳ ἴδοις ἀποθνήσκοντα, ὡς ὄρνιθες ἐν τῇ πτήσει ἄλλος ἐπʼ ἄλλῳ πέτεται· τὸ δὲ κρεῖσσον ἀμαιμακέτου πυρὸς ἢ οἷον ὀξυτέρους πυρὸς εἰς τὸ σπεύδειν εἰς Ἅιδου ἢ οὕτω, κρεῖσσον πυρὸς ὡς μὴ καταλαμβάνειν τὸ πῦρ τὸ τῶν ἀποθνησκόντων πλῆθος καὶ καίειν· καὶ γὰρ ὑπερβολὴ καὶ ἐπίτασις τοῦ πάθους.
ἑσπέρου θεοῦ τοῦ Ἅιδου φησί.
νηλέα δʼ ἁ γενέθλα νηλέα τὰ μὴ τυχόντα ἐλέους, τὸ αὐτὸ δέ ἐστι τῷ ἀνοίκτως· οὐκ ἠλέουν δὲ ἀλλήλους ἴσως ὑπὸ τῆς συνηθείας τοῦ κακοῦ ἢ ὑπὸ φόβου καὶ προσδοκίας τῶν ὁμοίων.
ἐκ τούτου δῆλον ὅτι καὶ τέλειοι ἀπέθνησκον.
ἀκτὰν παραβώμιον ἀντὶ τοῦ παραχώριον, ὅπου οἱ βωμοὶ τῶν ναῶν εἰσιν.
ἱκτῆρες ἱκέτιδες.
παιὼν δὲ λάμπει ἀντὶ ἀκμάζει, λαμπρῶς τῇ φωνῇ λέγεται πρὸς ἀποτροπὴν τῶν κακῶν· ὅμαυλος δὲ ἀντὶ ὁμόθρους, ὁμόφωνος· τοῦτο δὲ ὅμοιόν ἐστι τῷ ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων.
ὧν ὕπερ, ὦ χρυσέα θύγατερ πρὸς τὴν φήμην πάλιν φησὶ τῆς μαντείας· ἐλπίζουσι γὰρ ἐπί τινι ἀγαθῷ τὸ μάντευμα ἀποβῆναι· χρυσέα δὲ ὅ ἐστι τιμία· φασὶ γὰρ οὕτω τιμᾶσθαι Χρυσῆν.
Ἄρεά τε τὸν μαλερόν ἀντὶ τὸν καταμαραίνοντα — τάττει δὲ τοῦτο ἐπὶ τοῦ λοιμοῦ —, τὸν δίκην ἀναιροῦντα πολέμου· ἀπὸ κοινοῦ δὲ τὸ πέμψον.
ὃς νῦν ἄχαλκος ἀσπίδων οὐ χρώμενος ὅπλοις φλέγει ἡμᾶς· περιβόητος δὲ περὶ ὃν ἕκαστος βοᾷ ἢ μετὰ βοῆς καὶ οἰμωγῆς ἐπιών· ὡς ἐπὶ πολέμου πάλιν.
πάτρας | ἔπουρον ἤτοι ἐπʼ οὖρον ὅ ἐστιν εἰς ἄνεμον· Ὅμηρος εἰς ὄρος ἢ εἰς κῦμα· ἢ ἄπουρον ἀπὸ τῶν ὅρων τῆς πόλεως· νωτίσαι δὲ ἀπελάσαι ἀπὸ μεταφορᾶς τῶν τὰ νῶτα διδόντων ἐν ταῖς φυγαῖς· ἢ οὕτω, πέμψον ἀλκὴν ὥστε παλινόρμητον αὐτὸν γενέσθαι τὰ νῶτα δόντα τῇ πόλει.
θάλαμον Ἀμφιτρίτας ἢ κατὰ τοῦ βυθοῦ — τοῦτο γάρ ἐστι θάλαμος Ἀμφιτρίτης — ἤγουν ἔνθα αἱ συμπληγάδες πέτραι εἰσίν.
εἴτʼ ἐς τὸν ἀπόξενον ἴσως τὸν Σαλμυδησσόν φησι περὶ ὃν ἱστορεῖται πολλὰ ναυάγια γίνεσθαι ὥστε μὴ μόνον ἐξ ἁπάσης γῆς ἐξεληλάθαι ἀλλὰ μηδὲ ἐν κοινῇ θαλάττῃ εἶναι.
δυσχείμερον.
τέλει γὰρ εἴ τι νὺξ ἀφῇ ἀντὶ τοῦ εἴ τι ἡ νὺξ ἀγαθὸν καταλείπει τοῦτο ἐν ἡμέρᾳ ἀναιρεῖται, βούλεται δὲ λέγειν ὅτι τὰ κακὰ ἀδιάλειπτον ἔχει. εἰ γάρ τι ἡ νὺξ ἀφῇ ἐπὶ τῷ ἑαυτῆς τέλει ἀβλαβὲς μὴ φθάσασα αὐτὸ ἀπολέσαι τοῦτο μεθʼ ἡμέραν ἀνήρπασται.
τόν ἀντὶ τοῦ ὅν· τὸν μαραντικὸν Ἄρεα κεραύνωσον, ὦ Ζεῦ.
Λύκειʼ ἄναξ βουλοίμην δὲ καὶ τὰ σὰ βέλη, ὦ Ἄπολλον, τὰ ἀδάμαστα καταμερίζεσθαι εἰς αὐτὸν καὶ τὰς λαμπάδας Ἀρτέμιδος.
ἐνδατεῖσθαι ἐν μερισμῷ δίδοσθαι καὶ διατρίβειν· μετῆκται δὲ ἀπὸ τῶν διανεμομένων.
τὸν χρυσομίτραν τὸν Θηβαῖον Διόνυσον, τὸν ταῖς Βάκχαις συνοικοῦντα.
μονόστολον γράφε ὁμόστολον.
ἐπὶ τὸν ἀπότιμον ἀπότιμον θεὸν λέγει τὸν λοιμὸν τὸν μὴ μετέχοντα τῆς τιμῆς τῶν θεῶν· θεῶν γάρ ἐστι τὸ εὐεργετεῖν τοὺς ἀνθρώπους, ὁ δὲ φθείρει καὶ ἀπόλλυσιν.
αἰτεῖς, ὧν δὲ αἰτεῖς ἀλκὴν λάβοις κἀνακούφισιν τῶν κακῶν ἐὰν θέλῃς τὰ ἐμὰ ἔπη δέχεσθαι ἃ δὴ ἔπη ἐξερῶ ξένος ὢν καὶ τοῦ πράγματος καὶ τοῦ λόγου οἷον οὐκ ἀκηκοὼς πρότερον περὶ τοῦ φόνου τοῦ Λαΐου οὐδὲ μὴν καθʼ ὃν χρόνον ἐπράχθη ὁ φόνος παρών.
ἃ δʼ αἰτεῖς ὧν δʼ αἰτεῖς.
ὑπηρετεῖν ἐπαρκεῖν καὶ συμπράττειν.
τοῦ λόγου τοῦ λεχθέντος ὑπὸ Ἀπόλλωνος.
τοῦ πραχθέντος τοῦ φόνου.
οὐ γὰρ ἂν μακρὰν | ἴχνευον οὐ γὰρ ἄν, φησί, τοσούτου ὄντος τοῦ χρόνου τοῦ μεταξὺ ἀνεζήτουν τὸ πρᾶγμα εἰ μὴ ᾔδειν καταληψόμενος· ἐλπίδα δὲ αὐτοῖς ὑποβάλλει ὅτι δύναται ἀνευρεῖν τὸν φονέα ἵνα προθυμότερον συλλάβωνται αὐτῷ.
σύμβολον τῆς γνώσεως.
νῦν δʼ, ὕστερος γάρ μεταφέρει ἀπὸ τῶν ἐν ταῖς πόλεσι ξένων τελούντων τὰ μετοίκια ἀντὶ πεπολιτογράφημαι καὶ ἄρτι ἀστὸς ἐνομίσθην ξένος ὢν καὶ ἐβασίλευσα. ἄλλως: νῦν δὲ εἰς ἀστοὺς τελῶ· δοκῶν γὰρ εἶναι ξένος τῆς βασιλείας τετύχηκα· ἐπεὶ οὖν, φησί, συντελῶ εἰς τὴν πολιτείαν καὶ μέλει μοι τῶν κοινῶν ταῦτα ὑμῖν προφωνῶ· μετῆκται δὲ ἀπὸ τῶν συντελούντων ἐν ταῖς πόλεσι καὶ τὴν ἰδίαν δύναμιν εἰς τὸ κοινὸν φερόντων.
πάντα τὰ πραχθέντα.
κεἰ μὲν φοβεῖται καὶ εἰ μὲν αὐτὸς εἴη ὁ πράξας καὶ φοβεῖται λέγειν αὐτὸς καθʼ αὑτοῦ τὸν φόβον ὑπεξελὼν λεγέτω· οὐδὲν γὰρ δεινὸν πείσεται εἰ μὴ ὅτι τῆσδε τῆς γῆς ἀπαλλάξεται· εἰ δὲ ξένον τις οἶδεν τὸν φονέα μηνυσάτω καὶ εὐθὺς μὲν παρέξω κέρδος καὶ εἰς ἀεὶ χάριν ἕξω· πανταχόθεν οὖν προτρέπεται τοὺς μηνύοντας.
τὸν ἄνδρʼ ἀπαυδῶ πολὺν ἔλεον ἐργάζεται ὁ λόγος ὅτι κατηγορεῖ ἑαυτοῦ ἀγνοῶν· πρότερον δὲ τὰ φιλάνθρωπα εἰρηκὼς τελευταῖα ἐπήνεγκε τὰ σκληρότερα· ἃ ʼκ τῶνδε δὲ οἷον ἀπʼ αὐτῶν ἀναγκασθεὶς τῶν πραγμάτων.
δαίμονι τῷ ταῦτα μαντευσαμένῳ Ἀπόλλωνι.
κατεύχομαι δὲ τὸν δεδρακότʼ καταρῶμαι δὲ τὸν φονέα.
ἄμοιρον ἤτοι κακόμοιρον ἢ μηδενὸς τῶν νενομισμένων μετειληφότα ἀλλʼ ἄταφον ἐκβληθῆναι.
ἀγνοῶν ἐπαρᾶται ἑαυτῷ εἰ σύνοιδε τὸν φονέα διὸ καὶ περιπαθέστερος γίνεται ὁ λόγος.
τοῦ θεοῦ τοῦ Ἀπόλλωνος.
οὐδʼ εἰ γὰρ ἦν τὸ πρᾶγμα καὶ γὰρ εἰ μὴ ἦν ὅλως τὸ ἄγος ὑπὸ θεῶν ἐλαυνόμενον καὶ οἱονεὶ πολυπραγμονούμενον ὑμᾶς ἔδει κινουμένους οἴκοθεν καὶ μὴ ἀναμείναντας τὴν ἐκ θεῶν πρᾶξιν ἀναζητεῖν.
μὴ θεήλατον οἷον χωρὶς τῆς βοηθείας.
κοινά ἀδελφὰ τοῖς ἐξ ἡμῶν οἷον καὶ ἡμῖν ἂν ἐγένετο εἰ ἦν τέκνα τῷ Λαΐῳ γενόμενα.
ʼδυστύχησεν ὥστε μὴ παιδοποιήσασθαι.
αἱ τοιαῦται ἔννοιαι οὐκ ἔχονται μὲν τοῦ σεμνοῦ κινητικαὶ δέ εἰσι τοῦ θεάτρου· αἷς καὶ πλεονάζει Εὐριπίδης, ὁ δὲ Σοφοκλῆς πρὸς βραχὺ μόνον αὐτῶν ἅπτεται πρὸς τὸ κινῆσαι τὸ θέατρον.
τοῖς μὴ δρῶσιν τοῖς μὴ δεικνύουσί μοι τὸν φονέα.
ἄροτον τουτέστι καρπόν.
οὕτως ἐρῶ καὶ αὐτὸς ἐπομνύμενος καὶ τὰς αὐτὰς ἀρὰς ἐπαρώμενος μήτε δρᾶσαι τὸν φόνον μήτε τοὺς δράσαντας ἐπίστασθαι.
τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν ἀπορῶν ὁ χορὸς ἐπὶ τὸ θεῖον πάλιν ἀνατρέχει.
δίκαιʼ ἔλεξας τοῦτό φησιν ἵνα μὴ πάλιν πέμψωσιν εἰς θεοῦ καὶ γένηται διατριβὴ ἐν τῷ δράματι ὅπερ ὑπόψυχρον.
ἄνακτʼ ἄνακτι ἀποκλειομένου τοῦ πέμψειν εἰς θεὸν καταφεύγουσιν εἰς τὴν ὁμοίαν μαντικήν, τῷ αὐτῷ δὲ ὀνόματι προσαγορεύει τὸν Τειρεσίαν ᾧ καὶ τὸν θεὸν καὶ τὰ αὐτὰ ὁρᾶν ἐκείνῳ φησίν.
ἀλλʼ οὐκ ἐν ἀργοῖς κἀνταῦθα τὸ κηδεμονικὸν τοῦ ἤθους διετήρησεν· τὸ μὲν οὖν διπλοῦς πομποὺς τῆς σπουδῆς ἐστι τεκμήριον τὸ δὲ Κρέοντος εἰπόντος πιθανὸν εἰς τὰ ἑξῆς ἵνα ἡ ὑπόνοια αὐτοῦ πίστιν ἔχοι, τὸ πεπεισμένον ὑπὸ τοῦ Κρέοντος τὸν Τειρεσίαν μαντεύεσθαι κατὰ τοῦ Οἰδίποδος τὰ ψευδῆς.
κωφὰ ψυχρὰ καὶ οὐδὲν σαφὲς ἔχοντα, τὰ ψιθυριζόμενα.
ὁ μὴ τὸ ἔργον δεδοικὼς οὐδὲ τὸν λόγον.
καὶ ταῦτα εἰς σύστασιν τῶν προσώπων ἵνα μηδὲν ὕστερον δυνηθείη ἀρνήσασθαι.
ὦ πάντα νωμῶν ἀντὶ τοῦ κρίνων ἕκαστα καὶ ἐξετάζων· ἐπαινεῖ δὲ τὸν μάντιν πάντων αὐτῷ περιτιθεὶς ἐμπειρίαν θείων τε καὶ ἀνθρωπίνων τοὺς ἐκείνου λόγους οὐκ ἀναμένων ὅπερ δηλωτικόν ἐστι τῆς σπουδῆς.
χθονοστιβῆ τὰ ἐν τῇ γῇ, τὰ ἐπίγεια.
ὅρα τὸ τοῦ κηδεμόνος ὅτι τελευταῖον ἑαυτὸν ἔταξεν ὅπως ἀφέλοιτο τὸ φορτικὸν τῆς ἐξουσίας.
ἄνδρα δʼ ὠφελεῖν ἀφʼ ὧν παιδευτικὸς ὁ λόγος, ἔδει ἅπαντας ἀφʼ ὧν δύναιντο ὠφελεῖν τοὺς πέλας.
ὡς δεινόν, φησί, τὸ φρονεῖν ὅταν τὸ φρονούμενον τῷ φρονοῦντι μὴ λυσιτελῇ· σχετλιάζει δὲ μὴ βουλόμενος εἰς φῶς ἄγειν τὰ τοῦ Οἰδίποδος· διαλελυμένως δὲ εἶπεν τέλη λύῃ ἀντὶ λυσιτελεῖν.
ταῦτα τὰ συμβησόμενά μοι, ὅτι ἀναγκασθήσομαι λέγειν ἃ μὴ βούλομαι, τὸ ἐξελέγχειν Οἰδίποδα· ταῦτα εἰδὼς διώλεσα αὐτά· οὐ γὰρ ἂν δεῦρο ἠρχόμην.
ἄθυμος λελυπημένος.
ἐάν με ἀπελθεῖν ἐάσῃς.
ἀποστερῶν φάτιν μὴ λέγων τὸν χρησμόν.
ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημα οὐ γὰρ σύμφορός σοι οὐδὲ κατὰ καιρὸν ἡ ζήτησις γίνεται· ἵνα οὖν μὴ ἐκ τούτου μέμψις ἀκολουθήσῃ σιωπῶ. τὸ μὲν κατὰ λόγον ἐλλιπές ἐστι τὸ δὲ κατὰ διάνοιαν πλῆρες, ὃ δὲ βούλεται λέγειν, ὁρῶ τὸ σὸν φώνημα μὴ πρὸς καιρὸν ἐξιόν· κἀγὼ οὖν φωνὴν μὴ πρὸς καιρὸν ἀφιέναι φυλάσσομαι.
ἰὸν ἐρχόμενον.
μὴ πρὸς θεῶν φρονῶν ὑποβαλόντος τοῦ Τειρεσίου ἀρχὴν ὅτι ἐπίσταται ὁ χορὸς καταλιπαρεῖ εἰπεῖν εἶτα ἀρνουμένου ἐξάγεται εἰς λοιδορίαν πρὸς αὐτὸν ὁ Οἰδίπους ὅθεν παροξυνθεὶς λέγει· ἔχει οὖν τὰ τῆς διαθέσεως ἄριστα.
ἐγὼ δʼ οὐ μή ποτε | τἄμʼ ὡς ἂν εἴπω οὐκ ἐκφανῶ τὰ ἐμὰ ἔπη ἵνα μὴ τὰ σὰ εἴπω κακά· ἤδη δὲ τρανότερόν φησιν ὅτι τὰ αὑτοῦ κακὰ ἀποκρύπτεται.
ἐγώ τʼ ἐμαυτὸν οὔτε σʼ ἀλγύνω ἑαυτὸν ἀλγύνειν ἔφη ἴσως ἐπιστάμενος ὅτι κακῶς ἀκούσεται ὑπʼ αὐτοῦ ἀπιστούμενος, τάχα δὲ καὶ βουλόμενος ἀποκρύπτειν συμπεριέλαβεν ἑαυτὸν ὡς καὶ ἔμπροσθεν τἄμʼ ὡς ἂν εἴπω μὴ τὰ σʼ ἐκφήνω κακά.
οὐκ, ὦ κακῶν κάκιστε ἐν ὑπερβατῷ ὁ λόγος, οὐ λέξεις, ὦ κακῶν κάκιστε, ἀλλʼ ὧδʼ ἄτεγκτος κἀτελεύτητος φανῇ; καὶ γὰρ ἂν πέτρου φύσιν σύ γʼ ὀργάνειας ὅ ἐστι ταράξειας καὶ εἰς ὀργὴν ἐμβάλοις· ἀπολογεῖται δὲ περὶ τῆς ὕβρεως λέγων ὅτι καὶ πέτρου φύσιν σύ γʼ ὀργάνειας· ἄτεγκτος δὲ ἀντὶ τοῦ ἀσυμπαθὴς καὶ ἀδάκρυτος· τέγγειν γὰρ τὸ βρέχειν· ἀτελεύτητος δὲ δυσαξίωτος, δυσπαράκλητος, ἀμείλιχος.
αὐτὰ αὐτόματα.
τὸ θυμοῦ οὐκ ἔστι γενικὴ ἀλλὰ ῥῆμα προστακτικόν.
καὶ μὴν παρήσω γʼ οὐδέν ὀργιζόμενος οὐδὲν σιωπήσομαι ὧν πέπεισμαι καὶ ὑπονοῶ.
εἰργάσθαι δʼ ὅσον | μὴ χερσί εἰργάσθαι τὰ ἄλλα τοῦ φόνου χωρὶς τῆς ἀπὸ τῶν χειρῶν ἐνεργείας· εἰ δὲ ἔβλεπες ἐκάλουν ἄν σε καὶ φονέα αὐτόχειρα.
ἄληθες; ἐννέπω λέγω σε τῷ κηρύγματι ὑπεύθυνον εἶναι τῷ ὑπὸ σοῦ εἰρημένῳ.
προσαυδᾶν προσφθέγγεσθαι.
οὕτως ἀναιδῶς ἐξεκίνησας οἴεται αὐτὸν πλασάμενον ψεύδεσθαι· εἰκότως δὲ ἀπιστεῖται ὡς διʼ ὀργὴν εἰρηκώς, εἰ δὲ ἐπιστεύθη κατʼ ἀρχὴν ὁ μάντις τὰ ἑξῆς τοῦ δράματος ἀνῄρητο, τὰ τοῦ ἀναγνωρισμοῦ ἐν οἷς καταγέγονε μάλιστα ὁ ποιητής.
τρέφω ἀντὶ τοῦ ἔχω.
ἡ ἀπότασις φανερῶς εἰς Κρέοντά ἐστιν.
εὐσχημόνως ἀπήγγειλε τὸ περὶ τῆς μητρός.
ἴσος νῦν ἐστιν ὁ Οἰδίπους παραβαλλόμενος πρὸς Τειρεσίαν ὡς ὁ Ἀγαμέμνων πρὸς τὸν Κάλχαντα.
οὐδείς ἐστιν ὃς οὐ ταῦτά σοι ὀνειδίσει ἅπερ μοι ὠνείδισας· τὸ δὲ τάχα ἀντὶ τοῦ ταχέως οἷον καὶ σὲ μετʼ ὀλίγον ἐροῦσι τυφλόν· καὶ περὶ τῆς πηρώσεως δὲ λεληθότως αὐτῷ μαντεύεται.
μιᾶς τρέφῃ πρὸς νυκτός διπλοῦν τὸ διανόημα· ἤτοι οὖν οὕτως ὑπὸ μιᾶς νυκτὸς τῆς ἀορασίας τῆς διηνεκῶς κατεχούσης σε τρέφῃ ὡς μηδὲν διαθεῖναι κακὸν τοὺς ὁρῶντας ἢ οὕτω διὰ τὸ πηρὸν εἶναι ἐλεοῦσί σε πάντες· ἀπόχρη γάρ σοι καὶ τὸ τῆς πηρώσεως.
τάδʼ ἐκπρᾶξαι ἀντὶ τοῦ τὰ κατʼ ἐμὲ ἐκδικῆσαι.
ἐκπρᾶξαι μέλει λείπει ἐάν με φονεύσῃς.
πεποίηκε τὸν Οἰδίποδα ὑπονοεῖν ἐξ ὑποβολῆς Κρέοντος ταῦτα εἰρῆσθαι ἵνα ζητοῦντος αὐτοῦ ἀφορμὴν εὔλογον ἔχῃ τὰ λοιπὰ τοῦ δράματος.
ὁ πιστὸς ἐν εἰρωνείᾳ.
μηχανορράφον τὰ φαῦλα μηχανώμενον· μάγους δὲ ἐκάλουν τοὺς ψευδεῖς φαντασίας περιτιθέντας ἑαυτοῖς, ἀπὸ τούτου δὲ καὶ τοὺς φαρμακεῖς μάγους ἔλεγον.
ἀγύρτην πτωχόν, ὀχλαγωγόν.
ῥαψῳδός ἡ Σφὶγξ ἡ ῥάπτουσα τὰς ᾠδάς· τὸ δὲ ὄνομα τοῦ ῥαψῳδοῦ καθʼ Ὅμηρον ἢ μεθʼ Ὅμηρον ἦν· ἀνεχρόνισεν οὖν ὁ Σοφοκλῆς· κύνα δὲ αὐτὴν καλεῖ διὰ τὸ ἁρπακτικόν.
τοὐπιόντος τοῦ τυχόντος ἀντὶ τοῦ οὐ τοῦ τυχόντος ἦν σαφηνίσαι· διὰ τούτων δὲ αὔξει τὸ ἴδιον κατόρθωμα μεῖζον καὶ μαντικῆς καὶ πάσης ἀνθρωπίνης συνέσεως.
κυρήσας ἐπιτυχών.
ἁγηλατήσειν ἐὰν μὲν δασέως τὸ ἄγος ἀπελάσειν τὸ περὶ τὸν Λάιον ἐὰν δὲ ψιλῶς ἀντὶ τοῦ βασιλεύσειν.
ἐξισωτέον λείπει ἐμοί.
τοῦδε τοῦ ἐξίσου λέγειν.
γεγράψομαι δεήσομαι· ὅρα δὲ καὶ τὴν διαφορὰν τοῦ ὀνόματος· τῷ μὲν γὰρ ἐπιφθονωτέρῳ ἐπὶ τοῦ Οἰδίποδος ἐχρήσατο, τῷ δοῦλος, τῷ δὲ εὐπρεπεστέρῳ ἐπὶ τοῦ Κρέοντος.
ἀμφιπλὴξ ἡ ἐξ ἀμφοτέρων ἐλαύνουσα, ἡ ἑκατέρωθεν πλήττουσα, ἔκ τε πατρὸς καὶ μητρός· δεινόπους δὲ ἡ διὰ τῶν ποδῶν δέος ἐμποιοῦσα.
τὸν λιμένα τίθησιν ἀεὶ ἀντὶ τόπου· τροπικῶς δὲ ἀντὶ τοῦ ποῦ οὐκ ἐλεύσῃ βοῶν;
ὅταν καταίσθῃ ὅταν αἰσθανθῇς καὶ νοήσῃς.
ἐκτριβήσεται ἀντὶ διατρίψει ἐν τοῖς κακοῖς ἢ ἀπολεῖται· ἡ μεταφορὰ ἀπὸ τῶν σμηχομένων ἀργυρῶν ἢ χαλκῶν ἢ ἄλλων τοιούτων σκευῶν ἅπερ ἐν τῷ πλύνεσθαι σφόδρα τριβόμενα ἐλαττοῦται.
σχολῇ ἀντὶ τοῦ βραδέως, οὐδαμῶς.
ἥδʼ ἡμέρα φύσει σε ἀντὶ οἵων εἶ γονέων δείκνυσι· διαφθερεῖ δὲ διὰ τὴν πήρωσιν καὶ τὴν λοιπὴν τοῦ βίου ἀνατροπήν.
αἰνικτὰ ἀσαφῆ καὶ κεκρυμμένα.
οὐκοῦν σὺ ταῦτʼ ἄριστος ὥσπερ εἰρωνευόμενός φησιν, αἴνιγμά ἐστιν ὃ σὺ θᾶττον νοήσεις ὅτι καὶ τὸ τῆς Σφιγγὸς αἴνιγμα πρῶτος ἐξεῦρες· ὃ δέχεται εἰς ἔπαινον.
ἡ τύχη τὸ σὲ διαγνῶναι τὸ αἴνιγμα.
πάνυ τοῦτο προσαγωγὸν τοῦ πλήθους.
ἐνταῦθα παρρησιαστικώτερον ὅλον τὸ πρᾶγμα παραινίττεται ἀμφοτέρων τοῦ ποιητοῦ στοχασαμένου, τοῦ τε τῷ δράματι συμφέροντος ὅπως μὴ ἀνακαλύπτηται ἡ ὑπόθεσις — διὸ αἰνιγματωδῶς πάντα φησὶ — τοῦ τε τῷ προσώπῳ πρέποντος· ἔδει γὰρ εἰπεῖν τὸν μάντιν τὰ μετʼ ὀλίγον φανησόμενα.
ὡς περὶ ἑτέρου λέγων αὐτὸν αἰνίττεται.
τῇ ξυμφορᾷ τῇ συντυχίᾳ.
τὸ σκῆπτρον προδεικνὺς σύμβολον τῆς ἑαυτοῦ εὐγενείας ὅτι ἐκ βασιλέως πτωχὸς ἐγένετο.
ὁμόσπορος τὴν αὐτὴν σπείρων γυναῖκα.
ἀκόλουθά εἰσι τὰ τοῦ χοροῦ πρὸς τὰ προειρημένα, νῦν δὲ οὐκ ἔστιν αὐτοῖς εὐπρόσωπον ἀναλογίζεσθαι περὶ ὧν εἶπεν ὁ μάντις διὸ ἀνατρέχει ἐπὶ τὸ μάντευμα τοῦ θεοῦ· ὁ δὲ νοῦς, τίς ἐστιν οὗτος ὅντινα ἐμφανίζει τὸ μαντεῖον; ἢ οὕτω, τίς ἐστιν οὗτος ὃν κατώπτευσεν ἡ Δελφὶς πέτρα οἷον ὁ μὴ λαθὼν τὸ μαντεῖον τοῦ Ἀπόλλωνος;
ἄρρητʼ ἀρρήτων τῶν δεινῶν δεινότερα.
ἀελλοπόδων ταχέων.
κῆρες ἀναπλάκητοι αἱ εἰς μηδὲν ἁμαρτάνουσαι ἀλλὰ πάντων κρατοῦσαι· κῆρες δὲ τοῦ τελευτήσαντος Λαΐου· ἢ οὕτως, ἄφυκτοι, ἀπλάνητοι, ἀπροσπέλαστοι, ἀφανεῖς, ἃς οὐκ ἔστιν ἀποφυγεῖν.
πάντα πανταχοῦ.
φοιτᾷ γὰρ ὑπʼ ἀγρίαν | ὕλαν ἐκεῖνος, ὁ πεφονευκώς, πανταχοῦ κρυπτόμενος οὐ βούλεται ἑαυτὸν ἐμφανίσαι· τὸ δὲ ἐξιχνεύειν ἐπήγαγεν καὶ τὰ ἄλλα ὀνόματα τροπικῶς ὡς ἐπὶ ἄγρας ταύρων τῶν ὑπὸ πάντων ζητουμένων καλῶν καὶ ὥσπερ ἐν ὕλῃ κεκρυμμένων· οἰκεῖα δὲ ταῦτα τὰ ὀνόματα, ἄντρα καὶ πέτραι.
μελέῳ ποδὶ χηρεύων ἀντὶ μηδενὶ γιγνωσκόμενος, τῇ φυγῇ μονάζων· ὃ καὶ αὐτὸ οἰκεῖον τῇ θηριώδει διαίτῃ.
τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων ἀντὶ φυγών· τὸν τόπον δὲ εἶπεν ἀντὶ τῶν χρησμῶν οἷον τοὺς χρησμοὺς διαφεύγει μέχρι νῦν ὁ μηνυθεὶς ὑπὸ τοῦ θεοῦ· ὅτι δὲ ἡ Πυθὼν μεσόμφαλος δηλοῖ καὶ ἡ περὶ τοὺς ἀετοὺς ἱστορία καὶ ὅτι χρύσεοι ἀετοὶ διὰ τοῦτο ἀνάκεινται καὶ ὅτι τούτου χάριν ὁ Ζεὺς ἐκεῖσε τὸ μαντεῖον ἱδρύσατο.
ἀλλʼ οὐδὲν ἧττον τὰ μαντεύματα περιποτᾶται ζῶντα καὶ ἰσχύοντα τῇ ἀληθείᾳ.
δεινὰ μὲν οὖν, δεινά μεταβαίνουσιν ἐπὶ τὰ εἰρημένα ὑπὸ Τειρεσίου· σοφὸν μὲν οὖν αὐτὸν ὁμολογοῦσιν τῷ δὲ ταράσσειν ἐχρήσατο ἐπεὶ ἔδοξε δυσχερῶς ἐνεχθῆναι πρὸς τὸν ἄρχοντα.
οἰωνοθέτας ὁ Τειρεσίας.
οὔτε δοκοῦντʼ οὔτʼ ἀποφάσκονθʼ οὔτε πιστὰ οὔτε ἄπιστα.
τί γὰρ ἢ Λαβδακίδαις εἰκότως ἀποροῦσιν· ποῖον γὰρ νεῖκος γέγονε τοῖς ἀπὸ Λαβδάκου πρὸς τὸν Πολύβου; ἔτι γὰρ νομίζουσιν αὐτὸν εἶναι Πολύβου.
πρὸς ὅτου δὴ βασάνῳ ποίῳ λογισμῷ ἀντὶ τοῦ τίνος πράγματος κρίσει χρησάμενος τοῖς λεγομένοις πιστεύσω κατὰ Οἰδίποδος;
φάτιν—Οἰδιπόδα τὴν κατὰ τοῦ Οἰδίποδος γινομένην παρὰ Τειρεσίου.
ἀλλʼ ὁ μὲν οὖν Ζεύς θέλουσιν ἀνατρέψαι τὰ ὑπὸ τοῦ Τειρεσίου εἰρημένα καί φασιν ὅτι οἱ μὲν θεοὶ συνετοὶ καὶ μόνοι τὰ τῶν ἀνθρώπων εἰδότες ὅτι δὲ οἱ μάντεις μᾶλλον τῶν λοιπῶν ἀνθρώπων τι ἐπίστανται οὔ φημι οὐδὲ ἡ κρίσις αὕτη ἀληθής ἐστι· γένοιτο μὲν γάρ τις κατὰ σύνεσιν ἕτερος ἑτέρου προήκων οὐ μὴν αὕτη γε ἡ ἐπιστήμη ἐκ μαντικῆς ἐστιν ἀλλʼ ἐκ φύσεως καὶ ἐντρεχείας ἑκάστῳ πάρεστιν.
οὔπω πιστεύω ὅτι οἱ μάντεις πλέον ἐμοῦ φρονοῦσιν.
σοφίαν νῦν φησι τὸν στοχασμόν· ὃ γὰρ λέγει τοῦτό ἐστιν, ὅτι ἐν τῷ στοχάζεσθαι ἄλλος ἄλλον παρέλθοι καὶ νικήσειεν.
ἀλλʼ οὔποτʼ ἔγωγʼ ἄν, πρίν ἐγὼ δὲ οὐκ ἄν ποτε ἐπαινέσαιμι τοὺς μεμφομένους τὸν βασιλέα οὐδʼ ὀρθὸν ἂν αὐτῶν τὸ ἔπος φαίην πρὶν ἴδοιμι σαφῆ τὰ ἔργα καὶ τὴν ἀπόβασιν.
φανερὰ γάρ ἃ μὲν ἐγκαλοῦσιν αὐτῷ ἄδηλα καὶ οὐ πάντως ἀληθῆ ἃ δὲ κατώρθωσε φανερὰ ὅτε ἐπελθούσης αὐτῷ τῆς Σφιγγὸς ὤφθη σοφός.
βασάνῳ θʼ ἡδύπολις κρίσει τε ἡδὺς ὤφθη τῇ πόλει· ἢ οὕτως, ἀπὸ τῆς βασάνου δὲ τῆς Σφιγγὸς ἡδέως διετέθη ἡ πόλις πρὸς τὸν Οἰδίποδα.
κρίσει.
τῷ λείπει τὸ ἕνεκα.
ἔρχεται ὁ Κρέων ἐπὶ τῇ κατʼ αὐτοῦ ὑπονοίᾳ ἀγανακτῶν καὶ ἀπολογήσασθαι βουλόμενος.
ἀτλητῶν μὴ καρτερῶν, μὴ φέρων, δυσανασχετῶν.
οὐ βούλομαι ζῆν ἐπὶ ταύτῃ τῇ φήμῃ.
ἐπειδὴ τὸ τοῦ χοροῦ πρόσωπον ἰσόρροπον δεῖ ἐν ταῖς διαίταις εἶναι διὰ τοῦτο καὶ νῦν παραμυθεῖται τὸν Κρέοντα ὅτι ἴσως κατʼ ὀργὴν τοῦτο εἶπεν ἐρεθισθεὶς ὑπὸ τοῦ μάντεως.
κατʼ ἐρώτησιν ὁ λόγος.
ἐφάνθη ἐρρέθη.
τοῦ χοροῦ οὐκ ἔχοντος λέγειν τίνι γνώμῃ ταῦτα ἐλέγετο ἀπὸ τῶν ἔξωθεν συμβάλλειν βουλόμενος ὁ Κρέων περὶ τοῦ βλέμματος καὶ τοῦ σχήματος ἐν ᾧ ταῦτα ἔλεγεν ὁ Οἰδίπους πυνθάνεται.
ὀρθῆς ἀληθοῦς.
κατηγορεῖτο κατηγόρει ὁ Οἰδίπους.
τοὐπίκλημα ἔγκλημα.
τοῦδε τἀνδρὸς ἀντὶ ἐμοῦ· ἢ καὶ τοῦ Λαΐου.
ποίησον ἀντὶ τοῦ ποιήσεις· ἔστι δὲ Ἀττικισμός.
σὺ μὲν δεινὸς εἶ ἐν τῷ λέγειν ἐγὼ δὲ οὐ μετʼ εὐνοίας σοῦ ἀκούω διὰ τὴν δυσμένειαν.
οὐκ ἐκτίσειν τὴν τιμωρίαν.
σεμνόμαντιν ἐν εἰρωνείᾳ· εὐήθη γὰρ θέλει λέγειν τὸν Τειρεσίαν.
ἔθʼ αὑτός ὁ αὐτός.
ἐπεὶ κατὰ παράλειψιν εἶπεν λέγει, τί με ἐρωτᾷς; ἀγνοῶ.
ἔρευναν ζήτησιν, δοκιμασίαν.
ὁ μάντις εἰ μὴ ἐλάμβανέν σε κοινωνὸν τοῦ βουλεύματος οὐκ ἄν με ἔφη τοῦ Λαΐου φονέα.
ἃν τὸ τέλειον ἃ ἂν ἀντὶ τοῦ ἅτινα ἄν.
κομίζεται ἀντὶ τοῦ ἔχει.
ἐκκαλοῦσι προκαλοῦσιν.
ἐνταῦθʼ ἀντὶ ἐμοί.
πῶς δῆτʼ ἐγὼ κεῖνʼ ἂν λάβοιμι προκατασκευάσας ὡς ἄμεινόν ἐστιν αὐτῷ τοῦ τυραννεῖν τὸ ἀφόβως κοινωνεῖν τῇ τυραννίδι τοῦτο ἐπήνεγκεν· ὁ γὰρ νοῦς, ὁ ταῦτα τὰ συμφέροντα ἐνθυμούμενος οὐκ ἂν γένοιτο κακὸς ὥστε ἑτέρῳ τινὶ ἀσυμφόρῳ ἐπιχειρῆσαι.
κεῖνα τὰ κακὰ ἀντὶ τῶν καλῶν.
φρονῶν ἀντὶ φρονοῦντος· ἢ οὕτως, ὁ καλῶς φρονῶν νοῦς οὐκ ἂν κακὸς γένοιτο.
καὶ τῶνδʼ ἔλεγχον τοῦτο μὲν Πυθώδʼ ἰώνζήτησον, φησίν, εἰ τὸν χρησμὸν ὑγιῶς ἀφῖγμαί σοι φέρων εἶτα εἰ κατεκοινώνησα τοῦ μαντείου τῷ Τειρεσίᾳ.
διπλῇ ὅτι καὶ αὐτὸς τὸν ἐμαυτοῦ καταψηφίσομαι θάνατον.
ἴσον γάρ ἐστι κακὸν ἀπωθήσασθαι φίλον ἐσθλὸν καὶ τὸν ἑαυτοῦ βίον.
σοὶ εὐλαβουμένῳ πεσεῖν καὶ ἐπιβουλευθήσεσθαι παρʼ αὐτοῦ καλῶς ἔλεξεν ὁ Κρέων ὅτι ἐν χρόνῳ γνώσῃ τάδʼ ἀσφαλῶς, ὁποῖός εἰμι περὶ σέ· ὁ γὰρ ταχὺ βουλευόμενος καὶ μὴ πολλάκις βασανίζων τὴν γνώμην σφάλλεται πρὸς ὃ ὁ Οἰδίπους φησὶν ὅτι πρὸς τὰς ταχείας ἐπιβουλὰς δεῖ ταχεῖαν καὶ τὴν ἄμυναν εἶναι.
τὰ τοῦδε τὰ τοῦ Κρέοντος τοῦ ἐμοὶ ἐπιβουλευσαμένου.
τἀμὰ ἡ ἄμυνα.
οὕτω λέγεις ὡς μὴ πεισθησόμενός μοι ἀλλʼ ἀντιλέξων τῇ κελεύσει.
ὅσον ἧκον εἰς ἐμὲ καλῶς βουλεύομαι· ἢ οὕτω, τὸ γοῦν ἐμαυτῷ σύμφορον ποιῶ πρὸς ὅ φησιν ὁ Κρέων ὅτι καὶ τὸ ἐμὸν συμφέρον δεῖ σε σκοπεῖν, ὅτι οὐ δεῖ με ἀκαίρως ὑπονοεῖσθαι.
μηδὲν ὧν ὑπονοεῖς.
ἀρκτέον γʼ ὅμως ἀλλὰ χρὴ βασιλεύειν.
ἴδια κινοῦντες κακὰ φιλονεικοῦντες.
οὐκ εἶ ἀντὶ τοῦ οὐκ ἐλεύσῃ· καλῶς δὲ οὐ πυνθάνεται τὴν αἰτίαν τῆς ἔριδος ἐκ παντὸς ἀπαλλαγῆναι αὐτοὺς βουλομένη, ἅμα δὲ καὶ ἵνα μὴ διλογία ᾖ.
δυοῖν ἀποκρίνας ἓν τῶν δύο ποιήσας.
ὀναίμην τοῦ βίου.
τούσδε τοὺς τοῦ χοροῦ.
οἷον μὴ τῇ ὀργῇ εἴκων ἀλλὰ τὰ δέοντα διασκεψάμενος. καλῶς τὸ θελήσας· πολλάκις γὰρ ἐπὶ ταῖς ὀργαῖς μεταγνῶναί τις ὀφείλων αἰδούμενος ἐμμένει τοῖς ἁμαρτήμασιν.
ἢ τὸν ἐν τῷ πρὶν χρόνῳ ἢ τὸν ἐν τῷ εἰρημένῳ λόγῳ — ἀπελογήσατο γάρ —, νῦν δὲ μεγάλην πίστιν ἐπαγόμενον ἀπὸ τοῦ ὅρκου αἰδέσθητι.
ἐναγῆ φίλον γράφε ἐναγῆ φίλων· ἐναγὲς δὲ τὸ σεβάσμιον καὶ ἁγνόν· ἄγος γὰρ τὸ ἱερὸν σέβας ὅθεν καὶ τὸ ἄγη μʼ ἔχει καὶ ὥς σε, γύναι, ἄγαμαι· κατʼ εὐφημισμὸν δὲ καὶ τὰ μιάσματα ἄγη λέγεται καὶ οἱ μιαροὶ ἐναγεῖς καλοῦνται· ὁ δὲ νοῦς, τὸν μηδέποτε ὑπὸ φίλων ἐν ἀφανεῖ αἰτίᾳ γενόμενον ἀλλὰ καθαρὸν ὄντα δεόμεθα μὴ λόγων ἄτιμον ἐκβαλεῖν ἀλλὰ προσδέξασθαι αὐτοῦ τὴν ἀπολογίαν· ἢ ἐναγῆ τὸν ἐνεχόμενον μύσει οὕτω, δεόμεθα τὸν μηδέποτε ἐναγῆ γενόμενον εἰς φίλους μὴ ἐν ἀφανεῖ αἰτίᾳ ἄτιμον ποιήσῃς τῶν λόγων.
εὖ νυν ἐπίστω γίνωσκε ὅτι τούτῳ συνηγορῶν ἐμὲ ἀδικεῖς· οὐδὲν γὰρ ἄλλο ἢ ὄλεθρόν μοι ἐπάγεις εἰ παρόψομαι τὸν ἐπιβεβουλευκότα.
οὐ τὸν πάντων θεῶν ἐπὶ ὅρκον καταπέφευγεν ἐξ οὗ μάλιστα ἐδόκει πεῖσαι τὸν βασιλέα· ἥλιον δὲ ὄμνυσιν ὅτι πάντα ἑωρακὼς αὐτὸς συνῄδει τὸ πᾶν.
ὅτι πύματον ἀντὶ τοῦ ἔσχατος ἀπολοίμην.
τρύχει ψυχὰν λυπεῖ με.
ὁ δʼ οὖν ἴτω τὸ φιλόκοινον αὐτοῦ κἀνταῦθα δείκνυσιν ὡς οὐ διʼ ἑαυτὸν παρακεχωρηκότος ἀλλὰ διὰ τὴν πόλιν κἂν δέῃ αὐτὸν πεισθέντα κινδυνεῦσαι.
ἀναχωρησάτω.
στυγνὸς μὲν εἴκων δῆλος εἶ δῆλος εἶ ὡς ἀηδῶς εἴκων, ὅταν δὲ ἐπὶ τὸ πέρας ἔλθῃς τῆς ὀργῆς τότε βαρέως οἴσεις τὸ πρᾶγμα οἷον μετανοήσεις καὶ ἄδικα ἐνθυμηθήσῃ· ἔτι δὲ ἐμμένει ὁ Κρέων τῇ αὐτῆ παρρησίᾳ ἐπιστάμενος ὡς οὐδὲν ἐσκαιώρησεν.
σοῦ μὲν τυχὼν ἀγνῶτος σοῦ μὲν μὴ ἐπισταμένου τὴν ἐμὴν προαίρεσιν οἷον ἠγνοηκότος με παρὰ δὲ τούτοις τῆς ὁμοίας δόξης ἣν καὶ πρῴην εἶχον περὶ ἐμέ.
ὡς κατέγνωκεν ὁ χορὸς τοῦ Οἰδίποδος παρακελεύεται τῇ γυναικὶ εἰσάγειν αὐτόν.
πιθανῶς μετὰ τὸ διηλλάχθαι αὐτοὺς ἐπιζητεῖ τὴν αἰτίαν, ἅμα δὲ καὶ ἵνα ἀρχὴ γένηται τοῦ ἀναγνωρισμοῦ.
δόκησις ἀγνὼς λόγων ὁ χορὸς ὑπὲρ ἀμφοτέρων ἀπολογεῖται, ὑπὲρ μὲν τοῦ Κρέοντος ὅτι ἐπʼ ἀδήλοις ἐγκέκληται ὑπὲρ δὲ τοῦ Οἰδίποδος ὅτι εἰκότως ὠργίσθη ἐπὶ τοιούτοις διαβληθείς. τὸ μὴ ʼνδικον: οἷον τὸ μὴ ἐνδίκως θρυλούμενον ὅ ἐστιν ἡ ψευδὴς διαβολὴ κἂν τὸ συνειδὸς ἐρρωμένον ᾖ.
ἀμφοῖν ἀπʼ αὐτοῖν οἷον ἀμφότεροι τῆς διαφορᾶς αἴτιοί εἰσιν;
ἅλις ἔμοιγʼ, ἅλις αὔταρκές μοι φαίνεται στῆσαι τὸν λόγον ἔνθα ἔληξεν ἀντὶ τοῦ ἱκανὰ λέλεκται καὶ αὔταρκές ἐστιν ἀναπεπαῦσθαι τὰ τοῦ λόγου ἔνθα ἔληξεν ἡ στάσις.
ὁρᾷς ἵνʼ ἥκεις; ἀγαθός τοῦτό φησιν ὁ Οἰδίπους ἀγανακτῶν, διὰ τί πρὸς ἕτερον ἀποφεύγεις καίτοι ἀγαθὸς ὢν ἀνὴρ καὶ οὐχ ὁμολογεῖς τὰ λυπήσαντά με τῇ Ἰοκάστῃ; διὰ τί οὖν οὐ συνοργίζῃ μοι ἀλλὰ πραΰνεις με ὑπὲρ τοῦ Κρέοντος;
πολλάκις, φησί, τὰ ἐπελθόντα κατὰ τὴν ἐμὴν διάνοιαν εἶπόν σοι οἷα καὶ ἐν τοῖς ἀνωτέρω ὤμνυεν.
ἴσθε πεφάνθαι με παραφρόνιμον ἀντὶ τοῦ παράφρονα καὶ ἀνόητον καὶ ἄπορον ἐπὶ τὰ φρόνιμα· δὶς δὲ τὸ αὐτὸ εἶπεν ἀντὶ μωρὸν κατὰ διάνοιαν καὶ ἄπορον.
εἰ ἀλλότριόν σε καὶ οὐκ οἰκεῖον νενόμικα· ἢ οὕτως, εἴ σε ἀποκρύπτομαι ἢ ἐκτρέπομαι καὶ οὐ συγγίνομαί σοι· ἢ οὕτως, εἰ βούλομαί σε ἐκβαλεῖν τὸν τοσαῦτα ἡμᾶς εὐεργετήσαντα.
οὔρισας ἔστησας, ἔσῳσας.
λέγε εἰ σαφῆ ἐστιν ἃ μέλλεις ἐγκαλεῖν οἷον ὡμολογημένα.
εὖ τὸ ἅμα παρακαλοῦσαν ἐκτίθεσθαι τὰ εἰς τὴν ὑπόνοιαν αὐτὸν ἐμβαλοῦντα.
καλῶς τὸν τόπον προσέθηκεν ἵνα εἰς ὑπόμνησιν ἀγάγοι τὸν Οἰδίποδα.
διέσχον διῆλθον.
περὶ Δαυλίδα φησὶ τὴν σχιστὴν ὁδόν, ὁ δὲ Αἰσχύλος περὶ Ποτνίας οὕτως ἐπῇμεν τῆς ὁδοῦ τροχήλατον σχιστῆς κελεύθου τρίοδον ἔνθα συμβολὰς τριῶν κελεύθων Ποτνιάδων ἠμείβομεν· τινὲς δὲ τὴν Δαυλίδα Ἀνακρίδα λέγουσιν οὕτω
Κρίσσαν τε ζαθέην καὶ Ἀνακρίδα καὶ Πανοπῆα.
ἀναμιμνήσκεται ὁ Οἰδίπους καὶ τοῦ χρόνου καὶ τοῦ τόπου καὶ πρὸς τὸν Δία φησί, τί μοι ποιήσεις;
εὖ τὰ προφανῆ ταῦτα σημεῖα εἶπεν.
ὀκνῶ δέδοικα· καὶ Ὅμηρος ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν.
οἰκεὺς οἰκέτης, ἐκ τοῦ αὐτοῦ οἴκου ὤν.
οἷον τὸ αἴτημα οὐχ ὑπερέβαλεν δοῦλον.
πάρεστιν οἷον νόμιζε αὐτὸν παρεῖναι.
Φερεκύδης φησὶ Μέδουσαν εἶναι τὴν Πολύβου γυναῖκα θυγατέρα δὲ Ὀρσιλόχου τοῦ Ἀλφειοῦ, οἱ δὲ Ἀντιοχίδα τὴν Χάλκωνος.
Δωρὶς Πελοποννησιακή.
ἠγόμην ἐτρεφόμην, ἐτύγχανον.
ἔδει γὰρ πρὸς τὸ ὀξὺ μὲν ἀκούσαντα ὡς εἴη νόθος θαυμάζειν οὐ μὴν τοσοῦτον φροντίσαι τοῦ πράγματος.
σπουδῆς ἀρετῆς.
πλαστὸς προσποιητός, ἀλλότριος, νόθος.
θατέρᾳ τῇ ἑτέρᾳ, τῇ ἑξῆς.
ἄτιμον ἀνήκουστον· περὶ ὧν γὰρ ἀπῆλθεν οὐκ εἶπεν.
χρείη δέοι.
ἄτλητον κ. ἑ. τὸ μὴ δυνάμενον ὑπὸ ἀνθρώπων ὁρᾶσθαι.
χρόνον τινά, φησίν. πρὸς τοὺς ἀστέρας ἠρίθμουν τὸν χρόνον· ἢ οὕτως, ἐπὶ τὰ ἄστρα ἐπορευόμην· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τὰ πελάγη μετρούντων ὡς ἂν διʼ ἄστρων τεκμαιρομένων τὸν πλοῦν.
πωλικῆς ὑπὸ πώλων ἐζευγμένης.
τὸν τροχηλάτην τὸν ἔμπροσθεν τῶν τροχῶν πορευόμενον.
ὄχου ἅρματος.
κέντροισι πληγαῖς· δὶς ἔπαισέ με τοῖς κέντροις οἷς ἐκέντριζε τοὺς ἵππους, οὐκ ἐπίσης δὲ καὶ παρʼ ἐμοῦ ἔλαβεν.
τοῦ ὑπʼ ἐμοῦ φονευθέντος εἰ ἦν τις πρὸς Λάιον συγγένεια· ἢ οὕτως, εἰ δὲ οὗτος ὁ ξένος ὃν ἀπέκτεινα Λάιός ἐστιν· οὔπω γὰρ οἶδεν εἰ αὐτός ἐστιν.
τοῦδέ γʼ ἀνδρὸς ἀντὶ τοῦ ἐμοῦ.
διʼ ὧνπερ διʼ ὧν χειρῶν.
ἄναγνος ἀντὶ τοῦ μιαρός.
ἐμβατεύειν ἐπιβαίνειν.
ἀντὶ τοῦ μὴ ἀθύμει πρὶν ἂν τὸ ἀληθὲς καταμάθῃς.
φανεροῦ γενομένου καὶ ἐλθόντος τοῦ ποιμένος τίνα ἕξεις γνώμην;
σοὶ ταὔτʼ σοὶ ὅμοια καὶ τὰ αὐτά.
αὐτὸν τὸν βοτῆρα.
οἰόζωνον μονόζωνον, μόνον.
ἐκβαλεῖν ἀποκρύπτεσθαι ἢ ἀποστρέψαι τουτέστιν οὐ δύναται ἀρνεῖσθαι ὁ βουκόλος.
φανεῖ αὐτὸς ὁ θεράπων.
ὥστʼ οὐχὶ μαντείας ὅθεν ἐγὼ χάριν τῆς μαντείας οὔτε ἐπʼ ἐκεῖνα τὰ ῥήματα οὔτε ταῦτα βλέψαιμι οὔτε ἑκατέροις πιστεύσαιμι ἀλλʼ ἀπορῶ.
εἴ μοι ξυνείη φέροντι εἴθε μοι συνοικοίη τὴν ἄχραντον καὶ σεβασμίαν ἀλήθειαν διασῴζοντι οἷον εἴθε μοι συνείη εὐτυχία καὶ λόγων καὶ πραγμάτων ἁγνείαν φυλάττοντι· μοῖρα δὲ εὐτυχία οἷον εἰ ἀληθεύω γένοιτό μοι καὶ εὐτυχεῖν τὸ ἀληθὲς διασῴζοντι· ταῦτα δέ φησι τὴν Ἰοκάστην αἰτιώμενος ὅτι ἀσεβῶς ἔφη ἐψεῦσθαι τὸν Ἀπόλλωνα· φέροντι οὖν τὴν εὔσεπτον ἁγνείαν τῶν λόγων καὶ τῶν ἔργων τῶν περὶ τῶν θεῶν περὶ ὧν νόμοι πρόκεινται, ἔργων καὶ λόγων· τὴν περὶ τούτων λέγοντες ἀκρίβειαν καὶ τῶν μαντειῶν ὅτι οὐδὲν αὐτοῖς ὑγιές ἐστιν.
μοῖρα εὐτυχία.
οὐρανίαν | διʼ αἰθέρα ἀντὶ ἐν οὐρανῷ τεχθέντες.
ὧν νόμων τῶν ὀρθῶς ἐχόντων.
οὐδὲ ὑπὸ ἀνθρώπων εὕρηται ὁ περὶ θεῶν λόγος.
ἐν τοῖς νόμοις μέγας ἐστὶν ὁ θεὸς τουτέστι θεία δύναμις καὶ μεγάλη τοῖς νόμοις ἔνεστιν.
γηράσκει παλαιοῦται, φθείρεται.
ὕβρις φυτεύει τύραννον διὰ τῆς ὕβρεως φύεται καὶ ἀνανεοῦται ὁ τύραννος καὶ ὅταν, φησί, πολλὰ διαπράξηται τότε εἰς μεγάλα ἐμπίπτει διὰ τῆς ὕβρεως ἐπαρθείς· ταῦτα μέν φησι περὶ τῆς Ἰοκάστης ὅτι ἀνεπιτήδεια λέγει περὶ τῶν θείων νόμων τὸν δὲ λόγον ποιοῦσι περὶ τῆς τυραννίδος ἵνα μὴ δόξωσιν ἐμφανῶς αὐτὴν διελέγχειν· ὁ δὲ νοῦς, ὕβρις φυτεύει τύραννον ὁπόταν πολλῶν ὑπερπλησθῇ μάτην ἅ ἐστι μὴ ἐπίκαιρα μηδὲ ἑαυτῷ ἐκείνῳ συμφέροντα· ἀσυνδέτως δὲ εἶπεν. ὕβρις, φησί, μηδὲν καίριον διαπραττομένη εἰς δύσβατον ἀκρώρειαν ἀναβιβάσασα τοὺς χρωμένους αὐτῇ κατεκρήμνισεν· ἢ οὕτως, ἀπότομον ὤρουσεν εἰς ἀνάγκην, ἥλατο εἰς τοῦτο ὥστε αὐτὸν εἰς ἀνάγκην γενέσθαι ὑφʼ ἑτέρων κρατηθῆναι.
ἔνθʼ οὐ ποδὶ χρησίμῳ εἰ μὲν ἐπὶ τοῦ ὑπὸ ὕβρεως δυσσεβοῦντος ἔσται οὕτως, οὐ βαδίζει ὀρθὴν ὁδὸν οὐδὲ χρῆται τοῖς ποσὶ δεόντως εἰ δὲ ἐπὶ τοῦ ὑπὸ ἀνάγκης βιαζομένου, οὐ χρῆται τοῖς αὑτοῦ ποσίν.
ἀντὶ ἀχρήστους καὶ τὰς πορείας ποιεῖται.
ἀξιῶ τὸν θεὸν μὴ λῦσαι τὸ συμφέρον τῇ πόλει ἐξ οὗ κρατεῖ τῶν ἀντιπάλων.
δίκας ἀφόβητος τὴν δίκην μὴ δεδοικώς.
δυσπότμου χάριν χλιδᾶς ἕνεκα, φησί, τῆς ἀνοσίου τρυφῆς καὶ ὑπερηφανίας· ὑπὸ τρυφῆς γὰρ καὶ ἐπὶ ταῦτα οἱ τύραννοι παραγίνονται. ὁ τοιοῦτος ἐν κακῇ εἴη μοίρᾳ ὃς μὴ ἀφέξεται τῶν ἀσέπτων ἢ ἕξεται τῶν ἀθίκτων ὅ ἐστιν ὧν οὐ χρὴ ἔχεσθαι.
ἔρξεται παύσεται, ἐκτὸς ἔσται.
ματᾴζων ματαιοφρονῶν· ἕξεται δὲ ἀντὶ τοῦ ἐπιθυμήσει τῶν ἀθίκτων.
τίς ἔτι τῶν ἀδίκων ἀφέξεται τῷ θυμῷ αὑτοῦ τὰς τῆς ψυχῆς κακίας ἀπελαύνων; ἢ οὕτω, τίς ἂν ἀπελάσειεν αὑτοῦ τὴν τιμωρίαν τοιαῦτα πράττων;
χορεύειν πονεῖν ἢ τοῖς θεοῖς.
οὐκέτι ἄπειμι πρὸς τὸν Ἀπόλλωνα οὐδὲ πρὸς τὸν ἄχραντον καὶ ἀπροσπέλαστον αὐτοῦ νεών.
ἄθικτον καθαρόν· πιθανῶς δὲ τὸ ἐπίθετον, οὗ οὐκ ἀπέσχετο Ἰοκάστη.
Ἀβαὶ τόπος Λυκίας ἔνθα ἱερόν ἐστιν Ἀπόλλωνος.
Ὀλυμπίαν ἢ διὰ τῶν σημείων ὅτι καὶ ἐκεῖ μαντεύονται ὡς καὶ Πίνδαρος ἢ ἐπὶ τῶν πανηγύρεων ὅτι καὶ τῶν τοιούτων ἀφέξομαι εἰ μὴ ταῦτα φανερωθῶσιν.
εἰ μὴ ταῦτα, τὰ τῶν χρησμῶν, ἢ τὰ λεχθέντα ὑπὸ Ἰοκάστης φανερὰ καὶ κατάδηλα γένηται οὐκέτι τιμήσω θεούς.
φθίνοντα γάρ ἀντὶ τοῦ παλαιά, παρεληλυθότα. γράφε φθίνων ἵνʼ ᾖ μὴ λάθοι σε ὁ Λάιος φθίνων ἀλλὰ δείξαις αὐτοῦ τὸν θάνατον· τὰ γὰρ περὶ Λαΐου μαντεύματα ἐκβάλλουσιν καὶ οὐ παραδέχονται τὰ παρὰ τῶν θεῶν εἰρημένα ὡς ἀληθῆ· τὸ δὲ ἐξαιροῦσιν ἀντὶ τοῦ ἀφανίζουσιν· τὰ γὰρ ἐπὶ Λαΐῳ θεσπισθέντα ἐκφαυλίζεται ὑπὸ Ἰοκάστης καὶ παραγράφεται καὶ ψευδῆ νομίζεται.
ἄνακτάς φησι τοὺς τοῦ χοροῦ οἷον βασιλικοὺς καὶ ἐντίμους.
ὑψοῦ γὰρ αἴρει ἀντὶ μετεωρίζεται τὴν ψυχὴν καὶ ὑπερβαλλόντως ἄχθεται πάντα λογιζόμενος, αὐτὸν τὸν φόνον, τὸ τὴν γυναῖκα ἔχειν τοῦ ἀνῃρημένου, τὴν προσδοκωμένην φυγήν, τὸ μὴ δύνασθαι ἀναστρέψαι πρὸς τοὺς οἰκείους, τὸ δέος τῶν χρησμῶν.
οὐδʼ ὁποῖʼ ἀνὴρ | ἔννους οὐχ ὡς συνετὸς ἀνὴρ διὰ τῶν φθασάντων τὰ παρόντα γιγνώσκει· εἰ γὰρ ὁ ὑπὸ Ἀπόλλωνος δοθεὶς τῷ Λαΐῳ χρησμὸς ἠκύρωται δῆλον ὅτι καὶ ἃ νῦν ἐμαντεύσατο ὁ Τειρεσίας ψευδῆ ἐστιν.
ἀλλʼ ἐστὶ τοῦ λέγοντος μόνοις προσέχει τοῖς τὰ δεινὰ καὶ φοβερὰ ἀπαγγέλλουσιν, τῶν δὲ παραμυθουμένων οὐκ ἀνέχεται.
πρός σʼ, ὦ Λύκειʼ Ἄπολλον Λύκειον γυμνάσιόν ἐστιν Ἀθήνησιν ἔνθα Ἀπόλλων τιμᾶται· καὶ Καλλίμαχος ἐγὼ δʼ ἤντησα Λυκείου καλὸν ἀεὶ λιπόωντα κατὰ δρόμον Ἀπόλλωνος· ἄγχιστος οὖν καθὸ οὐ πόρρω τῆς Ἀττικῆς αἱ Θῆβαι· ἢ καὶ ἐν Θήβαις ὁμώνυμον ἦν γυμνάσιον Λυκείου Ἀπόλλωνος· νῦν οὖν οὐ τὸν ἐν Λυκίᾳ ἀλλʼ ἢ τὸν ἐν Θήβαις ἢ ταῖς πλησιοχώροις Ἀθήναις τιμώμενον.
ἄγχιστος πρὸ τῶν θυρῶν γὰρ ἵδρυτο.
ἄγγελος θεράπων Πολύβου.
ἔρχεται ἄγγελος ἀπὸ Κορίνθου ἀπαγγέλλων τὸν θάνατον Πολύβου καὶ ἀντʼ αὐτοῦ τύραννον τὸν Οἰδίποδα αἱρεῖσθαι· οὗτος δέ ἐστιν ὁ ἐκτεθέντα τὸν Οἰδίποδα εὑρὼν καὶ δοὺς Πολύβῳ.
κἀνταῦθα ἔθηκεν τὸ ἀμφίβολον ὃ τέρπει τὸν ἀκροατήν.
τοῦτο πρὸς τὸ γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων· τοῦτο γὰρ τέλειον ἐν γάμῳ· ὅθεν καὶ ἐκ τοῦ ἐναντίου Ὅμηρός φησι καὶ δόμος ἡμιτελής.
ἥδοιο μέν διὰ μὲν τὸ εὖ πράσσειν καὶ ἑτέρας ἀρχῆς ἀντιλαβέσθαι ἡσθήσεσθαί φησιν αὐτὴν ἀσχάλλειν δὲ διὰ τὸ ἀπιέναι Οἰδίπουν ἐπὶ τὰ οἰκεῖα.
διπλῆν τοῦ τε ἥδεσθαι καὶ τοῦ ἀσχάλλειν.
τύραννον αὐτὸν οὑπιχώριοι πιθανῶς ὁ ἄγγελος τὰ ἡδέα πρῶτον ἀπαγγέλλει πρὶν εἰπεῖν τὰ περὶ θανάτου.
τῆς Ἰσθμίας τῆς Κορινθίας· ἐκεῖσε γὰρ ὁ Ἰσθμός.
ἀσμένως ἀκήκοε τῆς τοῦ θανάτου αὐτοῦ ἵνα πάλιν ἀνατρέψῃ τὰ μαντεύματα· οἶδεν γὰρ τὸν Οἰδίποδα τοῦτο δεδοικότα.
θεραπαινίδι κελεύει.
παιδευτικόν τι ἔγκειται τῷ δράματι ὡς οὐ δεῖ καταφρονεῖν τῶν θείων· οἱ γὰρ τοιαῦτα φθεγξάμενοι μετʼ ὀλίγον φανήσονται οἷοί εἰσιν.
ἵνʼ ἐστὲ ὅπου ἐστέ.
σκόπει δοκίμαζε.
σημήνας γράφε σημάντωρ.
ἠθικῶς φησιν ὁ ἄγγελος οὐχ ὡς ἀπὸ τούτων θέλων ἄρξασθαι ἀλλʼ ἀπὸ τῶν ἡδέων.
νόσου ξυναλλαγῇ κοινωνίᾳ νόσου ἀντὶ ὑπὸ νόσου.
ἡ τυχοῦσα πρόφασις ἐξαρκεῖ ὥστε τὸ παλαιὸν σῶμα ἐξενεγκεῖν τοῦ βίου.
εὐνάζει κατακοιμίζει.
τοῦτο ὁ ἄγγελός φησιν ὡς παραμυθούμενος ὅτι μακραίων ἀπέθανεν καὶ οὐ δεῖ ἐπʼ αὐτῷ ἀπολοφύρεσθαι.
ὧν ὑφηγητῶν ὑφʼ ὧν μαντείαν δεχόμενος, τῶν ὀρνεοσκόπων καὶ μάντεων.
κεύθει ἀντὶ κεύθεται, κρύπτεται· καὶ ἐν Ἀντιγόνῃ μητρὸς δʼ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότων.
ἐγὼ δʼ ὅδʼ ἐνθάδε ἐγὼ ὁ ἐνταῦθα ὢν οὐκ ἔλαβον δόρυ ἵνα αὐτὸν ἀποκτείνω εἰ μή τις εἴποι ὅτι τάχα διὰ τὸν ἐμὸν πόθον ἀπέθανεν.
οὕτω δʼ ἂν θανὼν εἴη ʼξ ἐμοῦ τοῦτο ὡς ἐπιμωκώμενός φησι, δῆλον δὲ ἐκ τῶν ἑξῆς· ὁ γὰρ Πόλυβος τὰ παλαιὰ θεσπίσματα, φησί, παραλαβὼν μηδενὸς ἄξια κεῖται παρὰ τῷ Ἅιδῃ.
περὶ τοῦ λείποντος εὐλαβεῖται, τοῦ μιχθῆναι τῇ μητρί.
λέχος λέκτρον.
ᾧ τὰ τῆς τύχης ᾧ ἡ τύχη δεξιῶς ἔχει ἀντὶ τοῦ τῆς ἀγαθῆς τύχης ἐπικρατούσης.
πρόνοια πρόγνωσις.
καλὸν τὸ ζῆν ἀφελῶς.
ὀκνεῖν φοβεῖσθαι.
ὄψις καὶ τεκμήριον τοῦ μὴ τὰ κατὰ τὴν μητέρα ἀποβήσεσθαι ἡ πατρὸς τελευτή.
τοῦτʼ διὰ τοῦτο.
πρὸς δόμους εἰς Κόρινθον.
καλῶς ἀντὶ περιφανῶς.
ἆρʼ οἶσθα ὅτι ἀδίκως εὐλαβῇ;
γεννητῶν τῶν γεγεννηκότων.
ὅτι οὐδέν σοι διαφέρει κατὰ γένος ὁ Πόλυβος.
ὅθʼ ὅτι.
τῷ μηδενὶ τῷ ἠλλοτριωμένῳ καὶ μὴ οἰκείῳ· ἔτι γὰρ Πολύβου νομίζει ἑαυτόν.
ὥσπερ οὐ γέγονας ἐξ ἐμοῦ οὕτως οὐδὲ ἐκ Πολύβου.
ἴδιον τῶν ἐν παραδόξοις ἀκούσμασι τὸ αὐτὸ πολλάκις ἐπερωτᾶν.
κἆθʼ εἶτα.
ἐμπολήσας ἀγοράσας· δηλοῖ δὲ ἡ λέξις καὶ τὸ εὑρών.
κἀπὶ θητείᾳ πλάνης μίσθιος καὶ ἐπὶ μισθῷ πλάνης· ἔστι δὲ ἀρσενικόν.
εἰπόντος τοῦ γέροντος ὅτι σωτήρ σοι γέγονα ὅπερ κοινὸν ἐπὶ πάντων ἐκτεθειμένων ἀναπυνθάνεται ὁ Οἰδίπους ὅτι ἐν ποίῳ ἄρα κακῷ ὄντα κατὰ τὴν ἔκθεσιν λαμβάνει ἵνα ἐκεῖνος εἴπῃ τὸ περὶ τῶν ποδῶν ὅπερ ἐπιγινώσκει ἡ Ἰοκάστη.
ἐκ σπαργάνων χαλεπὴν αἰσχύνην διὰ τὴν τῶν ἄρθρων βλάβην.
ὑπὸ μητρὸς ὠνομάσθην ἢ ὑπὸ τοῦ πατρὸς Οἰδίπους; ἢ πρὸς θεῶν τίνος εἰμὶ μητρὸς ἢ ποίου πατρός;
εἰδεῖτʼ ἂν ἀντὶ τοῦ εἰδείητε ἄν.
σημήναθʼ εἴπατε.
ἐστοχάζετο ὁ χορὸς ἐκεῖνον εἶναι τὸν τὴν ἔκθεσιν ποιησάμενον τοῦ παιδίου διὰ τὸ ἤδη εὐνοϊκὸν τὸ πρόσωπον αὐτοῦ παραστῆσαι τῷ οἴκῳ.
οὐχ ἥκιστα ἀντὶ τοῦ πάνυ· αἱ γὰρ δύο ἀρνήσεις μίαν συγκατάθεσιν ποιοῦσι· μάλιστʼ ἂν ταῦτα εἴποι ἡ Ἰοκάστη.
τί δʼ ὅντινʼ εἶπε; συνίησιν ἤδη τὸ πᾶν ἡ Ἰοκάστη καὶ θέλει ἑαυτὴν διαχειρίσασθαι πρὶν ἔκπυστα γενέσθαι τὰ κακά, τοῦτο δὲ δηλοῖ διὰ τοῦ ἅλις νοσοῦσʼ ἐγώ.
οἴεται τὴν Ἰοκάστην δυσγένειαν αὐτῷ συνειδυῖαν ἀποκρύπτειν καὶ κωλύειν τὴν ζήτησιν.
ʼκ τρίτης τρίτον πεπραμένης καὶ αὐτὸς τρίπρατος.
χαίρειν τρυφᾶν καὶ ἐναβρύνεσθαι.
ἐννοουμένη τὰ τῆς ἀναιρέσεως αὐτὴ μὲν ἀπήλλακται ὁ δὲ Οἰδίπους περιλέλειπται· τὸ γὰρ αὐτοῦ πρόσωπόν ἐστι τὸ περιπαθὲς περὶ ὃ πᾶσα ἡ διάθεσις τοῦ δράματος.
Οἰδίπους ἀντὶ τοῦ ὦ Οἰδίπου· ἔστι δὲ Ἀττικόν.
ἀναρρήξῃ ἐργάσηται.
ἐμαυτὸν τῇ τύχῃ παραδοὺς ἀτιμίαν ἐκφεύξομαι.
τῆς τῆς τύχης.
καὶ τοιοῦτος πεφυκὼς οὐκ ὀκνήσω τὸ γένος ἐξερευνῆσαι τὸ ἡμέτερον.
ὑπονοοῦσιν οἱ κατὰ τὸν χορὸν χρηστότερόν τι περὶ τοῦ Οἰδίποδος ὅτι θειοτέρου γένους τυγχάνει ἀπό τινος τῶν ὀρείων νυμφῶν· ποιοῦνται δὲ τὸν λόγον πρὸς τὸν Κιθαιρῶνα καί φασιν, οὐκ ἔσῃ εἰς τὴν αὔριον ἀπείρατος τοῦ ἡμᾶς αὔξειν σε ὡς τροφὸν καὶ μητέρα τοῦ Οἰδίποδος.
κατὰ γνώμην ἴδρις ἔμπειρος κατὰ τὴν γνώμην ὅ ἐστι συνετός.
αὔξειν μεγαλύνειν, λέγειν.
χορεύεσθαι ἀντὶ ὑμνεῖσθαι.
ὥσπερ τὰ θυμήρη παρέχοντα τοῖς ἐμοῖς βασιλεῦσιν· ἐνόμιζε γὰρ ὁ χορὸς τὸν ἀναγνωρισμὸν ὑπὲρ Οἰδίποδος γίνεσθαι.
ἀναγκαίως πρὸς τὸν Ἀπόλλωνα ἀποτείνει διὰ τὸ ἄρξαι τῶν χρησμῶν.
ἆρά τις προσπελασθεῖσα τοῦ Πανὸς ἢ τοῦ Ἀπόλλωνος θυγάτηρ; καὶ γὰρ οὗτος νόμιος.
πλάκες αἱ ἐξοχαί, αἱ ἀνατάσεις τῶν ὀρῶν· ἀγρόνομοι δὲ ἔνθα τὰ ἄγρια νέμεται ὅ ἐστι τὰ μὴ ἥμερα θηρία.
εἴτε ὁ Ἑρμῆς εἴτε ὁ Διόνυσος ἀπό τινος νύμφης γεννηθέντα σε ἀνεδέξατο.
ὁ Κυλλάνας ἀνάσσων ὁ Ἑρμῆς· νόμιος γάρ.
μὴ συναλλάξαντα μὴ κοινωνήσαντα τουτέστι μὴ συντυχόντα, μὴ εἰς ἀμοιβὴν καὶ ὁμιλίαν ἐλθόντα· θεασάμενος δὲ ὁ Οἰδίπους τὸν πρεσβύτην ἐρχόμενον ὃν μετεπέμψατο στοχάζεται μὲν εἶναι αὐτὸν ἐκ τοῦ γήρως καὶ τῶν ἀγόντων οἰκετῶν τὴν δὲ ἐπιστήμην καὶ ἀκριβῆ γνῶσιν τῷ χορῷ ἀνατίθησιν.
τῷδε τἀνδρὶ ξύμμετρος τῷ Κορινθίῳ ὁμῆλιξ καὶ ἴσος ἐστὶ κατὰ τὴν ἡλικίαν.
τῇ δʼ ἐπιστήμῃ τῇ γνώσει ὑπερβάλλοις ὡς καὶ πρὶν αὐτὸν θεασάμενος.
ἰδὼν ἀντὶ τοῦ ἐγνωκώς.
ἀντὶ τοῦ ἦσαν οἱ πλησιόχωροι.
τῇδέ που μαθὼν ἀντὶ τοῦ ἐκεῖ μαθών.
διπλοῖσι ποιμνίοις δύο ἀγέλαις.
συνήμην, φησί, τούτῳ ἔαρ, θέρος, φθινόπωρον· καὶ οὗτοι ἂν εἶεν οἱ τρεῖς χρόνοι· ἐμμήνους δὲ τοὺς ἐν μησὶν ὁριζομένους, οὐκ ἐνιαυτοῖς.
ἀρκτοῦρον τὴν ἑῴαν ἐπιτολὴν ποιούμενον· ποιεῖ δὲ ταύτην ἡλίου ὄντος παρθένῳ.
συγκατατίθεται ὁ γέρων· ἔδει γὰρ ταῦτα πρῶτον ὁμολογῆσαι εἶτα ἐπάγει τὰ συνεκτικώτατα ἵνα μὴ ᾖ ἔξαρνος.
ἱστορεῖς ἐρωτᾷς, ζητεῖς.
αἰσθηθεὶς ὁ γέρων τοῦ παντὸς ἀρνήσασθαι βούλεται οὐχ ὡς εἰδὼς καὶ ἀποκρυπτόμενος.
ἀντὶ τοῦ; ἀντὶ τίνος;
τί προσχρῄζων μαθεῖν; λείπει ταῦτά με διατίθης.
τοῦτο πάλιν οὐχ ὡς εἰδὼς ὅτι αὐτὸς εἴη ὁ ἐκτεθειμένος ἀλλʼ ὅτι διὰ τὴν ἔκθεσιν ταῦτα πάσχει.
εἰς τόδʼ εἰς τὸ ἀποθανεῖν μὴ λέγων τὸ ἀληθές.
ἐς τριβὰς εἰς βραδυτῆτα καὶ διατριβὰς καὶ ἀναβολάς.
εἰ δευτέραν ἀναμείνῃς ἐξέτασιν.
ἀναλώσαιμι ἀπολέσαιμι.
τεκοῦσα τλήμων; κατʼ ἐρώτησιν.
τοὺς τεκόντας κατὰ σύλληψιν· οὐ γὰρ φονεύει τὴν μητέρα.
παρατηρητέον ὅτι τὸν γέροντα μετεπέμψατο ἐπὶ τὸ ἀνακρῖναι τὸν φόνον τοῦ Λαΐου καὶ προβληθέντος ἑτέρου τινὸς ἐπὶ τὸ ἀναγκαιότερον τρέπεται.
ἐξήκοι ἀποβαίη.
εὖ πεπλαγίασται ὁ λόγος ὡς τὴν πήρωσιν αἰνιττομένου ἀλλʼ ἐπὶ τὸν θάνατον αὐτῷ ὁ λόγος· ἀπορήσας γὰρ ξίφους ἑαυτὸν ἐτύφλωσεν.
καὶ ἐν Αἴαντι ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλʼ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν· καὶ Πίνδαρος τί δέ τις; τί δʼ οὔτις; σκιᾶς ὄναρ ἄνθρωποι.
ἐναριθμῶ ἐξαριθμοῦμαι ἵνʼ ᾖ ῥῆμα πρώτου προσώπου καὶ οὐ δοτικὴ ἀρσενικοῦ.
ὅσον δόξαι εὐδαίμων εἶναι, κατὰ ἀλήθειαν δὲ τοῦτο ἀνθρώπῳ οὐκ ἔστιν· τὸ τῆς τύχης γὰρ ῥεῦμα μεταπίπτει ταχύ.
ἀποκλῖναι πεσεῖν ἢ ἀποβαλεῖν.
τὸν σὸν βίον παράδειγμα ἔχων οὐδένα μακαρίζω καὶ εὐδαιμονίζω.
τοξεύσας ἐπιτυχών, εὐτυχήσας.
τὰν γαμψώνυχα παρθένον τὴν Σφίγγα.
θανάτων τῶν ὑπὸ τῆς Σφιγγὸς γινομένων· πύργος δὲ ἀντὶ τοῦ ἀσφάλεια καὶ ἀπαλέξησις γέγονεν.
ἀκούειν εἰς τὸ ἀκούειν.
συνοικῶν τῇ τοῦ βίου μεταβολῇ.
ᾧ ὑποδοχὴ εἰς τὸ ἄμφω δέξασθαι, σὲ καὶ τὸν πατέρα· ἢ ὅτι μήτηρ ἦν καὶ γυνὴ ἡ Ἰοκάστη ἣν λέγει λιμένα· θαλαμηπόλῳ δὲ νυμφίῳ.
ἄλοκες ἀντὶ τοῦ αὔλακες, αἱ κοῖται, αἱ σποραί, οἱ γάμοι.
πῶς, φησί, φωνὴν οὐκ ἔρρηξαν;
περίαλλʼ περιάλλως.
ἀνέπνευσα διὰ σὲ καὶ νῦν κατέμυσα τὸ ὄμμα ἐξ οὗ δηλοῖ καὶ ἐπήρθημεν περισῳθέντες καὶ νῦν δυστυχοῦντί σοι συνδυστυχοῦμεν.
ἐξάγγελος ἔρχεται ἀπαγγέλλων ὅτι ἀγχόνῃ ἐτελεύτησεν ἡ Ἰοκάστη καὶ ὁ Οἰδίπους ἑαυτὸν ἐτύφλωσεν.
ἀρεῖσθε λήψεσθε.
ἐγγενῶς γνησίως.
ἑκουσίως γὰρ ἑαυτὸν καὶ ὁ Οἰδίπους ἐτύφλωσεν καὶ ἡ Ἰοκάστη ἀπήγξατο· μάλιστα, φησί, τῶν κακῶν λυπεῖ τὰ μὴ ἐκ τύχης συμβάντα ἀλλʼ ὥσπερ ἐπισπαστὰ καὶ αὐτάγρετα γινόμενα.
τὸ ἑξῆς, ὅπως εἰσῆλθεν ἔσω ἐπιρρήξασα τὰς πύλας τουτέστι κλείσασα· Ὅμηρος τὸν τρεῖς μὲν ἐπιρρήσεσκον Ἀχαιοὶ τρεῖς δʼ ἀναοίγεσκον· καλῶς δὲ τοῖς λέκτροις ἐπεμπίπτει· διʼ αὐτὰ γὰρ ἀπόλλυται.
τὴν δὲ τίκτουσαν λίποι | τοῖς οἷσιν αὑτοῦ κ. ἑ. τὴν δὲ γυναῖκα λίποι τοῖς ἑαυτοῦ τουτέστι τῷ υἱῷ γυναῖκα παιδοποιόν.
περιπολοῦντʼ περιερχόμενον ὥσπερ ἐμμανῆ.
ἀνέτρεψε τὰς θύρας καὶ κατέβαλεν ἐκ τῶν πυθμένων.
ἐώρα λέγεται κρέμασις, ὕψωσις, μέταρσις.
ἀρτάνην δεσμόν.
τὴν ἀναρτητικήν· κυρίως δὲ ἀρτάνη λέγεται ἡ ἐκ τῶν καλῳδίων ἀγχόνη.
τὸ συμβαῖνον πᾶσι τοῖς τυφλοῖς εἶπεν· οὐχ ὁρῶντες γὰρ πολλάκις συμπίπτουσιν οἷς οὐκ ἂν ἠβούλοντο, οὐχ ὁρῶσι δὲ ὧν δέονται· ἐν σκότῳ οὖν ἔσται καὶ ἀγνωσίᾳ.
ἐφυμνῶν ἀνοιμώζων.
ἤρασσʼ ἀναπετάσας τοὺς ὀφθαλμοὺς ἔπαιεν.
ἐν τίνι σχολῇ οἷον ἐν ποίᾳ διατριβῇ.
πιθανὴ ἡ αἰτία τοῦ ἐξιέναι αὐτὸν ἵνα, φησί, δείξῃ τοῖς πολίταις ὅτι ἀξίως ἑαυτὸν ἐτιμωρήσατο ἐπὶ ἀκουσίοις παθήμασι καὶ ὡς μέλλων ἑκοντὶ ἐξιέναι τῆς πόλεως διὰ τὰς ἀρὰς ἃς ἔφθασεν ἐπαρασάμενος.
ἴσως οἱ κατὰ τὸν χορὸν ἰδόντες ἀπεστράφησαν μὴ δυνάμενοι θεάσασθαι τὸ πάθος.
ποῦ εἰμι; ἐν ποίῳ χωρίῳ ἡ φθογγή μου φέρεται; τίνος ἀκούω; ποῦ ἐστιν ἡ φθογγὴ ἥτις σφόδρα μοι διαπέταται, ἧς φερομένης ἀκούω; ἢ οὕτως, ἀντὶ τοῦ ἀπέπτη μου καὶ ἡ φωνή.
ἡ μεταφορὰ ἀπὸ τῶν ἀγωνιζομένων πένταθλον καὶ ἁλλομένων.
ἀπότροπον ὃ ἄν τις ἀποτρέψαιτο.
ἄφατον ἀφάτως ἐπεληλυθός.
δυσούριστον ὅρον μὴ ἔχον ἀλλʼ ἀεὶ παραμένον, δυσπεριόδευτον· ἀδάμαστον δὲ ἀνίατον, ὃ οὐδεὶς δαμάσαι δυνήσεται ἢ σκληρὸν καὶ τραχὺ ἀπὸ τοῦ ἀδάμαντος.
οἷον ὁμοῦ με εἰσέδυ ἥ τε ἀπὸ τῆς πηρώσεως ἀλγηδὼν καὶ ἡ τῶν κακῶν ὑπόμνησις.
εἰλήφει γὰρ αὐτὸν ὀδύνη ἐπεὶ νεωστὶ τοῖς κέντροις ἐπεπήρωτο.
ἐμὸς ἐπίπολος γράφεται καὶ ἐμοῖς ἐπὶ πόνοις.
ἐπίπολος ἔτι μόνιμος περιπολῶν ἐμὲ καὶ περιμένων ἔτι· νῦν δὲ τοὺς ἀπὸ τοῦ χοροῦ γνωρίζει ἴσως διὰ τὸ τεταράχθαι ἐπὶ τῷ τοσούτῳ προσφάτῳ κακῷ.
ἐπῆρε ἔπεισε· καὶ Εὐριπίδης ὅστις μʼ ἐπάρας ἔργον ἀνοσιώτατον.
δείλαιε τῆς συνέσεως ἕνεκεν καὶ τῆς συμφορᾶς χάριν· χαλεπὸν γὰρ συνετῷ ἀνθρώπῳ τὰ τοιαῦτα συνενεχθῆναι.
ἀπόλοιτο, φησίν, ὅστις ἀπὸ τῆς ἀγρίας πέδης τῆς διανεμομένης τοὺς πόδας μου ἔλαβεν καὶ διέσῳσέ με.
ἐπὶ ποδίας ἐν τῇ δημοσίᾳ ὁδῷ τῇ ὑπὸ τῶν νομέων πατουμένῃ.
εἰς οὐδενὸς χάριν τὴν ἐμὴν σωτηρίαν ἐργαζόμενος ἀντὶ τοῦ μηδὲν χρηστὸν ἐργασάμενος ἐν τῷ διασῷσαί με.
θανὼν ἀντὶ θανόντος· ἢ τὸ ἦν ἀντὶ τοῦ ἤμην.
ἐξ ὧν ἐτέχθην ἐξ αὐτῶν καὶ τέτοκα.
εἴ τι κακοῦ κάκιον τοῦτʼ ἔλαχεν Οἰδίπους.
τάδʼ τὰ τῆς τυφλώσεως.
φησὶ πρὸ τοῦ θανάτου ταῦτα διαθεῖναι ὅπως ἂν τοῖς γονεῦσι καθʼ Ἅιδου μὴ συντυγχάνῃ ὁρῶν· εἶναι γὰρ αὐτῷ τοῦτο αἰσχρόν.
ἀγχόνης ἐπικρατέστερα, ἅπερ οὐκ ἦν ἰᾶσθαι οὐδὲ ἐν θανάτῳ· διὰ τούτου οὖν ἀπολογεῖται ὅτι μεῖζον κακὸν διεπράξατο εἰς ἑαυτὸν ἢ εἴπερ ἦν τελευτήσας.
ἀλλʼ ἡ τέκνων ἐν ἐρωτήσει.
κηλῖδα ὄνειδος καὶ συμφοράν.
κάλλος κακῶν ὡς εἰ ἔλεγεν τὸ κράτιστον τῶν κακῶν.
ὕπουλον ὕποπτον.
τοὐμὸν αἷμα τὸ τοῦ πατρός φησιν.
ὅτι γράφε ὅταν.
ἐμφύλιον συγγενικόν.
γνώμη.
ἴτʼ πορεύεσθε.
ὧν ἐπαιτεῖς ὧν χρείαν ἔχεις εἰς βοήθειαν.
γένεθλα τὰ τέκνα.
ὑπὲρ σοῦ καὶ οὐχ ὑπὲρ ἐμαυτοῦ λέξω.
ὁ μὲν τῷ προειρημένῳ χρησμῷ ἀξιοῖ ἀκολουθεῖν ὅτι δεῖ ῥίπτειν αὐτὸν ἀπὸ τῆς χώρας ὁ δὲ Κρέων ἐπανερέσθαι φησὶ δεῖν ὅτι καὶ Λαΐου παῖς καὶ βασιλεὺς τυγχάνει.
ἡ χρεία ἡ κατέχουσα ἡμᾶς, φησί, ταῦτα ἀπαιτεῖ.
ἵνα καὶ μετὰ γνώμης θεοῦ ἀπέλθῃς.
κύριον ἴδιον· ἢ ὀφειλόμενον καὶ κεκυρωμένον.
ἵνα δόξω νῦν ἀναιρεῖσθαι ἐν τῷ Κιθαιρῶνι καθὼς τοῖς γονεῦσιν ἐδόκει καὶ νῦν τῷ βουλήματι αὐτῶν ἀπόλλυμαι.
αἷν δυικόν ἐστι, τῶν κορῶν.
μετειχέτην ἀντὶ ἐμοί.
αἰσθάνεται τῶν θυγατέρων παρουσῶν.
τοῖν μοι φίλοιν ἀντὶ τῶν ἐμῶν θυγατέρων· δέον δὲ εἰπεῖν δακρυρροούσαιν ἀρσενικῶς ἐξήνεγκεν· ἔστι δὲ Ἀττικώτερον ὡς τὸ μὰ τὼ θεὼ καὶ τὼ χεῖρε.
αἵτινες χεῖρες τὰ πρόσθεν λαμπρὰ ὄμματα τοῦ ὑμετέρου πατρὸς ὧδʼ ὁρᾶν προὐξένησαν.
προὐξένησαν περιεποίησαν.
πῶς ὑμῖν βιῶναι ἐκ τῶν ἀνθρώπων ἀνάγκη· ἢ ἡ πρὸς ἀντὶ τῆς μετὰ ἀντὶ τοῦ μετὰ ἀνδρῶν.
παραρρίψει συζεύξει.
κἀκ τῶν ἴσων ἐκ τῆς ἀρούρης τῆς αὐτῆς.
ὀνειδιεῖσθε ὑβρισθήσεσθε.
τηλικάσδʼ ἀντὶ τοῦ μικράς.
οὗ καιρὸς καθʼ Ἅιδου.
ἀφοῦ ἀφίστασο· τῇ προσῳδίᾳ δὲ ὡς ἀφαιροῦ.
ὅσα νενίκηκας οὐ συνήνεγκέ σοι· καὶ αὐτάρκως ἔχει τὸ δρᾶμα· τὰ γὰρ ἑξῆς ἀνοίκεια γνωμολογοῦντος Οἰδίποδος.
ᾔδει ἔγνω.
κράτιστος μέγιστος.
μηδένʼ ὀλβίζειν πρὶν ἂν γράφε πάντα προσδοκᾶν ἕως ἄν. Σοφοκλέους. Οἰδίπους. τύραννος.