eul_wid: ycy-ae
DOI 10.5281/zenodo.20335421

Scholia on Sophocles' Ajax by Scholia on Sophocles

ΥΠΟΘΕΣΙΣ ΑΙΑΝΤΟΣ ΜΑΣΤΙΓΟΦΟΡΟΥΤὸ δρᾶμα τῆς Τρωικῆς ἐστι πραγματείας, ὥσπερ οἱ Ἀντηνορίδαι καὶ Αἰχμαλωτίδες καὶ Ἑλένης Ἁρπαγὴ καὶ Μέμνων. πεπτωκότος γὰρ ἐν τῇ μάχῃ τοῦ Ἀχιλλέως ἐδόκουν Αἴας τε καὶ Ὀδυσσεὺς ἐπʼ αὐτῷ πλέον τι ἀριστεύειν περὶ τὴν τοῦ σώματος κομιδήν. καὶ κρινομένων περὶ τῶν ὅπλων κρατεῖ Ὀδυσσεύς. ὅθεν ὁ Αἴας τῆς κρίσεως μὴ τυχὼν παρακεκίνηται καὶ διέφθαρται τὴν γνώμην, ὥστε ἐφαπτόμενος τῶν ποιμνίων δοκεῖν τοὺς Ἕλληνας διαχρήσασθαι. καὶ τὰ μὲν ἀνεῖλε τῶν τετραπόδων, τὰ δὲ δήσας ἀπάγει ἐπὶ τὴν σκηνήν· ἐν οἷς ἐστί τις καὶ κριὸς ἔξοχος, ὃν ᾤετο εἶναι Ὀδυσσέα, καὶ δήσας ἐμαστίγωσεν· ὅθεν καὶ τῇ ἐπιγραφῇ πρόσκειται Μαστιγοφόρος, ἢ πρὸς ἀντιδιαστολὴν τοῦ Λοκροῦ. Δικαίαρχος δὲ Αἴαντος Θάνατον ἐπιγράφει. ἐν δὲ ταῖς διδασκαλίαις ψιλῶς Αἴας ἀναγέγραπται. Ταῦτα μὲν οὖν πράττει ὁ Αἴας. καταλαμβάνει δὲ Ἀθηνᾶ Ὀδυσσέα ἐπὶ τῆς σκηνῆς διοπτεύοντα τί ποτε ἄρα πράττει ὁ Αἴας καὶ δηλοῖ αὐτῷ τὰ πραχθέντα καὶ προκαλεῖται εἰς τὸ ἐμφανὲς τὸν Αἴαντα ἔτι ἐμμανῆ ὄντα καὶ ἐπικομπάζοντα ὡς τῶν ἐχθρῶν ἀνῃρημένων. καὶ ὁ μὲν εἰσέρχεται ὡς ἐπὶ τῷ μαστιγοῦν τὸν Ὀδυσσέα· παραγίνεται δὲ χορὸς Σαλαμινίων ναυτῶν εἰδὼς μὲν τὸ γεγονός, ὅτι ποίμνια ἐσφάγησαν Ἑλληνικά, ἀγνοῶν δὲ τὸν δράσαντα. ἔξεισι δὲ καὶ Τέκμησσα, τοῦ Αἴαντος αἰχμάλωτος παλλακίς, εἰδυῖα μὲν τὸν σφαγέα τῶν ποιμνίων ὅτι Αἴας ἐστίν, ἀγνοοῦσα δὲ τίνος εἶεν τὰ ποίμνια. ἑκάτερος οὖν παρʼ ἑκατέρου μαθόντες τὸ ἀγνοούμενον, ὁ χορὸς μὲν παρὰ Τεκμήσσης, ὅτι Αἴας ταῦτα ἔδρασεν, Τέκμησσα δὲ παρὰ τοῦ χοροῦ, ὅτι Ἑλληνικὰ τὰ σφαγέντα ποίμνια, ἀπολοφύρονται καὶ μάλιστα ὁ χορός. ὅθεν δὴ ὁ Αἴας προελθὼν ἔμφρων γενόμενος ἑαυτὸν ἀπολοφύρεται καὶ τούτου ἡ Τέκμησσα δεῖται παύσασθαι τῆς ὀργῆς· ὁ δὲ ὑποκρινόμενος πεπαῦσθαι ἔξεισι καθαρσίων ἕνεκα καὶ ἑαυτὸν διαχρῆται. εἰσὶ δὲ καὶ ἐπὶ τῷ τέλει τοῦ δράματος λόγοι τινὲς Τεύκρου πρὸς Μενέλαον καὶ πρὸς Ἀγαμέμνονα οὐκ ἐῶντας θάπτειν τὸ σῶμα τοῦ Αἴαντος. τὸ δὲ πέρας, θάψας αὐτὸν Τεῦκρος ἀπολοφύρεται. παρίστησι δὲ ὁ λόγος τῆς τραγῳδίας, ὅτι ἐξ ὀργῆς καὶ φιλονεικίας οἱ ἄνθρωποι ἥκοιεν ἐπὶ τὰ τοιαῦτα νοσήματα, ὥσπερ ὁ Αἴας, προσδοκήσας ἐγκρατὴς εἶναι τῶν ὅπλων καὶ ἀποτυχών, ἔγνω ἑαυτὸν ἀνελεῖν. αἱ δὲ τοιαῦται φιλονεικίαι οὐκ εἰσὶν ἐπωφελεῖς οὐδὲ τοῖς δοκοῦσι νενικηκέναι. ὅρα γὰρ καὶ παρʼ Ὁμήρῳ τὰ περὶ τῆς ἥττης τοῦ Αἴαντος πάνυ διὰ βραχέων καὶ λίαν περιπαθῶς· οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο νόσφιν ἀφειστήκει κεχολωμένη εἵνεκα τευχέων. εἶτα αὐτοῦ ἄκουε τοῦ κεκρατηκότος· ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ. οὐκ ἐλυσιτέλησεν ἄρα αὐτῷ ἡ νίκη, τοιούτου ἀνδρὸς διὰ τὴν ἧτταν ἀποθανόντος. Ἡ δὲ σκηνὴ τοῦ δράματος ἐν τῷ ναυστάθμῳ πρὸς τῇ σκηνῇ τοῦ Αἴαντος. δαιμονίως δὲ εἰσφέρει προλογίζουσαν τὴν Ἀθηνᾶν· ἀπίθανον γὰρ τὸν Αἴαντα προϊόντα εἰπεῖν περὶ τῶν αὑτῷ πεπραγμένων, ὥσπερ ἐξελέγχοντα ἑαυτόν· οὐδὲ μὴν ἕτερός τις ἠπίστατο τὰ τοιαῦτα, ἐν ἀπορρήτῳ καὶ νυκτὸς τοῦ Αἴαντος δράσαντος. θεοῦ οὖν ἦν τὸ τοιοῦτον διασαφῆσαι καὶ Ἀθηνᾶς προκηδομένης τοῦ Ὀδυσσέως, ὥς φησιν ἐφεξῆς· ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυνηγίᾳ.

Διαφόρως δὲ ἱστορήκασι περὶ τοῦ θανάτου τοῦ Αἴαντος. οἱ μὲν γάρ φασιν ὅτι ὑπὸ Πάριδος τρωθεὶς ἦλθεν εἰς τὰς ναῦς αἱμορροῶν, οἱ δὲ ὅτι χρησμὸς ἐδόθη Τρωσὶ πηλὸν κατʼ αὐτοῦ βαλεῖν, σιδήρῳ γὰρ οὐκ ἦν τρωτός, καὶ οὕτω τελευτᾷ· οἱ δὲ ὅτι αὐτόχειρ αὑτοῦ γέγονεν, ὧν ἐστι καὶ Σοφοκλῆς. περὶ δὲ τῆς πλευρᾶς ὅτι μόνην αὐτὴν τρωτὴν εἶχεν ἱστορεῖ καὶ Πίνδαρος, ὅτι τὸ μὲν σῶμα, ὅπερ ἐκάλυψεν ἡ λεοντῆ, ἄτρωτον ἦν, τὸ δὲ μὴ καλυφθέν, ὅπερ ἦν ἡ πλευρά, τρωτὸν ἔμεινε. Τὰ ἐπὶ τῆς σκηνῆς καὶ τοῦ δράματος πρόσωπα. Ἀθηνᾶ· Ὀδυσσεύς· Αἴας, παῖς Τελαμῶνος· χορὸς ἐκ Σαλαμινίων ἀνδρῶν· Τέκμησσα· ἄγγελος· Τεῦκρος, ἀδελφὸς Αἴαντος· Μενέλαος· Ἀγαμέμνων. προλογίζει δὲ Ἀθηνᾶ.

ὦ παῖ Λαρτίου: πάρεστιν Ὀδυσσεὺς ἐπὶ τὴν σκηνὴν ἀγωνιῶν καὶ πολυπραγμονῶν μή τι ἀπὸ ἐχθροῦ πάθῃ. δεῖ δὲ τὸν ὑποκριτὴν πανταχόθεν διαβλέπειν, ὥσπερ δεδοικότα μὴ ὁραθῇ. πάντα δὲ τὰ τῆς ὑποθέσεως συνεκτικὰ ἐδήλωσεν ἐν τῷ προοιμίῳ, πρὸς τίνα ὁ λόγος καὶ ποῦ ἡ σκηνὴ καὶ τί πράττει ὁ Ὀδυσσεύς. ἐν δὲ τῷ πεῖράν τινα ἤδη ἴχνος τι κατέθετο τῆς ὑποθέσεως, ὅτι περὶ ἐχθρόν τι ἥκει. δεῖ δὲ τὰ τῆς ὑποθέσεως συνεκτικὰ εἶναι ἐν ἀρχῇ.

ἀεὶ μέν, ὦ παῖ Λαρτίου: κτητικὸν ἀντὶ τοῦ κυρίου. τὸ δὲ ἑξῆς· ἀεὶ μὲν ὁρῶ σε, ὦ Ὀδυσσεῦ, πείρᾳ καὶ δόλῳ μετιόντα τοὺς ἐχθρούς· πεῖρα γὰρ Ἀττικῶς δόλος καὶ τέχνη, ὅθεν καὶ πειραταὶ οἱ κατὰ θάλατταν κακοῦργοι. τὸ δὲ ἀεὶ εἶπεν ἀναφέρουσα εἰς ἐκεῖνο, ὅτι καὶ μετὰ Διομήδους κατάσκοπος γενόμενος ἐπὶ τοὺς Τρῶας οὐ διέλαθεν αὐτήν, ὡς αὐτὸς μαρτυρῶν φησιν· κλῦθί μοι, αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίστασαι οὐδέ σε λήθω. δυσχεραίνει δὲ ἡ Ἀθηνᾶ τῷ Αἴαντι, ὅτι ἀπώσατο τὴν συμμαχίαν αὐτῆς.

καὶ ἄλλως. ἀεὶ ὁρῶ σε, ὦ Ὀδυσσεῦ, τὴν παρὰ τῶν ἐχθρῶν σοι γινομένην βλάβην ζητοῦντα προϋφαρπάσαι· οἷον, εἰ ἐπιβουλεύει σοί τις, σπουδάζεις τὴν ἐπιβουλὴν τὴν κατὰ σοῦ γινομένην αὐτῷ τῷ ἐπιβουλεύσαντι βλαβερὰν γενέσθαι. τὸ δὲ θηρώμενον, ἐκ μεταφορᾶς τῶν κυνηγῶν, οἳ τὰ μικρὰ θηρία φονεύουσι προφυλαττόμενοι τὴν ἐξ αὐτῶν ἐσομένην βλάβην· πεῖρα γὰρ ἡ βλάβη, ὡς καὶ ἐν Δανάῃ οὐκ οἶδα τὴν σὴν πεῖραν· ἓν δʼ ἐπίσταμαι, τοῦ παιδὸς ὄντος τοῦδʼ ἐγὼ διόλλυμαι.

Λαρτίου: κτητικὸν ἀντὶ κυρίου.

πεῖραν: δόλον.

ἐχθρῶν: λείπει ἡ κατά.

τὸ θηρώμενον ἐπήνεγκεν καὶ τὰ ἄλλα μεταφορικῶς.

θηρώμενον: ἀνιχνεύοντα.

τάξιν ἐσχάτην ἔχει: τὰς γὰρ σκηνὰς τοῦ Αἴαντος ἐσχάτας φησὶ τῶν ἄλλων Ἀχαιῶν εἶναι καὶ Ὅμηρος· τοί ῥʼ ἔσχατα νῆας ἐίσας εἴρυσαν, ἠνορέῃ πίσυνοι. ἐν πεδίῳ Ῥοιτείῳ Ἀχιλλεὺς καὶ Αἴας.

μετρούμενον ἴχνη: ἀκολουθοῦντα τὰ ἴχνη τὰ ἐκείνου νεοχάρακτα, νεωστὶ κεχαραγμένα.

νεοχάραχθʼ: καὶ τὸ νεοχάρακτα εὐφυῶς, ὅ ἐστι νεοτύπωτα. ὁπόταν γὰρ νεωστὶ αἱ ἀποχαράξεις τῶν ζῴων γένωνται, μᾶλλον ἐπακολουθοῦσιν οἱ κυνηγέται, πρὶν ὑπὸ ἀνέμου ἀφανισθῇ ἡ ὀδμή.

εὖ δέ σʼ ἐκφέρει: ἐπάγεταί σε ἡ βάδισις Αἴαντος δίκην κυνὸς εὐοσφρήτου ἀπὸ τοῦ ἴχνους ζητοῦντα εἰ ἔνδον γέγονεν ὁ Αἴας. προέλκονται γὰρ τοὺς κυνηγέτας αἱ κύνες ἐπὶ τὰ ἐπαγόμενα, παρʼ ὃ καὶ ἐπακτῆρας ἔνιοι θέλουσιν αὐτοὺς καλεῖσθαι ὡς ἐπαγομένους ὑπὸ τῶν κυνῶν. καὶ Ὅμηρος· πρὸ δʼ ἄρʼ αὐτῶν ἴχνιʼ ἐρευνῶντες κύνες ἤισαν.

βάσις: λείπει τοῦ Αἴαντος.

ἔνδον γὰρ ἁνὴρ ἄρτι: προσοχὴν ἐργάζεται τῷ ἀκροατῇ περὶ τῶν δηλωθησομένων.

καί σʼ οὐδὲν εἴσω: οὐκ ἀναγκαῖον τὸ πολυπραγμονεῖν ἔτι εἰ ἔνδον ἐστὶν ὁ Αἴας — ἔγνω γὰρ τὸ ἀληθές —, ἀλλὰ λέγειν διὰ τί τὴν σπουδὴν ταύτην ἔθου, ἵνα παρʼ ἐμοῦ τῆς εἰδυίας μάθῃς τὰ ἀγνοούμενά σοι.

ὦ φθέγμʼ Ἀθάνας: καὶ τοῦτο ἄριστα πεποίηται· φθέγμα γὰρ εἶπεν ὡς μὴ θεασάμενος αὐτήν· δῆλον γὰρ ὡς οὐκ εἶδεν αὐτὴν ἐκ τοῦ· κἂν ἄποπτος ᾖς, ὅμως, τουτέστιν ἀόρατος. τῆς δὲ φωνῆς μόνης αἰσθάνεται ὡς ἐθάδος αὐτῷ οὔσης. ἔστι μέντοι ἐπὶ τῆς σκηνῆς ἡ Ἀθηνᾶ· δεῖ γὰρ τοῦτο χαρίζεσθαι τῷ θεατῇ. προθεραπεύει δὲ τὴν θεὸν ὁ Ὀδυσσεὺς καὶ οὕτω λέγει τὰ κατὰ τὸν Αἴαντα.

ἄποπτος: ἀόρατος.

φώνημα: ἀντὶ τοῦ φωνήν.

ξυναρπάζω φρενί: ὀξέως συνίημι καὶ ἀντιλαμβάνομαι.

χαλκοστόμου κώδωνος ὥς: κώδων καλεῖται τὸ πλατὺ τῆς σάλπιγγος· ἀπὸ μέρους δὲ τὴν σάλπιγγά φησι. πολλὰ δὲ εἴδη σαλπίγγων· εἰσὶ γὰρ Λιβυστικαὶ σάλπιγγες, εἰσὶν Αἰγύπτιαι, εἰσὶ Τυρσηνικαί. πρῶτος δὲ Ἀρχώνδας συμμαχῶν τοῖς Ἡρακλείδαις ἤγαγεν εἰς Ἕλληνας τὴν Τυρσηνικὴν σάλπιγγα.

κώδωνος: ἡ κώδων θηλυκῶς Ἀττικῶς.

λείπει φώνημα.

δυσμενεῖ: ἐχθρῷ.

βάσιν: ὁδόν.

κυκλοῦντʼ: τιθέντʼ.

σακεσφόρῳ: οἰκεῖον τοῖς πρώτοις τὸ ὄνομα. σακεσφόρῳ δὲ εἶπεν οὐχ ἁπλῶς ὁπλοφόρῳ, ἀλλὰ κατʼ ἐξοχήν. καὶ Ὅμηρος· Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠύτε πύργον.

ἴσμεν γὰρ οὐδὲν τρανές: σαφές, ἀληθές. καλῶς δὲ τοῦτο ἐποίησεν, ἵνα συνέχηται ἔτι ἡ ὑπόθεσις καὶ τὸ ἄπιστον εἰς ἀμφίγνοιαν αὐτοὺς ἄγῃ.

τρανές: ἀληθές.

ἀλώμεθα: τῷ νῷ ἀλώμεθα.

κἀγὼ ʼθελοντής: διὸ θελοντὴς τοῦτον ὑπέστην τὸν κίνδυνον, ἵνα γνῶ τἀληθές, πάντων τὴν αἰτίαν τοῦ γεγονότος εἰς αὐτὸν ἀναγόντων.

λείας ἁπάσας: τὰς ποίμνας καὶ τὰ βοσκήματα λείας φησὶ κατὰ τὸ κύριον· ἔνθεν καὶ λῃστής. καὶ Ὅμηρος· ληίδα δʼ ἐκ πεδίου συνελάσσαμεν. τὸ δὲ κατηναρισμένας ἄκυρον, τὸ γὰρ σκυλεύειν ἐναρίζειν καὶ τὰ ἔναρα σκῦλα παρὰ τὸ ἀρηρέναι καὶ ἐντὸς αὐτῶν εἶναι ἡμᾶς. καὶ τὸ παρʼ Ὁμήρῳ τοιοῦτόν ἐστιν· ἦ τοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν. πῶς γὰρ οἷόν τέ ἐστι σκυλεύειν τοὺς λέοντας, εἰ μὴ εἴη καὶ ἐπὶ τῶν ἀλόγων ζῴων τὸ σκυλεύειν; Καλλίμαχος δὲ ἐπὶ τῆς λεοντείας δορᾶς· τὸ δὲ σκύλος ἀνδρὶ καλύπτρη γιγνόμενον νιφετοῦ καὶ βελέων ἔρυμα. καὶ Ὅμηρος· ἔναρα βροτόεντα, τὰ παρὰ τῶν ἐν τῷ πολέμῳ πεσόντων συναχθέντα.

κατηναρισμένας: ἐσκυλευμένας, πεφονευμένας. συνεκδοχικόν.

ποιμνίων ἐπιστάταις: τοῖς ποιμέσι. καλῶς δὲ τοῦτο, ἵνα μὴ παραγένοιτό τις ἀπαγγέλλων τὸ σαφές.

ποιμνίων ἐπιστάταις: οἱ μὲν τοὺς ποιμένας, οἱ δὲ τοὺς κύνας· οὐ γὰρ εἴασεν ἡ Ἀθηνᾶ ἀνθρώπους ἀνελεῖν.

ποιμνίων ἐπιστάταις: τοῖς κυσίν· οὐκ εἴασε γὰρ ἡ Ἀθηνᾶ αὐτὸν ἄνθρωπον ἀνελεῖν.

τοῖς ποιμέσιν.

τήνδʼ οὖν ἐκείνῳ: πόθεν αὕτη ἡ ὑπόνοια; ὅτι εἶδέν τις αὐτὸν ἐν τῷ πεδίῳ πηδῶντα μετὰ τοῦ ξίφους νεορράντου ὑπὸ τοῦ αἵματος.

τήνδʼ: τὴν αἰτίαν, τὸν φόνον τοῦ Αἴαντος.

νέμει: τίθησιν. γρ. τρέπει.

καὶ τὰ μὲν σημαίνομαι: ἀντὶ τοῦ σηματίζομαι, διὰ σημείων γινώσκω. καὶ ἄλλως· οἷον σημεῖά τινα ἐμαυτῷ συντίθημι ἀπὸ τοῦ ἴχνους, τὰ δὲ ἀπορῶ. τοιοῦτον γὰρ συμβαίνει περὶ τοὺς ἰχνευτὰς ἐπιταραττομένων τῶν ἰχνῶν, διὰ δὲ τὴν μανίαν δυσίχνευτος καὶ ἐπιτεταραγμένη ἡ βάσις γέγονε τοῦ Αἴαντος.

σημαίνομαι: σηματίζομαι, διὰ σημείων γινώσκω.

ἐκπέπληγμαι: ἀπορῶ διὰ τὴν μανίαν.

ἀπορῶ, ἀμηχανῶ.

γρ. καὶ ἐκπέπληγμαι. ἀπορῶ.

κοὐκ ἔχω μαθεῖν ὅτου: οὐκ ἔχω ὅπως μάθω τίνος ἐστὶν ἢ ποῦ ἐστιν.

κοὐκ ἔχω μαθεῖν τίνος ἐστίν, ἤγουν τίνος χάριν ταῦτα ἔπραξεν ὁ Αἴας.

ὅτου: τίνος ἐστὶ ταῦτα ἢ τίνος χάριν.

λείπει τίνος χάριν.

καιρὸν δʼ ἐφήκεις: καλῶς Ὀδυσσεὺς ἀναμένει τὸ ἀκριβὲς γνῶναι, ἵνα μὴ δοκοίη κατʼ ἐχθροῦ προπετές τι πράσσειν. καὶ ἄλλως· ἐπὶ καιρῷ ἥκεις. εὐφυῶς δὲ ἄρχεται τῆς ὑποθέσεως ὁ ποιητής, ὥστε τρανῶσαι τὸ πᾶν διὰ τῆς Ἀθηνᾶς.

σῇ κυβερνῶμαι χερί: θεραπεύει Ὀδυσσεὺς τὴν Ἀθηνᾶν, ἵνα καὶ ἐν τοῖς ἑξῆς ἔχῃ αὐτὴν εὐμενῆ.

φρενί: ἀντὶ ἀπὸ τῆς φρενός.

χερί: γράφεται φρενί.

ἔγνων, Ὀδυσσεῦ: ταῦτα πρὸς τὰ ἐν ἀρχῇ, ἵνα μὴ δόξῃ ἀγνοεῖν ἡ θεὰ τὸ πρᾶγμα.

κυνηγίᾳ: ἐκ μεταφορᾶς τῶν ὀσφραινομένων.

ἐκ μεταφορᾶς τῶν κυνηγῶν.

θηρεύσει.

ἦ καί, φίλη δέσποινα: ἐν τοῖς ἀμοιβαίοις κατὰ βραχὺ δηλοῦται ἡ ὑπόθεσις. προσκορὲς γὰρ ἦν διηγηματικῷ εἴδει τὸ πᾶν διεξελθεῖν. πυνθάνεται δὲ πρῶτον εἰ ἄρα πρὸς καιρὸν πονεῖ· εἰ γὰρ αὐτός ἐστιν ὁ τὸν φόνον δράσας πρὸς καιρὸν ἂν εἴη πονῶν ὁ Ὀδυσσεύς.

πονῶ: ἐρευνῶ.

ὡς: τὸ ὡς ἀντὶ τοῦ ἀληθῶς.

λίαν, ἀληθῶς.

σοι: διὰ σὲ ἢ κατὰ σοῦ.

καὶ πρὸς τί δυσλόγιστον: ἐπύθετο πρῶτον εἰ αὐτός ἐστιν ὁ δράσας, εἶτα καὶ τὴν αἰτίαν πυνθάνεται. τὸ δὲ δυσλόγιστον, ὅμοιον τῷ πρᾶγος ἄσκοπον· ἀγνοεῖ γὰρ ἔτι τὴν μανίαν.

δυσλόγιστον: μανικῶς.

χόλῳ βαρυνθείς: ὁ μὲν Ὀδυσσεὺς πυνθάνεται πρὸς τί αὐτῷ χρήσιμον, ἡ δὲ τὴν αἰτίαν ἐπήγαγεν, ὑφʼ ἧς κινηθεὶς εἰς χόλον ἤχθη· τοῦτο γάρ ἐστι τὸ λεῖπον τῆς ὑποθέσεως, ἡμεῖς δὲ ὡς οὐ προεπιστάμενοι τὰ πράγματα ἀμβλύτερον κατανοοῦμεν.

χόλῳ βαρυνθείς: ἤδη τὴν μανίαν αὐτοῦ σημαίνει ἔνθεν αὐτῷ ἡ πλάνη γεγένηται.

τί δῆτα ποίμναις: πιθανὸν τὸ τοῦ Ὀδυσσέως πρόσωπον ὡς δεδιότος, ὥστε πλείονας ἐρωτήσεις ἀπὸ τοῦ Ὀδυσσέως γενέσθαι.

ἐν ὑμῖν: ἀντὶ τοῦ ὑμῶν.

φόνῳ: αἵματι.

κἂν ἐξεπράξατʼ, εἰ κατημέλησʼ ἐγώ: μὴ λέγε βούλευμα, φησίν· οὐ γὰρ ἂν ἦν βούλευμα ἀλλὰ πρᾶγμα, εἰ κατημέλησα ἐγώ.

ἐξεπράξατʼ: εἰς τέλος ἤγαγεν.

ποίαισι τόλμαις: ἐρωτᾷ πῶς μόνος ὢν πρὸς πλῆθος ἐδύνατο μάχεσθαι.

τόλμαις: ἐλπίσιν.

φρενῶν: γρ. χειρῶν.

φρενῶν θράσει: ἀλογίστῳ τόλμῃ.

παρέστη: ἐπλησίασεν ἡμῖν.

τέρμʼ: τῆς ὁδοῦ.

στρατηγίσιν: γρ. στρατηγοῖσιν.

πύλαις: ταῖς τῶν σκηνῶν πύλαις.

μαιμῶσαν: γρ. καὶ διψῶσαν.

μαιμῶσαν φόνου: μαιμῶσα ἡ αἵματος διψῶσα καὶ ἐπιθυμοῦσα.

ὃ λέγομεν ἡμεῖς λαιμᾶν.

διψῶσαν αἵματος.

αἵματος ἐπιθυμοῦσαν.

ἐγώ σφʼ ἀπείργω: τὸ ἑξῆς· ἐγώ σφʼ ἀπείργω τῆς ἀνηκέστου χαρᾶς, δυσφόρους γνώμας ἐμβαλοῦσα τοῖς ὄμμασιν.

σφʼ: σφε κυρίως ἀντὶ τοῦ ἡμᾶς.

δυσφόρους: μανικάς.

τῆς ἀνηκέστου χαρᾶς: χαράν φησι τὴν ἐπὶ τῷ δοκεῖν τοὺς Ἕλληνας ἀνῃρῆσαι. ταύτης οὖν αὐτὸν τῆς ἀνηκέστου χαρᾶς ἀπεῖρξα δυσφόρους γνώμας ἐμβαλοῦσα τοῖς ὄμμασιν. καλῶς δὲ εἶπε γνώμας· οὐ γὰρ κλέψαι φησὶ τὴν ὄψιν ὥστε μὴ ὁρᾶν, ἀλλʼ ἐπʼ αὐτῇ γνώμην δύσφορον ἐπιβαλεῖν ὡς οἴεσθαι ἰδεῖν τὰ μὴ ὄντα. τοῦτο δὲ οὐ τῶν ὀφθαλμῶν ἁμάρτημα, ἀλλὰ πολὺ πρότερον τῆς διανοίας.

ἀνηκέστου: ἕνεκεν ἀνιάτου.

ἕνεκα ἀθεραπεύτου, τῆς πολλῆς.

ἄδαστα: ἀμέριστα, ἀδιαίρετα. πιθανὸν δὲ καὶ πρὸς τὸ πλῆθος· ἐλάσσονα γὰρ εἰκός.

ἄδαστα: ἀμέριστα.

βουκόλων: ἀπὸ τοῦ κυριωτέρου μέρους, τῶν βοῶν.

ἔκειρε: εἰργάσατο.

κύκλῳ ῥαχίζων: κατὰ πάντα τόπον τῆς ἐπαύλεως σφάζων καὶ διακόπτων. εἴρηκε δὲ ῥαχίζων διὰ τὸ τὴν πρώτην καὶ μεγάλην διακοπὴν κατὰ ῥάχιν γίνεσθαι. ἐκ μεταφορᾶς καὶ τοὺς μεγάλα κακουργοῦντας ῥαχιστάς φαμεν.

ῥαχίζων: διακόπτων.

δισσοὺς Ἀτρείδας: πιθανῶς τούτων τὰ ὀνόματα εἶπεν· κατʼ αὐτῶν γὰρ πλείων ἡ ἀγανάκτησις ὡς τῆς ἀδικίας προκαταρξαμένων. τὸ δὲ τοῦ Ὀδυσσέως ἐταμιεύσατο τῷ Αἴαντι, ἵνα καὶ μεῖζον εἴη τὸ πάθος, αὐτοῦ φανερῶς παραπαίοντος. κἀπειδὴ γελοῖον προελθόντα τὸν Αἴαντα μαινόμενον λέγειν καὶ παρενοχλεῖν τοῖς θεαταῖς, εἰ προειρήκει πάντα ἡ Ἀθηνᾶ.

ἔχων: γρ. παρών.

ἐμπίπτων: γρ. ἐμπεσών.

ἐγὼ δὲ φοιτῶντʼ ἄνδρα μανιάσιν νόσοις:ἤτοι μαινόμενον· φοῖτος γὰρ ἡ μανία. ἢ περιερχόμενον ἐν τοῖς ποιμνίοις διὰ τὴν μανίαν· λέγει γὰρ μανιάσιν νόσοις. ἢ ἀναστρεφόμενον ἐν τῇ μανίᾳ. ἢ μανιάσιν νόσοις ἀντὶ τοῦ μεθʼ ὁρμῆς μεμηνότα.

φοιτῶντʼ: μεθʼ ὁρμῆς μεμηνότα.

μαινόμενον· φοίτη γὰρ ἡ μανία.

εἰς ἕρκη κακά: γρ. εἰς ἐρινῦν κακήν.

κἄπειτʼ, ἐπειδὴ τοῦδʼ ἐλώφησεν: ἐπαύσατο. ἡ μεταφορὰ ἀπὸ τῶν ὑποζυγίων τῶν ὑπὸ τὸν λόφον ἀναπαυομένων, ὅθεν καὶ τὸ εὐλόφως φέρειν.

ἐλώφησεν: ἐπαύσατο.

τοὺς ζῶντας: τοὺς ζῶντας τῶν βοῶν δηλονότι συνδήσας ὡς αἰχμαλώτους ἄνδρας ἄγει καὶ τὰ λοιπὰ ποίμνια. πιθανὸν δὲ καὶ τοῦτο προειρῆσθαι, ἵνα, ὅταν εἴπῃ ἡ Τέκμησσα περὶ τῶν κριῶν, προεπιστώμεθα τοῦτο.

τοὺς ζῶντας: τὸ σχῆμα κατὰ γένος, ὡς τὸ ψολόεντος ἐχίδνης.

συνδήσας: ἀπὸ βοϊκῶν λώρων.

δείξω δὲ καὶ σοὶ τήνδε: πιθανὴ ἡ παρείσοδος τοῦ Αἴαντος· οὕτω γὰρ μεῖζον γίνεται τὸ πάθος τῆς τραγῳδίας, τῶν θεατῶν νῦν μὲν παραφρονοῦντα ὀλίγῳ δʼ ὕστερον ἔμφρονα θεωμένων· καὶ ἵνα ἰδὼν ὁ Ὀδυσσεὺς ἐξείπῃ τοῖς ἄλλοις Ἕλλησιν. οὕτω δὲ καὶ ἡ εὔνοια τῆς Ἀθηνᾶς ἐνδείκνυται εἰς τὸν Ὀδυσσέα.

περιφανῆ: φανεράν.

λαμπράν, διάδηλον.

θροῇς: εἴπῃς.

λέγῃς.

τὸν ἄνδρʼ: ἰδεῖν λείπει.

ἀποστρόφους: λείπει ποιήσασα.

ἀπευθύνοντα: τιμωρίαν ἀπαιτοῦντα.

προσμολεῖν καλῶ: πρόσω μολεῖν, τουτέστιν ἐξελθεῖν.

στεῖχε: πορεύου.

μηδαμῶς σφʼ ἔξω κάλει: παραιτεῖται ὁ Ὀδυσσεὺς οὐχ ὡς κωμῳδοῦντος τοῦ ποιητοῦ δειλίαν τοῦ ἥρωος — οὕτω γὰρ ἂν ἀφαιρεθείη τὸ τῆς τραγῳδίας ἀξίωμα —, ἀλλὰ τὸ εὐλαβὲς ἐνδείκνυται· ἔμφρονος γὰρ ἦν τὸ τῷ μεμηνότι παραχωρεῖν. ὅρα γὰρ οἷον ἦν προσελθόντα ἐκεῖνον θεάσασθαι τὸν ἐχθρόν.

οὐ σῖγʼ ἀνέξῃ: ἐπιστρέφει ἡ Ἀθηνᾶ ὡς οὐδενὸς ἐσομένου κακοῦ.

τί μὴ γένηται: τί μὴ γένηται φοβῇ; οὐχ ὁ αὐτὸς ἦν καὶ πρότερον ἄνθρωπος; ἀλλʼ οὐδὲν ὑμᾶς εἰργάσατο κακὸν ἡμῶν ἐπιμελουμένων.

λείπει τὸ δέδοικας.

φοβῇ λείπει.

ὅδʼ ἦν: φίλος λείπει.

τῷδε τἀνδρί: δεικτικῶς ἀντὶ τοῦ ἐμοί, τῷ Ὀδυσσεῖ.

ἤγουν ἐμοί.

οὐκοῦν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾶν: σκληρὸν μὲν τὸ λέγειν ἥδιστον τὸ ἐπεγγελᾶν τοῖς ἐχθροῖς, ἀλλὰ θεός ἐστιν οὐκ εὐλαβουμένη τὸ νεμεσητόν. ἄλλως τε καὶ παροξύνουσα τὸν Ὀδυσσέα τοῦτό φησιν.

ἐμοὶ μὲν ἀρκεῖ: μέτριον διεφυλάχθη τὸ τοῦ Ὀδυσσέως ἦθος διὰ τὸ μὴ ἐντρυφᾶν τοῖς κακοῖς.

ἄνδρα περιφανῶς: τρίβραχυς.

περιφανῶς: διαδήλως, ἀληθῶς.

ὀκνεῖς: ποιητικὸν ἀντὶ τοῦ φοβῇ· πυκνῶς γὰρ τίθησι τὸ ὀκνεῖν ἐπὶ τοῦ φοβεῖσθαι.

φοβῇ.

φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην: ἑκατέρῳ τὸ οἰκεῖον παράκειται καὶ οὐ χρὴ τὰ τοῦ Ὀδυσσέως φρονιμώτερα οἴεσθαι τῶν τῆς Ἀθηνᾶς, ἀλλʼ ἐκεῖνο σκοπεῖν, ὅτι ἡ μὲν μετὰ παρρησίας διαλέγεται ὡς θεός, ὁ δὲ ὑπεσταλμένως ὡς θνητὸς τὸν καιρὸν ὁρᾷ, ὅτι ὁμόσε χωρῆσαι τῇ μανίᾳ τοῦ ἐχθροῦ οὐχ ἁρμόζει. φρονοῦντα γὰρ αὐτὸν οὐκ ἂν ἐξέστην ἰδεῖν διʼ εὐλάβειαν, τὸ δὲ νῦν ἐκστῆναι οὐ τῷ Αἴαντι ἀλλὰ τῇ μανίᾳ παραχωρῶν.

ὄκνῳ: φόβῳ.

δειλίᾳ.

ἀλλʼ οὐδὲ νῦν σε: Δίδυμος σημειοῦται τὴν φράσιν: ἀλλʼ οὐδὲ νῦν σε μὴ παρόντʼ ἴδῃ πέλας. τὸ δὲ μὴ ἢ παρέλκον ἢ σύνδεσμος ἀντὶ συνδέσμου, ἀντὶ τοῦ ὡς, ἵνʼ ᾖ· ὡς μὴ πλησίον αὐτοῦ παρόντα.

ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα: καίπερ δεδορκότα τὰ βλέφαρα αὐτοῦ σκοτώσω· ἢ καὶ βλέποντα τὰ βλέφαρα αὐτοῦ ποιήσω μὴ δεδορκότα.

ὦ οὗτος, Αἴας: διὰ τοῦ οὗτος καὶ τοῦ Αἴας δισσὴ ἡ κλῆσις.

δεύτερόν σε προσκαλῶ: ἢ ὅτι καὶ πρότερον ἐκάλεσεν αὐτόν, ὅτε καὶ Ὀδυσσεύς φησι, τί δρᾷς, Ἀθάνα· ἢ ὡς καὶ πρότερον, ὁπότε ἐδόκει συλλαμβάνειν αὐτῷ πρὸς τὴν ἀναίρεσιν.

τί βαιόν: ἢ ὀλίγον ἢ ἀντὶ τοῦ οὐδὲ ὅλως. σύμμαχον δὲ αὐτὴν νομίζει ὡς καὶ ἐν τοῖς ἑξῆς φησιν· ὡς εὖ παρέστης.

τί βαιόν: οὐδαμῶς, οὐδόλως.

οὐδόλως, μικρόν.

ἐντρέπῃ τῆς συμμάχου: ἐπιστροφὴν ποιῇ τῇ συμμάχῳ.

ὦ χαῖρʼ, Ἀθάνα: ἐπέγνω μὲν τὴν Ἀθηνᾶν, τὰ δὲ ἑξῆς τοῦ παραπαίοντος· οὕτω γὰρ ἂν προκόψειεν ἡ ὑπόθεσις. οὐ παντελῶς δὲ αὐτοῦ ἀπώλετο τὸ ἡγεμονικόν, ἀλλʼ ἡ μανία γέγονε περὶ τὸ λογιστικόν· ἐμέμνητο μὲν γὰρ ὡς ἐχθροὺς ἀνελών, περὶ τὸ πρόσωπον δὲ ἐσφάλλετο. ὅτι δὲ ποίμνια ἀνεῖλε καὶ ἐλογίζετο ἄνδρας ἀνῃρηκέναι δῆλον ἐκ τοῦ εἰπεῖν· τῆσδε τῆς ἄγρας χάριν.

ὦ χαῖρʼ, Ἀθάνα: ὑπερβατὸν κατὰ λέξιν.

λαφύροις: δώροις.

ἔγχος: ξίφος.

τὸ δόρυ.

ἡ πρὸς ἀντὶ τῆς ἐν.

κόμπος πάρεστι: καύχημά μοι παραγίνεται καὶ ἔπαρσις λέγοντι τἀληθῆ, ἀλλʼ ὅμως οὐκ ἀπαρνοῦμαι τὸ μὴ οὐχὶ βάψαι τὸ ξίφος εἰς τὸν στρατόν.

ἔπαρσις.

ᾔχμασας: ᾑμάτωσας.

μετὰ αἰχμῆς ἐκίνησας.

οἵδʼ ἀτιμάσουσιν ἔτι: ἐὰν δασυνθῇ τὸ ΟΙΔʼ ἔσται ἐπὶ τῶν Ἀτρειδῶν, εἰ δὲ ψιλωθῇ, τὸ οἶδα ἀντὶ τοῦ ἐπίσταμαι.

ΟΙΔʼ: ἢ γινώσκω ἢ οἵδε καὶ οὗτοι.

παρέλκον τὸ ἔτι.

τὸ σόν: λείπει τὸ ἔπος.

τἄμʼ ἀφαιρείσθων: καλῶς τὰ ἐμὰ ἔφη, ἀντὶ τοῦ ἃ ἔδει με λαβεῖν, οἷον ὧν ὡς ἰδίων ἀπεστερημένος.

ἦ πέφευγέ σε: οὐχ ὡς διαστέλλουσά φησιν, ὡς ἂν εἴποι τις ἔθανεν ἢ πέφευγέ σε, ἀλλὰ παροξύνουσα· φησὶ γὰρ πέφευγε δή σε Ὀδυσσεύς. ἄλλως· κατὰ διαστολήν.

ἦ τοὐπίτριπτον: τὸ ἐπιτρίψεως καὶ βλάβης ἄξιον. καὶ ἔστιν αἰτιατικὴ ἀντὶ γενικῆς, ἀντίπτωσις.

ἦ τοὐπίτριπτον κίναδος: τὸ ἐξῶλες θηρίον· κίναδος γὰρ ἡ ἀλώπηξ. πάνυ δὲ κατατρέχει τοῦ Ὀδυσσέως ὡς ἐχθίστου. καὶ κίναδος σημαίνει ὁ πόρνος καὶ ὁ πανοῦργος.

περὶ τῆς κινάδου, τῆς ἀξίας ἀφανισμοῦ.

τοὐπίτριπτον: τὸ ἐξῶλες θηρίον.

κίναδος: τὸ θηρίον, ἡ ἀλώπηξ.

τὸν σὸν ἐνστάτην λέγω: ἤτοι τὸν κατὰ πάντα ἐνιστάμενόν σοι· ἢ ἰδικῶς ἐπὶ τῆς κρίσεως μόνον, οἷον τὸν σὸν ἀντίδικον, τὸν ἀνθιστάμενόν σοι. κυρίως δὲ ἐνστάτης λέγεται ὁ ἐν τῇ ὁδῷ ἀνθιστάμενός τινι· ὡς εἰ λέγοι τις τὸν Οἰδίποδα τοῦ Λαΐου ἐνστάτην γεγενημένον.

ἐνστάτην: ἀντίδικον. ἐχθρόν.

ἥδιστος, ὦ δέσποινα: καθʼ ἡδονήν μοι. δεσμώτης δὲ λέγεται καὶ αὐτὸς ὁ δέσμιος, ὡς ὁ δεσμώτης Προμηθεύς, καὶ ὁ δεσμῶν, ὡς Κρατῖνος ἐν Πυτίνῃ ἐπὶ τῶν δεσμοφυλάκων· ὄψει γὰρ αὐτὴν ἐντὸς οὐ πολλοῦ χρόνου παρὰ τοῖσι δεσμώταισι καταπιττουμένην.

ἥδιστος: καθʼ ἡδονὴν ἐμοί.

ἔσω: τῆς σκηνῆς.

πρὶν ἂν .... θάνῃ: ὑπερβατὸν κατὰ διακοπὴν ἐννοίας.

ἑρκίου στέγης: τοῦ περιφράγματος τῆς αὐλῆς. ἢ τῆς τοῦ δώματος στέγης· ἑρκίον γὰρ τὸ δῶμα. τὸ δὲ ἑξῆς· πρὶν ἂν δεθεὶς πρὸς κίονα μάστιγι νῶτα φοινιχθεὶς θάνῃ.

τοῦ περιφράγματος τῆς στέγης.

τί δῆτα: διὰ μέσου ἀναγνωστέον τὸν στίχον.

μάστιγι πρῶτον: ἐντεῦθεν ἡ ἐπιγραφὴ τοῦ δράματος. ὁ δὲ νοῦς· οὐ πρότερον φονεύσω αὐτὸν πρὶν ἂν μαστίξω.

χαίρειν, Ἀθάνα, τἄλλʼ ἐγώ σʼ ἐφίεμαι: τὸ ἦθος τῆς ἀπαγγελίας ἀρχαῖον. ἔστι δὲ νῦν τὸ χαίρειν ἀντὶ τοῦ χαρτῶς ἐμοὶ λέγειν. φησὶ δὲ ὡς κατὰ τὰ ἄλλα μὲν εἴκων τῇ θεῷ, τοῦτο δὲ μόνον ἀντιβαίνων. ὑπεροπτικὸν δὲ τὸ ἦθος αὐτοῦ ἐντεῦθεν ἐνδείκνυται ὁ ποιητής, ἐπεὶ πάνυ πρόσκειται ὁ ἀκροατὴς τῷ Αἴαντι διὰ τὴν συμφορὰν καὶ μονονουχὶ χαλεπαίνει τῷ ποιητῇ, ἵνα δόξῃ ἀξιοπαθεῖν ὁ Αἴας μὴ ὑποτεταγμένος τῇ δαίμονι.

ἐγώ σʼ ἐφίεμαι: ἐφίεμαί σε εἰς τὰ ἄλλα κελεύειν μοι καὶ χαίρειν ὡς πειθομένου μου, εἰς τοῦτο δὲ μόνον οὐκ ἀκούσομαί σου.

ἥδε: γρ. ὧδε.

φείδου μηδέν: μηδὲν παρεᾶσαι ὧν ἐννοεῖς.

ἐννοεῖς: γρ. ἐννέπεις.

ὁρᾷς, Ὀδυσσεῦ: παιδευτικὸς ὁ λόγος καὶ ἀποτρεπτικὸς ἁμαρτημάτων· καὶ διὰ τοῦτο ἐπίτηδες καὶ τῷ Ὀδυσσεῖ καὶ τῷ θεατῇ ὑπέδειξε τὸν Αἴαντα δηλῶν ὡς ὁ πρότερον φρόνιμος καὶ πρακτικὸς νῦν ἐξέστη διὰ τὸ θεομαχῆσαι. καὶ τοῦτο δὲ Ὁμήρου παίδευμα, ὅτι, ἐφʼ οἷς αὐχοῦσί τινες, τούτων στεροῦνται παρὰ τῶν θεῶν, ὡς καὶ Θάμυρις τὴν μουσικὴν καὶ Νιόβη τῶν τέκνων.

προνούστερος: προνοητικώτερος.

ἐποικτίρω: ἐλεῶ.

ἔμπας: Ἴωνες ἔμπης φασίν, Ἀττικοὶ δὲ ἔμπας καὶ ἔμπα.

ὅμως.

δυσμενῆ: ἐχθρόν.

ἢ τοὐμὸν σκοπῶν: οἷον ἀφορῶν εἰς τὸ τοῦ ἑτέρου τὸ ἐμόν.

ὁρῶ γὰρ ἡμᾶς: πρὸς τὸ Πινδαρικὸν· τί δέ τις, τί δʼ οὔτις; σκιᾶς ὄναρ ἄνθρωποι. ἀντὶ τοῦ ἀνυπάρκτου τὸ ἀνυπαρκτότερον. ἐνταῦθα μέντοι ἐστὶν ὁ λόγος ἐγγυτέρω τῆς ἀληθείας ἤπερ τὸ Πινδαρικόν· ὁ μὲν γὰρ Πίνδαρος ἐν τοῖς ἀσυστάτοις πεποίηται τὴν ὑπερβολήν, ὁ δὲ ἐν τοῖς φαινομένοις μὲν καὶ δοκοῦσιν οὐχ ὑπάρχουσι δὲ κατʼ ἀλήθειαν. ὁ δὲ Ὅμηρος διʼ ἑνὸς αὐτάρκως τοῦτο δεδήλωκεν εἰπὼν· οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο.

ὁρῶ γὰρ ἡμᾶς: κατὰ πάντα κοινὰ τὰ ἀνθρώπινα.

γνώμη.

εἴδωλʼ: ἀπεικάσματα.

ὑπέρκοπον: φασὶ τὸν Αἴαντα τρίτον ἠσεβηκέναι περὶ τοὺς θεούς. πρῶτον μὲν ἐκβαλὼν τοῦ δίφρου τὴν Ἀθηνᾶν βουλομένην αὐτῷ συμμαχεῖν. δεύτερον τῷ ἀπαλεῖψαι τὴν γλαῦκα τὴν ἐγγεγραμμένην τῷ ὅπλῳ αὐτοῦ ἐξ ἔθους πατρῴου. τρίτον ὅτι οὐκ ἐπείσθη τῷ πατρὶ συμβουλεύοντι πείθεσθαι τοῖς θεοῖς.

τὸ ἑξῆς· ὑπέρκοπον ὁρῶ τὸν Αἴαντα· ἢ μηδὲν ὑπέρκοπον εἰπεῖν πρὸς τοὺς θεούς.

ἀντὶ ὑπέρκομπα.

ἄρῃ: ἐπάρῃς.

χειρί: δυνάμει.

ὡς ἡμέρα κλίνει: ἡμέρα γὰρ μία ἐλαττοῖ καὶ πάλιν αὔξει.

ἐλαττοῖ καὶ ὑψοῖ.

γνώμη.

κλίνει: ταπεινοῖ, ἐλαττοῖ.

κἀνάγει: αὔξει.

τοὺς δὲ σώφρονας: τὸ συναγόμενον τοῦτό ἐστιν, ὅτι δεῖ θεοφιλεῖς μόνον εἶναι τοὺς σώφρονας καὶ ἐπὶ ἄλλῳ μὴ ἀλαζονεύεσθαι.

στυγοῦσι: μισοῦσι.

Τελαμώνιε παῖ: πιθανῶς αὐτῷ ὁ χορὸς ἐσκεύασται ἀπὸ Σαλαμινίων ἀνδρῶν τοῦτο μὲν παρρησιαζομένων ὡς ἐλευθέρων τοῦτο δὲ συμπαθῶς ἐχόντων ὡς πολιτῶν καὶ αἰδημόνως λαλούντων ὡς ὑπηκόων· οὐ γὰρ πιθανὸν ἐξ Ἀχαιῶν εἰσάγειν καὶ διὰ τὸ μὴ ὄντως συνάχθεσθαι καὶ διὰ τὸ μὴ προσκρούειν τῷ βασιλεῖ. τὸ δὲ τῶν αἰχμαλώτων κηδεμονικὸν μέν, ὡς Αἰσχύλος ἐν Θρῄσσαις, οὐ μὴν εὐπρόσωπον· ὅρα γὰρ οἷον αἰχμαλώτους ἐπιτιμᾶν τῷ Μενελάῳ. πιθανὴ δὲ καὶ ἡ εἴσοδος· ἀκούσας γὰρ ὁ Ὀδυσσεὺς παρὰ τῆς Ἀθηνᾶς· δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς· καὶ μαθὼν τὸ σαφὲς δεδήλωκε τοῖς Ἀχαιοῖς. ταύτης οὖν τῆς φήμης ἀκούσαντες οἱ Σαλαμίνιοι παραγεγόνασι μηδέπω ὑπὸ τῆς εὐνοίας πεπεισμένοι ὡς αὐτὸς εἴη ὁ πράξας, ἀλλʼ ἀπιστοῦντες ὡς ὑπὸ ἐχθροῦ πεπλάσθαι οἰόμενοι.

ὁ χορὸς Σαλαμίνιος ἦν, ὅθεν καὶ ὁ Αἴας ἦν. ὑποχωρησάντων δὲ τῶν τριῶν, Ἀθηνᾶς, Ὀδυσσέως καὶ Αἴαντος, τοῦτό φησιν ὁ χορὸς πρὸς ἀλλήλους.

Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου: ἀντὶ τοῦ θεμέλιον, ἕδρασμα. ἤτοι διʼ ὃν ἵσταται ἡ Σαλαμίς. οὐ πάντως δὲ αἱ ἀγχίαλοι καὶ ἀμφίαλοί εἰσιν· οἵα ἐστὶ καὶ ἡ Ἀλεξάνδρεια, ἀγχίαλος μὲν οὐκ ἀμφίαλος δέ. αἱ δὲ νῆσοι καὶ ἀγχίαλοι καὶ ἀμφίαλοί εἰσιν.

σὲ μὲν εὖ πράττοντʼ: ἀντὶ τοῦ σοῦ μὲν εὖ πράσσοντος. ἢ οὕτω· εἰς σὲ μὲν εὖ πράττοντα ἐπιχαίρω, ἵνα λείπῃ ἡ εἰς. ὁ δὲ νοῦς· σοῦ μὲν εὖ πράσσοντος ἐν χαρᾷ ἐσμεν καὶ τὸ ἀνάπαλιν ὁμοίως. τὸ δὲ ὅλον, οἷον· ἐν σοὶ ἐσμέν. τὰ δὲ πράγματα νῦν τοῦ Αἴαντος φαῦλά ἐστι καὶ οὐκ ἐνεχώρει αὐτοῦ διηγήσασθαι τὰ ἀνδραγαθήματα.

σέ: ἀντὶ τοῦ σοῦ, ἀντίπτωσις.

ἐπιχαίρω: ἀντὶ συγχαίρω.

σὲ δʼ ὅταν πληγὴ Διός: πιθανῶς οὐκ ἐλέγχει τὸν βασιλέα ὡς ἡμαρτηκότα, ἀλλὰ τὴν δυσπραξίαν παρέλαβεν ὡς ἀπὸ τῆς εἱμαρμένης.

ζαμενής: δυσμενής.

ἄγαν ὀργίλος.

ἄγαν μανικός.

λόγος ἐκ Δαναῶν: πάνυ εὖνοι ὄντες καὶ ἀπιστοῦσι καὶ ὑπολαμβάνουσιν αὐτὸν ὑπὸ τοῦ ἐχθροῦ σεσυκοφαντῆσθαι.

κακόθρους ἐπιβῇ: ἀπὸ κοινοῦ τὸ ἐπιβῇ· εἰς σὲ δὲ ὅταν νόσος ἐπιβῇ. κακόθρους δὲ οἷόν ἐστι καὶ τὸ ἑξῆς· τοιούσδε λόγους ψιθύρους, ἀντὶ τοῦ διαβόλους.

ἐπιβῇ: ἀπὸ κοινοῦ.

μέγαν ὄκνον ἔχω: ἐν δέει καθέστηκα, ὅταν ᾖ τι τοιοῦτο περὶ σέ.

ὄκνον: δειλίαν, φόβον.

πτηνῆς ὡς ὄμμα πελείας: ἐπεὶ περιδεὲς τὸ ζῷον. ὄμμα δὲ πελείας περιφραστικῶς ἡ πέλεια.

ὡς καὶ τῆς νῦν φθιμένης: ὡς καὶ τῆς παρελθούσης νυκτὸς ἐν φόβῳ γεγόναμεν ἐπὶ τῇ δυσκλείᾳ.

παρελθούσης.

σὲ τὸν ἱππομανῆ: τινὲς τὸν μεγάλως μαινόμενον ἐξεδέξαντο — τὸ γὰρ ἵππος ἐπὶ μεγάλου τάσσεται, ὡς ἱπποσέλινον καὶ ἱππογνώμονα τὸν μεγαλογνώμονα —, ἀλλʼ οὐκ ἐπίστευσεν ὁ χορὸς ὅτι ἐμαίνετο ὁ Αἴας· ἔνιοι δὲ τὸν ἐπὶ ἵπποις μαινόμενον καὶ ἱππικόν, ἀλλʼ οἱ νησιῶται οὐχ ἱππομανοῦσιν οὐδὲ ἱππήλατοί εἰσιν αἱ νῆσοι. τὸ ἱππομανῆ τοίνυν πρὸς τὸ λειμῶνα ἐκληπτέον, οἷον τὸν εὐανθῆ, ἐφʼ ᾧ ἵπποι μαίνονται· ἢ τὸν ἄγαν μεμηνότα καὶ ἀνθοῦντα καὶ ἐξυβρίζοντα τῇ χλόῃ διὰ τὸ πλῆθος· οὕτω Πῖος. καὶ ἄλλως· ἱππομανῆ αὐτὸν λέγει τὸν Αἴαντα ὡς μεγάλως μαινόμενον ἀπὸ μεταφορᾶς τῶν ἵππων — ἡ γὰρ τῶν ἵππων μανία χαλεπωτέρα ἐστὶν — ἢ ἐπὶ ἵπποις μαινόμενον.

τὸν ἱππικόν· ἢ εἰς τὸ λειμῶνα, ἐν ᾧ μαίνονται οἱ ἵπποι.

μεγαλομανῆ.

λοιπή: γρ. κοινή· γρ. κλοπή. καταλελειμμένη, ἀμέριστος.

κοινή.

αἴθωνι: λαμπρῷ ἢ διαπύρῳ.

λαμπρῷ, τμητικῷ, μέλανι.

καυστικῷ.

τοιούσδε λόγους ψιθύρους: ὁ νοῦς· οὐδὲν ἐχυρὸν εἰδὼς ὁ Ὀδυσσεὺς πλάττεται ψευδεῖς λόγους, ἀκούσας μόνον ὡς εἴης ὀφθεὶς σὺν νεορράντῳ ξίφει. καλῶς δὲ καὶ τὸ ψιθύρους λόγους, ὡς διὰ πανουργίαν ἀδεῶς οὐ λέγοντος, ἀλλὰ πρὸς ἕνα ἕκαστον ἐξαπατῶντος λάθρᾳ.

οὐχ ὡς πιστεύων ταῦτα λέγει, ἀλλʼ ὡς ὑπὸ Ὀδυσσέως δολερῶς λεγόμενα.

λαθραίους

κρυφίους.

δολίους, κρυφίους, διαβόλους.

πλάσσων: κινῶν.

περὶ γὰρ σοῦ: ὅτι ἐν ἀτυχίᾳ καθέστηκας τῆς ἥττης χάριν ἢ ἐπεὶ μέγας εἶ εἶχε τὸν φθόνον συμπράττοντα.

καθυβρίζων: χαίρων, ἐπεγγελῶν.

τῶν γὰρ μεγάλων ψυχῶν ἱείς: τροπικῶς ὡς ἐπὶ τῶν τοξευόντων κατὰ μεγάλου σώματος, οἷον οὐχ ἁμαρτάνουσιν. πιστὰ οὖν τοῖς ἀκούουσι τὰ κατὰ τῶν μεγάλων διὰ τὸν φθόνον λεγόμενα. καὶ Πίνδαρος· ὄψον δὲ λόγοι φθονεροῖσιν· ἅπτεται δʼ ἐσλῶν ἀεί, χειρόνεσσι δʼ οὐκ ἐρίζει.

ἱείς: ἀντὶ τοῦ ἀφιείς, τοξεύων. ἀπὸ κοινοῦ δὲ τὸ τίς. ὁ δὲ νοῦς· κατὰ μὲν τῶν μεγάλων ψυχῶν ἱείς τις οὐκ ἂν ἁμάρτοι, οἷον τοξεύων τις κατὰ μεγάλων οὐκ ἂν ἀποτύχοι· κατʼ ἐμοῦ δὲ ἱείς τις οὐκ ἂν πείθοι τὸν ἀκούοντα.

γνώμη.

ὡραῖον.

κατὰ δʼ ἄν τις ἐμοῦ: κατʼ ἐμοῦ τοῦ δημοτικοῦ καὶ εὐτελοῦς.

κατὰ δʼ ἄν ....... πείθοι: ὑπερβατὸν κατὰ λέξιν καὶ κατὰ διακοπὴν ἐννοίας.

τὸν ἔχονθʼ: λείπει τὸ εὖ, ἵνʼ ᾖ πρὸς τὸν εὖ ἔχοντα.

γνώμη. λείπει τὸ εὖ. ἢ τὸν δυνάμενον· πρὸς γὰρ τοὺς ἐνδόξους καὶ ἔχοντας εὖ ὁ φθόνος ἕρπει.

γνώμη.

καίτοι σμικροὶ μεγάλων χωρίς: πάνυ αἰδημόνως ὁ χορὸς ἐξελέγχων τὴν ἀδικίαν τῶν Ἑλλήνων οὐ τοῦτο ἄντικρυς ποιεῖ, ἀλλὰ ψιλῶς γνωμολογεῖ. βούλεται γὰρ ἐπιτιμᾶν, ὅτι κακῶς πράττουσι καθαιροῦντες τὸν Αἴαντα καὶ ἑαυτοῖς ἀσυμφόρως· φησὶ γὰρ ὅτι ἀσθενὴς φυλακὴ τοῖς μικροῖς χωρὶς τῶν μεγάλων. τοῦτο δὲ τείνει καὶ ἐπὶ τὸν Αἴαντα, ὅτι δεηθήσονται αὐτοῦ.

σφαλερὸν ... ῥῦμα: ἀντὶ τοῦ ἀσθενὴς φυλακή.

ἀσθενές, ἐπικίνδυνον.

σαθρόν.

πύργου: πόλεως.

ῥῦμα: φύλαγμα.

γνώμη.

ἄριστʼ ἄν: γρ. ἄριστʼ ἂν δράσαι.

καὶ μέγας ὀρθοῖθʼ ὑπὸ μικροτέρων: οὐκ ἔστιν ἐναντίος ὁ λόγος, ἀλλὰ καὶ αὔξησιν ἔχει. εἰ γὰρ ὁ μέγας ὑπὸ τοῦ ἐλάττονος διασῴζεται, πόσῳ μᾶλλον τῶν μειζόνων ἔχεσθαι χρή. κοινωνικὸς δὲ ὁ λόγος καὶ φιλάνθρωπος. καὶ Ὅμηρος· συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν.

ὀρθοῖθʼ: ἀπὸ κοινοῦ.

βοηθοῖτο.

γνώμη.

τοὺς ἀνοήτους: τοὺς Ἕλληνας.

ὑπὸ τοιούτων: ἀνοήτων καὶ φθονερῶν καὶ διαθρεῖν τὰ τοιαῦτα ἀνεπιστημόνων. κἀνθάδε τὸ θορυβῇ σύμφωνόν ἐστι τῷ· τοιούσδε λόγους ψιθύρους πλάσσων. μέχρι γὰρ νῦν ἐν λόγοις ἐστὶν ἡ ἀδικία καὶ θορύβῳ τῷ ἀπὸ τῆς βλασφημίας.

ἀνοήτων.

ἀπαλέξασθαι: ἀντὶ τοῦ ἀντιτάξασθαι.

ἀντιστῆναι ἢ βοηθῆσαι.

παταγοῦσιν ἅτε πτηνῶν ἀγέλαι: ὡς πτηνῶν ἀγέλαι παταγοῦντες. θηλυκῷ τῷ ἀγέλαι ἐπήγαγεν ἀρσενικὴν μετοχήν, τὴν ὑποδείσαντες, πρὸς τὸ νοητόν. ἐν γὰρ ταῖς ἀγέλαις εἰσὶ καὶ ἄρσενες καὶ θήλειαι. ὑφʼ ἓν δὲ ἀναγνωστέον. ὁ δὲ νοῦς· διὰ τοῦτο κομπάζουσι σοῦ ἀφανοῦς ὄντος ὡς πτηνῶν ἀγέλαι παταγοῦντες. καὶ τοῦτο εἰς τὸν κενὸν ψόφον.

αἰγυπιόν: ἀετόν.

Ταυροπόλα: ἤτοι ἡ ἐν Ταύροις τῆς Σκυθίας τιμωμένη· ἢ ἀπὸ μέρους, τῶν ποιμνίων ἡ προστάτις· ἢ ὅτι ἡ αὐτὴ τῇ σελήνῃ ἐστὶν καὶ ἐποχεῖται ταύροις, ἣν καὶ ταυρωπὸν ὀνομάζουσιν· τοὺς πολλοὺς γὰρ τῶν μαινομένων ἐκ σελήνης νοσεῖν ὑποτίθενται διὰ τὸ τῶν νυκτερινῶν δεσπόζειν αὐτὴν φασμάτων. τὸ δὲ ἑξῆς· ἦ ῥά σε ταυροπόλα ὥρμησεν ἐπὶ βοῦς ἀγελαίας. καὶ ἄλλως· τὴν μὲν ἀναίρεσιν τῶν ποιμνίων ὁ χορὸς πιστεύει ὑπὸ Αἴαντος γεγενῆσθαι, οὐκ ἐξ ἰδίας δὲ προνοίας.

εἰς τὸν Ταῦρον τὸ ὄρος ἀναστρεφομένη ἢ ἐν τοῖς Ταύροις τῆς Σκυθίας τιμωμένη.

ὦ μεγάλα φάτις: ὁ χορὸς οὐδέπω πεπιστευκὼς ὅτι ὁ Αἴας τὰ τεθρυλημένα διεπράξατο, ἀλλʼ οἰόμενος ἔκ τινος ὀργῆς θεῶν ταύτην τὴν φήμην γεγενῆσθαι, ποιεῖται πρὸς τὴν φήμην τὸν λόγον. ἔστι δὲ διὰ μέσου ἡ ἀναφώνησις· ὦ θαυμαστὴ φήμη, ἥτις ἐγέννησάς μοι ταύτην τὴν αἰσχύνην· κακὴ γὰρ φήμη ὑπῆρξεν αὕτη περὶ τοῦ Αἴαντος.

προαναφώνησις διὰ μέσου.

θαυμαστὴ φήμη.

πανδάμους: ἢ τὰς παντὸς τοῦ δήμου ἢ τὰς συνηγμένας.

ἤ πού τινος νίκας: ἢ διὰ χάριν τινὸς νίκης. ἀκάρπωτον δὲ ἧς καὶ καρποὺς οὐκ ἐδέξατο.

ἤ πού τινος νίκας: οἴονται ἐκ τούτων αὐτὸν ἐμμανῆ εἶναι. ἆρα οὖν, φησί, χαριζομένη σοι τὸ νικᾶν καρπὸν καὶ ἀπαρχὰς οὐκ ἐδέξατο τῆς νίκης; ἢ ἀπὸ κυνηγεσίων δῶρα οὐ λαβοῦσα ταῦτα ἐπήγαγεν; ὡς καὶ Ὅμηρος ἐπιλελησμένους τινάς φησι καὶ δίκην παρέχοντας τῆς λήθης.

δίκας: γρ. νίκας.

ἀπὸ κοινοῦ τὸ ψευσθεῖσα.

ἢ χαλκοθώραξ ἤ τινʼ Ἐνυάλιος: διαστέλλει τὸν Ἄρεα ἀπὸ τοῦ Ἐνυαλίου ὡς ἕτερον δαίμονα ὑπουργὸν τοῦ μείζονος θεοῦ. καὶ δῆλον ἐκ τῶν συνδέσμων· δηλοῦται γὰρ ὁ Ἄρης ἐκ τοῦ χαλκοθώραξ. ὁ δὲ νοῦς· ἢ καὶ ὁ Ἄρης μεμφόμενός σοι, ὡς ἀπαρχὰς δορὸς οὐ λαβών, ἐτίσατό σε τῆς λώβης, τῆς εἰς αὐτὸν γεγενημένης λήθης; πιθανῶς δὲ πλείονας αἰτίας τιθέασιν ἀποροῦντες· οἱ γὰρ στοχαζόμενοι οὐ καθʼ ἓν ἵστανται.

χαλκοθώραξ: ὁ Ἄρης.

ξυνοῦ: κοινοῦ.

ἐννυχίοις μαχαναῖς: ἐτίσατό σε ἐννυχίοις μηχαναῖς, ἐπὶ ταύτης τῆς νυκτός.

λώβαν: ὕβριν, μανίαν.

οὔ ποτε γὰρ φρενόθεν: τοῦτο πρὸς τὸν Αἴαντα οὐ πρὸς τὴν φήμην λέγει.

οὔ ποτε γὰρ φρενόθεν: οὐ γὰρ ἐπὶ τοσοῦτον ἀφρονεῖς ὡς ἄνευ αἰτίας θεῶν ἐμπεσεῖν τοῖς ποιμνίοις. ἀριστερὰ δὲ τὰ μωρὰ οἱ παλαιοὶ ἐκάλουν, δεξιὰ δὲ τὰ συνετά.

ἀριστερά: μωρά.

ἥκοι γὰρ ἂν θεία νόσος: ἔοικε γὰρ εἶναι θεία νόσος. θεία δὲ ἡ ἐκ θεοῦ κατασκήψασα εἰς αὐτόν. τὴν δὲ νόσον αὐτοῦ φήμην Ἀργείων ὠνόμασεν.

ἥκοι: ἔοικε.

εἰ δʼ ὑποβαλλόμενοι: πειθόμενοι ἢ ὑποβλήτως λέγοντες ἢ ἰδιοποιησάμενοι. εἰ δὲ οὐκ ἔστιν ἀληθῆ ταῦτα, ἀλλὰ πεπλασμένα ὑπὸ τοῦ βασιλέως ἢ Ὀδυσσέως .....

μηχανώμενοι, ὑποσπείροντες.

κλέπτουσι: ὑποσπείρουσι.

τᾶς ἀσώτου: τῆς ἐξώλους καὶ σῴζεσθαι μὴ δυναμένης.

ἢ τᾶς ἀσώτου Σισυφιδᾶν: γράφε καὶ Σισυφίδα. λέγεται δὲ ἡ Ἀντίκλεια, ἀποστελλομένη ἀπὸ Ἀρκαδίας ἐπὶ Ἰθάκην πρὸς Λαέρτην ἐπὶ γάμον, κατὰ τὴν ὁδὸν Σισύφῳ συνελθεῖν, ἐξ οὗ ἦν φύσει Ὀδυσσεύς.

Σίσυφος Κορίνθου βασιλεύς, πανοῦργος ἀνήρ, περὶ οὗ φησιν Ὅμηρος. ὃς κέρδιστος γένετʼ ἀνδρῶν· ὅστις ὑπὸ τοὺς ὄνυχας καὶ τὰς ὁπλὰς τῶν ζῴων ἑαυτοῦ μονογράμματον ἔγραψε τὸ ὄνομα αὑτοῦ. Αὐτόλυκος δὲ κατʼ ἐκεῖνο καιροῦ· ἐκέκαστο κλεπτοσύνῃ θʼ ὅρκῳ τε· καὶ τὰ κλεπτόμενα παρʼ αὐτοῦ τὴν μορφὴν ἤλλασσεν. κλέψας οὖν καὶ Σισύφου θρέμματα καὶ μεταβαλών, ὅμως οὐκ ἔλαθε τὸν Σίσυφον· ἐπέγνω γὰρ αὐτὰ διὰ τῶν μονογραμμάτων. ἐπὶ τούτοις δὲ ἐξευμενιζόμενος τὸν Σίσυφον ἐξένισεν αὐτὸν καὶ τὴν θυγατέρα αὑτοῦ Ἀντίκλειαν συγκατέκλινεν αὐτῷ· καὶ ἔγκυον ἐξ αὐτοῦ γενομένην τὴν παῖδα συνῴκισε Λαέρτῃ, διʼ ὃ Σισύφου ὁ Ὀδυσσεύς.

τὸν Ὀδυσσέα Σισύφου συνήθως φησὶ Σοφοκλῆς. καὶ ἐν Συνδείπνῳ· ὦ πάντα πράσσων, ὡς ὁ Σίσυφος πολὺς ἔνδηλος ἐν σοὶ πάντα χὠ μητρὸς πατήρ. καὶ Αἰσχύλος ἐν Ὅπλων Κρίσει ἀλλʼ Ἀντικλείας ἆσσον ἦλθε Σίσυφος, τῆς σῆς λέγω τοι μητρός, ἥ σʼ ἐγείνατο. καὶ Εὐριπίδης ἐν Κύκλωπι· Σιληνός χαῖρʼ, ὦ ξένʼ· ὅστις δʼ εἶ φράσον πάτραν τε σήν. Ὀδυσσεύς Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ. Σιληνός οἶδʼ ἄνδρα κρόταλον δριμὺ Σισύφου γόνον. φαίνεται δὲ τὸ κακόηθες αὐτοῦ καὶ διὰ τῆς γενέσεως.

μὴ μή μʼ, ἄναξ: τὸ πλῆρες· μὴ μή μοι. ὁ δὲ νοῦς· εἰ δὲ πλάσσουσι ταῦτα καὶ οὐκ ἀληθείᾳ σὺ ἔδρασας μηκέτι κρυπτόμενος ἐν ταῖς ἐφάλοις κλισίαις κακὴν φάτιν ἄρῃς καὶ περιποιήσῃ, ἀλλὰ προελθὼν δεῖξον ψευδῆ τὰ λογοποιούμενα.

τὸ πλῆρες· μὴ μή μοι.

κλισίαις: σκηναῖς.

ἄρῃ: ἐπάρῃς, αὐξήσῃς ἀπὸ σοῦ.

ἀλλʼ ἄνα ἐξ ἑδράνων: ἀλλʼ ἀνάστα ἐκ τῶν θρόνων, ὅπου πολὺν χρόνον σεαυτὸν ἐπεστήριξας τὴν ἐκ τοῦ οὐρανοῦ πεμφθεῖσαν ἄτην αὔξων καὶ οἷον ἐμπυρούμενος ὑπὸ τοῦ πάθους καὶ ἐν ἀγωνίᾳ πολλῇ ὤν.

ἀλλʼ ἄνα: ἀλλʼ ἀνάστηθι.

ἀνάστα.

ὅπου μακραίωνι στηρίζῃ: ὅπου στηρίζῃ μακραίωνι σχολῇ, ὅ ἐστι πολυχρονίῳ, βραδὺν τὸν ἀγῶνα ἐμποιούσῃ σοι. μακραίων δὲ αὐτοῖς δοκεῖ διὰ τὴν εὔνοιαν.

ἀγωνίῳ σχολᾷ: σχολῇ ἐπὶ φόβῳ βραδυτῆτος.

ἐπιφόβῳ βραδυτῆτι.

ἀγωνίῳ: τῇ ἡμῖν ἐμποιούσῃ φόβον.

τῇ ἐπιφόβῳ, τῇ πολεμικῇ.

ἄταν οὐρανίαν: ἀντὶ μετέωρον, μεγάλην. φλέγων δέ, ζωπυρῶν, ἀνεγείρων.

φλέγων: αὔξων, ἀναζωπυρῶν. λείπει τό· ὡς πῦρ.

ἐχθρῶν δʼ ὕβρις: ἡ δὲ τῶν ἐχθρῶν ὕβρις τῶν ταῦτα ἐπὶ σοὶ λεγόντων οὕτω μᾶλλον ἄφοβός ἐστι καὶ ἀδεὴς εἰς τὸ βλασφημεῖν σε διὰ τὸ μὴ φαίνεσθαί σε ἐν τοῖς Ἀχαιοῖς.

ἀτάρβητα: ἀντὶ ἀταρβήτως, ὅ ἐστιν ἀνειμένως.

ὁρμᾶτʼ: λείπει τό· ὡς πῦρ, ἵνʼ ᾖ· ὡς πῦρ ἐν εὐανέμοις βήσσαις.

ὡς τὸ πῦρ.

ἐν εὐανέμοις βάσσαις: τουτέστιν ἐν ἐκείνοις τοῖς τόποις, ὅπου τὰ ὑπὸ σοῦ ἀνῃρημένα ποίμνια ὁρῶντες ἐπεγγελῶσί σοι. ἢ ἐν εὐανέμοις βήσσαις, οἷον ἐν εὐδίᾳ καιρὸν ἔχοντες διαβάλλουσιν.

ὥσπερ ἐν εὐδίᾳ.

καγχαζόντων: γελώντων.

ἐπεγγελώντων.

γλώσσαις: ταῖς λοιδορίαις.

βαρυάλγητʼ: βαρέα καὶ ἀλγεινά.

ἕστακεν: ἐγήγερται.

ναὸς ἀρωγοί: ἔξεισι Τέκμησσα, αἰχμάλωτος γυνὴ τοῦ Αἴαντος, καὶ διδάσκει τὸν χορόν, ὅτι ὁ Αἴας ἐστὶν ὁ σφάξας τὰ ποίμνια. πυνθάνεται δὲ παρὰ τοῦ χοροῦ, ὅτι Ἑλληνικὰ ἦν τὰ σφαγέντα. ἑκάτερος οὖν παρʼ ἑκατέρου τὸ ἀγνοούμενον μανθάνει. πιθανῶς δὲ ἔξεισι· οὐ γὰρ ἐπὶ πολὺ δεῖ ἀπολοφύρεσθαι τὸν χορόν, ἀλλὰ προκόπτειν τὰ τῆς ὑποθέσεως. ἡ δὲ διάθεσις εὖ ἔχει τῷ ποιητῇ. ἐπεὶ γὰρ ἄπεστι Τεῦκρος καὶ Εὐρυσάκης ἔτι νήπιος, Τέκμησσα κατολοφύρεται· οὐ γὰρ ἕτερον πρόσωπον πλησίον τῷ Αἴαντι. αἱ δὲ τοιαῦται γυναῖκες ὑποτίθενται εὔνοιαν ἔχειν πρὸς τοὺς δεσπότας, ὡς Βρισηὶς πρὸς Ἀχιλλέα.

γενεᾶς χθονίων ἀπʼ Ἐρεχθειδᾶν: διὰ τὸ τὴν Σαλαμῖνα συνῆφθαι τῇ Ἀττικῇ καὶ περισπούδαστον τοῖς Ἀθηναίοις αὐτὴν κτήσασθαι. πρὸς εὔνοιαν οὖν τῶν ἀκροωμένων τοῦτό φησιν. ἢ ἐπεὶ ἐξ Αἰγίνης ἐλθὼν ὁ Τελαμὼν ἐβασίλευσε Σαλαμῖνος, ἡ δὲ Αἴγινα τῆς Ἀττικῆς.

οἱ κηδόμενοι τοῦ Τελαμῶνος τηλόθεν οἴκου: ἤτοι τοῦ τηλόθεν οἴκου ὅ ἐστι τῆς μακρὰν Φρυγίας Σαλαμῖνος. ἢ οἱ πρὸ πολλοῦ κηδόμενοι καὶ οὐχὶ νῦν μόνον. ἢ οἱ τηλόθεν ὄντες, ὅ ἐστι ξένοι κατὰ τὸ γένος καὶ ὅμως τοῦ Τελαμῶνος οἴκου κηδόμενοι, εἰ καὶ μὴ προσήκομεν.

ὁ μέγας ὠμοκρατής: ὁ δυσπέπαντον καὶ ἐπώνυμον ἔχων πάθος. ἢ ὁ ὠμὸς καὶ καρτερός. ἢ ὁ ὑπὸ ὠμότητος κεκρατημένος. ἢ ὁ γενναῖος ὁ καὶ τῶν ὠμῶν κρατεῖν δυνάμενος.

θολερῷ ... χειμῶνι: ἐν ταραχώδει ζάλῃ κεῖται, ὅ ἐστι μανίᾳ.

τῷ θολοῦντι τὸν λογισμόν· τῷ τῆς μανίας· ταραχώδει.

χειμῶνι: μανίᾳ.

τί δʼ ἐνήλλακται: τί αὐτῷ παρὰ τὴν ἡμερινὴν ὄχλησιν γέγονε βάρος; οἷον, ἐν τίνι γέγονεν ὁ Αἴας βάρει ὥστε ἀλλοῖος γενέσθαι ἢ κατὰ τὴν πρόσθεν ἡμέραν; τί αὐτῷ βάρος ἐνήλλακται αὕτη ἡ νύξ;

τῆς ἁμερίας: γρ. καὶ ἀημερίας, ἀντὶ τῆς ἀηδοῦς φορᾶς. καὶ ἔστιν ὁ νοῦς τοιοῦτος· ποῖον βάρος ἔλαβεν αὕτη ἡ νὺξ ἀπὸ τῆς προτέρας ἀηδίας;

γρ. ἀημερίας.

παῖ: Τεύθρας ἦν ὁ πατὴρ αὐτῆς.

ἐπεί σε λέχος δοριάλωτον στέρξας ἀνέχει θούριος Αἴας: ἐπεί σε ἔχει ὁ Αἴας δοριάλωτον, στέρξας τὸ λέχος σου. ἢ ἄλλως· ἐπεί σε ἀνέχει ὁ Αἴας, τὸ δοριάλωτόν σου στέρξας λέχος. ἀνέχει δὲ ἀντὶ τοῦ ἔχει· παρέλκει γὰρ ἡ ἀνά. ἢ ἄμεινον γράφειν· στέρξασαν ἔχει.

δοριάλωτον: νόμιμος γαμετὴ ἦν τοῦ Αἴαντος Λυσιδίκη, ἡ Κορωνοῦ.

ἀνέχει: ἀντὶ ἀνυψοῖ, τιμᾷ.

ἄρρητον: κακόφημον μηδὲ λέγεσθαι ὀφείλοντα.

πάθος: γράφεται βάρος.

βάρος.

βάρος: γρ. πάθος.

μανίᾳ γὰρ ἁλούς: τὸ κεφάλαιον τοῦ κακοῦ πρῶτον ἐκτίθεται, ὅτι ἐφύβριστα εἴργασται μανίᾳ περιπεσών· τοῦτο γὰρ τὸ ἀπελωβήθη. ἢ οὕτως· ἐνυβρίσθη καὶ λωβητὸς γέγονεν.

χειροδάικτα σφάγια: θύματα ὑπὸ τῶν χειρῶν αὐτοῦ δαϊχθέντα.

κείνου χρηστήρια: τὰ τολμήματα καὶ αἱ πράξεις. ἢ τὰ διεφθαρμένα ποίμνια, παρὰ τὸ διαχρήσασθαι αὐτά. δηλοῖ δὲ ἡ λέξις καὶ τὸ μαντεῖον, καὶ τὸν χρησμὸν καὶ τὸ ἱερεῖον.

ἃ διεχρήσατο ἐκεῖνος.

πράξεις.

αἴθονος: διαπύρου, θερμοῦ ἐν ταῖς μάχαις. ἢ τὸ θερμὸν νῦν ἐπὶ τοῦ παρακεκινηκότος κείσθω.

διαπύρου, θερμοῦ.

αἴθοπος.

κλῃζομέναν: πεφημισμένην.

τὰν ὁ μέγας μῦθος ἀέξει: ἣν ἀγγελίαν πᾶς λόγος αὔξει. πρῴην μὲν γὰρ μόνοι οἱ Ἕλληνες ἔλεγον περὶ τοῦ Αἴαντος, ἡμεῖς δὲ ἠπιστοῦμεν· νῦν δὲ καὶ ἡμεῖς ἔγνωμεν.

ὤμοι, φοβοῦμαι τὸ προσέρπον: φοβοῦμαι, φησίν, τὸ ἐκ τούτου ἀποβησόμενον, μήπως ἑαυτὸν διαχειρίσηται — εἰκὸς γὰρ τὸν οὕτως ἐξεστηκότα, καίπερ φρόνιμον καὶ συνετὸν πρῴην τυγχάνοντα, μηδὲ ἑαυτοῦ ἀνασχέσθαι· οὐ γάρ φησι, φοβοῦμαι μὴ τιμωρηθῇ ὑπὸ τῶν βασιλέων.

τὸ προσέρπον: τὸ ἐκ τούτου ἀποβησόμενον φοβοῦμαι.

τὸ μέλλον, τὸ ἀποβησόμενον ἐκ τούτου τοῦ αἰτίου.

τὸ ἀποβησόμενον, τὸ μέλλον.

περίφαντος: φανερός ἐστιν ὅτι ταῦτα εἰς ἑαυτὸν διαθήσει.

θανεῖται: ὑπὸ τῶν Ἑλλήνων, οὐ θεόθεν.

παραπλήκτῳ: μανικῇ· παραπλὴξ γὰρ ὁ μανικός.

βοτά: τὰ θρέμματα.

βοτῆρας ἱππονόμους: τοὺς ποιμένας, τοὺς μεγάλως φυλάττοντας. οὗτοι γὰρ ἐνόμιζον καὶ ποιμένας αὐτὸν ἀνῃρηκέναι.

τοὺς κύνας.

τοὺς ποιμένας.

ὤμοι, κεῖθεν κεῖθεν ἄρʼ ἡμῖν: ὡς οἰκουροῦσα τὰ ἔξω ἠγνόει ἡ Τέκμησσα. δεῖ οὖν τὸν μὲν χορὸν τὰ ἔνδον ἀπʼ αὐτῆς γνῶναι, τὴν δὲ ἀπὸ τοῦ χοροῦ τὰ ἔξω.

γνῶσιν λαβοῦσα εἶτα πάντα λεπτομερῶς τὰ πραχθέντα τῷ Αἴαντι διηγεῖται.

τὴν μέν: τὴν ποίμνην.

πλευροκοπῶν: κατὰ τῶν πλευρῶν τύπτων.

δύο δʼ ἀργίποδας: ἐπειδὴ ἴσως τὸν μὲν ἕνα ἐνόμιζεν Ὀδυσσέα εἶναι, τὸν δὲ ἄλλον Νέστορα ἢ Μενέλαον.

ἐδόκει τὸν Νέστορα ποινηλατεῖν ἐνταῦθα· ὃν δʼ ἐδόκει εἶναι Ὀδυσσέα δήσας ἐν τῷ κίονι ἐμάστιξεν.

λευκόποδας.

τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν: ἴσως τοῦτον ἐνόμιζε Νέστορα ὡς ψευδομαρτυρήσαντα κατʼ αὐτοῦ.

μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν παίει: διπλώσας τὸν χαλινὸν παίει τὸν κριὸν ὡς λιγυρᾷ καὶ ὀξυφώνῳ μάστιγι. ἱπποδέτην δὲ ῥυτῆρα, χαλινόν· μέγαν δὲ πρὸς τὸ πικρότερον καθάψασθαι τοῦ ἐχθροῦ.

γρ. καὶ ἱππολέτης.

ῥυτῆρα: χαλινόν.

λιγυρᾷ: ὀξυφώνῳ.

μάστιγι διπλῇ: πρὸς τὸ πικρότερον καθάψασθαι τοῦ ἐχθροῦ διπλώσας τὸν χαλινὸν παίει.

κακὰ δεννάζων: ἀντὶ τοῦ βλασφημῶν. περιστέλλει δὲ καλῶς τὸν λόγον φάσκουσα τὰ ῥήματα μὴ εἶναι τοῦ Αἴαντος ἀλλὰ θεῶν τινος ὑποβολῇ. δαίμονα δέ φησι τὴν μανίαν.

δεννάζων: καὶ λοιδορῶν.

βλασφημῶν.

δαίμων: δαίμονά φησι τὴν μανίαν.

ἡ μανία.

ὥρα τινʼ ἤδη τοι κρᾶτα: ὥρα τινὰ ἡμῶν — ἀντὶ τοῦ ἕκαστον ἡμῶν — προελκυσάμενον τὴν ἐσθῆτα, τοῖς καλύμμασι τὴν κεφαλὴν κρυψάμενον, φυγεῖν. ὁρῶν δὲ ὁ χορὸς ὅτι ἐν μεγίστῳ κακῷ ἐστιν ὁ Αἴας, τὸ μὲν κατὰ τὴν νόσον τὸ δὲ κατὰ τὴν ἀπειλὴν τῶν βασιλέων, διαπορεῖται τί πρακτέον αὐτῷ· πότερον ἐγκαλυψαμένους φεύγειν ὅποι ποτʼ οὖν ἢ ἀποπλεῖν ἐπιβάντας ἐπὶ τῶν νεῶν. καὶ οὐκ ἔστι μὲν μικρὸν τὸ ἐάσαντας τὸν προστάτην ἀπαλλαγῆναι, ἀλλὰ σημαίνουσι διὰ τούτων ἔστιν ὅτε τὰ ἐν ποσὶ δεινά. εἰώθασι γὰρ οἱ ἀποροῦντες ἐξ ἀρχῆς τὰ τοιαῦτα προφέρεσθαι.

τινʼ: ἕκαστον ἀφʼ ἡμῶν.

κλοπάν: φυγήν.

ποντοπόρῳ ναῒ μεθεῖναι: μετιέναι· φεύγειν. ἀντὶ τοῦ ἕκαστον ἡμῶν, φησίν, δεῖ μεθεῖναι, τουτέστι ῥίψαι ἑαυτὸν ἐν τῇ νηὶ καὶ φυγεῖν.

μεθεῖναι: μετιέναι, ὑποχωρῆσαι.

ἐκφεύγειν, μετιέναι.

ἐμβαλεῖν, ἐπαγαγεῖν, ῥίψαι ἑαυτόν.

τοίας: ἀντὶ μεγάλας.

ἐρέσσουσιν: ἀντὶ εὐτόνως κινοῦσιν, ἀπὸ τῶν ἐρεσσόντων. ἀντὶ ἐλαύνουσι, κινοῦσιν.

δικρατεῖς: οἱ δισσοί.

πεφόβημαι λιθόλευστον Ἄρη: ἀντὶ τοῦ εὐλαβοῦμαι τὸ λευσθῆναι.

λιθόλευστον Ἄρη: τὸν θάνατον· καὶ Ὅμηρος· γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀιζυροῖσι βροτοῖσιν.

τὸν διὰ λίθων βολῆς θάνατον.

τὴν πληγήν, τὸν θάνατον.

φησὶ τὸ λευσθῆναι, τὸν θάνατον.

ξυναλγεῖν: ἀντὶ τοῦ συμπαθεῖν.

μετὰ τοῦδε: μετʼ αὐτοῦ ὃν δὴ μοῖρά τις κακὴ κατέχει· λέγει δὲ τὴν μανίαν.

αἶσʼ ἄπλατος: ἀντὶ τοῦ μεγάλη μανία.

οὐκέτι· λαμπρᾶς: οὐκέτι αὐτὸν κατέχει ἡ μανία, ἀλλὰ λήγει ὡς ὀξὺς νότος ταχέως λήγει μὴ γινομένων τινῶν σημείων ἐπὶ τοῖς πνεύμασιν ὥστε παρατείνειν αὐτά. ἢ ταχέως πέπαυται· οἷόν ἐστι καὶ ἐν τῇ κωμῳδίᾳ· ἀλλʼ ἔπεσε ταχέως· δειλινὸς γὰρ ἤρξατο· φησὶν οὖν ἡ Τέκμησσα πεπαῦσθαι αὐτὸν τῆς μανίας, ἵνα προκόπτῃ τὰ τῆς ὑποθέσεως.

οὐκέτι κατέχει αὐτὸν ἡ μανία, ἀλλʼ ὡς ὀξὺς νότος ταχέως λήγει. ἢ ὥσπερ ἀπὸ ἄστρων λαμπάδος νότος ὁρμήσας καταπαύει.

καὶ νῦν φρόνιμος: ἀντὶ τοῦ ἔμφρων γενόμενος ἤρξατο παρακολουθεῖν τῇ συμφορᾷ καὶ ἀλγεῖν.

ἴσχει: γρ. ἔχει.

ἔχει: γρ. θρηνεῖ.

τὸ γὰρ ἐσλεύσσειν: γνώμη.

ὑπερβατὸν κατὰ διακοπὴν λέξεως.

μηδενὸς ἄλλου παραπράξαντος: οἷον μηδενὸς συμπράξαντος καὶ μετασχόντος τῶν ἁμαρτημάτων. ἡ γὰρ κοινωνία τῶν ἁμαρτημάτων φέρει τινὰ παραμυθίαν. περισσὴ δὲ ἡ παρὰ πρόθεσις.

παραπράξαντος: μετασχόντος.

φρούδου: λείπει τὸ ὄντος. καὶ ἀφανοῦς.

ἐρήμου ἢ παρελθόντος, ἀφανοῦς γενομένου.

ἀφανοῦς.

μείων λόγος: ἀντὶ οὐδεὶς λόγος.

μείων: οὐδείς.

λόγος: φροντίς.

γνώμη.

πότερα δʼ ἄν, εἰ νέμοι τις αἵρεσιν: εἰ δοίη τις αἵρεσιν ποῖον ἂν προκρίνειας, λυπῶν τοὺς φίλους αὐτὸς ἥδεσθαι ἢ λυπῶν τοὺς φίλους καὶ αὐτὸς λυπεῖσθαι;

ἄριστα ἔχουσιν αἱ ἀντιθέσεις, τῶν μὲν οἰομένων ἐν εὐτυχίᾳ γεγονέναι εἰ πέπαυται τὸ κακόν, τῆς δὲ βουλομένης παραστῆσαι ὅτι ἐν χείροσίν ἐστι τὰ τοῦ Αἴαντος νῦν, ὁπότε καὶ παρακολουθεῖ τοῖς ἁμαρτήμασιν.

εἰπόντος τοῦ χοροῦ ἐν εὐτυχίᾳ εἶναι εἰ πέπαυται ὁ Αἴας τοῦ κακοῦ, ἐπάγει ἡ Τέκμησσα, ὅτι κακόν ἐστι τῷ οὕτως πράξαντι καὶ τὸ πεπαῦσθαι τῶν δεινῶν· παρακολουθῶν γὰρ τοῖς πεπραγμένοις ἐν ὀδύνῃ πλείονι γίνεται. καὶ Εὐριπίδης· τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾷ. πρὸς δὲ τὸ ὑπʼ ἐκείνων εἰρημένον, ὅτι ἐν εὐτυχίᾳ ἂν εἴημεν εἰ πέπαυται, ἀντιτίθησιν οὕτω· πότερα ἂν ἕλοιο, εἴ σοι δοίη τις αἵρεσιν, λυπῶν τοὺς φίλους αὐτὸς ἐν ἡδονῇ διάγειν ἢ κοινωνεῖν τοῦ παντὸς καὶ αὐτός τε λυπεῖσθαι καὶ τοὺς φίλους λυπεῖν; οἷον, ὁ μὲν Αἴας ἐν τῇ μανίᾳ ὢν ἐτέρπετο οἰόμενος τιμωρεῖσθαι τοὺς ἐχθρούς, ἐγὼ δὲ ἐλυπούμην ὁρῶσα αὐτόν· νυνὶ δὲ παυσάμενος τῆς μανίας καὶ αὐτὸς λυπεῖται ἐπὶ τοῖς πεπραγμένοις καὶ τοὺς φίλους πάλιν λυπεῖ. νῦν οὖν δεδιπλασίασται τὸ κακόν· τοῦτο δὲ ἀναπτύσσει ὁ χορὸς διὰ τοῦ ἐπιφερομένου· τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν· οἷον, τὸ ἀμφοτέρους λυπεῖσθαι, τὸ καὶ λυπεῖσθαι καὶ λυπεῖν, μεῖζον κακόν.

πότερα δʼ ἄν, εἰ νέμοι τις αἵρεσιν, λάβοις: τὸ τοὺς φίλους ἀνιᾶσθαι καὶ σὲ χαίρειν ἢ συλλυπεῖσθαι λυπουμένοις τοῖς φίλοις.

λάβοις: προκρίνοις.

φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν: ὥσπερ ὁ Αἴας ἐν μανίᾳ ὢν λυπῶν ἡμᾶς αὐτὸς ἥδετο.

αὐτὸς ἥδεσθαι ἢ λυπῶν αὐτοὺς καὶ αὐτὸς λυπεῖσθαι.

ἀνιῶν: λυπῶν.

κοινός: φίλος.

ἡμεῖς ἄρʼ οὐ νοσοῦντες: ἡμεῖς, ἀντὶ τοῦ ὁ Αἴας νῦν μὴ νοσῶν ὀδυνᾷ ἑαυτὸν διὰ τὰ πεπραγμένα.

ἀτώμεσθα νῦν: τὸ ἀτώμεσθα ἀντὶ τοῦ βλαπτόμεθα ἀθυμοῦντες.

βλαπτόμεθα.

φρονοῦντας: γρ. βλέποντας.

ξυνών: τῇ μανίᾳ.

κἀνέπνευσε: γρ. ἀνένευσε.

κατέπαυσε: γρ. ἀνέπνευσε.

τῆς νόσου: τῆς μανίας.

ἡμεῖς θʼ ὁμοίως: ἐμοί, φησί, κατʼ ἄμφω τοὺς καιροὺς συμβέβηκεν ἀνιᾶσθαι, αὐτοῦ τότε μὲν ἐξεστηκότος καὶ τερπομένου νῦν δὲ σωφρονοῦντος καὶ λυπουμένου.

οὐδὲν ἧσσον: συλλυπησόμεθα.

ἆρʼ ἔστι ταῦτα δὶς τόσʼ ἐξ ἁπλῶν κακά:ἁπλῶν μέν, τὸ τοὺς φίλους ἀνιᾶν· δὶς τόσα δέ, ὅτι καὶ αὐτὸς συναλγεῖ.

πῶς γάρ, εἰ πεπαυμένος: πῶς γὰρ ἂν οὐ θεῖόν τι εἴη τὸ κατὰ τὸν Αἴαντα, εἰ πεπαυμένος τοῦ κακοῦ μᾶλλον ἐν ἀνίᾳ διάγει;

πεπαυμένος: ἀντὶ τοῦ σωφρονῶν.

ὡς ὧδʼ ἐχόντων: ὅτι κάκιον νῦν ἐκεῖνος ἔχει.

τίς γάρ ποτʼ ἀρχή: ἀντὶ τοῦ· τίς ἡ προσβολὴ τοῦ κακοῦντος αὐτὸν θεοῦ;

προσέπτατο: προσῆλθεν ἢ διὰ τὸ ἐξαίφνης ἢ διὰ τὸ ἀφανές.

τύχας: δυστυχίας.

κεῖνος γὰρ ἄκρας νυκτός: περὶ πρῶτον ὕπνον. πιθανῶς δὲ καὶ τὸ τοῦ χρόνου πρόσκειται· οἱ γὰρ ἐπιβουλεύοντες τότε τὰς ἐξόδους ποιοῦνται, ὥστε λαθεῖν τὰς παραφυλακάς.

κατὰ τὸν πρῶτον ὕπνον.

ἡνίχʼ ἕσπεροι: ἢ ὅτε οὐκ ἔφαινον ἔτι οἱ ἕσπεροι ἀστέρες ἢ ὅτε ἐσβέσθησαν οἱ λύχνοι. συνετῶς δὲ τοῦτο καὶ οὐ κατὰ μαινόμενον· καὶ ἐκ τῆς τοῦ καιροῦ γὰρ ἐννοίας ἐπιβουλεύοντός ἐστιν ἐπιθέσθαι περὶ πρῶτον ὕπνον. λαμπτῆρες δὲ οἱ κατὰ τὴν οἰκίαν φαίνοντες λύχνοι.

οἱ κατὰ τὴν ἑσπέραν.

λαμπτῆρες: λύχνοι.

ἀστέρες.

ᾖθον: ἀντὶ τοῦ ᾔθοντο.

ἄμφηκες: ἀμφοτέρωθεν ἠκονημένον.

ἐμαίετʼ: ἐζήτει.

κενάς: τὰς οὐκ εἰς χρήσιμον γινομένας.

ʼπιπλήσσω: ἐνίσταμαι.

πεῖραν: πορείαν, ὁδόν.

οὔτε του κλύων: ὥσπερ παρʼ Αἰολεῦσι τὸ ὅτινα κοινόν ἐστι κατὰ γένος οὕτω καὶ παρὰ τοῖς Ἀττικοῖς τὸ του, ὅταν οὕτω συντάσσηται, κοινῶς λέγεται.

ἀεὶ δʼ ὑμνούμενα: ἀντὶ τοῦ· ἀεὶ δὲ θρυλούμενα ὑπὸ πάντων τῶν ἀνθρώπων καὶ κοινά. ἢ ἀεὶ ὑπʼ αὐτοῦ λεγόμενα πρὸς ἐμέ. ὅμοιον δὲ τὸ ἦθος ἐκείνῳ, τῷ· ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε.

γυναιξὶ κόσμον: γνώμη.

οὗτος ὁ στίχος Αἰσχίνου τοῦ ῥήτορος.

κἀγὼ μαθοῦσʼ ἔληξʼ: ἴσως φοβηθεῖσα αὐτὸν οὐ διεκώλυσεν.

φοβηθεῖσα.

καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας:τοῦτο μέν, ἀγνοεῖ ἡ Τέκμησσα λέγειν· τοῦτο δέ, προεῖπεν αὐτὰ ὁ ποιητής. καὶ ἐνοχλεῖν οὐ δεῖ τὸν θεατὴν ταυτολογοῦντα.

ὡς ἀγνοοῦσα τοῦτο λέγει.

κύνας βοτῆρας: ὑφʼ ἓν ἀναγνωστέον· τοὺς ποιμενικοὺς κύνας· οὐ γὰρ ἀναιρεῖ κατὰ τὴν σκηνὴν ἄνθρωπον ἀλλʼ, ὡς ἔξω, κύνας τινὰς ἀνεῖλεν.

ποιμενικούς.

τοὺς κύνας βοτῆράς φησιν.

καὶ τοὺς μὲν ηὐχένιζε: τὸν τράχηλον ἀπέκοπτεν, ἐλαιμοτόμει.

ἐλαιμοτόμει.

τοὺς δʼ ἄνω τρέπων ἔσφαζε: ὅπερ Ὅμηρος αὐερύειν φησίν, ὥστε κατὰ τοῦ λαιμοῦ γίνεσθαι τὴν σφαγήν.

ὥστε φῶτας: δηλονότι κύνας βοτῆρας ὥστε φῶτας.

τέλος δʼ ἀπᾴξας: ἡ μὲν Τέκμησσα ἠγνόει τίνι διείλεκται, ἡμῖν δὲ δεδήλωται ἐκ τοῦ προλόγου, ὅτι Ἀθηνᾶ ἦν ἡ λαλήσασα αὐτῷ· ἀγνοοῦσα δὲ ὅτι ἡ Ἀθηνᾶ αὐτὸν ἐκάλεσεν, διὰ τοῦ ἀπᾴξας τὴν ἔξοδον τῇ μανίᾳ ἀνατίθησιν. τὸ δὲ σκιᾷ τινι, ὅτι οὐ συνέβαλεν τὰ περὶ τὴν θεὸν καὶ ὅτι ἴδιον τοῖς μαινομένοις τὸ τοῖς ματαίοις λαλεῖν.

ὁρμήσας.

λόγους ἀνέσπα: τουτέστι ῥήματα καταγέλαστα λέγων κατὰ τῶν κριῶν ὡς κατὰ ἀνθρώπων ἐποιεῖτο τὴν κόλασιν.

ἐκόμπαζε.

ʼθώυξεν: ἐβόησεν. τὸ δὲ ἑξῆς· ἐν δὲ τοῖς ἐρειπίοις τῶν νεκρῶν τοῦ ἀρνείου φόνου.

ἐβόησεν.

οὐχ ὅτι τοῦτο ἀλγεινόν, τὸ ἀνελεῖν τὰ ποίμνια, ἀλλʼ ὅτι διήμαρτε τῆς τιμωρίας τῶν ἐχθρῶν.

ἐν δʼ ἐρειπίοις νεκρῶν: ἐν δὲ τοῖς πτώμασι τῶν νεκρῶν καταπεσὼν ἔκειτο. θαυμαστῶς δὲ ὑπʼ ὄψιν ἤγαγε τὰ πράγματα, μεταξὺ τῶν πτωμάτων τὴν φαντασίαν ἐπιδεικνύς, οἷον καὶ τὸ παρʼ Ὁμήρῳ περὶ τοῦ Κύκλωπος· τανυσσάμενος διὰ μήλων.

πτώμασι.

ἐρειφθείς: ἀντὶ τοῦ καταπεσών, ἐρριμένος. πάντα γὰρ τὰ ἐπὶ τὴν ἔραν πίπτοντα ἐρείπια καλεῖται. καὶ αἱ ἐρίπναι ἐντεῦθεν καὶ τὰ ἐρείπια. τινὲς δὲ ἐρεισθεὶς γράφουσιν, οἷον ἐπερεισάμενος.

γρ. ἐρεισθείς.

ἔπειτʼ ἐμοὶ τὰ δείνʼ: οὐκ ἔχων ἐπιβολὴν τῆς αἰτίας τῶν πεπραγμένων, ἐμὲ ἠρώτα τὸ συμβάν. πάνυ δὲ περιπαθὲς τὸν ἐμφρονέστατον Αἴαντα παρὰ τῆς γυναικὸς πυνθάνεσθαι τίνα ἐστὶν ἃ ἔπραξεν αὐτὸς ἑαυτῷ.

φανοίην: φανερώσαιμι.

κἀνήρετʼ ἐν τῷ πράγματος κυροῖ ποτε: ἀνηρώτησέ με ἐν τίνι πράγματι τυγχάνει. τὸ δὲ περισπωμένως φησὶν ἡ συνήθεια καὶ Ἀττικοί· ἐν δὲ τοῖς εὐκτικοῖς βαρύνουσιν αὐτὸ Ἀττικοὶ μετὰ ἐκτάσεως τοῦ κύροιμι λέγοντες ἀντὶ τοῦ κυροίην. νῦν δὲ τὸ κυροῖ ἀντὶ τοῦ κυρεῖ ὁριστικοῦ κεῖται.

πράγματος: τῆς τύχης.

λυγράς: ἰσχυράς.

ἃς οὔποτʼ αὐτοῦ: οὐκ εἰώθει, φησίν, ὁ Αἴας ἐν τοῖς κακοῖς ἀπολοφύρεσθαι, ἀλλʼ ἦν καρτερικός. ἔλεγεν οὖν, φησίν, ἀεὶ κακοῦ ἀνδρὸς τὸ ὀλοφύρεσθαι, ὁποῖόν φησι καὶ ὁ Ἡρακλῆς ἐν Τραχινίαις· ἀλλʼ ἀστένακτος αἰὲν εἱπόμην κακοῖς. ὁ οὖν Αἴας πρὸ τούτου, εἰ συνέβη τι αὐτῷ δεινόν, ὡς ταῦρος ἀνεβρυχᾶτο ἀνεξάκουστον, οὐδέποτε δὲ εἰς προφανῆ γόον ἐξέπιπτεν.

πρὸς γὰρ κακοῦ: γνώμη.

ἡ πρὸς περισσή.

ἔχειν: εἶναι.

τύχῃ: δυστυχίᾳ.

βοτοῖς: θρέμμασιν.

σιδηροκμῆσιν: τοῖς σιδήρῳ φονευθεῖσιν, ὡς ἀνδροκμῆσιν.

καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακὸν:προσεκτικὰ πρὸς τὸν ἀκροατήν, ἵνα προσέχῃ ἀκριβέστερον προσδοκῶν ἀκούσεσθαι τὸ συμβησόμενον.

ἀλλʼ, ὦ φίλοι, τούτων γὰρ οὕνεκʼ ἐστάλην:πιθανὴν τὴν πρόφασιν τῆς ἐξόδου φησίν, ἵνα μὴ δόξῃ τὸν Αἴαντα ἐν τοιαύτῃ συμφορᾷ καταλελοιπέναι.

τούτων γὰρ οὕνεκʼ: ὧν μέλλω ἀναγγεῖλαι ὑμῖν.

εἰ δύνασθέ τι: τοῦτο πρὸς τὸ μέγεθος τῆς συμφορᾶς.

φίλων γὰρ οἱ τοιοίδε νικῶνται: δηλονότι καὶ οἱ κακοπραγοῦντες ἀπονέμουσιν αἰδῶ τινα τοῖς φίλοις. ἡ οὖν Τέκμησσα, ἅτε δὴ γυνὴ οὖσα καὶ αἰχμάλωτος, οὐχ οἵα τε αὐτὸν παραμυθεῖσθαι, ἀλλὰ τὸν χορὸν προτρέπεται εἰσιέναι. ἐπειδὴ δὲ ἄτοπον τὸν χορὸν ἀπολιπεῖν τὴν σκηνήν, ἀναβοᾶν ἔνδοθεν ὁ Αἴας ἤρξατο, ἵνα μείνῃ ἐπὶ χώρας ὁ χορός· τοῦτο γὰρ ἐπόθει ὁ θεατής.

γνώμη.

διαπεφοιτάσθαι κακοῖς: ἐκμεμηνέναι· παρὰ τὸν φοῖτον. ἢ διαπεφοιβάσθαι, ἀπὸ τῶν φοιβωμένων καὶ ἐνθουσιώντων· καὶ γὰρ ἐκεῖνοι μανίᾳ τινὶ ὅμοιον πάσχουσί τι.

ἐκμεμηνέναι.

ἰώ μοί μοι: ὁ Αἴας ἔνδοθεν ἀναστενάζει.

τάχʼ, ὡς ἔοικε, μᾶλλον: τάχα, ὡς φαίνεται, μᾶλλον στενάζει, ὡς νῦν αὐτοῦ μᾶλλον παρωξυμμένου ἢ πρότερον. εἶτα πρὸς τὸν χορὸν τὰ ἑξῆς· ἢ οὐκ ἠκούσατε Αἴαντος οἵαν τήνδε θωύσσει βοήν; ἐμφαντικῶς δὲ τὸ θωύσσει· καὶ γὰρ δεῖ τὸν ὑποκρινόμενον τὸ τοῦ Αἴαντος πρόσωπον ἀπηνεστέρῳ χρῆσθαι τῷ φθέγματι καὶ κυνικώτερον βαΰζειν. διὰ τοῦτο εἶπεν θωύσσει.

τάχʼ, ὡς φαίνεται, πολλῷ πλέον νοσεῖ νῦν ἢ πρίν.

τάχʼ: ἴσως.

μᾶλλον: νοσεῖ, παροξύνεται.

θρηνεῖ λείπει.

θωύσσει: βαΰζει.

ἁνὴρ ἔοικεν ἢ νοσεῖν: ἢ ἔτι νοσῶν ἀναβοᾷ ἢ μεταγνοὺς ἐπὶ τοῖς πεπραγμένοις.

ἄλλως· ὤμοι τάλαινʼ, Εὐρύσακες. ἀπορούσης τὸ ἦθος. τὸ μὲν ἀποιμώζει, τὸ δὲ καλεῖ τὸν παῖδα. εἶτα πρὸς ἑαυτὴν ἐπαπορεῖ· τί ποτε μενοινᾷ; καὶ πάλιν καλεῖ τὸν παῖδα καὶ ἑαυτὴν ἀπολοφύρεται. λεληθότως δὲ ἀνεφώνησε καὶ τὸ τοῦ παιδὸς ὄνομα· ἐδεδίει γὰρ μὴ ἀνέλοι αὐτὸν μαινόμενος.

μενοινᾷ: προθυμεῖται.

ποῦ ποτʼ εἶ: ὁ παιδαγωγὸς αὐτὸν ἔξω εἶχεν.

Τεῦκρον καλῶ· ποῦ Τεῦκρος: μεταβαίνει ὁ Αἴας ἐπὶ πολλά, ἵνα δὴ πλείονες αἱ ἀγωνίαι γίνωνται. καὶ ἄλλως· ἴδιον τοῦ κακῶς ἔχοντος τὸ μὴ ἐφʼ ἓν τῶν λυπούντων ποιεῖσθαι τὴν ἀναφοράν.

Τεῦκρον καλῶ: ἐπιζητεῖ Τεῦκρον, ἵνα παράθηται αὐτῷ τὸν παῖδα, ὃν ἀφήσει τῷ χορῷ μὴ εὑρὼν τὸν Τεῦκρον. τὸ δὲ ἀπεῖναι τὸν Τεῦκρον χρήσιμον τῇ οἰκονομίᾳ· παρὼν γὰρ ἐκώλυεν ἂν αὐτὸν πρᾶξαι ἃ ἐβούλετο, νῦν δὲ μόνης τῆς γυναικὸς γέγονε κρείττων.

ἁνὴρ φρονεῖν ἔοικεν· ἀλλʼ ἀνοίγετε: ἐκ τοῦ καλεῖν τὸν Τεῦκρον στοχάζονται καὶ ἀνοίγειν κελεύουσιν, ἵνα αἰδεσθῇ θεασάμενος. τὸ δὲ κἀπʼ ἐμοί, οἷον, τάχʼ ἂν αἰδεσθείη με· ἢ οἷον, τάχʼ ἂν ἐφʼ ἡμῖν αἰδεσθείη καταλιπεῖν ἡμᾶς ἀνάρχους καὶ ὑποχειρίους τοῖς ἐχθροῖς.

ἰδοὺ διοίγω· προσβλέπειν δʼ ἔξεστί σοι: ἐνταῦθα ἐκκύκλημά τι γίνεται, ἵνα φανῇ ἐν μέσοις ὁ Αἴας τοῖς ποιμνίοις. εἰς ἔκπληξιν γὰρ φέρει καὶ ταῦτα τὸν θεατήν, τὰ ἐν τῇ ὄψει περιπαθέστερα. δείκνυται δὲ ξιφήρης, ᾑματωμένος, μεταξὺ τῶν ποιμνίων καθήμενος.

τὸ σχῆμα παρεγκύκλημα.

ἰὼ φίλοι ναυβάται: τάχιστα τὸ πᾶν ἀπήγγειλε τῷ τροπικῷ. βούλεται δὲ σημᾶναι ὅτι, ὥσπερ ἐκ μεγάλου χειμῶνος καὶ κινήσεως ἀνέμων, κῦμά τι ὑπολειφθὲν ἀπὸ τοῦ γεγονότος χειμῶνος κυκλεῖ αὐτόν. μετὰ γὰρ τὸν χειμῶνα εἴωθε τὸ κῦμα ἐπὶ πλέον μένειν.

ὀρθῷ νόμῳ: ὀρθὸν νόμον τὸν τῆς φιλίας φησίν.

τῷ τῆς φιλίας νόμῳ.

ἆρα: γρ. ἀρτίως.

φοινίας: φονικῆς.

ἀμφίδρομον: λείπει τὸ ὡς, ἵνʼ ᾖ· ὡς ἀμφίδρομον.

οἷον τὸ πανταχόθεν περιτρέχον· ἐξ οὗ τὴν ὑπερβολὴν τοῦ κακοῦ σημαίνει, ὅτι κατʼ οὐδὲν αὐτῷ ἐν εὐδίᾳ ἦν τὰ πράγματα.

ἀμφίδρομον: τὸ ἑλικοειδές, ὃ βαπτίζει τὰς ναῦς.

οἴμʼ ὡς ἔοικας: ὁ χορός ἐστιν ὁ λέγων· οὐ γὰρ εὐπρεπὲς τὴν Τέκμησσαν τὸν λόγον ὑφαρπάζειν λεγόμενον πρὸς τὸν χορόν. ἐν δὲ ταῖς ἀμφιβολίαις τῶν προσώπων δεῖ τοῦ ἤθους στοχάζεσθαι καὶ διαστέλλειν τὸ πρόσωπον. ἔοικας οὖν, φησίν, ὅτι ἐν μεγάλῳ χειμῶνι γέγονας. τὸ γὰρ ἀφροντίστως, οἷον διὰ τὸ μηδένα ἐπιμεληθῆναί σου ἐν χειμῶνι γέγονας. ἢ οὕτως· πρὸς τὴν Τέκμησσαν ὁ λόγος. νομίζω σε ἀληθῆ μοι μεμαρτυρηκέναι περὶ τῆς μανίας τοῦ Αἴαντος· οὕτω γὰρ τὸ πρᾶγμα δείκνυσιν ἡμῖν ὅτι μανικῶς διετέθη.

ἀφροντίστως: μανικῶς.

ἀνιάτως, μωρῶς, μανικῶς.

ναΐας: τῆς ναυτικῆς, ἐπεὶ ναυτικοὶ δοκοῦσιν οἱ νησιῶται.

ὃς ἐπέβας: τὸ σχῆμα πρὸς τὸ σημαινόμενον.

ἑλίσσων πλάταν: κωπηλατῶν. εἴρηται δὲ παρὰ τὸ ἀμφιελίσσας.

πλάταν: τὴν κώπην.

ποιμένων: τῶν κηδομένων, τῶν βοηθῶν. ὡς καὶ ποιμαίνειν τὸ φροντίζειν.

καὶ ἄλλως· ποιμένων, τῶν ἐμὲ ποιμαινόντων καὶ θαλπόντων.

ἀλλά με συνδάιξον: τὴν αὐτήν μοι προαίρεσιν λάβε καὶ εὖξαί με ἀποθανεῖν· ἢ σφάξον με σὺν τοῖς θρέμμασιν. οὐ διὰ τὴν ἧτταν δὲ τῶν ὅπλων πικρὸς ὢν βούλεται ἀναιρεῖσθαι, ἀλλὰ τὸ ὄνειδος ὑφορώμενος τῶν ποιμνίων. ἐν τούτῳ δὲ τὸ ἦθος καὶ ἡ μεγαλοφροσύνη δείκνυται τοῦ Αἴαντος.

εὔφημα: ἀγαθά, σεμνά.

μὴ κακὸν κακῷ διδούς: τὸ ἑξῆς· μὴ κακὸν κακῷ διδοὺς ἄκος μεῖζον ποίει τῆς ἄτης τὸ πῆμα. ἄτην δέ φησι τὴν μανίαν, πῆμα δὲ πλέον — ὅ ἐστι χεῖρον τῆς μανίας — τὸν θάνατον. τοῦτο δέ φησιν, ἐπεὶ ὁ Αἴας λέγει τῷ χορῷ· ἀλλά με συνδάιξον.

καὶ ἄλλως· μὴ θεραπείαν κακοῦ ἕτερον κακὸν ἐπεισαγάγης, οἷον μὴ τῷ θανάτῳ διαλύσῃς τὸ ὄνειδος. πῆμα δὲ ἄτης κατὰ περίφρασιν τὴν ἄτην· μὴ τὴν ἄτην πλείονα ποιήσῃς· ἀρκεῖ γὰρ ἡ παροῦσα.

πῆμα: τὸν θάνατον.

ἄτης: τῆς μανίας.

τίθει: ποιήσῃς.

δαΐοις: πολεμικαῖς.

ἄτρεστον: ἀφόβητον.

ἄτρεπτον: γράφεται ἄτρεστον.

ἐν ἀφόβοις με θηρσί: τοῖς μὴ φόβον ἐμποιοῦσι. θηρσὶ δὲ ἀντὶ τοῦ προβάτοις.

προβάτοις.

οἶμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα: ὅρα ὅτι οὐδὲν αὐτοῦ ἄλλο ἅπτεται ὡς τὸ τῆς ἀσχημοσύνης, ὅτι κατὰ τῶν μηδενὸς ἀξίων ἠνδρίσατο.

ἄρα: γρ. τάλας.

μή, δέσποτʼ Αἴας: τοῦτο Τεκμήσσης ἐστί. καὶ παρὰ μέρος γίνονται αἱ παραμυθίαι, οἷα τὰ τῶν φίλων ἐστὶν ἐν ταῖς τοιαύταις συμφοραῖς παραμυθουμένων, ἵνα ἐκεῖνος μὲν ἀπαράλειπτον ἔχῃ τὴν παραμυθίαν, οἱ δὲ ἐν μέρει τυγχάνωσιν ἀναπαύλης. τὸ δὲ οὐκ ἐκτός; οὐκ ἄψορρον; πρὸς τὴν Τέκμησσάν φησιν. ἐκείνοις μὲν γὰρ διαλέγεται ὁ Αἴας δεόμενος αὐτῶν, ἐνταῦθα δὲ τῇ Τεκμήσσῃ ἐπιπλήσσει — εἰώθαμεν γὰρ τοῖς ἐγγυτέρω παρρησιάζεσθαι —, οὐχ ὡς αἰχμάλωτον ἐξουθενῶν.

ἄψορρον: ταχέως· ὀπισθόρμητον.

ὦ πρὸς θεῶν: τοῦτο ὁ χορός, τῆς Τεκμήσσης σιγησάσης διὰ τὴν ἐπιτίμησιν. οὐ μὴν πρὸς τοῦτο ἀποκρίνεται ὁ Αἴας, ἀλλʼ ἀνοιμώζει πάλιν. ἔστι γὰρ καὶ τοῦτο ἴδιον τῶν καμνόντων, ὥστε μὴ ἀκολούθως φθέγγεσθαι.

ἀλάστορας: ἀλάστορες δαίμονες φανεροὶ περὶ τὰς ἅλας ἐπιτηρεῖν τοῖς θεμένοις.

ἐπʼ ἐξειργασμένοις: ἐπὶ τοῖς τετελεσμένοις καὶ ἴασιν οὐκ ἔχουσιν, κατὰ τὸ Σιμωνίδου· τὸ γὰρ γεγενημένον οὐκέτʼ ἄρεκτον ἔσται.

ὅπως οὐχ ὧδʼ ἔχειν: ὅπως ταῦτα μὴ οὕτως σχοίη.

ἰὼ πάνθʼ ὁρῶν: τὸ ἑξῆς· ἰὼ πάνθʼ ὁρῶν ἀεί, ἤγουν ὦ ἥλιε.

πρὸς τὸν Ὀδυσσέα λέγει.

ἀΐων: γράφεται ἀεί.

ἁπάντων τʼ ἀεὶ κακῶν ὄργανον: ἀντὶ τοῦ πανοῦργε καὶ περίεργε.

κακοπινέστατον τʼ ἄλημα: τὸ πίνος ποτὲ μὲν ἐπὶ τῆς ἰδέας ποτὲ δὲ ἐπὶ τοῦ ἤθους· ἐνταῦθα οὖν τὸν κακοήθη. ἄλημα δὲ ἀντὶ τοῦ κολάκευμα, τρῖμμα. καὶ κακοπινέστατον: κακόν, ῥυπαρόν. πινῶδες γὰρ ἀδόκιμον τῇ γνώμῃ καὶ οὐ καθαρόν, ἄλλοτε ἄλλα νοοῦν.

κακοπινέστατον: ῥυπαρόν.

μιαρόν, πανοῦργον καὶ περίεργον.

ἄλημα: ἀπάτημα.

ἦ που πολὺν γέλωθʼ: τοῦτο μάλιστα αὐτοῦ ἅπτεται, τὸ τῷ ἐχθρῷ καταγέλαστον εἶναι.

ἄγεις: ἔχεις.

ἔχεις: ἔχεις.

ξὺν τῷ θεῷ πᾶς καὶ γελᾷ: κινδυνεύει εἰς ἐναντίον εἶναι τὸ διανόημα, ἐὰν νομίζωμεν φάσκειν τὸν χορόν, ὅτι θεοῖς ἀρέσκει γελᾶν ἐκεῖνον καὶ ἐφήδεσθαί σοι· τοῦτο γὰρ προτροπὴν μᾶλλον φέρει εἰς τὸν θάνατον Αἴαντι. ἀκουστέον οὖν οὕτως· οὐχ ὅτι θεῷ ἀρέσκει γελᾶν ἐκεῖνον, ἀλλʼ ὅτι θεῶν βουλομένων καὶ τὰ κακὰ μεθίσταται εἰς τέρψιν. εἰκὸς οὖν καὶ ἡμῖν, φησίν, βοηθήσειν τὸ θεῖον. ἢ οὕτως· θεὸς καὶ τὸ γελᾶν καὶ τὸ κλαίειν δίδωσιν. πῶς οὖν σου ἔχει καταγελάσαι τῆς ἀτυχίας Ὀδυσσεὺς μὴ ταύτης γεγονώς σοι αἴτιος, ὅπου γε παρὰ θεῶν δίδοται;

γνώμη.

ἴδοιμί νιν: τοῦ χοροῦ τὸν περὶ θεῶν λόγον ἐμβαλλομένου, οὐχ ὑφίεται ὁ Αἴας, ἀλλʼ ὑπὸ τῆς ἰδίας δυνάμεως ἐπαίρεται. φησὶν οὖν, ἴδοιμι αὐτὸν καίπερ οὕτω κακούμενος· δῆλον γὰρ ὅτι ἀμυνοῦμαι, εἰ καὶ θεοὶ συλλαμβάνουσιν αὐτῷ.

ἀτώμενος: ἄτης πεπληρωμένος.

μηδὲν μέγʼ εἴπῃς: οἷον καὶ τὸ ἐν Ἠλέκτρᾳ· μηδὲν μέγʼ ἀύσῃς. τοῦτο δὲ πρὸς τὸ· ἴδοιμί νιν καίπερ ὧδʼ ἀτώμενος.

αἱμυλώτατον: πανοῦργον.

ἄλημα: πλάνημα καὶ παραλογιστικὸν πανούργημα. ἢ περίτριμμα, παρὰ τὸ λέπειν.

πλάνημα.

τούς τε δισσάρχας: αἱ τοιαῦται προφωνήσεις οὐ διαλύουσι τὴν ὑπόθεσιν προλαμβάνουσαι τὸ μέλλον, ἀλλὰ προσοχὴν ἐργάζονται τῷ θεατῇ προσδοκῶντι πῶς τὸ δεινὸν ἀπαντήσειεν.

ὅταν κατεύχῃ ταῦθʼ: ἐπειδὴ διὰ τῆς παραμυθίας οὐκ ἠδυνήθη αὐτὸν μεταθεῖναι, δοκεῖ ἐκ τούτων αὐτὸν μεταθεῖναι· κἀμοὶ οὖν εὔχου ἀποθανεῖν.

ὦ φαεννότατον: τουτέστιν, ὡς ἐμοὶ φαεινότερον τοῦ ἡλίου.

ὡς ἐμοί: ἀντὶ τοῦ· ὡς ἐμοὶ χρῆσθαι κριτῇ. ἢ παρέλκει τὸ ὡς.

ὡς ἐμοὶ φαίνεται.

οὔτε γὰρ θεῶν γένος: οὔτε θεῶν γὰρ γένος οὔτε ἀνθρώπων ὁρᾶν ἔτι ἄξιόν μοι εἰς ὠφέλειαν. ἄριστον τοίνυν ἐξιέναι τοῦ βίου. ἢ οὕτως· εἰς ὄνησιν ἀνθρώπων, εἰς ὠφέλειαν οὐκ εἰσί μοι οἱ ἄνθρωποι οὔτε οἱ θεοί· τί οὖν ἔτι ζῶ; ὡς εἴ τις τὸν θάνατον σωτηρίαν νομίσειεν.

ἁμερίων: τὸ ἐξ ἁμερίων ἀνθρώπων.

εἰς ὄνασιν: εἰς ἡδονήν.

εἰς ὠφέλειαν.

ἀλλά μʼ ἁ Διός: καὶ ταῦτα χρήσιμα κατὰ τὸν χορόν, ἵνα ἐπίστωνται πόθεν ἡ καταρχὴ τῆς μανίας. ἔδει οὖν οὐ παρʼ ἄλλου μαθεῖν ἢ παρʼ ἐκείνου τοῦ πεπονθότος· συνίησι γὰρ πεπλανημένος ὑπὸ Ἀθηνᾶς, ἡ δὲ Τέκμησσα τὸ ὅλον ἀγνοεῖ.

ὀλέθριον: μέχρι θανάτου.

ποῖ: γρ. ποῦ.

φύγῃ: γρ. τράπῃ.

ποῖ μολὼν μενῶ: ποῦ ἐλθὼν παραμενῶ; πανταχοῦ γὰρ ἕπεται ἡ θεὸς αἰκιζομένη.

τὰ μέν: ἢ τὰ κατὰ τὴν κρίσιν τῶν ὅπλων ἢ τὰ ἐν τῷ οἴκῳ.

τὰ πρῴην ἀριστεύματα ἃ ἐποίησα ....

τοῖσδʼ ὁμοῦ: σὺν τοῖς ποιμνίοις.

μωραῖς δʼ ἄγραις: διὰ τὴν ἀναίρεσιν τῶν βοτῶν.

δίπαλτος ἄν με χειρὶ φονεύοι: ἀμφοτέραις ταῖς χερσίν, οἷον περιδεξίως με φονεύοι. ἢ παντὶ σθένει, ὡς Δίδυμος. ἢ ὁ στρατός με φονεύοι λαβὼν τὰ δίπαλτα δοράτια, ὡς Πῖός φησιν.

διπλῶς. ἢ ἀμφοτέραις ταῖς χερσίν.

ἀμφοτέραις ταῖς χερσὶ λαβὼν τὰ δίπαλτα δοράτια.

χειρὶ φονεύοι: τὴν ἀπὸ τῶν ἐχθρῶν ἐπιβουλὴν προβάλλεται.

χειρί: δυνάμει.

τοιάδʼ ἄνδρα χρήσιμον φωνεῖν, ἃ πρόσθεν: τοιαῦτα φωνεῖν, ἃ πρότερον οὐκ ἂν ἔτλη γενναιότατος ὤν.

ὦ πόροι ἁλίρροθοι: ἀντὶ τοῦ· ποταμοὶ εἰς θάλασσαν ῥέοντες. οὐ τοὺς ἐν Σαλαμῖνι δέ φησιν, ἀλλὰ τοὺς ἐν Τροίᾳ.

ποταμοὶ ἐν τῇ ἁλὶ ῥέοντες.

ποταμοί, οἱ ἐν τῇ Τροίᾳ.

οἱ εἰς τὴν θάλασσαν ῥέοντες.

νέμος ἐπάκτιον: τὸ ἄλσος τῆς Ἴδης τοῦ ὄρους, τὸ παράλιον.

νέμος: τὸ ἄλσος τοῦ ὄρους.

ἀμπνοὰς ἔχοντα: ζῶντα.

τοῦτο: ὅτι οὐκ ἔχω ἔτι ζῆν.

ἰὼ Σκαμάνδριοι: οὐκ ἔστιν ἡ διαστολὴ πρὸς τοὺς Τρῶας ὡς τοῦ Σκαμάνδρου μᾶλλον τὰ τῶν Ἑλλήνων αἱρουμένου, ἀλλʼ οἷον· ἐμοὶ ἐχθραὶ ῥοαί, εὔφρονες δὲ τοῖς Ἀργείοις, τοῖς ἐμοῖς ἐχθροῖς. ταῦτα δὲ πάντα ἐστὶ τοῦ ἀνακρουομένου τὸν θάνατον.

εὔφρονες: διὰ τὸ ποτόν.

φίλαι, εὐφραντικαὶ διὰ τὸ ποτόν.

οὐκέτʼ ἄνδρα: οὐ νεμεσητὸν Αἴαντι μεγαλαυχεῖσθαι. ὅταν μὲν γάρ τις ἐν μετρίᾳ διαγωγῇ ᾖ, τότε εὔσχημον περιστέλλειν τὰ ἑαυτοῦ πλεονεκτήματα, ἀπηυδηκότα δὲ ἄνδρα οὐκ ἄν τις μέμψαιτο, εἰ μεγαλαυχεῖται, ὁποῖα καὶ ὁ Ἡρακλῆς ἐν τῷ τέλει ὢν περὶ τῆς ἀνδρείας αὑτοῦ διέξεισι. καὶ γίνεται ἐπίτασις τοῦ πάθους, ὁπόταν ὁ τοιοῦτος διαφθείρηται. ἔτι δὲ αὔξεται τὸ πάθος οὐχ ὑπὸ ἄλλου τοῦ λόγου λεγομένου ἐπʼ αὐτῷ ἀλλʼ ὑπὸ αὐτοῦ.

ἔπος ἐξερέω μέγʼ: κομπάσω.

οὔτοι σʼ ἀπείργειν: ὁ χορός ἐστιν ὁ λέγων· ἐνδίδωσι γὰρ τῷ Αἴαντι κάμνοντι, ὅπερ ἐστὶν εἶδος παραμυθίας. ἡ δὲ Τέκμησσα τοῦτο οὐκ ἐποίει.

τὸ ἑξῆς· οὔτοι ἔχω ἀπείργειν σε οὔτε ὅπως ἐῶ λέγειν.

ἔχω: ἀντὶ τοῦ δύναμοι.

αἶ αἶ· τίς ἄν ποτʼ ᾤεθʼ ὧδʼ ἐπώνυμον: ἐντεῦθεν μακρὰν ῥῆσιν μηκύνει ὁ Αἴας. ἔστι δὲ καὶ τοῦτο ἀρχαιότροπον, τὸ πρὸς τὰς ὀνομασίας ἐκφέρειν τὰς συμφοράς. καλῶς μὲν οὖν πράττων οὐκ ἂν ἐμέμνητο τοῦ διανοήματος τοῦ ὀνόματος, ἐν συμφορᾷ δὲ ὢν ταῦτά φησιν.

ὧδʼ ἐπώνυμον: συνῳδὸν ἔσεσθαι καὶ ἐπώνυμον τοῖς ἐμοῖς κακοῖς. ἔπλεξε δὲ τὸ ὄνομα παρὰ τὸ αἶ, αἶ, τὸ θρηνητικὸν ἐπίρρημα.

κατὰ τῶν αὑτοῦ ὀνομαζόμενον.

συνῳδόν, φερώνυμον.

ὄνομα: τοὖπος.

ὅτου πατὴρ μέν: περιπαθῶς τὰ τοῦ πατρὸς κατορθώματα παραλαμβάνει. εἰπὼν δὲ ταῦτα, τὰ ἴδια κατορθώματα διεξῆλθε καὶ ὡς συγγενικὴ αὐτῷ ἡ παρὰ τὸ χωρίον ἀνδραγαθία.

ἀπʼ Ἰδαίας χθονός: Ἰδαία τὸ πάλαι ἡ Τροία ἐκαλεῖτο.

τῆς Τρωικῆς.

τὰ πρῶτα καλλιστεῖʼ: εἴληφε τὴν Ἡσιόνην παρὰ τοῦ Ἡρακλέους.

πᾶσαν εὔκλειαν: τὴν Ἡσιόνην.

οὐδʼ ἔργα μείω: πιθανῶς τὸ μὴ εἰπεῖν πλείονα τοῦ πατρὸς ποιήσαντα κακοπαθῆσαι ἀλλὰ μὴ ἐλάσσονα. οὐκ ἐλάσσονα γὰρ τοῦ πατρὸς ποιήσας ἄτιμος ἐλαύνομαι.

χειρός: λείπει ἡ διά, ἵνʼ ᾖ· διʼ ἐμῆς χειρός.

ἀρκέσας: δείξας, βοηθήσας, ποιήσας.

ἄτιμος Ἀργείοισιν ὧδʼ ἀπόλλυμαι: ἀντὶ τοῦ ὑπὸ τῶν Ἀργείων. ἢ ἀρκέσας Ἀργείοις ἄτιμος ὧδʼ ἀπόλλυμαι.

τοσοῦτον: ἀντὶ τοῦτο.

εἰ ζῶν Ἀχιλλεύς: ἐπεξιὼν τὰς ἑαυτοῦ συμφορὰς καταλέγει πρῶτον τὰ κατὰ τὴν ἀδικίαν τῆς κρίσεως· τοῦτο γάρ ἐστι τὸ πρῶτον αὐτὸν λελυπηκός.

χαρίεν τὸ διανόημα.

παντουργῷ: πάντα πράττοντι καὶ μηδὲν ὑποστελλομένῳ, πανούργῳ καὶ ἀναιδεῖ.

πανούργῳ.

ἀνδρὸς τοῦδʼ: δεικτικῶς, ἀντὶ τοῦ ἐμοῦ.

δεικτικὸν πρὸς ἑαυτόν.

ἐμοῦ.

κεἰ μὴ τόδʼ ὄμμα καὶ φρένες διάστροφοι γνώμης ἀπῇξαν τῆς ἐμῆς: οἷον, εἰ μὴ διὰ τὴν ἔκστασιν τοῦ δέοντος ἐξέπεσον αἱ διάνοιαί μου, οὐκ ἄν ποτε ἄλλου οὕτως ἀδίκως κατεψηφίσαντο. ὡς καὶ παρʼ Ὁμήρῳ· ἦ γὰρ ἄν, Ἀτρεΐδη, νῦν ὕστατα λωβήσαιο.

διάστροφοι: παρατετραμμέναι.

ἀδάμαστος: παρθένος, ἄζυγος.

αἱμάξαι: παρὰ τὴν αἰχμὴν αἰχμάσαι.

ἐμοῦ μὲν οὐχ ἑκόντος: γρ. οὐκ ἔχοντος· τὸ ἔγκλημα τῆς φυγῆς αὐτῶν. πάνυ δὲ γενναίως ἐμμένει τῷ λήματι. τὸ γὰρ ἐφʼ ἑαυτῷ, ἀνῃρηκέναι φησὶ τοὺς Ἕλληνας καὶ ἡττῆσθαι οὐχ ὑπʼ ἐκείνων, ἀλλὰ διὰ τὴν ἐπήρειαν τῆς θεοῦ.

εἰ δέ τις θεῶν: γνώμη.

θεοῖς ἐχθαίρομαι: διὰ τὸ πεπλανῆσθαι ὑπὸ τῆς θεοῦ. Λ

ναυλόχους ... ἕδρας: τὸν ναύσταθμον.

μόνους τʼ Ἀτρείδας: ἀντὶ τοῦ ἐρήμους. μεγαλοφυῶς δὲ οἴεται ἑαυτὸν τὸ πᾶν εἶναι.

Αἰγαῖον: Αἰγαὶ τῆς Εὐβοίας νῆσος δυσχείμερος, ἀφʼ ἧς τὸ πέλαγος Αἰγαῖον ἐκλήθη. οἱ μέν φασιν ὅτι ἀπὸ Ποσειδῶνος ὠνομάσθη· οὕτω γὰρ λέγεται ὁ θεός. οἱ δὲ ἀπὸ Αἰγέως τοῦ πατρὸς Θησέως κατακρημνίσαντος ἑαυτὸν ἀπὸ τῆς ἀκροπόλεως εἰς τὴν θάλασσαν· οὐ πολὺ γὰρ ἀπέχει ἡ ἀκρόπολις τῆς θαλάσσης.

Αἰγαῖον περῶ: περιπλέων τὴν νῆσον οὕτως ὡς ὁ Θηβαῖος.

καὶ ποῖον ὄμμα πατρί: αἰσχύνεται ἄνευ ἀριστείων φανῆναι τῷ πατρὶ καὶ φυγὰς ἀκούειν. δαιμονίως δὲ ἀνθυπάγει αὑτῷ τὰ τῆς ἀπαλλαγῆς καὶ τοῦτο ἀναλύει, ἵνα μὴ λυθῇ ἡ ὑπόθεσις.

πρὸς ἔρυμα: πρὸς τὸ τεῖχος.

φύλαγμα.

ἀλλʼ ὧδέ γʼ Ἀτρείδας: ἀλλʼ ἐφησθήσονται οἱ Ἀτρεῖδαι, ἐάν τι γενναῖον δράσας πρὸς τοὺς Τρῶας ἀποθάνω, ἀγνοοῦντες ὅτι ἑκουσίως γέγονέ μοι ὁ θάνατος.

πεῖρά τις ζητητέα: καλῶς οὐκ ἐπήνεγκε τὴν ἀληθῆ δόξαν, ἕως ἂν δράσῃ ἅπερ αὐτὸς ὑπονοεῖ.

δηλώσω πατρί: λείπει τὸ φανείς.

μή τοι φύσιν γʼ ἄσπλαγχνος ἐκ κείνου: τουτέστιν φύσιν ἀσθενῆ καὶ ἀλλοίαν παρὰ τὴν τοῦ πατρός. καὶ ἄλλως· ἄσπλαγχνος, ἀντὶ τοῦ ἄτολμος, ταπεινός, δειλός, ψυχρός.

ἄσπλαγχνος: ἀντὶ τοῦ ἀσθενής, δειλός.

δειλός, ἄνανδρος.

αἰσχρὸν γὰρ ἄνδρα: γνώμη.

κακοῖσιν ὅστις: ὅστις διαλλαγὴν οὐ δέχεται, ἀλλʼ ἀεὶ ἐν κακοῖς ἐξετάζεται.

κακοῖσιν ὅστις: ὅστις ἀεὶ ἐν κακοῖς ἐξετάζεται καὶ διαλλαγῆναι οὐ βούλεται.

τί γὰρ παρʼ ἦμαρ: τί γὰρ ἡμέρα μία ἔχει προσθεῖσα τὸ ζῆν καὶ ἀναβαλομένη τοῦ θανεῖν τέρπειν τὸν ἄνθρωπον;

προσθεῖσα: τὸ ζῆν.

κἀναθεῖσα: ἀναβαλομένη.

πριαίμην: ἀξιώσαιμι.

γνώμη.

ὅστις κεναῖσιν: τὸ γὰρ τοιοῦτον, ἐξαπατᾶν ἐστιν ἑαυτὸν ἐν ψευδολογίᾳ διάγοντα. θερμαίνεται δέ, θάλπεται, χλιαίνεται.

ἀλλʼ ἢ καλῶς ζῆν: φιλοσόφως τὸ καλὸν ἐν ἀμφοτέροις.

γνώμη.

οὐδεὶς ἐρεῖ ποθʼ ὡς ὑπόβλητον λόγον: γνήσια τῆς διανοίας σου τὰ εἰρημένα καὶ οὐχ ὑπόβλητα· οἰκεῖα οὖν σαυτῷ εἶπας· ὅμως γε μὴν παῦσαι, τὸ πᾶν ἀναθεὶς ἡμῖν.

ὑπόβλητον: μὴ πρέποντα, ἀνοίκειον τῆς φρενός σου. νόθον τῆς γλώσσης.

ὦ δέσποτʼ Αἴας: Τεκμήσσης ὁ λόγος· οὐ γὰρ δεῖ τὸν χορὸν μηκύνειν τὸν λόγον. μικτὸς δὲ ὁ λόγος· τὸ μὲν γὰρ αὐτοῦ γεννικὸν καὶ ἐλευθέριον διὰ τὴν παρρησίαν τῆς φύσεως — δούλη γὰρ ἐπάναγκες γέγονε —, τὸ δὲ συναρμόζον τοῖς καιροῖς· διʼ ὅλου δὲ τὴν φιλοστοργίαν ἐμφαῖνον. καὶ ὅταν τὰ ἑαυτῆς ὑποβάλλῃ, τεχνικῶς ἐπιχειρεῖ, μαλθακώτερόν πως καθιστῶσα τὸν Αἴαντα. δεῖ οὖν τοιούτους λόγους λέγειν, ὅτι διὰ τὴν ἐλευθερίαν παρρησιάζεται.

καὶ ἄλλως· τῆς ἀναγκαίας τύχης: διπλῶς φασι τὸ ἀναγκαῖον, ποτὲ μὲν ἐπὶ τῶν κατὰ φύσιν ἀκολουθίαν τινὰ ἐχόντων — ὡς ἂν εἴποιμεν· ἀναγκαίως τὸ πῦρ θερμὸν καὶ τὸ γάλα λευκόν —, ποτὲ δὲ ἐπὶ τοῦ ἐξ ἀνάγκης γινομένου, ὡς καὶ νῦν ἀναγκαίας τύχης, τῆς βίας φησίν

ἄλλως· τύχης: τῆς δυστυχίας. τεχνικὸς ὁ λόγος ἐκ προοιμίου καὶ εἰς ἔλεον ἱκανὸς ἐπισπάσασθαι.

γνώμη.

εἴπερ τινὸς σθένοντος: τὸ ἑξῆς· σθένοντος ἐν πλούτῳ εἴπερ τινὸς τῶν Φρυγῶν· ἀντὶ τοῦ, ὡς οὐκ ἄλλου τινός.

ὡς οὐκ ἄλλου τινός.

σῇ μάλιστα χειρί: τῇ αἰχμαλωτισάσῃ με.

χειρί: δυνάμει.

εὖ φρονῶ τὰ σά: εὔνους σοι καθίσταμαι.

καί σʼ ἀντιάζω: κάλλιστα ἀμφοτέροις τοῖς ὅρκοις ἐχρήσατο. μέγιστον γὰρ δικαίωμα τὸ τῆς αὐτῆς ἑστίας ἐπιτυχεῖν, ὁπότε καὶ τῶν πολεμίων διὰ ταῦτα φειδόμεθα. καὶ τὸ σεμνὸν τῆς κοίτης χρήσιμον, ὅπου γε καὶ τὸ σεμνότατον τῶν προσώπων περὶ δικαιωμάτων τῶν πρὸς ἄνδρα καὶ γυναῖκα διαλεγόμενον αὐτὸ τοῦτο ὄμνυσιν· σή θʼ ἱερὴ κεφαλὴ καὶ νωίτερον λέχος αὐτῶν. ὅρα δὲ ὅτι ἑκατέρωθεν θηλείαις ὁ τοιοῦτος λόγος πρόσκειται, ἐπὶ δὲ τοῦ Ὀδυσσέως καὶ ἄλλο τι οἰκειότερον ὄνομα ἐξεῦρεν· ἀσπάσιοι λέκτροιο παλιοῦ θεσμὸν ἵκοντο, τὴν εὔνοιαν δηλῶν τῶν οὕτω συνιόντων ἐπιμονῇ παιδοποιίας.

συνηλλάχθης: συναλλαγὰς ἔσχες, γάμῳ συνεζεύχθης.

συνεζεύχθης.

βάξιν: βοήν, φήμην, λοιδορίαν.

τῶν σῶν ὑπʼ ἐχθρῶν χειρίαν ἐφείς τινι:εἰδυῖα ἀγριαίνοντα τὸν Αἴαντα πρὸς τὰς ἐπιτιμήσεις, διαρρήδην μὲν οὔ φησιν, μὴ διάφθειρε σαυτόν· στοχαζομένη δὲ τοῦ καιροῦ ἔξωθεν περιέρχεται τὰ ἐπακολουθοῦντα λέγουσα, ὅτι ὑποχειρίαν με τοῖς ἐχθροῖς σὺν τῷ παιδὶ καταλείψεις.

ἡ ὑπὸ πρὸς τὸ χειρίαν, ἵνʼ ᾖ· ὑποχειρίαν με δούς.

χειρίαν: δουλείας.

ἐφείς: γρ. ἀφείς.

ἢ ἀφʼ ἧς ἡμέρας ἢ ἀφήσεις, καταλείψεις.

ὑποχειρίαν καταλείψας.

ἀφʼ ἧς: ἢ ἀφʼ ἧς ἂν ἡμέρας ἢ ἀφεὶς καὶ καταλείψας.

ἀφείς: γρ. ἀφʼ ἧς.

ταύτῃ: ἀντὶ τοῦ οὕτως, κατὰ τοῦτον τὸν τρόπον.

οὕτως.

ξὺν παιδὶ τῷ σῷ δούλιον ἕξειν τροφήν: οὐ ψιλὸν τὸ τῆς δουλείας ὄνομα εἶπεν, ἀλλὰ καὶ ὅσα ἔνεστιν εἰπεῖν τινα ἰδόντα αὐτὴν ἐν δουλείᾳ. καὶ ἡ τοιαύτη δὲ διδασκαλία παρʼ Ὁμήρῳ· μὴ παῖδʼ ὀρφανικὸν θείης χήρην τε γυναῖκα. ἀποτρέψαι δὲ βούλεται αὐτὸν διὰ τῶν τοιούτων λόγων.

λόγοις ἰάπτων: γρ. ἀτίζων· ὑβρίζων.

ἴδετε τὴν ὁμευνέτιν Αἴαντος: καὶ τοῦτο παρʼ Ὁμήρῳ· Ἕκτορος ἥδε γυνή.

λατρείας: δουλείας.

τρέφει: αὔξει, ἔχει.

δαίμων: νῦν ἡ δουλεία.

σοὶ δʼ αἰσχρὰ τἄπη: καὶ διὰ τὴν εὐγένειαν καὶ διὰ τὴν ἀνδρείαν. διὰ μὲν τοῦ σοί, τὴν ἀνδρείαν, διὰ δὲ τοῦ τῷ σῷ γένει, τοὺς προγόνους. θαυμαστῶς δὲ ἡ προσθήκη τοῦ γένους· αἶσχος γὰρ προστρίψῃ καὶ τῷ υἱῷ ἐπὶ τοιούτοις αὐτὸν καταλιπών.

ἀλλʼ αἴδεσαι μέν: καλῶς ἐπὶ μὲν τοῦ πατρὸς ἐν μακρῷ γήρᾳ, ἐπὶ δὲ τῆς μητρὸς πολλῶν ἐτῶν κληροῦχον. ὁ γὰρ ἐπʼ ἀμφοτέρων ἑνὶ χρησάμενος ὀνόματι ἐπιτεμνόμενός ἐστι τὸν λόγον, τὸ δὲ ἐγχρονίζειν ταῖς διηγήσεσιν ἀνυστικώτερον. θαυμαστῶς δὲ ἐπὶ μὲν ἑαυτῆς τοῖς τοιούτοις ὀνόμασιν οὐδαμῶς χρῆται, οὔτε αἰδέσθητι οὔτε οἴκτειρε λέγουσα, ἐπὶ δὲ τῶν γονέων καὶ τοῦ παιδὸς ταῦτά φησιν.

κληροῦχον: μέτοχον, κεκληρωμένην, κλῆρον ἐσχηκυῖαν.

κληρονόμον, μέτοχον.

ἥ σε πολλάκις θεοῖς ἀρᾶται: τοῦτο οἰκείως ἐκ τῆς φύσεως στοχαζομένη παρέλαβεν.

πρὸς δόμους μολεῖν: στοχαζομένη.

εἰ νέας τροφῆς στερηθείς: εἰ τῆς νέας τροφῆς στερηθείς, σοῦ χωρὶς διάξει καὶ βιώσεται.

νέας: τῆς παιδικῆς.

διοίσεται: βιώσεται, ἀνατραφήσεται, διάξει.

ὑπʼ ὀρφανιστῶν μὴ φίλων: ὀρφανισταί εἰσιν κυρίως οἱ τοὺς ὀρφανοὺς τρέφοντες. τοὺς Ἕλληνας οὖν φησιν οὐ φίλους ὀρφανιστάς, καθὸ δυσμενεῖς. ἢ ὀρφανισταί, ἀρχὴ Ἀθήνησι τὰ τῶν ὀρφανῶν κρίνουσα. ἢ ὀρφανιστῶν, τῶν τῆς ὀρφανίας ἐπιτρόπων. ἄλλως· ὀρφανὸς ὁ ὅρον ἔχων τὸ μὴ φαίνεσθαι, ὁ ἄσημος καὶ μηκέτι ἐμφανὴς ὤν, ἀμέλει καὶ ὑπὸ τῶν ἀμφιθαλῶν ὡς ἐμφανῶν ἐλαύνεται.

ἐπιτρόπων· ἢ ὑπὸ τῶν Ἑλλήνων.

ἐμοὶ γὰρ οὐκέτʼ ἔστιν: καὶ τοῦτο Ὁμηρικὸν· οὐδέ μοί ἐστι πατὴρ καὶ πότνια μήτηρ. εἶτα καὶ τὰ ἑξῆς· Ἕκτορ· ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ.

ᾔστωσας: ἠφάνισας.

ἀλλʼ ἡ μοῖρα τὸν φύσαντά τε: τὸ ἀλλὰ ἀντὶ τοῦ δέ. ὡς τούτου ἰδίῳ θανάτῳ τετελευτηκότος.

μοῖρα: ὁ κοινὸς θάνατος.

θανασίμους: ἀντὶ νεκρούς.

τίς πλοῦτος; ... σῴζομαι: σεσημειωμένον παρʼ Ἡρωδιανῷ.

ἀλλʼ ἴσχε κἀμοῦ μνῆστιν: καλῶς τὸ κἀμοῦ, οἷον μετὰ τὸν πατέρα καὶ τὸν υἱὸν κἀμὲ ἔν τινι μοίρᾳ κατάθου· αἴσθεται γὰρ τῆς τύχης, ἐν ᾗ νῦν ἐστιν. αἰδημόνως δὲ αὐτὸν ὑπομιμνῄσκει τὰ τῆς εὐνῆς· διὰ τούτων γὰρ μάλιστα δοκεῖ αὐτὸν πείθειν. ὁ δέ γε Εὐριπίδης μαστροπικώτατα εἰσάγει τὴν Ἑκάβην λέγουσαν· ποῦ τὰς φίλας δῆτʼ εὐφρόνας δείξεις, ἄναξ, ἢ τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτων χάριν τίνʼ ἕξει παῖς ἐμή, κείνης δʼ ἐγώ;

μνῆστιν: μνήμην.

ἀνδρί τοι χρεών: γνώμη.

χάρις χάριν γάρ: ἡ φύουσα γὰρ τὴν χάριν χάρις ἐστὶ προϋπάρξασα.

γνώμη.

τίκτουσʼ: φύουσʼ.

ὅτου δʼ ἀπορρεῖ μνῆστις: ὧν ἀπορρεῖ ἡ μνήμη τοῦ εὖ πεπονθέναι, οὗτοι οὐκ ἂν εἶεν εὐγενεῖς. σχεδὸν δὲ διὰ τούτων τῶν ἰάμβων ἤρτηται τὸ περὶ εὐχαριστίας καὶ ἀχαριστίας.

ὅτου: οὗτινος.

μνῆστις: ἡ μνήμη.

Αἴας, ἔχειν σʼ ἂν οἶκτον: δυσωπητικὰ τὰ τοιαῦτα. εἰ γὰρ ὁ ξένος ᾤκτειρε, πόσῳ μᾶλλον ὁ Αἴας;

οἶκτον: ἔλεον.

καὶ κάρτʼ ἐπαίνου τεύξεται: οὐχ οἷον καθʼ ἃ εἶπεν, ἀλλʼ ἐὰν πείθηται κατὰ πάντα ἐμοί. ὁ γὰρ Αἴας ἐγνωκὼς ἑαυτὸν ἀποσφάττειν ἐβούλετο πρὸ τοῦ θανάτου τὸν παῖδα ἰδεῖν. εἰκότως οὖν τοῦτο πάλιν λέγει, ὅτι ἄριστόν ἐστι τὴν γυναῖκα πειθαρχεῖν εἰς ἅπαντα τῷ ἀνδρί· ἔοικεν γὰρ ὑφορᾶσθαι ὅτι ὀκνηρῶς ἐκδώσει τὸ παιδίον.

πείσομαι: γράφεται πειράσομαι.

καὶ μὴν φόβοισί γʼ αὐτόν: τῶν φόβων χάριν ῥύσασθαι θέλουσα ἐξήγαγον. καὶ ἄλλως· οὐκ ἄντικρυς μὲν αὐτῷ ἀντιλέγει, ἀναβολὰς δὲ πλάττεται ὡς ὑποκεκινηκότι μὴ πιστεύουσα.

πρέπον γέ τἂν ἦν δαίμονος: ἦν ἂν καὶ τοῦτο τοῦ ἐμοῦ δαίμονος, τὸ ὑπʼ ἐμοῦ τὸν παῖδα ἀναιρεθῆναι. ἀντὶ τοῦ, ἔπρεπε τῇ παρούσῃ μου τύχῃ τὸ καὶ αὐτόχειρά με τοῦ παιδὸς κατασκευάσαι.

ἐν ἤθει ὁ λόγος.

δαίμονος τοὐμοῦ: τῆς τύχης τῆς ἐμῆς.

τοῦτό γʼ ἀρκέσαι: εἰς τοῦτο ἀρκέσαι τῷ παιδί.

βοηθῆσαι.

τί δῆτʼ ἂν ὡς ἐκ τῶνδʼ ἂν ὠφελοῖμί σε: τί σε, φησίν, ἐκ τῶν παρόντων ὠφελήσω καὶ τί βούλει σοι γενέσθαι;

προσπόλοις: δούλοις.

προσπόλων: τῶν δούλων.

εὐθύνων: διδάσκων, παιδεύων.

παιδαγωγῶν.

ἕρποντι φωνεῖς: ἐγγὺς ὄντι ἢ ἀπολιμπανομένῳ τῆς κλήσεως;

αἶρʼ αὐτόν: πρόσφερε. καὶ Ὅμηρος· μή μοι οἶνον ἄειρε.

πρόσφερε.

εἴπερ δικαίως: εἴπερ ἐστὶν ἐμός, οὐκ εὐλαβηθήσεται τὸν φόνον τῶν ποιμνίων.

ἀλλʼ αὐτίκʼ ὠμοῖς αὐτόν: νῦν τὸ ὠμοῖς ὡς ἀπὸ τῶν καρπῶν, ὅτι, ὅτε εἰσὶν ὠμοί, σκληρότεροί εἰσι καὶ ἰταμοί. μεγαλοφρονῶν δὲ νόμους τὴν φύσιν ὠνόμασε καὶ τὸ ἔθος τοῦ γεγεννηκότος.

νόμοις: τοῖς ἤθεσιν.

πωλοδαμνεῖν: ὡς πῶλον γυμνάζειν.

ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος: μέτριος ὁ λόγος, ἡ δὲ ὁμοία εὐχὴ καὶ παρʼ Ὁμήρῳ· Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ τόνδε γενέσθαι παῖδʼ ἐμὸν ὡς καὶ ἐγώπερ ἀριπρεπέα.

καίτοι σε καὶ νῦν τοῦτό γε: ἐπειδὴ κατεύχεται αὐτῷ εὐτυχίαν, φησὶν ὅτι καὶ νῦν σε μακαρίζω, ὅτι μικρὸς ὢν οὐκ αἰσθάνῃ τῶν ἐμῶν κακῶν.

ζηλοῦν: μακαρίζειν.

ἔχω: δύναμαι.

ἐν τῷ φρονεῖν γάρ: ἐν τῷ μὴ ἀντιλαμβάνεσθαι τῶν κακῶν ἥδιστος βίος. ἐπεὶ ἔσται γελοιότατον δόγμα, ὡς τιμῶντος τὴν ἀφροσύνην.

δεῖ λαβεῖν τοῦτο ὡς ἐπὶ παιδίου· οὐ γὰρ καθόλου τὴν ἀφροσύνην προκρίνει.

γνώμη.

τὸ μὴ φρονεῖν γάρ: ὁ νοῦς· ἐν τῷ νηπίῳ κακὸν μὲν τὸ μὴ φρονεῖν, κακὸν δὲ ὅμως ἀνώδυνον. καὶ Εὐριπίδης· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ. τάχιστα δὲ διὰ τῶν ἑξῆς ἐσήμανε τὸ συνεκτικὸν καὶ ὡσπερεὶ σύμβολον τῆς φρονήσεως. τὸ γὰρ διακριτικὸν τῶν χαρτῶν καὶ λυπηρῶν συνετοῦ ἐστιν.

φροντίζειν.

γνώμη.

τοῦτο: τὸ χαίρειν καὶ λυπεῖσθαι.

δεῖ σʼ ὅπως: ἀντὶ τοῦ, δεῖ σε ἐκδικῆσαι τὸν πατέρα.

τέως δὲ κούφοις πνεύμασιν: κούφῃ καὶ ἁπαλῇ ζωῇ. τῇ δὲ μεταφορᾷ τῶν μικρῶν φυτῶν ἐχρήσατο, ἅτινα οὐδὲν σφοδρὸν δύναται ὑποφέρειν, οὐ καύσωνα οὐκ ἄνεμον.

κούφῃ καὶ ἁπαλῇ ζωῇ τρέφου.

πνεύμασιν: ἐλπίσιν.

ἀτάλλων: τρέφων, αὔξων.

χαρμονήν: λείπει διδούς.

οὔτοι σʼ Ἀχαιῶν: διὰ τί, φησίν, ἐνταῦθα τρανῶς ἐκφέρει τὴν ἑαυτοῦ γνώμην ὁ Αἴας, ὅτι δὴ ἑαυτὸν ἐξάγει τοῦ βίου; ῥητέον οὖν ὅτι ἐν ἤθει, οἷον· εἰ γένοιτό τις περὶ ἐμὲ συμφορά, μὴ δέδιθι· ἕξεις γὰρ τὸν προνοοῦντα ἀντὶ ἐμοῦ. ἢ ὅτι ἐκφέρει ταῦτα ὑπὸ τοῦ πάθους προαγόμενος.

μή: παρέλκον. ἱκανὸν γὰρ τὸ οὐ.

ἄοκνον ἔμπακʼ: χορηγόν, σπουδαῖον φροντιστήν.

φροντιστήν, δοτῆρα.

ἔμπα: ὅμως.

κεἰ τανῦν τηλωπὸς οἰχνεῖ: καὶ εἰ ἔκδημος νῦν ἐστιν.

τηλωπός: γρ. τηλουργός.

γρ. τηλουρός.

μακρόθεν ὤν, ἔκδημος.

δυσμενῶν θήραν ἔχων: φυλακὴν ἔχων τῶν ἐχθρῶν, λέγοι δʼ ἂν τῶν Θρᾳκῶν. περὶ γὰρ τὰ τελευταῖα τοῦ Τρωικοῦ πολέμου συνεμάχουν τοῖς Τρωσὶν οἱ Θρᾷκες. γνόντες δὲ τοῦτο οἱ Ἕλληνες φρουροὺς ἔταξαν προμηνύσοντας αὐτοῖς τὴν ἐκείνων ἔφοδον, ἵνα οὕτως ἐπελθόντες κατὰ τὴν ὁδὸν συμβάλωσιν αὐτοῖς πρὶν ἐλθεῖν εἰς Ἴλιον. καὶ πρέσβεις δὲ ἀποστείλαντες οὐκ ἔπεισαν.

θήραν: γρ. φρουράν.

ἔχων: φέρων.

ὑμῖν τε κοινὴν τήνδʼ: προθυμοτέρους αὐτοὺς καθίστησιν· κοινὴν γὰρ καὶ ἴσην φησὶ χάριν ὁμολογεῖν ἐκείνῳ τε τῆς ὑπουργίας καὶ τούτοις τῆς ἀπαγγελίας. περιπαθῶς δὲ εἰς ἔσχατον περιεστώσης τῆς ἐλπίδος ἐμφρόνως τὰ σπουδαιότατα τοῖς ἑταίροις ἐπισκήπτει, οὐ τῇ γυναικὶ δέ.

ὥς σφιν γένηται γηροβοσκός: πάνυ περιπαθῶς τὸ ἐπὶ γονεῦσι καὶ παιδὶ διαθήκας ποιῆσαι. θαυμαστῶς δὲ πρὸς ἅπαντας τοὺς λόγους τῆς Τεκμήσσης ἀντιθέσεις ἐποιήσατο, οὐκ ἄντικρυς τοῦτο ὑπισχνουμένου τοῦ ποιητοῦ· τοῦ μὲν μὴ ὑβρισθῆναι τὸν παῖδα ὑπὸ τῶν Ἑλλήνων, τὴν ἀπὸ τοῦ Τεύκρου φυλακὴν προβαλλόμενος· τοῦ δὲ μὴ γελασθήσεσθαι ὑπʼ ἐκείνων, τὴν τοῦ παιδὸς ἀρετήν, ὅν φησιν καὶ ἐκδικήσειν αὐτὸν ἐν ἡλικίᾳ γενόμενον· πρὸς δὲ τὰ περὶ τῶν γονέων, ὅτι ἀντʼ αὐτοῦ γηροβοσκὸς αὐτοῖς καταλείπεται ὁ Εὐρυσάκης.

μέχρις οὗ μυχοὺς κίχωσι: ἕως οὗ τελευτήσωσι.

καὶ τἀμὰ τεύχη: πιθανῶς τὸν Αἴαντα ἐπὶ τὸν περὶ τῶν ὅπλων λόγον ἐπανιέναι συνεχῶς· ἅπτεται γὰρ αὐτοῦ μάλιστα ταῦτα, μήπως παρὰ τῶν ἐχθρῶν ἀρθείησαν. ἀνθρώπινον δὲ καὶ μάλα φυσικὸν τὸ συνεχέστερον μεμνῆσθαι, περὶ ὧν ἐν νῷ ἔχομεν.

ὅπλα.

ἀγωνάρχαι: ἀγωνοθέται.

ἀγωνάρχαι: οἱ τι θέμενοι τὰ βραβεῖα τῷ νικήσαντι.

ὁ λυμεὼν ἐμός: ὁ Ὀδυσσεύς.

ὁ φθορεύς.

ἀλλʼ αὐτό μοι σύ, παῖ: πέπεισται ὡς οὐδὲν ἀπολειψομένου τοῦ παιδὸς τῆς αὑτοῦ ἀρετῆς.

πόρπακος: τοῦ συνδέοντος λώρου, τοῦ ἀπὸ δαμάλεως.

λώρου.

τὰ δʼ ἄλλα τεύχη: τὸ μὲν σάκος διὰ τὸ ἐξαίρετον τῷ παιδὶ φυλάσσειν κελεύει, τὰ δὲ ἄλλα τεύχη συνθάψαι φησίν. ἐπίσταται γὰρ καὶ αὐτὰ περιμάχητα ἐσόμενα. οἶδεν Ὅμηρος ὅπλα συγκαιόμενα· ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν.

ὅπλα.

ἀλλʼ ὡς τάχος: ἀποστροφὴ πρὸς τὴν Τέκμησσαν.

δῶμʼ ἀπάκτου: εἰς δῶμα κόμιζε, κατὰ τὴν σκηνὴν ἄπαγε.

ἀπάκτου: ἄπαγε.

ἀποσῴζου· φέρε. ἢ πάκτου καὶ ἀσφάλιζε.

ἐπισκήνους: κατὰ τὴν σκηνήν.

κάρτα τοι φιλοίκτιστον γυνή: γνώμη.

φιλοίκτιστον: φιλόθρηνον.

πύκαζε: ἀσφαλίζου.

οὐ πρὸς ἰατροῦ σοφοῦ: οὐκ ἔστιν ἰατροῦ σοφοῦ ἐπῳδαῖς χρῆσθαι τοῦ τραύματος ἤδη τομῆς δεομένου. καὶ ἐν Ποιμέσι· λόγῳ γὰρ οὐδὲν ἕλκος οἶδά πω χανόν.

θρηνεῖν ἐπῳδάς: ἐπιφωνεῖν καὶ ἐπᾴδειν.

θρηνεῖν: γρ. θροεῖν.

ἡ πρὸς περισσή.

τομῶντι: τομῆς δεομένῳ.

πήματι: γρ. τραύματι.

δρασείεις: γρ. δράσειας.

μὴ κρῖνε, μὴ ʼξέταζε· σωφρονεῖν καλόν: σωφρονεῖν νῦν τὸ μὴ περιεργεῖν. ἐν τούτῳ γὰρ μάλιστα ἡ σωφροσύνη ταῖς γυναιξὶ διασῴζεται, εἰ μὴ περιεργάζοιντο ὅ τι πράττοι ὁ ἀνήρ.

σωφρονεῖν: τὸ μὴ περιεργεῖν.

οὐ κάτοισθʼ ἐγὼ θεοῖς ὡς οὐδὲν ἀρκεῖν: οὐκέτι, φησίν, ἐν τούτῳ εἰμί, ὥστε ὀφείλειν τοὺς θεοὺς ἐπαρκεῖν μοι, διὰ τὸ μὴ περιέχεσθαι τοῦ ζῆν. ἢ οὕτως· οὐκέτι τοῖς θεοῖς ὀφείλω ἐγὼ ἐπαρκεῖν· ἀντὶ τοῦ, οὐδὲν ἐπὶ τιμῇ πράττειν τῶν θεῶν. πρὸς ὃ καὶ ἡ Τέκμησσα ἐπάγει· εὔφημα φώνει.

εὔφημα: σεμνά.

τοῖς ἀκούουσιν: τοῖς πειθομένοις.

θροεῖς: λέγεις.

οὐ ξυνέρξεθʼ: τοῖς θεράπουσι κελεύει αὐτὴν ἀποκλείειν. ὅθεν τὸ ξυνέρξετε, ἀντὶ τοῦ ἀποκλείσατε.

ἀποκλείσατε.

μαλάσσου: ἀντὶ τοῦ μεταβάλλου.

μῶρά μοι δοκεῖς: εὐήθης εἶ νῦν βουλομένη με μαλάσσειν ἐξακμάσαντος τοῦ καιροῦ.

φρονεῖν: γρ. λέγειν.

ὦ κλεινὰ Σαλαμίς: συγκέκλῃται ὁ Αἴας διαχρησόμενος ἑαυτόν. ἔπειτα δὲ οἱ ἀπὸ τοῦ χοροῦ λόγον περιπαθῆ διεξίασι· ἐν δυστυχεστέρᾳ γὰρ νῦν εἰσι τύχῃ. γέγονε δὲ αὐτοῖς ἀπολόφυρσις ἐπὶ τὰ οἰκεῖα· πρὸς γὰρ αὐτὸν λέγειν οὐκ ἦν εἰσελθόντα ἤδη. καὶ ἔχει ἀκολουθίαν τὰ χορικά· ἀπεστερημένοι γὰρ τοῦ ἄρχοντος καὶ ἄλλην ἀποστροφὴν οὐκ ἔχοντες, περὶ τῆς πατρίδος τὸν λόγον ποιοῦνται, ἐκτιθέμενοι ἐν οἷς εἰσι χαλεποῖς καὶ ἐν οἷς ἔσονται οἱ γονεῖς αὐτοῦ πυθόμενοι ταῦτα.

ὦ κλεινὰ Σαλαμίς: τὸ ἦθος ἐμιμήσατο τῶν ἀφεστώτων τῆς οἰκίας. ὁπόταν γὰρ δυσχερές τι ἀπαντᾷ, μακαρίζειν εἰώθασι τὰς πατρίδας.

παλαιὸς ἀφʼ οὗ χρόνος: ἐκ πολλοῦ χρόνου.

Ἰδαίᾳ μίμνων: οἷον ἐν τοῖς τῆς Ἴδης χωρίοις τοῖς χλοεροῖς καὶ λειμῶνας ἔχουσι καὶ ποίμνας διάγων.

Ἰδαίᾳ .... ποίᾳ: τῇ Τρωικῇ γῇ.

ἀνήριθμος αἰὲν εὐνόμᾳ: ἀνήριθμος, ἐν οὐδενὶ ἀριθμῷ ταττόμενος ἀλλὰ παρερριμμένος. εὐνόμᾳ δὲ ἤτοι τῷ εὐνομουμένῳ καὶ δικαίῳ ἢ εὐνόμᾳ λειμῶνι, τῷ καλὰς νομὰς ἔχοντι. τὸ δὲ ἑξῆς· παλαιὸς ἀφʼ οὗ χρόνος αἰὲν εὐνόμᾳ χρόνῳ τρυχόμενος Ἰδαίᾳ μίμνω λειμωνίᾳ ποίᾳ μήλων ἀνήριθμος κακὰν ἐλπίδʼ ἔχων.

εὐνόμῳ: τῷ πάντα διοικοῦντι καὶ διεξάγοντι, μερίζοντι καλῶς.

κακὰν ἐλπίδʼ ἔχων: κακὴν ἐλπίδα ἔχων ὥς με δεῖ τὸν ᾍδην ἀνύσειν. ἀντὶ τοῦ, οὐδὲν ἀγαθὸν προσδοκῶν ἀλλὰ κακῶς τελευτήσειν ἐν τῷ πολέμῳ ἐλπίζων.

τὴν τοῦ θανάτου.

ἔχων: φέρων.

ἔτι: ὅ τι.

ἀνύσειν: λείπει τὸ δεῖν.

ἀίδηλον: ἀφανῆ.

καί μοι δυσθεράπευτος Αἴας ξύνεστιν ἔφεδρος: οἷον πρὸς τοῖς πρώτοις κακοῖς ὥσπερ δεύτερόν ἐστί μοι κακὸν τὸ τοῦ Αἴαντος ξυνεστηκός· τοῦτο γὰρ δηλοῖ τὸ ἔφεδρος. ἔφεδρος δέ ἐστιν ἐν τοῖς ἀγῶσιν ὁ μήπω παλαίων ἀλλὰ παρακαθήμενος εἰς τὸ ἀγωνίζεσθαι τοῖς νικῶσιν. ἐνταῦθα οὖν φησιν ὅτι ἔσχατος καὶ ὡς ἔφεδρος ἐλείφθη μοι ὁ Αἴας εἰς κακόν.

δυσθεράπευτος: μηδενὶ πειθόμενος.

ὤμοι μοι: διὰ μέσου.

ξύναυλος: σύναυλος, παρὰ τὰ ἐναυλίσματα.

ἐξεπέμψω: ἀντὶ ἔπεμψας ὧδε.

λείπει ὧδε.

θουρίῳ: ὁρμητικῷ.

πολεμικῷ.

νῦν δʼ αὖ φρενὸς οἰοβώτας: αὐθαίρετος, ὡς ἂν εἴποι τις, αὐτὸς τὴν ἑαυτοῦ διάνοιαν βόσκων καὶ μηδενὶ πειθόμενος· ἢ μονωθεὶς ἐκ τῆς φρενός· ἢ μονότροπος, μεμονωμένος τῷ λογισμῷ· ἢ ποιμαίνων τὴν ἑαυτοῦ διάνοιαν καὶ μόναρχος ὢν τῶν λογισμῶν· ἢ οἷον διεσθίων αὑτοῦ τὴν φρένα, παρὰ τὴν βόσιν· ἢ ὁ βαίνων εἰς ἐρημίαν διὰ τὸ συγκεκλῃκέναι ἑαυτόν. καὶ ὅμοιόν ἐστι τῷ· ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων. ἢ φρενὸς οἰοβώτας: οὐ σὺν φρεσὶν ἀλλʼ ἐκτὸς φρενῶν διάγων.

οἰοβώτας: μονωθεὶς ἐκ τῆς φρενός.

ἔρημος καὶ μεμονωμένος τῷ λογισμῷ.

μονότροπος.

εὕρηται: γρ. γεγένηται.

τὰ πρὶν δʼ ἔργα: τὰ δὲ πρότερον μέγιστα τῆς ἀρετῆς τῶν χειρῶν αὐτοῦ ἔργα ἐν ὀλιγωρίᾳ εἰσὶ παρὰ τοῖς Ἀτρείδαις. ἢ οὕτως· τὰ δὲ πρότερον αὐτοῦ ἀνδραγαθήματα φροῦδα παρὰ τοῖς Ἀτρείδαις.

λείπει τὰ γενόμενα.

τὰ ἀνδραγαθήματα.

ἄφιλα παρὰ φίλοις: παρὰ τοῖς πρῴην αὐτοῦ φίλοις νῦν δʼ ἁπάντων ἐπιλελησμένοις. ἢ ἄφιλα παρʼ ἀφίλοις, ἐχθρὰ παρʼ ἐχθροῖς.

ἀντὶ ἀχάριστα.

κατʼ εἰρωνείαν τὸ παρὰ φίλοις.

μελέοις: ἀθλίοις.

ἦ που παλαιᾷ μὲν ἔντροφος ἁμέρᾳ: ἡ ἐντεθραμμένη τῷ παλαιῷ χρόνῳ, οἷον τῇ ἡλικίᾳ, ἀντὶ τοῦ πολυετής. ὁ δὲ νοῦς· ὄντως που ἡ τῇ παλαιᾷ ἡμέρᾳ, τουτέστι τῷ παλαιῷ χρόνῳ, ἔντροφος. τῷ δὲ λευκῷ γήρᾳ κατὰ κοινοῦ τὸ ἔντροφος· ἡ μήτηρ αὐτοῦ.

παλαιᾷ: γηραιᾷ.

λευκῷ: τῷ λευκοποιῷ τῶν τριχῶν.

νοσοῦντα φρενομόρως: ἀντὶ τοῦ εἰς τὴν μοῖραν τῶν φρενῶν νοσοῦντα, ὅ ἐστι φρενοβλαβῶς, μανικῶς.

φρενομόρως: γρ. φρενοβλαβῶς.

αἴλινον αἴλινον: εἶδος θρήνου.

οὐδʼ οἰκτρᾶς γόον ὄρνιθος: οἷον οὐ μέτριον. ἀναστρεπτέον δέ· ἄρχει γὰρ τοῦ λόγου τὸ οὐ, ἵνʼ ᾖ. οὐκ αἴλινον οὐδʼ οἰκτρᾶς γόον ἀηδοῦς ἥσει, ἀλλʼ ὀξυτόνους μὲν ᾠδὰς καὶ τὰ ἑξῆς.

οὐδʼ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς ἥσει δύσμορος: ἥσει γόον οὐ μέτριον κατὰ τὴν ἀηδόνα, ἀλλʼ ὀξύν. ἡ ἀηδὼ δὲ κατὰ Μιτυληναίους.

ἥσει: ᾄσει δύσμορος. καὶ πέμψει.

πολιᾶς: περιπαθῶς ἡ πρόσθεσις τῆς πολιᾶς.

ἀμύγματα: κατακοπαί, σπαράγματα.

κρείσσων γὰρ Ἅιδᾳ κεύθων: κρείσσων γάρ ἐστιν ὁ τεθνηκὼς ἢ ὁ ζῶν καὶ νοσῶν μάτην, ὅ ἐστι μεμηνὼς — μάτην γὰρ νοσεῖν τὸ ἀθεραπεύτως μαίνεσθαι· οὐ λέγει δὲ οὕτως, ὅταν αὐτὸν πύθηται τετελευτηκότα. καὶ ἄλλως· ὁ γὰρ μεμηνὼς καὶ τὰς φρένας διεφθαρμένος κρείσσων Ἅιδᾳ κεύθων, οἷον ἄμεινον τῷ μεμηνότι ἐξιέναι τοῦ βίου ἢ ζῆν. καὶ ἄλλως· οἷον ἡ μήτηρ ἡγήσεται κρείσσονα τὸν θάνατον τῆς τοῦ Αἴαντος μανίας.

γνώμη.

ὃς ἐκ πατρῴας ἥκων γενεᾶς: ὃς ἄνωθεν, ἀπὸ πατρῴας γενεᾶς ἄριστος ἥκων — λείπει γὰρ τὸ ἄριστος —, ὥστε προέχειν ἁπάντων τῶν Ἑλλήνων κατὰ γένος, νῦν οὐκέτι τοῖς πρώτοις ἤθεσιν ἐμμένει.

ἥκων γενεᾶς: λείπει τὸ ἄριστος.

συντρόφοις ὀργαῖς: σὺν τοῖς τεθραμμένοις ἤθεσι.

ὀργαῖς: τρόποις.

τρόποις, διδαχαῖς, τοῖς ἤθεσι, καὶ ὁρμαῖς.

ὁρμαῖς, ἤθεσι.

ὦ τλᾶμον πάτερ: ἀπέστρεψε τὸν λόγον πρὸς τὸν Τελαμῶνα.

οἵαν σε μένει πυθέσθαι: τοιαύτην ἄτην, οἵαν οὐδεὶς πέπονθεν τῶν Αἰακιδῶν. παραμυθία γάρ ἐστι τὸ μετέχειν τινὰ τοῦ γένους τῶν αὐτῶν κακῶν.

ἔθρεψεν: ἔσχεν.

ἔσχεν ἢ ἐκτήσατο. εἰς φῶς ἤγαγεν.

αἰών: γρ. ἐών.

τοῦδε: τοῦ Αἴαντος.

ἅπανθʼ ὁ μακρός: ἐξέρχεται ὁ Αἴας ὡς δὴ κατακηληθεὶς ὑπὸ Τεκμήσσης μὴ σφάττειν ἑαυτόν, καὶ προφάσει τοῦ δεῖν εἰς ἐρημίαν ἐλθεῖν καὶ κρύψαι τὸ ξίφος ἐπὶ τούτοις ἀναχωρεῖ καὶ διαχρῆται ἑαυτόν. παρίστησι δὲ ὁ λόγος, ὅτι καὶ οἱ ἔμφρονες καὶ παρακολουθοῦντες τῇ φύσει τῶν πραγμάτων ὅμως ὑπὸ τῶν τοιούτων παθῶν ἐπὶ τὸ χεῖρον ἀπολισθάνουσιν. ὡς καὶ ἐν Τραχινίαις ἡ Δηιάνειρα περὶ τοῦ ἔρωτος διαλεγομένη, ὅτι αὐτῷ οὐκ ἀντιστήσεται οὐδὲ λυσιτελεῖ αὐτῇ ἀντιπράττειν τῇ ἐπιθυμίᾳ τοῦ ἀνδρός, πράττει μετὰ ταῦτα ἅπερ αὐτὴν ἀνέπεισεν ἡ ζηλοτυπία. ἤτοι δὲ σχῆμά ἐστιν· ἅπαντα ὁ χρόνος φύει ἄδηλα, εἶτα ἐξαλλαγῇ καὶ ταῦτα φανέντα κρύπτεται. ἢ τὸ κρύπτεται ἐπὶ τοῦ χρόνου, ἀντὶ τοῦ κρύπτει· τοῦτο δέ φησιν ὡς μεταβεβλημένος ἀπὸ τῶν προτέρων νοημάτων.

γνώμη.

ὁ μακρός: ὁ μέγας.

κρύπτεται: ἀντὶ τοῦ κρύπτει.

ἄελπτον: ἀνέλπιστον, ἀφανές.

ἁλίσκεται: ἐξελέγχεται, φωρᾶται.

χὠ δεινὸς ὅρκος: ὅτι καὶ ὀμόσαντές τινες ἐν μεταβολῇ γίνονται τῷ χρόνῳ.

δεινός: μέγας.

περισκελεῖς φρένες: αἱ ἄγαν σκληραὶ ψυχαί.

αἱ σκληραί, αἱ ἀμετάθετοι.

ἐκαρτέρουν τότε: λείπει τὸ ἔπη. ἵνʼ ᾖ· ὅστις τὰ δεινὰ ἔπη ἐκαρτέρουν λέγειν τότε, ὡσανεὶ πρὸ τοῦ καταπεπαῦσθαι τῆς μανίας.

γρ. ἐπηπείλησʼ ἔπη.

βαφῇ σίδηρος ὥς, ἐθηλύνθην: ἐν τῇ βαφῇ οὐκ ἀνίεται ὁ σίδηρος, ἀλλὰ μᾶλλον σκιραίνεται. οὕτως οὖν διασταλτέον· κἀγὼ γάρ, φησίν, ὃς ἠπείλουν καὶ ἔζεον καὶ ἐβόων ὡς ἐν βαφῇ σίδηρος καὶ Ὅμηρος· εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα, νῦν ἐθηλύνθην ὑπὸ τῶν λόγων τῆς γυναικός. ἢ ὅτι δισσῶς βάπτεται ὁ σίδηρος· εἰ μὲν γὰρ μαλθακὸν βούλονται αὐτὸν εἶναι, ἐλαίῳ βάπτουσιν, εἰ δὲ σκιρόν, ὕδατι.

ἀλλʼ εἶμι πρός τε λουτρά: πιθανὴ αὐτῷ ἡ ἔξοδος ὡς ἐπὶ καθαρμόν· μονάσαι γὰρ βούλεται χάριν τῆς ἀναιρέσεως.

ἐξαλεύσωμαι: φυλάξωμαι, ἐκκλίνω, ἐκφύγω.

θεᾶς: τῆς Ἀθηνᾶς.

μολών τε χῶρον ἔνθʼ ἂν ἀστιβῆ κίχω: εὑρήσω, φησί, τόπον οὗ οὐδεὶς ἐπιβήσεται. τοῦτο δὲ πιθανόν, ἵνα μή τις αὐτῷ ἀκολουθήσῃ. πιθανὸν δὲ καὶ τὸ λαβεῖν τὸ ξίφος, ἵνα εὐπορήσῃ ἑαυτὸν διαχρήσασθαι.

τόδʼ ἔγχος: ἀντὶ τὸ ξίφος.

κεδνόν: συνετόν· τὸ κέαρ ἡδῦνον.

ἐχθρῶν ἄδωρα δῶρα: ὁ νοῦς, ὅτι μηδὲ τὰ μέγιστα τῶν ἐχθρῶν ἐφίεσο ἔχειν, τῶν δὲ φίλων καὶ τὰ ἐλάχιστα.

γνώμη.

ἄδωρα: κακόδωρα.

τοιγὰρ τὸ λοιπόν: ἐπιφθόνως ἔφρασεν, ἐν εἰρωνείᾳ ἀντιστρέψας τὴν τάξιν. ἔδει γὰρ εἰπεῖν θεοὺς μὲν σέβειν, εἴκειν δὲ Ἀτρείδαις. τοὐναντίον δὲ εἴρηκεν ὡς τῶν Ἀτρειδῶν νῦν δὴ θεομαχούντων.

μαθησόμεσθα δʼ Ἀτρείδας σέβειν: μιμεῖται τὸν σώφρονα, κεκίνηται δὲ ὑπὸ τοῦ πάθους.

καὶ γὰρ τὰ δεινά: εἰ γὰρ τὰ θεῖα ὑπείκει τιμῇ, πόσῳ μᾶλλον προσήκει τοῖς ἀνθρώποις ταῦτα πράττειν; τὸ δὲ τιμαῖς ὑπείκει· ὑπείκει ταῖς ἀλλήλων διανεμήσεσιν. ἐκ γὰρ ἐναντιότητος τὸ πᾶν συνέστηκεν· πρεσβύτης τις, ἐπεὶ καὶ νέος ἐγένετο· καθέζεται, ὅτι καὶ ἕστηκεν.

γνώμη.

τὰ δεινά: τὰ θεῖα καὶ δέος ἐμποιοῦντα.

νιφοστιβεῖς: οἱ τὰς ὁδοὺς διύγρους ποιοῦντες.

ἐκχωροῦσιν: ὑπεξίστανται.

αἰανὴς κύκλος: τουτέστιν ὁ σκοτεινὸς κύκλος ἢ ἀδιάλειπτος.

αἰανῆς: τῆς σκοτεινῆς.

φλέγειν: ὥστε λάμπειν.

δεινῶν τʼ ἄημα πνευμάτων: λείπει ἡ ὑπὸ πρόθεσις, ἵνʼ ᾖ· ὑπὸ δεινῶν πνευμάτων στένοντα πόντον, ἄημα πρᾶον ἐκοίμισεν αὐτόν.

ὑπὸ δεινῶν πνευμάτων.

τὸ ἐν ἀντὶ τοῦ καί.

ἐγὼ δʼ ἐπίσταμαι: ἐπειδὴ τὸ πᾶν πρὸς τοὐναντίον γίνεται, εἰκὸς καὶ τοὺς Ἀτρείδας φίλους ἀντʼ ἐχθρῶν γενέσθαι. δεῖ οὖν, φησίν, προσέχειν τοῖς τέως ἐχθροῖς ὡς αὖθις φίλοις ἐσομένοις καὶ τοῖς φίλοις ὡς ἐχθροῖς. συμμέτρως οὖν φησι χρῆσθαι τοῖς πράγμασιν.

ἀρτίως: ἀντὶ τοῦ νῦν.

ὅτʼ: ἀντὶ τοῦ ὅτῳ· ἐκθλίβονται γὰρ καὶ τὰ μακρά.

ἤμην: γρ. ἡμῖν.

ἐς τοσόνδʼ: ἕως τοῦ νῦν.

ὑπουργῶν: σπουδάζων.

ὠφελεῖν: βοηθεῖν.

ὡς αἰὲν οὐ μενοῦντα: φίλον ἐμὲ ἀνάπαλιν εἰς ἔχθραν τραπέντα.

λείπει τὸν φίλον.

τοῖς πολλοῖσι γάρ: γνώμη.

ἑταιρείας λιμήν: λιμὴν ἡ φιλία, ἵνʼ ᾖ· ἡ τῆς ἑταιρείας φιλία.

γρ. εὐτʼ ἑταιρείας.

φιλία.

ἑταιρείας: φιλίας.

ἀλλʼ ἀμφὶ μὲν τούτοισιν: ὅρα πόσον ἐπικρατεῖται ὑπὸ τοῦ πάθους ὁ λογισμός. ὁ τὰ σοφώτατα γοῦν εἰπὼν ἑαυτὸν ἀναιρεῖ.

καὶ περὶ μὲν τούτων.

διὰ τέλους: γρ. διὰ τάχους.

ὑμεῖς θʼ, ἑταῖροι: τὰ μὲν τῆς ἀναιρέσεως δῆλα τῷ θεατῇ, ἀγνοεῖ δὲ ὁ χορός· πεπίστευκε γὰρ τοῖς ὑπʼ αὐτοῦ λελεγμένοις.

τιμᾶτε: ἀντὶ τοῦ πείθεσθε.

ἅμα: γρ. ὑπέρμεγα.

ἐγὼ γὰρ εἶμʼ ἐκεῖσʼ ὅποι πορευτέον: αἰνιγματωδῶς ὁ λόγος ἐξενήνεκται.

καὶ τάχʼ ἄν μʼ ἴσως: ὁ μὲν χορὸς ἀπαλλάττεσθαι νομίζει λέγειν τῆς νόσου· ὁ δὲ αἰνίττεται τῶν κακῶν τοῦ βίου.

ἔφριξʼ ἔρωτι: ὠρθώθην τῇ ἡδονῇ, ἀνεπτερώθην. χρείας δὲ ἕνεκα τὸ χορικὸν νῦν παρείληπται. ἐξελθόντος γὰρ τοῦ Αἴαντος δεῖ βραχὺ διάλειμμα γενέσθαι, ἵνα μὴ καταληφθῇ ὑπὸ τοῦ ἀγγέλου. διὸ καὶ τὴν ὄρχησιν ποιεῖται, ἔνθεν καὶ βραχύ ἐστι τὸ χορικὸν ὡς πρὸς χρείαν εἰλημμένον.

ἄλλως· ἔφριξʼ ἔρωτι: τέρπεται ὁ χορὸς ἐπὶ τῷ πεπαῦσθαι τῆς νόσου τὸν Αἴαντα καί φησιν· ὑφʼ ἡδονῆς ἔφριξα καὶ βούλομαι χορεῦσαι. εὐεπίφορος δὲ ὁ ποιητὴς ἐπὶ τὰς τοιαύτας μελοποιίας, ὥστε ἐντιθέναι τι καὶ τοῦ ἡδέος.

ἔφριξʼ ἔρωτι: ὠρθώθην τῇ ἡδονῇ.

ἀνεπτάμαν: ἀνεπτερώθην.

ἰὼ ἰώ, Πὰν Πάν: ἐπικαλοῦνται τὸν Πᾶνα ὡς χορῶν πρόξενον· καὶ αὐτοὶ γὰρ τοῦτο ποιεῖν βούλονται ὡς ἐγνωκότος τοῦ Αἴαντος μηκέτι τελευτᾶν. καὶ ἄλλως· ἐπικαλοῦνται τὸν Πᾶνα ἢ ὅτι ἐβοήθησε τοῖς Ἀθηναίοις ἐν τῇ ναυμαχίᾳ ἢ ὅτι τὸν Τυφῶνα δικτύοις ἤγρευσεν ἢ ὅτι οἱ ἁλιεῖς τιμῶσι τὸν Πᾶνα ὡς νόμιμον θεόν.

ἁλίκλαγκτε: ἀντὶ τοῦ μεγαλόφωνε ἐν τῇ χορείᾳ, ὡς ἁλίβρομε· ἢ ὅτι τῆς ἠχοῦς ἐρᾷ, πολύηχος δὲ ἡ θάλασσά ἐστιν.

μεγαλόφωνε ἢ τιμώμενε τοῖς ἁλιᾶσι.

καὶ ἁλίβρομε.

ἁλίπλαγκτε Κυλλανίας: ἁλίπλαγκτε ἀπὸ τῆς Κυλληνίας.

Κυλλανίας: ὄρος Ἀρκαδίας ἡ Κυλληνία.

ἀπὸ τῆς Κυλληνίας. ὄρος δὲ Ἀρκαδίας ἡ Κυλληνία.

δειράδος: ἐξοχῆς τοῦ ὄρους.

ὅπως μοι Νύσια Κνώσιʼ ὀρχήματʼ: ὅπως μοι συνάψῃς ὄρχησιν ποιουμένῳ παντοίαν, τὴν οὐκ ἐκ διδαχῆς σοι γενομένην ἀλλʼ ἐκ φύσεως· οὐδεὶς γὰρ ἐδίδαξε τὸν Πᾶνα.

μοι: λείπει ξυνών.

Νύσια Κνώσιʼ ὀρχήματʼ: ἐν Νυσίᾳ καὶ ἐν Κνωσῷ ἐπιμελὴς ἡ ὄρχησις. ἢ Νύσια, τὰ ἐν τῇ Νύσῃ γινόμενα — ἔστι δὲ αὕτη Διονύσου ἱερά· καὶ συνᾴδει τῷ Κνώσια — καὶ ἡ Κνωσὸς γὰρ Διονύσου.

τὰ ἐν τῇ Νύσῃ τῷ ὄρει καὶ τὰ ἐν τῇ Κνωσῷ ὀρχήματα ἐπιβάλῃς ἢ συλλάβῃς ἡμῖν. καὶ ἄλλως· τῶν ὀρχήσεων αἱ μέν εἰσι Διονυσιακαὶ αἱ δὲ Κορυβαντικαὶ αἳ καὶ ἐνόπλιοι. Νύσιαι οὖν αἱ Διονυσιακαί, παρὰ τὴν Νῦσαν, Κνώσιαι δὲ αἱ Κορυβαντικαί· Κνωσὸς γὰρ πόλις τῆς Κρήτης, ἐν τῇ Κρήτῃ δὲ ὑπὸ Κορυβάντων ἐτράφη ὁ Ζεύς.

τῶν ὀρχήσεων ἡ μὲν Βερεκυντιακὴ λέγεται, ἡ δὲ Κρητικὴ ἣ καὶ πυρρίχη. Νύσια οὖν αἱ Βερεκυντιακαὶ — τῆς γὰρ Νυσίας ἐστὶν ἡ Βερέκυντος —, Κνώσια δὲ αἱ Κρητικαί.

τὰ ἐν τῇ Νύσῃ τῷ ὄρει καὶ τὰ ἐν τῇ Κνωσῷ.

Νύσια: τὰ ἐν τῇ πόλει Νύσῃ.

Κνώσιʼ: Κρητικά.

Κορυβαντικά.

αὐτοδαῆ: αὐτομαθῆ, ἃ ἐκ φύσεως ἔχεις, οὐ διδακτά.

αὐτομαθῆ, ἃ σὺ σαυτὸν ἐδίδαξας.

ἰάψῃς: ἐπιβάλῃς ἢ συλλάβῃς ἡμῖν.

διδάξῃς, συλλάβῃς.

νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι: ἀναγκαίως καὶ ἡ αἰτία τῆς ὀρχήσεως, ἵνα μὴ δοκῇ ἀλόγως ἐπὶ τοῦτο ἀπαντᾶν.

Ἰκαρίων δʼ ὑπὲρ πελαγέων μολὼν ἄναξ Ἀπόλλων: παραγένοιτο δὲ καὶ ὁ Ἀπόλλων διὰ τοῦ Ἰκαρίου πελάγους, τουτέστιν ἀπὸ τῆς Δήλου, καὶ συνείη μοι εὔφρων. ἐν δὲ τῷ Ἰκαρίῳ πελάγει κεῖται ἡ Δῆλος.

Ἰκαρίων: ἐν τῷ Ἰκαρίῳ πελάγει κεῖται ἡ Δῆλος.

ἄναξ Ἀπόλλων: ὁ ἄναξ Ἀπόλλων.

ὁ Δάλιος: ἢ ὁ ἐν τῇ Δήλῳ τῇ νήσῳ γεννηθεὶς ἢ ὁ δηλῶν καὶ φανερὰ ποιῶν τοῖς ἀνθρώποις τὰ ἐσόμενα. λέγεται δὲ αὐτὸν γεννηθῆναι ἐν τῇ Δήλῳ διʼ αἰτίαν τοιαύτην. ἡ Λητὼ μιγεῖσα τῷ Διὶ συνέλαβεν ἐξ αὐτοῦ τὸν Ἀπόλλωνα. τοῦτο γοῦν ἡ Ἥρα μαθοῦσα κατηράσατο μὴ δέξασθαι τὴν γῆν τὸ τεχθησόμενον παρὰ τῆς Λητοῦς. ἡ γοῦν Δῆλος αὕτη ἦν κινουμένη· καί ποτε μὲν ὑπὸκάτω τῆς θαλάσσης ἐκρύπτετο, ποτὲ δὲ ἄνωθεν τοῦ ὕδατος ἦν. προσταχθεὶς δὲ παρὰ τοῦ Διὸς ὁ Ἑρμῆς ταύτην τῇ ῥάβδῳ παίσας ἔστησεν καὶ οὕτως ἐν αὐτῇ ἡ Λητὼ ἔτεκε τὸν Ἀπόλλωνα διὰ τὸ μὴ περιπεσεῖν καὶ αὐτὴν τῷ ὅρκῳ ὥς ποτε μὲν ἱσταμένην ἄνω, ποτὲ δὲ ὑποκάτω τῆς θαλάσσης οὖσαν.

ὁ ἐν τῇ Δήλῳ τιμώμενος.

εὔγνωστος .... εὔφρων: φανερὸς ὢν καὶ δῆλος ὅτι φιλεῖ με.

φανερός.

εὐφρονῶν: γρ. εὔφρων.

εὔφρων: φίλος καὶ ἐμοὶ κεχαρισμένος.

ἔλυσεν αἰνὸν ἄχος ἀπʼ ὀμμάτων Ἄρης:ὁ Αἴας ὁ Ἀρήιος· ἢ ἄρης, ὁ πόλεμος ὁ περὶ τὸν Αἴαντα, ἔλυσεν ἡμῶν τὸ σκότος καὶ τὴν κατήφειαν.

ἀπʼ ὀμμάτων: ἀπὸ τῶν ὀμμάτων τοῦ Αἴαντος.

Ἄρης: ἡ μανία ἡ περὶ τὸν Αἴαντα.

Ἄρης: ἡ λύσσα, ἡ μανία.

ἰὼ ἰὼ νῦν αὖ, νῦν, ὦ Ζεῦ, πάρα λευκόν: νῦν πάρεστιν ἡμέρα λαμπρὰ ἡμῖν, ὥστε ἐγγίσαι τῶν νεῶν. πρότερον γὰρ ἐξετρεπόμεθα ἐπιμίγνυσθαι τοῖς Ἕλλησι διὰ τὴν αἰδῶ.

νῦν: ἀρτίως.

πελάσαι .... θοᾶν .... νεῶν: ὥστε πελάσαι ἐπὶ τῶν θοῶν νεῶν.

θοᾶν: κατὰ τῶν θοῶν.

ἀντίπτωσις ἀντὶ δοτικῆς.

ὅτʼ Αἴας λαθίπονος: ὅτε δὴ ὁ Αἴας πάρεστιν ἐκ μετανοίας ἐπὶ τὸ σέβειν τοὺς θεοὺς καὶ κατατίθεσθαι τὴν ἔχθραν τὴν πρὸς τοὺς Ἀτρείδας.

αὖ: γρ. σά.

πάνθυτα: πάνσεπτα.

θέσμιʼ: μυστήρια.

νόμιμα.

ἐξήνυσʼ: ἐξεπλήρωσεν.

πάνθʼ ὁ μέγας χρόνος .... νεικέων: τὰ ὑπὸ τοῦ Αἴαντος διὰ πολλῶν εἰρημένα διὰ βραχέων διεξῆλθεν.

γνώμη.

φλέγει: ζωπυρεῖ.

διεγείρει, ζωπυρεῖ, αὔξει.

ἀναύδητον: ἀπόρρητον, ἀνέλπιστον, ἄλεκτον.

φατίξαιμʼ: εἴποιμι, ἀποφήναιμι.

εὖτέ γʼ ἐξ ἀέλπτων: ὁπότε ἐξ ἀνελπίστων καὶ μεγάλων νεικέων ὁ Αἴας μετεπείσθη καὶ μετεβλήθη τὴν ψυχὴν τοῖς Ἀτρείδαις ἀπὸ τῆς ἔχθρας.

ἀέλπτων: ἀνελπίστων.

μετανεγνώσθη θυμόν: μετεπείσθη, μετεβλήθη καὶ πέπαυται τοῦ θυμοῦ.

θυμόν: γρ. θυμῶν.

τὴν ψυχήν.

Ἀτρείδαις: ἐπὶ τοῖς Ἀτρείδαις.

ἄνδρες φίλοι: ἄγγελος ἥκει ἀπὸ τοῦ στρατοῦ ἀγγέλλων τὴν παρουσίαν τοῦ Τεύκρου. θαυμαστὴ δὲ ἡ εἴσοδος τούτου τοῦ ἀγγέλου· τοῦ Αἴαντος γὰρ ἔξω ἑαυτὸν διαχρωμένου οὐκ εἶχον οἱ ἀπὸ τοῦ χοροῦ οὔτε ἡ Τέκμησσα γνῶναι τὸ πραχθέν· πιθανῶς οὖν ὁ ἄγγελος ἀπαγγείλας παρασκευάζει αὐτοὺς ἐξιέναι κατὰ ζήτησιν καὶ οὕτως ἐπιτεύξονται τῷ πτώματι. δεξιῶς δὲ καὶ τὸ τὸν Κάλχαντα μαθεῖν· οἰκεῖον γὰρ τῷ μάντει. καλῶς δὲ καὶ τὰ τῆς σκηνῆς ἐσκεύασται· Αἴαντος γὰρ καταλιπόντος τὴν σκηνὴν προῆλθεν ὁ ἄγγελος, εἶτα τοῦ χοροῦ τὴν σκηνὴν ἐάσαντος διὰ τὴν ζήτησιν, ἔξεισιν ὁ Αἴας ἐπὶ τὴν πρᾶξιν. τῷ δὲ θεατῇ οὐδὲν ἀργὸν παραλείπεται, πεποικιλμένης διαφόρως τῆς ἐν τῇ σκηνῇ προσωποποιίας.

Μυσίων: ἀντὶ τῶν Θρᾳκικῶν. μέρη γὰρ τῆς Θρᾴκης πολλὰ περὶ τὴν Μυσίαν.

Θρᾳκικῶν.

κρημνῶν: τῶν χωρίων.

στρατήγιον: τὸ στρατόπεδον Ἀττικῶς.

κυδάζεται τοῖς πᾶσιν: λοιδορεῖται, ὑβρίζεται ὑπὸ πάντων. καὶ Ἐπίχαρμος ἐν Ἀμύκῳ· Ἄμυκε, μὴ κύδαζέ μοι τὸν πρεσβύτερον ἀδελφόν. καὶ Αἰσχύλος ἐν Ἰφιγενείᾳ οὔ τοι γυναιξὶ δεῖ κυδάζεσθαι. τί γάρ; ἀρσενικῶς δὲ ὁ κύδος ἐπὶ τῆς ὕβρεως.

λοιδορεῖται, ὑβρίζεται.

ὀνείδεσιν ἤρασσον ἔνθεν κἄνθεν: ἔκρουον, ἔπληττον, ἐβλασφήμουν πάντες ὁμοφρονοῦντες.

ἐβλασφήμουν, ὕβριζον, ἔβαλλον πάντες ὁμοφρονοῦντες.

ἤρασσον: ἔβαλλον, ἔπληττον.

ἔκρουον.

ἀποκαλοῦντες: Ἀττικὸν ἔθος τὸ ἐπιφέρειν ἑνικοῖς πληθυντικὰ καὶ ἀνάπαλιν, ὡς καὶ νῦν τό· οὔτις ἔσθʼ ὃς οὐχὶ ἔλεγε, ξύναιμον αὐτὸν ἀποκαλοῦντες.

ὡς οὐκ ἀρκέσοι: ἐπὶ τοῦ Τεύκρου. ὡς οὐκ ἀρκέσοι ἑαυτῷ τὸ μὴ λιθόλευστος γενέσθαι· ὡς οὐ κωλύσοι ἑαυτὸν καταλιθωθῆναι,

βοηθήσει· κωλύσει καταλιθωθῆναι.

κωλύσοι.

εἰς τοσοῦτον ἦλθον: μανίας ἦλθον δηλονότι.

κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη: διειλκύσθη, διῆλθεν, ἐγυμνώθη· εἰ μὴ γὰρ εἰς πέρας ἑλκυσθῇ οὐκ ἐξέρχεται.

ἐρυστά: ἑλκυστά.

διεπεραιώθη: διειλκύσθη, διῆλθεν.

λήγει δʼ ἔρις δραμοῦσα: ἡ ἔρις εἰς πολὺ δραμοῦσα καὶ προκόψασα ἔστη τῇ συναντήσει τοῦ λόγου τῶν γερόντων. ἐκ τῆς τοῦ Ἀχιλλέως δὲ πρὸς Ἀγαμέμνονα μάχης παραγέγραπται· καὶ ὥσπερ ὁ Νέστωρ ἐκεῖ διαλλάσσει οὕτως καὶ νῦν οἱ γέροντες. ἡ ἔρις οὖν προκόψασα προσωτάτω λήγει ἐκ συναλλαγῆς τοῦ λόγου τῶν γερόντων, οἷον ἐκ τῆς ὁμιλίας αὐτῶν.

ἐπαύσατο προκόψασα.

δραμοῦσα τοῦ προσωτάτω: προκόψασα.

ξυναλλαγῇ λόγου: τῇ ἀμοιβῇ τοῦ λόγου καὶ παραμυθίᾳ.

γνώμη.

ὡραῖον.

οὐκ ἔνδον: ἐν συντόμῳ· οὐκ ἀναγκαῖον γὰρ δισσολογεῖν περὶ ὧν ἤκουσεν ὁ ἀκροατής.

φροῦδος: ἀφανής, ἔκδημος.

νέοισιν: καινοῖς.

ἐγκαταζεύξας: συνθείς, ἁρμόσας.

ἐγκατατεύξας: γρ. ἐγκαταζεύξας. ἁρμόσας.

τρόποις: ἤθεσι.

ἰοὺ ἰοὺ ἰού: εἰδὼς ἀπὸ τοῦ μάντεως ὅτι κακὸν αὐτῷ γίνεται τοῦτο προαναφωνεῖ.

ἢ ʼφάνην ἐγὼ βραδύς: ἤπερ. φησὶ δὲ ὅτι οὐκ ἐβράδυνα παραγενόμενος, ἀλλὰ βραδέως ἐπέμφθην.

τί δʼ ἐστι χρείας: οἷον, τί σοι λείπει ὅπερ σπάνιόν ἐστι πρὸς τὴν χρείαν τὴν νῦν; ἐσπάνιζε δὲ τὸ ἄμεινον εἶναι πρὸ ὀλίγου αὐτὸν παραγεγονέναι. καὶ παρὰ Σιμωνίδῃ ἐπὶ τοῦ πρὸς Αἰγέα ἀγγέλου πεμφθέντος· βιότου κέ σε μᾶλλον ὤνασα πρότερος ἐλθών.

χρείας ὑπεσπανισμένον: ἐλλιπὲς καὶ δεόμενον τῆς τοῦ Αἴαντος παρουσίας.

ἐλλεῖπον, στερισκόμενον.

ἐλλιπές, ἐστερημένον.

τὸν ἄνδρʼ ἀπηύδα Τεῦκρος: ἀναγκαίως διηγεῖται, ὁπότε ἔγνωκεν ἀπόντα τὸν Αἴαντα. ἔδει γὰρ δηλωθῆναι τῷ θεάτρῳ.

ἀλλʼ οἴχεταί τοι: οἴχεται πρὸς τὸ κέρδιστον τραπεὶς τῆς γνώμης, ὅπως τὴν ἔχθραν κατάθηται καὶ διαλλαχθῇ τοῖς θεοῖς ἀπὸ τοῦ χόλου.

ὡς καταλλαχθῇ χόλου: πιθανῶς ὡς πολῖται χόλον καὶ οὐ μανίαν λέγουσιν.

χόλου: τοῦ τῶν θεῶν χόλου.

ταῦτʼ ἐστὶ τἄπη: ἐπίσταται γὰρ διὰ τὸ ἀκηκοέναι τὰ παρὰ τοῦ Κάλχαντος.

εἴπερ τι Κάλχας: εἰς παροιμίαν ὁ στίχος παρῆκται, ἣν καὶ Ἀριστοφάνης ἀναγράφει

τοσοῦτον: ἀντὶ μέχρι τούτου.

παρών: πρὸ τοῦ ἐλθεῖν τὸν Τεῦκρον.

οἶος Ἀτρειδῶν δίχα: πάνυ ἀξιοπίστως, ὅτι οὐκ ἀντικρὺ τῶν βασιλέων ὁ μάντις διελέγετο, ἀλλʼ ἐν ἀπορρήτῳ κατʼ εὔνοιαν τοῦ Αἴαντος.

κἀπέσκηψε: ἐνετείλατο.

εἶρξαι: ἐξεῖρξαί ποτε ἢ μόλις κωλῦσαι.

τοὐμφανές: τὸ ἐμφανὲς τῆς ἡμέρας ἐπίθετόν ἐστιν, ὡς λέγομεν· νύκτα μέλαιναν.

ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ μόνῃ: πιθανῶς ὡς μάντις τὴν αἰτίαν λέγει τῆς μανίας· κατʼ ἀρχὰς γὰρ ἡ Ἀθηνᾶ οὐδὲν τούτων προεῖπεν.

τὰ γὰρ περισσά: τὰ παρέλκοντα καὶ ἀχρήσιμα καὶ πέρα τοῦ μέτρου ὄντα, τὰ χωρὶς δικαίου.

γνώμη.

ὅστις ἀνθρώπου φύσιν: περιίσταται ὁ νοῦς εἰς τὸ γνῶθι σαυτόν.

κεῖνος δʼ ἀπʼ οἴκων: παρατήρει κἀνθάδε τὴν προσθήκην τοῦ ποιητοῦ, ὅτι προσῆψε τῷ Αἴαντι γλωσσαλγίαν, μονονουχὶ θεραπεύων τὸν θεατὴν μὴ ἄχθεσθαι ἐπὶ τῇ συμφορᾷ τοῦ Αἴαντος. προσῳκειωμένοι γὰρ ἤδη τῇ ἀρετῇ αὐτοῦ σχεδὸν καὶ τῷ ποιητῇ ὀργίζονται.

ἀπʼ οἴκων: ἀπὸ τῶν οἴκων τῶν πατρικῶν.

δορὶ βούλου .... κρατεῖν: γνώμη.

θεοῖς .... ὁμοῦ: τὸ ὁμοῦ ἀντὶ τῆς σύν. τὸ δὲ ἑξῆς· θεοῖς ὁμοῦ.

σὺν τοῖς θεοῖς.

κράτος: νίκην.

κείνων: τῶν θεῶν.

τρέπειν: ἐπιβάλλειν. γρ. ἔχειν.

ἵστω: ἀντὶ τοῦ ἵστασο.

καθʼ ἡμᾶς .... μάχη: ἡ καθʼ ἡμᾶς μάχη.

ἀστεργῆ: ἀμάλακτον, ἀδιάθετον.

ἀλλʼ εἴπερ ἔστι τῇδε θἠμέρᾳ: εἰ παρέλθοι ταύτην τὴν ἡμέραν ἂν σωθείη. μέχρι γὰρ τῆς σήμερον παρατείνει τὴν ὀργὴν τῆς θεοῦ.

ὁ δʼ εὐθὺς ἐξ ἕδρας πέμπει με: ἅμα μὲν διὰ τὸ ἀξιόπιστον τοῦ προσώπου, ἅμα δὲ ὡς μὴ δοκοίη διʼ ἀπέχθειαν ταῦτα λέγειν. διὰ πάντων δὲ διδάσκει ὅτι κρατεῖ τῶν ἀνθρωπίνων ἡ εἱμαρμένῃ καὶ γνῶναι μὲν τὰ ἐσόμενα διὰ τῆς μαντικῆς ἐστιν, οὐ μὴν καὶ φυλάξασθαι δυνατόν.

ἐπιστολάς: ἐντολάς.

οὐκ ἔστιν ἁνὴρ ἐκεῖνος: οὐκέτι ὁ Αἴας ἐστὶ ζῶν εἰ τὰ λεγόμενα τῷ μάντει ἀληθῆ ἐστι καὶ οὐ φενάκαι.

ὦ δαΐα: δάιον κοινῶς τὸ πολέμιον, Ἀττικῶς δὲ τὸ δύστηνον.

ἀντὶ τοῦ δύστηνε τῷ δαΐα ἐχρήσατο.

δύστηνε, αἰχμάλωτε.

ὦ δαΐα Τέκμησσα: τίνος ἕνεκεν οὐκ ἐποίησεν ἐξιοῦσαν τὴν Τέκμησσαν, ἵνα μετὰ τοῦ χοροῦ ἀκούσῃ τὰ περὶ τοῦ Αἴαντος, ὡς ἐν τοῖς ἄλλοις δράμασιν, ἔν τε Ἠλέκτρᾳ καὶ Οἰδίποδι ἅμα τῷ χορῷ τὰς τῶν γυναικῶν προόδους ποιεῖ, ἵνα μὴ δισσολογῶσιν οἱ ἄγγελοι; ῥητέον οὖν ὅτι ὁ Αἴας ἐκέλευσεν αὐτὴν κατʼ οἶκον εὔξασθαι τοῖς θεοῖς εἰπών· καὶ δῶμα πάκτου. οὐδὲ μὴν αἰχμαλώτου σχῆμα ἔχουσαν ἔδει συνεχῶς ἐξιέναι, μάλιστα ἐν τοιούτῳ καιρῷ ἠγρυπνηκυῖαν καὶ παρηκολουθηκυῖαν τῇ τοῦ Αἴαντος μανίᾳ. ἔδει οὖν μέγα τι φανῆναι τὸ ἐξάγον αὐτήν. διὸ πρὸς τὸν χορὸν ἐδέησε πρῶτον εἰπεῖν, οἳ ὡς ἐπὶ μεγάλῃ προφάσει ἐκκαλοῦσιν αὐτήν· ἄλλως τε καὶ οἱ ἀπὸ τοῦ χοροῦ οἰκειότεροί εἰσιν ὡς πολῖται τοῦ Αἴαντος, ὥστε καὶ ὁ ἄγγελος καλῶς οὐκ ἐζήτησε μεῖζον πρόσωπον, ἀλλὰ τὸν Αἴαντα οὐ καταλαβὼν ἔνδον πρὸς τὸν χορόν φησιν. εἰς ἀνάγκην δὲ γεγονὼς ὁ ποιητὴς τοῦ διλογῆσαι οὐδαμοῦ προσκορὴς ἐγένετο, ἀλλὰ τὰ δεύτερα διὰ βραχέων ἐξήνεγκεν.

ἄλλως· ὦ δαΐα: δήια πεπονθυῖα ἢ κατακεκομμένη, καταπεπολεμημένη, κεκακωμένη. ὦ δύστηνε, ὦ πεπολεμημένη καὶ ἀθλία. ἀπρεπὲς γὰρ αὐτὴν πολεμίαν ἀποκαλεῖν. καὶ Αἰσχύλος ἀντὶ τοῦ ἀθλία κέχρηται τῇ λέξει.

ἀθλία.

θροεῖ: λέγει.

ξυρεῖ γὰρ ἐν χρῷ: ἅπτεται τῶν ἀναγκαίων τοῦ χρωτός. καὶ ἔστιν ἡ παροιμία ἐπὶ τῶν ἐπικινδύνων πραγμάτων.

ξυρεῖ γὰρ ἐν χρῷ: ἐνίοτε γὰρ καὶ τοῦ σώματος ἐφάπτεται ὁ σίδηρος.

ἄλλως· μέχρι βάθους ἐφικνεῖται, ὥστε μὴ χαίρειν. τὸ δὲ τινὰ παρέλκεται.

μέχρι βάθους διικνεῖται.

ἅπτεται.

τοῦτο: τὸ πρᾶγμα.

τινά: τὸ τινὰ παρέλκεται.

τί μʼ αὖ τάλαιναν: πρὸς τὸ Εὐριπίδου ἐν Δίκτυι· τί μʼ, ὦ γεραιέ, πημάτων πεπαυμένην ὀρθοῖς;

ἀτρύτων: πολυτρύτων.

ἐξ ἕδρας ἀνίστατε: οὐκοῦν διὰ τὸ κεκμηκέναι καὶ ἀναπαύσεως δεῖσθαι ἔνδον διέτριβε καὶ τὴν πρόφασιν τοῦ μὴ προϊέναι διασαφεῖ.

πρᾶξιν: δυστυχίαν.

ἤλγησʼ ἐγώ: ἀντὶ τοῦ ἀλγῶ ἀκούουσα.

ἀλγεινῶς ἤκουσα.

λείπει ἀκούσας.

οἴμοι, τί φῄς, ὦ ʼνθρωπε: περιπαθῶς ἀναβοᾷ πυθομένη ὅτι ἀγγέλλει τις νεώτερόν τι περὶ τοῦ Αἴαντος. ἴδιον δὲ τῶν φίλων τὸ τὰ χείρω ἀεὶ ὑπονοεῖν.

μῶν ὀλώλαμεν: τοιαῦτα γὰρ ἔλεγεν, ὅτι συναπολοῦμαί σοι, ἐὰν σὺ ἀποθάνῃς.

οὐκ οἶδα τὴν σὴν πρᾶξιν: πρὸς τὸ μῶν ὀλώλαμεν ἐπήγαγεν ὁ ἄγγελος περὶ τοῦ Αἴαντος μόνου· οὐ γὰρ τοιοῦτός ἐστιν ὁ καιρός, ὥστε σοφίζεσθαι καὶ τὰς φωνὰς ἐξετάζειν. καλῶς δὲ τὸ θαρσῶ· οὐδὲν γὰρ αὐτὸς οἶδεν, ἀλλʼ ἀπὸ τῶν λόγων τοῦ Κάλχαντος ἀγωνιᾶν φησιν.

πρᾶξιν: δυστυχίαν.

καὶ μήν: γρ. καὶ νῦν.

θυραῖος: ἔξω σκηνῶν.

ὥστε μʼ ὠδίνειν: ἐμφαντικῶς τὸ ὠδίνειν. οἰκεῖον γὰρ γυναικί, χαλεπώτατον δὲ τῶν γυναικείων πόνων ἡ ὠδίς.

σκηνῆς ὕπαυλον: ἐνδόμυχον, ὑπὸ τὴν αὐλὴν τῆς σκηνῆς.

κἀπὶ τῷ λέγει: ἐπὶ τίνι, τίνι τρόπῳ λέγει;

ἐπὶ τίνι, διὰ τί.

τῷ: τίνι.

πάρεστʼ: ἐπιδημεῖ.

φέρειν: ἀντὶ εἶναι, ἔχειν.

κωλύειν.

καθʼ ἡμέραν τὴν νῦν: ἀμφιβόλως· ἤτοι μαθὼν κατὰ τὴν νῦν ἡμέραν ἢ ὅτι καθʼ ἡμέραν τὴν νῦν τεθνήξεται.

ὅτʼ αὐτῷ θάνατον ἢ βίον φέρει: εἰ μὲν ἔνδον μείνῃ, σωθήσεται· εἰ δὲ μή, ἀπόλλυται. διὰ τούτου δὲ τὸ διττὸν τοῦ μοιριδίου δηλοῖ, ὡς καὶ Ὅμηρος· διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλοσδε.

πρόστητʼ ἀναγκαίας τύχης: ἀντὶ τοῦ ἐπίκουροι γένεσθε τῆς κατεπειγούσης συντυχίας.

οἲ ἐγώ: Ἀττικόν. γράφεται οἳ ἐγώ.

οἱ μὲν Τεῦκρον ἐν τάχει μολεῖν: πιθανῶς καὶ Τεῦκρον μεταπέμπεται, ἵνα μὴ δεήσῃ ἄγγελον πέμπειν, ὅταν ἐπιτύχωσι τῷ σώματι.

ἑσπέρους: δυτικούς. ἑσπέρους ἀγκῶνας δέ, τὰς ἄκρας τῶν ὀρῶν τὰς πρὸς δύσιν.

δυτικούς.

ἀγκῶνας: τόπους, ἐξοχάς.

μέρη τῆς ἄκρας τῶν ὀρῶν.

ἀντηλίους: Ἰωνικῶς. ἀνατολικούς.

ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη: οἷον, ὧν εὐνοϊκῶς ἔπραξα εἰς αὐτὸν καταφρονήσας, ἠπάτησέ με.

τῆς παλαιᾶς χάριτος: τῆς τοῦ γάμου καὶ τῆς συνουσίας.

τῆς γαμικῆς συνουσίας.

τῆς εἰς ἐμὲ πρὸς ἐκείνου εὐνοίας.

οἴμοι, τί δράσω, τέκνον: περιπαθῶς ἐφάψασθαι τῆς ζητήσεως καὶ τῷ τέκνῳ κελεύει. καὶ ὥσπερ ἀπολογουμένη ὅτι καταλιμπάνει αὐτόν. φησὶν οὖν ἐν ἀπόρῳ γενομένη· τί δράσω; οἷον, πῶς μόνον σε καταλίπω;

ὅποιπερ ἂν σθένω: οἷον, τῆς προθυμίας οὐδὲν ἐλλείψω εἰ καὶ τῷ σώματι ἀδυνατῶ.

ἕδρας ἀκμή: καιρὸς εὕδειν.

ἀκμή: καιρός.

χωρεῖν ἕτοιμος: μετακινεῖται ἡ σκηνὴ τοῦ χοροῦ ἐξελθόντος. ἀναγκαία δὲ ἡ ἔξοδος, ἵνα εὕρῃ καιρὸν ὁ Αἴας διαχειρίσασθαι ἑαυτόν.

ὁ μὲν σφαγεὺς ἕστηκεν: μετακινεῖται ἡ σκηνὴ ἐπὶ ἐρήμου τινὸς χωρίου, ἔνθα ὁ Αἴας εὐτρεπίσας τὸ ξίφος ῥῆσίν τινα πρὸ τοῦ θανάτου προφέρεται· ἐπεὶ γελοῖον ἦν κωφὸν εἰσελθόντα περιπεσεῖν τῷ ξίφει. ἔστι δὲ τὰ τοιαῦτα παρὰ τοῖς παλαιοῖς σπάνια· εἰώθασι γὰρ τὰ πεπραγμένα διʼ ἀγγέλων ἀπαγγέλλειν. τί οὖν τὸ αἴτιον; φθάνει Αἰσχύλος ἐν Θρῄσσαις τὴν ἀναίρεσιν Αἴαντος διʼ ἀγγέλου ἀπαγγείλας. ἴσως οὖν καινοτομεῖν βουλόμενος καὶ μὴ κατακολουθεῖν τοῖς ἑτέρου ἴχνεσιν, ὑπʼ ὄψιν ἔθηκε τὸ δρώμενον ἢ μᾶλλον ἐκπλῆξαι βουλόμενος. εἰκῇ γὰρ κατηγορεῖν ἀνδρὸς παλαιοῦ οὐχ ὅσιον οὐδὲ δίκαιον. πήξας δὲ τὸ ξίφος ταῦτά φησιν. σφαγέα δὲ λέγει ἢ τὸν καιρὸν τοῦ ἀποθανεῖν ἢ τὸν διὰ τῆς σφαγῆς θάνατον ἢ τὸ ξίφος.

προελθὼν εἰς τὸ ὄρος καὶ τὸ ξίφος αὐτοῦ τῇ γῇ προσερείσας φθέγγεται πρὸς ἑαυτόν.

ὁ σφαγεύς: ἤ τοι ὁ καιρὸς τῆς σφαγῆς ἢ τὸ ξίφος.

τὸ ξίφος.

ᾗ τομώτατος: ἀντὶ τοῦ ὅπου.

ὅπου ἄν ποτε.

εἴ τῳ καὶ λογίζεσθαι σχολή: πρέπον γὰρ ἂν εἴη τῷ ἀπηυδηκότι ἀλογίστως ἰέναι ἐπὶ τὸ προκείμενον. ἕπεται δὲ νῦν τῷ λόγῳ, ὅτι τοῖς καρτερικοῖς καὶ ἅπαξ κρίνασι περί τινος οὐ γίνεται ἀναβολὴ οὐδὲ μετάνοια ὕστερον.

ὡς ἀπὸ τοῦ ποιητοῦ τοῦτό τινες.

εἴ τῳ: ἐμοί.

μάλιστα μισηθέντος: μεγαλοφρονῶν ὁ Αἴας καὶ μέχρις ἐσχάτης ὥρας μισῶν τοὺς βαρβάρους. ὅτι δὲ δῶρον εἰπὼν ξένων ἐπήνεγκε· ξένιον γὰρ λέγομεν τὸ δῶρον τὸ παρὰ ξένων διδόμενον. εἶτα προσέθηκεν· ἐμοὶ μάλιστα μισηθέντος.

πέπηγε δʼ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι: πρόδηλον μέν, ὅμως δὲ περισσολογεῖ διὰ τὸ περιπαθές, ὅτι ἐν πολεμίᾳ γῇ τῇ Τρῳάδι ὑπὸ δυσμενοῦς ἀπόλλυμαι.

θηγάνῃ: ἀκόνῃ. ὅθεν καὶ τὸ θήγειν, ἀκονᾶν.

τῇ ἀκόνῃ.

περιστείλας: διαχειρισάμενος, περισφίγξας ἐν τῇ γῇ.

στηρίξας, εὐτρεπίσας.

θανεῖν: λείπει τὸ ὥστε, ἵνʼ ᾖ: ὥστε διὰ τάχους θανεῖν.

ὥστε.

οὕτω μὲν εὐσκευοῦμεν: καλῶς παρεσκευάσμεθα καὶ ἔχομεν πάντα, ὧν δεῖ πρὸς τὸν θάνατον.

καλῶς ἔχομεν τὰ πρὸς τὸν θάνατον.

ἐκ δὲ τῶνδε: οἷον, τὸ δὲ μετὰ ταῦτα.

λαχεῖν: γρ. λαβεῖν.

λαβεῖν: λαχεῖν.

νεορράντῳ: προσφάτῳ.

καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος:καταγέλαστος, φασίν, ὁ Αἴας μὴ τῶν κυνῶν ἢ τῶν οἰωνῶν τὴν αἰκίαν ὑποστελλόμενος, ἀλλὰ τὴν θέαν τῶν Ἑλλήνων. ῥητέον οὖν ὅτι ἰδίωμα τῶν ἀνθρώπων τὸ μὴ βούλεσθαι τοὺς ἐχθροὺς ἐναβρύνεσθαι αὐτοῖς καὶ τούτου μόνου ἀντιποιοῦνται.

ἕλωρ: σπάραγμα.

βρῶμα.

τοσαῦτά σʼ, ὦ Ζεῦ, προστρέπω: τοσαῦτά σοι προστρέπω. προστρέπω δὲ κατευκτικῶς λέγω· προστρόπαιοι γὰρ οἱ ἱκέται.

ἱκετεύων ἐπιτρέπομαι.

ἱκετεύω.

καλῶ: ἱκετεύω.

πομπαῖον: τὸν ψυχοπομπόν.

εὖ με κοιμίσαι: θαυμαστῶς καὶ γενναίως κοιμίσαι εἶπεν, ὡς ἐπὶ ὕπνου, τὸν θάνατον. καὶ Ὅμηρος· κοιμήσατο χάλκεον ὕπνον.

κοιμίσαι: ὥστε νεκρῶσαι ἢ περιστεῖλαι.

ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι: ἀσκαρίστῳ καὶ σπασμὸν μὴ ἔχοντι, ἀντὶ συντόμως, ὥστε καιρίας τῆς πληγῆς γενομένης μὴ προσγενέσθαι σπασμὸν μηδὲ πολλὴν ἐν τῷ θανάτῳ διατριβήν. καὶ παρʼ Εὐριπίδῃ ὁ δʼ ἐσφάδαζεν οὐκ ἔχων ἀπαλλαγάς. σφαδάζειν δὲ ἔλεγον τὸ σπᾶσθαι καὶ σφακελίζειν. παραδεδομένον δὲ καθʼ ἱστορίαν, ὅτι κατὰ τὸ ἄλλο σῶμα ἄτρωτος ἦν ὁ Αἴας, κατὰ δὲ τὴν μασχάλην μόνην τρωτὸς διὰ τὸ τὸν Ἡρακλέα τῇ λεοντῇ αὐτὸν σκεπάσαντα κατὰ τοῦτο τὸ μέρος ἀσκέπαστον ἐᾶσαι διὰ τὸν γωρυτόν, ὃν περιέκειτο. φησὶ δὲ περὶ αὐτοῦ Αἰσχύλος, ὅτι καὶ τὸ ξίφος ἐκάμπτετο οὐδαμῇ ἐνδιδόντος τοῦ χρωτὸς τῇ σφαγῇ· τόξον ὥς τις ἐντείνων πρὶν δή τις, φησίν, παροῦσα δαίμων ἔδειξεν αὐτῷ κατὰ ποῖον μέρος δεῖ χρήσασθαι τῇ σφαγῇ. ὁ δὲ Σοφοκλῆς, ἐριθεῦσαι μέν τι ὡς πρεσβυτέρῳ μὴ βουληθεὶς οὐ μὴν παραλιπεῖν αὐτὸ δοκιμάζων, ψιλῶς φησι· πλευρὰν ἀναρρήξαντα τῷδε φασγάνῳ, κατὰ τί τὴν πλευρὰν μὴ εἰπών.

ἀσφαδάστῳ: ὀξυτόμῳ, ἀσκαρίστῳ, συντόμῳ.

ἀδείλῳ, σπασμὸν μὴ ἔχοντι.

συντόμῳ.

πηδήματι: φιλίας ὁρμήματι.

τὰς ἀεί τε παρθένους: μυθικόν ἐστι τὸ λέγειν τὰς Ἐρινύας ἀεὶ παρθένους. νῦν δὲ τὰς ἀδωροδοκήτους καὶ οὐχὶ χρανθῆναι δώροις δυναμένας ὑπὸ τῶν ἀδικούντων.

σεμνὰς Ἐρινῦς: τὸ σεμνὰς προστιθέασιν τῷ Ἐρινῦς οἱ Ἀθηναῖοι διʼ εὐλάβειαν.

τανύποδας: τὸ τανύποδας τῷ μαθεῖν συναπτέον. οἷον, ταχέως μαθεῖν τὸ κατʼ ἐμὲ καὶ μὴ ἀμελῆσαι ἐπεξελθεῖν τὸν ἐμὸν φόνον. τὸ γὰρ τεῖναι τοὺς πόδας ἐστὶ τὸ βαδίσαι. ἢ καθʼ ἑαυτὸ τὸ τανύποδας λεκτέον, τὰς πανταχοῦ τεινούσας τοὺς πόδας.

τὰς ἀκοπιάστως ἐπιούσας.

μαθεῖν: ὡς μαθεῖν τὰ κατʼ ἐμέ.

τὼς αὐτοσφαγεῖς: ταῦτα νενοθεῦσθαί φασιν, ὑποβληθέντα πρὸς σαφήνειαν τῶν λεγομένων.

γρ. αὐτοσφαγῆ.

πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο:τοῦτο ἀπέβη τῷ Ἀγαμέμνονι· ὑπὸ γὰρ τῶν φιλτάτων ἀπώλετο.

γεύεσθε, μὴ φείδεσθε: τὸ ἑξῆς· γεύεσθε πανδήμου στρατοῦ, μὴ φείδεσθε.

πανδήμου στρατοῦ μὴ φείδεσθε.

σὺ δʼ, ὦ τὸν αἰπὺν οὐρανόν: ὑπερβολικῶς· εἰώθασι γὰρ περὶ τῶν δεινῶν λέγειν, ὅτι ἐπικαλυψάμενος ὁ ἥλιος τὰ τοιαῦτα παρέρχεται. ὁ δὲ πρὸς τὸν ἥλιόν φησιν· καὶ ἀπάγγειλον τοῖς γονεῦσιν ἐποπτεύσας τὰ πεπραγμένα.

τῇ τε δυστήνῳ τροφῷ: καὶ ταῦτα περιπαθῆ καὶ ἀνθρώπινα. ὅρα γὰρ ὅτι καὶ ὁ Ἡρακλῆς ἐπὶ τοῦ θανάτου τὴν μητέρα μεταπέμπεται, ὅπου καὶ πάνυ οἰκτρῶς αὐτὴν ἀνακαλεῖ· κάλει δὲ τὴν τάλαιναν. ὡς ἀντιλαμβανόμενος δὲ ἑαυτοῦ ἐπάγει· ἀλλʼ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην.

τροφῷ: μητρί.

ἥσει: πέμψει. θρηνήσει, εἴπῃ.

βοήσει. πέμψει.

οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην: οἱ μὲν τῇ θρεψαμένῃ, οἱ δὲ ἐμοί, ὃ καὶ σαφέστερον.

ἐπίσκεψαι: σκόπησον.

προσεννέπω: ἔτι ζῶν.

κοὔποτʼ αὖθις: ὡς οὔποτʼ αὖθις.

πέδον: γράφεται οἰκοῦντες πατρίδος.

ἑστίας βάθρον: δύναται καὶ τὸ κράτος νοεῖσθαι καὶ ὁ τόπος καὶ ἡ βάσις τῆς ἑστίας.

κλειναί τʼ Ἀθῆναι: τῶν Ἀθηναίων μέμνηται διὰ τὴν συγγένειαν καὶ ὅτι ἐν Ἀθήναις ὁ ποιητὴς ἠγωνίζετο. ταῦτά φησιν ἐπισπώμενος αὐτοὺς εἰς εὔνοιαν.

τὸ σύντροφον γένος: οἱ ὁμήλικες.

κρῆναί τε ποταμοί θʼ οἵδε καὶ τὰ Τρωικά:καὶ ἐν ἀρχῇ ἔφη· πολεμίᾳ τῇ Τρῳάδι. ἐπὶ δὲ τῷ τέλει καὶ τὰς κρήνας καὶ τοὺς ποταμοὺς καλεῖ, παρʼ οἷς μέλλει τελευτᾶν. καὶ ἔστιν εὐσεβοῦς ἀνδρὸς ἐξευμενίζειν πρὸ τοῦ θανάτου θεούς, τόπους, χώραν, πατρίδα, γονεῖς, ἀδελφούς, ὥστε μετʼ εὐφημίας ἀποθανεῖν. ἴσως δὲ καὶ ἐπιμαρτυρόμενος λέγει.

τοῦθʼ ὑμὶν Αἴας: περιπαθῶς καὶ τὸ ὄνομα ἀνακαλεῖται. δεῖ δὲ ὑπονοῆσαι ὅτι περιπίπτει τῷ ξίφει. καὶ δεῖ καρτερόν τινα εἶναι τὸν ὑποκριτήν, ὡς ἄξαι τοὺς θεατὰς εἰς τὴν τοῦ Αἴαντος φαντασίαν· ὁποῖα περὶ τοῦ Ζακυνθίου Τιμοθέου φασὶν ὅτι ἦγε τοὺς θεατὰς καὶ ἐψυχαγώγει τῇ ὑποκρίσει, ὡς σφαγέα αὐτὸν κληθῆναι.

θροεῖ: λέγει.

μαθήσομαι: γρ. μυθήσομαι.

πόνος πόνῳ πόνον φέρει: λείπει ἡ πρὸς πρόθεσις, ἵνʼ ᾖ· ὁ πόνος πρὸς τῷ πόνῳ πόνον φέρει. καὶ ἔστιν τὸ μὲν πόνος πόνῳ ἀρχαϊκόν, ὡς ἔργον ἐπʼ ἔργῳ· τὸ δὲ δεύτερον πόνον, κοινῶς, οἷον κάματον.

καὶ ἄλλως· οἱ ἀπὸ τοῦ χοροῦ προσίασιν, ὥσπερ ἐκ διαφόρων τόπων κατʼ ἄλλην καὶ ἄλλην εἴσοδον, ζητοῦντες τὸν Αἴαντα καὶ ἡ Τέκμησσα ἐξ ἄλλων, ἥτις καὶ πρώτη ἐπιτυγχάνει τῷ πτώματι. ὁ δὲ νοῦς· ὁ πόνος ἐπὶ πόνῳ πόνον φέρει. ὡς καὶ Ὅμηρος· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο. καὶ ἐν Τραχινίαις· νὺξ γὰρ εἰσάγει καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον.

πόνῳ: λείπει ἡ πρός.

πᾶ πᾶ πᾶ γὰρ οὐκ ἔβαν ἐγώ: διὰ τὸ μὴ ἐφευρεῖν αὐτόν.

κοὐδεὶς ἐπίσταταί με συμμαθεῖν τόπος:οὐδεὶς οἶδέ με τόπος συμμαθεῖν. οἷον, μεμαθηκότα τὸ γεγονὸς οὐδείς με οἶδε τόπος, ἀλλὰ μάτην περιῆλθον. ἢ συμμαθεῖν, ἀντὶ τοῦ διδάξαι καὶ εἰς μάθησιν ἀγαγεῖν με τοῦ ζητουμένου.

με συμμαθεῖν: εἰς αἴσθησιν ἀγαγεῖν ἐμὲ τὸν Αἴαντα.

διδάξαι καὶ εἰς μάθησιν ἀγαγεῖν τοῦ ζητουμένου. ὥσπερ λέγει ὁ Πλάτων· οὐ θέλει τὰ φυτά με διδάσκειν.

ὥστε διδάξαι ποῦ ἐστιν ὁ Αἴας.

διδάξαι.

ἰδού, ἰδού: ἀρτίως, νῦν.

ἰδού, ἰδού, δοῦπον: πιθανὰ ταῦτα καὶ σχεδὸν τῆς ἀληθείας ἐγγύς. τὸ δὲ δοῦπον, ἐλπίζοντες τῷ σώματι περιπεσεῖν.

ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν: ἢ συνναῦται, ἐπὶ τῆς αὐτῆς νεὼς πλεύσαντες· ἢ τροπικῶς, τὸν αὐτὸν ἡμῖν πλοῦν ἐσταλμένοι πρὸς τὴν ζήτησιν.

μολών: γράφεται βολῶν.

δηλοῖ: δῆλος ἐγένετο.

τίς ἂν φιλοπόνων ἁλιαδᾶν: τίς τῶν ἁλιέων τῶν ἀεὶ ἀγρυπνεῖν εἰθισμένων διὰ τὴν ἄγραν ἢ τίς θεὰ Ὀλυμπιὰς ἢ ποταμῶν ἴδρις, τουτέστι Ναΐς, ἀπαγγείλαι ἄν, εἴ που λεύσσει τὸν ὠμόθυμον;

φιλοπόνων ἁλιαδᾶν: ἁλιέων τῶν εἰθισμένων πονεῖν.

ἄγρας: γράφεται ἕδρας.

γρ. ἄγρας.

ῥυτῶν Βοσπορίων ποταμῶν: τῶν εἰς τὸν Βόσπορον ῥεόντων Τρωικῶν ποταμῶν. δύο δέ εἰσι Βόσποροι, ὁ μὲν κατὰ τὴν Προποντίδα ὁ δὲ Θρᾳκικός, ὥς φησι Φιλέας.

ῥυτῶν: τῶν ῥεόντων· παρὰ τὴν ῥύσιν.

τὸν ὠμόθυμον: τὸν Αἴαντα, τὸν ἄπεπτον ἐν τῇ ὀργῇ.

ἀπύοι: εἴποι.

σχέτλια γὰρ ἐμέ: δεινὰ γὰρ πράγματα ἐμὲ τὸν ἐπιπόνως πλανηθέντα μὴ εὐθυδρομῆσαι εἰς τὸ τῆς ζητήσεως μέρος, καθʼ ὃ ὁ Αἴας ἐποιήσατο τὴν ἔφοδον· τοῦτο γὰρ ἂν εἴη οὔριον.

ἀλλʼ ἀμενηνὸν ἄνδρα: ἐφʼ ἑαυτοῦ, οὐκ ἐπὶ τοῦ Αἴαντος. σχέτλια ἂν εἴη μὴ ἐπιτετυχηκέναι αὐτῷ, ἀλλʼ ἠσθενηκέναι με τῇ ζητήσει.

γράφεται μεμηνότʼ ἄνδρα.

μεμηνότʼ ἄνδρα: γράφεται ἀμενηνὸν ἄνδρα.

ἰώ μοί μοι: Τέκμησσα βοᾷ ἐπιτυχοῦσα τῷ σώματι τοῦ Αἴαντος κειμένῳ νεκρῷ· φαίνεται δὲ οὐδέπω ἔνοπτος οὖσα τῷ χορῷ.

πάραυλος: ἐγγύς, παρὰ τὴν αὐλήν. ἢ θρηνητική, παρὰ τοὺς αὐλούς.

παρατεταμένη.

μεγάλη, κακόηχος, παρατεταμένη ἀπὸ συμφύτου ὄρους. πάραυλος λέγεται καὶ ἡ θρηνητική.

νάπους: ἀπὸ τοῦ ὄρους.

ἰὼ τλήμων: τοῦτο ἐν τῷ ἐμφανεῖ γενομένη, ὅπερ δηλοῖ ὁ χορός.

κρυφαίῳ: ἀποκεκρυμμένῳ, εἰσδεδυκότι εἰς τὸ σῶμα. τὸ δὲ περιπτυχής, κυριώτατα μὲν ὠνόμασται, ἡμῖν δὲ δυσμετάβλητον. τινὲς δὲ περικεκυλισμένος.

τῷ λαθραίως τῶν φίλων γεγονότι.

τῷ λαθραίως τῶν φίλων δεδυκότι εἰς τὸ σῶμα αὐτοῦ.

φασγάνῳ: ξίφει.

περιπτυχής: περιπεπτωκώς.

περικεκυλισμένος.

ἰώ μοι ἐμῶν νόστων: ἐν πρώτοις περὶ ἑαυτῶν ἀπολοφύρονται καὶ εἶτα περὶ ἑτέρων.

νόστων: ὧν μέλλω ὑποστρέψειν.

τόνδε συνναύταν: ἀντὶ ἐμὲ τὸν χορόν, συνήθως.

λείπει τὸ ὅμιλον.

ὡς ὧδε τοῦδʼ ἔχοντος: ὡς οὕτως ἐχόντων τῶν πραγμάτων τοῦ Αἴαντος.

αὐτὸς πρὸς αὑτοῦ· δῆλον. ἐν γάρ οἱ χθονί: αὐτὸ τὸ σχῆμα, φησίν, δηλοῖ ὅτι ὑφʼ ἑαυτοῦ ἀνῃρέθη. πᾶν δὲ ἀμυντήριον, καὶ δόρυ καὶ ἔγχος καλοῦσιν οἱ νεώτεροι. περιπετὲς δέ, ᾧ περιέπεσεν. τοῦ δὲ θεατοῦ οὐκ εἰδότος τὸν τρόπον τῆς ἀναιρέσεως, ἔδει καὶ τὸν χορὸν καὶ τὴν Τέκμησσαν πολυπραγμονῆσαι.

οἱ .... πηκτόν: περιπεπηγὸς αὐτῷ.

οἱ: αὐτῷ, τῷ Αἴαντι.

περιπετές: περικείμενον.

κατηγορεῖ: σημαίνει, λέγει.

οἶος αἱμάχθης: μόνος ᾑματώθης.

οἶος: μόνος.

αἱμάχθης: ἀντὶ τοῦ ᾑματώθης.

ἄφρακτος φίλων: ἀφύλακτος, οὐ περιπεφραγμένος καὶ τετειχισμένος τοῖς φίλοις διὰ τὸ ἀπατηθέντας καταλιπεῖν σε.

ἀφύλακτος· χωρίς.

ἐγὼ δʼ ὁ πάντα κωφός: τὸ πάντα εἰς τὴν ἀπάτην. ἐγὼ δέ, φησίν, ὁ ἀναίσθητος κατημέλησα.

ὁ ἀναίσθητος.

πᾷ πᾷ κεῖται: τοῦτο ἀπὸ ἄλλης ἀρχῆς. βουλόμενοι τὸ σῶμα θεάσασθαι τοῦτο λέγουσιν, ὃ διακωλύει ἡ Τέκμησσα.

ὁ δυστράπελος: ὁ δυσκίνητος, ὁ ἀμετάτρεπτος, ὁ δυσμετάθετος, ὃς οὐχ εὗρεν ἐκφυγεῖν τὸ πάθος. οὕτω λέγουσι δυστράπελον καὶ τὸ μήρυγμα τὸ οὐκ εὐδιάλυτον.

καὶ ἄλλως: δυστράπελόν φασιν Ἀττικοὶ τὸν ἀμετακίνητον ἐν ὀργῇ ἢ διαθέσει ἢ φιλαργυρίᾳ. τὸν αὐτὸν δὲ καὶ ἀτράπελον.

ὁ δύσκολος.

ὁ ἀμετάτρεπτος.

ὁ δυσώνυμος: ὡς καὶ αὐτὸς λέγει ὁ Αἴας.

ἔχων τὸ ὄνομα αὐτοῦ ἐπὶ κακοῖς κληθέν.

τὸ σημεῖον.

περιπτυχεῖ: τῷ περικειμένῳ αὐτῷ.

φάρει καλύψω: ἦθος γυναικὸς τὸ μὴ ἀσχημόνως δεικνύναι τὸ σῶμα.

φάρει: λεπτῷ ἱματίῳ.

παμπήδην: παντελῶς, ὅλον τὸ σῶμα.

οὐδεὶς ἂν ὅστις καὶ φίλος: ὑπερβολικῶς· ἐπεὶ οὐκ εἰκὸς ἐν τοῖς δεινοῖς τοὺς φίλους μαλακίζεσθαι.

ὑπερβολικῶς.

φοινίας: φοινικῆς.

ποῦ Τεῦκρος: καλῶς ζητεῖ Τεῦκρον, ἵνʼ ἡ κηδεία αὐτοῦ γένηται ἀπὸ τοῦ συγγενοῦς.

ὡς ἀκμαῖος: καίριος καὶ κατὰ καιρόν. παρὰ τὴν ἀκμὴν τοῦ καιροῦ.

συγκαθαρμόσαι: περιστεῖλαι.

συνταφιάσαι, βαστάσαι, περιστεῖλαι, θάψαι.

ὡς καὶ παρʼ ἐχθροῖς: αὔξησις περὶ τὸ πάθος, ὡς καὶ τοὺς δυσμενεῖς ἐλεεῖν.

ἔμελλες .... ἀπειρεσίων πόνων: οἷον, ἐφʼ οἷς ἐνόσησας καὶ ἤλγεις περιυβρισμένος ὑπὸ τῶν Ἀτρειδῶν, ἔμελλες πληρώσειν κατὰ τὰς φρένας τὴν μοῖραν.

ἔμελλες τάλας: Ἰακῶς. ἐῴκεις ἄρα καὶ δῆλος ἦς.

ἀντὶ τοῦ ἐῴκεις, παρῆν.

στερεόφρων: γρ. στερρόφρυν.

μοῖραν: τοῦ καίνειν σε.

πάννυχα καὶ φαέθοντʼ: κατὰ νύκτα καὶ ἡμέραν.

ἐχθοδόπʼ: ἐχθρά.

οὐλίῳ: ὀλεθρίῳ.

ἄρχων: ἀρχηγός, προηγός.

ἀριστόχειρ: ὁ γενναῖος περὶ τὰ ἀριστεῖα.

γενναία: ἡ ἰσχυρά.

οὐδέν σʼ ἀπιστῶ: εἰώθασιν ἐν τοῖς πάθεσι καὶ συγχωρεῖν τοῖς ἀλγοῦσιν· φέρει γὰρ τοῦτο καὶ κόρον τοῦ θρήνου καὶ παραμυθίαν.

ἀποβλαφθεῖσαν: στερηθεῖσαν.

ἀρτίου: γνησίου· οὐ γάρ ἐστι χρονικόν.

ἀρτίως: ἀρτίου.

σοὶ μὲν δοκεῖν ταῦτʼ ἔστʼ, ἐμοὶ δʼ ἄγαν φρονεῖν: οἷον, σοὶ μὲν ταῦτα ἐν δόξῃ καταλαμβάνεται, ἐγὼ δὲ σαφῶς ἐπίσταμαι. ἔστι μὲν γὰρ καὶ τῷ χορῷ οἰκειότης πρὸς τὸν Αἴαντα, ἀλλʼ οὐχ ὅση τῇ Τεκμήσσῃ.

δοκεῖν: δοξάζειν.

φρονεῖν: πράττειν.

σκοποί: οἱ Ἀτρεῖδαι.

δεσπόται.

ὤμοι: γράφεται ἰώ μοι. περιπαθῶς δὲ ὁ χορὸς ἀναβοᾷ ἐπὶ τῷ λόγῳ Τεκμήσσης.

ἀναλγήτων: ἀσυμπαθῶν, εἰ τοῦτο πράξειαν· ἢ τῶν μηδόλως ἀλγούντων ἐπὶ ταῖς συμφοραῖς τῶν Ἑλλήνων· ἢ πολυαλγήτων, τῶν εἰς πολλὰ ἄχη ἡμᾶς εἰσβεβληκότων

ἀσυμπαθῶν.

ἐθρόησας: εἶπας.

ἄναυδον: κακόν, ἄρρητον.

τῷδʼ ἄχει: τῇ παρούσῃ συμφορᾷ.

οὐκ ἂν τάδʼ ἔστη: οὐκ ἂν ταῦτα ἐπράχθη οὕτω μὴ θεῶν βουλομένων. ὥστε καὶ ταῦτά ἐστι προσδοκᾶν παρὰ τῶν Ἀτρειδῶν.

ἄλλως· πρὸς τὸ εἰρημένον ὑπὸ τοῦ χοροῦ ἀλλʼ ἀπείργοι θεός, οὐκ εἰκός, φησίν, συλλήψεσθαι ἡμῖν τοὺς θεούς, ἐπεὶ οὐδʼ ἂν ἐπράχθη ταῦτα.

τάδʼ: ἔπη.

ἄγαν γʼ ὑπερβριθές: μέγα καὶ βαρὺ ἤνυσαν, οἷον ἔπραξαν, οἱ πράξαντες τὰ περὶ τὸν Αἴαντα, ὅ ἐστιν οἱ αἴτιοι τούτων.

ὑπερβριθές: ἐπαχθές, βαρύ.

ἤνυσαν: ἔπραξαν.

φυτεύει: ἐφύτευσεν.

ἦ ῥα κελαινώπαν: οἷον, οὐκ ἐν τῷ φανερῷ, ἀλλʼ ἐν σκότῳ ἤδη βλεπόμενον καὶ μέλανα· καὶ οἷον κεκρυμμένον καὶ δόλιον καὶ οὐχ ἁπλοῦν θυμὸν ἐφυβρίζει. ἔξωθεν δὲ ἡ κατά. τὸ δὲ ἡμᾶς λείπει, ἵνʼ ᾖ· κατὰ τὸν θυμὸν ἐφυβρίζει ἡμᾶς.

κελαινώπαν: κατά. τὸν ἐν τῷ βάθει κείμενον, κεκρυμμένον ἢ δόλιον.

κατά. τὴν ἀφανῆ καὶ μέλαιναν.

ὁ πολύτλας ἀνήρ: ὁ Ὀδυσσεύς.

τοῖσι μαινομένοις: τοῖς διὰ τὴν μανίαν συμβεβηκόσι τῷ Αἴαντι.

κλύοντες: τὰ ἄχη κλύοντες.

ἀπὸ κοινοῦ, γελῶσι.

ἴσως τοι, κεἰ βλέποντα: καὶ νῦν βλέποντα εἶπεν ἀντὶ τοῦ ζῶντα. διὸ τὸ χ πρόσκειται

χ.

τοι: δή.

βλέποντα: ζῶντα.

δορός: πολέμου.

οἱ γὰρ κακοί: γνώμη.

οἱ .... κακοὶ γνώμαισι: οἱ ἄφρονες.

ἐκβάλῃ: ἀφέληται.

ἐμοὶ πικρὸς τέθνηκεν: μᾶλλον ἐμοὶ πικρὸς τέθνηκεν ἤπερ ἐκείνοις γλυκύς, ἐπεὶ ὧν ἐπεθύμει ἔτυχεν. οὐκ ἂν οὖν ἐπεγγελῷεν αὐτῷ οἱ ἐχθροὶ ὡς αὐτοῦ τῆς ἀπωλείας αἴτιοι γενόμενοι.

θεοῖς τέθνηκεν: θεῶν βουλομένων· οὐ γὰρ οἱ Ἕλληνες τὴν τοιαύτην αἰτίαν αὐτῷ παρέσχον.

ἀντὶ τοῦ, θεῶν βουλομένων τέθνηκε καὶ οὐχὶ τῶν Ἀτρειδῶν.

ἐν κενοῖς: ματαίως.

γρ. καὶ ἐπὶ κενοῖς καὶ διὰ κενῆς.

ἰώ μοί μοι: δεῖ γενέσθαι βοήν, ἣν ἀκούσας ὁ χορὸς ἐφίστησι γνωρίσας τὸ φθέγμα τοῦ Τεύκρου βοῶντος.

ἐπίσκοπον μέλος: σημαντικόν, ἔφορον, οὐχ ἡμαρτηκὸς τῆς συμφορᾶς, ἀλλʼ ἐστοχασμένον.

σημαντικόν, συνῳδόν.

ἔφορον.

ὦ φίλτατʼ Αἴας: ἔρχεται μεταπεμφθεὶς ὑπὸ Τεκμήσσης.

ἆρʼ ἠμπόληκας: οἷον, ἐνεπόλησας, ἐκέρδανας, ἔπραξας. καὶ ἐπὶ φαύλου λέγεται. τροπικῶς δὲ ἀντὶ τοῦ περιεποίησας.

περισπερχές: ἀντὶ τοῦ βαρύ.

βαρὺ καὶ ἐπώδυνον, λίαν σφοδρὸν καὶ κατεπεῖγον πάθος.

μέγα, περισπερχές, λίαν ὀξύ, ἠκονημένον.

βαρύ· κατεπεῖγον εἰς θρῆνον.

περισπούδαστον, βαρύ.

τί γὰρ τέκνον τὸ τοῦδε: καὶ πρὶν ἀκοῦσαι τῶν ἐντολῶν ὁ Τεῦκρος ἔδειξε τὴν περὶ τὸν παῖδα κηδεμονίαν ἀφʼ ἑαυτοῦ φρονίμως.

μή τις ὡς κενῆς: ἀντὶ τοῦ κεκενωμένης, ἐστερημένης τοῦ συζύγου.

ὡς κενῆς σκύμνον λεαίνης: καλῶς τῷ παραδείγματι χρῆται· οἱ γὰρ κυνηγοὶ τηροῦσι τὸν καιρόν, ὁπότε ἔρημοι τῶν μητέρων γίνονται οἱ σκύμνοι.

τοῖς θανοῦσί τοι: γνώμη.

κειμένοις: νεκροῖς.

οὖν: γρ. νῦν.

ὁδός θʼ ὁδῶν ἁπασῶν: οὐ λέγει τὴν ἐπὶ τὴν Μυσίαν, ἐπιφέρει γὰρ ἣν δὴ νῦν ἔβην, ἀλλὰ ταύτην ἣν ἦλθεν ἐπὶ τὸ ἰδεῖν τὸν νεκρόν.

ἀνιάσασα ...... τοὐμὸν σπλάγχνον: λυπήσασα ἐμέ.

τοὐμὸν σπλάγχνον: περιφραστικῶς, ἐμέ.

ἣν δὴ νῦν ἔβην: τὴν ἐπὶ τῷ νεκρῷ.

ὀξεῖα γάρ σου βάξις: οὐ κοινῶς τὸ ὀξὺ ἐπὶ τῆς φήμης, ἀλλʼ ὁρμὴν ἴσχει ἐπὶ τοῖς ἀξιώματι προβεβηκόσι. τὸ δὲ ὡς θεοῦ ἤτοι ὡς ἀπὸ θεοῦ ἢ ὥσπερ θεοῦ. τοῦτο δὲ πρὸς τὴν φήμην μόνον, ἐπεὶ γίνεται βλάσφημον διὰ τῶν ἑξῆς.

ὀξεῖα: σύντομος.

βάξις: φήμη.

ὡς θεοῦ: ὡς ἀπό.

ὥσπερ.

ὑπεστέναζον: ἢ ἡσυχίως ἢ ἐξ ἄκρων μου ἔστενον. καὶ ἄλλως· ἴσως ἡσύχως ἐστέναζεν ὁ Τεῦκρος δεδοικὼς τοὺς ἐχθρούς.

ἴθʼ, ἐκκάλυψον: πρὸς τὸν χορόν φησιν ἤ τινα τῶν θεραπόντων· ἡ γὰρ Τέκμησσα ἐπὶ τὸν παῖδα ἀπῄει.

πρὸς τὴν Τέκμησσάν φησιν.

ὦ δυσθέατον ὄμμα: ὡς ἀνακαλύψας.

ὅσας ἀνίας μοι κατασπείρας: δαιμονίως καὶ τὸ κατασπείρας, οἷον ἀρχὴν κακῶν παρασχών. τὸ γὰρ σπείρας ἐπὶ πλήθους κακῶν τακτέον.

ἀνίας: λύπας.

ἢ ποίους: γρ. εἰς ποίους.

τοῖς σοῖς ἀρήξαντʼ ἐν πόνοισι μηδαμοῦ:τὸ ἑξῆς· τοῖς σοῖς ἐν πόνοισιν ἀρήξαντα μηδαμοῦ.

ἦ που Τελαμών: ἅμα μὲν πρὸς τὸ τῆς ἱστορίας ὅτι ἐκβέβληται, ἅμα δὲ καὶ πρὸς τὸ πιθανὸν τῆς ὑπονοίας.

ἵλεώς τʼ ἴσως: κατʼ εἰρωνείαν.

ἴσως: γρ. ἅμα.

πῶς γάρ … οὐχ ὅτῳ πάρα: πῶς γὰρ οὗτός με ἡδέως δέξεται, ᾧ καὶ εὐτυχοῦντι τὸ προσηνὲς ἄπεστι καὶ ἱλαρόν;

οὐχ ὅτῳ πάρα: οὐχ ᾧτινι οὐδʼ εὐτυχοῦντι πάρεστι τὸ γελᾶν. εὐτυχοῦντι δὲ εἶπεν οὐκ ἐπὶ τῷ υἱῷ ἐσφαγμένῳ, ἀλλʼ ἐπὶ ταῖς ἀνδραγαθίαις τοῦ υἱοῦ καὶ τῇ ἁλώσει τῆς Τροίας.

πῶς γάρ με δέξεται ὁ Τελαμών;

ποῖον οὐκ ἐρεῖ κακόν: οἷον, τίνος ἂν ἀπόσχοιτο λόγου.

τὸν ἐκ δορὸς γεγῶτα: ὡσανεὶ ἐμέ.

ὡς τὰ σά: ἀντὶ τοῦ, ὅπως τὰ σά.

τοιαῦτʼ ἀνὴρ δύσοργος: τὸ μὲν δύσοργος ἐκ φύσεως· λέγει γὰρ αὐτὸν ἀεὶ σκυθρωπόν. τὸ δὲ ἐν γήρᾳ εἰς ἐπίτασιν.

δύσοργος: ὁ ἐκ φύσεως.

ἐρεῖ πρὸς οὐδέν: πρὸς οὐδὲν ἀληθὲς ἢ αἴτιον ἐρεῖ ἐμοί.

ἀληθές, αἴτιον ἐμοί.

λόγοισιν: ταῖς τοῦ πατρὸς λοιδορίαις.

πολλοὶ μὲν ἐχθροί: πολλοὶ μὲν ἐχθροί, Ἕλληνές τε καὶ Τρῶες, ὀλίγοι δὲ ὠφελήσιμοι Ἕλληνες.

γνώμη.

ὠφελήσιμοι: τουτέστιν φίλοι.

πῶς σʼ ἀποσπάσω: πῶς, φησίν, τὸ σῶμα ἀπὸ τοῦ ξίφους ἑλκύσω; συμπληρῶσαι δὲ βούλεται· ὡς θάπτειν αὐτόν. καλῶς δὲ τῇ μὲν Τεκμήσσῃ περιῆψε τὸ σκεπάσαι αὐτὸν ὡς γυναικί, τῷ δὲ Τεύκρῳ ὡς ἀνδρὶ καὶ ἀδελφῷ τὸ τὰ ὅμοια καὶ δέοντα ποιεῖν περὶ τὸ σῶμα.

τοῦ δʼ αἰόλου κνώδοντος: τῆς ἀκμῆς τοῦ ξίφους τῆς ὀξείας εἰς τὸ καίνειν ὡς ὀδούς· ὀδοῦσι γὰρ παραβάλλεται ὀξέσιν. ἀπὸ δὲ τοῦ ἄκρου τὸ ξίφος δηλοῖ.

τὸ ὑφʼ οὗ δισσῶς· ἢ ὑφʼ οὗ φονέως — ἤτοι· τίς σε ἐφόνευσεν — ἢ ὑφʼ οὗ τινος ξίφους ὡς φονέως ἐξέπνευσας.

κνώδοντος: ξίφους.

φασγάνου.

ᾧ: οὗτινος. Ἀττικῶς.

παρʼ οὗ· ἀντίπτωσις.

πρισθείς: ἐξαφθείς, ἐκδεσμηθείς.

τήνδε δωρεάν: τὸ ξίφος.

πεσήματι: πτώματι.

κἀκεῖνον: τὸν λῶρον.

δημιουργὸς ἐνταῦθα ὁ δήμιος.

ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντʼ ἀεὶ φάσκοιμʼ ἂν ἀνθρώποισι: καλῶς τὸ φάναι πάντα κατὰ γνώμην θεῶν γίνεσθαι· εἰσὶ γάρ τινες ἑτεροδοξοῦντες.

ὅτῳ δὲ μὴ τάδʼ ἐστίν: γνώμη.

τάδʼ: τὸ ἐκ θεῶν μηχανᾶσθαι ταῦτα.

κεῖνός τʼ ἐκεῖνα: τὰ ἑαυτοῦ δόγματα. γέγονε δὲ τοῦτο καὶ παροιμιακόν.

χὤ τι μυθήσῃ τάχα: καὶ ὅ τι μυθήσῃ πρὸς τὴν ἔφοδον Μενελάου, τουτέστι τὴν ἄφιξιν, ἤτοι πρὸς αὐτὸν τὸν Μενέλαον.

βλέπω γὰρ ἐχθρὸν φῶτα: πιθανῶς ὁ χορός, ὅτι οὐ συμπαθήσων πάρεστιν. οὐκ ἀργῶς δὲ τοῦτο, ἀλλʼ ὥσπερ προπαρασκευάζων τὸν Τεῦκρον.

ἐξίκοιτʼ: ἔλθοι, εἴποι.

τίς δʼ ἐστὶν ὅντινʼ ἄνδρα: εἰς ἐναντιολογίαν.

ᾧ δὴ τόνδε πλοῦν ἐστείλαμεν: ἀντὶ διʼ ὅντινα τὸν ἐπὶ Τροίαν ἐστειλάμεθα πλοῦν.

οὗτος, σὲ φωνῶ: ὑβριστικὸν τὸ ἦθος Μενελάου ἴσως ἐκ τῆς συνωμοσίας Ὀδυσσέως.

συγκομίζειν: θάπτειν, αἴρειν.

ἐᾶν ὅπως ἔχει: ἀντὶ ἄθαπτον.

δοκοῦντʼ ἐμοί, δοκοῦντα δʼ ὃς κραίνει στρατοῦ: διὰ τὴν ἐξουσίαν οὐ διὰ δικαιολογίαν.

δοκοῦντʼ ἐμοί: διὰ τὴν ἐξουσίαν.

οὔκουν ἂν εἴποις: διὰ τὴν δικαιολογίαν.

ὁθούνεκʼ αὐτόν: πρῶτον κεφάλαιον, ὅτι ἐπίβουλος ἦν τῶν Ἑλλήνων. δεύτερον, ὅτι ἀπειθής. ἐντεῦθεν δὲ τὴν πρόφασιν τῆς ἀντιλογίας λήψεται ὁ Τεῦκρος, ὅτι οὐκ εἰσὶν αὐτῷ βασιλεῖς οἱ Ἀτρεῖδαι.

οἴκοθεν: ἀπὸ τῆς οἰκείας.

ἄγειν: γρ. ἄξειν.

ὡς ἕλοι δορί: γράφεται ὡς ἐλοιδόρει· ἀντὶ τοῦ, ὡς λοιδορούμενος ἐπηγγείλατο. ταῦτα γὰρ εἶπεν ὁ Αἴας.

γρ. ὡς ἐλοιδόρει.

πεῖραν: βλάβην.

ἀθλίῳ: γρ. αἰσχίστῳ.

χλωράν: διὰ τὰ ἐκεῖσε φυτά.

πρὸς ταῦτα μηδέν: στοχάζεται γὰρ ὁ Μενέλαος ὅτι ὁ Τεῦκρος οὐ δίχα ὀργῆς δέξεται τούσδε τοὺς λόγους.

βλέποντος: ἀντὶ τοῦ ζῶντος.

ζῶντος τοῦ Αἴαντος.

χερσὶν παρευθύνοντες: ἀντὶ τοῦ τιμωρούμενοι.

τιμωρούμενοι καὶ τιμωροῦντες.

δυνάμει νικῶντες. ἀντὶ τοῦ τιμωρούμενοι.

τιμωροῦντες, ἄγοντες, νικῶντες.

καίτοι κακοῦ: γνώμη.

οὐ γάρ ποτʼ οὔτʼ ἂν ἐν πόλει νόμοι καλῶς φέροιντʼ ἄν, ἔνθα μὴ καθεστήκῃ δέος: καὶ Ἐπίχαρμός φησιν· ἔνθα δέος ἐνταῦθα καὶ αἰδώς.

ἀλλʼ ἄνδρα χρή: γνώμη.

δέος γὰρ ᾧ πρόσεστιν: καὶ παρʼ Ὁμήρῳ· αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται.

γνώμη.

καίριον: πάνυ ἀσφαλῶς τὸ καίριον.

ἀσφαλές.

καὶ μὴ δοκῶμεν δρῶντες: ἐὰν γὰρ ποιοῦντές τι παρὰ φύσιν ἡδώμεθα, μὴ ὑπολαμβάνωμεν ὅτι οὐκ ἀντιτίσομεν ἂν λυπώμεθα. τοῦτο δὲ δηλοῖ, ὅτι ὃ οἱ πολλοὶ τιμῶσιν ἡδύ, τοῦτο οὐκ ἔστι παραμένον, ἀλλὰ γίνεται μεταβολὴ τῆς ἡδονῆς εἰς λύπην.

ἅν: γρ. δʼ ὧν.

ἃν λυπώμεθα: ἀντὶ τοῦ, διʼ ὧν λυπώμεθα.

ἃν: γρ. δʼ ὧν.

ἕρπει παραλλὰξ ταῦτα: οὐχ ἵσταται ἐπὶ τῶν αὐτῶν.

πρόσθεν οὗτος ἦν αἴθων ὑβριστής: ἦν ποτε ὑβριστὴς οὗτος, ἀλλὰ νῦν ἐν μεταβολῇ γέγονε. καὶ ἡμεῖς οἱ πρότερον κρατούμενοι ὑπʼ αὐτοῦ νῦν μέγα φρονοῦμεν.

αἴθων: διάπυρος.

Μενέλαε, μὴ γνώμας ὑποστήσας σοφάς: ἐπειδὴ τὰ περὶ τῆς εὐπειθείας ἄριστα ἐγνωμολόγησε, διάκειται μὲν εὖ ὁ χορὸς πρὸς τὸν Τεῦκρον, ὑπεσταλμένως δὲ διαλέγεται διὰ τὸ τοῦ βασιλέως ἀξίωμα.

ὑποστήσας: γράφεται ἐπιστήσας.

οὐκ ἄν ποτʼ, ἄνδρες, ἄνδρα: πρὸ τῆς ἀντιλογίας βούλεται μαλάξαι τὸν Μενέλαον, ὅτι εὐγενὴς ὢν οὐκ ἄξια τῷ γένει ἐξαμαρτάνει. ὁ δὲ λόγος παιδεύει τοὺς εὐγενεῖς μὴ ἁμαρτάνειν.

θαυμάσαιμʼ: ὀνειδίσαιμι.

μηδὲν ὤν: ἀγεννὴς ὤν.

τὸ εἶτα περισσόν.

ᾗ σὺ φής: ᾗτινι ἀρχῇ; κατʼ ἐρώτησιν δὲ ὁ λόγος.

κατʼ ἐρώτησιν ὁ λόγος.

αὑτοῦ: γρ. αὐτοῖς.

ποῦ σὺ στρατηγεῖς τοῦδε: πῶς τῷ Αἴαντι προστάσσεις ὁ μὴ τῶν ὑπὸ Αἴαντα ἔχων ἐξουσίαν;

Σπάρτης ἀνάσσων ἦλθες: ὁ λόγος ἅπας, ὅτι σύμμαχος ἦλθεν, οὐχ ὑπήκοος.

οὐδʼ ἔσθʼ ὅπου σοὶ τόνδε: οὐδʼ ἔστιν ὅπου σοὶ πλέον προὔκειτο τοῦτον κοσμεῖν, ἀλλʼ οὐχί σε ὑπὸ τούτου κοσμεῖσθαι.

ἢ καὶ τῷδε σέ: γράφεται ἢ καὶ τοῦδε σοί.

ὕπαρχος ἄλλων: ἀντὶ τοῦ, καὶ αὐτὸς ἑτέροις ὑπετέταξο.

τὰ σέμνʼ ἔπη κόλαζʼ ἐκείνους: νουθέτει διὰ τῶν σεμνῶν ἐπῶν, καὶ κόλαζε τοὺς ὑπὸ σέ.

ἀντίπτωσις· διὰ τῶν σεμνῶν λόγων.

κόλαζʼ: ἀντὶ τοῦ νουθέτει.

εἴτε μὴ σὺ φῄς εἴθʼ ἅτερος στρατηγός: τὸν περὶ τῆς ἐπιβουλῆς λόγον ἀποφεύγει ὡς δυσανάτρεπτον, ἐνδιατρίβει δὲ τῷ ὅτι οὐ πάντων εἰσὶν ἄρχοντες.

οὐ γάρ τι τῆς σῆς: ἀντετίθει γάρ τις, ὅτι διὰ τὴν Ἑλένην ἡ στρατηγία ἐγένετο. ὅπερ οὖν ἔθλιβεν αὐτὸν ἀνεσκεύασεν.

ὥσπερ οἱ πόνου πολλοῦ πλέῳ: οἱ φιλοκίνδυνοι, οἱ πλήρεις τῶν πολλῶν πόνων. λέγει δὲ τοὺς μισθοφόρους. οὐχ ὥσπερ μισθοφόρος τις ἐπὶ μισθῷ ἐστρατεύσατο.

οἱ μισθοφόροι.

πόνου: μισθοῦ.

ἀλλʼ οὕνεχʼ ὅρκων: ἐνδιατρίβει περὶ τὸ αἴτιον. τῶν γὰρ ἀριστέων συνελθόντων ἐπὶ τὴν τῆς Ἑλένης μνηστείαν, ὁ Τυνδάρεως πάντας ὅρκους ἀπῄτησεν συναγωνίζεσθαι τῷ γαμοῦντι αὐτὴν καὶ συστρατεύειν, εἴ τις ἁρπαγὴ γένοιτο περὶ τὴν Ἑλένην τῷ γήμαντι.

σοῦ δʼ οὐδέν: ὅλως γάρ σε οὐκ εἶχεν ἐν ἀριθμῷ. πεποιθὼς δὲ Ἀγαμέμνονι ὑβρίζει Μενέλαον. συνᾴδει γὰρ τῷ· Τεῦκρε, φίλη κεφαλή, Τελαμώνιε, κοίρανε λαῶν.

τὸν στρατηγόν: τὸν Ἀγαμέμνονα.

οὐδʼ αὖ τοιαύτην γλῶσσαν ἐν κακοῖς φιλῶ: ὑποτίθησι τῷ Τεύκρῳ παύσασθαι τῆς κατηγορίας, καὶ μάλιστα ἐν τοιούτῳ καιρῷ, ἐν ᾧ εὐεπιβούλευτός ἐστιν. ἢ τὸ ἐν κακοῖς τοῦτο δηλοῖ· οὐκ ἐπιτρέψει ἡ συμφορὰ ἄλλο τι νῦν πράσσειν ἢ περὶ τὸ ἐνεστὼς κακὸν γίνεσθαι.

αὖ: ἄν.

τὸ δὲ αὖ παρέλκον.

τὰ σκληρὰ .... δάκνει: γνώμη.

μικρόν: γρ. μικρά.

κἂν ψιλὸς ἀρκέσαιμι: τὰ τοιαῦτα σοφίσματα οὐκ οἰκεῖα τραγῳδίας. μετὰ γὰρ τὴν ἀναίρεσιν ἐπεκτεῖναι τὸ δρᾶμα θελήσας ἐψυχρεύσατο καὶ ἔλυσε τὸ τραγικὸν πάθος.

τρέφει: γρ. ἔχει.

ξὺν τῷ δικαίῳ .... φρονεῖν: γνώμη.

εὐτυχεῖν: θάπτειν.

κτείναντά με: ὅσον ἧκεν ἐφʼ ἑαυτῷ.

κτείναντα; δεινόν γʼ εἶπας: ὁ μὲν εἶπεν ὅσον ἐφʼ ἑαυτῷ, ὁ δὲ τῆς φωνῆς ἀντιλαμβάνεται. τὸ δὲ τοιοῦτον κωμῳδίας μᾶλλον ἢ τραγῳδίας.

τῷδε: ὅσον ἐπὶ τούτῳ.

μὴ νῦν ἀτίμα θεούς: λέγει τὸ νῦν ψέγειν τοὺς θεούς.

μὴ νῦν ἀτίμα θεοὺς θεοῖς σεσωσμένος: μὴ θέλε κωλύειν τοὺς νεκροὺς θάπτεσθαι, ὅπερ θεῶν καὶ οὐχὶ ἀνθρώπων. ἔστι δὲ πάντως ὁ θεῶν ἔργον πράττειν μὴ θέλων ἐφυβρίζων αὐτοῖς.

νόμους: γρ. τρόπους.

εἰ τοὺς θανόντας .... παρών: ταῦτα καὶ ἐν Ἀντιγόνῃ.

κλέπτης γὰρ αὐτοῦ: μιᾷ ψήφῳ φασὶ κατακριθῆναι τὸν Αἴαντα ὑπὸ Μενελάου.

εἰκότως, φησίν, ἐμίσει σε ἀδικούμενος.

κλέπτης: λαθραῖος.

καλῶς: ἀντὶ τοῦ ἐμπείρως.

καλῶς: κακῶς.

ἀλλʼ ἀντακούσῃ: γράφεται σὺ δʼ ἀντακούσῃ.

ἐγὼ δέ γʼ ἄνδρʼ ὄπωπα: καὶ οὗτος αἰνίττεται, ὡς ἐφʼ ἑτέρου τὸν λόγον ποιούμενος.

τῶν πέλας: γρ. τὸ τῶν μέγα εἰ βούλει.

ὀργήν θʼ ὅμοιος: ὅμοιος τὸν τρόπον ἐμοί.

ὀργήν: τὸν τρόπον.

ἄνολβον ἄνδρʼ: τὸν ἀσύνετον, τὸν μὴ φρονήσεως εὔπορον.

ἀσύνετον.

ᾐνιξάμην: αἰνιγματωδῶς εἶπον.

λόγοις κολάζειν: νουθετεῖν.

ἄφερπέ νυν: οὐδαμῇ ὑπείκει ὁ Τεῦκρος τῷ Μενελάῳ. κἀμοὶ δέ, φησίν, αἴσχιστόν ἐστιν ἀνέχεσθαί σου φλυαροῦντος.

ἔσται μεγάλης ἔριδός τις ἀγών: ἄπεισιν ὁ Μενέλαος καὶ τότε ὁ χορός, ἀρωγὸς ὢν τοῦ Τεύκρου, τὰ πρὸς τὴν ταφὴν ἐπιτήδεια λέγει.

ἀλλʼ ὡς δύνασαι, Τεῦκρε, ταχύνας: ὁ χορὸς ταχύνει τὸ ταφῆναι τὸ σῶμα πρὶν παραγενέσθαι τοὺς Ἀτρείδας.

κάπετον: τάφον, ὄρυγμα.

τόπον ὀρύγματος.

κάπετος ἡ θήκη, τόπος κοῖλος.

ἰδεῖν: ποιῆσαι, εὑρεῖν.

βροτοῖς τὸν ἀείμνηστον τάφον: τὸν ἐσόμενον τοῖς ἀνθρώποις τάφον ἀείμνηστον.

εὐρώεντα: σκοτεινόν.

καὶ μὴν ἐς αὐτόν: πάρεστιν ἡ Τέκμησσα μετὰ τοῦ παιδός· οὐχ ὅτι δὲ οὐχ ἱκανὰ τὰ πρόσωπα φυλάξαι τὸ σῶμα, ἀλλʼ ὅτι εἰς οἶκτον κινῆσαι οὐ δυνατά.

ἀνδρὸς τοῦδε: τοῦ Αἴαντος.

παῖδες: γρ. παῖς τε.

θάκει δὲ προστρόπαιος: προστετραμμένος αὐτῷ ἢ ἱκετεύων.

ἀντὶ τοῦ προστετραμμένος.

πρὸς ἐκεῖνον τρεπόμενος, ἱκετικός, αὐτῷ ἱκετεύων, στρεφόμενος ἐνώπιος.

ἱκτήριον θησαυρόν: τὰς πολλὰς ἱκεσίας ἢ τὸ πλῆθος τῶν ἱκετευόντων. καὶ ἄλλως· τὸ ἱκέσιον κτῆμα, λέγει δὲ τὰς τρίχας.

ἱκετήριον.

ἱκέσιον.

ἐξημημένος: ἵνʼ ᾖ ἀφῃρημένος.

πλόκον: πλόκαμον.

τὴν τρίχα.

αὐτόν: τὸν πλόκον ἢ τὸν νεκρόν.

τὸν πλόκαμον.

ἔχου: ἅπτου.

ὑμεῖς τε μὴ γυναῖκες: καλῶς ἐγείρει τοὺς στρατιώτας πρὸς βοήθειαν· τὸν δὲ παῖδα πρὸς οἶκτον προβάλλεται καθʼ ἡλικίαν.

γυναῖκες: λείπει τὸ ὡς.

τῷδε: τῷ νεκρῷ.

κἂν μηδεὶς ἐᾷ: ἀπονενοημένου, φασίν, τὸ πάντα ἐπὶ αὑτῷ ἀνατιθέναι, ὅτι μόνος κρατήσει τῶν ἐχθρῶν βιαζομένων. ῥητέον οὖν ὅτι ὑπὸ φιλοστοργίας πάντα λέγει ὑπομενεῖν.

τίς ἄρα νέατος: ὁ χορὸς πάλιν καθʼ ἑαυτὸν γενόμενος ἐν ἀναλογισμῷ γίνεται καί φησιν· τίς ἄρα ἡμῖν ὁ ἔσχατος τῶν ἐτῶν ἀριθμὸς τῶν πολυπλάγκτων; ἐς πότε λήξει ὁ ἀριθμὸς τῶν ἐτῶν ἐμοὶ πόνους παρασκευάζων;

νέατος: ἔσχατος χρόνος.

πολυπλάγκτων: καθὸ πολλὰ πλανώμεθα ἐν ἀλλοδαπῇ.

δορυσσόντων μόχθων: τουτέστι τῶν κατὰ τὸν πόλεμον μόχθων.

πολεμικῶν.

ἐπάγων: ἀπὸ κοινοῦ τὸ ἐπάγων.

ἐπάγων ἀν ..... Ἑλλάνων: χρόνος ὁ ἐπάγων τοῖς Ἕλλησιν δύστηνον ὄνειδος ἐπὶ τῆς Τροίας.

ἀν τὰν ... Τροίαν: ἤτοι ἐπὶ τῆς Τροίας.

εὐρώδη: σκοτεινὴν καὶ ἀερώδη.

πλατεῖαν ἢ σκοτεινήν.

ὑψηλήν.

δύστανον ὄνειδος Ἑλλάνων: τὴν αἰτίαν θανάτου τοῖς Ἕλλησιν.

Ἑλλάνων: τοῖς Ἕλλησιν.

ὤφελε πρότερον: ὤφελε πρότερον ἀφανὴς γενέσθαι ἐκεῖνος ὁ ἀνὴρ ὁ πρῶτος εἰσενεγκὼν εἰς Ἕλληνας πολεμιστήρια ὅπλα, ὡς ἅμα τῇ εὑρέσει ἡκόντων τῶν ἀνθρώπων ἐπὶ τὸ ἀδικεῖν.

αἰθέρα δῦναι: ἄφαντος γενέσθαι.

τὸν πολύκοινον: τὸν κοινῶς πάντας ἀπεκδεχόμενον.

ἰὼ πόνοι πρόγονοι πόνων: ἢ παλαιοὶ ἢ ἀρχηγοὶ τῶν πόνων, οἷον ὁπότε ἡ εἰσαγωγὴ τῶν ὅπλων ἐγένετο. οὐ δεῖ δὲ ἀπειροκάλως ζητεῖν τίς πρῶτος ἐχρήσατο τοῖς ὅπλοις.

παλαιοὶ ἀρχηγοὶ πόνων.

ἐκεῖνος οὔτε στεφάνων: ἐκεῖνος ὁ εὑρὼν τὰ ὅπλα, ὅσον ἐφʼ ἑαυτῷ, οὐ στεφάνων οὐ κύλικος οὐκ αὐλῶν τέρψιν μοι ἔνειμεν, ἀλλὰ πᾶν, φησίν, τερπνὸν ἐξέκοψεν. ἥδιστος δὲ ὢν ὁ Σοφοκλῆς, πάλιν ἐπὶ τὸ ἴδιον ἦθος ἔκλινεν ἐν τοῖς μέλεσιν, ὅθεν καὶ μέλιττα ἐκλήθη.

ἐκεῖνος: ὁ ἐξευρὼν τὰ ὅπλα.

βαθεῖαν: ἡδεῖαν.

νεῖμεν: ἔνειμʼ.

ὁμιλεῖν: ἔχειν.

ὄτοβον: ὅμαδον, ἦχον.

ἐννυχίαν τέρψιν ἰαύειν: διέρχεσθαι τὴν πάννυχον ἐν κοίτῃ τέρψιν.

ἐννυχίαν: τὴν ἐν παννυχίσιν ἢ τὴν ἐν κοίτῃ.

ἐρώτων ἐρώτων: τῶν ἐρωτικῶν. καὶ ἄκαιρον μὲν τὸ περὶ ἔρωτος μεμνῆσθαι ἐν τοῖς παροῦσιν, ὅμως κατʼ ἀκολουθίαν πρὸς τὰ προκείμενα.

ἀπέπαυσεν: τὴν ἐν παννυχίσι κοίτην.

κεῖμαι δʼ ἀμέριμνος: ἤτοι πολυμέριμνος ἢ τῶν τέρψεων ἀμέριμνος. οἷον, οὐ σκοπῶν περὶ θυμηδίας οὐδέν, ἀλλʼ ἐν δρόσοις τεγγόμενος· ἅπερ ἐστί μοι μνημόσυνα εἰς τὸν ἀεὶ χρόνον, ἡ ἐνταῦθα κακοπάθεια. ἢ ἐν οὐδεμιᾷ μερίμνῃ ὢν ἢ μόνον περὶ τῶν πολεμίων.

ἀμέριμνος: ἀντὶ τοῦ πολυμέριμνος.

οὕτως: μάτην.

καὶ πρὶν μὲν ἐννυχίου δείματος: οἷον· καὶ πρὶν ἐπέλθοιεν οἱ πολέμιοι, τῆς νυκτερινῆς ἐφόδου τῶν πολεμίων καὶ τῶν βελῶν ἀλεξητήριον ἦν ὁ Αἴας.

καὶ πρίν: καὶ πρὶν ἔλθοιεν οἱ πολέμιοι.

ἐννυχίου: νυκτερινοῦ.

θούριος: ὁρμητικός.

γενοίμαν ἵνʼ ὑλᾶεν: εὔχονται ἀπαλλαγῆναι ἐπὶ τὰ οἰκεῖα. γενοίμην οὖν, φησίν, ὑπὸ τὴν ἄκραν πλάκα τοῦ Σουνίου. διὰ γὰρ Σουνίου ὁ πλοῦς τοῖς ἀπὸ Τροίας ἐπὶ Σαλαμῖνα.

γένοιμʼ ἄν: γρ. γενοίμην ἄν.

ἵνʼ ὑλᾶεν ἔπεστι πόντου πρόβλημʼ: ἔνθα ὑλώδης ἐξοχὴ τῆς θαλάσσης ἐστίν.

ὑλῶεν πρόβλημα: ἡ ἐκ τῆς θαλάσσης ὑλώδης ἐξοχή.

ὑλᾶεν: ὑλῶδες.

πρόβλημʼ: ἐξοχὴ τῆς θαλάσσης.

ἄκραν: ἀκρωτήριον, ἐξοχή.

Σουνίου: Σούνιον ὄνομα τόπου.

Σούνιον ἀκρωτήριον τῆς Ἀττικῆς.

Ἀθηνῶν τόπος.

τὰς ἱερὰς ...... Ἀθάνας: φιλοτέχνως εὐφραίνει τοὺς ἀκροωμένους διὰ τῶν ἐπαίνων τῆς Ἀττικῆς.

προσείποιμεν: προσίδοιμεν.

καὶ μὴν ἰδὼν ἔσπευσα: ὁ Τεῦκρος ἀκηκοὼς ἥκειν τὸν Ἀγαμέμνονα ἔρχεται μετὰ σπουδῆς.

διχῶς· καὶ δῆλός ἐστιν ὥς τι σημανῶν νέον.

ἐκλύσων: γρ. ἑλκύσων.

ἀγγέλλουσι: λείπει τινές.

τῆς αἰχμαλωτίδος: τῆς Ἡσιόνης.

τραφείς: γρ. ἐτράφης.

ὑψήλʼ ἐφρόνεις κἀπʼ ἄκρων ὡδοιπόρεις: ἐπʼ ἄκρων δακτύλων ἔβαινες γαυριῶν.

ἄκρων: δακτύλων.

λείπει τό· ὀνύχων.

ὀνύχων καὶ δακτύλων.

ὡδοιπόρεις: ἔβαινες.

ὅτʼ οὐδὲν ὢν τοῦ μηδέν: οὐδὲν μὲν ὢν διὰ τὴν δυσγένειαν, τοῦ μηδὲν δέ, τοῦ Αἴαντος τελευτήσαντος.

οὐδὲν ὤν: ἀγεννὴς ὤν.

μηδέν: γρ. μηδενός.

τοῦ μηδέν: τοῦ Αἴαντος.

διωμόσω: γρ. διωρίσω.

διωρίσω, εἶπας.

αὐτός: μόνος.

ποίου: ἀντὶ τοῦ ὑπὲρ ποίου.

ὑπέρφρονα: ὑπέρκομπα, κενόδοξα.

ἔοιγμεν: ἐοίκαμεν. Ἰωνικόν.

ποτέ: γρ. ὅτε.

κοὐκ ἀρκέσει ποθʼ ὑμὶν οὐδʼ ἡσσημένοις:οὐκ εἴξετε καὶ ἐμμενεῖτε τοῖς κεκριμένοις.

κοὐκ ἀρκέσει: οὐκ εἴξει.

ἡσσημένοις: ἐν τῇ κρίσει.

κεκριμένοις.

εἴκειν: ἐμμένειν.

πιθανῶς τὸ τοῖς πολλοῖσιν.

ἤρκεσε: γρ. ἤρεσκε.

κακοῖς βαλεῖτέ που: ἀντὶ τοῦ βλασφημήσετέ που.

κακοῖς: ὕβρεσιν.

οἱ λελειμμένοι: οἱ ἡττηθέντες ἐν τῇ κρίσει. τοῦτο δὲ πρὸς τὴν ἐπιχείρησιν τοῦ Αἴαντος.

οἱ ἐστερημένοι. λείπει τοῦ ἀγῶνος.

οἱ ἡττηθέντες.

οὐκ ἄν ποτε κατάστασις γένοιτʼ ἄν: γενναῖος ὁ λόγος. εἰ ὁ ἡττώμενος ἰδίῳ δικαίῳ παριστάμενος πάλιν μάχοιτο καὶ οὐκ εἴξειε τοῖς κεκριμένοις, οὐδέποτε κατάστασις ἔσται.

τοὺς ὄπισθεν: τοὺς ἡττωμένους.

ἀλλʼ εἰρκτέον τάδʼ ἐστίν: δεῖ, φησίν, ἐμμένειν τοῖς ἅπαξ κεκριμένοις. ἐπειδὴ δὲ αὐτοῦ τὴν κατὰ τὸ σῶμα ἀρετὴν καὶ ἰσχὺν διαβάλλειν οὐ δύναται, εἰς ἀφροσύνην αὐτὸν λοιδορεῖ.

οὐ γὰρ οἱ πλατεῖς: ὡραῖον.

γνώμη.

μέγας δὲ πλευρὰ βοῦς: γνώμη.

μάστιγος: λείπει τὸ πληγείς.

τυπεὶς λέγει.

τὸ φάρμακον: τὸ τῆς μάστιγος.

ἀνδρός: ὑπέρ.

σκιᾶς: λείπει ἡ ὑπέρ.

οὐ σωφρονήσεις: γρ. οὐκ αὖ φρονήσεις.

μάθοιμʼ: ἀκούσαιμι.

τὴν βάρβαρον γὰρ γλῶσσαν: σκώπτει αὐτὸν εἰς τὴν μητέρα.

εἴθʼ ὑμὶν ἀμφοῖν νοῦς: ἐπεὶ οὐ συμβουλεύει διὰ τὸ ἀξίωμα Ἀγαμέμνονος ὁ χορός, ἐν τῇ εὐχῇ τὴν γνώμην κατέθηκεν.

λῷον: βέλτιον.

φεῦ· τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς: περιπαθὴς ὁ λόγος εἰς ἀχαριστίαν ἐννεύων, ὅτι ταχεῖα διαρρεῖ ἡ χάρις τοῦ ἀποθανόντος.

γνώμη.

σοῦ γʼ .... οὐδʼ ...... ἔτʼ ἴσχει μνῆστιν: οὐκ ἀξιοῦται τῆς περὶ σοῦ μνήμης.

σοῦ γʼ: πρὸς τὸν Αἴαντα.

μνῆστιν: μνήμην.

οὗ σὺ πολλάκις: οὗ πολλάκις, ὦ Αἶαν, προεκινδύνευσας ἐν τοῖς πολέμοις. παρὰ τὸ Ὁμηρικὸν· αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.

ὦ πολλὰ λέξας: πρὸς τὸν Ἀγαμέμνονα ὁ λόγος.

οὐ μνημονεύεις οὐκέτʼ οὐδέν: καλῶς πρὸς τὸ· ποῦ βάντος ἢ ποῦ στάντος, οὗπερ οὐκ ἐγώ;

ἑρκέων: λείπει τὸ ἐντός.

ἑρκῶν: γρ. ἑρκέων.

ἐν τροπῇ δορός: ἥττῃ.

ναυτικοῖς ἑδωλίοις: τοῖς σανιδώμασιν.

ναυτίλοις ζυγοῖς.

καθίσμασι, σανιδώμασι.

ὃν οὐδαμοῦ φῂς οὗ σὺ μὴ βῆναι ποδί:πρὸς τὸ· ποῦ βάντος ἢ ποῦ στάντος;

συμβῆναι ποδί: συνελθεῖν.

ἆρʼ ὑμὶν ... ἔνδικα: γρ. ἀποφαντικῶς.

λείπει τὸ οὐ. ἢ κατʼ ἐρώτησιν.

λαχών τε κἀκέλευστος, ἦλθʼ ἐναντίος: αὐτοκέλευστόν φησιν αὐτὸν ἀναστῆναι εἰς τὸ μονομάχιον, ἐπαινῶν αὐτὸν οὐχ Ὁμηρικῶς.

οὐ δραπέτην τὸν κλῆρον: οὐδὲν πανουργήσας περὶ τὸν κλῆρον, ἀλλʼ εὐξάμενος λαχεῖν αὐτόν. τοῦτο δὲ ἱστορεῖται περὶ Κρεσφόντου καὶ τῶν Ἀριστοδήμου παίδων, ὅτι πανούργως ὁ Κρεσφόντης βῶλον ὑγρὰν εἰς τὴν ὑδρίαν τοῦ ὕδατος ἔβαλε, κληρουμένων περὶ Μεσσήνης. οὐκ ἄτοπον δὲ τὸν Τεῦκρον λοιδορεῖν Ἀγαμέμνονι ὑπὸ τοῦ πάθους προαγόμενον· καὶ γὰρ Ἀχιλλεὺς οὐκ ἀπέσχετο λοιδορίας καὶ οὐκ ὢν ἐν τοιούτῳ πάθει.

ἀνῆκται τοῖς χρόνοις ἡ ἱστορία ἡ περὶ Κρεσφόντου.

δραπέτην: φυγάδα, πανοῦργον.

ἀλλʼ ὃς εὐλόφου: ὅστις κλῆρος ἐκ τῆς εὐλόφου κυνῆς ἤμελλε πρῶτος κουφιεῖν τὸ ἅλμα· τοῦ Αἴαντος.

θροεῖς: λέγεις.

οὐκ οἶσθα σοῦ πατρός: εἰκότως καὶ αὐτὸς τὰ ὅμοια ἐξεῦρεν. ἓν δὲ εἰπὼν Ἀγαμέμνων, μυρία ἤκουσεν.

βάρβαρον Φρύγα: ὁ Τάνταλος οὐ Φρὺξ δέ, ἀλλὰ Λυγός.

προσθέντʼ: προυθέντʼ.

αὐτὸς δὲ μητρὸς ἐξέφυς Κρήσσης: οὐχ, ὡς βαρβάρων τῶν Κρητῶν ὄντων, ὀνειδίζει αὐτῷ τὰ περὶ τῆς μητρός, ἀλλʼ οἷον ἐξ ἀλλοφύλων γέγονέ σοι τὸ γένος.

αὐτός: γρ. αὖθις.

ἐπακτὸν ἄνδρʼ: τὸν μοιχόν.

ἐφῆκεν ἐλλοῖς ἰχθύσιν: ἡ ἱστορία ἐν ταῖς Κρήσσαις Εὐριπίδου, ὅτι διαφθαρεῖσαν αὐτὴν λάθρᾳ ὑπὸ τοῦ θεράποντος ὁ πατὴρ Ναυπλίῳ παρέδωκεν ἐντειλάμενος καταποντῶσαι· ὁ δὲ οὐκ ἐποίησεν, ἀλλʼ ἠγγύησε Πλεισθένει.

ἐλλοῖς: τοῖς ἀφώνοις.

τοιοῦτος: ἀγεννής.

τὰ πρῶτʼ: ἔκκριτα.

ἣ φύσει μὲν ἦν βασίλεια: ἀνασκευάζει τὰ εἰρημένα περὶ δυσγενείας αὐτοῦ.

ἐξ ἀριστέοιν δυοῖν: Ἡσιόνης καὶ Τελαμῶνος.

ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος: δεικτικῶς εἰς τὸν Αἴαντα, ἵνʼ ᾖ περιπαθὴς ἡ λέξις.

τοὺς πρὸς αἵματος: τοὺς συγγενεῖς.

ὠθεῖς ἀθάπτους: πιθανῶς πάλιν εἰσέβαλεν εἰς τὸν λόγον τοῦ δράματος.

τρεῖς ὁμοῦ συγκειμένους: ἀντὶ τοῦ ἐμὲ καὶ σαυτὸν καὶ Μενέλαον. οὐ γὰρ λέγει περὶ τῆς Τεκμήσσης καὶ τοῦ παιδός· ἐλεεινὸς γὰρ ἦν ἂν ὁ λόγος, οὐκ ἀπειλητικός.

συγκειμένους: γρ. συνεμπόρους.

ὑπερπονουμένῳ γρ. ὑπερπονουμένους.

θανεῖν προδήλως: ταῦτα ἃ βούλεσθε περὶ τὸν Αἴαντα δρᾶσαι πρότερον οὐ δράσετε πρὶν ἢ κἀμὲ ἀποκτεῖναι. ἀποθνῄσκων μέντοι σὺν ὑμῖν ἀπολοῦμαι.

προδήλως: λαμπρῶς, ἀνδρείως.

βουλήσῃ ποτέ: μεταμεληθήσῃ ὡς προπετὴς εἰς ἐμὲ εὑρεθεὶς καὶ μὴ ἀποδειλιάσας πρὸς τὸ ἄρχειν· ἀμυνοῦμαι γάρ σε. ἢ βουλήσῃ ποτὲ καὶ δειλὸς εἶναι ὡς μὴ ὑπʼ ἐμοῦ ἀναιρεθῆναι.

μεταμεληθήσῃ.

ἄναξ Ὀδυσσεῦ: ἵνα μὴ ἴῃ αὐτῶν εἰς μακρὰν ἡ φιλονεικία, διαλλακτὴν εἰσήνεγκε τὸν Ὀδυσσέα· τοιοῦτον γὰρ ὁ καιρὸς ἐζήτει.

τί δʼ ἔστιν, ἄνδρες; τηλόθεν γὰρ ᾐσθόμην βοὴν Ἀτρειδῶν τῷδʼ ἐπʼ ἀλκίμῳ νεκρῷ: οὐκ ἐξ ἑτοίμου φησὶν ὅτι ἥκοι ἀναστελῶν τὸν Ἀγαμέμνονα, ἀλλʼ ἐπιμελόμενος τί πράττουσιν οἱ βασιλεῖς. τὴν δὲ ἑαυτοῦ γνώμην ἐδήλωσε διὰ τοῦ ἀλκίμῳ νεκρῷ, ὅτι γενναίαν αὐτοῦ ἐδήλωσε τὴν τελευτήν. διδάσκει δὲ ὁ λόγος, ὅτι οὐ δεῖ κατὰ τεθνεώτων λέγειν, κἂν ἐχθροὶ ὦσιν.

ἄναξ Ὀδυσσεῦ: συλλήπτορα θέλων ἔχειν τὸν Ὀδυσσέα ἄνακτα αὐτὸν καλεῖ.

ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω: συνετὸς ὁ Ὀδυσσεὺς οὐκ εὐθὺς προστιθέμενος τῇ ὀργῇ. ἔστι γὰρ συγγνώμη καὶ τῷ κακῶς εἰπόντι, εἰ κακῶς πάσχων ἀμύνεται διὰ λόγων.

γνώμη.

ἔχω: νέμω.

ἤκουσεν αἰσχρά: οὔτε θεραπεύει Ὀδυσσέα ὁ Τεῦκρος διὰ τὸν ἀδελφὸν οὔτε ἀντιλέγει διὰ τὸν καιρόν.

ἔξεστιν οὖν εἰπόντι: δαιμονίως ἡ ἐπιτήρησις· ἠπίστατο γὰρ ὅτι πάντες ἄνθρωποι πρὸς τὸ ἀληθὲς ἀγανακτοῦσι καὶ ἀντιλέγουσιν.

ἔξεστιν οὖν ἐμοὶ τῷ φίλῳ σου.

ἀντὶ τοῦ, εἰπόντος ἐμοῦ, τοῦ Ὀδυσσέως.

ξυνηρετμεῖν: ἀντὶ τοῦ ξυμφωνεῖν ἢ ξυντρέχειν ὡς πρότερον. ἐκ μεταφορᾶς τῶν κοινῶς ἐρεττόντων.

συμφωνεῖν.

ξυντρέχειν.

εἴπʼ· ἦ γάρ: γρ. εἶπʼ ἦ γʼ ἄν. Ἀγαμέμνων.

νέμω: ἔχω.

λέγω, τίθεμαι, ἡγοῦμαι.

μηδʼ ἡ βία σε μηδαμῶς νικησάτω: μὴ ἡ ἐξουσία βιασάσθω σε, ὥστε πρᾶξαί τι παρὰ τὸ δίκαιον· τουτέστι μὴ ὑπὲρ τοῦ ἐνδείξασθαι τούτῳ τὴν ἐξουσίαν παραβῇς τὸ δίκαιον.

ἡ βία: ἡ ἐξουσία.

κἀμοὶ γὰρ ἦν ποθʼ οὗτος ἔχθιστος: ἱκανὸς ὁ λόγος εἰς πειθώ, ὅτι κἀγώ ποτε ἐχθρὸς ὢν ἐνδέδωκα νῦν διὰ τὸ δίκαιον.

ἔμπας: ὅμως.

τοιόνδʼ: ἐχθρόν.

ἄριστον Ἀργείων: τοιοῦτον οἷον καὶ τὸ· ὡς καὶ παρʼ ἐχθροῖς ἄξιος θρήνων τυχεῖν.

βλάπτειν τὸν ἐσθλόν: δύναται καὶ ἐπὶ τοῦ μισοῦντος εἶναι· τὸν ἐσθλὸν οὐ δεῖ μνησικακεῖν. δύναται καὶ ἐπὶ τοῦ μισουμένου καὶ τετελευτηκότος· τὸν ἐσθλὸν οὐ δεῖ βλάπτεσθαι, οὐδʼ ἐὰν μισούμενος ᾖ· εὐκαταλλάκτως γὰρ δεῖ πρὸς τοὺς ἀγαθοὺς ἔχειν.

προσεμβῆναι: ἐκ μεταφορᾶς τῶν παλαιστῶν, ὅταν τις ῥίψας τὸν ἕτερον προσεπεμβῇ αὐτῷ καὶ λακτίσῃ αὐτὸν κατὰ κοιλίας.

τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον: ὁ λόγος ὅτι οὐ πάντῃ τῷ δικαίῳ ἀκολουθητέον, ἀλλά τι πρὸς τὸ συμφέρον ῥέπειν χρὴ τὸν τύραννον. ἀπρεπὲς γὰρ ὑπὸ Ἀγαμέμνονος ὁμολογεῖσθαι ὅτι πᾶς τύραννος ἀδικεῖ, τὸ τῆς ἐξουσίας περὶ τὰ τοιαῦτα τῶν ἔργων προβαλλομένου.

εὐσεβεῖν· τὸ τιμᾶν.

ῥᾴδιον: δίκαιον·

γνώμη.

ἀλλʼ εὖ λέγουσι τοῖς φίλοις τιμὰς νέμειν: ἀπὸ κοινοῦ τὸ ῥᾴδιον. ἔστιν οὖν ὁ νοῦς τοιοῦτος· ἀλλὰ ῥᾴδιόν ἐστι τοῖς καλῶς συμβουλεύουσι φίλοις τιμὰς νέμειν, ἀντὶ τοῦ· ἐμοὶ καλῶς σοι συμβουλεύοντι τιμὴν ἀπόδος, τουτέστιν ἄκουσόν μου.

ἀλλὰ τοῖς καλῶς σοι συμβουλεύουσι φίλοις τιμὰς παρέχειν πρέπον.

νουθετοῦσι.

κλύειν τὸν ἐσθλόν: ἄκρως αἱ ἀντιθέσεις. ὁ μὲν Ὀδυσσεὺς ἐπὶ τιμῇ τῶν φίλων ὑφεῖναι τὸν βασιλέα τῆς ἐξουσίας παρακαλεῖ· ὁ δὲ ἀντιστρέψας φησίν, ὅτι τὸν ἀγαθὸν ἄνδρα χρὴ πείθεσθαι τοῖς βασιλεῦσιν.

πείθεσθαι τοῖς βασιλεῦσιν.

τῶν φίλων νικώμενος: λείπει ἡ ὑπό.

τί ποτε ποιήσεις: ἐν ἐρωτήσει ὁ λόγος. ποταπός τις ἔσῃ πρὸς τοὺς ἐχθροὺς καὶ τί αὐτοὺς διαθήσεις δεινόν, ὁπότε οὕτως ὑπὸ νεκροῦ ἥττησαι;

ἐὰν νεκρὸν φοβῇ, ποταπὸς ἔσῃ εἰς τοὺς ζῶντας;

ἐν ἐρωτήσει ὁ λόγος.

λείπει εἰς τοὺς ζῶντας.

τοιοίδε μέντοι φῶτες ἔμπληκτοι βροτῶν: οἱ μὴ ἐμμένοντες τῇ ἀρχαίᾳ ἀρετῇ καὶ φιλίᾳ ἄφρονές εἰσι παρὰ τοῖς ἀνθρώποις. καὶ ἄλλως· ἔμπληκτοι, κοῦφοι, εὐμετάβλητοι. ὀνειδίζει δὲ τῷ Ὀδυσσεῖ ὡς εὐμεταβλήτῳ. οἱ τοιοῦτοι οὖν ἔμπληκτοι παρὰ τοῖς βροτοῖς λέγονται, ὡς καὶ Ὅμηρος· ἐμπλήγδην ἕτερον μὲν τίει βροτόν.

ἔμπληκτοι: μεμηνότες, μωροί.

κοῦφοι, μωροί, ἔμπληκτοι, εὐμετάβλητοι.

ἦ κάρτα πολλοί: πρὸς ταῦτα Ὀδυσσεὺς ἀντιλέγει, ὅτι οὐκ ἐν τῇ ταυτότητι μένει τὸ τῶν ἀνθρώπων γένος, ἀλλὰ ποτὲ μὲν φίλοι εἰσὶ ποτὲ δὲ ἐχθροί. πολύ, φησίν, τὸ τοιοῦτον ἔθος ἀνθρώπων, ὥστε κατὰ καιροὺς μεταβάλλεσθαι εἰς φιλίαν ἢ εἰς ἔχθραν.

καὖθις πικροί: ὕστερον δὲ ἐχθροί.

γρ. ἐχθροί.

γνώμη.

ἡμᾶς σὺ δειλούς: ὁ μὲν τὸ τῆς ἀνδρείας, ὁ δὲ τὸ τῆς δικαιοσύνης προβάλλεται.

ἐᾶν: τὸν Τεῦκρον.

ἔγωγε. καὶ γὰρ αὐτὸς ἐνθάδʼ ἵξομαι: καὶ γὰρ αὐτὸς ὑπόκειμαι τῇ ὁμοίᾳ τύχῃ, τῇ ἀνθρωπίνῃ. ἢ καὶ αὐτὸς ἵξομαι πρὸς τὸ θάψαι αὐτόν.

αὐτὸς ὑπόκειμαι τῇ ἀνθρωπίνῃ φύσει.

ἐνθάδʼ ἵξομαι: πρὸς τὸ θάψαι.

ἦ πάνθʼ ὅμοια πᾶς ἀνὴρ αὑτῷ φρονεῖ: ἔχει τι δυσκολίας· ἔχει δὲ οὕτως. κοινὸν ἔγκλημα τοῦτο τοῖς ἀνθρώποις, τὸ εἶναι ἕκαστον φίλαυτον. τοῦτο οὖν ἐγκαλεῖ τῷ Ὀδυσσεῖ ὁ Ἀγαμέμνων ὅτι εὐδοξίαν σοι ἐργάζεται τὸ ὑπείκειν ταφῆναι τὸν Αἴαντα, οὐ μὴν τὸ κεχαρισμένον ἑτέρῳ διαπράττεις. καὶ ὁμολογεῖ Ὀδυσσεὺς τὸ φίλαυτον, ἵνα μὴ δόξῃ πᾶσιν ἀντιλέγειν.

φρονεῖ: γρ. πονεῖ.

πονεῖν: γρ. φρονεῖν.

ἀπὸ τοῦδʼ ἀγγέλλομαι: ἀπὸ ταύτης τῆς ἡμέρας ἀγγέλλομαι καὶ σημαίνω αὐτῷ φιλίαν.

συνθάπτειν θέλω: καλῶς τὸ θέλω, εἰ ἐπιτρέποι Τεῦκρος.

πάντʼ ἔχω σʼ ἐπαινέσαι: εὐγνωμόνως πρὸς τὸ παρὸν ὁ Τεῦκρος θεραπεύει τὸν Ὀδυσσέα καταθέμενος καὶ τὴν πρὸς αὐτὸν ἔχθραν.

καί μʼ ἔψευσας ἐλπίδος: ψευσθῆναι τῆς ἐλπίδος ἐποίησας, ἣν εἶχον περὶ σοῦ.

ἔψευσας: ψευσθῆναι ἐποίησας.

ἐλπίδος: ἣν εἶχον περὶ σοῦ.

οὑπιβρόντητος: ὁ ἐπιβρόντητος, ὃν εἰώθαμεν λέγειν ἐμβρόντητον.

παρατετραμμένος.

λωβητόν: ἐφύβριστον.

σὲ δʼ, ὦ γεραιοῦ: ἀποστροφὴ πρὸς τὸν Ὀδυσσέα.

τάφου μὲν ὀκνῶ: πιθανῶς καὶ εὐσχημόνως.

κεἴ τινα στρατοῦ: πιθανῶς καὶ εὖ.

ἤδη γὰρ πολύς: πιθανὴ ἡ ἔξοδος διὰ τὴν σπουδὴν τῆς ταφῆς. πολὺς οὖν ἤδη χρόνος ἀφʼ οὗ τετελεύτηκεν ὁ Αἴας καὶ ἤδη δεῖ αὐτὸν ταφῆναι.

κάπετον: ὄρυγμα.

χερσὶ ταχύνετε: μετὰ σπουδῆς ὀρύξατε.

ὁσίων: τῶν εἰς τὴν ὁσίαν καὶ κάθαρσιν γινομένων.

ἐπίκαιρον: ἀντὶ τοῦ εὔκαιρον. καιρὸς γὰρ ἤδη καὶ τούτου, ὥστε ἀπολοῦσαι τὸ σῶμα καὶ καθᾶραι.

κλισίας: τῆς σκηνῆς.

ἀνδρῶν ἴλη: ἀντὶ τοῦ σύστημα. κυρίως δὲ φατρία.

τάξις.

τὸν ὑπασπίδιον: τὸν ἐνόπλιον.

παῖ, σὺ δὲ πατρός γʼ: τραγικὰ καὶ ταῦτα καὶ πάθους ἐχόμενα.

σύριγγες: φλέβες. μυκτῆρες.

μέλαν μένος: αἱ ἀναδόσεις τοῦ αἵματος. ἀντὶ τὴν δύναμιν τοῦ αἵματος.

ἀλλʼ ἄγε πᾶς φίλος: ὅστις τῶν παρόντων φίλος ἐστίν, σπευδέτω εἰς τὴν ταφήν.

τῷ πάντʼ ἀγαθῷ: οἱ τοιοῦτοι ἔπαινοι παρὰ τῶν ἰδίων λεγόμενοι περιπαθέστεροί εἰσιν.

τῷ κατὰ πάντʼ ἀγαθῷ καὶ οὐκ ἐν ἑνὶ ἀλλʼ ἐν πᾶσι. ἄλλως· οὐδενὶ τῶν θνητῶν λῴονι, ἀλλʼ ἐπίσης θνητῷ ὄντι τοῖς πᾶσιν. ἐμφερὴς γὰρ τοῖς πᾶσιν, κατὰ τὸν θάνατον οὐ βελτίων.

τὸ δὲ περισσόν.

ἦ πολλὰ βροτοῖς: οἰκείως ἔχει τοῖς ἀπαλλαχθήσεσθαι μέλλουσιν ἡ τελευταία γνώμη, ὅτι πλεῖστά ἐστι τοῖς ἀνθρώποις γνῶναι ἐπʼ αὐτῶν τῶν πραγμάτων γενομένοις. προμηθείᾳ δὲ ἀδύνατον χρήσασθαι καὶ μαντεύσασθαι ὅ τί ποτε ἀποβήσεσθαι μέλλει. ταῦτα δὲ ἅμα λέγοντες προπέμπουσι τὸν νεκρὸν καὶ γίνεται ἔξοδος πρέπουσα τῷ λειψάνῳ.

ἦ: γρ. ἤ.

πράξει: ἀποβήσεται. Σοφοκλέους Αἴας μαστιγοφόρος.