ΕΙΣ ΦΙΛΟΚΤΗΤΗΝ.
καὶ παρὰ τούτῳ προλογίζει Ὀδυσσεὺς καθὰ καὶ παρʼ Εὐριπίδῃ, ἐκεῖνο μέντοι διαφέρει παρʼ ὅσον ὁ μὲν Εὐριπίδης πάντα τῷ Ὀδυσσεῖ περιτίθησιν οὗτος δὲ τὸν Νεοπτόλεμον παρεισάγων διὰ τούτου οἰκονομεῖται.
ἀκτὴ διὰ τὸ εἶναι αὐτὴν νῆσον.
Λήμνου, βροτοῖς ἄστιπτος ἐν ἐρήμῳ γὰρ μέρει τῆς Λήμνου ἐξετέθη ὑπὸ τῶν Ἑλλήνων· ἄστιπτος δὲ ἀπάτητος, ἀδιόδευτος· ἐν ἐρήμῳ γὰρ τόπῳ τῆς νήσου ἦν ἐκτεθείς.
ἔνθʼ, ὦ κρατίστου τραφεὶς ἐκ πατρὸς Ἑλλήνων κρατίστου· λείπει οὖν ἡ ἐξ· τὸ δὲ ἑξῆς, ἔνθα ποτὲ ἐγὼ ἐξέθηκα τὸν Μηλιᾶ Ποίαντος υἱόν, ὦ Νεοπτόλεμε παῖ Ἀχιλλέως.
τὸν Μηλιᾶ τὸν Θεσσαλόν, ἀπὸ πόλεως· Ἀττικὸν δὲ τὸ Μηλιᾶ.
διαβόρῳ τὴν τὸν πόδα ἐσθιούσῃ, σηπτικῇ, τῇ διαβιβρωσκούσῃ, τῇ καλουμένῃ φαγεδαίνῃ· πάθος δὲ τοῦτό ἐστιν οὕτω λεγόμενον παρὰ τοῖς ἰατροῖς· καταστάζοντα δὲ οἷον καταρρέοντα, τηκόμενον, λυόμενον.
ἀκμὴ ἀντὶ τοῦ καιρός.
κἀκχέω τὸ πᾶν ταράξω· ἀπὸ μεταφορᾶς τῶν ἀμελγόντων.
ἵνʼ ἐν ψύχει μὲν ἡλίου ἐν κρύει μὲν πάρεστι θερμαίνεσθαι τῆς ἀκτῖνος ἑκατέρωθεν βαλλούσης, οὐκ ἐν ταὐτῷ ἀλλʼ ὅτε μὲν κατὰ τὸ ἀνατολικὸν μέρος ἐλαύνει ὁ ἥλιος διὰ τοῦ ἀνατολικοῦ στόματος ὅτε δὲ εἰς τὸ δυτικὸν ὁμοίως, ἐν δὲ θέρει τῆς πνοῆς ἀπολαύειν.
ἐν ψύχει ἐν χειμῶνι.
διπλῆ | πάρεστιν ἐνθάκησις διπλῆ καθέδρα πρὸς ἡλίου θερμαινομένη.
ἀμφιτρῆτος τοῦ ἀμφοτέρωθεν τετρημένου.
σῶν σῷον, ὑγιές.
σῖγα ἀντὶ τοῦ σιωπῇ.
κοινὰ δʼ ἐξ ἀμφοῖν ἴῃ πονοῖτο, διανύοιτο, προβαίνοι· ἢ εἴη· οἱ κωμικοὶ γὰρ τῇ ει διφθόγγῳ χρῶνται ἀντὶ βραχείας.
τοὖργον οὐ μακρὰν λέγεις οὐ μακροῦ πόνου δεόμενον· ἤδη γὰρ εἰσεῖδον ἄντρον ὃ λέγεις.
ἄνωθεν ἢ κάτωθεν ταπεινὸν ἢ ὑψηλόν.
στίβου περιπάτου.
οἰκοποιὸς ἐν οἴκῳ γενομένη τροφή.
στιπτή γε φυλλὰς χαμαιστρωσία ἐκ φύλλων.
ἡπλωμένη καὶ πατουμένη ὡς κοιμωμένου ἐπʼ αὐτῇ τινος.
ὑπόστεγον ὑπὸ τῇ στέγῃ.
αὐτόξυλόν γʼ ἔκπωμα ποτήριον μονόξυλον, τέχνημα ἀνδρὸς φαύλως ἐργαζομένου ὅ ἐστιν ἰδιώτου καὶ οὐ τεχνίτου.
πυρεῖʼ πυροβόλα.
θησαύρισμα ἀπόθετον κτῆμα.
ὁρᾷ τὰ ῥάκη τοῦ τραύματος τοῦ Φιλοκτήτου ξηραινόμενα καὶ ἐκπλήττεται ὡς βαρέως αὐτοῦ νοσοῦντος.
βαρείας του νοσηλείας νόσου βαρείας πεπληρωμένα ἢ νοσοκομίας ἢ τῆς ἐκ νόσου ἀκαθαρσίας.
κῶλον τὸν πόδα.
κηρὶ νόσῳ.
νόστον ὁδόν.
φύλλον εἴ τι νώδυνον βοτάνην τινὰ παυσώδυνον.
τὸν οὖν παρόντα ὥς τινος παρισταμένου αὐτῷ.
προσπεσὼν ἀπαντήσας, ἐπιπεσών.
ἀπέρχεται, φησίν, ὁ θεράπων εἰς κατασκοπήν.
φυλάξεται στίβος φυλαχθήσεται παρʼ ἡμῶν ἡ ὁδὸς αὐτοῦ.
ἐκκλέψῃς ἀπατήσῃς.
τόδʼ οὐχὶ κλεπτέον τοῦτο γὰρ οὐχὶ ψευσόμεθα.
οἱ γὰρ ἐξ ἑνὸς ἠδικημένοι φιλοῦσιν ἀλλήλους.
στείλαντες καλέσαντες.
τήνδʼ ἅλωσιν τὸ σὲ ἐλθεῖν εἰς Ἴλιον.
οὐκ ἠξίωσαν οὐκ ἄξιον ἡγήσαντο.
ἐλθόντι δοῦναι λείπει σοι.
ἔσχατʼ ἐσχάτων αἰσχρότατα.
προτρεπτικῶς εἰς μὲν τὴν συμμαχίαν οὐ τὸν ἄνδρα ἀλλὰ ψιλῶς τὰ τόξα ὠνόμασεν εἰς δὲ τὴν πόρθησιν τὸν Νεοπτόλεμον.
ὤμοσαν γὰρ τῷ Τυνδάρεῳ πάντες Ἕλληνες συνελθεῖν ἐὰν ἁρπασθῇ ἡ Ἑλένη.
τόξων ἐγκρατὴς ἔχων τὰ τόξα.
σοφισθῆναι σοφίσασθαι.
βούλομαι δʼ, ἄναξ, καλῶς ἀντὶ ἀληθεύων, νικᾶν δὲ κακῶς ἀντὶ μετὰ ψευδολογίας· ὅ ἐστι θέλω εἰπὼν τὸ ἀληθὲς ἀποτυχεῖν μᾶλλον ἢ ἐξαπατᾶν τὸν ἄνδρα καὶ ἐπιτυχεῖν· εἰσάγει δὲ αὐτὸν ὁ Σοφοκλῆς τὸν τοῦ πατρὸς λόγον λέγοντα ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀίδαο πύλῃσιν ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσὶν ἄλλο δὲ βάζῃ.
εἰς ἔλεγχον εἰς πεῖραν τῶν πραγμάτων.
κρείσσονα τῶν ἔργων οὖσαν τὴν γλῶσσαν· διαβάλλει τοὺς καθʼ ἑαυτὸν ῥήτορας ὁ ποιητὴς ὡς διὰ γλώσσης πάντα κατορθοῦντας.
τὴν γλῶσσαν τὴν ἀπάτην.
πάνθʼ ἡγουμένην προηγουμένην εἰς ἅπαντα.
ἀνύουσαν.
ὃ θέλεις κέλευε πλὴν τοῦ ψεύδεσθαι.
ἄφυκτα γὰρ ἦν τὰ Ἡράκλεια βέλη καὶ τοῦ σκοποῦ μὴ ἀποτυγχάνοντα ἢ ἐπανερχόμενα εἰς ἑαυτόν.
οὐκοῦν οὐδὲ προσελθεῖν αὐτῷ εὐθαρσές ἐστι καὶ ἀσφαλές;
προσμῖξαι πλησιάσαι.
δόλῳ ἀπάτῃ.
εἰ σωτηρία ἐξ αὐτοῦ προσγίνεται.
πῶς οὖν ἀποβλέπων τις εἰς τὸ ψεῦδος ἐρεῖ αὐτό; νοῶν ἢ λογισμὸν ἔχων;
ὀκνεῖν ἀποδειλιᾶν.
αἱρεῖ πορθεῖ.
θηρατέʼ ληπτέα, ἄξια τοῦ θηραθῆναι.
φέρῃ δωρήματα τιμήματα ἀποφέρῃ.
ποίω ποῖα, δυικῶς.
σοφὸς μὲν διὰ τὸ κλέψαι ἀγαθὸς δὲ διὰ τὸ πορθῆσαι· ἢ σοφοῦ μὲν ὄντος καθόλου τοῦ δολῶσαι δυναμένου νῦν δὲ καὶ τοῦ δόλου ἀγαθοῦ ὄντος.
κεκλῇʼ ἀντὶ κεκλημένος εἴης.
συνῄνεσα συνεθέμην.
τὸν σκοπὸν τοῦτον πρὸς τὴν ναῦν ἀποπέμψω καὶ πάλιν, ἐὰν καιρὸς καλῇ, ἐνταῦθα αὐτὸν ἀποστελῶ ἐάν μοι δόξητε βραδύνειν.
ὡς ἂν ἀγνοία προσῇ ἵνα μὴ γνωσθῇ.
οὗ δῆτα τοῦ Φιλοκτήτου ἀπατωμένου ἢ τοῦ ναυκλήρου δόλιά σοι διαλεγομένου καὶ ἀσυμφανῆ.
σοφιζομένου, διαλεγομένου.
Πολιὰς πολιοῦχος.
ὁ Ὀδυσσεὺς ἀπέστη.
στέγειν κρύπτειν.
ὑπόπταν ἀντὶ ἐμὲ φανερὸν γεγονότα καὶ ἐλθόντα εἰς ὄψιν· ἢ τὸν Φιλοκτήτην τὸν ὑφʼ ἡμῶν κατασκοπούμενον. ἄλλως: πρὸς τὸν ὑφορώμενον ἡμᾶς ἄνδρα τί δεῖ λέγειν ἢ σιωπᾶν;
τοῦτο ἐν τῷ καθόλου· ἡ γὰρ τέχνη, φησί, καὶ ἡ γνώμη τῶν βασιλέων προὔχει τῶν ἄλλων τεχνῶν· καὶ ἐν Οἰδίποδι ἃ γὰρ δρῶσʼ οἱ κρατοῦντες οὐχ ὁρῶ καὶ Ἡσίοδος τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες.
παρʼ ὅτῳ ἐφʼ ᾧ ἐστι τὸ θεῖον σκῆπτρον.
τοῦτο τὸ ἀξίωμα ἐκ προγόνων ἦλθεν εἰς σέ· δίκαιον οὖν σοι πείθεσθαι.
κράτος ὠγύγιον τὸ ἐξ ἀρχῆς τιθέμενον κράτος.
ὑπουργεῖν λείπει ἡ σὺν ἵνʼ ᾖ συνεργεῖν.
νῦν μέν, φησίν, εἰσελθὼν ὅρα τὸν τόπον ἐπὰν δὲ ἔλθῃ τότε σὺ τῶν μελάθρων ἀποστὰς ὑπηρέτει μοι πρὸς τὴν παροῦσαν χρείαν.
τόπον ἐσχατιαῖς τὸν ἐπὶ τῷ ἐσχάτῳ τόπον.
ὥσπερ ἐγὼ προχωρῶ οὕτως ἀκολουθῶν πειρῶ με θεραπεύειν ἀεί. κυρίως δέ ἐστιν ἀκούειν τὸ προσχωρῶν οἷον ὡς ἂν ἐγὼ προστάσσω τοῦτον τὸν τρόπον ποιῶν.
μέλον πάλαι μέλημα ἀντὶ πρᾶγμά μοι λέγεις ἐκ πολλοῦ μοι μεμεληκός, τὸ φρουρεῖν τὸ σὸν ὄμμα καὶ τὴν ἀπὸ σοῦ εὐκαιρίαν.
τὸ σὸν φρουρεῖν ὄμμʼ τὰ σὰ νεύματα φυλάττειν.
ἔνεδρος ἔνοικος.
οὐκ ἀποκαίριον οὐκ ἄτοπον, οὐκ ἄκαιρον· εὔκαιρον γάρ ἐστι τὸ τοῦτο μαθεῖν.
προσπεσὼν προσπελάσας.
ἔναυλον ἢ θυραῖον ἐντὸς ἢ ἐκτός; ἐγγὺς ἢ μακράν;
ὀγμεύει ὄγμος ἡ ἐπὶ στίχον φυτεία, νῦν δὲ ἀντὶ ἐφεξῆς πορεύεται.
σμυγερῶς ἐπιπόνως.
αὑτῷ ἀντὶ ἑαυτῷ· ἐπινωμᾶν δὲ ἐξευρίσκειν.
παιῶνα θεραπείαν.
ἐλεῶ, φησίν, αὐτὸν πῶς δύναται διάγειν μήτε συνοικῶν τινι μήτε κηδόμενόν τινα ἔχων.
μή τινος αὐτοῦ τῶν ἀνθρώπων κηδομένου.
μηδὲ ὁρῶν εἰς ἄνθρωπον σύνοικον.
ἀλύει ἀλγεῖ, ἀπορεῖ.
ἐπὶ παντὶ ἐπὶ παντὶ ἐν χρείᾳ γινομένῳ ἀπορεῖ.
ὁπηνίκα χρείας καλέσῃ καιρὸς ἀδημονεῖ διὰ τὸ πάντων ἀπορεῖν.
ὦ παλάμαι ὦ τέχναι καὶ γνῶμαι.
τοῦτο θαυμάζων τὸν Φιλοκτήτην φησὶ πῶς μόνος ὢν ἐξευρίσκει τὰ πρὸς τὴν ζωὴν ἑαυτῷ.
οἷς ὁ βίος οὐκ ἔχει τῶν κακῶν μέτρον· ἢ οὕτως, οἷς μὴ σύμμετρος ὁ βίος καὶ ἐπαρκῶν.
πρωτογόνων εὐγενῶν.
ὕστερος ὑστερίζων.
κεῖται μοῦνος ἔρημος νῦν κεῖται.
στικτῶν ἢ λασίων ποικίλων καὶ δασυτρίχων.
ἀθυρόστομος πολυλάλητος, μὴ εἰργομένη τοῦ φθέγγεσθαι· ἀθυρόστομον δὲ εἶπεν τὴν ἠχὼ ἐπεὶ πρὸς πάντας ἀντιφθέγγεται· ὁ δὲ νοῦς, ἀεὶ δὲ ὀδυρομένου αὐτοῦ ἠχὼ πρὸς τὸν ὀδυρμὸν ἀντιφθέγγεται.
τηλεφανὴς μήκοθεν φαινομένη διὰ τῆς φωνῆς ἀντὶ οἰμώζει καὶ τὴν ἠχὼ πόρρωθεν ἀνεγείρει.
οὐδὲν τούτων θαυμαστόν οὐδέν, φησί, τούτων θαυμαστὸν ἐμοὶ ὅτι κακὰ πάσχει ὁ Φιλοκτήτης· ἐκ θεῶν γάρ, ὡς οἶμαι, ταῦτα πέπονθεν καὶ τὸ πάθος ὑπέμεινεν κατὰ βούλησιν θεῶν ἵνα μὴ τὰ βέλη εὐθέως ἀπελθόντος αὐτοῦ πορθήσῃ τὴν Τροίαν παρὰ τὴν εἱμαρμένην ἀλλὰ ἐκδέξηται τὸν καιρόν.
τῆς ὠμόφρονος Χρύσης Χρύση νῆσος πρὸ τῆς Λήμνου ἔνθα διέτριβεν Χρύση τις νύμφη ἣ ἐρασθεῖσα τοῦ Φιλοκτήτου καὶ μὴ πείσασα κατηράσατο αὐτῷ διὸ καὶ ὠμόφρονα αὐτὴν ἐκάλεσεν.
εἰς τὸ αὐτό Χρύσης Ἀθηνᾶς ἄγαλμα οὕτως καλεῖται· ἔστι δὲ καὶ πόλις Χρύση πλησίον Λήμνου ἔνθα ὑπὸ τοῦ ὄφεως ἐδήχθη τὸν βωμὸν ζητῶν ἐν ᾧ ἔθυσεν Ἡρακλῆς ἡνίκα κατὰ Τροίας ἐστράτευσεν.
ἀμάχητα ἀνίκητα.
πρὶν ὅδʼ ἐξήκοι χρόνος πρὶν αὐτήν, τὴν Τροίαν, εἰς τὸν εἱμαρμένον ἐλθεῖν χρόνον ἐν ᾧ εἵμαρται αὐτὴν πορθηθῆναι.
ᾧ χρόνῳ.
ὑπὸ τῶνδε ὑπὸ τῶν βελῶν.
εὔστομʼ ἔχε παῖ εἰώθασιν οὕτω λέγειν ἀντὶ τοῦ σιώπα· τὸ δὲ τοιοῦτον κεχίασται ὅτι Ἑλλάνικός ποτε ἀναγινώσκων τὰ Ἡροδότου ἔλεγεν «περὶ δὲ τῶνδε μοι εὔστομα κείσθω» οὐ διαιρῶν εἰς δύο λέξεις ἀλλʼ ὡς ἄν τις εἴποι ταῦτα εὔστομα· τοῦτο δέ φησιν ὁ χορὸς κτύπον ἀκούσας ἐπερχομένου τοῦ Φιλοκτήτου καὶ στένοντος κατὰ τὴν πορείαν διὰ τὸ ἄλγος.
φωτὸς σύντροφος κτύπος φωνῆς τῆς συντραφείσης αὐτῷ· δῆλον δὲ ὅτι κακῆς καὶ οἰμωκτικῆς ὡς κατὰ τὸ σύνηθες αὐτοῦ τειρομένου.
ἦ που τῇδʼ ἢ τῇδε ἆρʼ ὧδε ἢ ἐνθάδε;
φθογγά του φθογγή τινος.
στίβου ἔξωθεν προσληπτέον τὴν ἐπί.
τρυσάνωρ ἐπίπονος, ἡ καταπονοῦσα τὸν ἄνδρα.
διάσημα φανερά.
φροντίδας νέας τὸ ἑξῆς, ἔχε φροντίδας νέας οἷον καινότερόν τι βούλευσαι τί πρὸς αὐτὸν ἐρεῖς.
οὐκ ἔξεδρος ἀλλʼ ἔντοπος οὐ μακρὰν ἀλλʼ ἐγγὺς καὶ ἐπὶ τόπου.
ἐγγύς.
οὐ μολπὰν σύριγγος ἔχων οὐ βοᾷ τερπόμενος σύριγγι ὡς ποιμήν.
ἀλλʼ ἤ που πταίων ἀλλὰ τάχα ἢ προσκόπτων ὑπὸ τῶν βασάνων βοᾷ ἢ δύσορμον τὸν λιμένα ὁρῶν· προβοᾷ γὰρ ἡμῖν μὴ πελάζειν εἰς αὐτόν· Ὅμηρος Λῆμνον ἀμιχθαλόεσσαν τὴν ἀπροσόρμιστον.
ἢ γένους ἢ ποίου γένους.
Ἑλλάδος Ἑλληνικῆς.
ὄκνῳ φόβῳ διὰ τὰ κακά.
δεῖ γὰρ αὐτὸν ἐξηγριωμένον εἰσφέρειν τῇ ὄψει καὶ τῷ σχήματι.
ἀνταμείψασθʼ ἀνταμείβεσθε.
τοῦτό γʼ τῆς προσηγορίας.
εἰς τοῦτο.
φεῦ θαυμαστικὸν μετʼ ἐκπλήξεως τὸ φεῦ ἐνταῦθα.
καὶ τὸ τὸ καί.
προσέσχε προσορμίσαι ἐποίησεν.
εἰδῶ μάθω.
αὐδῶμαι λέγομαι.
προσέσχες ὥρμισας.
πῶς εἶπας; θαυμάζων φησὶν ἐπεὶ μὴ εἶδεν αὐτὸν ἐξ ἀρχῆς στρατευσάμενον.
κλέος φήμην.
πικρὸς ἐχθρός.
ἀλλʼ οἱ μὲν οἱ Ἀτρεῖδαι.
χὠ Κεφαλλήνων ἄναξ ὁ Ὀδυσσεύς.
χαράγματι δήγματι· τὸ γὰρ δῆγμα τοῦ ὄφεως μόνον χαράσσει.
ξὺν ᾗ νόσῳ.
τῆς ποντίας τῆς παραθαλασσίας· ὅτε ἀπὸ Χρύσης ἦλθον εἰς Λῆμνον ὃς Χρύσην ἀμφιβέβηκας.
λέγεται γὰρ ὡς ἐν Λήμνῳ βουλόμενος ἀναστῆσαι βωμὸν Ἡρακλεῖ παρὰ τὸν αἰγιαλὸν ὑπὸ ὄφεως ἐπλήγη.
κατέσχον προσώρμισαν.
σάλου κινήματος, πόνου.
οἷʼ αὐτοῖς τύχοι καταρᾶται.
ἀνάστασιν νῦν καλεῖ τὴν ἐξ ὕπνου ἔγερσιν.
βεβώσας ἀπελθούσας.
τούτου τοῦ ἀνιᾶσθαι ἄδειαν καὶ εὐχέρειαν πολλήν.
καὶ ἔδει με ἐμαυτῷ ἐξυπηρετεῖσθαι.
τὰ σύμφορα τὰ ἀναγκαῖα.
νευροσπαδὴς ὁ ἐπισπώμενος τῇ νευρᾷ· διὰ γὰρ τῶν γλυφίδων ἔρχεται.
εἰλυόμην ἐπορευόμην· εἴλυσις γὰρ ἡ πορεία.
ἐκθλίβων ἐκτρίβων.
ἄφαντον ἀπροσδόκητον. ἄλλως: καλῶς εἶπεν ἄφαντον· οὐ φαίνεται γὰρ ἀλλὰ δυνάμει αὐτὸ ἔχει.
ἀντὶ ἡ οἰκία ἡ μετὰ πυρὸς οὖσα καλῶς διοικεῖται.
ταύτῃ τῇ γῇ.
ἐξεμπολήσει πωλήσει, πραγματεύσεται, ἐμπορεύσεται.
ξενώσεται καταχθήσεται ὡς ξένος.
τοῖσι σώφροσιν τοῖς εὐτυχοῦσιν.
ἐκεῖνο τὸ ἀποφέρειν με εἰς τὴν πατρίδα.
τὴν ἀδηφάγον τὴν βρωτικήν.
ἀντίποινʼ ἀμοιβαῖα.
οἷον, κἀγὼ ἐξ ἴσου ἐλεῶ σε τοῖς ἀφιγμένοις ἐνταῦθα ὥσπερ οἱ ἄλλοι ξένοι, φησί, περὶ ὧν ἔλεγες.
κἀγὼ νῦν μάρτυς εἰμὶ τοῖς ὑπὸ σοῦ λεγομένοις περὶ τῶν Ἀτρειδῶν καὶ τοῦ Ὀδυσσέως.
εἴσʼ ἀληθεῖς εἰσὶν οἱ σοὶ λόγοι ἀληθεῖς.
εἴθε γένοιτό μοι ὠργισμένῳ ὅρμησις κατʼ αὐτῶν καὶ τὴν δύναμιν ἐνδείξασθαι.
θυμῷ ὀργῇ.
χεῖρα τὴν πρᾶξιν.
τίνος γὰρ λείπει τὸ ἕνεκεν.
μόλις δʼ ἐρῶ ὑπὸ τῆς ὀργῆς.
πέρα περαιτέρω.
κοινὴ ἡ πρόθεσις ἡ ὑπό.
λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.
εὐγενὴς ἀντὶ ἀνδρεῖος εἴ γε καὶ γενναῖος ὁ εὐγενής.
ἐλέγχω κρίνω, ἐρωτῶ.
οἶμαι μέν σε ἱκανὸν ἔχειν κακὸν τὴν νόσον.
χ.
τὸ χ ὅτι δὶς τὸ αὐτὸ εἶπεν αὖθις καὶ πάλιν.
ἦλθόν με—μέτα μετῆλθόν με.
χὠ τροφεὺς ὁ Φοῖνιξ.
οὐ γὰρ εἰδόμην ζῶντα.
πικρὸν Σίγειον ἤτοι διὰ τὸν θάνατον τοῦ Ἀχιλλέως ἢ διὰ τὸ δυσχείμερον τοῦ τόπου.
οὐρίῳ πλάτῃ τῷ εὐδίῳ πλῷ.
κεῖνος ὁ Ἀχιλλεύς.
διὰ μέσου τὸ οἴμοι ἀποδυρόμενός φησιν.
τλημονέστατον λυπηρότατον.
κρατύνει κρατεῖ.
ὦ σχέτλιʼ πρὸς τὸν Ἀγαμέμνονα.
πρὶν μαθεῖν ἐμοῦ ἀντὶ πρὶν ἐμοῦ πυθέσθαι.
κἀκεῖνον τὸν Ἀχιλλέα.
ἤρασσον ἔβαλλον, κατηρώμην, ὕβριζον.
μηδὲν ὕβρεως παραλιμπάνων.
κεῖνος ὁ Ὀδυσσεύς.
ἐνθάδʼ ἥκων εἰς τὴν ὀργὴν ἐλθὼν καίπερ οὐ μάχιμος ὢν οὐδὲ ὀργίλος.
ἐνθάδʼ εἰς τὴν ὀργήν.
δηχθεὶς λυπηθείς.
τότε, φησίν, ἡνίκα τοῦ Ἀχιλλέως προεκινδυνεύομεν οὐ παρῆς ἔνθα ἔδει σε παρεῖναι ἀλλʼ ἀπῆς ὅπου οὐκ ὤφειλες.
ἔχων λείπει ὅπλα.
τητώμενος ἐστερημένος.
καὶ οὐ μέμφομαι τοσοῦτον τῷ Ὀδυσσεῖ ὅσον τοῖς περὶ Ἀγαμέμνονα· αὐτοὶ γὰρ πάντων κρατοῦσιν καὶ ἐν αὐτοῖς ἦν τὸ ἐμὲ λαβεῖν.
τῶν ἡγουμένων τῶν βασιλέων.
κακῶς φρονοῦντες ὡς καὶ Ὀδυσσεὺς κακῶς φρονεῖ· ἐπὰν γὰρ οἱ βασιλεῖς κακῶς φρονῶσι κακῶς δῆλον ὅτι καὶ οἱ ὑπήκοοι.
ἀκοσμοῦντες ἄτακτα ἐργαζόμενοι.
διδασκάλων τῶν βασιλέων.
τοῦτο τῶν πλαγίως νοουμένων.
ὀρεστέρα ὦ Ῥέα· ἡ αὐτὴ δέ ἐστι τῇ γῇ, ἐν δὲ τοῖς ὄρεσι τὰ μυστήρια αὐτῆς γίνεται.
παμβῶτι πάντας τρέφουσα· παρὰ τὸ Ὁμηρικὸν ζείδωρος ἄρουρα· διὰ δὲ τὸ ταύτην τὴν θεὸν τιμᾶσθαι παρὰ Φρυξὶ πρὸς αὐτὴν τὸν λόγον ποιεῖται.
πολύτροφε.
μᾶτερ αὐτοῦ Διὸς ὅτι ἡ αὐτή ἐστι Ῥέα καὶ γῆ.
Πακτωλὸν ποταμὸς Λυδίας ἔνθα ἡ Ῥέα τιμᾶται· χρυσᾶ δὲ ψήγματα ἀπὸ τοῦ Τμώλου ὄρους διὰ τοῦ Πακτωλοῦ καταφέρεται.
καὶ τότε σε ἐπεκαλεσάμην τιμωρήσασθαι τοὺς περὶ Ἀγαμέμνονα ὅτε παρεδίδοσαν τὰ ὅπλα τοῦ Ἀχιλλέως καὶ νῦν δὲ καλῶ ἵνα τούτους τιμωρήσῃ.
ἐπηυδώμαν ἐπεκαλούμην.
ἐς τόνδʼ τὸν Νεοπτόλεμον.
τὸ ἑξῆς, ὅτε τὰ πατρικὰ ὅπλα παρεδίδοσαν τῷ Λαερτίου.
ἐπὶ ἅρματος γὰρ λεόντων ὀχεῖται ἡ Ῥέα.
ἔφεδρε πάρεδρε.
σέβας ὑπέρτατον ὦ Ῥέα· ἢ νοητέον ἐπὶ τῶν ὅπλων.
προσᾴδεθʼ συμφωνεῖτε.
ὁ Τυδέως γόνος σὺν Ὀδυσσεῖ γὰρ αὐτὸν ἐξέβαλεν Διομήδης.
χ.
ἐκ Σισύφου γὰρ κύουσα ἡ Ἀντίκλεια ἐγαμήθη Λαέρτῃ καὶ διὰ τοῦτό φησιν αὐτὸν ὥσπερ πεπρᾶσθαι ἐπειδὴ Λαέρτης πολλὰ δοὺς χρήματα ἠγάγετο τὴν Ἀντίκλειαν· τὸ χ δὲ ὅτι πάλιν Λαερτίου κτητικὸν ἀντὶ πρωτοτύπου Λαέρτου.
ἐπίστω ἐπίστασο.
κἀκʼ ἐξήρυκε γράφε κἀξεκήρυξε.
οἱ μὲν γράφοντες μόνος παρʼ ἱστορίαν φασὶν — εἶχε γὰρ καὶ ἄλλους — οἱ δὲ γόνος τῷ ποιητῇ ἀκολουθοῦντες λέγουσιν.
δύʼ αὕτως δείνʼ ἔλεξας γράφε δύʼ αὐτὼ δʼ ἐξέδειξας, δυικῶς.
κἀνταῦθʼ ἐν τοῖς ζῶσιν.
σοφὸς μέν ἐστιν ἀλλʼ οὐ διόλου ἔσται· αἱ γὰρ τοιαῦται γνῶμαι καταβάλλονται εὐθέως.
ἀντὶ ἃ οὐκ ἤθελέν τις ἅπαξ ἀκοῦσαι ταῦτα πολλάκις ἔλεγεν.
τοῦτο παρʼ ἱστορίαν· λέγεται γὰρ ὑπὸ Ἀχιλλέως ἀνῃρῆσθαι καθʼ ὃν χρόνον καὶ τὴν Πενθεσίλειαν ἀνεῖλεν· φονευθείσης γὰρ τῆς Πενθεσιλείας ὑπὸ Ἀχιλλέως ὁ Θερσίτης δόρατι ἔπληξε τὸν ὀφθαλμὸν αὐτῆς διὸ ὀργισθεὶς ὁ Ἀχιλλεὺς κονδύλοις αὐτὸν ἀνεῖλεν· ἐλέγετο γὰρ ὅτι καὶ μετὰ θάνατον ἐρασθεὶς αὐτῆς συνελήλυθεν.
ἔμελλʼ ἔοικεν.
ἐπεὶ οὐδέπω κατὰ συνίζησιν βαίνεται ἐπειου ἀντὶ τοῦ που.
περιστέλλουσιν περικαλύπτουσιν.
παλιντριβῆ τετριμμένα τοῖς κακοῖς.
σῴζουσιν ἐξ Ἅιδου τοὺς ἐπιτρίπτους καὶ δολερούς.
ταῦτα τὰ γινόμενα.
τὰ θεῖʼ τὰ θεῖα ἔργα· νοσῶν δὲ δυσφημεῖ.
ὄρος τῆς Τραχῖνος ἡ Οἴτη· Τραχῖνος δὲ ἦν καὶ Μηλιεύς.
φυλάξομαι ὡς κακούς.
ὁ κακὸς νικᾷ τὸν ἀγαθόν· καὶ Ἡσίοδος βλάπτει δʼ ὁ κακὸς τὸν ἀρείονα φῶτα.
ὅπου θʼ — ὅπου — γʼ.
μεῖζον σθένει πλέον ἰσχύει.
κἀποφθίνει τὰ χρηστὰ Ὅμηρος ἐπεὶ τὰ χερείονα νικᾷ.
μεταστήσειαν ἀπαλλάξειαν.
εἴκῃ διδῷ, συγχωρήσῃ.
μᾶλλον ἐκ τοῦ σύνεγγυς ἢ ἐξ ἀπόπτου τὸν πλοῦν περιμένειν.
ὅσοισι κακοῖς.
ἐν παρέργῳ οἷον οὐκ ἐν τετιμημένῳ μέρει τῆς νεὼς ἀλλʼ ὅπῃ βούλῃ· δηλοῖ δὲ ταῦτα ἐν τοῖς ἑξῆς.
φορήματος βάρους.
ὅμως δὲ σῷσόν με γιγνώσκων ὅτι τοῖς εὐγενέσι τὸ αἰσχρὸν ἐχθρόν ἐστι καὶ τὸ καλὸν εὔδοξον.
τὸ ἐν παρέργῳ νῦν ἐνεφάνισεν.
ἀκράτωρ ἀσθενής, κρατεῖν ἐμαυτοῦ μὴ δυνάμενος.
καὶ Ὅμηρος Χαλκωδοντιάδης, μεγαθύμων ἀρχὸς Ἀβάντων.
διʼ ὃν δὴ πρὸ πολλοῦ χρόνου ηὐλαβήθην.
παλαιὰν πάλαι ἄν.
τοῖς ἱκμένοις ἀντὶ διὰ τῶν ἱκμένων καὶ πεπορευμένων.
ἐν σμικρῷ ἐν ἐλάττονι.
σῷσόν με γινώσκων τὰ ἀνθρώπινα πράγματα μεταβαλλόμενα.
θάτερα τὰ φαῦλα.
τὰ δείνʼ ὁρᾶν φοβεῖσθαι καὶ εὐλαβεῖσθαι.
δυσοίστων ἀφορήτων, δυσυπομονήτων.
τὸ ἐκείνους λυποῦν τούτῳ κέρδος καὶ ὠφέλειαν μεταποιῶν.
τὸ κακὸν τὸ ἀπὸ τῶν Ἀτρειδῶν κέρδος μετατιθέμενος τῷ Φιλοκτήτῃ οἷον εἰς ἀγαθὸν μεταποιῶν καὶ μεταβάλλων καὶ ἐπανορθῶν· λέγει γὰρ ὅτι βοηθήσω αὐτῷ ἵνα ἐκείνους λυπήσω ἐπανορθῶν αὐτῷ τὴν συμφορὰν τὴν ὑπὸ τῶν Ἀτρειδῶν γεγονυῖαν.
ἔνθα ὅπου.
ἀλλʼ αἰσχρόν ἐστιν ἐνδεέστερόν σου εἶναί με ἐν τῷ βοηθεῖν τοῖς φίλοις· ἢ οὕτως, αἰσχρόν ἐστιν εἰ ἐνδεέστερόν σου διατεθήσομαι περὶ τὴν εἰς τοὺς ξένους εὐεργεσίαν· οὐ παραιτήσομαι οὖν.
δὲ γε.
πῶς ἂν ἀποδοίην τὰς εὐεργεσίας ὑμῖν ὡς ἐφιλήσατέ με; ἢ πῶς ἂν τῷ ἔργῳ εὖ πράξαιμι καὶ τῷ λόγῳ ὑμῖν;
προσκύσαντες ἀσπασάμενοι τὴν ἑστίαν.
ἄοικον δύσοικον ὥσπερ ἀτυχὴς ὁ δυστυχής.
εὐκάρδιος καρτερικός.
ἐγὼ γὰρ ὑπολαμβάνω μηδένα ἄλλον τὴν θέαν τῶν ἐνθάδε ἐνεγκεῖν, πόσῳ μᾶλλον τὴν εἰσοίκησιν;
τάδε γράφε κακά.
οὗτος ὁ ἔμπορος διαπέπλασται ὑπὸ Ὀδυσσέως ναύκληρος, πραγματευτὴς εἰωθὼς τοῖς Ἕλλησι τὰ ἐπιτήδεια ἐπάγειν· ἐοικὼς δὲ καὶ ὡς οἴνου αὐτὸν διατυπούμενος πραγματευτήν.
ἀντὶ οὐκ ἐπίτηδες ἐλθὼν ἐνταῦθα ἀλλὰ πλέων ἐπὶ τὴν πατρίδα ὥρμισα· οὐκ οἰόμενος, φησί, συντεύξεσθαι, κατὰ τύχην δέ.
Πεπάρηθον δῆμος τῆς Ἀττικῆς καὶ μία τῶν Κυκλάδων νήσων.
προστυχόντι τῶν ἴσων ἀντὶ εὑρόντι τοὺς σοὺς ναύτας τοὺς ἐμοὶ ἴσους, τοὺς τὴν αὐτήν μοι τέχνην μετερχομένους.
παραλέλειπται ἡ ἐξ· βούλεται γὰρ λέγειν ἐκ τῶν ἴσων.
ἐξαργούμενα ἀναβολὴν ἔχοντα.
ἔσται σοι χάρις τῆς προμηθείας ὕστερον.
φροῦδοι ἀφανεῖς, κρυπτοί.
Θησέως κόροι Ἀκάμας καὶ Δημοφῶν ὧν οὐ μέμνηται Ὅμηρος ἐν τῷ καταλόγῳ.
μὴ φώνει μέγα μὴ βόα.
κατὰ σκότον— | διεμπολᾷ λάθρᾳ ἀπατᾷ.
μὴ διαβάλῃς με, φησί, τῷ τῶν Ἑλλήνων στρατῷ· εὐεργετήθην γὰρ ὑπʼ αὐτῶν πολλά.
ὑπʼ ἐκείνων εὐεργετούμενος ἀντευεργετῶ αὐτοὺς ὡς δύναται πένης εὐεργετεῖν δῆλον ὅτι ὑπηρετῶν.
ὅρα τί ποιεῖς, παῖ ταῦτα πλαγίως νοητέον.
σὲ θήσομαι τῶνδʼ αἴτιον αἴτιόν σε ποιήσω τῶν πραττομένων.
ποιοῦ λέγων ποιοῦ με αἴτιον ὧν μέλλεις λέγειν.
τώδʼ ὥπερ κλύεις οὗτοι οὕσπερ κλύεις.
ἦ μὴν ὄντως μήν.
θατέρου τοῦ Διομήδους.
εὐτολμότερος ἦν εἰς τὸ δρᾶσαι.
τίνος πράγματος χάριν οὕτω διὰ τοσούτου χρόνου ἐπεστράφησαν καὶ φροντίδα ἐποιήσαντο τοῦ Φιλοκτήτου οἱ Ἀτρεῖδαι τοῦ πάλαι ἐξ αὐτῶν ἀποβληθέντος;
βία φθόνος.
οὗτος ὁ Ὀδυσσεύς.
ὁ πάντʼ ἀκούων αἰσχρὰ ὁ ὑπὸ πάντων ὑβριζόμενος.
οὐχ ἁπλῶς εἶπεν τὴν θήραν καλὴν ἀλλὰ διὰ τὴν πόρθησιν τῆς Ἰλίου· αὐτὸς γὰρ ἑρμηνεύει τὸν τρόπον τῆς πορθήσεως.
δηλώσειν δείξειν.
ἐφεῖτο ὑπέσχετο, ἐπηγγείλατο.
ὦ παῖ λείπει Ποίαντος.
στελεῖν πέμψειν.
οὑκείνου πατήρ ὁ Σίσυφος· μέλλων γὰρ τελευτᾶν παρήγγειλε τῇ γυναικὶ αὐτὸν ἄθαπτον καταλιπεῖν καὶ κατελθὼν εἰς Ἅιδου τῶν γε νενομισμένων μὴ τυχὼν κατηγόρησε τῆς γυναικὸς παρὰ τῷ Ἀιδωνεῖ ἠξίου τε ἀνελθεῖν καὶ τὴν γυναῖκα τιμωρήσασθαι· ἀνελθὼν δὲ οὐκέτι ὑπέστρεψεν ἕως μετὰ ἀνάγκης κατῆλθεν· ἐκ πατρὸς οὖν πανοῦργος Ὀδυσσεύς.
οὔκουν ἀποφατικῶς ἢ ἐρωτηματικῶς.
τάχιον ἂν πεισθείην τῇ ἐχίδνῃ ἢ τῷ Ὀδυσσεῖ.
ὁρίζει διίστησιν.
τὸ ἐν καιρῷ σπουδάζειν ἀνάπαυλαν ἄγει ὕστερον.
ἐπειδὰν πνεῦμα τοὐκ πρῴρας ἀνῇ ἐπὰν παύσηται ὁ ἄνεμος ἐναντιούμενος.
ἄῃ παρῇ.
ἀντιοστατεῖ ἐναντίον πνέει.
μὴ εὐλαβηθῇς, φησί· κἀκείνοις γὰρ τὰ ἐναντία πνεύματα ἀντὶ τὰ ἡμᾶς ἐπέχοντα κἀκείνους ἐπέχει.
τοῖς γὰρ κακούργοις οὐκ ἔστιν ἐναντίος ἄνεμος· ἐν τῇ συγχύσει γὰρ μᾶλλον ἰσχύουσιν.
τί ἔχεις ὅπερ ἡ ἐμὴ ναῦς οὐκ ἔχει; ἀντὶ οὐδὲν ἡμῖν λείπει.
κοιμῶ κατακοιμίζω, πραΰνω.
παρερρύηκεν παρεκπέπτωκεν.
ὃς ἐποίησάς με τῶν ἐχθρῶν ὑπερέχειν ὄντα αὐτῶν ἐλάττονα.
καὶ δόντι δοῦναι ἀντὶ ἀποδοῦναί μοι τῷ δόντι σοι.
αὐτὸς γὰρ ὑφῆψε τῷ Ἡρακλεῖ τὴν πυράν.
γνώμη.
λόγῳ μὲν ἀκούω τὸ τοῦ Ἰξίονος πάθος ὅτι τροχάζεται — πελάταν δὲ αὐτὸν λέκτρων Διὸς εἶπεν τὸν πειράσαι βουληθέντα τὰ τοῦ Διὸς λέκτρα —, ὃν ἔδησεν ὁ Ζεύς, μὴ μέντοι ἑορακέναι μείζονα τῆς Φιλοκτήτου νόσου.
τὸν πελάταν λέκτρων τὸν βουληθέντα ἐπιβῆναι τῇ εὐνῇ τοῦ Διός.
κατʼ ἄμπυκα δέσμιον κατὰ τὸν τροχὸν δεδεμένον.
δρομάδʼ τὸν περιφερόμενον ἐν τῷ δρόμῳ.
παγκρατὴς βασιλεύς.
μοίρᾳ | —ἐχθίονι δυστυχίᾳ, τύχῃ στυγερωτέρᾳ.
τύχῃ.
οὔτʼ ἔρξας οὔθʼ ἕρξας.
νοσφίσας ἀποστερήσας.
ἐν ἴσοις ἐν δικαίοις.
θαυμάζω πῶς ὑπέμεινεν ἀεὶ ἐν κλυζομένοις κύμασιν ἔχων καταγωγὴν καὶ ἔρημον παντάπασιν.
ἀμφιπλήκτων ἑκατέρωθεν πληττόντων· τὰ γὰρ κύματα κλύζονται κατʼ ἀμφοτέραν ὄχθην τῆς θαλάσσης.
βιοτὰν ζωήν, διαγωγήν.
ὅπου αὐτὸς μόνος ὑπὸ ἀνέμων βαλλόμενος, πρὸς ἄνεμον τετραμμένος ἦν.
βάσιν πόδα.
οὐδέ τινʼ ἐγχώρων λείπει ἔχων.
κακογείτονα οὐ μόνον ὅπου καλὸν οὐκ εἶχε γείτονα ἀλλʼ οὐδὲ κακὸν παρʼ οὗ ἀμοιβαῖον λόγον στενάζων ἀκούσεται· τὸ δὲ ἑξῆς οὕτω δεῖ λαβεῖν, οὐδέ τινα ἐγχώρων ἔχων παρʼ ᾧ δὴ τὸν κακογείτονα αἱματηρὸν στόνον ἀποκλαύσειεν· τὸ κακογείτονα γὰρ οὐ πρὸς τοὺς ἐνοικοῦντας ἀλλʼ εἴπερ τις ἐτύγχανεν αὐτῷ συνοικῶν ὁ τούτου στόνος κακογείτων ἂν ἦν ἐκείνῳ.
ἀντίτυπον ἀμοιβαῖον.
οὐδʼ ὃς τὰν θερμοτάταν οὐδʼ ὃς τὴν θερμοτάτην καὶ ἀγρίαν αἱμάδα, τὴν τοῦ αἵματος ῥύσιν, ἀναδιδομένην ἐκ τῶν ἑλκῶν τοῦ θηροδήκτου ποδὸς ἠπίοις φύλλοις κατευνάσειεν εἴ τις ἐμπέσοι.
κηκιομέναν ἀναδιδομένην· παρὰ τὸ μέλαν δʼ ἀνεκήκιεν αἷμα.
ἀντὶ τοῦ ὅλως οὐκ ἔχων οὐδὲ ὅστις ἕλοι φύλλον αὐτῷ ἐκ τῆς γῆς ἢ ὄρνιν τοξευθέντα ὑπὸ Φιλοκτήτου καὶ πεσόντα εἰς τὴν γῆν.
φορβάδος τῆς πάντα τρεφούσης.
τότʼ ἂν εἰλυόμενος κυλιόμενος, χερσὶν ἐπερειδόμενος καὶ ἕλκων τὰ σκέλη ὡς νήπιος παῖς ἄνευ τιθήνης τετραποδηδὸν βαδίζων· καὶ αὐτὸς ἐν τοῖς ἀνωτέρω πρὸς δὲ τοῦθʼ ὅ μοι βάλοι νευροσπαδὴς ἄτρακτος αὐτὸς ἂν ποσὶν εἰλυόμην δύστηνος ἐξέλκων πόδα· τὸ δὲ ἑξῆς, τότε γάρ, ἡνίκα ἐξανίησι δακέθυμος ἄτα, ἕρπει πόρον ἄλλοτʼ ἄλλον εἰλυόμενος ὥσπερ παῖς ἄνευ φίλης τιθήνης ὑπάρχων, οὐ φορβὰν ἱερᾶς γᾶς σπόρον αἴρων, οὐκ ἄλλο ὃ νεμόμεσθα ἄνδρες ἀλφησταὶ τουτέστιν οὐ Δημητριακὸν καρπὸν οὐδέ τι τῆς συνήθους ἀνθρώπων διαίτης ἀλλὰ διὰ τῶν πτηνῶν ὀιστῶν τὴν διὰ τῶν ὀρνέων τροφήν.
ὅθεν εὐμάρειʼ ὑπάρχοι ὅπου εὐμαρές ἐστιν αὐτῷ ἀπιέναι.
ἐξανίησιν ἐνδίδωσιν.
ἄτα ἡ νόσος.
γᾶς σπόρον σῖτον.
αἴρων λαμβάνων.
τῶν νεμόμεσθʼ ἀφʼ ὧν νεμόμεθα τουτέστι τρεφόμεθα.
πλὴν ἐξ ὠκυβόλων πλὴν εἴ που τοῖς πτηνοῖς βέλεσιν ἐξ ὠκυβόλων τόξων ἀνύσειε φορβὴν πτηνῶν τουτέστιν ὀρνέων· λείπει δὲ ἡ ἀπό, ἀπὸ πτηνῶν.
τόξων | πτανῶν πτερωτῶν τόξων.
ἀνύσειε πτανοῖς περιποιήσειεν ὀρνέοις.
οἰνοχύτου πώματος οἴνου περιφραστικῶς.
ἥσθη ἀντὶ ἐνεπλήσθη· οὐδὲ οἴνου μετείληφεν.
στατὸν εἰς ὕδωρ τὸ ἐξ ὄμβρου συνεστηκὸς ὕδωρ ἢ πηγαῖον ἢ λιμναῖον· παρὰ τὸ ἠρεμεῖν καὶ μὴ ὑπὸ ἀνέμων κινεῖσθαι.
προσενώμα ἑαυτὸν ἐκίνει ἀντὶ ἐπορεύετο.
παιδὸς ὑπαντήσας τυχὼν Νεοπτολέμου.
εὐδαίμων ἀνύσει εὐδαιμονήσει· τὸ ἑξῆς, εὐδαίμων καὶ μέγας ἀνύσει· ἐκ κείνων δὲ λέγει τῶν κακῶν.
μέγας ἐκ κείνων ἐκ τῶν κατʼ αὐτὸν εὐτυχής.
λείπει ἔσται.
ποντοπόρῳ δούρατι τῇ νηί.
πλήθει | πολλῶν μηνῶν τῷ πλήθει τῶν μηνῶν.
πατρῴαν ἄγει πρὸς αὐλὰν τὴν πατρίδα.
Μηλιάδων ἔστιν ἀντὶ Τραχινίων· περὶ τὴν Τραχῖνα γὰρ οἱ Μηλιεῖς.
ἵνʼ ὁ χάλκασπις ὅπου ὁ ἐκθεωθεὶς ἀνὴρ πελάζεται πᾶσι· λέγει δὲ τὸν Ἡρακλέα.
πλάθει πᾶσιν ἐπιφαίνεται λαμπρὸς ὢν ὡς πῦρ.
θείῳ πυρὶ λείπει τὸ ὡς.
τί δή ποθʼ κ. ἑ. τοῦτό φησιν ὁρῶν τῇ νόσῳ πληττόμενον καὶ σιωπῶντα.
ἐνοχλεῖ τῷ Φιλοκτήτῃ ἡ συνήθης νόσος· θέλει δὲ κρατῆσαι ἑαυτοῦ διὸ προσποιεῖται ὅταν λέγῃ ἀλλʼ ἄρτι κουφίζειν δοκῶ.
ὁ Φιλοκτήτης διὰ τὴν εἰς οἶκον ἀνακομιδὴν ἀπαγορεύει τὰς γινομένας ὀδύνας καὶ λέγει ἰὼ θεοὶ ὡς χαίρων διὰ τὸν Νεοπτόλεμον, οὐ δύναται δὲ ἀληθῶς.
ἀναστενάζει λοιπὸν τῆς νόσου πλεοναζούσης.
ἀντὶ ἔοικάς μοι ὀδυνᾶσθαι.
βρύκομαι ἐσθίομαι, καταναλίσκομαι.
ἀπάμησον κόψον, θέρισον.
ἰυγὴν ὀξεῖαν βοήν.
βούλεται εἰπεῖν τὴν εἰς οἶκον ἀνακομιδὴν ἐν νῷ λαμβάνων μήπως καταλείψει αὐτὸν ὁ Νεοπτόλεμος, οὐ λέγει δὲ διὰ τὸ πάθος.
τοὐπίσαγμα ἡ ἐπείσοδος, ἡ προσθήκη.
πλάνοις ὁδοιπορίαις· ἥκει ἡ νόσος ἴσως ὅτε ἐκορέσθη πλανωμένη· ὡς ἐπὶ θηρὸς δὲ ποιεῖται τὸν λόγον.
ᾔτου ἠξίωσας, ᾔτεις.
ἀνῇ ἐνδῷ.
φύλασσε, φησίν, αὐτά, τὰ τόξα· ἅμα γὰρ τῷ πάθει τούτῳ ὕπνος μοι ἐπέρχεται καὶ οὕτω παύομαι τῆς νόσου.
τῆς ὀδύνης παύσασθαι πρότερον πρὶν κοιμηθῆναι.
ἐκεῖνοι οἱ περὶ Ὀδυσσέα.
πρόστροπον ἱκέτην.
ἱλάσκου τὸν φθόνον ὥστε αὐτὰ μὴ γενέσθαι σοι πολύστονα, πικρὰ καὶ αἴτια κακῶν.
ὅπως ὁμοίως.
τῷ πρόσθʼ ἐμοῦ κεκτημένῳ τῷ Ἡρακλεῖ.
κηκῖον ἀναρρέον, ἀναδιδόμενον· Ὅμηρος πολὺς δʼ ἀνεκήκιεν ἱδρώς.
ὦ ξένε Κεφαλλὴν ὦ Ὀδυσσεῦ.
τρέφοιτε λάβοιτε ἀντʼ ἐμοῦ.
ἐν γὰρ τῇ Λήμνῳ τὸ ἐργαστήριον τοῦ Ἡφαίστου ἔνθα καὶ κρατῆρες πυρός εἰσιν.
ἀνακαλουμένῳ παρακαλοῦντι.
ὅτε τὴν πυρὰν Ἡρακλέους ἀνῆψεν.
τοῦτʼ ἐπηξίωσα δρᾶν τὸ κατακαῦσαι.
λαβὼν τὰ τόξα ὁ Πύρρος ἐσιώπησεν ἀπορῶν τί ἆρα ποιήσειεν.
πρὸς τὴν ὑπόθεσιν καὶ τοῦτό φησι διὰ τὸ τὸν χρησμὸν εἶναι μηδέτερον αὐτῶν πορθήσειν τὸ Ἴλιον.
οὐ θέμις οὐκ εὐσεβές.
ἐκεῖσε νῦν μʼ, ἐκεῖσε διὰ τούτου νῦν ἔοικεν ὁ Φιλοκτήτης παραφρονεῖν ὑπὸ τῆς νόσου.
παραφρονεῖς ἐκτὸς τῶν φρενῶν γέγονας.
πλέον φρονεῖς ἀντὶ ὠφελιμώτερον ἐμοῦ.
εἰπὼν ἐκοιμήθη.
ἔοικεν ὁ ὕπνος τὸν ἄνδρα οὐκ εἰς μακρὰν καταλήψεσθαι.
ὑπτιάζεται κλίνεται ἢ ὀπίσω ῥίπτεται.
νεῦρον ῥαγὲν ἀπὸ τοῦ ἄκρου ποδὸς αἷμα ἀνίησιν.
ἀδαὴς ἄπειρε.
ἀλγέων ἀπὸ κοινοῦ τὸ ἀδαής.
εὐαὴς εὔπνους.
εὐαίων εὐμενής, καλῶς ἄγων ἡμῖν τὸν αἰῶνα.
ὄμμασι δʼ ἀντίσχοις κάτεχε τὸ ὁρατικόν, ὅπερ νῦν ἥπλωται καὶ διαχεῖται, τῇ τοῦ ὕπνου ἀχλύι· τοιαύτην δὲ αἴγλην, ἥτις νῦν τέταται, ἀντέχοις εἰς τὰ ὄμματα, λέγει δὲ τὸν ὕπνον τὸν λεγόμενον καὶ παιῶνα αὐτῷ παραχρῆμα ὡς ἔστιν αὐτῷ αἴγλη καὶ φῶς.
ἐναντιωθείης τοῖς ὄμμασι τοῦ φίλου καὶ μὴ ἐάσῃς αὐτὸν βλέψαι νῦν.
ποῦ στήσῃ τῆς γνώμης; ποίας γνώμης κρατήσεις;
τὰ μετὰ ταῦτα πῶς ὁρᾷς φροντίδος ἀντὶ ἐννοεῖς;
καιρός τοι πάντων γνώμαν ἐπὶ πάντων ἡ μετὰ εὐκαιρίας σύνεσις πολλῶν ἐπικράτειαν ἐν ἑτοίμῳ καρποῦται· ὁ δὲ νοῦς, ὁ καιρὸς ἐκεῖνος ὁ εὐκαίρως ἐπιτελούμενος πολλοῖς εὐδοξίαν σύνεγγυς παρέχει.
παρὰ πόδα ἀντὶ τοῦ πλησίον.
ἄρνυται ἀποφέρεται.
ταῦτα διʼ ἐπῶν.
τήνδʼ ἁλίως ἔχομεν τὴν θήραν τῶν τόξων μάτην ἔχομεν χωρὶς τοῦ Φιλοκτήτου πλέοντες.
κομπεῖν δʼ ἔστʼ ἀτελῆ ἐννοεῖν δὲ καὶ ἐπαγγέλλεσθαι ἀτέλεστα ψευδόμενον αἰσχρὸν ὄνειδος.
ἀτελῆ εὐτελῆ.
βαιάν μοι, βαιάν, ὦ τέκνον μικρὰ καὶ ἠρέμα μοι, φησί, διαλέγου μήποτε ἀκούσῃ κοιμώμενος.
ὡς πάντων ἐν νόσῳ εὐδρακής ἀντὶ ἐλαφρὸς πρὸς τὸ ταχὺ ἀναβλέψαι καὶ ἐγερθῆναι· ἀντὶ ὁ ὕπνος ἐν τῇ νόσῳ ταχέως βλέπει· ἀντὶ ὁ νοσῶν ταχέως ἀνίσταται· λείπει δὲ τὸ ὡς· βούλεται γὰρ λέγειν ὥστε λεύσσειν ὁ ὕπνος, ὡς μὴ ἡγεῖσθαι τοῦτον ὕπνον ὑπάρχειν.
μάκιστον μέγιστον, εὐσύμβολον, σύμφορον.
ἐξίδου ὅτι πράξεις θεώρησον, βλέψον· πλεονάζει γὰρ ἡ ἐξ καθάπερ καὶ ἐπὶ τούτων, ἀνεπίστασο ἀντὶ ἐπίστασο καὶ ἐνδίδαξον ἀντὶ τοῦ δίδαξον.
ὅτι ὅπως.
ὧν ὅν.
ὃν αὐδῶμαι διʼ ὃν λέγω ἀντὶ τὸν Φιλοκτήτην.
διὰ μέσου τοῦτο εἴρηκεν.
εἰ ταὐτὰν τούτῳ γνώμαν εἰ τὴν αὐτὴν τῷ Ὀδυσσεῖ γνώμην ἔχεις ὥστε αἴρειν τὸν Φιλοκτήτην ἐντεῦθεν.
ἔχεις ἴσχεις.
ἄπορα πυκινοῖσιν ἄπορόν ἐστι καὶ τοῖς συνετοῖς συνιδεῖν τὸ πρακτέον· λείπει οὖν ὁ καί. γράφε πυκνοῖς ἵνʼ ᾖ ἐν πράγμασι πυκνοῖς συνιδεῖν τὸ πρακτέον ἄπορον.
οὖρος ἐπιτήδειος καιρός.
ἀνόμματος ἐστέρηται τοῦ φωτός.
ἐκτέταται νύχιος ἐπεὶ κατὰ νύκτα καθεύδουσι παρὰ τοῦτο εἶπεν τὴν ἡμέραν νύκτα ἄγων ἀντὶ κοιμώμενος· τὸ δὲ ἑξῆς, ἐκτέταται νύχιος, οὐ χερός, οὐ ποδὸς ἄρχων ἀντὶ οὐδὲν τῶν μελῶν δυνάμενος κινεῖν οὐδὲ βλέπειν.
ἀλεὴς ὕπνος ἐσθλός ὁ ὕπνος ὁ ὑπὸ τὴν ἀλέαν τοῦ ἡλίου. ἀλεὴς θερμὸς παρὰ τὴν ἀλέαν· Ὅμηρος ἀλέη τε γένηται· τοῦτο δὲ καθʼ ἑαυτόν φησιν, ὁ ὕπνος σύμφορος ἡμῖν ἐστι καὶ τοῖς πράγμασιν ἀγαθός.
τὸ δʼ ἁλώσιμον τὸ δὲ ἀγρεύσιμον ὅ ἐστι τὸ πέρας ἀνάκειται τῇ ἐμῇ φροντίδι.
ὁ πόνος ὁ μὴ φόβον ἔχων κράτιστός ἐστιν ὅ ἐστιν ὁ μὴ πρὸς κίνδυνον ὁρῶν ἀντὶ μὴ φοβηθῶμεν· πάντα γὰρ ἀνύομεν.
ἀφεστάναι φρενῶν παραφρονεῖν.
οἰκούρημα φυλακή, παρουσία.
ἐξηύχησʼ ἐνόμισα.
ἐλεεινῶς οἰκτρῶς ὑπομεῖναι.
ἐν εὐχερεῖ ἐν ἐλαχίστῳ.
δυσοσμίας γέμων πεπληρωμένος σὺ τῆς ἐμῆς δυσοσμίας.
ὅταν με ὁ κάματος ἀφῇ.
κόπος μʼ ἀπαλλάξῃ γράφε κόπου ἀπαλλαχθῶμεν.
ἐπίσχωμεν πέρα κωλύσωμεν.
ξυμφορὰς τύχας.
φίλον τὸ αἴρεσθαι ὑπὸ τούτων.
πρὸ τοῦ δέοντος πρὸ τοῦ καιροῦ
ἱκανὸς γὰρ αὐτοῖς γενήσεται ὁ πόνος ἐπὶ τῇ νηὶ συνεῖναί μοι καὶ συνναίειν ἐμοί.
ἵστασο καὶ ἀντιλαμβάνου.
τοὐνθένδε τὸ μετὰ ταῦτα.
ἀδημονεῖ ἐννοῶν ὅτι μέλλει ἐξαπατᾶν τὸν Φιλοκτήτην καὶ ἀπάγειν εἰς τὴν Ἴλιον, οὐκέτι ἐπὶ τὴν πατρίδα καθάπερ ἐπηγγέλλετο.
τοῦ περὶ τίνος;
πάθους λέγει τῆς ἀπορίας ἀντὶ ἀπορῶν τυγχάνω.
οὐ δή σε ἐρωτηματικῶς.
φύσιν λείπει ἡ εἰς.
ἐκείνην, φησί, λέγω δυσχέρειαν προσεῖναι τῷ ἀνδρὶ τῷ ξένον τι τῆς αὑτοῦ διανοίας διαπραττομένῳ.
τοῦ φυτεύσαντος τοῦ Ἀχιλλέως.
οὔκουν ἐν οἷς γε δρᾷς ἐν οἷς πράττεις οὐκ ἔσῃ αἰσχρός.
ἃ μὴ δεῖ τὰ ἀληθῆ.
λέγων αἴσχιστʼ ἐπῶν ἀπατῶν.
εἰ μὴ ʼγὼ κακὸς γνώμην ἔφυν εἰ μὴ κακῶς καὶ ἀνοήτως βουλεύομαι.
οὐχ ὅτι καταλείψω σε ἄχθομαι ἀλλʼ ὅτι λυπηρῶς καὶ οὐ κατὰ τὴν σὴν γνώμην μέλλω σε ἄγειν· ἐπὶ Τροίαν δέ φησιν.
κακοῦ τῆς νόσου.
πολλὴ γάρ ἐστιν ἀνάγκη ταῦτα διαπράξασθαι.
τῶν κρατούντων γὰρ φροντίζω μᾶλλον ἢ σοῦ διὸ οὐ δώσω σοι ταῦτα.
ὦ πῦρ σὺ παρὰ τὸ ὄνομα· καλεῖται γὰρ Πύρρος.
οὕτως μοι πάλιν προσέχει ἀναιδῶς ὡς μὴ ἐάσων καὶ δώσων τὰ βέλη.
ξυνουσίαι συνδιαγωγαί.
καταρρῶγες κοιλώδεις τόποι.
ὑμῖν ταῦτα λέγω· οὐ γὰρ οἶδα πρὸς ἄλλον ὅν τινα ἀποδύρομαι.
τοῖς εἰωθόσιν λείπει τὸ κλύειν ἐμοῦ.
φήνασθαι δεῖξαι.
ἐναίρων νεκρὸν σφάττων νεκρὸν κατὰ τὴν παροιμίαν.
ἄλλως μάτην.
ἐν σαυτῷ γενοῦ φρόνιμος ἔσο.
δίπυλον δίθυρον.
τόξων γυμνός, τὴν διὰ τῶν τόξων μοι γινομένην οὐκ ἔχων τροφήν· ἄνευ τροφῆς οὖν ἀντὶ τῶν τόξων.
αὖ θανοῦμαι γράφε αὐανοῦμαι ἀντὶ τοῦ ξηρανθήσομαι.
ἐγὼ εἰωθὼς ἐσθίειν τὰ θηρία βρωθήσομαι νῦν παρʼ αὐτῶν.
ῥύσιον τίσω ἐνέχυρον, ἀμοιβὴν ἐκτίσω· Ὅμηρος ῥύσιʼ ἐλαυνόμενος.
γνώμην μετοίσεις μετανοήσεις.
προσχωρεῖν ὑποχωρεῖν, πεισθῆναι.
ἐκκλέψας ἀπατήσας.
τὰ αἰσχρὰ παρʼ ἑτέρων μαθών.
νῦν δὲ ἄλλοις δοὺς τὰ κακὰ οἷς εἰκὸς ἔκπλει τὰ ἐμὰ ἐμοὶ δούς.
οὐκ εἶ; οὐκ ἔρχῃ;
πέπραμαι πεπραγμάτευμαι.
οὐδʼ ἢν θέλῃ ὁ Νεοπτόλεμος.
στελοῦσί σε πέμψουσί σε.
τολμήστατε τολμηέστατε.
σέλας | Ἡφαιστότευκτον τὸ Ἡφαίστειον πῦρ· ἐν γὰρ τῇ Λήμνῳ τὰ τοῦ Ἡφαίστου ἐργαστήρια ἔνθα καὶ κρατῆρές εἰσι πυρός.
ἐκ τῶν σῶν λείπει κόλπων.
ἀντὶ οὐ δοῦλον ἀλλʼ ἄριστον καὶ μετὰ ἀρίστων τὴν Τροίαν δεῖ σε πορθῆσαι· τοῦτο δὲ προτρεπτικόν.
γῆς τῆς Λήμνου.
πρὸς τῇ πέτρᾳ ἐναιμάξω τὴν κεφαλήν μου ἄνωθεν πεσὼν ἀπὸ πέτρας.
μὴ ἔστω ἐπὶ τῷ Φιλοκτήτῃ ἡ ἐξουσία τοῦ κατακρημνίζεσθαι.
ὦ χεῖρες δεδεμένος φησίν.
συνθηρώμεναι ἁλοῦσαι καὶ συλλαμβανόμεναι.
ὦ δόλιε Ὀδυσσεῦ.
πρόβλημα πρὸ σοῦ πέμψας τὸν Νεοπτόλεμον.
ἀφυῆ ἄκακον ἀπὸ φύσεως.
νοεῖς διανοῇ.
προὐβάλου ἔρριψας.
ἐν ζῶσιν νεκρὸν ἤτοι ὅτι κοιμώμενον αὐτὸν εἴασεν ἢ διὰ τὸ πάθος.
κλοπῇ ἀνάγκῃ· καὶ Ὅμηρος κλέπτε νόῳ· ζυγεὶς δὲ ὑποταγείς· ὁ δὲ νοῦς, καίτοι σὺ μὲν ἀναγκασθεὶς στρατεύῃ· προσποιούμενον γὰρ αὐτὸν μαίνεσθαι Παλαμήδης ἤλεγξεν.
ὡς σὺ φὴς οἱ Ἀτρεῖδαί με ἐξέβαλον, ὡς δέ φασιν ἐκεῖνοι σύ. σὺ μέν, φησίν, ἐκείνους αἰτιᾷ ἐκεῖνοι δὲ σέ.
τοῦτο γὰρ προφασισαμένου Ὀδυσσέως, ὅτι θῦσαι οὐκ ἔστι τούτου ἐπιστενάζοντος, ἐξέθηκαν αὐτόν.
εἰ φροντίς ἐστι τῆς δίκης τοῖς θεοῖς.
κέντρον ἐρεθισμός.
θεοί τʼ ἐπόψιοι οἱ ἐφορῶντές με δυστυχοῦντα.
βαρὺς βαρὺς λόγοις.
κοὐχ ὑπείκουσαν κακοῖς κοὐκ ἀναδυομένην ἐν τοῖς κακοῖς.
εἴ μοι παρείκοι εἰ καιρὸς ἐπιτρέψειέ μοι.
νῦν δʼ ἑνὸς κρατῶ λόγου νῦν δὲ σιωπῶ· οἶδα γὰρ τοῦτο ποιεῖν ὅπου δεῖ.
οὗ ὅπου τοιούτων δεῖ, τῶν σιωπώντων.
κρίσις δοκιμασία, ἐξέτασις.
μᾶλλον—εὐσεβῆ εὐσεβέστερον.
χρῄζων γράφε κρείσσων.
οὐ μόνος Τεῦκρός ἐστι τοξότης ἀλλὰ κἀγὼ ὑπολαμβάνω ἐμαυτὸν τούτων ἔμπειρον εἶναι, οὐχ ἧττον σοῦ· Ὅμηρος εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι.
τούτων τῶν τόξων.
τί δῆτα σοῦ δεῖ; τίς σοῦ χρεία;
χαῖρε τὴν Λῆμνον πατῶν ἥδου τῇ διατριβῇ τῆς Λήμνου.
προσφθεγκτὸς προσφωνηθῆναι ἄξιος.
ἆρα καὶ ὑμεῖς μιμεῖσθε τούτους καὶ ἀνηλεεῖς γενήσεσθε πρὸς ἐμέ;
τὸ ἑξῆς, ἀκούσομαι πρὸς τοῦδε ὥς εἰμι οἴκτου μεστὸς οἷον καταγνωσθήσομαι ὡς ἥττων οἴκτου.
τά τʼ ἐκ νεὼς τὰ ἐπὶ τῆς νεώς.
στείλωσι κοσμήσωσι.
ἐν τούτῳ ἐν τοσούτῳ.
νὼ ἡμεῖς.
ὁρμᾶσθαι ταχεῖς λείπει γίνεσθε.
ὦ κοίλας πέτρας ὦ σπήλαιον θερμὸν διὰ τὸν ἥλιον καὶ διὰ τὸ ψῦχος παγετῶδες· ἢ οὕτως, ἐν θέρει ψυχρόν, ἐν δὲ χειμῶνι θερμὸν ἀντὶ ἐπιτήδειον εἰς χειμῶνα καὶ θέρος· γύαλον δὲ ἀντὶ τοῦ κεῦθος· κυρίως δὲ γύαλα τὰ κοῖλα λέγεται, ἀλλʼ ἐὰν οὕτω μεταφράσῃς ἀπίθανον τὸ κοῖλον κοίλωμα διὸ δὴ τὸ κεῦθος ἢ ἀντὶ τὸ ἄλσος μεταφράζομεν.
ἀλλά μοι | καὶ θνήσκοντι συνοίσῃ ἀντὶ καὶ ἀπολλυμένῳ μοι σύμφορον ἔσῃ καὶ ὠφέλιμον καὶ δέξῃ με ἀποθανόντα· ἢ οὕτω, σὺν ἐμοὶ ἔσῃ καὶ ὄψει με ἀποθανόντα. ὑπερβολικῶς, οἷον καὶ μετὰ θάνατον συνελεύσῃ μοι καὶ οὐ καταλείψεις με.
τί ποτʼ αὖ μοι τὸ κατʼ ἦμαρ τί ἄρα τρόφιμόν μοι καθʼ ἡμέραν ἔσται; οὐ γὰρ ἐπικρατῶ ἐμαυτῷ· ἢ οὐ γὰρ ἔτι ἔχω ἐλπίδα.
σιτονόμου σῖτον νέμοντος, τροφέως.
πόθεν ἐλπίδος; ἀπὸ ποίας ἐλπίδος;
εἴθʼ αἰθέρος ἄνω τὸ ἑξῆς, εἴθε αἰθέρος ἄνω ἕλωσί με ὀξύτονοι δρομάδες διὰ πνεύματος· τινὲς δὲ οὕτω, μετὰ ὀξυτόνου πνεύματος ἕλωσί με· ὀξύτονον δὲ λέγει πνεῦμα ἀπὸ τοῦ ὀξυτόνως βοᾶν. γράφε δρομάδες αἱ καταιγίδες· τινὲς δὲ πτωχάδες ἵνα τὰς Ἁρπυίας σημαίνῃ διὰ τὸ ἀεὶ πεινῆν.
πτωκάδες αἱ Ἅρπυιαι ἐπιθετικῶς διὰ τὸ ἐπεμπίπτειν ἢ διὰ τὴν φωνήν· εἰ δὲ γράφεται πτωχάδες αἱ ἀεὶ πεινῶσαι· τοῦτο γὰρ πάσχουσιν οἱ πτωχοί.
γράφεται πτωμάδες, πτωκάδες, πτωχάδες, δρομάδες.
σύ τοι σύ τοι κατηξίωσας σὺ σαυτῷ περιεποίησας τὴν νόσον, σὺ σαυτῷ τούτων πρόξενος γέγονας, ὦ δυστυχέστατε, σὺ σαυτῷ κατηξίωσας καὶ οὐκ ἀπό τινος ταύτῃ τῇ τύχῃ ἐνέχῃ, ἀπὸ μείζονος σοῦ, διὸ μηδένα ἄλλον αἰτιῶ ἀλλὰ σαυτόν· ἐξῆν γάρ σοι ἀκολουθήσαντι τὰ κακὰ διαφυγεῖν.
ἔχῃ συνέχῃ.
εὖτέ γε παρὸν φρονῆσαι ὅτε γε παρόντος σοι φρονῆσαι τὸ λυσιτελὲς ἑλέσθαι ἀπὸ πλείονος δαίμονος τὸ κάκιον εἵλου, τὸ μὴ ἐλθεῖν· πλείονος δὲ δαίμονος λέγει τοῦ λυσιτελεστέρου καὶ συμφόρου.
τοῦ λῴονος δαίμονος τοῦ συμφέροντος.
λείπει ἡ ἀντί.
λωβατὸς ἐπίπονος.
ὃς ἤδη μετʼ οὐδενός τὸ ἑξῆς, ὃς ἤδη ἐνθάδε ὀλοῦμαι μετʼ οὐδενὸς ὕστερον ἀνδρὸς εἰσοπίσω τάλας ναίων· ὁ δὲ νοῦς, ἄρα ἐγὼ δύστηνος ἐνταῦθα ἀπολοῦμαι ἀνθρώπων κεχωρισμένος;
οὐ φορβὰν ἔτι προσφέρων ἀντὶ προσφερόμενος· ἐνίοτε δὲ ἔμπαλίν φησι διακονούμενος ἀντὶ τοῦ διακονῶν καὶ στιβαδοποιούμενος ἀντὶ στιβάδα ποιῶν.
ἀλλά μοι ἄσκοπα ἀπροσδόκητα, δόλια, ἃ οὐκ ἔστι προσκέψασθαι· γράφεται δὲ καὶ ἄψοφα ἀπὸ τοῦ μὴ ψοφεῖν ἀντὶ λαθραῖα· ἀπὸ μεταφορᾶς τῶν κολυμβώντων· κρυπτὰ δὲ ἔπη φησὶ τὰ τοῦ Ὀδυσσέως. εἰς τὸ αὐτό: ἀλλά μοι τὰ ἀφανῆ καὶ κρυπτὰ ἔπη δολίας φρενὸς ὑπέδυ με· τὸ δὲ ἑξῆς, ἀλλά μοι ὑπέδυ ἄσκοπα κρυπτά τε ἔπη δολερᾶς φρενός.
ἰδοίμαν δέ νιν ὡς κατευχόμενος, γένοιτο δέ μοι τὸν παραίτιον τούτων ἴσον χρόνον δυστυχῆσαι τῆς ἐμῆς λαχόντα ἀνίας· δεῖ δὲ καὶ κατὰ τὸ πληθυντικὸν ἀκούεσθαι ἐμὰς λαχόντʼ ἀνίας ἀλλὰ τῆς ποιητικωτέρας ἡ τοιαύτη φράσις.
πότμος σε δαιμόνων λείπει ἡ ἐξ, ἐκ θεῶν γὰρ τύχη τις τοῦτό σοι κεκλήρωκεν καὶ οὐχ ὑπʼ ἐμοῦ δεδόλωσαι· κατὰ κοινοῦ τὸ ἔσχεν, τὸ δὲ ἑξῆς, πότμος σε δαιμόνων τάδʼ ἔσχεν οὐδέ σε δόλος ἔσχεν ὑπὸ χειρὸς ἐμᾶς· ὁ δὲ νοῦς, παῦσαι τῶν καταρῶν τούτων, ὦ φίλε, μὴ διὰ τούτων κτήσῃ ἡμᾶς ἐχθρούς· θεὸς γὰρ τῆς δυστυχίας ταύτης παραίτιος, οὐχ ἡμεῖς γεγόναμεν οὔτε δόλῳ ὑπεισελθόντες οὔτε ἄλλῳ τινὶ πράγματι.
ἀρὰν ἀρὰν ἐπʼ ἄλλοις δεῖ ἀκούεσθαι ἐπὶ τῶν μάτην καταρωμένων, σαυτῷ γὰρ ἐγένου αἴτιος, δεῖ δὲ καὶ οὕτω, καταρῶ τοῖς ἄλλοις καὶ μὴ ἡμῖν.
καὶ γὰρ ἐμοὶ τοῦτο μέλει μέλει μοι τὸ παραινέσαι σοι ἵνα μὴ ἀπώσῃ τὴν φιλίαν οἷον οὐ θέλω σε ἐχθρὸν ἡμῖν καταστῆσαι· ἢ ὡς παραινοῦντές φασι, μὴ ἀπώσῃ τὴν φιλίαν ἡμῶν.
μὴ φιλότητʼ ἀπώσῃ λείπει ἵνα.
φιλότητʼ ἣν ἔχομεν πρὸς σέ.
γελᾷ ὁ Ὀδυσσεύς.
πάλλων τὰ τόξα φησίν.
ἐκβεβιασμένον ἐξηρπασμένον.
τὸν Ἡράκλειον | ἄθλιον ἀντὶ ἐμὲ τὸν τοῦ Ἡρακλέους διάδοχον· ἢ ἐμὲ τὸν ἐπὶ τῷ Ἡρακλεῖ ἆθλον ποιήσαντα τὴν πυρὰν καὶ ὑφάψαντα αὐτήν.
ἑαυτόν φησιν.
ἄθλιον γράφε ἆθλον.
μεταλλαγᾷ μεταβολῇ.
ἐρέσσῃ στρέφῃ· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων.
ὁρῶν ἀντὶ τοῦ βλέπον, σύ, ὦ τόξον.
μυρίʼ πλήθη κακῶν.
ἀνατέλλονθʼ ἐσόμενα.
ἀνδρός τοι τὸ μὲν εὖ δίκαιον εἰπεῖν ἀγαθοῦ ἀνδρός ἐστι τὸ ἀληθὲς ἐν καιρῷ λέγειν — δίκαιον γὰρ νῦν φησι τὸ ἀληθές, εὖ δὲ τὸ ἐν καιρῷ —, ὀφείλει δὲ καὶ ὁ ἀκούων μὴ ἐκφαυλίζειν τὰ λεγόμενα· τοῦτο δέ φησιν ὅτι ὁ μὲν Νεοπτόλεμος τὸ ἀληθὲς εἶπεν ὁ δὲ Φιλοκτήτης ἐξευτέλισεν. εἰς τὸ αὐτό: ἀγαθοῦ μὲν ἀνδρός ἐστι τὸ δίκαιον εἰπεῖν εἰπόντα δὲ μὴ φθονεῖσθαι ὅτι οὐκ ἔδει σε τῷ Νεοπτολέμῳ φθονεῖν εἰπόντι τὸ δίκαιον· κατὰ κοινοῦ δὲ τὸ δίκαιον, ἀγαθοῦ ἀνδρός ἐστι τὸ λέγειν τὸ δίκαιον, δίκαιον δὲ καὶ σὲ ὁμολογεῖν ὅτι εὖ πέπρακται, ἀκούοντα δὲ τούτων μὴ φθονερόν τι καὶ ὀδυνηρὸν ἐπιφθέγξασθαι.
μὴ φθονερὰν | ἐξῶσαι γλώσσας ὀδύναν μὴ πικραίνεσθαι.
εἷς ἀπὸ πολλῶν εἷς ἀπὸ πολλῶν συμμάχων.
τοῦδʼ τοῦ Ὀδυσσέως.
τὸ ἑξῆς, τοῦδʼ ἐφημοσύνᾳ ἤνυσεν κοινὰν ἐς φίλους ἀρωγάν.
ὦ πτηναὶ θῆραι ἀντὶ ὦ ἄγραι· ἀγρεύει γὰρ καὶ πτηνά.
χαροπῶν φοβερῶν.
φυγᾷ μʼ οὐκέτʼ ἀπʼ αὐλίων ἀντὶ οὐκέτι φεύξεσθέ με, οὐκέτι μετὰ φυγῆς καὶ φόβου προσπελάσετέ μοι.
ἀλλʼ ἀνέδην ὅδε χῶρος ἐπʼ ἐξουσίας ὁ τόπος ὑμῖν οὗτος ἀνεῖται ἀντὶ τοῦ ἀδείᾳ ὑπὸ τῶν θηρῶν ὁ τόπος κατασχεθήσεται.
ἀνέδην ἀνειμένος καὶ ἡπλωμένος.
ἐρύκεται κατέχεται.
φοβητὸς φόβον ἐμποιῶν.
ἕρπετε ἀντὶ ἥκετε.
αἰόλας ποικίλης διὰ τὰ τραύματα.
τίς ὧδʼ ἐν αὔραις τρέφεται τίς τρέφεται ἐξ ἀνέμων μηδενὸς τῶν ἐκ γῆς τροφίμων εὐπορῶν;
κρατύνων ἐγκρατὴς ὤν, εὐπορῶν.
εἴ τι σέβῃ, ξένον πέλασσον ἑαυτὸν δέ φησιν ὁ χορός, ὅτι ἐμοὶ τῷ ξένῳ μετʼ εὐνοίας πρόσελθε ἀντὶ φίλος ἡμῖν γενοῦ.
ἀλλὰ γνῶθʼ, εὖ γνῶθι οὕτω τινὲς στίζουσιν, ἀλλὰ γνῶθʼ, εὖ γνῶθι οἷον τὰ ὄντα σοι μάνθανε, τὰ περὶ τῆς νόσου· ὁ δὲ ἀλλὰ ἀντὶ τοῦ δέ, γνῶθι δὲ ἵνʼ ᾖ οὕτω, πρὸς θεῶν εἴ τι σέβῃ ξένον πελάταν πέλασον πάσῃ εὐνοίᾳ, γνῶθι δὲ ὅτι κῆρα τήνδʼ ἀποφυγεῖν σοι πάρεστιν εἰ πεισθείης ἡμῖν ὅ ἐστι τὴν νόσον· οὗτος δὲ ταῦτα λεγόντων συνίησιν ὅτι παραινοῦσιν αὐτῷ εἰς Ἴλιον ἐλθεῖν πρὸς ὃ ἀνακράζει πάλιν πάλιν μοι.
κῆρα τὴν νόσον.
ἀποφεύγειν λείπει πάρεστιν.
οἰκτρὰ γὰρ βόσκειν χαλεπὴ ἡ νόσος τῷ κατεσθίειν.
ἀδαὴς ἀδύνατος ἐνταῦθα ἢ ἄγνωστος πρὸς τὸ ὀχεῖσθαι.
πάλιν πάλιν πάλιν τῶν τῆς Ἰλίου με τόπων ἀνέμνησας ἢ τῶν οἰκείων κακῶν· ὑγιῶς δὲ ἔχει περιττευούσης τῆς ἐν προθέσεως.
ὦ | λῷστε τῶν πρὶν ἐντόπων ὦ βέλτιστε τῶν πλησιασάντων μοι πάλαι ἢ τῶν περὶ Ὀδυσσέα.
ὦ λῷστε ὦ βέλτιστε.
τὰν ἐμοὶ στυγερὰν λείπει ἡ εἰς, εἰς τὴν μισουμένην μοι.
κράτιστον σύμφορον.
ἐμοὶ βουλομένῳ ἡδέως ἀποπλεῦσαι κελεύεις.
ναὸς ἵνʼ ἡμῖν τέτακται ὅπου ἡμῖν ἀφῖκται ἡ ναῦς· ἐπὶ τῆς ναὸς ἀντὶ εἰς τὴν ναῦν.
μή, πρὸς ἀραίου ἀρὰ ἡ εὐχή· ἀραῖος οὖν ᾧ πάντες προσευχόμεθα ἢ ὃν ἐπικαλούμεθα ἀρώμενοι· ὥσπερ δὲ ἱκεσίου λέγουσι τοῦ τοὺς ἱκέτας ἐποπτεύοντος οὕτως ἀραίου τοῦ τοὺς ἀρωμένους ἐπισκοποῦντος.
ἔλθῃς ἀντὶ ἀπέλθῃς.
μετρίαζε ἡσύχαζε.
τεύξω ποιήσω.
μετόπιν μετὰ ταῦτα, μετόπισθεν.
ἐπήλυδες αὐτόματοι.
τί πράξοντες ἐναντίᾳ γνώμῃ ἕτερον παρὰ τὸ πρότερον;
χειμερίῳ | λύπᾳ ταραχώδει πάθει, μεταφορικῶς· οὐκ ἔστι, φησί, μεμπτὸν τῷ δυστυχοῦντι καὶ παραφθέγγεσθαι.
τοῦτο γίνωσκε, ὅτι οὐκ ἔρχομαι οὐδʼ εἰ αὐτὸς ὁ Ζεὺς μετέλθοι με ταῖς βρονταῖς τουτέστιν οὐδʼ εἰ κεραυνοῖ με ὁ Ζεὺς ἂν μὴ ἔλθω.
βρονταῖς αὐταῖς γράφεται καὶ αὐγαῖς, ταῖς βροντῶν αὐγαῖς ταῖς κεραυνίαις· ἔστι μέντοι λαβεῖν καὶ βροντᾶς ἀντὶ τοῦ βροντήσας καθάπερ καὶ ἐν Ὑδροφόροις τὸν Διόνυσον εἶπεν Βακχᾶν ἀντὶ τοῦ Βακχευτάν.
ἄρθρον μέλος.
ἢ γένυν ἀντὶ τοῦ πέλεκυν ἢ γενῇδα ἢ ἀξίνην.
παλάμην πρᾶξιν ὅθεν καὶ παλαμᾶσθαι· ἢ τέχνην.
φονᾷ θανατᾷ, θανάτου ἐπιθυμεῖ.
ὅστίς ποτε καταλιπών σε ἐπὶ τὸ βοηθεῖν τοῖς Ἕλλησιν οὐκέτι οὐδέν εἰμι.
λιβάδʼ τὴν τοῦ ἐπιχωρίου ποταμοῦ.
ἐντεῦθεν διπλοῦν ἐστι τὸ ἐπεισόδιον.
ὁμοῦ ἐγγύς.
στείχων ἂν ἦν σοι ἐπορευόμην ἄν· τὸ δὲ σοι παρέλκει.
οὐκ ἂν οὐδʼ αὖ.
ἥντινʼ αὖ παλίντροπος κ. ἑ. ἀντὶ εἰς ποῖον τόπον ἀπέρχῃ· τοῦτο δὲ ὁ Νεοπτόλεμος ἀποδοῦναι βουλόμενος τὰ τόξα τῷ Φιλοκτήτῃ ἐπιπλήσσεται ὑπὸ τοῦ Ὀδυσσέως.
παλίντροπος ἐξ ὑποστροφῆς.
ἀναπολεῖν τὰ αὐτὰ λέγειν· ἀπὸ τῶν δεύτερον ἀναπολούντων τὴν ἠροτριαμένην γῆν.
ἀλλʼ οὐδὲ σοὶ πεισθήσομαι.
κοὐ μέλλοντʼ ἔτι οὐ βραδύνοντα.
σʼ ἐάσω οὐ πολεμήσω.
ἀμείψας καταλιπών.
μεταγνῶναι μετανοῆσαι.
ἀτηρὸς βλαβερὸς παρὰ τὴν ἄτην.
ἀλλʼ οὔ τι μὴν νῦν δόλιος φανοῦμαι.
μὴ λέξῃς πέρα μὴ περαιτέρω εἴπῃς· ὅσα γὰρ ἂν εἴπῃς μάταια λέξεις.
πέρα περαιτέρω.
δολούμεθα ἀπατώμεθα.
μαρτύρομαι τοὺς θεοὺς ὅτι ὃ ποιῶ εἰς χάριν καὶ σωτηρίαν ποιῶ τῶν Ἀτρειδῶν.
οὐκ εἶπεν τὸ θέλῃ ἵνα μὴ δόξῃ συμψηφίσασθαι αὐτοῦ τῷ βουλήματι.
ἀλλʼ οὖν τοσοῦτον ἀλλʼ οὐ γενναῖον ἄνδρα φονεύσω· πάντες γὰρ οἱ κήρυκες τῶν Ἑλλήνων ἀσθενεῖς εἰσι καὶ ἡ ἀνδρεία αὐτῶν ἄχρι τοῦ λέγειν.
τοὺς πρώτους στρατοῦ τοὺς βασιλεῖς.
ψευδοκήρυκας ψευδοπρεσβευτάς.
ψευδῶς κηρυσσομένους, ἐγκωμιαζομένους.
μετὰ ζώντων ἐν ζῶσιν.
ἤκουʼ ἄριστα καλῶς ἤκουσʼ.
εὐλογοῦντα εὐφημοῦντα.
πᾶς ἄνθρωπος ἐκ θεοῦ πάσχων ἀνέγκλητός ἐστιν, ὅσοι δὲ διὰ τὴν ἰδίαν προαίρεσιν δυστυχοῦσιν ὥσπερ σὺ οὐδὲ ἐλέους ἄξιοι τυγχάνουσιν.
σύμβουλον συμβουλίαν.
εὐνοίᾳ σοί.
γράφου φρενῶν ἔσω παρὰ τὸ Ὁμηρικὸν σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι.
σύ, ὦ Φιλοκτῆτα, νοσεῖς ἐκ θείας προνοίας πλησίον ἀπελθὼν τοῦ ὄφεως τοῦ φυλάττοντος τὸ ἱερὸν τῆς Ἀθηνᾶς καὶ οὐκ ἔστιν ἴασις εἰ μὴ ἐκ τῶν Ἀσκληπιαδῶν.
πλησίον ἐλθὼν τοῦ ὄφεως τοῦ τῆς νήσου τῆς Χρύσης φύλακος.
ἀκαλυφῆ ἀστέγαστον.
παῦλαν ἀνάπαυσιν, θεραπείαν.
ταύτῃ μὲν ἀνατέλλῃ ταύτῃ δὲ δύνῃ ὅ ἐστι διὰ παντός.
μαλαχθῇς παύσῃ.
ὡς ἀντὶ ὅπως.
συγχώρει θέλων σὺν ἡμῖν χώρει ἐθελοντής.
καλὸν κτῆμα ὠφεληθῆναί σε κλέος κτώμενον ἐκ τῆς πορθήσεως τῆς Ἰλίου καὶ θεραπευόμενον.
ἡ ʼπίκτησις ἡ κτῆσις τῆς δόξης.
παιωνίας ἰασίμους, ὑγιαστικάς, θεραπευτικάς.
τῷ προσήγορος; ἀντὶ τίς με προσαγορεύσει;
τὰ πάντʼ ἰδόντες τὰ περὶ ἐμὲ πάθη εἰδότες ἐνιαυτοί, τοῦ αἰῶνος χρόνοι.
ἐξανασχήσεσθε ἀνέξεσθε.
τῷ πανώλει τῷ ἀξίῳ ἀπολωλέναι.
οὐ λυπεῖ με τὰ φθάσαντα ἀλλὰ διὰ τὰ μέλλοντα δυσφορῶ· οἱ γὰρ ἔχοντες φαύλην τὴν γνώμην ἀκόλουθα τῷ λογισμῷ διαπράττονται.
σοῦ δʼ ἔγωγε θαυμάσας ἔχω θαυμάζω σου καὶ καταγινώσκω σου.
πατρὸς τοῦ Ποίαντος.
θεοῖς τε πιστεύσαντα διὰ τὴν Ἑλένου μαντείαν.
τῷδε δυστήνῳ ποδὶ χωλὸς ὤν.
ἔμπυον δίυγρον διὰ τὸ ἕλκος, πύου πεπληρωμένην ὅ ἐστι σήψεως· ὁ δὲ νοῦς, ἀλλʼ οὐ πρὸς ἐκείνους ἄπει ἀλλὰ πρὸς τοὺς θεραπεύσοντάς σε.
σοί που φίλος γʼ ὢν ὑπὲρ τοῦ σοὶ συμφέροντος.
μάνθανε, φησί, μὴ ἐν τοῖς κακοῖς ἐπαίρεσθαι.
κακοῖς λείπει ἡ ἐπί.
μανθάνειν ἐννοεῖν.
ἑλεῖν ἰδεῖν.
λόγοις γράφε γόοις· πολλὰ διὰ Τροίαν πέπονθα, φησίν.
στείχωμεν ἐπὶ τὴν πατρίδα· ἀπατᾷ δὲ καὶ θέλει ἆξαι εἰς τὴν Τροίαν.
πῶς, φησίν, ἀναίτιος γένωμαι τοῖς Ἕλλησιν;
χώραν τὴν ἐμὴν τὴν Σκῦρον.
τίνα προσωφέλησιν ἔρξεις; ὠφελήσεις.
ὑπολάμβανε ὁρᾶν τὸν Ἡρακλέα.
βουλεύματα πεπρωμένα.
σὺν τῷδʼ ἀνδρὶ τῷ Νεοπτολέμῳ.
ἐκκριθεὶς νομισθείς.
πλάκα τὴν πέτραν.
στρατοῦ ἐξ Ἀχαιικοῦ.
πρὸς πυρὰν ἐμὴν τὴν ἐπὶ τῇ Οἴτῃ.
ἀντὶ ἐκ τῶν ἀριστείων κἀμὲ τίμησον.
εὐσεβεῖν τὰ πρὸς θεοὺς αἰνίττεται τοῦτο εἰς Νεοπτόλεμον· ἐν γὰρ τῇ Ἰλίου ἁλώσει ἀπέκτεινε τὸν Πρίαμον προσφυγόντα τῷ βωμῷ τοῦ Ἑρκείου Διός.
τίθεμαι συγκατατίθεμαι.
στείχων χώραν καλέσω ἀσπάσομαι ἀναχωρῶν.
ξύμφρουρον ἐμοὶ τὸ φρουρῆσάν με καὶ φυλάξαν.
ἄρσην ἰσχυρός, ἔντονος.
δύναται πάντα τὰ ὄρη Ἕρμαια καλεῖσθαι ὅτι νόμιος ὁ θεὸς καὶ ὄρειος ὁ Ἑρμῆς, ἔστι δὲ καὶ Ἕρμαιον οὕτως ἐν Λήμνῳ καλούμενον· ἐμοὶ δέ, φησί, πολλὰ βοῶντι καὶ τὸ Ἕρμαιον ὄρος ἀντεφθέγξατο.
ἀντίτυπον ἀμοιβαῖον, ἀντίμιμον.
Λύκιόν τε ποτὸν ἢ οὕτω καλουμένη κρήνη ἐν Λήμνῳ Λυκίου Ἀπόλλωνος ἢ οἷον ἐν ἐρημίᾳ ὑπὸ λύκων πινόμενον.
οὐ δὴ | δόξης ποτὲ τῆσδʼ ἐπιβάντες τῆς οἰήσεως ἀντὶ τοῦ οὐδέποτε τοῦτο οἰηθέντες οὐδʼ ἐλπίσαντες τελειοῦσθαι ὥστε ἀπελθεῖν εἰς Τροίαν.
φίλων ἢ τοῦ Ἡρακλέους ἢ τοῦ Νεοπτολέμου.
δαίμων τινὲς τὸν Ἡρακλέα, ἔνιοι τὴν Τύχην.