Part of On Plato's Parmenides

ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.

Καὶ μὴν τοιοῦτόν γε ὂν οὐδαμοῦ ἂν ἔτι εἴη· οὔτε γὰρ ἐν ἄλλῳ οὔτε ἐν ἑαυτῷ εἴη. — Πῶς δή;

Μέτεισιν ἐφʼ ἑτέραν τάξιν ὁ λόγος τὴν ἀκρότητα τῶν ἰδίως καλουμένων νοερῶν θεῶν, καὶ ταύτην ἀποφάσκει τοῦ ἑνὸς, δεικνὺς ὡς οὐδαμοῦ τὸ ἓν, οὔτε ὡς ἐν ἄλλῃ περιεχόμενον αἰτίᾳ, οὔτε ὡς αὐτὸ ὑφʼ αὑτοῦ περιεχόμενον καὶ αὐτὸ ἑαυτοῦ ὄν. Πρὶν δὲ ἅψεται τῆς τῶν συλλογισμῶν ἀνάγκης, προανεκήρυξε πάλιν τὸ συμπέρασμα πρὸ τῶν ἐπιστημονικῶν ἐφόδων, χρώμενος ταῖς νοεραῖς ἐπιβολαῖς, καὶ οὑτωσὶ ποιήσει καὶ ἐπὶ πάντων ἀεὶ τῶν ἐφεξῆς — ὅτι δὲ ἀπʼ ἄλλης ἄρχεται τάξεως, ἱκανῶς ἡμῖν ἀνεδείξατο καὶ διὰ τοῦ ἔτι καὶ τοῦ τοιοῦτόν γε ὄν· τὸ ἀποδεδειγμένον πάντων ἐπέκεινα τῶν μέσων ἐν τοῖς θεοῖς γενῶν τῆς τε νοητῆς καὶ νοερᾶς τάξεως πῶς ἂν ἔτι τῶν νοερῶν μετάσχοι τινὸς ἢ τῆς ἀκρότητος τῶν νοερῶν; Τὸ γοῦν τῶν θειοτέρων αἰτιῶν ἐξῃρημένον πολλῷ δήπου μᾶλλον ἐκβέβηκε τῶν τοιούτοις ἐφεξῆς τεταγμένων. Καὶ ταῦτα μὲν περὶ τῆς ὅλης τάξεως τοῦ λόγου κατακολουθοῦντος τῇ τάξει τῶν πραγμάτων· πάλιν δὲ ὅταν λέγωσιν ἐνταῦθά τινες ἀντιλέγειν τῷ Παρμενιδείῳ ἑνὶ τῷ ἐν τοῖς ποιήμασι τὸν Πλάτωνα, οὐκ ἀποδεξόμεθα τὸν λόγον. Λέγει μὲν γὰρ ἐκεῖνος περὶ τοῦ καθʼ ἑαυτὸ ἑνὸς, ὅτι Ταὐτὸν δʼ ἐν ταὐτῷ μίμνει, καθʼ ἑαυτό τε κεῖται· Οὕτως ἔμπεδον αὖθι μένει· κρατερὴ γὰρ ἀνάγκη Πείρατος ἐν δεσμοῖσιν ἔχει, τό μιν ἀμφὶς ἐέργει. Τούνεκεν οὐκ ἀτέλευτον τοῖον, εἰ θέμις εἰπεῖν.

Ἀλλʼ, ὡς καὶ αὗται δηλοῦσιν αἱ ῥήσεις, περὶ τοῦ ὄντος φιλοσοφεῖ ταῦτα καὶ οὐ περὶ τοῦ ἑνός· ἃ δὴ καὶ ἡ δευτέρα καταφήσει περὶ ἐκείνου ὑπόθεσις, μετὰ τοῦ ἑνὸς συμπλέκουσα τὸ ὄν. Εἰ οὖν ἐν τούτοις καὶ πέρας οὐκ ἔχον ἀποδείκνυται τὸ ἓν καὶ μὴ κείμενόν που, μήτε ἐν ἑαυτῷ μήτʼ ἐν ἄλλῳ, καὶ οὐχὶ τὸ ὂν, οὐκ ἔλεγχός ἐστι ταῦτα τῆς Παρμενίδου φιλοσοφίας, ἀλλʼ ἐκείνης μενούσης πρόσθεσις τῆς ὑπερτέρας. Ταύτῃ μὲν οὖν ταῦτα διορίζομεν· ὅτι δὲ τὸ οὐδαμοῦ κυριώτατα καὶ ἁπλῶς ἐπὶ τῆς πρώτης αἰτίας λέγομεν, ὑπομνηστέον. Λέγεται μὲν γὰρ καὶ ἡ ψυχὴ πολλάκις οὐδαμοῦ, καὶ διαφερόντως ἡ ἄσχετος· ὑπὸ οὐδενὸς γὰρ κατέχεται τῶν δευτέρων, οὐδὲ περιείργεται διὰ δή τινος σχέσεως ἡ ἐνέργεια αὐτῆς, καθάπερ σχέσει τινὶ δεδομένης πρὸς τὰ μετὰ ταύτην. Λέγεται δὲ καὶ ὁ νοῦς εἶναι οὐδαμοῦ· πανταχοῦ γάρ ἐστιν ὁμοίως, καὶ πᾶσι πάρεστιν ἐξ ἴσου· πολλῷ μᾶλλον καὶ διὰ τῆς τοιαύτης παρουσίας ἐν οὐδενὶ κατέχεται τῶν αὐτοῦ μετεχόντων. Λέγεται καὶ θεὸς εἶναι οὐδαμοῦ, ὅτι πάντων ἐξῄρηται, ὅτι ἀμέθεκτός ἐστιν, ὅτι κρείττων ἐστὶ πάσης κοινωνίας καὶ πάσης σχέσεως καὶ πάσης πρὸς τὰ ἄλλα συντάξεως. Λέγεται μὲν οὖν περὶ τῶν τριῶν ἀρχικῶν ὑποστάσεων ὅπερ εἶπον ἕκαστα τούτων ὀρθῶς, ἀλλʼ οὐχ ὁ αὐτὸς τρόπος ἐπὶ πάντων τοῦ οὐδαμοῦ. Ψυχὴ μὲν γὰρ οὐδαμοῦ τῶν μετʼ αὐτὴν, ἀλλʼ οὐχ ἁπλῶς οὐδαμοῦ· πάντως γάρ ἐστι καὶ ἐν ἑαυτῇ ὡς αὐτοκίνητος, καὶ ἐν τῇ αἰτίᾳ τῇ ἑαυτῆς, ἐπειδὴ καὶ πανταχοῦ τὸ αἴτιον προείληφε τὴν τοῦ ἀποτελέσματος καὶ περιείληφεν ἑνοειδῶς δύναμιν· νοῦς δὲ οὐδαμοῦ καὶ αὐτὸς τῶν μετʼ αὐτόν· ἐπεὶ καὶ ἐν ἑαυτῷ ἐστιν αὐθυπόστατος, καὶ ἔτι περιέχεταί γε ὑπὸ τῆς οἰκείας αἰτίας, εἰ μὲν βούλει θεολογικῶς φάναι, τῆς πατρικῆς· πᾶς γὰρ νοῦς πατρός ἐστι νοῦς, ὁ μὲν τοῦ ὅλου πατρὸς, ὁ δὲ τοῦ τῆς οἰκείας τριάδος πατρός· περιέχεται γοῦν ὑπὸ τοῦ πατρὸς ὁ νοῦς· εἰ δὲ κατὰ τοῦτον βούλει τὸν τρόπον οὐχὶ, ἀλλʼ ὅτι πᾶς νοῦς ἐφίεται τοῦ ἑνὸς, καὶ ἐν τῷ ἑνὶ κρατεῖται, καὶ διὰ τοῦτο ψεῦδος οὐδαμοῦ φάναι τὸν νοῦν. Μόνον δὲ τὸ ἓν ἁπλῶς οὐδαμοῦ ἐστιν· οὔτε γὰρ ἐν τοῖς μετʼ αὐτό ἐστιν, ἅτε ἐξῃρημένον ἀπὸ πάντων, ὅπου γε οὐδὲ ὁ νοῦς οὐδὲ ἡ ψυχὴ, αἱ μετὰ τὸ ἓν ἀρχαί· οὔτε ἐν ἑαυτῷ, ἅτε ἁπλοῦν ὂν καὶ παντὸς πλήθους ἄδεκτον· οὔτε ἐν τῷ πρὸ αὐτοῦ, διότι μηδέν ἐστι κρεῖττον τοῦ ἑνός· τοῦτο ἄρα τὸ ἁπλῶς οὐδαμοῦ, πάντα δὲ τὰ ἄλλα δευτέρως ἔχει τὸ οὐδαμοῦ, καὶ πῶς μὲν ἐστὶν οὐδαμοῦ, πῶς δὲ οὐκ ἔστιν. Εἰ γὰρ ἐθελήσεις θεωρῆσαι πᾶσαν τὴν τῶν ὄντων τάξιν, ὄψει τὰ μὲν εἴδη τὰ ἔνυλα ἐν ἄλλοις ὄντα μόνον καὶ ἄλλων ὄντα καὶ ἔν τισιν ὑποκειμένοις ἑδραζόμενα· τὰς δὲ φύσεις, ἐν ἄλλοις μὲν καὶ ταύτας — δύνουσι γὰρ κατὰ τῶν σωμάτων καὶ ἐν ὑποκειμένῳ πῶς εἰσιν —, ἤδη μέντοι καὶ τοῦ ἐν ἑαυτῷ φερούσας ἀπήχημά τι καὶ εἴδωλον, καθόσον ζωαί τινες ἤδη καὶ οὐσίαι, καὶ πάσχοντος ἑνὸς μορίου τινὸς ἑαυταῖς συμπάσχουσι· τὰς δὲ ἐν σχέσει ψυχὰς, ὡς μὲν σχέσιν ἐχούσας, ἐν ἄλλῳ καὶ ταύτας — αὐτὴ γὰρ ἡ σχέσις ἡ πρὸς τὰ δεύτερα τὸ ἐν ἄλλῳ πάντως συνεισφέρει —, καθόσον δὲ ἐπιστρέφειν εἰς ἑαυτὰς δύνανται, καθαρώτερον ἐν ἑαυταῖς οὔσας — αἱ μὲν γὰρ φύσεις πᾶσαν ἐνέργειαν περὶ τὰ σώματα συντείνουσι, καὶ ὅπερ ἂν ποιοῦσιν, εἰς ἄλλο ποιοῦσιν· αἱ δὲ ψυχαὶ ταῖς μὲν τῶν ἐνεργειῶν περὶ τὸ σῶμα χρῶνται, ταῖς δὲ εἰς ἑαυτὰς ἐνεργοῦσι καὶ πρὸς ἑαυτὰς ἐπιστρέφουσι· τὰς δὲ ἀσχέτους ἐν ἑαυταῖς ἤδη, καὶ ἐν ἄλλοις μὲν οὐκ ἔτι τοῖς δευτέροις, ἐν ἄλλῳ δὲ τῷ πρὸ αὐτῶν οὔσας· διχῶς μὲν γὰρ τὸ ἐν ἄλλῳ, τὸ μὲν τοῦ ἐν ἑαυτῷ καταδεέστερον τῷ σχέσιν ἔχειν πρὸς τὰ δεύτερα, τὸ δὲ ἤδη κρεῖττον, κἀκεῖνο μὲν μέχρι τῶν ἐν σχέσει ψυχῶν, τοῦτο δὲ μόνον ἀπὸ τῶν θείων ἄρχεται καὶ ὅλως ἀσχέτων· καὶ οἷς μὲν ὑπάρχει τὸ πρότερον· πάντα γὰρ ἐν τοῖς ἑαυτῶν ἐστιν αἰτίοις, ἢ οὐκ ἂν εἴη τῶν αἰτιῶν ἐκφοιτήσαντα τελέως· οἷς δὲ τὸ δεύτερον, ἔλλειψις γὰρ ἐποίει δυνάμεως τὸ πρότερον· ἢ ἐν τοῖς ἐσχάτοις οὖσαν οὐκ ἀνάγκη καὶ ἐν τοῖς πρώτοις εἶναι; Τὰς γοῦν θείας ψυχὰς ἐν τοῖς πρὸ αὐτῶν εἶναι μόνον, οἷον ἐν τοῖς νοῖς ὧν ἐξέχονται· τὸν δὲ νοῦν λοιπὸν ἐν ἑαυτῷ τε καὶ ἐν τῷ πρὸ αὐτοῦ, πατρὶ λέγω καὶ τῇ δυνάμει τοῦ πατρὸς, εἰ βούλει· πάντα γὰρ ἄχρι τούτου τὸ ἐν ἄλλῳ ἔχει, αὐτὸς δὲ πῶς ἂν ἔχοι; Πότερον ἐν ἑαυτῷ μόνον ἐστὶν ἢ καὶ ἐν ἄλλῳ, μετὰ ταῦτα σκεπτέον, ὁπόταν περὶ τοῦ αὐθυποστάτου λέγωμεν. Τὸ τοίνυν οὐδαμοῦ — τοῦτο γὰρ ἡμῖν προκείμενον ἦν κατιδεῖν — τοῖς μὲν ἔχουσι τὸ ἐν ἄλλῳ — τοῦτο δὴ τὸ τοῦ ἐν ἑαυτῷ καταδεέστερον — οὐδαμῶς ἂν ὑπάρχοι· πῶς γὰρ ἂν τοῖς μὲν ἐν ἄλλῳ γεγονόσιν ἐφαρμόσει τὸ οὐδαμοῦ τῷ ἔν τινι μαχόμενον; τοῖς δʼ ἔχουσιν ἐκεῖνο τὸ τοῦ ἐν ἑαυτῷ κρεῖττον ἐν ἄλλῳ, πάρεστι μὲν, ἀλλʼ οὐχ ἁπλῶς· ἔστι γὰρ ἐν ταῖς αἰτίαις ἕκαστα ταῖς ἑαυτῶν· μόνῳ δὲ τῷ ἑνὶ πρώτως ὑπάρχει τὸ οὐδαμοῦ καὶ ἁπλῶς· οὔτε γὰρ ἐν τοῖς μετʼ αὐτὸ, οὐ γὰρ θέμις· οὔτε ἐν τῷ πρὸ αὐτοῦ, οὐ γὰρ ἔστιν· οὔτε ἐν ἑαυτῷ, οὐ γὰρ πέφυκε· τὸ μὲν ὅτι ἄσχετον, τὸ δὲ ὅτι πρώτιστον, τὸ δὲ ὅτι μόνως ἔστιν ἓν, ὥστε οὐδαμοῦ.

Τοῦτο μὲν οὖν παντάπασιν ἀληθές· τὸ δὲ πανταχοῦ μετὰ τοῦτο ζητητέον πότερον κρεῖττόν ἐστι τοῦ οὐδαμοῦ καὶ τελειότερον ἢ καταδεέστερον. Εἰ μὲν γὰρ κρεῖττον, διὰ τί μὴ τῷ πρώτῳ τὸ κρεῖττον ἀπονέμομεν, τὸ οὐδαμοῦ δὲ δεδώκαμεν, ἀλλά φαμεν ὅτι οὐδαμοῦ ἐστι μόνον; Εἰ δὲ καταδεέστερον, πῶς οὐκ ἄμεινον ἐπὶ τούτου τὸ μὴ προνοεῖν τοῦ προνοεῖν; τὸ μὲν γὰρ προνοοῦν πᾶσι πάρεστι τοῖς τῆς προνοίας ἀξιουμένοις· τὸ δὲ μὴ προνοοῦν οὐδαμοῦ τῶν δευτέρων εἶναι διηνάγκασται. Μήποτε οὖν τὸ πανταχοῦ διττὸν, τὸ μὲν ὡς πρὸς τὰ μετʼ αὐτὸ λεγόμενον, ὡς ὅταν φῶμεν πανταχοῦ τὴν πρόνοιαν παρεῖναι τῷ μηδενὸς ἀποστατεῖν τῶν δευτέρων, ἀλλὰ πάντα σώζειν καὶ συνέχειν καὶ διακοσμεῖν διʼ αὐτῶν τῇ μεταδόσει διήκουσαν· τὸ δὲ ὡς πρὸς πάντα τὰ πρὸ αὐτοῦ καὶ τὰ μετʼ αὐτό. Κυρίως γοῦν πανταχοῦ τοῦτό ἐστιν, ὃ καὶ ἐν τοῖς δευτέροις ἐστὶ καὶ ἐν ἑαυτῷ καὶ ἐν τοῖς πρὸ αὐτοῦ, διότι καὶ κυρίως ταῦτα πάντα ἐστί· καὶ τούτου τοῦ πανταχοῦ ἀπόφασίς ἐστι τὸ οὐδαμοῦ τὸ νῦν παρειλημμένον, δηλοῦν τὸ μήτε ἐν ἑαυτῷ μήτε ἐν τῷ πρὸ αὐτοῦ ὂν, καὶ τοῦτο τὸ οὐδαμοῦ τοῦ πανταχοῦ κρεῖττον καὶ μόνου τοῦ ἑνὸς ἐξαίρετον. Ἄλλο δέ ἐστι μηδαμοῦ τὸ τῷ πανταχοῦ σύστοιχον, ὃ πρὸς τὰ δεύτερα μόνον λέγειν εἰώθαμεν, ὧν ἑκάτερον ἀληθές ἐστι διὰ τὸ λοιπόν· οὐδαμοῦ γὰρ τὸ ὂν, διότι πανταχοῦ· τὸ γὰρ ὑπό τινος τόπου κρατούμενον ἔν τινί ἐστι, τὸ δὲ πᾶσιν ὁμοίως παρὸν οὐδαμοῦ ἐστιν ἀφωρισμένως, καὶ διότι πάλιν οὐδαμοῦ, διὰ τοῦτο πανταχοῦ· διὰ γὰρ τὸ πάντων ὁμοίως ἐξῃρῆσθαι πᾶσιν ὁμοίως πάρεστιν, οἷον ἐξίσου τῶν πάντων ἀφεστώς. Ταῦτα μὲν οὖν σύστοιχα ἀλλήλοις· ἐκεῖνο δὲ τὸ μηδαμοῦ κρεῖττον παντὸς τοῦ πανταχοῦ καὶ τῷ ἑνὶ μόνον δυνάμενον ἐφαρμόζειν, ὡς ἀπόφασις τοῦ ἔν τινι παντός. Εἴτε γὰρ τὸ ὡς ἐν τόπῳ λέγοις, εἴτε τὸ ὡς ἐν ὅλῳ, εἴτε τὸ ὡς ἐν μέρεσιν ὅλον, εἴτε τὸ ὡς ἐν τέλει, εἴτε τὸ ὡς ἐν τῷ ἄρχοντι τὰ τῶν ἀρχομένων, εἴτε ὡς γένος ἐν εἴδεσιν, εἴτε ὡς εἴδη ἐν γένεσιν, εἴτε ὡς ἐν χρόνῳ, πάντων ὁμοίως τούτων ἐξῄρηται τὸ ἕν· οὔτε γὰρ τόπος ἐστὶ περιεκτικὸς τοῦ ἑνὸς, ἵνα μὴ πλῆθος ἀναφανῇ τὸ ἕν· οὔτε ὅλον ἐστί τι περιληπτικὸν τοῦ ἑνός· οὐδὲ γάρ ἐστί τινος μέρος, ἵνα μὴ μέρος ὂν καὶ ἐν τῷ ὅλῳ ᾖ, ὅ ἐστι πεπονθὸς τὸ ἕν· πᾶν γὰρ ὅλον πέπονθε τὸ ἓν, καὶ ἐπιδεές ἐστι τοῦ ὡς ἀληθῶς ἑνὸς αὐτὸ μὴ ὡς ἀληθὲς ἐνυπάρχον· οὔτε αὐτὸ ἐν μέρεσίν ἐστιν· οὐδὲ γὰρ ἔχει μέρος, ἀμερὲς ὄν· οὔτε ἄλλο τι αὐτοῦ τέλος ἐστὶ, δέδεικται γὰρ μηδαμῶς ἔχον τέλος· οὔτε ὡς ἐν τῷ ἄρχοντι, δέδεικται γὰρ μηδαμῶς ἔχον τινὰ ἀρχήν· οὔτε ὡς γένος ἐν εἴδεσιν, ἵνα μὴ πάλιν πλῆθος περὶ αὐτὸ συμβῇ διὰ τὴν τῶν εἰδῶν περιοχήν· οὔτε ὡς εἶδος ἐν γένει· τίνος γὰρ εἶδος ἔσται, μηδενὸς ὄντος αὐτοῦ κρείττονος; οὔτε ὡς ἐν χρόνῳ, τὸ γὰρ ἐν χρόνῳ ὂν πλῆθός ἐστι· δειχθήσεται οὖν μηδὲ χρόνου μετέχον. Πάντων ἄρα τῶν τρόπων τοῦ ἔν τινι κρεῖττόν ἐστι τὸ ἕν. Εἰ δὲ πᾶν τὸ ἔν τινι ψεῦδος, ἀληθὴς ἡ ἀπόφασις τοῦ οὐδαμοῦ· τὸ γὰρ ἔν τινι τῷ οὐδαμοῦ ἀντίκειται, καθάπερ δὴ καὶ τό τις τῷ οὐδεὶς, ὥστε οὐδαμοῦ ἂν εἴη τὸ ἕν.

Τοῦτο μὲν οὖν τοιοῦτόν ἐστι. Πάλιν δὲ διαιρεῖ τὸ ἔν τινι ὂν διχῶς, εἴς τε τὸ ἐν ἑαυτῷ καὶ τὸ ἐν ἄλλῳ, πάντας ἐκείνους τοὺς πολυθρυλλήτους τρόπους διὰ τούτων παραλαβὼν, ἵνα, εἴπερ ἐπιδείξει τὸ ἓν μήτε ἐν ἑαυτῷ μήτε ἐν ἄλλῳ δυνάμενον εἶναι, δεδειγμένον ἔχοι τὸ οὐδαμοῦ. Εἰ γὰρ ἔν τινί ἐστιν, ἢ ἐν ἑαυτῷ, φησὶν, εἴη ἢ ἐν ἄλλῳ· ἀλλὰ μὴν οὔτε ἐν ἑαυτῷ οὔτε ἐν ἄλλῳ· οὐκ ἄρα ἔν τινί ἐστιν· εἰ μὴ ἔν τινι δὲ ὅλως, οὐδαμοῦ ἂν εἴη. Τούτου δὲ δειχθέντος, φανήσεται τὸ ἓν κἀκείνης ἐξῃρημένον τῆς τάξεως ᾗ τοῦτο προσήκει τὸ σύμβολον, τὸ ἐν ἑαυτῷ λέγω καὶ ἐν ἄλλῳ. Τούτου δὲ φανέντος, ἔχοιμεν ἂν ὅτι οὐδὲ ὁ νοῦς τὸ πρῶτον· ἴδιον γὰρ αὐτῷ τὸ ἐν ἑαυτῷ καὶ τὸ ἑαυτὸν γινώσκειν .... ἡ εἰς ἑαυτὴν νεῦσις, ἣ καὶ τῇ ἀκρότητι τῶν νοερῶν διαφερόντως ἐκφαίνεται μετὰ τῆς εἰς τὰ πρῶτα στροφῆς, καὶ ἡ εἰς ἑαυτὴν εἴσοδος καὶ τὸ οἷον ἀγκύλον τῆς οὐσίας ἐν ἑαυτῇ, κατέχειν τε ἑαυτῆς καὶ περιλαμβάνειν ἀεὶ βουλομένης.

Ἐν ἄλλῳ μὲν ὂν κύκλῳ που ἂν περιέχοιτο ὑπʼ ἐκείνου ἐν ᾧ ἂν εἴη, καὶ πολλαχοῦ ἂν αὐτοῦ ἅπτοιτο πολλοῖς· τοῦ δὲ ἑνός τε καὶ ἀμεροῦς καὶ κύκλου μὴ μετέχοντος ἀδύνατον πολλαχῆ κύκλῳ ἅπτεσθαι. — Ἀδύνατον.

Ἡ μὲν ὅλη τοῦ προκειμένου συμπεράσματος ἀπόδειξις τοιαύτη τίς ἐστι· τὸ ἓν οὔτε ἐν ἑαυτῷ ἐστιν οὔτε ἐν ἄλλῳ· πᾶν δὲ τὸ ἔν τινι ὂν ἢ ἐν ἑαυτῷ ἐστιν ἢ ἐν ἄλλῳ· τὸ ἄρα ἓν οὐδαμῶς ἐστιν ἔν τινι, τὸ δὲ μηδαμῶς ἔν τινι ὂν οὐδαμοῦ ἐστι. Λοιπὸν δὲ τὴν προτέραν τῶν προτάσεων ἀποδείκνυσιν οὕτω· τὸ ἓν οὐδενὸς ἅπτεσθαι δύναται πολλοῖς· τὸ ἐν ἄλλῳ ἅπτεται ἐκείνου πολλοῖς ἐν ᾧ ἐστι· τὸ ἄρα ἓν ἐν οὐδενὶ ἄλλῳ ἐστί. Πάλιν τὸ ἓν οὔτε ἀρχὴν ἔχει οὔτε τελευτὴν, οὐθʼ ὅλως περιέχον ἐστὶ καὶ περιεχόμενον· τὸ δὲ ἓν ἐν ἑαυτῷ ὂν ἔξει τὸ μὲν περιέχον, τὸ δὲ περιεχόμενον· τὸ ἄρα ἓν οὐκ ἔστιν ἐν ἑαυτῷ· δέδεικται δὲ ὅτι οὐδὲ ἐν ἄλλῳ· τὸ ἓν ἄρα οὔτε ἐν ἑαυτῷ ἐστιν οὔτε ἐν ἄλλῳ. Καὶ τοιοῦτοι μὲν οἱ τοῦ προκειμένου ἀποδεικτικοὶ συλλογισμοὶ, γεωμετρικῶς ἀπὸ τῶν προωμολογημένων τὸ ζητούμενον ἐπιδεικνύντες ἡμῖν. Ἐπὶ δὲ τὴν τῶν πραγμάτων ἐξέτασιν μετέλθωμεν, καὶ θεωρήσωμεν πῶς φησιν ὁ Παρμενίδης πᾶν τὸ ἐν ἄλλῳ ὂν κύκλῳ περιέχεσθαι ὑπʼ ἐκείνου ἐν ᾧ ἐστι, καὶ ἅπτεσθαι αὐτοῦ πολλαχῇ πολλοῖς. Ἤδη δὲ καὶ τῶν πρὸς ἡμῶν οἱ μὲν μερικώτερον ἤκουσαν τὸ ἐν ἄλλῳ τὸ ἓν, τὸ ἐν τόπῳ καὶ τὸ ἐν ἀγγείῳ μόνον λαβόντες, καὶ τούτοις τὴν λέξιν ἐφαρμόσαντες εἰκότως· ἐφάπτεται γὰρ τοῦ τόπου τὸ ἐν τόπῳ, καὶ τοῦ ἀγγείου τὸ ἐν τῷ ἀγγείῳ, καὶ περιέχεται πανταχόθεν ὑπʼ αὐτοῦ· τὸ γὰρ κύκλῳ τῷ πανταχόθεν ἴσον ἐστὶ, τοῦ περιέχοντος δύναμιν δηλοῦν ἐν ἑαυτῇ τὸ περιεχόμενον ἔχουσαν. Τοῦτο οὖν εἶναί φασι τὸ δεικνύμενον ἡμῖν, ὅτι οὐκ ἐν τόπῳ τὸ ἓν, εἴπερ τὸ μὲν ἐν τόπῳ δεῖ εἶναι πολλὰ ὃν καὶ πολλοῖς ἑαυτοῦ τοῦ περιέχοντος ἅπτεσθαι, τὸ δὲ ἓν πολλὰ εἶναι ἀδύνατον. Καὶ τί τοῦτο φαίην ἂν ἔγωγε θαυμαστὸν, εἰ μὴ ἐν τόπῳ τὸ ἕν; οὐδὲν γὰρ τοῦτο σεμνὸν, ὃ καὶ ταῖς μερικαῖς ὑπάρχει ψυχαῖς· ἀλλὰ δεῖ τὸ δεικνύμενον ἐξαίρετον ὑπάρχειν τῷ ἑνὶ καὶ τῇ αἰτίᾳ τῇ πάντων ὑπεριδρυμένῃ τῶν ὄντων. Οἱ δὲ εἰς τὰ πράγματα βλέποντες εἰρήκασιν ὡς πᾶν τὸ ἔν τινι ὂν τοῦ ἑνὸς ἀποφάσκεται, καὶ ὀρθῶς εἰρήκασιν· οὐδαμῶς γὰρ ἔν τινι τὸ ἓν, ὡς παρʼ ἡμῶν εἴρηται πρότερον. Ἀλλὰ πῶς ἔτι τὴν λέξιν ἐφαρμόσομεν τοῖς ἔν τινι τρόποις πολλοῖς οὖσι; τὸ γὰρ σημεῖον ἐν τῇ γραμμῇ λέγεται εἶναι, δῆλον ὡς ἐν ἄλλῳ· καὶ γὰρ ἄλλο μὲν σημεῖον, ἄλλο δὲ γραμμὴ, καὶ οὐκ ἐπειδὴ ἐν ἄλλῳ ἐστὶ, διὰ τοῦτο πανταχόθεν περιέχεται ὑπὸ τῆς γραμμῆς καὶ πολλοῖς ἑαυτοῦ μέρεσιν ἅπτεται τῆς γραμμῆς. Ἔστι μὲν δὴ καὶ πρὸς τοῦτο ἀπαντᾷν λέγοντας ὅτι, εἰ καὶ μὴ διαστηματικῶς περιέχει τὸ σημεῖον ἡ γραμμὴ, ἀλλὰ τρόπον ἄλλον αὐτὸ περιέχει· τὰς γὰρ ἰδιότητας αὐτοῦ περιέχει· πέρας γάρ ἐστι τὸ σημεῖον μόνον, ἡ δὲ γραμμὴ καὶ πέρας καὶ ἄλλο τι μῆκος οὖσα ἀπλατὲς καὶ ἀδιάστατον τὸ σημεῖον. Ἀλλὰ καὶ ἡ γραμμὴ καὶ ἀδιάστατον, καὶ ἀλλαχοῦ διαστατόν· καὶ γὰρ ὅλως, ἐπεὶ οὐ ταὐτὸν σημεῖόν ἐστι καὶ ἓν, ἀνάγκη πολλὰ εἶναι τὸ σημεῖον, οὐχ ὡς μέρη ἔχον διαστηματικῶς, ταύτῃ γὰρ ἀμερὲς, ἀλλʼ ὡς ἰδιότητας πλείονας συμπληρωτικὰς αὐτοῦ καὶ διὰ τοῦτο μερῶν ἐχούσας λόγον, ἃς ἡ γραμμὴ περιέχουσα κατὰ πολλὰ ἂν λέγοιτο τῷ σημείῳ συνάπτεσθαι. Ὅτι δὲ οὐ ταὐτὸν σημεῖόν ἐστι καὶ ἓν, δῆλον· τὸ μὲν γὰρ ἀρχὴ πάντων, τὸ δὲ μεγεθῶν μόνον· ἀλλʼ οὐδὲ τὸ σημεῖον πρὸ τοῦ ἑνός· καὶ γὰρ ἡ μονὰς ἓν καὶ τὸ ἐν τῷ χρόνῳ ἀμερές. Λείπεται μὲν οὖν τὸ σημεῖον εἶναι μετὰ τὸ ἓν καὶ μετέχειν τοῦ ἑνὸς, ὥστε καὶ οὐχ ἕν ἐστιν· εἰ δὲ τοῦτο, κωλύεται οὐδὲν, ἀσωμάτους ἔχον ἰδιότητας πολλὰς αἵ εἰσι καὶ ἐν τῇ γραμμῇ, καὶ περιέχεσθαι ὑπʼ αὐτῆς. Οὕτω μὲν οὖν δυνατὸν ἀπαντᾷν, ἀλλʼ οὐκ ἔστι συνορῶντος ὅπως ὁ Πλάτων ἔλαβε τὸ ἔν τινι καὶ πρὸς τί βλέπων τῶν ὄντων ἀποφάσκει τοῦτο τοῦ ἑνός. Ἄμεινον οὖν, ὡς ὁ ἡμέτερος ὑφηγεῖται πατὴρ, κατʼ ἐκείνην τὴν ἐμφρονεστάτην καὶ ἀσφαλεστάτην ὁδὸν, ταῦτα λέγειν τοῦ ἑνὸς ἀποφάσκειν αὐτὸν, ἃ καταφάσκεται ἐν τῇ δευτέρᾳ τοῦ ἑνὸς ὄντος, καὶ οὕτως ἀποφάσκειν, ὡς ἐν ἐκείνοις καταφάσκεται, καὶ δὴ καὶ τὸ ἐν ἄλλῳ τοιοῦτον θεωρεῖν, οἷον ἐν ἐκείνοις δῆλός ἐστιν ὁ φιλόσοφος λαμβάνων. Σαφῶς οὖν ἐκεῖ τάξιν τινὰ θεῶν ἐκφαίνων, καὶ ἐν ἑαυτῇ φησιν αὐτὴν εἶναι καὶ ἐν ἄλλῳ, καθό τι καὶ ἔστραπται πρὸς ἑαυτὴν νοερῶς καὶ μένει διαιωνίως ἐν τοῖς αἰτίοις ἑαυτῆς μοναδικῶς· μονὰς γάρ ἐστιν ἐκείνη τῶν νοερῶν θεῶν, μένουσα μὲν κατὰ τὴν ἑαυτῆς ὑπεροχὴν ἐν τοῖς πρὸ αὐτῆς νοητοῖς θεοῖς, ἐμφαίνουσα δὲ καὶ τὸ ἰδίωμα τὸ νοερὸν κατὰ τὸ ἐν αὑτῇ καὶ περὶ αὑτὴν ἐνεργεῖν. Τὸ τοίνυν ἐν ἄλλῳ τοιοῦτόν ἐστιν, ὁποῖον τὸ ἐν τῇ αἰτίᾳ μένον καὶ περιεχόμενον ὑπὸ τῆς οἰκείας αἰτίας. Τοῦτο οὖν ἐστιν εἰκότως καὶ τὸ πολλαχῆ, καὶ πολλοῖς ἑαυτοῦ τῆς αἰτίας ἁπτόμενον· διότι γὰρ περιέχεται ὑπʼ αὐτῆς, μερικώτερόν ἐστιν αὐτῆς· πᾶν δὲ τὸ μερικώτερον μᾶλλον πεπλήθυσται τῆς ἑαυτοῦ περιληπτικωτέρας αἰτίας, μᾶλλον δὲ πεπληθυσμένον ταῖς ἑαυτοῦ ποικίλαις δυνάμεσι συνάπτεται πρὸς ἐκεῖνο καὶ ἄλλως ἄλλαις, τοῦτο γὰρ τὸ πολλαχῆ· κατʼ ἄλλας γὰρ καὶ ἄλλας δυνάμεις ἄλλως καὶ ἄλλως ἑνοῦται πρὸς τὸ πρὸ αὐτῆς νοητόν. Ἀλλʼ αὕτη μὲν ἡ τάξις τῶν ὄντων, ᾗ τὸ ἐν ἑαυτῷ προσήκει μετὰ τοῦ ἐν ἄλλῳ, καὶ πολλά ἐστι· μετέχει γὰρ τοῦ νοητοῦ πλήθους καὶ μέρη ἔχει· μετέχει γὰρ τῶν μέσων ἐν ταῖς πρὸ αὐτῆς αἰτίαις γενῶν, καὶ κυκλική πώς ἐστι· μετέχει γὰρ τῆς τελευταίας τῶν μέσων τάξεως, λέγω δὴ τοῦ ἐκεῖ σχήματος, διόπερ οὔτε ἕν ἐστιν ἁπλῶς, ἀλλὰ πολλὰ, οὔτε ἀμερὲς, ἀλλὰ μέρη ἔχουσα, οὔτε ἐπέκεινα σχήματος παντὸς, ἀλλὰ κυκλική. Καὶ, ὡς μὲν πολλὰ οὖσα, δύναται πολλοῖς ἅπτεσθαι τῶν πρὸ αὐτῆς· ὡς δὲ μέρη ἔχουσα, πολλαχῆ αὐτοῖς κοινωνεῖν καὶ διαφόρως· ὡς δὲ ἐσχηματισμένη, κύκλῳ περιέχεσθαι ὑπʼ αὐτῶν· τὸ γὰρ σχηματιζόμενον πᾶν ὑπὸ τοῦ σχηματίζοντος περιέχεται, τὸ δὲ ἓν οὔτε μέρη ἔχει οὔτε κύκλου μετείληχεν. Ὥστε οὐ δυνατὸν αἰτίαν εἶναι πρὸ αὐτοῦ τὴν πολλαχῆ καὶ κύκλῳ τοῦ ἑνὸς ἁπτομένην, ἀλλʼ ἔστιν ἐπέκεινα πάντων, ὡς αἰτίαν κρείττονα οὐκ ἔχον· ἀδύνατον γὰρ εἶναί τι κύκλῳ αὐτοῦ καὶ πολλαχῆ ἁπτόμενον, ἑνὸς ὄντος καὶ ἀμεροῦς καὶ οὐ κύκλου μετέχοντος· ταῦτα γὰρ πάντα προσέθηκεν ἵνα φανῇ τὰ πολλὰ τὸ μέρη ἔχειν, τὸ κύκλου μετέχειν, ἃ δὴ ταύτῃ τῇ τάξει τῶν ὄντων προσήκει πάντα, ἐν ᾗ τὸ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ προσφέρομεν· πολλά τε γάρ ἐστιν ὡς πρὸς τὴν νοητὴν ἕνωσιν καὶ μέρη ἔχει καὶ κύκλου μετείληχεν, ἐπειδὴ τὰ δεύτερα δεῖ μετέχειν τῶν πρὸ αὐτῶν. Ἐπεὶ καὶ ὅταν λέγηται μονὰς, ὡς ἐν νοεροῖς ἐστι μονὰς, εἰ καὶ πλῆθός ἐστι πρὸς τὰς νοητὰς μονάδας· καὶ ὅταν λέγηται ὅλη καὶ ἀμέριστος, ὡς ἐν νοεροῖς, καὶ ταῦτα λέγεται παρʼ ἡμῶν· εἰ δὲ μὴ μέρη ἔχει, ἀλλὰ πρός τε τὴν ὁλότητα τὴν νοητὴν μέρη ἔχει· καὶ ὅταν ἀσχημάτιστος, πάλιν ἐν νοεροῖς, ἐπεὶ πάντως αὐτὴν ἀναγκαῖον μετέχειν τοῦ σχήματος τοῦ πρὸ αὐτῆς. Ἀφαιρετέον ἄρα καὶ ταύτην τὴν τάξιν ἀπὸ τοῦ ἑνὸς, καὶ ῥητέον ὡς καὶ ταύτης αἴτιον τὸ ἕν· πᾶσαι γὰρ αἱ τάξεις ἀθρόως ἀπὸ τοῦ ἑνὸς ὑπέστησαν, καὶ τὸ ὑπὲρ πάντα πάντων αἴτιόν ἐστι τῶν ὄντων τὸ ἓν, αὐτοῦ δὲ αἴτιον οὐδέν ἐστιν. Εἰ γὰρ αἴτιον ἔχοι τὸ ἓν, δεῖ δήπου τὸ αἴτιον τὸ πρὸ αὐτοῦ μειζόνων αἴτιον εἶναι καὶ καλλιόνων τοῖς ἐφεξῆς· τὰ γὰρ ὑψηλότερα τῶν αἰτίων ὑψηλοτέρων ἐστὶν ἀγαθῶν τοῖς ἑαυτῶν δευτέροις παρεκτικά. Τί οὖν τοῦ ἑνὸς καὶ τῆς ἑνώσεως θειότερον ἕξει τὰ πράγματα παρʼ ἐκείνης τῆς αἰτίας, ἣν τοῦ ἑνὸς ἐπέκεινα τάττειν ἀξιοῦμεν; Εἰ μὲν γὰρ μηδὲν δώσει τοῖς μεθʼ ἑαυτὴν, ἄγονος ἔσται καὶ ἀκοινώνητος πρὸς πάντα, καὶ οὐδὲ ὅτι ἐστὶν εἰσόμεθα μηδεμίαν ἔχοντες πρὸς αὐτὴν κοινωνίαν· νῦν γὰρ αὐτοφυῶς πάντες τὸ ἓν ἐπιζητοῦμεν καὶ ἀνατεινόμεθα πρὸς αὐτὸ, πρὸς δὲ ἐκείνην τὸ συνάψον οὐκ ἂν ἔχομεν, εἴπερ μηδὲν ἀπʼ αὐτῆς. Εἰ δέ τι δώσει κἀκείνη τοῖς οὖσι, πότερον καταδεέστερόν τι δώσει τοῦ ἑνός; ἀλλʼ οὐ θέμις τὸ κρεῖττον μόνον αἴτιον εἶναι χειρόνων· ἀλλὰ πότερον κρειττόνων; καὶ τί τοῦ ἑνὸς ἔσται κρεῖττον, οὐδὲ πλάσαι δυνατόν· πάντα γὰρ τὰ ἄλλα κρείττω λέγεται καὶ χείρω κατὰ τὴν τούτου μείζω καὶ ἐλάττω μετουσίαν· καὶ αὐτὸ οὖν τὸ κρεῖττον ἑνὸς μετουσίᾳ κρεῖττον. Καὶ ὅλως οὐκ ἂν ἦν τοῦτο πᾶσι περισπούδαστον ἓν, εἴ τι κρεῖττον εἴχομεν αὐτοῦ· οὐδʼ ἂν πάντων οὕτω τῶν ἄλλων κατολιγωροῦντες τὸ ἓν ἐδιώκομεν, καὶ τὸ δίκαιον παρορῶντες καὶ τὸ καλὸν, οὐ προσποιούμενοι διὰ τὴν τοῦ δοκοῦντος ἡμῖν ἑνὸς περιποίησιν. Εἰ τοίνυν τοῦ μὲν ἑνὸς χάριν πάντων τῶν ἄλλων καταφρονοῦμεν, τὸ δὲ ἓν οὐδέποτε τῶν ἄλλων ἕνεκά τινος παρορῶμεν, σεμνότατον ἂν εἴη τὸ ἓν εἰκότως, ὡς συνέχον πάντα καὶ σῶζον ταῖς ἐννοίαις ἡμῶν. Τὸ ἄρα τῆς ἑνώσεως παρεκτικὸν πρώτιστον ἂν εἴη τῶν πάντων· τοῦτο ἄρα πρώτιστον τῶν πάντων· οὐκ ἄρα ἔστι τι τοῦ ἑνὸς ἁπλῶς κρεῖττον αἴτιον· οὐκ ἄρα ἐν ἄλλῳ τὸ ἕν· οὐ σμικρὸν ἄρα τὸ δεικνύμενον, οὐδʼ οἷον τὸ ταῖς ψυχαῖς ἢ τὸ τοῖς δευτέροις ὅλως ὑπάρχειν δυνάμενον· ἀλλʼ ὅτι μὲν οὐκ ἔστιν ἀπʼ ἄλλης αἰτίας τὸ ἓν, διὰ τούτων δῆλον· ὅτι δὲ καὶ τῶν αὐθυποστάτων, εἰ αὐθυπόστατα, κρεῖττον, διὰ τῶν ἑξῆς τούτων ἀποδείκνυται λόγων.

Ἀλλὰ μὴν αὐτό γε ἐν ἑαυτῷ ὂν, κἂν ἑαυτὸ εἴη περιέχον, ὂν οὐκ ἄλλο ἢ αὐτὸ, εἴπερ καὶ ἐν ἑαυτῷ εἴη· ἔν τῳ γάρ τι εἶναι μὴ περιέχοντι ἀδύνατον. — Ἀδύνατον γάρ.

Τὸ δεύτερον μέρος τῆς ἑτέρας τῶν προτάσεων διὰ τούτων ἐξήτασται τῶν ῥημάτων· τὸ μὲν γὰρ πᾶν τὸ ἔν τινι ὂν ἢ ἐν ἑαυτῷ ἐστιν ἢ ἐν ἄλλῳ, παντάπασιν ἀληθὲς ὂν, οὐδὲ ὑπομνήσεως ἠξίωσεν· εἰ γάρ ἐστιν ἔν τινι, δῆλον ὡς τὸ ἔν τινι τοῦτο ἐν ᾧ ἐστὶν ἢ αὐτό ἐστιν ἢ οὐκ αὐτὸ καὶ τῷ ἄλλῳ ταὐτόν· ὥστε ἢ αὐτό ἐστιν ἢ ἄλλο τοῦτο ἐν ᾧ ἐστι τὸ ἔν τινι ὄν. Εἰ δὲ τὸ ἓν οὔτε ἐν ἄλλῳ οὔτε ἐν ἑαυτῷ μετά τινος παραμυθίας καὶ ἐπιστάσεως εἴρηκε, καὶ πρότερον μὲν ὅτι οὐκ ἐν ἄλλῳ τὸ ἓν κατεσκεύασε, νῦν δὲ ὅτι οὐκ ἐν ἑαυτῷ, ποιήσεται τὸν λόγον ἀπὸ τοῦ τιμιωτέρου τὴν ἀρχὴν τῆς ἀποδείξεως λαβών· τὸ γὰρ ἐν ἄλλῳ τοῦτο τοῦ ἐν ἑαυτῷ τιμιώτερον, ἐπεὶ καὶ τὸ ἐν τῇ αἰτίᾳ εἶναι κρεῖττον τοῦ ἐν ἑαυτῷ. Καὶ αὕτη μὲν ἡ σύμπασα τῶν λόγων μεταχείρισις· ὅτι δὲ οὐκ ἐν ἑαυτῷ τὸ ἓν, δείκνυσι τὸν τρόπον τοῦτον· τὸ ἓν οὐ τὸ μὲν ἔχει περιέχον ἑαυτοῦ, τὸ δὲ περιεχόμενον· τὸ δὲ ἐν ἑαυτῷ ὂν ἔχει τὸ μὲν ἑαυτοῦ περιέχον, τὸ δὲ περιεχόμενον, διὸ καὶ ἐν ἑαυτῷ ἐστιν ὡς περιέχοντι περιεχόμενον· τὸ ἄρα ἓν οὐκ ἔστιν ἐν ἑαυτῷ. Ὁ μὲν λόγος τοιοῦτος· τούτων δὲ τῶν δύο προτάσεων, τὴν μὲν ἑτέραν εἰσαῦθις ἐπισκεπτέον, ὅταν αὐτῆς καὶ ὁ Πλάτων μνησθῇ. Πῶς δὲ τὸ ἐν ἑαυτῷ ὂν ἔχει τὸ μὲν περιέχον ἑαυτοῦ, τὸ δὲ περιεχόμενον, νῦν ῥητέον· τί γὰρ δή ἐστι τοῦτο τὸ περιέχειν καὶ τί τὸ περιέχον, σκεπτέον. Λέγεται μὲν οὖν ἐν ἑαυτῷ εἶναι πᾶν τὸ ἑαυτοῦ αἴτιον καὶ ὃ αὐθυπόστατόν ἐστιν· οὐ γὰρ ὥσπερ λέγουσί τινες ὅτι πᾶν τὸ παραγόμενον ὑπʼ ἄλλης αἰτίας παράγεται, καὶ ἡμῖν ῥητέον· ἀλλʼ ὥσπερ εἰώθαμεν τὰ αὐτοκίνητα προτάττειν τῶν ἑτεροκινήτων, οὕτω καὶ τὰ αὐθυπόστατα προθετέον τῶν ὑπʼ ἄλλου παραγομένων. Εἰ γάρ ἐστι τὸ ἑαυτὸ τελειοῦν, ἔστι καὶ τὸ ἑαυτὸ γεννῶν· εἰ δὲ ἔστι τὸ αὐθυπόστατον, δῆλον ὅτι τοιοῦτόν ἐστιν, οἷον καὶ παράγειν ἑαυτὸ καὶ παράγεσθαι ὑφʼ ἑαυτοῦ· τοῦτο γὰρ τὸ εἶναι αὐτὸ ἑαυτοῦ ὑποστατικὸν καὶ αὐτογενὲς, λέγω γὰρ αὐθυπόστατον οὐχ ὅτι ἂν μηδὲν παράγῃ. Πρὸς ὅ τινες ἀποδιδόντες τὸ πρῶτον εἶπον αὐθυπόστατον ὡς μηδὲν ἔχον αἴτιον· εἶθʼ ὡς μηδὲν ἔχον αἴτιον, ἀπὸ ταὐτομάτου τὴν ὕπαρξιν ἔχειν ἐκεῖνο οὐ τετολμήκασιν εἰπεῖν, ἀλλʼ ὃ ἂν ἑαυτὸ παράγῃ. Τῆς οὖν περιεκτικῆς δυνάμεως κατʼ αἰτίαν ἀεὶ περιεχούσης τὸ ὑφʼ ἑαυτῆς παραγόμενον, ἀνάγκη τὸ ἑαυτοῦ παρακτικὸν ἑαυτοῦ τε εἶναι περιεκτικὸν καθόσον αἴτιόν ἐστιν, ὑφʼ ἑαυτοῦ τε περιέχεσθαι καθόσον αἰτιατόν ἐστιν, ὁμοῦ δὲ αἴτιον ὂν καὶ αἰτιατὸν περιέχον τε εἶναι καὶ περιεχόμενον. Εἰ τοίνυν τὸ ἐν ἄλλῳ τοῦτο ἦν τὸ ὑπʼ ἄλλης αἰτίας τῆς κρείττονος παραγόμενον, τὸ ἐν ἑαυτῷ τοῦτο ῥητέον ὅ ἐστιν αὐτογενὲς καὶ ὑφʼ ἑαυτοῦ παραγόμενον· καὶ ὡς ἐκεῖνο περιείχετο ὑπὸ τῆς ἑαυτοῦ αἰτίας, οὕτω τοῦτο ὑφʼ ἑαυτοῦ περισχεθήσεται, καὶ ἔσται αὐτὸ ἑαυτοῦ περιεκτικὸν καὶ συνεκτικὸν, τὸ αὐτὸ συνέχον ἅμα καὶ συνεχόμενον, περιέχον τε καὶ περιεχόμενον· ἑαυτὸ γὰρ σῶζον ἑαυτὸ περιέξει. Ταῦτα μὲν οὖν εἰρήσθω περὶ τῆς πραγματειώδους τῶν προκειμένων θεωρίας· περὶ δὲ τὴν λέξιν ἐπισημαντέον ὅτι οὐκ ἄλλο ἢ αὐτὸ, εἴπερ καὶ ἐν ἑαυτῷ εἴη, ῥᾳδίως μὲν σαφὲς ποιήσειας αὐτὸ τὸν καὶ σύνδεσμον μεταθεὶς, ἵνʼ ᾖ τὸ ὅλον τοιοῦτον, καὶ οὐκ ἄλλο ἢ αὐτὸ, εἴπερ ἐν ἑαυτῷ εἴη· εἰ γὰρ αὐτὸ ἐν ἑαυτῷ ἐστιν, αὐτό ἐστι τὸ περιέχον καὶ οὐκ ἄλλο, τοιοῦτον γὰρ τὸ αὐθυπόστατον. Ἤδη δέ τινες καὶ ἄλλο πρόσωπον αὐτὸ λέγειν ὑποθέμενοι, τὸ Ἀριστοτέλους δηλαδὴ συννεύοντος τοῖς τοῦ Παρμενίδου λόγοις, ἐξηγήσαντο τῷ Παρμενίδῃ τὸ ἑξῆς ἀπονείμαντες· ἔν τῳ γάρ τι εἶναι μὴ περιέχοντι ἀδύνατον· ἀλλʼ εἴ γε καὶ οὕτως ἀδύνατον, ὡς προείπομεν, οὐδὲν πρὸς τὴν τῶν πραγμάτων θεωρίαν· ὥστε ἐπὶ τὰ ἑξῆς ῥήματα τοῦ Πλάτωνος ἡμῖν μεταβατέον

Οὐκοῦν ἕτερον μὲν ἄν τι εἴη αὐτὸ τὸ περιέχον, ἕτερον δὲ τὸ περιεχόμενον· οὐ γὰρ ὅλον γε ἄμφω ταὐτὸν ἅμα πείσεται καὶ ποιήσει· καὶ οὕτω τὸ ἓν οὐκ ἂν εἴη ἔτι ἓν, ἀλλὰ δύο. — Οὐ γὰρ οὖν.

Ὁ πᾶς συλλογισμὸς, ὡς προείρηται, τοιοῦτός τίς ἐστι· τὸ ἓν οὐκ ἔχει τὸ μὲν ἑαυτοῦ περιέχον, τὸ δὲ περιεχόμενον, ἵνα μὴ δύο ἀνθʼ ἑνὸς γένηται· τὸ δὲ ἐν ἑαυτῷ ὂν ἔχει τὸ μὲν ἑαυτοῦ περιέχον, τὸ δὲ περιεχόμενον· τὸ ἄρα ἓν οὐκ ἔστιν ἐν ἑαυτῷ. Τοῦ δὴ συλλογισμοῦ τοιούτου τινὸς ὄντος, ἤδη μὲν καὶ ἐκ τῶν εἰρημένων περὶ τῆς ἑτέρας ἐδίδαξε τῶν προτάσεων· προσθεὶς δὲ ἐν τούτοις καὶ ὅσον ταύτην ἐναργεστέραν ποιεῖ, καὶ ὅσον τὴν ἑτέραν, συμπεραίνεται τὸ προκείμενον· εἰ γὰρ ἕτερον μὲν τὸ περιέχον, ἕτερον δὲ τὸ περιεχόμενον, οὐκ ἂν εἴη τὸ ἓν περιέχον καὶ περιεχόμενον ὑφʼ ἑαυτοῦ· δέοι γὰρ ἄν που αὐτὸ δύο εἶναι, καὶ οὐχ ἕν· καὶ εἰ ἓν ἐν ἑαυτῷ, ἔστι τοῦτο οὗ τὸ μὲν περιέχει, τὸ δὲ περιέχεται. Δεῖ δὴ δυάδα εἶναι τοὐλάχιστον τὸ ἐν ἑαυτῷ ὄν· ἕτερον γὰρ τοῦ περιεχομένου τὸ περιέχον· ὅλον γάρ τι τὸ αὐτὸ κατὰ ταὐτὸν καὶ περιέχειν καὶ περιέχεσθαι ἀδύνατον. Ἡ μὲν οὖν ἀκολουθία τῶν λόγων τοιαύτη· δεῖ δὲ ἕκαστον ἀνασκέψασθαι τῶν λεγομένων. Πρῶτον οὖν θεωρήσομεν πῶς ἀδύνατον ὅλον ἅμα καὶ ποιεῖν ἄμφω καὶ πάσχειν· τοῦτο γὰρ ὡς κοινὸν καὶ ὡς πάντη διωμολογημένον παρέλαβε. Μήποτε οὖν τὸ αὐτοκίνητον ἡμῖν οὐκ ἔτι μένει τῆς ψυχῆς; οὐ γὰρ ἄλλο μέν τι τὸ κινοῦν ἐν τοῖς αὐτοκινήτοις, ἄλλο δὲ τὸ κινούμενον, ἀλλʼ ὅλον ἅμα κινοῦν τέ ἐστι καὶ κινούμενον, ὡς ἐν ἄλλοις ἡμῖν τοῦτο διὰ πολλῶν ἀποδέδεικται. Πῶς ταῦτα ἀληθῆ κἀκεῖνα, πειστέον καθʼ ὅσον δυνατόν. Τῶν τοίνυν ψυχικῶν δυνάμεων τὰς μὲν εἶναι φῶμεν γεννητικὰς, τὰς δὲ ἐπιστρεπτικὰς τῆς ψυχῆς αὐτῆς πρὸς ἑαυτήν — καὶ γὰρ ἐν τοῖς θεοῖς διαφορὰς τοιαύτας μεμαθήκαμεν εἶναι τῶν ἰδιοτήτων· καὶ τὰς μὲν γεννητικὰς ἀπʼ αὐτῆς ἀρχομένας τῆς ψυχῆς τὴν ἑαυτῆς παράγειν ζωὴν, καὶ μετὰ ταύτην, τὴν εἰς τὸ σῶμα προϊοῦσαν καὶ ἐν ὑποκειμένῳ γιγνομένην· τὰς δὲ ἐπιστρεπτικὰς συνελίσσειν τὴν ψυχὴν εἰς ἑαυτὴν κατά τινα κύκλον ζωτικὸν καὶ ἐπὶ τὸν νοῦν τὸν πρὸ τῆς ψυχῆς ἱδρυμένον. Ὡς γὰρ αἱ γεννητικαὶ διττὴν ἀποτίκτουσι ζωὴν τῆς ψυχῆς, τὴν μὲν μένουσαν, τὴν δὲ προελθοῦσαν ἐπὶ τάδε, οὕτως αἱ ἐπιστρεπτικαὶ διττὴν ποιοῦνται τὴν ἐπιστροφὴν, καὶ πρὸς ἑαυτὴν, καὶ πρὸς τὸν νοῦν τὸν ἐπέκεινα αὐτῆς. Αὗται οὖν εἰσιν αἱ γεννῶσαι δυνάμεις ἰδίως τὴν ὅλην ζωήν· μετέχει δὲ αὐτῶν πᾶσα ψυχὴ, διότι χωροῦσι διʼ ἀλλήλων αἱ δυνάμεις καὶ ἐνεργοῦσι μετʼ ἀλλήλων, ὅθεν δὴ λέγεται πᾶσα ψυχὴ γεννᾷν ἑαυτήν· ὅλη γὰρ διʼ ὅλης μετέχει τῶν γεννητικῶν δυνάμεων ἑαυτῆς, ὥσπερ ἐπιστρέφει πρὸς ἑαυτήν. Καὶ οὔτε τὸ γεννῶν ἀνεπίστροφον, οὔτε τὸ ἐπιστρέφον ἄγονον διὰ τὴν ἀλλήλων γίγνεται μετουσίαν, ὥστε ἀμφοτέρους ἂν εἴποις εἶναι τοὺς λόγους ἀληθεῖς, τόν τε αὐτὴν ἑαυτὴν τὴν ψυχὴν γεννᾷν ἀποφαινόμενον, καὶ τὸν νῦν λεγόμενον, ὡς οὐ δυνατὸν ὅλον ἅμα ποιεῖν καὶ πάσχειν· ἄλλη γὰρ ἡ γεννητικὴ δύναμις καὶ εἰς ἓν τὸ παράγον καὶ τὸ παραγόμενον, ἀλλὰ μετὰ τῆς ἑνώσεώς ἐστι καὶ ἑτερότητος, διʼ ἣν οὐκ ἔμεινε τὸ τοιοῦτον ἀπλήθυντον· ὅλον μὲν γὰρ ἔσται παραγόμενον, ἀλλʼ οὐ καθὸ παράγον, κατὰ τοῦτο καὶ παραγόμενον· τὸ γὰρ παράγον πρώτως τὸ γεννητικόν ἐστι τῆς ψυχῆς, ἐπειδή γε δυνατὸν μέρος μέν τι γεννᾷν, μέρος δὲ γεννᾶσθαι, καθάπερ ἐν τῷ κόσμῳ γεννᾷν μὲν τὸν οὐρανὸν λέγομεν καὶ δημιουργεῖν, γεννᾶσθαι δὲ τὰ ὑπὸ σελήνην· καὶ αὖ πάλιν μηδὲν μέρος, ἀλλʼ ὅλον γεννᾶσθαι καὶ γεννᾷν κατʼ ἄλλον καὶ ἄλλον χρόνον, καὶ πάλιν ὅλον ἐν τῷ αὐτῷ χρόνῳ ποιεῖν καὶ πάσχειν, ἀλλὰ ποιεῖν μὲν ἄλλο τι, πάσχειν δὲ αὖ ἄλλο τι καὶ οὐ ταὐτόν. Καὶ τί γὰρ εἰ θερμαῖνον ψύχοιτο καὶ λευκαῖνον μελαίνοιτο; Διὰ δὲ τοῦτο πάσας τὰς τοιαύτας ἐνστάσεις ἀναιρῶν ἀκριβῶς προσέθηκε τὸ ὅλον, τὸ ἅμα, τὸ ταὐτὸν, ἵνα μὴ ὡδὶ μὲν ποιῇ, πάσχῃ δὲ ὡδὶ, μηδὲ κατʼ ἄλλον καὶ ἄλλον χρόνον, μηδὲ ἕτερον καὶ ἕτερον. Οὕτω μὲν οὖν καὶ τὸ αὐτοκίνητον καὶ ἅπαν τὸ ἐν ἑαυτῷ ὂν ἀπέφηνε δυάδος μετέχον, καὶ οὐχ ἓν ἑαυτῷ, δῆλον ἀπὸ τούτων· οὐ γὰρ ἔνεστιν ἐν τῷ ἑνὶ δυὰς, πρῶτον ὅτι ἀνῄρηται πᾶν πλῆθος ἐκ τοῦ ἑνὸς, καὶ ἡ δυὰς δὲ πηγὴ καὶ αἰτία πλήθους ἐστὶ καὶ ἔχει πως ἐν ἑαυτῇ πᾶν τὸ πλῆθος· ἔπειθʼ ὅτι καὶ περιέχον ἐν ἑαυτῷ δεῖ καὶ περιεχόμενον εἶναι. Δέδεικται δὲ ὡς οὐδέν ἐστιν ἐν τῷ ἑνὶ τοιοῦτον· οὔτε γὰρ ὡς ὅλον μέρη περιέχειν δυνατὸν, οὔτε ὡς σχῆμά τι μετέχον τοῦ σχήματος, ὥστε μέρει μὲν περιέξει, μέρει δὲ περιέξεται. Προαποπέφαται δὲ τὸ μέρη ἔχειν τοῦ ἑνός· εἰ καὶ μὴ καθʼ ἑαυτὸ ἄρα προὐδέδεικτο τὸ δυάδος μετέχειν τὸ ἓν, ἀλλὰ τοῖς εἰρημένοις ἕπεται καὶ τοῦτο, διόπερ αὐτῷ κέχρηται καὶ νῦν ὁ Παρμενίδης. Τὰ μὲν οὖν ἄλλα μετρίως οἶμαι πεπεῖσθαι διὰ τῶν λεγομένων· ἐκεῖνο δὲ τὸ ἓν τούτοις ἄξιον ἐπισημήνασθαι δεικνύντος τοῦ Πλάτωνος, ὃ καὶ τῶν μετʼ αὐτόν τινες ἱκανῶς κατεσκεύασαν, ἄλλοι δὲ οὐ προσήκαντο, καίτοι τοῦ Πλάτωνος εἶναι βουλόμενοι μύσται καὶ περὶ αὐτὸν χορεύειν ἐφιέμενοι. Τὸ γὰρ πρῶτον οἱ μὲν αὐθυπόστατον λέγειν ἀξιοῦσιν, ὡς τῶν κινουμένων ἀρχὴν τὸ αὐτοκίνητον, οὕτω καὶ τῶν ὁπωσοῦν ὑφεστηκότων ἀρχὴν τὸ αὐθυπόστατον λέγοντες· πάντα γὰρ τὰ μετὰ τὸ πρῶτόν ἐστι καὶ ἐκ τοῦ πρώτου. Τοῦτο οὖν κυρίως αὐθυπόστατον τὸ πρῶτόν ἐστιν, ὡς ἐκ μηδέτινος ἑτέρου τὴν ὑπόστασιν ἔχον, δέον, ὥς φασιν, ἢ ὑφʼ ἑαυτοῦ πᾶν ὑφίστασθαι, ἢ ὑπʼ ἄλλου πάντως. Ἐπινεανιευόμενοι δέ τινες ἤδη καὶ αὐτοκίνητον αὐτὸ προσειρήκασιν, ἀπὸ τοῦ αὐθυποστάτου κατὰ τὸ συγγενὲς ἐπὶ τοῦτο μεταβάντες· καίτοι τοῦτο τὸ αὐτοκίνητον ἀνάγκη κινεῖσθαι καὶ μὴ εἶναι κυρίως ἓν, ἀλλὰ πλῆθος· καὶ τὸ αὐθυπόστατον ἀνάγκη διαιρετὸν εἶναι κατὰ τὸ κρεῖττόν τε καὶ χεῖρον· κρεῖττον γὰρ καθὸ ὑφίστησιν, ᾗ δὲ ὑφίσταται καταδεέστερον· τὸ δὲ ἓν ἀδιαίρετόν ἐστι πάντη καὶ ἀπλήθυντον· οὐ γὰρ ἡνωμένον ἐστὶ πλῆθος οὔτε διακεκριμένον· εἴτε γὰρ διακεκριμένον, ἐν πολλοῖς ἔσται οὐχ ἓν, εἴτε ἡνωμένον, ἄλλο ἔσται πρὸ αὐτοῦ τὸ ἑνοῦν· τὸ γὰρ ἡνωμένον πεπονθός ἐστι τὸ ἓν, ἀλλʼ οὐκ αὐτὸ ἓν, ὥς φησιν ὁ Ἐλεάτης ξένος. Εἰ τοίνυν τὸ αὐθυπόστατον ὁπωσοῦν διαιρετόν ἐστι, τὸ δὲ ἓν οὐ διαιρετὸν, οὐκ ἂν εἴη τὸ ἓν αὐθυπόστατον, ἀλλὰ καὶ τῶν αὐθυποστάτων ἁπάντων αἴτιον, τῷ πάντα σώζεσθαι διὰ τὸ ἓν, καὶ ὅσα παρʼ ἑαυτῶν, καὶ ὅσα παρʼ ἄλλων ὑφέστηκεν. Οἱ δὲ ἑπόμενοι τῷ Πλάτωνι κρεῖττον καὶ τούτου τὸ πρῶτον εἶναι διαρρήδην εἰρήκασι, κρεῖττον δὲ αὖ καὶ πατρικῆς αἰτίας ἁπάσης εἶναι καὶ γεννητικῆς, ἅτε δὴ καὶ δυνάμεως ἁπάσης ἐξῃρημένον· καίτοι γε τοῦ Πλάτωνος βοῶντος καὶ ἐκεῖνο αἴτιον εἶναι πάντων τῶν καλῶν, ἀλλʼ οὐχ οὕτως αἴτιον ὡς δυνάμει χρώμενον, διʼ ἧς τῶν πάντων ἐστὶ παρακτικόν. Καὶ γὰρ ἡ δύναμις δευτέρα τῶν οἰκείων δυνάμεων ὑφίστησιν ὅσα ὑφίστησι· τῶν δὲ μετὰ τὸ ἓν τὰ μὲν ἐγγυτάτω τοῦ ἑνὸς καὶ ἀρρήτως ἀπʼ ἐκείνου φανέντα καὶ κρυφίως πατρικὴν καὶ γεννητικὴν ἀξίαν ἔχειν πρὸς τὰ ὄντα πάντα, καὶ παράγειν ἄλλα ταῖς ἑαυτῶν δυνάμεσιν ἀφʼ ἑαυτῶν, καὶ ταύτῃ τοῦ ἑνὸς πλεονάσαι τῷ γεννᾷν τὰ αὐθυπόστατα τῶν ὄντων· τὰ δὲ ἤδη διακρινόμενα καὶ πληθυόμενα ἐν ἑαυτοῖς τὴν τῶν αὐθυποστάτων εἰληχέναι δύναμιν, ὑφιστάμενα μὲν καὶ ἀπὸ τῶν πρωτουργῶν αἰτιῶν, παραγόμενα δὲ καὶ ἀφʼ ἑαυτῶν· καὶ ταῦτα μὲν εἰς τὰς πατρικὰς αἰτίας ἀνηρτῆσθαι καὶ γεννητικὰς τῶν εἰδῶν, ἐκείνας δὲ εἰς τὸ ἓν τὸ κρεῖττον ἁπάσης τοιαύτης αἰτίας, ἀγνώστως τοῖς πᾶσιν ἐκφῆναν ἀφʼ ἑαυτοῦ τὰ ὄντα κατὰ τὰς τῶν ὄντων ἀρχάς. Εἰ δὴ ταῦτα οὕτως ἔχει, δῆλον ὅτι πᾶν μὲν τὸ ἑαυτοῦ ὑποστατικὸν καὶ ἄλλων ἐστὶ παρακτικόν· οὐ γάρ ἐστι τὰ αὐθυπόστατα τῶν ὄντων οὔτε πρῶτα οὔτε ἔσχατα· τὸ δὲ ἄλλων παρακτικὸν ἄνευ τοῦ αὐτὸ ἑαυτὸ παράγειν διττὸν, τὸ μὲν τῶν αὐθυποστάτων κρεῖττον, τὸ δὲ χεῖρον. Τὰ μὲν δὴ παράγοντα τοιαῦτα· τῶν δὲ παραγομένων ἀπʼ αἰτίας παρακτικῆς τὰ μὲν πρῶτα πρόεισι τὰ αὐθυπόστατα, παραγόμενα μὲν, αὐτογόνως δὲ ἀπὸ τῶν σφετέρων αἰτιῶν ὑφιστάμενα· δευτέρα δὲ τάξις, εἰς ἄλλην αἰτίαν ὑποστατικὴν ἀνηρτημένα, ἑαυτὰ δὲ παράγειν οὐ δυνάμενα καὶ ὑφʼ ἑαυτῶν παράγεσθαι· καὶ αὕτη τῶν ὄντων ἡ τάξις ἄνωθεν μέχρι τῶν τελευταίων ἔσχε τὴν πρόοδον. Καὶ γὰρ εἰ ἔστι τὸ ἄλλα γεννῶν, ἑαυτὸ δὲ μὴ γεννῶν, ἔσχατον, εἴ τι δὲ αὑτὸ γεννᾷ καὶ ἄλλα γεννᾷ, δεῖ δὴ καὶ πρὸ τῶν ἑαυτὰ γεννώντων εἶναι τὰ ἄλλων γεννητικά· τὰ γὰρ περιληπτικώτερα ἀρχικώτερα, καὶ εἰ ζητοῦμεν ποῦ τὸ αὐτὸ ἑαυτοῦ γεννητικὸν πρώτως, εἴποιμεν ὅπου ἐνέργεια πρῶτον ἐνέργεια δὲ πρῶτον ἐν τῷ ὄντι ὡς δύναμις ἐν τῇ πρὸ τοῦ ὄντος ἑνάδι, καὶ ὕπαρξις ἐν τῇ πρὸ ταύτης, ὡς τὸ πρώτιστον ὂν ἑαυτοῦ παρακτικὸν, καὶ τοῦτο μὲν οὐσιωδῶς, νοερῶς δὲ τὸ τρίτον ἀπὸ τούτου, ζωτικῶς δὲ τὸ μέσον ἀμφοῖν.

Οὐκ ἄρα ἔστι που τὸ ἓν, μήτε ἐν ἑαυτῷ μήτε ἐν ἄλλῳ ὄν; — Οὐκ ἔστιν.

Πάνυ γεωμετρικῶς ἐφʼ ἑκάστου τῶν θεωρημάτων πρώτην λέγει τὴν πρότασιν, ἔπειτα τὴν ἀπόδειξιν, καὶ τελευταῖον τὸ συμπέρασμα, διὰ μὲν οὖν τῆς προτάσεως τὴν ἀθρόαν καὶ μόνιμον ἐνέργειαν τοῦ νοῦ μιμούμενος, διὰ δὲ τῆς ἀποδείξεως τὴν πρόοδον τὴν εἰς τὸ πλῆθος τῶν νοήσεων ἑαυτὴν ἀνελίττουσαν, διὰ δὲ τοῦ συμπεράσματος τὴν κατὰ κύκλον ἐπὶ τὴν ἀρχὴν τοῦ νοῦ στροφὴν καὶ τὴν μίαν τελειότητα πάσης νοερᾶς ἐνεργείας. Τοῦτο οὖν καὶ ἐπὶ τῶν πρὸ τούτου θεωρημάτων ποιήσας, διαφερόντως ἐν τούτῳ ποιεῖ· καὶ γὰρ οἰκεῖον τῇ τάξει ταύτῃ τὸ καὶ ἑαυτῆς εἶναι, καὶ μένειν ἐν τοῖς πρὸ αὐτῆς· μιμεῖται οὖν διὰ μὲν τῆς λογικῆς διεξόδου τὸ ἐν ἑαυτῷ, διὰ δὲ τοῦ συμπεράσματος καὶ τῆς ἐπὶ τὴν ἀρχὴν ἀνακάμψεως τὸ ἐν ἄλλῳ.

Ὅρα δὴ, οὕτως ἔχον εἰ οἷόν τέ ἐστιν ἑστάναι ἢ κινεῖσθαι. — Τί γὰρ δὴ οὔ;

Καὶ ἐπʼ ἄλλο μὲν αὐτὸς πρόβλημα μετῆλθεν, ἀποφαίνων τὸ ἓν μήτε κινούμενον μήτε ἑστὼς, ὃ δὴ ὁ Παρμενίδης κατέφαινεν ἐν τοῖς ἑαυτοῦ ποιήμασιν εἰκότως, ἅτε περὶ τοῦ ἑνὸς ὄντος ἐν ἐκείνοις φιλοσοφῶν, ὥσπερ καὶ οὗτος ἐν τῇ δευτέρᾳ ὑποθέσει ταῦτα καταφήσει. Λέγει γοῦν ἐκεῖνος ποτὲ μὲν Οὐλομελές τε καὶ ἀτρεμὲς ἤδʼ ἀγένητον· καὶ πάλιν, Αὐτὰρ ἀκίνητον μεγάλων ἐν πείρασι δεσμῶν· καὶ πάλιν, Ταὐτὸν δʼ ἐν ταὐτῷ μίμνει, καθʼ ἑαυτό τε κεῖται. καὶ πάλιν, Οὕτως ἔμπεδον αὖθι μένει· ποτὲ δὲ, Ταὐτὸν δʼ ἐστὶν ἐκεῖ νοέειν τε καὶ εἶναι· καὶ πάλιν, Οὐ γὰρ ἄνευ τοῦ ἔοντος, ἐφʼ ᾧ πεφατισμένον ἐστὶν, Εὑρήσεις τὸ νοεῖν .... Λεῦσσε δʼ ὅμως ἀπέοντα νόῳ παρεόντα βεβαίως.

Διὰ μὲν οὖν τούτων νοεῖν ἐν τῷ ὄντι θέμενος, δῆλός ἐστι κίνησιν αὐτῷ τινα τὴν νοητικὴν δήπου συγχωρῶν ὑπάρχειν, ἣν καὶ Πλάτων οἶδεν· αὐτὸς γάρ ἐστιν ὁ λέγων ὅτι νοῦν ἄνευ κινήσεως οὐδὲ ἐπινοῆσαι δυνατόν· ὥστε εἰ ἔστιν ἐν τῷ ἑνὶ ὄντι νόησις, κατὰ Παρμενίδην, ἔστι καὶ ἡ κίνησις, ἐπεὶ καὶ ζωὴ πάντως ἅμα τῷ νοεῖν ἐστι· πᾶν δὲ τὸ ζῶν κινεῖται κατʼ αὐτὸ τὸ ζῇν. Διὰ δὲ τῶν προτέρων ἀκίνητον δήπου φησὶν εἶναι τὸ ἓν ὂν, ἀτρεμὲς αὐτὸ καὶ μένον καλῶν καὶ αὐτόθεν ἀκίνητον. Οὕτω δὲ καὶ ὁ Πλάτων, ὅπου νοῦς, οὐ κίνησιν μόνην εἶναί φησιν, ἀλλὰ καὶ στάσιν ἤδη. Καὶ περὶ μὲν τὸ ἓν ὂν ἑκατέρος ἀποτίθεται ταῦτα, καθάπερ καὶ διὰ τῆς δευτέρας ἔσται δῆλον ὑποθέσεως, καὶ οὐκ ἂν ἐλέγχοιτο διὰ τῶν ἀποφάσεων τούτων ὁ Παρμενίδης, ἀλλὰ προσθήκην δέχοιτο φιλοσοφίας ἄλλης τῆς περὶ τὸ ὡς ἀληθῶς ἓν διατριβούσης. Τοῦτο μὲν οὖν ὑπομέμνησται καὶ διὰ τῶν προτέρων λόγων· νυνὶ δὲ κατὰ τὴν ἡμετέραν θεωρίαν ῥητέον ὅτι, τῶν νοερῶν τάξεων τριχῇ διῃρημένων, καὶ αὐτῶν τὴν μὲν ἐν αὑτῷ καὶ ἐν ἄλλῳ διὰ τῶν ἔμπροσθεν ἀποφήσας, ἔδειξε τὸ ἓν ὑπὲρ τὴν ἀκρότητα τὴν νοεράν· τὸ δὲ κινεῖσθαι καὶ ἑστάναι διὰ τούτων ἀποφάσκων, μεταβέβηκεν ἐπʼ ἄλλην τάξιν ἀπὸ τῆς νοερᾶς μονάδος ἐπὶ τὴν ζωογόνον, καὶ ταύτης τὸ ἓν ἐξῃρημένον ἀποφαίνων. Δεῖ τοίνυν, ἰδόντας ἡμᾶς τὰ ἰδιώματα καὶ ταύτης τῆς τάξεως, δεῖξαι τὸ ἓν κρεῖττον τῶν τοιούτων ἰδιοτήτων. Ἔστι δὴ οὖν τῆς ζωογόνου ταύτης θεότητος ἐξαίρετα κίνησις καὶ στάσις, ἡ μὲν τὰς πηγὰς ἐκφαίνουσα τῆς ζωῆς, ἡ δὲ ἑδράζουσα αὐτὴν σταθερῶς ἐξῃρημένην τῶν οἰκείων ὀχετῶν. Ἐὰν τοίνυν ἐπιδείξωμεν τὸ ἓν ἁπάσης μὲν στάσεως, ἁπάσης δὲ κινήσεως ὑπεριδρυμένον, ἔχοιμεν ἂν ἐντεῦθεν ὅπως καὶ πάσης ἐκβέβηκε τῆς τοιαύτης σειρᾶς. Ἀλλὰ ταῦτα μὲν εἰσαῦθις· ὅτι δὲ οὐ δεῖ τὰς φυσικὰς μόνον κινήσεις ἀφαιρεῖν τοῦ ἑνὸς, αὐτὸς δηλοῖ λέγων, κατὰ πᾶσαν τοίνυν κίνησιν τὸ ἓν ἀκίνητον. Εἰ δὲ πᾶσα ἐνέργεια κατʼ αὐτὸν κίνησις, καὶ πρὸ ἐνεργείας τὸ ἓν, ὥστε καὶ πρὸ δυνάμεως, ἵνα μὴ δύναμιν ἀτελῆ ἔχῃ καὶ ἀνενέργητον· καὶ ταῦτα ἀναγκαίως. Δεῖ γὰρ πάντα τὰ ἀπὸ τοῦ ἑνὸς ἔχειν ἃ καὶ τὸ ἓν, ὡς καὶ τὰ ἀπὸ τοῦ ὄντος ἃ καὶ τὸ ὄν. Ἀλλὰ μὴν ὕλη ἀνενέργητος· τὸ γὰρ ἐνεργοῦν εἰς ἑαυτὸ ἐνεργεῖ ἢ εἰς ἄλλο· καὶ ἡ ὕλη ἓν οὖσα ἀπὸ τοῦ ἑνός ἐστιν· οὐκ ἄρα ἐνέργειαν ἐν τῷ ἑνὶ θετέον, ὥστε οὔτε δύναμιν, ἀλλʼ αὐτὸ τοῦτο τὸ ἓν μόνον. Διὰ τί δὲ προέθηκε τὴν κίνησιν καὶ τὴν στάσιν ταὐτοῦ καὶ ἑτέρου, ῥηθήσεται μὲν καὶ αὖθις ἄλλο αἴτιον ἀπὸ τῆς λογικῆς ἀκολουθίας. Λεγέσθω δὲ καὶ νῦν ἀπὸ τῶν πραγμάτων ὅτι κίνησις καὶ στάσις ἐν ταῖς οὐσίαις ὁρῶνται τῶν ὄντων καὶ ἐν ταῖς ἐνεργείαις· κίνησις γὰρ οὐσιώδης ἡ πρόοδος, καὶ στάσις ἡ ἐν τοῖς αἰτίοις ἵδρυσις· μένον γὰρ δὴ πρόεισι τὸ ἓν ἅπαν, καὶ, ὡς αἰτίαι οὐσιώδεις, πρὸ ταυτότητός ἐστι καὶ ἑτερότητος· ταυτοῦται γὰρ καὶ ἑτεροιοῦται προελθόντα τὰ ὄντα ἀπὸ τῶν αἰτιῶν μετὰ τοῦ μένειν ἐν αὐταῖς, ἑτεροιούμενα μὲν τῷ προελθεῖν ὅλως, ταυτούμενα δὲ τῷ ἐπιστρέψαι πρὸς τὸ μεῖναν, καὶ διὰ ταῦτα ἡ κίνησις καὶ ἡ στάσις προτάττονταί ποτε ταυτότητος καὶ ἑτερότητος, ὡς πρὸ ἐκείνων ἀρχόμεναι. Διὸ καὶ ἐν Σοφιστῇ μετὰ τὸ ὂν τάττει κίνησιν καὶ στάσιν, εἶτα ταὐτὸν καὶ ἕτερον· καὶ γὰρ τὸ μὲν ὂν μοναδικόν ἐστιν, οὐκ ἔχον ἀντίθεσιν· ἡ δὲ κίνησις δυαδικὴ, ποθὲν γάρ ποι πᾶσα πρόοδος· ἡ δὲ στάσις τριαδικὸν, ἀνακάμψασα καὶ ἱδρύσασα μετὰ τὸ προελθεῖν· ἡ δὲ ταυτότης τετραδικὸν, ταυτομήκης γὰρ ἡ πρώτη τῶν ἀριθμῶν ἡ τετράς· ἡ δὲ ἑτερότης πενταδικὸν, διίστησι γὰρ καὶ αὕτη τὸ ἄρτιον καὶ περιττὸν ἀκρατῶς. Ταῦτα μὲν οὖν ἀπὸ τῆς τῶν πραγμάτων θεωρίας· ἡ δὲ ἀνάγκη τῆς ἀκολουθίας τῶν προβλημάτων ἐν τοῖς προκειμένοις μικρὸν ὕστερον καταφανὴς ἔσται.

Ὅτι κινούμενόν γε ἢ φέροιτο ἢ ἀλλοιοῖτο ἄν· αὗται γὰρ μόναι κινήσεις.

Ναί.

Ἐπειδὴ ζητοῦμεν εἴτε κινεῖται τὸ ἓν εἴτε μὴ, τοῦτο γὰρ πρότερον σκεπτέον, διειλόμεθα τὰς κινήσεις πάσας· ἀλλὰ ταύτας διειλόμεθα μὲν καὶ ἐν Νόμοις κατὰ τὴν παντελῆ τῆς δεκάδος διαίρεσιν, ὀκτὼ μὲν τὰς παθητικὰς εἰπόντες, μίαν δὲ τὴν ἐνεργητικὴν μὲν, ἀλλὰ ἄλλου δεομένην τοῦ κινοῦντος καὶ ἄλλου τοῦ κινουμένου καὶ ἐξ ἀμφοτέρων μίαν ἀποτελουμένην, λοιπὴν δὲ τὴν ἐνεργητικήν τε καὶ ἀφʼ ἑαυτῆς ἀρχομένην καὶ ἓν τὸ κινούμενον ἔχουσαν καὶ κινοῦν, οἵαν τὴν αὐτοκίνητον λέγειν εἴωθε. Νυνὶ δὲ ἄλλον τρόπον συνοπτικώτερον διελεῖν προσῆκεν, ἵνα μὴ φυσιολογοῦντες ἐν τοῖς περὶ τῶν θείων λόγοις διατρίψωμεν. Πῶς οὖν ἂν πάσας συντόμως περιλάβωμεν ἢ εἰς δύο τεμόντες αὐτάς; ὅτι γὰρ δὴ τὰς προκειμένας κινήσεις μὴ μόνον ἡγεῖσθαι σωματικὰς, ἀλλὰ καὶ τῶν ἀσωμάτων κινήσεων πασῶν περιληπτικὰς, δῆλον ἐποίησεν αὐτὸς εἰπὼν, αὗται γὰρ μόναι κινήσεις. Εἴτε οὖν ψυχῶν εἶεν κινήσεις, εἴτε νοεραὶ, δεῖ λαβεῖν ὅπως ὑπὸ ταύτας ἀναχθήσονται, τὴν φορὰν καὶ τὴν ἀλλοίωσιν. Καὶ δῆλον ὅτι καὶ πᾶν τὸ ζωογονικὸν τῶν θεῶν γένος τῶν τοιούτων ἔσται κινήσεων πασῶν, εἴπερ πᾶσα ζωὴ κίνησις, κατὰ τὴν τοῦ Πλάτωνος ψῆφον, καὶ πᾶσα κίνησις ὑπὸ ταύτας ἀνάγεται τὰς κινήσεις, ὡς ὁ παρὼν διατείνεται λόγος. Ὁρῶμεν δὴ οὖν ἅπαν τὸ κινούμενον· γινέσθω δὲ πρῶτον ἡμῖν ἐπὶ τῶν σωμάτων ὁ λόγος, ἢ τῶν ἐν αὑτῷ τι μεταβάλλον ἢ τῶν ἔξωθεν. Τὸ μὲν γὰρ τόπον ἐκ τόπου μεταβάλλον τῶν ἔξωθέν τινος ὑπομένει μεταβολήν· τὸ δὲ γιγνόμενον ἢ φθειρόμενον ἢ αὐξόμενον ἢ μειούμενον ἢ συγκρινόμενον ἢ διακρινόμενον, τῶν ἐν αὐτῷ τινος μεταβάλλοντος, γίγνεσθαι λέγεταί που καὶ φθείρεσθαι καὶ τὰ ἄλλα πάσχειν. Τὸ μὲν οὖν κατὰ τὸ ἔξωθεν μεταβάλλον φέρεσθαι λέγεται· τοπικὴ γὰρ ἡ τοιαύτη κίνησις, ὁ γὰρ τόπος ἔξω τῶν σωμάτων ἐστί· τὸ δὲ κατά τι τῶν ἐν ἑαυτῷ κινούμενον ἀλλοιοῦσθαι λέγεται πᾶν, εἴτε γένεσιν εἴτε φθορὰν εἴτε αὔξησιν εἴτε μείωσιν εἴτε σύγκρισιν εἴτε διάκρισιν ὑπομένει. Κατὰ τόπον μὲν γὰρ κινούμενον οὐδὲν ἀλλοῖον γίνεται· καὶ δὴ καὶ τοῖς θείοις σώμασιν ἡ τοιαύτη κίνησις ὑπάρχει κατʼ οὐσίαν ἔχουσι τὸ ἀναλλοίωτον· ἐπεὶ γὰρ ἔδει κινητὰ μὲν εἶναι καὶ ἐκεῖνα, διότι τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον ἀεὶ τοῖς πάντων θειοτάτοις προσήκει μόνοις, σώματος δὲ φύσις οὐ ταύτης τῆς τάξεως, ὡς ἐν Πολιτικῷ μεμαθήκαμεν, πρώτιστα δὲ ὄντα τῶν ὁρατῶν ἀΐδιον ἔχει τὴν ὑπόστασιν. Τὰ γὰρ ἐν ἑκάστῃ τάξει πρώτιστα μορφὴν ἔχει τῶν πρὸ αὐτῶν, καὶ κινεῖται μὲν, κατὰ δὲ τὴν κίνησιν μόνην ταύτην ἥτις φυλάττει τὴν οὐσίαν τῶν κινουμένων ἀνεξάλλακτον. Τὸ μὲν δὴ κατὰ τόπον κινούμενον τοιοῦτον, κατὰ δέ τι τῶν ἐν ἑαυτῷ μεταβάλλον ἀλλοῖον γίγνεται. Τὸ γὰρ τοιόνδε μάλιστα προσήκει τοῖς ἐνύλοις εἴδεσιν, ὡς καὶ ὁ Τίμαιος ἀνεδίδαξεν, ὥστε καὶ τὸ ἀλλοῖον οἰκεῖόν ἐστι ταῖς τούτων μεταβολαῖς, εἰσιόντων τε καὶ ἐξιόντων τῶν εἰδῶν. Ἀλλʼ αἱ μὲν σωματικαὶ κινήσεις οὕτω· διὰ δὲ τῆς φορᾶς περιλαμβάνονται πᾶσαι καὶ τῆς ἀλλοιώσεως, εἰς ἃς καὶ ὁ ἐν Θεαιτήτῳ Σωκράτης μόνας ὁρῶν, ἅτε πρὸς Ἡράκλειτον ἀγωνιζόμενος, ταύτην πεποίηται κἀκεῖ τῶν κινήσεων τὴν τομήν. Ἐπὶ δὲ τὰς ψυχὰς ἀναβάντες ὁρῶμεν ὅτι καὶ ἐν ταύταις μὲν ἄλλως τὴν τοπικὴν ἂν εἴποις μεταβολὴν, ἄλλως δὲ τὴν ἀλλοιωτικήν. Καθόσον μὲν γὰρ ἄλλοτε ἄλλοις εἴδεσιν ἐπιβάλλουσι, διὰ τῆς ἐπαφῆς τῶν ποικίλων εἰδῶν ἐξομοιούμεναι τοῖς ἑαυτῶν νοητοῖς, καὶ αὗται πολυειδεῖς πως ἀναφαίνονται, μετέχουσαι ταῖς ἐνεργείαις τῶν νοουμένων ἀεὶ ἄλλων καὶ ἄλλων ὄντων καὶ συνδιατιθέμεναι αὐτοῖς, κατὰ τοσοῦτον, οἶμαι, καὶ ἐν ταύταις ἐστὶν ἡ ἀλλοίωσις· καθόσον δὲ αὖ περὶ τὸν νοητὸν τόπον ἐνεργοῦσι, καὶ πᾶν τὸ πλάτος τῶν εἰδῶν διεξοδεύουσιν ἔξω τε αὐτῶν ὂν καὶ περιέχον αὐτὰς ἁπανταχόθεν, κατὰ τοσοῦτον πάλιν τοπικὴν ποιοῦνται τὴν κίνησιν, καὶ τοῦ Πλάτωνος ἐν Φαίδρῳ τὸν νοητὸν τόπον εἰδότος καὶ περίοδον καλοῦντος ἐκεῖ τὴν περὶ αὐτῶν ψυχῶν ἐνέργειαν καὶ περιφορὰν, ὥστε καὶ ἀλλοιοῦνται καὶ κατὰ τόπον κινοῦνται. Καὶ κατὰ μὲν τὸ ζωτικὸν ἀλλοιούμεναι — τοῦτο γὰρ τὸ συνδιατιθέμενον τοῖς θεάμασι καὶ ἐξομοιούμενον —, κατὰ δὲ τὸ γνωστικὸν μεταβαίνουσαι τοπικῶς ἀπʼ ἄλλων εἰς ἄλλα νοητὰ καὶ περιιοῦσαι ταῖς νοήσεσι καὶ ἀπὸ τῶν αὐτῶν εἰς τὰ αὐτὰ ἀνακάμπτουσαι, μᾶλλον δὲ τῆς ἀλλοιώσεως καὶ τῆς κατὰ τόπον μεταβολῆς τὰς αἰτίας ἐν ἑαυταῖς προειλήφασιν. Εἰ δὲ καὶ αὐτὸν θεωρήσειας τὸν πολυύμνητον νοῦν, εὑρήσεις καὶ ἐν τούτῳ τῆς τε ἀλλοιώσεως τὰ παραδείγματα νοερῶς καὶ τῆς κατὰ τόπον κινήσεως· τῷ μὲν γὰρ μετέχειν τῆς τοῦ νοουμένου φύσεως ἐν τῷ νοεῖν καὶ γίγνεσθαι νοητόν τι καὶ αὐτὸς νοήσας ἀλλοῖος γίνεται καὶ περὶ τὴν ἰδιότητα τὴν νοεράν· αἱ γὰρ μεθέξεις διδόναι τι παντελῶς λέγονται τῷ μετέχοντι τῆς αὐτῶν φύσεως ἀλλοιώτερον, μετέχει δὲ τοῦ νοητοῦ ὁ νοῦς, ἀλλʼ οὐκ ἔμπαλιν· τῷ δὲ ἐν τῷ αὐτῷ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως νοεῖν, καὶ οἷον περὶ κέντρον αὐτοῦ τὸ νοητὸν ὑπάρχον ἐνεργεῖν, τῆς ἐνταῦθα περιφορᾶς τὸ παράδειγμα προείληφεν· οὕτω καὶ ἐν Νόμοις αὐτοῦ τὴν τοῦ νοῦ κίνησιν εἰκάσαντος σφαίρης ἐντόρνου κινήσει, διὰ τὸ τὰ αὐτὰ καὶ ὡσαύτως καὶ περὶ αὐτὰ κινεῖσθαι καὶ τὸν νοῦν, ὥσπερ καὶ τὴν σφαῖραν. Ἔστι γὰρ ἐν νῷ χορεία, φασὶ, καὶ διέξοδος, ἀλλʼ οὐχ ὡς ἐν ψυχαῖς, ἄλλη τοῦ κεχορευκέναι τε καὶ διεξωδευκέναι κατὰ τὴν μίαν καὶ ἁπλῆν καὶ ἀθρόαν ἐνέργειαν τοῦ νοῦ. Πανταχοῦ ἄρα τὰς κινήσεις εὕρομεν ἀλλοιώσεις οὔσας καὶ φορὰς, νοερῶς ἐν τῷ νῷ, ψυχικῶς δὲ ἐν τῇ ψυχῇ, σωματικῶς δὲ καὶ μεριστῶς ἐν τοῖς αἰσθητοῖς, ὥστε οὐ δεῖ θαυμάζειν ἐὰν αὗται μόναι κινήσεις· πᾶσαι γὰρ διὰ τούτων προελήφθησαν. Οὐδὲ δεῖ λέγειν ὅτι τὴν αὐτοκίνητον ἀφῆκε, διότι καὶ τὸ ἓν αὐτοκίνητον· σαφῶς γὰρ αὐτὸς ἐν τοῖς ἑξῆς ἐρεῖ κατὰ πᾶσαν κίνησιν ἀκίνητον εἶναι τὸ ἕν· καὶ γὰρ γελοῖον αὐτοκίνητον φάναι τὸ ἓν, εἴπερ τὸ μὲν ἓν πολλὰ εἶναι ἀδύνατον καὶ μέρη ἔχειν καὶ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ εἶναι, τὸ δὲ αὐτοκίνητον κινοῦν ἐστι καὶ κινούμενον, καὶ ἕτερον μὲν πανταχοῦ κινεῖν, ἕτερον δὲ τὸ κινεῖσθαι· διὸ καὶ οὐχ ἁπλῶς ἓν τὸ τοιοῦτον, ἀλλὰ πεπονθὸς καὶ αὐτὸ τὸ ἓν καὶ μετὰ τῆς ἑνώσεως πληθυόμενον. Ἀλλὰ καὶ ἐν Θεαιτήτῳ διελὼν οὕτως ὁ Σωκράτης τὰς κινήσεις, καὶ ἐν τούτῳ ὁ Παρμενίδης οὐδὲ μίαν ἀφίησιν ἔξω κίνησιν ἄλλην, ὅπου μὲν τῶν σωματικῶν, ὅπου δὲ τῶν πασῶν, ἀλλὰ διὰ τῆς δυάδος ταύτης ἐνταῦθα τὴν δεκάδα παραλαμβάνει τῶν ἐν Νόμοις κινήσεων.

Ἀλλοιούμενον δὲ τὸ ἓν ἑαυτοῦ ἀδύνατόν που ἓν ἔτι εἶναι; — Ἀδύνατον — Οὐκ ἄρα κατʼ ἀλλοίωσίν γε κινεῖται. — Οὐ φαίνεται.

Ἐζήτει πρῶτον εἰ κινεῖται τὸ ἔν· τοῦτο δὲ ζητῶν διαιρεῖ τὰς κινήσεις εἰς ἀλλοίωσιν καὶ φορὰν, καὶ δείξας ὡς οὔτε ἀλλοιοῦται τὸ ἓν οὔτε φέρεται, συλλογίζεται λοιπὸν ὡς οὐδὲ κινεῖται, τοῦτον τὸν τρόπον· τὸ ἓν οὔτε ἀλλοιοῦται οὔτε φέρεται, πᾶν τὸ κινούμενον ἀλλοιοῦται ἢ φέρεται, τὸ ἓν ἄρα οὐ κινεῖται. Πόθεν οὖν πρῶτον ὅτι οὐκ ἀλλοιοῦται δείξομεν τὸ ἕν; Εἰ δὴ ἀλλοιοῦται, πλῆθος ἂν ἔχοι· κἄν τε γὰρ ἀφʼ ἑαυτοῦ μεταβάλῃ, πάντως εἰς πλῆθος μεταβαλεῖ, καθάπερ δὴ τὸ ὂν εἰς τὸ μὴ ὄν· κἄν τε αὐτὸ μὲν μένῃ, μεταβάλῃ δέ τι αὐτοῦ, πάντως οὐχ ἓν ἔσται, ἀλλὰ πλῆθος· ἔσται γὰρ αὐτό τε τὸ ὑποκείμενον, αὐτό τε τὸ μεταβάλλον· δέδεικται δὲ ὅτι τὸ ἓν οὐδαμῶς μετέχει πλήθους. Καὶ ψυχὴ τοίνυν ἀλλοιουμένη ταῖς περὶ τὰ ὄντα κινήσεσιν ἀναγκαίως οὖσα φαίνεται πλῆθος, ἄλλοτε ἄλλοις ἐξομοιοῦσα τῶν ὄντων ἑαυτὴν καὶ ἀναματτομένη τὴν πρὸς ἕκαστα αὑτὴν συνάπτουσαν ἰδιότητα ζωτικὴν, καὶ νοῦς ὡσαύτως ἐφιέμενος τοῦ νοητοῦ καὶ μετέχων αὐτοῦ μετὰ τοῦ μένειν νοῦς πληθύεται, τοσαῦτα γιγνόμενος καὶ ὣν ὅσα τὸ νοητὸν πλῆθος· ὥστε καὶ τὸ ἓν, εἴπερ ἀλλοιοῖτο μένον ἓν, ὡς ἐκείνων τὸ μὲν ψυχὴ, τὸ δὲ νοῦς, μετέχον ἀλλοίου τινὸς παρὰ τὸ ἓν οὐκέτʼ ἂν εἴη ἓν μόνον· ἀλλʼ ἡ μὲν γίγνεται νοερὰ διὰ τὸ μετασχεῖν τῆς τοῦ νοῦ φύσεως, ὁ δὲ νοητὸς διὰ τὸ μηκέτι νοῦς εἶναι μόνον ἑαυτὸν νοῶν, ἀλλὰ καὶ νοητὸς ἀφʼ ἑαυτοῦ νοηθείς. Οὕτως οὖν εἰ καὶ τὸ ἓν ἀλλοιοῖτο, οὐκέτʼ ἂν εἴη μόνον ἕν· ὃ γάρ τι προσέλαβεν, ἄλλο τι παρὰ τὸ ἓν ὑπάρχον οὐκέτι τὴν τοῦ ἑνὸς ἐᾷ μένειν ἑνότητα. Πολλῷ δὲ αὖ μᾶλλον, εἰ καὶ αὐτὸ τὸ ἓν ἀφʼ αὑτοῦ μετέβαλλεν, ἐγίγνετʼ ἂν οὐχ ἕν· καὶ γὰρ πᾶν τὸ ἀλλοιούμενον εἰς ὃ μή ἐστι μεταβάλλειν ἀναγκαῖον. Οὐκ ἄρα ἀλλοιοῦται τὸ ἕν· ἢ γὰρ μεταβαλεῖ καὶ αὐτὸ τὸ ἓν, ἢ μένον πάλιν οὐκ ἔσται ἓν, ἀλλὰ πολλὰ τὸ μὲν ἑαυτοῦ μεταβάλλον, τὸ δὲ ὑπομένον. Ἀλλὰ τοῦτο μὲν οὐδὲ ἐξήτασεν ὁ Πλάτων ὡς ἤδη διαβεβλημένον ἀπὸ τοῦ μήτε μέρη μήτε πλῆθος ἔχειν τὸ ἕν· ἐκεῖνο δὲ μόνον ὑπέμνησεν ὅτι οὐδὲ αὐτὸ ἀλλοιωθήσεται τὸ ἓν, ἵνα μὴ ἀπολέσῃ τὸ ἕν.

Ἀλλʼ ἆρα τῷ φέρεσθαι; — Ἴσως. — Καὶ μὴν εἰ φέροιτο τὸ ἓν, ἤτοι ἐν τῷ αὐτῷ ἂν περιφέροιτο κύκλῳ, ἢ μεταλλάττοι χώραν ἑτέραν ἐξ ἑτέρας. — Ἀνάγκη.

Μεταβέβηκεν ἐπὶ θάτερον τῆς κινήσεως εἶδος, τὸ τῆς φορᾶς· καὶ δείκνυσιν ὡς οὐδὲ κατὰ τοῦτο κινεῖται τὸ ἓν, διελόμενος πρῶτον τὴν φορὰν εἴς τε τὴν περὶ τὸν αὐτὸν τόπον κίνησιν καὶ εἰς τὴν ἀπʼ ἄλλης ἐπʼ ἄλλην χῶραν μεταβολήν· πᾶν γὰρ τὸ κατὰ τόπον κινούμενον, ἢ τὸν αὐτὸν φυλάττει τόπον, ὅλον μὲν ἀμετάστατον μένον, τοῖς δὲ μορίοις μόνοις κινούμενον, ἢ καὶ τῷ ὅλῳ κινεῖται καὶ τοῖς μορίοις, ἐν ἄλλῳ καὶ ἄλλῳ τόπῳ γιγνόμενον. Τέτταρα γὰρ ταῦτά ἐστι, τὸ τῷ ὅλῳ κινεῖσθαι καὶ τοῖς μορίοις ἐν ἄλλῳ καὶ ἄλλῳ τόπῳ γιγνόμενον, τὸ μήτε τῷ ὅλῳ μήτε τοῖς μορίοις, τὸ τῷ ὅλῳ μὲν, μὴ τοῖς μορίοις δὲ, τὸ τοῖς μορίοις μὲν, μὴ τῷ ὅλῳ δέ. Τούτων δὲ τῶν τεττάρων τὸ μὲν ὅλον κινεῖσθαι, τῶν μορίων μενόντων, ἀδύνατον· ἅμα γὰρ τῷ ὅλῳ κινεῖται καὶ τὰ μέρη, ἐξ ὧν τὸ ὅλον· τὸ δὲ μήτε τὸ ὅλον μήτε τὰ μόρια κινεῖσθαι τοῖς ἑστῶσιν ὑπάρχει. Λείπεται δὴ οὖν ἢ τὸ ὅλον μὴ κινεῖσθαι, τῶν μορίων κινουμένων, ἢ καὶ τὸ ὅλον καὶ τὰ μέρη κινεῖσθαι. Ἀλλὰ τὸ μὲν πρῶτον ποιεῖ σφαιρικὴν ἢ κυλινδρικὴν κίνησιν, ὅταν ταῦτα κινῆται περὶ τοὺς ἑαυτῶν ἄξονας· τὸ δὲ δεύτερον τὴν ἀπʼ ἄλλης χώρας εἰς ἄλλην μετάστασιν, ὅταν καὶ ὅλον ἀμεῖβον τὸν ἑαυτοῦ τρόπον ἄλλον καὶ ἄλλον καταλαμβάνῃ τόπον. Ὅτι μὲν οὖν εἰς ταῦτα γίγνεσθαι τὴν διαίρεσιν τῆς διαφορᾶς ἀναγκαῖον, ἀπὸ τούτων δῆλον. Ὁρῶμεν δὲ, οὐ μόνον ἐν τοῖς αἰσθητοῖς τὰς δύο ταύτας κινήσεις, περὶ μὲν οὖν τὸν οὐρανὸν τὴν κύκλῳ, περὶ δὲ τοὺς ὑπὸ τὴν σελήνην τὴν καθʼ ὅλα μετάστασιν, ἀλλὰ καὶ ἐν τοῖς ἐπέκεινα τούτων, τῆς μὲν μερικῆς ψυχῆς, διὰ τῆς ἄνω τε καὶ κάτω φορᾶς καὶ τῆς κατὰ μῆκος μεταβατικῆς ἐνεργείας, παράδειγμα φερούσης τῶν καθʼ ὅλα κινήσεων, τοῦ δὲ νοῦ διὰ τῆς εἰς τὸ νοητὸν ἀμεταβάτου στροφῆς τὴν κυκλικὴν κίνησιν κραταιὰν προειληφότος, καὶ οὐ τοῦ νοῦ μόνον, ἀλλὰ καὶ πάσης θείας ψυχῆς διὰ τῆς περὶ τὸν νοῦν χορείας προσλαβούσης τὴν ἀσώματον κυκλοφορίαν. Ὅθεν εἴπομεν ἤδη ὡς καὶ ὁ Ἀθηναῖος ξένος ἐν Νόμοις σφαίρας ἐντόρνου μιμήματι τὴν ἐνέργειαν ἀπείκασε τοῦ νοῦ. Καὶ μέντοι καὶ αὐτὸς ὁ Παρμενίδης, σφαῖραν ἀποκαλῶν τὸ ὂν καὶ νοεῖν αὐτὸ λέγων, δηλονότι καὶ τὴν νόησιν αὐτοῦ κίνησιν προσερεῖ σφαιρικήν. Ὁ δὲ δὴ Τίμαιος εἰς κύκλους κατακάμψας τὴν κατὰ μῆκος πρόοδον τῆς ψυχῆς, καὶ τὸν μὲν ἔσω, τὸν δὲ ἔξω τοῖν κύκλοιν ποιήσας, ἀμφοτέρους κατὰ τὴν δημιουργικὴν αἰτίαν, ἀμφοτέρους κατὰ τὴν δημιουργικὴν πρόοδον πρὸ τῶν σωμάτων, καὶ τῶν θεολόγων εἰδότων τὴν ἀσώματον κυκλοφορίαν, ὅταν ὁ μὲν Ἑλλήνων λέγῃ θεολόγος περὶ τοῦ πρώτου καὶ κρυφίου θεοῦ τοῦ πρὸ τοῦ Φάνητος ὃ δʼ ἀπειρέσιον κατὰ κύκλον Ἀτρύτως ἐφορεῖτο. Τὰ δὲ Λόγια πάσας πηγὰς ἀποφαίνεται καὶ ἀρχὰς δινεῖν ἀεί τε μένειν ἀόκνῳ στροφάλιγγι. Παντὸς γὰρ τοῦ κύκλῳ στρεφομένου συμμιγῆ τῇ κινήσει τὴν μονὴν ἔχοντος, εἰκότως εἴρηται καὶ ἀεὶ μένειν ἐν τῷ περιστρέφεσθαι, τοῦ ἀόκνου τὴν ἀϋλίαν σημαίνοντος. Ἔχομεν ἄρα καὶ τὰς τῶν ἀσωμάτων κινήσεις ἐν τῇ διαιρέσει ταύτῃ περιεχομένας, καὶ οὕτως ἀκίνητον δείκνυται τὸ ἓν, ὡς πάσης ὑπεριδρυμένον κινήσεως, ἀλλʼ οὐχ ὡς πῆ μὲν ἀκίνητον, πῆ δὲ κινούμενον ὑπάρχον.

Οὐκοῦν κύκλῳ μὲν περιφερόμενον ἐπὶ μέσου βεβηκέναι ἀνάγκη, καὶ τὰ περὶ τὸ μέσον φερόμενα ἄλλα μέρη ἔχειν ἑαυτοῦ· ᾧ δὲ μήτε μέσου μήτε μερῶν προσήκει, τίς μηχανὴ τοῦτο κύκλῳ ποτὲ ἐπὶ τοῦ μέσου ἐνεχθῆναι; — Οὐδεμία.

Μετὰ τὴν διαίρεσιν τῆς φορᾶς δείκνυσιν ὅτι κατʼ οὐδετέραν τῶν κινήσεων τούτων κινεῖται τὸ ἓν, οὔτε κατὰ τὴν τῶν μερῶν περιφορὰν, οὔτε κατὰ τὴν τοῦ ὅλου μετάστασιν, καὶ πρότερον ὅτι κατὰ τὴν τῶν μερῶν περιφορὰν οὐ κινεῖται τὸ ἕν· ταύτης γὰρ ἴδιον τὸ μέσον τι ἔχειν, καὶ δὴ καὶ τὰ ἔσχατα κινεῖσθαι περὶ τὸ μέσον, καὶ ἕτερον αὐτὸ μένειν μὲν κατὰ τὸ ὅλον, φέρεσθαι δὲ κατὰ τὴν τῶν μορίων ἀντιμετάστασιν· τὸ δὲ ἓν οὔτε ὅλον ἐστὶ καὶ μέρη ἔχον, οὔτε μέσον ἐν αὐτῷ τι δυνατὸν εἶναι καὶ ἔσχατον. Πῶς ἂν οὖν περιφέροιτο μηδέτερον τῶν ἰδίων τῆς περιφορᾶς καταδεδεγμένον; Ταῦτα μὲν οὖν οὕτω συλλελόγισται διὰ τῶν προειρημένων, κατὰ τὰς γεωμετρικὰς, φασὶν, ἀνάγκας· περὶ δὲ τὴν λέξιν ἐκείνοις ἐπισημαντέον ὅτι τὸ μὲν ἐπὶ μέσου βεβηκέναι τὴν σφαῖραν εἰκότως εἴρηται, διότι τὸ κέντρον ἐστὶ τὸ πᾶσαν ἑδράζον τὴν περιφορὰν, καὶ ὅτι τοῦτο κινηθὲν κινεῖ τὸ ὅλον, καὶ ἐπὶ τούτου βέβηκε τὸ ὅλον, οἷον ἑστίας αὐτοῦ καὶ συνοχῆς, οὕτω καὶ ἐν Πολιτικῷ τοῦ ἐκεῖ σοφοῦ λέγοντος ἐπὶ σμικροτάτου ποδὸς βεβηκέναι τὸ πᾶν, καὶ τὸ κέντρον πόδα σμικρότατον καλοῦντος. Τὸ δὲ καὶ τὰ περὶ τὸ μέσον φερόμενα ἄλλα μέρη ἔχειν ἑαυτοῦ μικρὸν ὑπερβιβάσαι χρὴ, τοῦ σαφοῦς χάριν, ἵνʼ ᾖ τὸ ὅλον τοιοῦτον, καὶ ἔχειν μέρη ἄλλα ἑαυτοῦ πᾶν τὸ περιφερόμενον ἀνάγκη, ὁποῖα ταῦτα τὰ περιφερόμενα περὶ τὸ μέσον· τὰ γὰρ μόρια αὐτοῦ κινεῖται μόνα τοῦ ὅλου μένοντος. Τὸ δὲ ᾧ μήτε μέσου μήτε μερῶν προσήκει σαφῶς ἀντιδιεῖλε τὸ μέσον τοῖς μέρεσιν, ὡς μὴ ὂν μέρος· ἕτερον γὰρ τὸ μέσον παρὰ πάντα ἐστὶ τὰ τοῦ κινουμένου μέρη, μένον αὐτὸ κινουμένων ἐκείνων πάντων. Τὸ δὲ ἐπὶ τοῦ μέσου ἐνεχθῆναι τοιοῦτον ῥητέον τι σημαίνειν, οἷον τὸ ἔξωθεν ὂν τοῦ μέσου καὶ ἐπʼ αὐτοῦ φερόμενον, ἀλλʼ οὐκ ἐπʼ αὐτό· τοῦτο γὰρ τῶν εὐθυφορουμένων ἐστὶν ἴδιον, κυκλεῖσθαι πανταχόθεν αὐτὸ περιλαμβάνον. Τὰ μὲν γὰρ ἐπʼ εὐθείας κινούμενα ἢ ἐπὶ τὸ μέσον κινεῖται, ἢ ἀπὸ τοῦ μέσου· τὸ δὲ κυκλικῶς φερόμενον λέγοιτʼ ἂν καὶ περὶ τὸ μέσον κινεῖσθαι, καθάπερ εἶπε πρότερον ἔχειν αὐτὰ μέρη φερόμενα περὶ τὸ μέσον, καὶ αὖ ἄλλον τρόπον ἐπὶ τοῦ μέσου ὡς ἐπινηχόμενον αὐτῷ καὶ ἐφαπλούμενον διὰ τὴν ὄρεξιν τῆς κατὰ τὸ μέσον ἕδρας. Εἰ μὴ ἄρα καὶ ἄλλως ἐπὶ τοῦ μέσου κύκλῳ λέγοιτο ἂν κινεῖσθαι ὡς ἐπὶ τούτου μὲν βαῖνον, κύκλῳ δὲ κινούμενον, ὡς εἴρηται καὶ ἐν Πολιτικῷ ἐπὶ σμικροτάτου ποδὸς βαίνειν, ἵνα τὸ μὲν μένῃ, τὸ δὲ φέρηται περὶ τὸ μέσον, καθάπερ ἤδη προείρηκεν ἐπὶ τοῦ μέσου βεβηκέναι τὸ περιφερόμενον. Ταῦτα καὶ ἐπὶ τῶν λέξεων· ἐπὶ δὲ τὰ ἑξῆς μεταβατέον τοῦ Πλάτωνος.

Ἀλλὰ δὴ χώραν ἀμεῖβον ἄλλοτʼ ἄλλοθι γίγνεται καὶ οὕτω κινεῖται; — Εἴπερ γε δή. — Οὐκοῦν εἶναι μέν που ἔν τινι αὐτὸ ἀδύνατον ἐφάνη; — Ναί. — Ἆρʼ οὖν γίγνεσθαι ἔτι ἀδυνατώτερον; — Οὐκ ἐννοῶ ὅπῃ. — Εἰ ἔν τῴ τι γίγνεται, οὐκ ἀνάγκη μήτε πω ἐν ἐκείνῳ εἶναι ἔτι ἐγγιγνόμενον, μήτʼ ἔτι ἔξω ἐκείνου παντάπασιν, εἴπερ ἤδη ἐγγίγνεται; — Ἀνάγκη. — Εἰ ἄρα τι ἄλλο πείσεται τοῦτο, ἐκεῖνο ἂν μόνον πάσχοι, οὗ μέρη εἴη· τὸ μὲν γὰρ ἄν τι αὐτοῦ ἤδη ἐν ἐκείνῳ· τὸ δὲ ἔξω εἴη ἅμα. Τὸ δὲ μὴ ἔχον μέρη οὐχ οἷόν τέ που ἔσται τρόπῳ οὐδενὶ ὅλον ἅμα μήτε ἐντὸς εἶναί τινος μήτε ἔξω. — Ἀληθῆ. — Οὗ δὲ μήτε μέρη εἰσὶ μήτε ὅλον τυγχάνει ὂν, οὐ πολὺ ἔτι ἀδυνατώτερον ἐγγίγνεσθαί που, μήτε κατὰ μέρη μήτε κατὰ ὅλον ἐγγιγνόμενον; — Φαίνεται.

Τοῦτό ἐστι τὸ λειπόμενον τῆς κινήσεως εἶδος, ὅταν μεταβάλλῃ τόπον ἐκ τόπου τὸ κινούμενον ὅλον. Ὃ δὴ πρόκειται δεῖξαι διὰ τούτων μηδαμῶς τῷ ἑνὶ προσῆκον, καὶ ἀποδείκνυται καὶ τοῦτο πάλιν διὰ τῶν προδεδειγμένων· ἀποπέφαται γὰρ ἡμῖν τοῦ ἑνὸς τὸ ἔν τινι, καὶ δέδεικται ὡς ἐν οὐδενὶ τὸ ἕν. Πᾶν δὲ τὸ κατὰ τόπον ὅλον κινούμενον γίγνεται ἔν τινι· τὸ ἄρα ἓν οὐ κινεῖται κατὰ τόπον ὅλον. Ὅτι δὲ ἀδύνατον γίγνεσθαι τὸ ἓν ἀπʼ ἄλλου τόπου μεταβαῖνον εἰς ἄλλον, δῆλον. Ἢ γὰρ ὅλον ἑκατέρου ἐστὶν ἐντὸς, ἢ ὅλον ἑκατέρου ἐκτὸς, ἢ τὸ μὲν αὐτοῦ ὡδὶ, τὸ δὲ ἐν ἄλλῳ. Ἀλλʼ εἴ τε ὅλον ἑκατέρου ἐκτὸς, ἐν οὐδετέρῳ ὂν οὐκ ἂν φέροιτο ἐκ τοῦ ἑτέρου εἰς τὸ ἕτερον· εἴτε ὅλον ἑκατέρου ἐντὸς ᾖ πάλιν, οὐκ ἂν πάλιν ἔτι κινοῖτο ἀπὸ τοῦ προτέρου τόπου εἰς τὸν ἐχόμενον. Εἰ δὲ τὸ μὲν αὐτοῦ ὡδὶ εἴη, τὸ δὲ ἐν τῷ λοιπῷ, μεριστὸν ἔσται· τὸ δὲ ἓν οὐδαμῶς μεριστόν· οὐκ ἄρα δύναται γίγνεσθαι ἔν τινι τὸ ἕν· εἰ γὰρ ἔσται μεριστὸν, ἀνάγκη ἢ ὅλον ἐκτὸς εἶναι ἀμφοῖν, ἢ ὅλον ἐντὸς γιγνόμενον τὸ ἕν· ταῦτα δὲ ἀδύνατα· οὐκ ἄρα ἐγγίγνεται ἔν τινι τὸ ἕν. Ὅτι δὲ ἀδυνατώτερον τοῦτο τοῦ εἶναι ἔν τινι, δῆλον. Λάβοις γὰρ ἄν τι τῶν ὄντων ὅλον μήτε ἐκτὸς ὂν μήτε ἐντός τινος, ἀλλὰ καὶ ἐκτὸς καὶ ἐντός· οὕτω γὰρ ἡ ψυχὴ καὶ ὁ νοῦς καὶ ἐν τῷ κόσμῳ λέγονται εἶναι καὶ ἔξω τοῦ κόσμου· γιγνόμενον δὲ ἔν τινι ὅλον, ὃ μήτε ἐκτός ἐστιν μήτε ἐντὸς, ἀδύνατον ὑπάρχειν· ἀδυνατώτερον ἄρα τὸ γίγνεσθαι ἔν τινι τοῦ εἶναι ἔν τινι καὶ ὡς ὅλον καὶ ὡς μέρη ἔχον τὸ ἕν. Εἰ ἄρα τὴν ψυχὴν λέγοιμεν μὴ τὴν ἡμετέραν μόνην, ἀλλὰ καὶ τὴν θείαν, τῆς τοιαύτης κινήσεως ἔχειν τὴν αἰτίαν διὰ τὸ μεταβατικῶς ἐνεργεῖν, εἰς τὸ μεριστὸν αὐτῆς ἀποβλέπομεν, καὶ, ὡς διαφόρους ἔχουσαν λόγους, ἄλλο κατʼ ἄλλους ἵστασθαι φήσομεν, μήτε ὅλον κατʼ ἐκεῖνο μόνον τὸ ἐνεργούμενον οὖσαν, μήτε ἐκτὸς ἐκείνου παντελῶς· οὔτε γὰρ ὅλην αὐτὴν ὁμοῦ τοῖς τοῦ νοῦ παράγειν νοήμασιν· οὐ γὰρ ἀθρόως αὐτὰ πέφυκεν ὁρᾷν, οὔτε ὅλη χωρίζεται τοῦ νοῦ, ἀλλὰ κατὰ τὰς διαφόρους αὐτῶν νοήσεις γίγνεταί πως ἐν τοῖς διαφόροις εἴδεσι τοῦ νοῦ, καὶ οἷον εἰσοικίζει τὴν ἑαυτῆς νόησιν εἰς τὸν νοῦν ὡς οἰκεῖον αὐτῆς τόπον. Διὸ καὶ ὁ Τίμαιος οὐκ ὤκνησε καὶ γεννητὸν εἰπεῖν τὴν ψυχὴν, ὡς μεριστὴν αὐτὴν προείρηκεν· οὐ γὰρ ἔχει τὸ ἀθροῦν κατὰ τὴν νόησιν, ἀλλὰ γίνεται αὐτῆς ἡ ἐνέργεια πᾶσα, καὶ ἐν μεταβάσεσιν οὐσίωνται αὐτῆς αἱ νοήσεις· ὅθεν καὶ ἀπʼ αὐτῆς ὁ χρόνος ἄρχεται, καὶ τὰς αὐτῆς μετρεῖ πρώτας ἐνεργείας. Ἔοικεν οὖν ὁ μὲν νοῦς εἰλικρινῶς τῆς κύκλῳ κινήσεως ἔχειν τὸ παράδειγμα, κέντρον μὲν ἔχων τὸ ἑαυτοῦ μένον, τὰς δὲ πολλὰς τῶν εἰδῶν ἀπὸ τοῦ ὄντος τούτου καὶ τῆς οἷον Ἑστίας αὐτοῦ προόδους, ὡς τὰς ἀπὸ τοῦ κέντρου εὐθείας, τὰς δὲ νοερὰς πάσας ἐνεργείας, τὰς νοητικὰς τῶν εἰδῶν καὶ τοῦ ὄντος αὐτοῦ, ὡς τὴν μίαν ἐπιφάνειαν τὴν παραθέουσαν τάς τε ἐκ τοῦ κέντρου καὶ τὸ κέντρον· ἡ δὲ θεία ψυχὴ καὶ τῆς εὐθυπορίας εἰληχέναι τὸ παράδειγμα καὶ τῆς κυκλοφορίας, ὡς μὲν περιιοῦσα τὸν νοητὸν τόπον ταύτης, μένουσα μὲν ὡς ὅλη, ταῖς δὲ μεταβάσεσιν ἐξελίττουσα τὸ νοητὸν, ὡς δὲ ἀεὶ κατὰ τὸ νοούμενον ὅλην ἑαυτὴν ἐπερείδουσα ἐκείνου· καὶ γὰρ ὡς ὅλη μένει τε καὶ κινεῖται. Λοιπὴ δὲ ἡ μερικὴ ψυχὴ ταῖς κατὰ μῆκος κινήσεσι σαφῶς τῆς ἐπʼ εὐθείας κινήσεως ἐκφέρει τὴν ἀσώματον αἰτίαν, ταῖς δὲ κατʼ ἐπιστροφὴν τῆς κυκλοφορίας.

Οὔτʼ ἄρα ποι ἰὸν καὶ ἔν τῳ γιγνόμενον χώραν ἀλλάττει, οὔτʼ ἐν τῷ αὐτῷ περιφερόμενον οὔτε ἀλλοιούμενον. — Οὐκ ἔοικε. — Κατὰ πᾶσαν ἄρα κίνησιν τὸ ἓν ἀκίνητον. — Ἀκίνητον.

Ἐν τούτοις συνάγει πάντα τὰ προειρημένα περὶ τῆς κινήσεως συμπεράσματα, καὶ πρότερον ἀπαριθμησάμενος αὐτὰ διῃρημένως, ἓν ποιεῖ καθʼ ὅλου συμπέρασμα ἐπὶ πᾶσι διδάσκων ἡμᾶς καὶ διὰ ταύτης τῆς ἀνόδου, πῶς χρὴ τὴν τοῦ ἑνὸς θέαν συστελλόμενον συναιρεῖν ἀεὶ τὸ πλῆθος ἐπὶ τὸ κοινὸν, καὶ τὰ μέρη διὰ τοῦ ὅλου παραλαμβάνειν. Ἃ γὰρ πρότερον κατεκερμάτισεν ἀπὸ τῆς κινήσεως λαβὼν τὰς τρεῖς κινήσεις, τὴν ἀλλοίωσιν, τὴν περιφορὰν, τὴν εὐθυφορὰν, καὶ ἐφʼ ἑκάστης συλλογισάμενος ὡς οὐ κινεῖται κατὰ ταύτην τὸ ἓν, ταῦτα νῦν ἕκαστα χωρὶς ἀπαριθμησάμενος τῷ εἰπεῖν, οὔτε ποι ἰὸν οὔτε περιφερόμενον οὔτε ἀλλοιούμενον, καὶ τὴν ἀπαρίθμησιν εὔτακτον ποιησάμενος, ἀπὸ τῶν προσεχῶς δεδειγμένων ἐπὶ τὰ πρὸ αὐτῶν ἀνατρέχει· ἵνα συνάψῃ τέλος τῇ ἀρχῇ καὶ μιμήσηται τὸν κύκλον τὸν νοερὸν, κοινὸν ἐπήγαγε συμπέρασμα καθολικὸν ἅπασιν, ὅτι κατὰ πᾶσαν κίνησιν ἀκίνητον τὸ ἕν. Καὶ ὁρᾷς πάλιν ὡς ἡ μὲν πρότασις καὶ τὸ συμπέρασμα καθολικὰ, αἱ δὲ ἀποδείξεις μετὰ τῶν διαιρέσεων προεληλύθασιν· αἱ μὲν γὰρ μόνιμοι νοήσεις καὶ ἐπιστροφαὶ συναιροῦσι τὸ πλῆθος, αἱ δὲ κατὰ τὴν πρόοδον ἱστάμεναι διαιροῦσι τὸ ὅλον εἰς τὰ μέρη καὶ τὸ ἓν εἰς τὸν οἰκεῖον ἀριθμόν. Ἀλλὰ ταῦτα μὲν εἴρηταί μοι περὶ τῆς ὅλης αὐτοῦ μεταχειρήσεως. Ἐπειδὴ δὲ καὶ εἰώθασι πρὸς τοὺς ἀναιροῦντας λόγους ἀπὸ τοῦ ἑνὸς τὴν κίνησιν ἀπορεῖν τινες, φέρε καὶ πρὸς τούτοις ἀπολογισώμεθα συντόμως. Λέγουσι δὲ ὅτι τὸ πρῶτον ἐνεργεῖν εἰς τὰ δεύτερα πάντως ἀναγκαῖον· δίδωσι γὰρ αὐτοῖς τὴν ἕνωσιν πᾶσι, καὶ ἔστι πάντων αἴτιον τῶν μετεχομένων ἑνιαίων εἰδῶν ἐν τοῖς οὖσι. Τί οὖν κωλύει ταύτην αὐτὴν τὴν ἐνέργειαν κίνησιν ἀποκαλεῖν; ὅτι, φήσω, τὴν ἐνέργειαν οὐ δεῖ πρὸ οὐσίας τάττειν, οὐδὲ ὅλως ἐνέργειαν τῷ πρώτῳ διδόναι· πᾶν γὰρ τὸ ἐνεργοῦν δύναται τοῦτο πάντως ὃ ἐνεργεῖ· δέον οὖν ἔσται καὶ δύναμιν τῷ πρώτῳ διδόναι τοὺς τὴν ἐνέργειαν συγχωρήσαντας· δυνάμεως δὲ ἐκεῖ καὶ ἐνεργείας οὔσης, πλῆθος ἡμῖν ἐν τῷ ἑνὶ πάλιν ἀναφανήσεται, καὶ οὐχ ἓν ἔτι τὸ ἕν. Ἡμεῖς δὲ — εἰρήσθω γὰρ τὸ δοκοῦν — εὐθὺς καὶ μετὰ τὸ ἓν κρεῖττον εἶναι δυνάμεώς φαμεν καὶ ὑποστατικὸν τῆς δυνάμεως καὶ πολλῷ μᾶλλον τῆς ἐνεργείας· εἰ γὰρ τῆς πρώτης τριάδος τῶν νοητῶν ὕπαρξις πασῆς ἐστιν ἐπέκεινα δυνάμεως καὶ πάσης ἐνεργείας; πόσον ἄρα μᾶλλον τὸ ἓν, τὸ πᾶσαν ὕπαρξιν ὑπεραῖρον κρεῖττον εἶναι θησόμεθα τοῦ ἐνεργεῖν, καὶ οὐ θαυμασόμεθα πῶς πάντα ἀπὸ τοῦ ἑνὸς, ἐκείνου μὴ ἐνεργοῦντος. Κινδυνεύει γὰρ τὸ τῷ ἐνεργεῖν τι παράγον διʼ ἔλλειψιν τοῦτο πάσχειν δυνάμεως· κρεῖττον δὲ εἶναι τὸ τῷ εἶναι μόνῳ παράγειν· τοῦτο οὖν ἄπραγμόν ἐστι ποιήσεως. Οὕτω καὶ ψυχὴ ζῇν ποιεῖ πᾶν τι ᾧ ἂν παρῇ τῷ εἶναι ζωὴ μόνον, οὐκ ἄλλην ἔχουσά τινα ἐνέργειαν παρὰ τὸ ζῇν, ἀλλʼ ἐν τῷ ζῇν μόνῳ παντὶ τῷ δυναμένῳ ζῇν μεταδιδοῦσα τοῦ ζῇν. Καὶ νοῦς ὑφίστησι τὰ μετʼ αὐτὸν τῷ εἶναι ὅ ἐστιν, οὐκ ἔχων ἄλλην ἐνέργειαν παρὰ τὸ εἶναι τὴν διδοῦσαν τὸ εἶναι οἷς δίδωσιν. Ἐπειδὴ δὲ οὐ μόνον τῷ εἶναι ποιεῖ νοῦς ὢν, ἀλλὰ καὶ νοεῖ ἃ ποιεῖ, καὶ ἡ ψυχὴ γιγνώσκει τοῦτο ὅ τι ποιεῖ ζῇν καὶ τῷ ζῇν, δοκεῖ καὶ νοῦς καὶ ψυχὴ διʼ ἐνεργείας γνωστικῆς ποιεῖν· ποιεῖ δὲ κατʼ ἀλήθειαν μετʼ ἐνεργείας μὲν γνωστικῆς, οὐ διʼ ἐνεργείας δὲ γνωστικῆς· κἂν ἀφέλῃς ταύτην, καταλιπὼν τῇ μὲν τὸ εἶναι ζωὴν, τῷ δὲ ὅ ἐστι, παράξει καὶ ψυχὴ καὶ νοῦς ἃ δὴ μετὰ τοῦ γνωστικῶς ἐνεργεῖν παρῆγεν. Εἰ δὲ ταῦτα τῷ εἶναι παράγει, πολλῷ μᾶλλον τὸ ἓν ἐκεῖνο πρὸ τούτων αὐτῷ τῷ ἓν ὑπάρχειν παράξει τὰ πάντα, μηδὲ ἐνεργείας μετὰ τὸ εἶναι ἓν δεόμενον. Καὶ γὰρ εἰ διʼ ἐνεργείας παρῆγεν, ἔδει ζητεῖν, ἐπειδὴ ἐνεργεῖ, πότερον ὑφίστησι τὴν ἐνέργειαν ἑαυτοῦ τὸ ἓν ἢ οὐχ ὑφίστησιν· εἰ μὲν γὰρ οὐχ ὑφίστησι, δύο ἔσται τὰ πρῶτα, τὸ ἓν καὶ ἡ ἐνέργεια τοῦ ἑνὸς, διαφέροντα ἀλλήλων· εἰ δὲ ὑφίστησιν, ἀνάγκη ταύτην ὑφιστάναι τὸ ἓν πρὸ ἐνεργείας, ἢ ἐπʼ ἄπειρον ἄνιμεν ἐνέργειαν πρὸ ἐνεργείας τιθέντες, ὥστε ἀνάγκη τὸ ἓν πρὸ ἐνεργείας παράγειν αὐτὴν τὴν ἐνέργειαν. Εἰ δὲ τοῦτο, θαυμαστὸν οὐδὲν εἰ καὶ τὸ πάντων αἴτιον οὕτως εἴη πρὸ πάσης ἐνεργείας, εἰ μὴ ἄρα τὸ πρὸ πάσης ἐνεργείας τὸ πρῶτον ἀπʼ αὐτοῦ παραχθὲν ἐνέργειαν αὐτοῦ τις ἐθέλει καλεῖν, πολλαχοῦ καὶ ἐπὶ τῶν τῇδε πραγμάτων τὰ ἀποτελέσματα καλούντων ἡμῶν ἐνεργείας τῶν ἀποτελεσάντων αὐτά. Καὶ εἰ τοῦτο λέγει τις, δῆλον ὅτι οὐκ ἐν αὐτῷ ἡ ἐνέργεια, ἀλλὰ μετʼ αὐτὸν, ὥστε τὸ ἓν οὐ δεηθὲν ἐνεργείας ὑπέστησεν ὃ πρῶτον ὑπέστησεν· ὡς δὲ πρῶτον, οὕτω καὶ πᾶν ὑπέστησε· πάντα ἄρα μὴ ἐνεργῆσαν ὑπέστησεν. Εἰ δʼ αὐτὸ τοῦτο λέγοντες, ὑπέστησε καὶ παρήγαγεν, ἐνεργείας ὀνόματα λέγομεν, οὐδὲ τοῦτο χρὴ θαυμάζειν· ἀπὸ γὰρ τῶν ὄντων αὐτῷ τὰ ὀνόματα προσάγομεν, ὀνόμασιν ἐνεργητικοῖς τὴν ἀνενέργητον ἀπʼ ἐκείνου τῶν πάντων σημαίνοντες ἔκφανσιν. Καί μοι δοκεῖ καὶ ὁ δαιμόνιος Ἀριστοτέλης διὰ ταῦτα τὸ καθʼ ἑαυτὸ πρῶτον ἀπλήθυντον φυλάττων τελικὸν αἴτιον τῶν πάντων ποιεῖν μόνον, ἵνα μὴ, ποιοῦν πάντα διδοὺς, ἀναγκασθῇ δοῦναι τὴν πρὸς τὰ μετʼ αὐτὸ ἐνέργειαν αὐτῷ· εἰ γὰρ μόνον τελικόν ἐστι, πάντα μὲν πρὸς αὐτὸ ἐνεργεῖ, αὐτὸ δὲ πρὸς οὐδέν.

Ἀλλὰ μὴν καὶ εἶναί γέ φαμεν ἔν τινι αὐτὸ ἀδύνατον. — Φαμὲν γάρ. — Οὐδʼ ἄρα ποτὲ ἐν τῷ αὐτῷ ἐστι. — Τί δή; — Ὅτι ἤδη ἂν ἐν ἐκείνῳ εἴη, ἐν ᾧ τῷ αὐτῷ ἐστι. — Πάνυ μὲν οὖν. — Ἀλλʼ οὔτε ἐν ἑαυτῷ οὔτε ἐν ἄλλῳ οἷόν τε ἦν αὐτῷ ἓν εἶναι. — Οὐ γὰρ οὖν. — Οὐδέποτε ἄρα ἐστὶ τὸ ἓν ἐν τῷ αὐτῷ. — Οὐκ ἔοικεν. — Ἀλλὰ μὴν τό γε μηδέποτε ἐν τῷ αὐτῷ ὂν οὔθʼ ἡσυχίαν ἄγει οὔθʼ ἕστηκεν. — Οὐ γὰρ οἷόν τε. — Τὸ ἓν ἄρα, ὡς ἔοικεν, οὔθʼ ἕστηκεν οὔτε κινεῖται. — Οὔκουν δὴ φαίνεταί γε.

Τὸ προκείμενον ἦν δεῖξαι ἐξ ἀρχῆς τὸ ἓν στάσεως καὶ κινήσεως ἀπροσδεὲς καὶ ἐπέκεινα ἀμφοῖν καὶ αἴτιον αὐτῶν. Οὐ γὰρ οὕτως ἐπʼ αὐτοῦ τὸ μήτε ἑστάναι μήτε κινεῖσθαι ὡς ἐπὶ τῆς ὕλης, μετέχει γὰρ αὐτῶν ἄχρι δοκήσεως ψιλῆς ἡ ὕλη πάντων, ἀλλʼ ὡς κρεῖττον ἀμφοῖν καὶ ὡς διʼ αὐτὸ καὶ τούτων ἐν τοῖς οὖσι διαφανέντων γενῶν. Διότι γὰρ, ὥς τις ἔφη καὶ τῶν πρὸ ἡμῶν, οὐχ ἕστηκε τὸ ἓν, κεκίνηται τὸ ὂν, καὶ διότι οὐ κινεῖται, ἕστηκε· μιμεῖται γὰρ τῷ μὲν ἑαυτοῦ στασίμῳ τὸ ἐκείνου ἀκίνητον, τῷ δὲ ἑαυτοῦ δραστηρίῳ τὸ ἐκείνου ὑπὲρ τὴν στάσιν καὶ τὴν ἕδραν τὴν ἐν αὑτῷ, καὶ διʼ ἀμφοτέρων ὁμοιοῦται πρὸς τὸ ἓν οὐδέτερον ὄν. Τὸ μὲν οὖν προκείμενον τοιοῦτόν ἐστι· διελὼν δὲ ὁ λόγος τὰ προβλήματα πρῶτον ἔδειξεν ὅτι οὐ κινεῖται τὸ ἓν διὰ τῶν προειρημένων συλλογισμῶν· ἔπειτα αὖθις ἐπιδείκνυσιν ὅτι οὐδὲ ἕστηκε διὰ τούτων τῶν νῦν προκειμένων τοιόνδε τινὰ τρόπον· πᾶν τὸ ἑστὼς ἐν τῷ αὐτῷ βούλεται εἶναι, καθάπερ δὴ καὶ τὸ κινούμενον ἐν διαφόροις εἴδεσίν ἐστιν ἢ τόποις· πᾶν δὲ τὸ ἐν αὐτῷ ὂν ἔν τινι ἐστί· διὰ τοῦτο δῆλον ὅτι ἐν ᾧ ὂν ἐν τῷ αὐτῷ ἐστι· πᾶν ἄρα τὸ ἑστὼς ἔν τινι ἑστώς· τὸ μὲν γὰρ ζωτικῶς ἑστὼς ἐν ἑαυτῷ ἐστι, τὸ δὲ σωματικῶς ἐν ἄλλῳ. Καὶ τὸ ἐν αὑτῷ γε καὶ τὸ ἐν ἄλλῳ πάντως οὐ διαφεύγει τὸ ἔν τινι εἶναι· εἰ δὲ πᾶν τὸ ἑστὼς ἔν τινί ἐστι, τὸ ἔν τινι μὴ ὂν οὐχ ἕστηκε κατὰ τὴν σὺν ἀντιθέσει τῆς προτάσεως ἀντιστροφήν. Εἰ τοίνυν τὸ ἓν μὴ ἔστιν ἔν τινι, καθάπερ δέδεικται πρότερον, τὸ δὲ μὴ ὂν ἔν τινι οὐχ ἕστηκε, δῆλον δήπουθεν ὅτι τὸ ἓν οὐχ ἕστηκεν· ὃ συμπερασμὸν τελευταῖον ἐπήγαγε διὰ μὲν τοῦ καὶ εἶναί γέ φαμεν αὐτὸ ἔν τινι ἀδύνατον, τὴν ἐλάσσονα πρότασιν λαβὼν, ὅτι τὸ ἓν οὐκ ἔστιν ἔν τινι, διὰ δὲ τοῦ ὅτι οὐδέποτε ἄρα ἐν τῷ αὐτῷ ἔστι, τὴν μείζονα. Μᾶλλον δὲ τὸ συμπέρασμα τὸ ἐξ ἀμφοῖν· ἡ γὰρ μείζων ἦν ὅτι τὸ μὴ ἔν τινι ὂν οὐδὲ ἐν τῷ αὐτῷ ἐστιν, ὃ κατεσκεύασεν ἑξῆς, εἰπόντος τοῦ προσδιαλεγομένου, τί δή; καὶ ἐπιζητήσαντος αὐτῷ δειχθῆναι καὶ τὴν μείζονα πρότασιν, ἣν καὶ ἐπιδείξας ὁ Παρμενίδης ἐπήγαγεν, οὐδέποτε ἄρα ἐστὶ τὸ ἓν ἐν τῷ αὐτῷ, οὐδὲν διαφέρον τοῦ οὐδʼ ἄρα ποτὲ ἐν τῷ αὐτῷ ἐστιν, ὅ τι μετὰ τὴν ὑπόμνησιν εἴληπται τῶν προτάσεων ἀμφοτέρως· ἵνʼ ᾖ τοιοῦτος ὁ λόγος, τὸ ἓν οὐκ ἔστιν ἔν τινι, τὸ μὴ ὂν ἔν τινι οὐδέποτε ἐν τῷ αὐτῷ ἐστιν· ἔπειτα δεύτερος λόγος τοιοῦτος, τὸ ἓν οὐδέποτε ἐν τῷ αὐτῷ ἐστι, τὸ μηδέποτε ἐν τῷ αὐτῷ ὂν οὐχ ἕστηκε, τὸ ἄρα ἓν οὐχ ἕστηκεν. Ὁ δὲ προσέθηκεν, οὔθʼ ἡσυχίαν ἄγει· δοκεῖ γὰρ ἑστάναι μὲν καὶ τὸ ἐν ἄλλῳ ἱδρυμένον, ἡσυχίαν δὲ ἄγειν τὸ ἐν ἑαυτῷ μένειν δυνάμενον. Ἀμφότερα δὲ ἀπέφησε τοῦ ἑνὸς, ὡς μήτε ἐν ἄλλῳ ὄντος, καθάπερ δέδεικται πρότερον, μήτε ἐν ἑαυτῷ. Εἴτε οὖν γαλήνη τίς ἐστιν ὑμνουμένη νοερὰ παρὰ τοῖς σοφοῖς, εἴτε ὅρμος μυστικὸς, εἴτε σιγὴ πατρικὴ, δῆλον ὡς ἁπάντων τῶν τοιούτων ἐξῄρηται τὸ ἓν, ἐπέκεινα ὂν καὶ ἐνεργείας καὶ σιγῆς καὶ ἡσυχίας καὶ πάντων ὁμοῦ τῶν ἐν τοῖς οὖσιν ἀνυμνουμένων στασίμων συνθημάτων. Διὰ τούτων μὲν οὖν ἐπέδειξεν ὅτι οὐδὲ ἕστηκε τὸ ἕν· κοινὸν δέ ἐστιν ἐπὶ τούτοις πᾶσι, καὶ τοῖς πρότερον ἐπήγαγε συμπέρασμα, τὸ μήτε κινεῖσθαι τὸ ἓν μήτε ἑστάναι, πρὸς τὴν ἐξ ἀρχῆς εἰρημένην πρότασιν τοῦ παντὸς τούτου λόγου τέλος ἐπενεγκών. Ἴσως δʼ ἄν τις ἀπορήσειε πρὸς ἡμᾶς λέγων, τὸ μὲν μήτε κινεῖσθαι τὸ ἓν μήτε ἑστάναι ἱκανῶς εἴρηται· τίς γὰρ ἀντιφθέγξασθαι δύναιτο ἂν τοῖς εἰρημένοις λόγοις; στάσιν δὲ οὐδὲν κωλύει λέγειν αὐτὸ ἢ κίνησιν. Πρὸς δὲ ταύτην λεκτέον ἡμῖν τὴν ζήτησιν τὸν ἔμπροσθεν εἰρημένον πολλάκις κοινὸν περὶ τούτων κανόνα ὄντα τοιοῦτον, ὅτι δυοῖν ἀντικειμένοιν ὁπωσοῦν ὄντοιν, οὔτε συναμφότερόν ἐστι τὸ ἓν, ἵνα μὴ γένηται οὐχ ἓν καὶ πρὸ αὐτοῦ τὸ τὰ ἀντικείμενα μίξαν· οὔτε τὸ κρεῖττον μόνον τοῖν ἀντικειμένοιν, ἵνα μὴ ἔχῃ τι μαχόμενον καὶ ᾖ ἐκεῖνο οὐχ ἓν, καὶ μὴ ἓν ὂν ἐξ ἀπειράκις ἀπείρων ᾖ διὰ τὴν τοῦ ἑνὸς στέρησιν· οὔτε τὸ χεῖρον, ἵνα μὴ ἔχῃ κρεῖττον καὶ τὸ κρεῖττον καθʼ αὑτὸ πάλιν ἐξ ἀπειράκις ἀπείρων. Ῥητέον δὲ καὶ ὅτι ἡ πρώτη στάσις καὶ ἡ πρώτη κίνησις ἀφʼ ἑαυτῶν ἄρχονται, καὶ ἡ μὲν ἔστιν ἑστῶσα, ἡ δὲ κινουμένη, ὥσπερ καὶ ἕκαστον τῶν ὄντων. Ὁ αὐτὸς οὖν λόγος καὶ ὅτι οὐ κινεῖται τὸ ἓν καὶ ὅτι ἡ αὐτοκίνησις οὐκ ἔστι, καὶ ὅτι οὐχ ἕστηκε τὸ ἓν καὶ ὅτι στάσις οὐκ ἔστι· καὶ γὰρ ἡ στάσις ἕστηκεν, οὐχ ὡς ἄλλης τινὸς μετέχουσα στάσεως, ἀλλʼ ὡς ἑαυτῆς οὖσα καὶ ἀφʼ ἑαυτῆς ἀρχομένη τῆς μονίμου δυνάμεως. Ἡ μὲν γὰρ ἐν ἄλλῳ οὐ στάσις αὕτη οὐχ ἕστηκεν, ὥσπερ οὐδὲ ἡ κίνησις κινεῖται, ἡ δὲ ἐν ἑαυτῇ οὖσα ἕστηκεν, ὥσπερ δὴ καὶ ἡ κίνησις κινεῖται· καὶ πῶς γὰρ οὐκ ἔμελλε κρείττων οὖσα ἑκατέρα τῆς ἐν ἄλλοις οὔσης ἑαυτῆς εἶναι καὶ εἰς ἑαυτὴν ἐνεργεῖν; Καὶ πρὸ κινήσεως ἄρα τὸ ἓν καὶ πρὸ κινουμένου παντὸς, καὶ πρὸ στάσεως καὶ πρὸ ἑστῶτος παντὸς, ὥστε οὐδὲ, εἴ τις αὐτὸ λέγει τῶν μὲν ἑστώτων ἑδραιότατον, τῶν δὲ κινουμένων ἐνεργότατον, ἀποδεξόμεθα τὸν τοιόνδε λόγον· αἱ γὰρ ὑπερβολαὶ τῶν μεθέξεων οὐκ ἀφαιροῦσι τὰς μεθέξεις, ἀλλὰ κρατύνουσιν. Εἰ οὖν μήδʼ ὅλως ἕστηκεν, οὐκ ἔστιν ἑδραιότατον· ἢ γὰρ ὄνομα μόνον ἐστὶ τὸ ἑδραιότατον καὶ οὐδὲν λέγει περὶ τοῦ ἑνὸς, ἢ, εἰ τὸ στασιμώτατον δηλοῖ, δίδωσιν ἑστάναι μᾶλλον τὸ μήδʼ ὅλως ἑστώς. Καὶ εἰ μήδʼ ὅλως κινεῖται, οὐκ ἔστιν ἐνεργότατον· εἰ μὲν γὰρ μηδὲν δηλοῖ τὸ ἐνεργότατον, οὐδὲν λέγει περὶ τοῦ ἑνός· εἰ δὲ τὸ κινήσεως μάλιστα μετέχον, οὐκ ἂν εἴη ἐνεργότατον· καὶ γὰρ ἡ ἐνέργεια κίνησίς τίς ἐστι κατὰ Πλάτωνα, εἰ καὶ κατʼ ἄλλους ἡ ἐνέργεια διαφέρει κινήσεως. Δέδεικται δὲ ἡμῖν ἔμπροσθεν ὅτι καὶ πρὸ ἐνεργείας ἐστὶ πάσης τὸ ἓν, οὔτε διʼ ἑαυτὸ οὔτε διὰ τὰ παραγόμενα δεόμενον ἐνεργείας.

Οὐδὲ μὴν ταὐτόν γε οὔτε ἑτέρῳ οὔτε ἑαυτῷ ἔσται, οὐδʼ αὖ ἕτερον οὔτε ἑαυτοῦ οὔτε ἑτέρου ἂν εἴη. — Τί δή;

Πᾶσιν ἐπέρχεται τοῖς ἐν Σοφιστῇ μὲν καλουμένοις τοῦ ὄντος γένεσιν, ἐνταῦθα δὲ συνθήμασι θείων καὶ νοερῶν τάξεων, καὶ δείκνυσιν ὅπως τὸ ἓν αἴτιον μὲν αὐτό ἐστι ταῖς καλουμέναις ὑπεραποφάσεσιν, οὐδενὸς δὲ μετείληχεν οὐδὲ ἔστι τι αὐτῶν, ἵνα διὰ τῆς τούτων πάντων ἀναιρέσεως δείξῃ τὸ ἓν ἐπέκεινα ἁπάσης ἱδρυμένον τῆς νοερᾶς διακοσμήσεως. Τοῦτο γὰρ δὴ τὸ ταὐτὸν καὶ ἕτερον ἑαυτῷ καὶ τοῖς ἄλλοις φανήσεται πάντα τὸν δημιουργικὸν ἡμῖν χαρακτηρίζον διάκοσμον, ὥσπερ τὰ πρὸ τούτου τὸν ζωογονικὸν, καὶ τὰ πρὸ τούτου τὸν ἀκρότατον ἐν τοῖς νοεροῖς· φανήσεται δʼ αὖ προσήκοντα μάλιστα τῇ δημιουργίᾳ ταῦτα κατά τε τὰς Πλατωνικὰς περὶ αὐτῆς ὑφηγήσεις, καὶ τὰς τῶν ἄλλων θεολόγων. Καίτοι γε ἀποροῦσί τινες, φιλοσόφως μόνον ταῦτα λαμβάνοντες, τὴν κίνησιν, τὴν στάσιν, τὸ ταὐτὸν, τὸ ἕτερον, καὶ οὐχ ὁρῶντες ὅτι περὶ τὸ ἓν ταῦτα θεωρεῖται πρότερον, ἀλλʼ οὐ περὶ τὸ ὂν, καὶ ὅτι, ὥσπερ ἀριθμὸς διττὸς κατὰ ταὐτὸν ὑπερούσιός τε καὶ οὐσιώδης, οὕτω καὶ ἕκαστον τούτων πρώτως ὑπάρχει ταῖς ἑνάσιν, ἔπειτα τοῖς οὖσι, καὶ ὡς τάξεων αὐτῶν ἐστι ταῦτα συνθήματα θείων καὶ διακόσμων αὐτοτελῶν, ἀλλʼ οὐχὶ μόνον γένη τοῦ ὄντος ἢ εἴδη· πῶς γὰρ καὶ δυνατὸν ἦν, περιληπτῶν ὄντων τῶν εἰδῶν, τάδε μόνον ἀποφῆσαι τοῦ ἑνὸς, ἀλλʼ οὐχὶ πάντα; πῶς δὲ πᾶσιν ἐπεξῆλθε τοῖς εἴδεσιν; Ἀλλʼ οὖν, ὅπερ ἔλεγον, γένη τοῦ ὄντος ταῦτά τινες εἰπόντες τὰ γένη τοῦ ὄντος εἶναι· πάντων γὰρ εἶναι γένη καὶ διὰ πάντων πεφοιτηκέναι τῶν ὁπωσοῦν ὄντων, καὶ τὸ πρώτως ὂν ὅ τί ποτέ ἐστι πάντων εἶναι τῶν γενῶν τούτων περιεκτικόν· καθόσον μὲν ἀπὸ τοῦ ὑπερουσίου προελήλυθεν οὐσία γεγονὸς, καθόσον δὲ ὡμοίωται πρὸς τὸ παράγον, ταυτότητος ἀντὶ τῆς ἑνώσεως τυχὸν, καθόσον δὲ ἐξήλλακται τοῦ ἑνὸς, οὐχ ἑνὸς ὂν ἑτερότης· ὅπου γὰρ ταυτότης, ἐκεῖ καὶ ἑτερότης, διὰ τὴν ἐν τῷ αὐτῷ ταὐτῷ τῆς ἑνότητος ὕφεσιν καὶ τῆς διακρίσεως ἀναφανείσης· καθόσον δὲ πρόεισιν ὅλως εἰς κίνησιν καταστὰν, καθόσον δὲ ἐνίδρυται τῷ ἑνὶ καὶ προελθὸν στάσεως μετασχόν. Ὅλως γὰρ αἱ μὲν πρόοδοι, φασὶ, κινήσεώς εἰσιν αἰτίαι τῷ ὄντι καὶ ἑτερότητος, αἱ δὲ ἐπιστροφαὶ ταυτότητος καὶ στάσεως. Οἱ δὲ ἐν τοῖς νοεροῖς εἶναι γένη ταῦτα διατεινόμενοι· μὴ γὰρ ἂν εὐθὺς ἀπὸ τοῦ ἑνὸς ὑποστῆναι τοσοῦτον ἀριθμόν· ἀνάγκη οὖν, ὥσπερ καὶ διʼ ἄλλων ὑπομέμνησται πολλάκις, ἀπὸ τοῦ ἑνὸς τὸ προσεχῶς ἀναφαινόμενον πλῆθος συγγενέστατον εἶναι πρὸς τὸ ἓν, τῷ μὲν ποσῷ συνῃρημένον, τῇ δὲ δυνάμει ἀπερίληπτον, ἵνα διὰ μὲν τῆς τοῦ ποσοῦ συναιρέσεως μιμῆται τὸ ἄποσον τοῦ ἑνὸς, τῷ δὲ ἀπεριλήπτῳ τῆς δυνάμεως τὸ πρὸ δυνάμεως ἄπειρον· ἡ δὲ πεμπὰς πόρρω τοῦ ἑνὸς καὶ τὸν πρῶτον διάκοσμον τῶν ἀριθμῶν ἐκβέβηκε, λέγω δὴ τόν γε τριαδικόν· ἀλλʼ οὖν ὁ Πλάτων τὸ ἀκρότατον τῶν ὄντων ἓν ὂν προσηγόρευσεν ὡς μονάδα τοῦ ὄντος· οἱ δὲ θεολόγοι μονάδας ἀνυμνοῦσι καὶ τριάδας νοητὰς, ἀλλʼ οὐ πεμπάδας οὐδὲ ἄλλους ἀριθμούς· οὐκ ἄρα μετὰ τὸ ἓν εὐθὺς τὰ γένη τοῦ ὄντος. Οὗτοι μὲν οὖν διαποροῦντες τοιαῦτα λέγουσιν. Εἰ δὲ δεῖ καὶ διαιτῆσαι τοῖς λόγοις τῶν οὕτω κλεινοτάτων καὶ θείων ἀνδρῶν, καὶ ταῦτα τῶν προκειμένων ἔξω τῆς τοιαύτης οὔσης ἐν τῷ παρόντι ζητήσεως καὶ ἐν ἄλλοις ἡμῖν διὰ πλειόνων ἐξετασθείσης ἀπὸ τῆς τοῦ καθηγεμόνος ἡμῶν ὑφηγήσεως, ἰστέον καὶ τούτου τὴν κρίσιν ἀξιοῦσαν ἀμφοτέρους λέγειν ὀρθῶς, καὶ τοὺς πανταχοῦ τὰ γένη τιθεμένους, καὶ τοὺς μετὰ τὸ ἓν οὐ προσιεμένους τοῦτον τετάχθαι τὸν ἀριθμόν· εἶναι μὲν γὰρ καὶ ἐν τοῖς νοητοῖς καὶ ἐν τοῖς νοεροῖς τὰ γένη κατὰ τὴν αὑτῶν τάξιν, ἀλλὰ ἄλλως μὲν ἐν τοῖς πρώτοις, ἄλλως δὲ ἐν τοῖς δευτέροις, ὅπου μὲν νοητῶς, ὅπου δὲ νοερῶς. Τοῦτο μὲν ταὐτὸν τῷ ὅπου μὲν ἑνοειδῶς καὶ ἀδιακρίτως, ὅπου δὲ διακεκριμένως ἰδίᾳ κατὰ τὸν αὐτὸν ἀριθμὸν, ὥστʼ οὐκ ἂν θαυμάσαιο εἰ ἡ μονὰς ἡ νοητὴ περιέχει τὴν νοερὰν πεμπάδα πᾶσαν ἀδιαιρέτως καὶ ἑνοειδῶς, ὅπου διὰ τὴν ἕνωσιν καὶ ἡ στάσις τρόπον τινὰ καὶ ἡ κίνησις ἓν καὶ ἡ ταυτότης καὶ ἡ ἑτερότης, ἀδιακρίτων πάντων ὄντων κατὰ σκοτόεσσαν ὁμίχλην, φησὶν ὁ θεολόγος. Ὅπου γὰρ καὶ ἡ τῶν μοναδικῶν ἀριθμῶν αἰτία μονὰς πάντας ἀποδείκνυται περιέχουσα τοὺς λόγους οὓς δεκαδικῶς μὲν ἡ δεκὰς περιείληφε, τετραδικῶς δὲ ἡ τετρὰς, τί δεῖ θαυμάζειν εἰ καὶ ἐπὶ τῶν ὄντων μοναδικῶς μὲν ἡ νοητὴ μονὰς περιέχει πάντα τὰ γένη καὶ ἀδιακρίτως, δυαδικῶς δὲ ἄλλη τις τάξις, καὶ ἄλλη τετραδικῶς, ἐπεὶ καὶ τὰς ἰδέας εἶναι καὶ ἐν τοῖς νοητοῖς, ὅμως οὐ τὸν αὐτὸν τρόπον αὐτὰς ὅνπερ ἐν τοῖς νοεροῖς ὑφεστάναι λέγομεν ὁλικῶς, ἡνωμένως, πατρικῶς, ἐνταῦθα δὲ διῃρημένως, μερικῶς, δημιουργικῶς, ἀνάγκη δὲ πανταχοῦ τὸν τῶν ἰδεῶν ἀριθμὸν ἐξηρτῆσθαι τῶν τοῦ ὄντος γενῶν; Εἴπερ οὖν αἱ νοεραὶ ἰδέαι μετέχουσι τῶν νοερῶν εἰδῶν, δηλονότι καὶ αἱ νοηταὶ μεθέξουσι τῶν νοητῶν. Εἰ δὴ κατὰ τὸ πέρας τῶν νοητῶν αἱ πρώτισται τῶν ἰδεῶν τέτταρες, δεῖ πρὸ τῆς εἰδητικῆς τετράδος εἶναι μοναδικὴν ὑπόστασιν τῶν γενῶν· οὕτω γὰρ καὶ ἐν τοῖς νοεροῖς πρὸ τῆς δεκαδικῆς ὑπάρξεως τῶν ἰδεῶν ἡ πεμπαδικὴ τῶν γενῶν ἐστιν αἰτία.

Περὶ μὲν οὖν τῶν γενῶν τοῦ ὄντος καὶ αὖθις πλείονα ποιησόμεθα λόγον· νῦν δὲ, εἰ βούλει, τὴν τάξιν κατίδωμεν, διʼ ἣν πρότερον μὲν κίνησιν καὶ στάσιν ἀφεῖλε τοῦ ἑνὸς, ὕστερον δὲ ταὐτὸν καὶ θάτερον. Εἴρηται μὲν οὖν μοι καὶ πρότερον τὸ αἴτιον, ἡνίκα τὴν κίνησιν ἔλεγον διττὴν εἶναι καὶ τὴν στάσιν, καὶ τὰς μὲν πρὸ ταὐτοῦ καὶ ἑτέρου, καθʼ ἃς ἕκαστα πρόεισι καὶ ἐπιστρέφεται πρὸς τὰ αἴτια αὑτῶν, τὰς δὲ μετὰ τὸ ταὐτὸν καὶ ἕτερον ἐν ταῖς ἐνεργείαις ὁρωμένας τῶν ὄντων. Λεγέσθω δὲ καὶ νῦν ἕτερον τρόπον, ἀπὸ τῶν προβλημάτων ἡμῶν ποιουμένων τὴν ἐπιβολὴν τῆς προειρημένης μεθόδου. Ἀποφάσκει κατὰ τὴν πρώτην ὑπόθεσιν τοῦ ἑνός· ἀλλὰ τὰ μὲν ἔμπροσθέν που διειλόμεθα αὐτοῦ πρὸς ἑαυτὸ, τὰ δὲ αὐτοῦ πρὸς ἑαυτὸ καὶ τὰ ἄλλα, τὰ δὲ αὐτοῦ πρὸς τὰ ἄλλα μόνως· τὸ μὲν γὰρ πλῆθος καὶ τὸ ὅλον καὶ τὸ σχῆμα καὶ τὸ ἔν τινι καὶ τὴν κίνησιν καὶ τὴν στάσιν αὐτοῦ πρὸς ἑαυτὸ τοῦ ἑνὸς ἀναιρεῖ, τὸ δὲ ταὐτὸν καὶ ἕτερον καὶ ὅμοιον καὶ ἀνόμοιον καὶ ἴσον καὶ ἄνισον καὶ πρεσβύτερον καὶ νεώτερον αὐτοῦ πρὸς ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα. Ταὐτὸν γὰρ οὔτε ἑαυτῷ ἐστι τὸ ἓν οὔτε τοῖς ἄλλοις, καὶ ἕτερον ὁμοίως καὶ τῶν λοιπῶν ἕκαστον· τὸ δὲ δοξαστὸν ἢ ἐπιστητὸν ἢ ὀνομαστὸν ἢ ῥητὸν αὐτοῦ πρὸς τὰ ἄλλα· πᾶσι γάρ ἐστι τοῖς δευτέροις ταύταις ταῖς γνωστικαῖς ἐνεργείαις ἄγνωστον. Τριχῶς οὖν τῶν ἀποφάσεων λαμβανομένων, τῶν μὲν αὐτοῦ πρὸς ἑαυτὸ, τῶν δὲ αὐτοῦ πρός τε ἑαυτὸ καὶ τὰ ἄλλα, τῶν δὲ πρὸς τὰ ἄλλα μόνως, καὶ τῶν μὲν πρώτων, τῶν δὲ μέσων, τῶν δὲ τελευταίων, ἡ κίνησις καὶ ἡ στάσις ἀποφάσκεται τοῦ ἑνὸς ὡς αὐτοῦ πρὸς ἑαυτὸ, τὸ δὲ ταὐτὸν καὶ ἕτερον διχῶς αὐτοῦ τε πρὸς ἑαυτὸ καὶ αὐτοῦ πρὸς τὰ ἄλλα, διόπερ ἐκεῖναι μὲν συντάττονται ταῖς πρώταις ἀποφάσεσιν, αὗται δὲ ταῖς μέσαις, καὶ οὐκ ἀπεικότως· περὶ ἐκείνων μὲν πρότερον πεποίηται τὸν λόγον, περὶ τούτων δὲ ὕστερον. Οὕτω δὲ καὶ τὸ ὅμοιον ἀποφήσει καὶ τὸ ἀνόμοιον καὶ τὸ ἴσον καὶ τὸ ἄνισον καὶ τὸ πρεσβύτερον καὶ τὸ νεώτερον αὐτοῦ τε πρὸς ἑαυτὸ καὶ αὐτοῦ πρὸς τὰ ἄλλα, τούτων πάντων ἀποφάσκων διὰ τούτων καὶ, ὥς φασιν, ἀφαιρῶν τοῦ ἑνὸς τὴν οὐσίαν, τὸ ποιὸν, τὸ ποσὸν, τὸ ποτέ· τούτοις γὰρ ὑπάρχει ταῦτα, τὸ μὲν ταὐτὸν καὶ ἕτερον ταῖς οὐσίαις, τὸ δὲ ὅμοιον καὶ ἀνόμοιον τοῖς ποιοῖς, τὸ δὲ ἴσον καὶ ἄνισον τοῖς ποσοῖς, τὸ δὲ πρεσβύτερον καὶ νεώτερον τοῖς ποτε οὖσι Σκόπει δὲ ὅπως καὶ ταῦτα, τὸ ταὐτὸν λέγω καὶ τὸ ἕτερον, ἀποφάσκει τοῦ ἑνὸς, εἰδὼς ἐν τῷ ἑνὶ ὄντι τὸν ἐν τοῖς ποιήμασιν αὐτὰ Παρμενίδην εἶναι θέμενον. Λέγει γοῦν ἐκεῖνος· Ταὐτὸν δʼ ἐν ταὐτῷ μίμνει, καθʼ ἑαυτό τε κεῖται.

Δεῖ δὴ οὖν τὸ αὐτὸ ἓν ὑπεριδρυμένον τοῦ ἑνὸς ὄντος δειχθῆναι μηδαμῶς ὂν ταὐτὸν, μηδὲ πολλῷ πλέον ἕτερον· συγγενέστερον γὰρ τῷ ἑνὶ τὸ ταὐτόν. Ἀλλʼ οὖν καὶ τοῦτο καὶ τὸ ἕτερον ἀφαιρεῖ τοῦ ἑνὸς, ἵνʼ ἐπιδειχθῇ τοῦ ἑνὸς ὄντος ἐκβεβηκὸς, ἐν ᾧ τὸ ταὐτὸν ἦν κατὰ τὸν ἐν τοῖς ἔπεσι Παρμενίδην, καὶ ἕτερον οὐκ ἐκείνων ἐλεγχομένων, ἀλλὰ τούτων προστιθεμένων, καὶ διὰ τὴν ἐκείνων παραδοχήν. Εἰ γὰρ τὸ μετέχον ταυτότητος καὶ ἑτερότητος οὔπω ἓν ὡς ἀληθῶς ἐστιν, ἀνάγκη τὸ ὡς ἀληθῶς ἓν πρὸ τούτων ὑπάρχειν τούτων καθαρεῦον, ἢ μετέχον καὶ αὐτὸ τούτων οὐκ ἔσται μόνως ἓν, ἀνάπλεον ὂν τῶν ἀλλοτρίων τοῦ ἑνός. Ὃ γὰρ ἂν τῷ ἑνὶ προσθῇς, διὰ τῆς προσθήκης ἀφανίζει τὴν ἑνότητα τοῦ προσλαβόντος ἀναινομένην τὸ ἀλλότριον πᾶν.

Ἕτερον μέν που ἑαυτοῦ ὂν τοῦ ἑνὸς ἕτερον ἂν εἴη, καὶ οὐκ ἂν εἴη ἕν. — Ἀληθῆ.

Τεττάρων ὄντων περὶ τὸ ταὐτὸν καὶ ἕτερον ἀποφατικῶν προβλημάτων τοῦ ἑνὸς, ἀπὸ τῶν προτέρων τοῦ ἑνὸς καὶ ἡμῖν εὐληπτοτέρων ἀρχόμενος οὕτω πρόεισι διὰ τῶν λοιπῶν. Ἔστι δὲ τὰ τέτταρα προβλήματα ταῦτα, τὸ ἓν οὐκ ἔστιν ἑαυτοῦ ἕτερον, τὸ ἓν οὐκ ἔστι τῶν ἄλλων ἕτερον, τὸ ἓν οὐκ ἔστιν ἑαυτῷ ταὐτὸν, τὸ ἓν οὐκ ἔστι τοῖς ἄλλοις ταὐτόν. Τούτων δὲ σαφέστατα μέν εἰσι τὰ ἄκρα· καὶ γὰρ ὅτι ταὐτὸν τοῖς ἄλλοις οὐκ ἔστι, δῆλον, καὶ ὅτι ἕτερον ἑαυτοῦ οὐκ ἔστι· τὰ δὲ λοιπὰ δύο δυσμεταχείριστα· πῶς γὰρ ἄν τις παραδέξαιτο ὅτι οὐκ ἔστιν ἑαυτῷ ταὐτὸν ὅ γε ἕν ἐστιν, ἢ πῶς ἂν πεισθείη τις ὅτι οὐκ ἔστιν ἕτερον τῶν ἄλλων ὅ γε ἐξῄρηται αὐτῶν; Ἀπὸ τῶν σαφεστάτων οὖν ὁ Παρμενίδης ἀρχόμενος δείκνυσι πρῶτον ὡς οὔτε ἑαυτοῦ ἕτερον οὔτε τοῖς ἄλλοις ταὐτόν ἐστι τὸ ἕν. Αὐτοῖν δὲ τούτοιν γνωριμώτερον ὂν, ὅτι οὐχ ἑαυτοῦ ἕτερον τὸ ἓν, πρότερον διὰ τῆς ἀποδείξεως βεβαιοῖ. Καὶ γάρ ἐστιν, ὡς ἔφην, τὸ ταὐτὸν ἐγγυτέρω τοῦ ἑνὸς, τὸ δὲ ἕτερον πορρώτερον· τὸ δὲ ἐγγύτερον χαλεπώτερον ἀφαιρεῖν, ῥᾷον δὲ τὸ πορρώτερον, ἅτε ἀπʼ αὐτοῦ μᾶλλον κεχωρισμένον. Ὅθεν δὴ καὶ οἱ διαλεκτικοὶ λέγειν εἰώθασιν ὅτι τὰς ἀνομοιότητας ἐν τοῖς συγγενέσι ζητεῖν χρὴ, τὰς δὲ ὁμοιότητας ἐν τοῖς διαφόροις, ἀλλʼ οὐκ ἀνάπαλιν, τὸν γυμνασόμενον. Ταῦτα μὲν οὖν εἴρηται τῆς τάξεως ἕνεκα τῶν προβλημάτων· πῶς δὲ αὐτὸ τοῦτο δείκνυται τῶν τεττάρων τὸ πρώτιστον ὅτι οὐχ ἕτερον ἑαυτοῦ τὸ ἓν, νῦν ἡμῖν ῥητέον ἔπειτα αὖθις, εἰ δυναίμεθα, περὶ ἑκάστου τῶν ἄλλων ἐροῦμεν. Δείκνυται μὲν οὖν τὸν τρόπον τοῦτον· εἰ τὸ ἓν ἑαυτοῦ ἕτερον, ἑνὸς ἂν εἴη πάντως ἕτερον· αὐτὸ γάρ ἐστιν ἓν, τὸ δὲ τοῦ ἑνὸς ἕτερον οὐχ ἕν· καὶ γὰρ τὸ ἀνθρώπου ἕτερον οὐκ ἄνθρωπος, καὶ τὸ ἵππου οὐχ ἵππος, καὶ ἁπλῶς τὸ ἑκάστου τινὸς οὐχ ἕκαστον· εἰ τὸ ἓν ἄρα ἑαυτοῦ ἕτερον, τὸ ἓν οὐχ ἕν ἐστιν. Ἀλλὰ μὴν ἄτοπον τοῦτο περιάγον ἡμᾶς εἰς ἀντίφασιν ὅτι τὸ ἓν οὐχ ἕν· οὐκ ἄρα ἕτερον ἑαυτοῦ τὸ ἕν. Ἀπορήσειε δʼ ἄν τις πρὸς τὴν ἀπόδειξιν ταύτην, μήποτε καὶ ἡ ἑτερότης οὕτως ἀποδειχθήσεται μὴ οὖσα ἕτερον ἑαυτῆς· καίτοι γε τοῦτο ἀναγκαῖον. Ἕκαστον γὰρ τῶν ὄντως ὄντων ἀφʼ ἑαυτοῦ τῆς ἐνεργείας ἄρχεται, καθάπερ εἴρηται πολλάκις, καὶ ὁ Ἐλεάτης μὲν ξένος καὶ τὴν θατέρου φύσιν ἔλεγε τῶν ἄλλων γενῶν ἕτερον οὖσαν κατὰ τοῦτο αὐτὴν εἶναι μὴ ὂν, ὡς τὴν κίνησιν καὶ τὴν στάσιν. Ἀλλʼ εἰ ἑαυτῆς ἕτερον ἡ ἑτερότης, ἔσται ἕτερον ἢ ἡ ἑτερότης, οὐκ ἔσται ἑτερότης, ὥσπερ καὶ τὸ ἓν οὐχ ἕν· οὐκ ἄρα ἑαυτῆς ἕτερον ἡ ἑτερότης. Μήποτε οὖν ἀφʼ ἑαυτῆς μὲν ἄρχεται τοῦ ἐνεργεῖν ἡ ἑτερότης καὶ ποιεῖ ἕτερον ἑαυτὴν, οὐχ ἑαυτῆς δὲ ἕτερον, ἀλλὰ τῶν ἄλλων· καὶ γὰρ ἐκεῖνα διακρίνειν ἀπʼ ἀλλήλων δύναται, καὶ ἑαυτὴν ἀπʼ ἐκείνων πολλῷ πρότερον, καὶ οὕτως εἰς ἑαυτὴν ἐνεργεῖ τῷ φυλάττειν ἑαυτὴν ἀσύγχυτον τοῖς ἄλλοις. Εἰ δὲ ἔτι βούλει λέγειν ἀληθέστερον, καὶ ἡ ἑτερότης, καθόσον ἑαυτῆς ἕτερόν ἐστιν, οὐκ ἔστιν ἑτερότης· ἑαυτῆς γὰρ ἕτερον τῷ μετέχειν καὶ τῶν ἄλλων γενῶν· ταύτῃ οὖν οὐχ ἑτερότης, ᾗ τῶν ἄλλων μετείληχε· καὶ οὐδὲν ἄτοπον ἐπί γε τῆς ἑτερότητος, πλῆθος γάρ ἐστιν· ἐπὶ δὲ τοῦ ἑνὸς ἄτοπον· ἓν γάρ ἐστι μόνον, ἄλλο δὲ οὐδέν. Δεῖ δὲ τὴν ἀπόφασιν αὐτοῦ τινος ποιεῖσθαι καὶ μὴ ἄλλου, λέγω οἷον δὲ, εἴ τί ἐστιν ἀνθρώπου ἕτερον, τοῦτο λέγειν οὐκ ἄνθρωπον, καὶ εἴ τι λευκοῦ, τοῦτο οὐ λευκόν· οὐ μέντοι λέγειν, ἐπειδὴ ὁ Δίων τοῦ ἀνθρώπου ἕτερος, εἴπερ τὸ μὲν ἄτομον, τὸ δὲ εἶδος ὁ Δίων ἄνθρωπος οὐκ ἔστιν· αὐτὸ μὲν γὰρ τὸ εἶδος οὐκ ἔστιν, οὗ ἐλέγετο εἶναι ἕτερος· οὐ γάρ ἐστιν ὁ ἄνθρωπος· μετέχει δὲ τοῦ εἴδους, καὶ οὕτως ἐστὶν ἄνθρωπος, ὡς κατὰ μέθεξίν τις ἄνθρωπος ὤν.

Καὶ μὴν ταὐτόν γε ἑτέρῳ ὂν ἐκεῖνο ἂν εἴη, αὐτὸ δʼ οὐκ ἂν εἴη· ὥστε οὐδʼ ἂν οὕτως εἴη ὅπερ ἐστὶν, ἓν, ἀλλʼ ἕτερον ἑνός. — Οὐδαμῶς.

Τοῦτό ἐστι τῶν τεττάρων τὸ δεύτερον εὐληπτότερον μὲν ὂν τῶν ἑξῆς, τοῦ δὲ πρὸς αὐτοῦ χαλεπώτερον. Θαρρεῖ δʼ οὖν καὶ τοῦτο τῷ μηδὲν εἰσδέχεσθαι τὸ ἓν ἀπὸ τῶν ἄλλων· τοῦτο γὰρ τὸ ἀξίωμα καὶ ἐπὶ τοῦ ἑνὸς καὶ ἐπὶ τῶν ἄλλων θείων αἰτίων ἐστὶ πάντων ἀληθέστατον. Οὔτε γὰρ ὁ οὐρανὸς εἰσδέχεταί τι τῆς θνητῆς δυσχερείας εἰς ἑαυτὸν, οὔτε ὁ δημιουργὸς ἀπὸ τῆς περὶ τὸν κόσμον ὅλον γενέσεως, οὔτε τὰ νοητὰ ἀπὸ τοῦ νοεροῦ πλήθους καὶ τῆς ἐν αὐτοῖς διαιρέσεως, ὥστε οὔτε τὸ ἓν ἀπὸ τῆς τῶν ὄντων ἰδιότητος ἀναπιμπλάναι δυνατόν. Οὐδαμῶς ἄρα τοῖς ἄλλοις ἔσται ταὐτόν· μετέχοι γὰρ ἂν αὐτῶν ᾗ μετέχοιτο ὑπʼ αὐτῶν, ἢ καὶ αὐτὸ καὶ ἐκεῖνα μετέχοι ἂν ἑνός τινος ἄλλου. Ἀλλʼ οὔτε ἑνὸς ἄμφω μετέχειν δυνατόν· κρεῖττον γὰρ οὐδέν ἐστι τοῦ ἑνὸς οὐδὲ μᾶλλον ἕν· ἦν γὰρ ἄν τι πρὸ τοῦ ἑνός· ἡ γὰρ ἄνοδος ἐπὶ τὸ ἓν, ἀλλʼ οὐκ ἐπὶ τὸ πλῆθος· ἑνικώτερα γὰρ ἀεὶ τὰ ἀνωτέρω, ψυχὴ μὲν σώματος· οὐδὲν γὰρ εἰσδέχεται ἀπʼ αὐτῶν χειρόνων ὄντων, οὔτε μετέχεται ὑπʼ αὐτῶν· ἐξῄρηται γὰρ ἁπάντων ὁμοῦ τῶν ὄντων καὶ ἄλλο ἐστὶ τὸ μεθεκτὸν ἓν, τὸ δὲ πρώτως ἓν καὶ τὸ ἐφετὸν πᾶσι τοῖς οὖσιν ἀμέθεκτον προϋπάρχει τῶν ὅλων, ἵνα μένῃ ἓν ἀπλήθυντον· τὸ γὰρ μετεχόμενον οὐ παντάπασίν ἐστιν ἕν. Οὐδαμῶς ἄρα ταὐτόν ἐστιν τοῖς ἄλλοις τὸ ἕν. Καὶ οὕτω μὲν ἀπὸ τῶν κοινῶν ἐννοιῶν ὑπομνήσεις ὡς ἔστιν ὁ λόγος ἀληθής· κατίδωμεν δὲ καὶ τὴν Παρμενίδειον ἀπόδειξιν τοιαύτην τινὰ οὖσαν· εἰ τὸ ἓν ἑτέρῳ τινὶ τῶν πάντων ταὐτόν ἐστιν, οὐχ ἑνὶ ὄντι ἔσται ταὐτόν· αὐτὸ γάρ ἐστι τὸ ἓν, καὶ ἅμα διὰ τούτων δῆλον ὅτι δύο εἶναι τὸ ὡς ἀληθῶς ἓν ἀμήχανον· δῆλον γὰρ ὅτι δύο ἂν εἴη διαφέροντα ἀλλήλων. Ἓν οὖν ἑκάτερον ὂν καὶ τοῦ ἑτέρου διαφέρον μετὰ τῆς διαφορᾶς οὐκέτʼ ἂν εἴη ἕν· ἓν ἄρα μόνως τὸ ἕν· τὸ οὖν ἕτερον αὑτοῦ ὂν οὐχ ἕν. Εἰ οὖν ἑτέρῳ ταὐτὸν τὸ ἓν, οὐχ ἑνὶ δήπου τούτῳ ταὐτόν ἐστι· καὶ γὰρ τὸ τῷ ἑνὶ ταὐτὸν ἕν ἐστι, καὶ τὸ τῷ οὐκ ἀνθρώπῳ ταὐτὸν οὐκ ἄνθρωπος, Εἰ ἄρα ἑτέρῳ παρʼ ἑαυτό τινι ταὐτὸν τὸ ἓν, οὐχ ἕν ἐστι τὸ ἕν· εἰ δὲ οὐχ ἓν, ἕτερον ἑνὸς, ὃ δέδεικται πρότερον ἄτοπον. Ἤρκει μὲν οὖν καὶ τὸ εἰς ἀντίφασιν τῷ διὰ τριῶν παράγειν τὸν λόγον εἰς τὸν τῆς ὑποθέσεως ἔλεγχον. Οὐ μὴν ἀλλὰ κἀκεῖνο προστίθησι, τὸ καὶ ἕτερον τοῦ ἑνὸς, ἵνα καὶ διὰ τοῦ προσεχῶς ἀτόπου δειχθέντος ἀποφαίνῃ σαθρὰν καὶ ταύτην τὴν ὑπόθεσιν. Οὕτω δʼ ἂν ἀποδείξειας καὶ τὴν ταυτότητα αὐτὴν ἔστιν ὅπη ταυτότητα μὴ οὖσαν, εἴπερ εἴη πως τῇ ἑτερότητι ταὐτὸν ἢ ἄλλῳ τινὶ τῶν ὄντων παρʼ ἑαυτήν· λεγέσθω γὰρ ὅτι ἡ ταυτότης ταὐτόν ἐστιν ἑτερότητι, καθόσον μετέχει τῆς ἑτερότητος. Εἰ οὖν τὸ ἑτερότητι ταὐτὸν ἕτερόν ἐστι καὶ οὐ ταὐτὸν, ἡ ἄρα ταυτότης ἕτερον καὶ οὐ ταὐτόν. Καὶ οὐδέν γε ἄτοπόν ἐστι· τῇ μὲν γὰρ οὐσίᾳ τῇ ἑαυτῆς ταυτότης ἐστὶ, τῇ δὲ μετουσίᾳ τῇ ἐκείνης ἕτερον· γίγνεται δὲ ἐκείνη ταὐτὸν τῷ μετέχειν ἐκείνης· ὃ καὶ παραδοξότατόν ἐστι τὸ ἕτερον γενέσθαι τὸ πρὸς τὴν θατέρου γενόμενον φύσιν. Καὶ οὕτω δὴ ὁ λόγος ἠρωτημένος ἐπὶ τοῦ ἑνός ἐστιν ἀληθής. Διότι τὸ ἓν οὔτε γένος ἔχει τι πρὸ ἑαυτοῦ οὔτε εἶδος, τὰ μὲν πρὸ ἑαυτῶν ἔχοντα γένος ἢ εἶδος, οἷον ἄνθρωπος καὶ ἵππος ἢ Σωκράτης καὶ Ζήνων, ταὐτὰ ὄντα κατὰ τὸ γένος ἢ εἶδος, οὐκέτι ἀλλήλοις ἁπλῶς ἐστι ταὐτά· μὴ εἶναι δὲ ἀνάγκη πρὸ τοῦ ἑνὸς γένος ἢ εἶδος, εἰ μὴ γένηται τὸ ἓν, ἢ γένους μετέχον ἢ εἴδους, οὐχ ἕν. Τὸ γὰρ μετέχον τοῦ γένους ἔχει τι παρὰ τὸ γένος, καὶ τὸ μετέχον ὡσαύτως τοῦ εἴδους ἔχει τι παρὰ τὸ εἶδος· καὶ καθόλου πᾶν τὸ μετέχον τινὸς ἔχει τι παρὰ τὸ μετεχόμενον· εἰ γὰρ μηδὲν, αὐτὸ ἂν ἐκεῖνο εἴη παντελῶς καὶ οὐ μετέχον ἐκείνου μόνον. Εἰ οὖν τὸ ἓν μήτε ἐν γένει ἐστὶ μήτε ἐν εἴδει, ταὐτὸν δὲ ᾖ ἑτέρῳ τινὶ, αὐτὸ ἂν ἐκεῖνο εἴη, ᾧ ἐστι ταὐτὸν οὐκ ἄλλῳ ὂν ταὐτόν.

Ταὐτὸν μὲν ἄρα ἑτέρῳ ἢ ἕτερον ἑαυτοῦ οὐκ ἔσται. — Οὐ γάρ.

Τῶν δύο προβλημάτων ἓν τοῦτο κοινὸν ποιεῖται συμπέρασμα κοινωνίαν ἐχόντων καθόσον ἀντιστρόφως ἀλλήλοις λαμβάνεται, τὸ μὲν ἕτερον πρὸς ἑαυτὸ, τὸ δὲ ταὐτὸν πρὸς τὰ ἄλλα· δοκεῖ γὰρ τὸ μὲν ἕτερον οἰκείως ἔχειν τῇ πρὸς τὰ ἄλλα ἀναλήψει, τὸ δὲ ταὐτὸν τῇ πρὸς ἑαυτό. Διὸ κἀκεῖνα μὲν ῥᾷον πρὸς τὴν ἀπόδειξιν· ἀνοίκεια γὰρ μᾶλλον πρὸς τὸ ἕν· ταῦτα δὲ χαλεπώτερα· μᾶλλον γάρ ἐστι τοῦ ἑνὸς ἐγγὺς ἡ μὲν πρὸς τὰ ἄλλα ἑτερότης διὰ τὴν ἐξῃρημένην τοῦ ἑνὸς ὑπεροχὴν, ἡ δὲ πρὸς ἑαυτὸ ταυτότης διὰ τὴν ἄρρητον αὐτοῦ καὶ ἄφραστον ὑπερένωσιν, διχῶς δὲ λεγομένου καὶ τοῦ ταὐτοῦ καὶ τοῦ ἑτέρου. Λέγεται γὰρ ταὐτὸν καὶ ἡ ταυτότης καὶ τὸ μετέχον τῆς ταυτότητος, καὶ ἕτερον ὁμοίως ἡ ἑτερότης καὶ τὸ μετέχον τῆς ἑτερότητος. Δείξει προϊὼν ὁ λόγος ὅτι κατʼ οὐδέτερον τρόπον τὸ ἓν ἕτερον ἢ ταὐτόν· οὔτε γὰρ ὡς ἑτερότης, οὔτε ὡς ἕτερον, τῶν ἄλλων ἕτερον· οὔτε ὡς ταυτότης, οὔτε ὡς ταὐτοῦ μεταλαβὸν, ἑαυτῷ ταὐτόν· ὅπως δὲ ταῦτα εἴρηται, προϊόντες γνωσόμεθα.

Ἕτερον δέ γε ἑτέρου οὐκ ἔσται, ἕως ἂν ᾖ ἕν· οὐ γὰρ ἑνὶ προσήκει ἑτέρῳ τινὸς εἶναι, ἀλλὰ μόνῳ ἑτέρῳ ἑτέρου, ἄλλῳ δὲ οὐδενί. — Ὀρθῶς. — Τῷ μὲν ἄρα ἓν εἶναι οὐκ ἔσται ἕτερον· ἢ οἴει; — Οὐ δῆτα. — Ἀλλὰ μὴν, εἰ μὴ τούτῳ, οὐχ ἑαυτῷ ἔσται· εἰ δὲ μὴ αὑτῷ, οὐδὲ αὐτό· αὐτὸ δὲ μηδαμῆ ὂν ἕτερον, οὐδενὸς ἔσται ἕτερον. — Ὀρθῶς

Τῶν δύο τῶν λειπομένων προβλημάτων πάλιν τὸ ῥᾷον εἰς τὴν ἀπόδειξιν παραλαμβάνει πρότερον θατέρου· ῥᾷον δὲ ἐκεῖνο τὸ πορρώτερον κείμενον τοῦ ἑνὸς ἀποφάσκειν ἐθέλειν αὐτοῦ τοῦ ἑνός. Τοιοῦτον δὲ ἡ ἑτερότης, ὡς πολλάκις εἴρηται· συγγενέστερον γὰρ ἡ ταυτότης πρὸς τὸ ἕν· διὸ δυσδιάκριτον ἔχει πρὸς αὐτὸ τὴν φύσιν καὶ λόγου δεομένην πλείονος. Καὶ γὰρ αὐτοῦ καὶ τοῦτο παραφυλακτέον ὅτι μετρεῖ τῶν πραγμάτων σαφήνειάν τε καὶ ἀσάφειαν τῶν λόγων τὸ μῆκος, ἵνα μηδὲν μάτην αὐτῷ μηδὲ ἄνευ χρείας πραγματειώδους παραλαμβάνηται. Ταῦτά τοι καὶ πλείω μὲν ἐρεῖ περὶ τοῦ τετάρτου προβλήματος, ἐλάχιστα δὲ εἴρηται περὶ τοῦ πρώτου, ἐλάττω δὲ περὶ τοῦ δευτέρου μᾶλλον ἢ τοῦ τρίτου. Καὶ ταῦτα μὲν περὶ τῆς τάξεως· διχῶς δὲ, ὥσπερ εἴπομεν τοῦ ἑτέρου λεγομένου, καθʼ ἑκάτερον οὔ φησιν ἕτερον εἶναι τὸ ἕν· καὶ πρότερον ὅτι οὐχ ὡς μετέχον ἑτερότητος· τὸ γὰρ ἓν καθὸ ἓν οὐ μετέχει ἑτερότητος· εἰ δὲ μὴ, ἔσται οὐχ ἓν μεταλαβὸν αὐτοῦ· πᾶν δὲ τὸ ἕτερον ἑτέρου λέγεται διὰ τὴν ἑτερότητα· τὸ γὰρ ᾗ ἓν οὐκ ἔστιν ἕτερον, διότι οὐ μετέχει ἑτερότητος· μόνῳ γὰρ ἑτέρῳ εἶναι προσήκει τῷ ἑτέρου ἑτέρῳ, ἀλλʼ οὐ τῷ ἑνί· τοιοῦτον δέ ἐστι τὸ ἑτερότητος μετασχόν. Εἰ δὲ διʼ ἑτερότητα τὸ ἓν ἕτερον ἔσται, μεταλήψεται τῆς ἑτερότητος· ἄλλο γὰρ ἓν, καὶ ἄλλο ἕτερον τὸ μὲν καθʼ αὑτὸ, τὸ δὲ πρὸς ἕτερον λεγόμενον, ὥστʼ οὐ τῷ ἑνὶ ἕτερον τὸ ἕτερον, ἀλλʼ ἐκείνῳ ὃ ποιεῖ ἕτερον. Ἐπὶ δὲ τούτῳ δείκνυσιν ὅτι οὐδὲ ἑτερότης τὸ ἕν· τί γὰρ εἰ ἕτερον μὲν ὡς ἑτερότητος μετέχον μὴ ἔστιν, ἑτερότης δέ ἐστιν; Ἀλλʼ οὐδὲ τοῦτό φησιν ἀληθές· εἰ γὰρ μὴ καθὸ ἓν ἕτερόν ἐστι, οὐκ ἔσται τῷ ἑνὶ ἕτερον· εἰ δὲ μὴ ἔστι τῷ ἑνὶ ἕτερον, οὐδὲ αὐτὸ ἑτερότης ἔσται. Πάνυ δαιμονίως· ἡ γὰρ ἑτερότης ἑαυτῇ καὶ διʼ ἑαυτὴν ἕτερον, τὸ δὲ ἓν οὐχ ἑαυτῷ ἕτερον, ἀλλὰ καὶ ἔννοια παντελῶς ἑνὸς καὶ ἑτέρου· οὐκ ἄρα τὸ ἓν ἡ ἑτερότης ἐστίν. Εἰ ἄρα μὴ ἑαυτῷ τὸ ἓν ἕτερον, οὐδὲ ἑτερότης ἐστί· καὶ τοῦτό ἐστιν ὅπερ αὐτὸ εἶπε συντόμως, εἰ δὲ μὴ αὑτῷ, οὐδὲ αὐτὸ, τουτέστιν εἰ μὴ ἑαυτῷ ἑνὶ ὄντι ἕτερόν ἐστι, διότι ἓν καὶ ἑτερότητος διέστηκεν, οὐδὲ αὐτό ἐστιν ἑτερότης· ἦν γὰρ ἓν ταὐτὸν φάναι τῷ ἑνὶ ἕτερον εἶναι καὶ τῇ ἑτερότητι ἕτερον, εἴπερ τὸ ἓν ἑτερότης, ὅπερ ἀνεῖλεν ὁ λόγος. Ταῦτα δὲ εἰπὼν, κοινὸν ἐπάγει συμπέρασμα τοιοῦτον, αὐτὸ δὲ μηδαμῆ ὂν ἕτερον, μήθʼ ὡς ἑτερότης, μήθʼ ὡς μετέχον ἑτερότητος, μηδενὸς ἕτερον· πᾶν γὰρ τό τινος ἕτερον ἢ ἑτερότης ἐστὶν, ἢ ἑτερότητος μετέχει· τὸ δὲ ἓν οὔτε ἑτερότης ἐστὶν, οὔτε ἑτερότητος μετέχει· οὐδενὸς ἄρα ἐστὶν ἕτερον. Ὅλως δὲ, εἰ ταυτότης ἀντίκειται καὶ ἑτερότης, κρείττων δὲ ταυτότης ἑτερότητος, οὐδαμοῦ θέμις τὸ χεῖρον ἀνάγειν ἐπὶ τὸ ἕν· ἀλλʼ ἢ μηδέτερον ἢ κρεῖττον τοῖν δυοῖν, ὥσπερ καὶ ἐπὶ τῶν πρότερον ἐλέγομεν. Ἡ γοῦν ἑτερότης καὶ ἀντικειμένως πως ἔχει πρὸς τὸ ἓν, εἰ θέμις εἰπεῖν, καθόσον ἑνώσεως μὲν τὸ ἓν, διαιρέσεως δὲ αἴτιον ἡ ἑτερότης· ἡ δὲ ταυτότης διὰ τῆς συνοχῆς καὶ τῆς κοινωνίας τῶν ὄντων μιμεῖται τὴν ἀπὸ τοῦ ἑνὸς ἐφήκουσαν ἕνωσιν· οὐδαμῶς ἄρα ἕτερόν ἐστι τὸ ἓν, ἀλλὰ μᾶλλον μὲν ταὐτὸν ἢ ἕτερον· οὐ μὴν οὐδὲ ταὐτὸν, ὡς ἔσται προϊοῦσιν εὔδηλον.

Ἴσως δʼ ἄν τις ἀπορήσειε πρὸς ἡμᾶς πῶς οὖν ἐξῃρῆσθαι λέγεται τὸ ἓν τῶν πάντων, εἰ μὴ ἔστιν ἕτερον αὐτῶν· τὸ γὰρ ἐξῃρημένον διακέκριται τούτων ὧν ἐξῄρηται, καὶ ἔσται κεχωρισμένον παντὸς, οὗ διῄρηται ἀπʼ αὐτοῦ· πᾶν δὲ τὸ διῃρημένον διὰ τῆς ἑτερότητος διῄρηται· διαιρετικὸν μὲν γὰρ, ὡς εἴπομεν, ἡ ἑτερότης, συνεκτικὸν δὲ ἡ ταυτότης. Πρὸς δὴ ταῦτα φαίην ἂν ὅτι ἐξῄρηται τὸ ἓν ἀπὸ τῶν ὄντων καὶ χωριστόν ἐστι, καὶ οὐ κατὰ τὴν ἑτερότητα τὸ χωριστὸν ἔχει τοῦτο καὶ ἐξῃρημένον πρεσβεῖον τῶν ὄντων, ἀλλὰ κατʼ ἄλλην ἄφραστον ὑπεροχὴν, καὶ οὐχ οἵαν ἡ ἑτερότης παρέχει τοῖς οὖσιν. Ὡς γὰρ ἔστι μὲν ἀεὶ καὶ ὁ κόσμος, ἔστι δὲ ἀεὶ καὶ ὁ νοῦς· ἀλλʼ οὐ ταὐτὸ τὸ ἀεὶ τοῦτο ἐπʼ ἀμφότερα, ἀλλʼ ὅπου μὲν χρονικὸν, ὅπου δὲ αἰώνιον καὶ χρόνου παντὸς ἐπέκεινα· οὕτως ἐξῄρηται μὲν καὶ ὁ νοῦς τῆς ψυχῆς καὶ τὸ ἓν τῶν ὄντων, ἀλλʼ ἐπὶ μὲν νοῦ τὸ ἐξῃρῆσθαι κατὰ τὴν ἑτερότητα τὴν διακριτικὴν τῶν ὄντων, ἐπὶ δὲ τοῦ ἑνὸς πρὸ ἑτερότητος· μιμεῖται γὰρ τὸ ἐξῃρημένον ἐκείνου καὶ τὸ ἀμιγὲς ἡ ἑτερότης, καθάπερ τὴν ἑτερότητα τὴν ἄφραστον ἡ ταυτότης· ἄλλως οὖν ἐκεῖνο κεχώρισται τῶν ὅλων καὶ ἄλλως ἡ ἑτερότης χωρίζει τὰ ὄντα ἀπʼ ἀλλήλων. Δῆλον δὲ καὶ ἐπὶ τῶν οἷον ἀντικειμένων· καὶ γὰρ τὸ μηδαμῶς ὂν οὐκ ἔστιν ἕτερον, φάναι, τοῦ ὄντος, διότι τὸ ἕτερον μὴ ὂν μέν πη καὶ ὄν ἐστι· καὶ οὐ παρʼ ἔλασσον, φησὶ, τοῦ ὄντος τὸ οὕτω μὴ ὄν· καὶ πῶς γὰρ ἂν μηδαμῶς ὂν γένους τινὸς μετέχοι τῶν ὄντων ἕτερον; ἵνα μὴ γενόμενον ἕτερον μὴ πάντων ἐκπεσὸν ᾖ τῶν ὄντων. Οὕτω τὸ ἓν ἐξῃρημένον πάντων τῶν ὄντων, οὐ διότι ἕτερον, ἐστὶν ἐξῃρημένον, ἵνα μὴ ἕτερον ὂν μηκέτι πάντων ᾖ τῶν ὄντων ἐξῃρημένον. Οὐ γὰρ δεῖ τὴν ἀπόφασιν, καθʼ ἣν οὐδέν ἐστι τῶν πάντων, εἰς κατάφασιν μεταλαμβάνειν ἐπὶ τῶν ἀποφάσεων· τὸ δὲ ἕτερον κατάφασις, ἐπεὶ οὐδὲ τὸ ἐξῃρῆσθαι κυρίως λέγομεν, οὐδʼ ἄλλο τι τῶν εἰς τὰ ὄντα φερόντων ὀνομάτων.

Οὐδὲ μὴν ταὐτόν γε ἑαυτῷ ἔσται. — Πῶς δʼ οὔ; — Οὐχ ἥπερ τοῦ ἑνὸς φύσις, αὕτη δήπου καὶ τοῦ ταὐτοῦ; — Τί δή; — Ὅτι οὐκ ἐπειδὰν ταὐτὸν γένηται τῴ τι, ἓν γίγνεται. — Ἀλλὰ τί μήν; — Τοῖς πολλοῖς ταὐτὸν γενόμενον πολλὰ ἀνάγκη γίγνεσθαι, καὶ οὐχ ἕν. — Ἀληθῆ. — Ἀλλʼ εἰ τὸ ἓν καὶ τὸ ταὐτὸν μηδαμῆ διαφέρει, ὁπότε τι ταὐτὸν ἐγίγνετο, ἀεὶ ἂν ἓν ἐγίγνετο, καὶ ὁπότε ἓν, ταὐτόν. — Πάνυ γε. — Εἰ ἄρα τὸ ἓν ἑαυτῷ ταὐτὸν ἔσται, οὐχ ἓν ἑαυτῷ ἔσται· καὶ οὕτως ἓν ὂν οὐχ ἓν ἔσται. — Ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον.

Τοῦτό ἐστι τὸ τέταρτον τῶν προβλημάτων, ὅτι οὐκ ἔστιν ἑαυτῷ ταὐτὸν τὸ ἓν οὔτε ὡς ταυτότης οὔτε ὡς μετέχον ταυτότητος. Καὶ πρότερον, ὅτι οὐχ ὡς ταυτότης· Εἰ γάρ ἐστι ταυτότης τὸ ἓν, δεῖ πᾶν τὸ μετέχον ταυτότητος κατʼ ἐκεῖνο γίγνεσθαι ἓν καὶ μετέχειν τοῦ ταὐτοῦ· κατʼ ἄλλο μὲν γὰρ καὶ ἄλλο, πάντως ἀναγκαῖον. Καὶ ᾗ δεύτερον, ἡ ταυτότης τοῦ ἑνός· οὐδὲν γὰρ ἔστιν ἄνευ τοῦ ἑνός· καὶ γὰρ ἡ ἑτερότης πᾶν ὅ τι περ ἂν ποιῇ μετὰ τοῦ ἑνὸς ποιεῖ· καὶ γὰρ εἶναί τι τῶν ὄντων ἀμέτοχον τοῦ ἑνὸς παντελῶς ἀδύνατον· καθὸ δὲ ταὐτὸν ἔσται, κατὰ τοῦτο ἐξ ἀνάγκης ἓν, ἐπείπερ ἡ ταυτότης τὸ ἕν ἐστιν· ἀλλὰ μὴν ἔστι τι καθὸ μεταλαμβάνει ταυτότητος πολλὰ γιγνόμενον, οἷον τὸ τοῖς πολλοῖς ταὐτὸν γιγνόμενον καὶ οὐχ ἕν· οὐκ ἄρα ἡ ταυτότης τὸ ἕν. Ὥσπερ γὰρ τὸ τῷ ἀνθρώπῳ ταὐτὸν γιγνόμενον ἄνθρωπός ἐστι, καὶ τὸ τῷ ἵππῳ ἵππος, καὶ τὸ τῷ λευκῷ ταὐτὸν γιγνόμενον λευκὸν, καὶ τὸ τῷ μέλανι μέλαν, καὶ ἐπὶ πάντων ἁπλῶς τὸ ταυτούμενον πρός τι εἶδος ἐκείνου δέχεται πρὸς ὃ λέγεται ταυτοῦσθαι πάντως, οὕτω τὸ τοῖς πολλοῖς ταὐτὸν γιγνόμενον τῷ πολλὰ γίγνεσθαι ταὐτὸν γίγνεται τοῖς πολλοῖς. Ταὐτὸν οὖν τοῖς πολλοῖς γιγνόμενον, καθὸ πολλὰ, ταὐτόν ἐστιν αὐτοῖς· ἀλλὰ μὴν καθὸ πολλὰ ἓν εἶναι ἀδύνατον· οὐκ ἄρα ταυτότης ἐστὶ τὸ ἕν· ἦν γὰρ ἂν πάντα ταυτότητος μετέχοντα κατὰ τὸ αὐτὸ καὶ ἓν γιγνόμενα. Δέδεικται δὲ ἐπὶ τῶν πολλῶν ὅτι οὐκ ἔστι, διὰ τῶν πολλῶν οἷον ἀντίθεσιν πρὸς τὸ ἕν· τούτῳ δὲ δειχθέντι συνῆψε καὶ ὅτι οὐχὶ ταὐτὸν οὕτω τὸ ἓν, ὡς ταυτότητος μεταλαβόν· εἰ γὰρ ἔσται ταὐτὸν ἑαυτῷ οὕτως, ὡς μετέχον ταυτότητος ἄλλης οὔσης, οὐχ ἓν ἔσται τὸ ἕν· ἔσται γὰρ τῷ μεταλαβεῖν ταυτότητος ἕν τε καὶ ἄλλο τι ὃ μὴ ἔστι, καὶ οὐκέτι φυλάξει τὴν ἰδιότητα τοῦ ἑνὸς, πλῆθος ἀντὶ τοῦ ἑνὸς γενόμενον. Ταῦτα δὲ πάντα συντόμως περιέλαβεν εἰπὼν ὡς, εἴπερ ἑαυτῷ ταὐτὸν ἔσται τὸ ἓν, οὐχ ἓν ἑαυτῷ ἔσται· ταυτότης γὰρ ἕτερον δέδεικται τοῦ ἑνός. Δυνάμει οὖν ὁ σύμπας ἐστὶ λόγος τοιοῦτος· πᾶν τὸ ταὐτόν τισιν ὂν ἢ μετέχει ταυτότητος, ἢ αὐτὸ ταὐτόν ἐστι· τὸ δὲ ἓν οὔτε μετέχει ταυτότητος ὡς ἄλλης οὔσης, ἵνα μὴ μετέχον ἄλλου του παρὰ τὸ ἓν ᾖ οὐχ ἕν· οὔτε ἐστὶν αὐτοταυτότης, οὐ γὰρ οἷς ὑπάρχει ταυτότης τούτοις καὶ τὸ ἕν· τὰ γὰρ πολλὰ τοῖς πολλοῖς ταὐτὰ εἶναι δυνατὸν, ἓν δὲ εἶναι οὐ δυνατὸν, ἕως ἂν ᾖ πολλά· οὐκ ἄρα τὸ ἓν ταυτότης, οὔτε ὡς μετέχον ταυτότητος εἶναι δυνάμενον ταὐτόν.

Ὁ μὲν οὖν σύμπας λόγος τοιοῦτος. Ἀπορήσειε δʼ ἄν τις πρὸς ἡμᾶς, ἵνʼ ἀπὸ τῶν τελευταίων ἀρξώμεθα, ποῦ καὶ ἐν τίσιν ἔδειξεν ὡς ἔστι τι γιγνόμενον ἓν καὶ οὐ ταὐτόν. Ὅτι μὲν οὖν τὸ ταὐτὸν γιγνόμενον οὐ πάντως κατὰ τοῦτο γίγνεται καὶ ἓν, δεδείχθω διότι τὸ τοῖς πολλοῖς ταὐτὸν γιγνόμενον οὐ γίγνεται ἓν, ἀλλὰ πολλά· τούτου δὲ μόνου προσδειχθέντος, πῶς δύο ἐπήνεγκεν εἰπὼν ὡς, ὁπότε τι ταὐτὸν ἐγίγνετο, ἀεὶ ἂν ἐγίγνετο, καὶ ὁπότε ἓν, ταὐτὸν, εἰ ταὐτὸν ἦν ταυτότης καὶ ἕν. Ῥητέον δὲ ὅτι κατὰ τὴν αὐτὴν ὁδὸν τοῦ λόγου καὶ τοῦτο προσθήσομεν· ἓν γάρ τι γιγνόμενον ἕτερον γίγνεται τῶν πολλῶν· καίτοι γε εἰ ταὐτὸν ἦν ταυτότης καὶ ἓν, ἔδει τὸ ἓν γιγνόμενον εὐθὺς γίγνεσθαι καὶ ταὐτὸν, ἀλλὰ μὴ ἕτερον· ὡς γὰρ τοῖς πολλοῖς ταὐτὸν οὐχ ἓν, οὕτω τὸ ἓν οὐ ταὐτὸν τοῖς πολλοῖς. Εἴποι δʼ ἄν τις ὅτι τὸ ἓν γιγνόμενον οὐχ ἓν ὂν πρότερον γίγνεται τῶν οὐχ ἓν, ἑαυτῷ δὲ ταὐτὸν καὶ διὰ τοῦ τὸ ἕτερον τῶν οὐχ ἓν, ὅτι ἑαυτῷ ταὐτόν. Μήποτε οὖν τὸ ἓν γιγνόμενον ἐξ ἀνάγκης μὲν ἕτερον γίγνεται τῶν οὐχ ἓν, οὐ συνάγει δὲ τὴν ἔννοιαν τοῦ αὐτοῦ καθόσον ἐστὶν ἕν· τῶν μὲν γὰρ οὐχ ἓν διὰ τὴν ἀντίθεσιν ἕτερον γίγνεται, καθὸ δὲ ἓν τὸ ἕν ἐστιν, ἓν, οὐκ ὂν τῶν πρός τι· καθʼ αὑτὸ γάρ· τὸ γὰρ ταὐτὸν τῶν πρός τι τὸ ἓν γίγνεσθαί τι τὸ ταὐτὸν οὐ συνεισφέρει· τὰ γὰρ καθʼ αὑτὸ προϋπάρχει πανταχοῦ τῶν πρός τι, διότι τὸ γιγνόμενον ἓν οὐ πάντως ταὐτὸν, διότι τὰ καθʼ αὑτὸ πρὸ τοῦ πρός τι· τὸ δὲ ταὐτὸν τῶν πρός τι λεγομένων ἐστίν· ἅμα γὰρ καὶ οὐ ταὐτόν ἐστί τι καὶ ἕν. Οὐκ ἄρα ἁπλῶς ἓν ἡ ταυτότης καὶ τὸ ἕν. Διόπερ ὁ Πλάτων τῷ λόγῳ θαρρῶν ἐπήγαγεν ὡς, εἰ ἦν τὸ ἓν ταυτότης, ἦν ἂν καὶ τὸ ταὐτὸν ἓν καθὸ ταὐτὸν, καὶ τὸ ἓν ταὐτὸν καθὸ ἕν· ἐφάνη δὲ καὶ τὸ ταὐτὸν τοῖς πολλοῖς πολλὰ, καὶ κατὰ ταὐτὸ τὸ οὐχ ἓν, καὶ τὸ ἓν γιγνόμενον οὔπω ταὐτόν. Πάλιν τοίνυν ἀπορήσουσί τινες πῶς ταὐτὸν γίγνεσθαί φαμεν τοῖς πολλοῖς· ἴσον γὰρ ἦν δικαιότερον εἰπεῖν, ἀλλʼ οὐ ταὐτόν· ῥητέον δὲ πρὸς αὐτοὺς ὅτι ἔστιν οὐσιῶδες πλῆθος ἐν τοῖς οὖσι, τὸ δὲ καὶ ἔξωθεν ἐπιγιγνόμενον καὶ ἐπεισοδιῶδες, καὶ τὸ μὲν ἐν τοῖς εἴδεσιν ὑφεστηκὸς, τὸ δὲ ἐν τοῖς ἐνύλοις πράγμασιν· ὅταν τῷ οὐσιώδει πλήθει καὶ τῷ ἀριθμῷ γίγνηται ὁ αὐτὸς ἀριθμὸς, οὐχ ὅς ἐστιν ἐν τοῖς ἠριθμημένοις, ἀλλʼ ὅς ἐστιν ἁπλῶς ἀριθμὸς, τηνικαῦτα ταὐτὸν λέγεται γίνεσθαι τὸ πλῆθος τῷ πλήθει, ἀλλʼ οὐκ ἴσον· ἡ γὰρ κατὰ τὴν οὐσίαν κοινωνία ταυτότης ἐστὶν, ἡ δὲ κατά τι ποσὸν ἰσότης οὐ τὸ οὐσιῶδες ποσόν. Ὡς γὰρ ποιὸν, ἄλλο μὲν τὸ μόνως ποιὸν, ἄλλο δὲ τὸ περιουσίαν τὸ ποιὸν ἀφορίζον, οὕτω καὶ ποσὸν ἄλλο μὲν τὸ κυρίως ποσὸν, ἄλλο δὲ τὸ ἐν οὐσίᾳ ποσόν· καὶ ὅταν τοιαῦτα δύο ποσὰ κοινωνῇ πρὸς ἄλληλα, διὰ ταυτότητος κοινωνεῖ, καθάπερ δὴ καὶ τὰ ποιὰ τὰ οὐσιώδη κοινωνεῖ διὰ ταυτότητος, ἀλλʼ οὐ διʼ ὁμοιότητος. Ταῦτα μὲν οὖν πρὸς τὴν ἀπορίαν. Ἐνδείκνυται δὲ καὶ διʼ αὐτῶν τούτων ὁ φιλόσοφος ὅτι ταυτότητα μὲν ἑτερότητι καὶ πλήθει συνεῖναι δυνατόν· ἡ δὲ ἕνωσις καὶ τὸ ἓν ἐπέκεινα τῆς πρὸς τὸ πλῆθος εἴρηται συντάξεως· εἰ γὰρ τὰ πολλὰ ταυτότητος μὲν μετασχεῖν δυνατὸν, ἓν δὲ οὐκ ἔσται καθὸ πολλὰ, καίτοι διὰ τοῦτο ὄντα ταὐτὰ τοῖς ἑτέροις ὅτι πολλὰ, πρόδηλον ὅτι ταυτότης μὲν ἔστι καὶ ἐν πλήθεσιν, ἑνότης δὲ ἐξῃρῆσθαι βούλεται τοῦ πλήθους. Ὅθεν εἰκότως δείκνυται τὸ ἓν ὡς οὐκ ἔστι ταυτότης· οὐ γὰρ ἀποστατεῖ τοῦ πλήθους ἡ ταυτότης, τὸ δὲ ἓν ἔξω τῶν πεπληθυσμένων ἐστίν· ἑκάστη γὰρ τάξις συνεισφέρει τι ἑαυτῷ πάντως ὃ μὴ ἦν πρὸ αὐτῆς, οἷον ἡ μὲν γένεσις τὴν κατʼ οὐσίαν μεταβολὴν ἣν οὐκ εἶχεν ὁ οὐρανὸς, ὁ δὲ οὐρανὸς τὴν κύκλῳ κίνησιν τὴν τοπικὴν ἣν οὐκ εἶχεν ἡ ψυχὴ καθʼ αὑτὴν, ἡ δὲ ψυχὴ τὴν μεταβατικὴν νόησιν ἣν οὐκ εἶχεν ὁ νοῦς, ὁ δὲ νοῦς τὴν τοῦ νοητοῦ ὄρεξιν ἣν οὐκ εἶχε τὸ ὂν, τὸ δὲ ὂν τὴν ταυτότητα καὶ ἑτερότητα, ὧν ἐξῄρηται τὸ ἓν αὐτὸ, μηδὲν δεόμενον τούτων μήτε τῆς ταυτότητος — εἶχε γὰρ ἁπλότητα κρείττονα ταυτότητος —, μήτε ἑτερότητος· εἶχε γὰρ ὑπερβολὴν κρείττονα ἑτερότητος.

Ἀδύνατον ἄρα καὶ τῷ ἑνὶ ἢ ἑτέρου ἕτερον εἶναι ἢ ἑαυτῷ ταὐτόν. — Ἀδύνατον.

Τῶν δύο τῶν προσεχῶς δεδειγμένων θεωρημάτων κοινὸν τοῦτο συμπέρασμα ἐπήγαγεν· ἀδύνατον γάρ φησιν ἢ ἕτερον εἶναί τινων τὸ ἓν ἢ ἑαυτῷ ταὐτόν. Τοῦτο μή τι νομίσῃς ἀσθένειαν εἶναι καὶ δυνάμεως ἔλλειψιν, μηδὲ αὖ ὑπερβολὴν δυνάμεως· ἔστι γάρ τοι καὶ τοιοῦτον ἀδύνατον, ὡς εἰώθαμεν λέγειν τὸν σπουδαῖον ἀδύνατον εἶναι ἁμαρτεῖν, ἀλλὰ τὴν κρείττω πάσης δυνάμεως ὑπεροχήν. Οὕτω γὰρ τὸ ἀδύνατον ἐπὶ τοῦ ἑνὸς ἀληθῶς, ὡς πάσης ἐξ αὐτοῦ προϊούσης δυνάμεως, ἑτεροποιοῦ τε καὶ ταυτοποιοῦ τῶν ὄντων· ἐκεῖθεν γὰρ καὶ τὸ πέρας τὸ πάσης ταυτότητος χορηγὸν τοῖς οὖσι, καὶ τὸ ἄπειρον πάσης διακρίσεως καὶ διαιρέσεως γεννητικόν. Ὡς οὖν ὑπὲρ πᾶν πέρας ἐστὶ καὶ ὑπὲρ πᾶσαν ἀπειρίαν, οὕτω καὶ ὑπὲρ πᾶσαν ταυτότητα, πολλῷ μᾶλλον καὶ ὑπὲρ πᾶσαν ἑτερότητα καὶ θείαν τε καὶ ἐν τοῖς οὖσιν ὑφεστῶσαν. Εἴ τις οὖν θεία τάξις κατʼ αὐτὰ χαρακτηρίζοιτο μάλιστα πασῶν τῶν θείων τάξεων ἐπέκεινα, καὶ ταύτης ἂν εἴη τὸ ἕν· καὶ τὸ μὴ εἶναι ταὐτὸν ἢ ἕτερον ἐκφαίνοι τὴν κατὰ ταῦτα διαφερόντως προϊοῦσαν διακόσμησιν τῶν θεῶν.

Οὕτω δὴ ἕτερόν γε ἢ ταὐτὸν τὸ ἓν οὔτʼ ἂν αὑτῷ οὔτʼ ἂν ἑτέρῳ εἴη. — Οὐ γὰρ οὖν.

Τοῦτο κοινόν ἐστι συμπέρασμα τῶν τεττάρων προβλημάτων, ἀνακάμπτον μὲν ἐπὶ τὴν πρώτην πρότασιν, ἀλλοιότερον δέ πως διαπεπραγμένον. Ἐκεῖ μὲν γὰρ εἶπεν, οὐδὲ μὴν ταὐτόν γε οὔθʼ ἑτέρῳ οὔθʼ ἑαυτῷ τὸ ἓν, τοῦ ἑτέρου τὸ ταὐτὸν πρότερον διελὼν, εἶτα τὸ ἕτερον· ἐνταῦθα δὲ ἅμα ἄμφω προσθεὶς τὸ ἕτερον καὶ ταὐτὸν κοινὴν ἐπήγαγε τὴν διαίρεσιν, οὔτʼ ἂν αὑτῷ οὐτʼ ἂν ἑτέρῳ προσθεὶς, καὶ ἤρξατό γε ἀπὸ τοῦ ἑτέρου καὶ κατέληξεν εἰς τὸ ἕτερον, καὶ διὰ τῆς συντομίας καὶ διὰ τῆς ἀπὸ τοῦ αὐτοῦ πρὸς τὸ αὐτὸ καταλήξεως μιμούμενος τὸν κύκλον τῆς νοερᾶς ἐνεργείας. Ἀλλὰ ταῦτα μὲν περὶ τούτων· ἴσως δʼ ἄν τις ἡμᾶς ἐπανέροιτο, τούτων δεδειγμένων, εἰ τά γε ἄλλα τοῦ ἑνὸς ἕτερα αὐτοῦ ἂν εἴη· τὰ γὰρ ἄλλα συνεισφέρειν δοκεῖ καὶ τὴν τοῦ ἕτερα εἶναι φήμην αὐτὰ τοῦ ἑνός· ταῦτα μὲν γὰρ οὐδαμῶς· οὐ γάρ ἐστι καὶ ταῦτα ἕν. Μήποτε δὲ, ὡς εἴπομεν, τὸ πολλὰ τοῦ ἑνὸς ᾗ ἕτερα μὲν τὰ πολλὰ καὶ ἄλλα πάντη πάντως ἐστὶν, οὐχ ἕτερα δὲ τοῦ ἑνός· ὡς γὰρ αὐτὸς προείρηκε τὸ ἕτερον ἑτέρου ἕτερον, καὶ εἰ λέγοιτο οὖν ἄλλα καὶ ἕτερα τοῦ ἑνὸς, οὐχ οὕτως λέγεται ὡς διʼ ἑτερότητος ἀπʼ ἐκείνου ποιησάμενα τὴν πρόοδον· ἦν γὰρ ἂν δευτέρα μετὰ τὸ ἓν ἡ ἑτερότης καὶ μέση τοῦ ἑνὸς καὶ τῶν πολλῶν, ἵνα καὶ ταῦτα προΐῃ κατʼ αὐτήν. Ἀλλʼ ἔσται μὲν τούτοις ὕφεσις περὶ τὸ ἓν, οὐ πᾶσα δὲ ὕφεσις ἑτερότητός ἐστιν ἔγγονος, ἀλλʼ ἐν τοῖς εἰδητικοῖς διακόσμοις ὕφεσις. Ὅθεν δὴ καὶ πᾶν τὸ ἕτερον τῆς οἰκείας αἰτίας καὶ ὑφεῖται αὐτῆς, οὐ πᾶν δὲ τὸ ὑφειμένον ἡτεροίωται πρὸς ἐκεῖνο τὸ αἴτιον ἑαυτοῦ. Τάχα δʼ ἂν καὶ οὕτως λέγοιτο τὰ ἄλλα τοῦ ἑνὸς εἶναι ἕτερα τοῦ ἑνὸς, ὡς διὰ τὴν συνεισελθοῦσαν αὐτοῖς ἑτερότητα τὴν ἀπόστασιν ποιησάμενα τὴν ἀπὸ τοῦ ἑνὸς ἑτεροιωθέντος· τὰ γὰρ αὐτὰ τοῦ ἀνετεροιώτου διὰ τὴν ἁπλότητα τάξιν ὑφειμένην ἔλαχεν, ὥστε καὶ ἄλλα ῥηθήσεται τοῦ ἑνὸς, ὡς διὰ τῶν ἄλλων ἄλλα γενέσθαι χωρισθέντα τοῦ τὴν ἀλλήλων προσηγορίαν ἀναινομένου παντάπασιν ἑνός. Διττῆς οὖν, μᾶλλον δὲ τριττῆς ἐν τοῖς οὖσιν οὔσης τῆς ἑτερότητος, τῆς μὲν τῶν κρειττόνων, τῆς δὲ τῶν χειρόνων, τῆς δὲ τῶν ὁμοστοίχων, ἀντὶ μὲν τῆς τῶν κρειττόνων πρὸς τὰ χείρονα τῶν εἰδῶν ἑτερότητος τὴν ὑπεροχὴν ληπτέον ἐν τοῖς ὑπερουσίοις, ἀντὶ δὲ τῆς τῶν χειρόνων πρὸς τὰ κρείττονα τὴν ὕφεσιν, ἀντὶ δὲ τῆς τῶν ὁμοστοίχων ἀπʼ ἀλλήλων διακρίσεως τὴν ἰδιότητα. Πάντα οὖν ὑφεῖται τοῦ ἑνὸς, καὶ πάντων ὑπερέχει τὸ ἓν, καὶ οὔτε τὸ ἓν ἕτερον τῶν ἄλλων οὔτε τὰ ἄλλα ἕτερα τοῦ ἑνός. Εἰ δέ που καταχρώμεθα τοῖς ὀνόμασι τἄλλα τοῦ ἑνὸς λέγοντες, συγγνώμην ἔχειν δεῖ πρὸς τὴν συνήθειαν ἀποβλέποντας. Ὅτι γὰρ οὐδὲν κυρίως ἐπὶ τοῦ ἑνὸς λέγομεν, προϊόντες ἀκουσόμεθα τοῦ φιλοσόφου δεικνύντος· λέγομεν δὲ ὅμως τι περὶ αὐτοῦ διὰ τὴν αὐτοφυῆ τῆς ψυχῆς ὠδῖνα περὶ τὸ ἕν.

Οὐδὲ μὴν ὅμοιόν τινι ἔσται οὐδʼ ἀνόμοιον οὔθʼ ἑαυτῷ οὔθʼ ἑτέρῳ. — Τί δή;

Μεταβέβηκεν ἀπʼ ἄλλης τάξεως ἐπʼ ἄλλην τὴν προσεχῆ, καθάπερ δείξομεν ἐν τῇ δευτέρᾳ ὑποθέσει, καὶ ἀπὸ τῆς δημιουργικῆς τάξεως ἐπὶ τὴν ἀφομοιωτικὴν ὑμνουμένην παρʼ ἄλλων διακόσμησιν, ἧς ἴδιον τὸ μόνως ὑπερκόσμιον εἶναι διʼ ἧς καὶ τὰ ἐγκόσμια πάντα καὶ τὰ ἀπόλυτα γένη τοῖς νοεροῖς ἀφομοιοῦται θεοῖς, καὶ συνάπτεται πρὸς τὴν μονάδα τὴν δημιουργικὴν τὴν ἐξῃρημένως τῶν ὅλων βασιλεύουσαν, καὶ δείκνυσιν ὅπως καὶ ταύτης ὑφειμένον τὸ ἓν γεννητικόν ἐστιν αὐτῆς, εἰ οἷόν τε εἰπεῖν, τάξιν ὅλην ἐκφῆναν μετὰ τῶν πρὸ αὐτῆς, ἀλλʼ οὐχὶ εἶδος ἓν νοερὸν ἀναινόμενον. Οὐδὲ γὰρ τοῦτο σεμνὸν εἰ ἑνός τινος εἴδους ὑπερίδρυται τὸ ἓν, ὁμοιότητος ἢ ἀνομοιότητος, οὐδὲ περὶ ταῦτα διατρίβειν οἰητέον τὸν παρόντα λόγον· πάμπολλα γὰρ τὰ εἴδη, καὶ οὐκ ἂν ἔχοις εἰπεῖν διʼ ἣν αἰτίαν τὰ μὲν παρῆκε, τὰ δὲ πρὸς τὴν ἀφαίρεσιν τὴν ἀπὸ τοῦ ἑνὸς προσήκατο μόνα τῶν ἄλλων. Ἀλλὰ δῆλόν ἐστι τοῖς τὰ θεῖα γένη διῃρημένοις ὅτι τάξεων ὅλων ὑπέρτερον αὐτὸ δείκνυσιν, ὕμνον διὰ τῶν ἀποφάσεων τούτων ἕνα θεολογικὸν ἀναπέμπων εἰς τὸ ἕν. Οὐκ ἄρα ἀποδεξόμεθα τὸν λόγον τὸν ἁπλῶς καὶ ἡμεῖς ὅτι ταῖς δέκα κατηγορίαις ἐφέπεται, τὸ μὲν ταὐτὸν καὶ ἕτερον ἀπʼ οὐσίας λαβὼν, τὸ δὲ ὅμοιον καὶ ἀνόμοιον ἐκ ποιότητος, τὸ δὲ ἴσον καὶ ἄνισον ἐκ ποσότητος, τὸ δὲ πρεσβύτερον καὶ νεώτερον ἀπὸ τοῦ ποτέ. Καίτοι ταῦτα ἀληθῆ καὶ προείπομεν καὶ ταῦτα ἡμεῖς, ἀλλὰ ταῦτα πάντα ἐν τοῖς αἰσθητοῖς ἐστι καὶ περὶ τὰ αἰσθητά· τοῦ δὲ Πλάτωνος περὶ τὰς ὑπερκοσμίους τάξεις διατρίβοντος κἀκείνων ἐξῃρημένον τὸ ἓν ἀποφαίνοντος, οὐδὲν σεμνὸν, οὐδὲ εἰ πᾶς τις ἀποφήναιτο τῶν κατηγοριῶν καθαρεῦον τὸ ἓν, καὶ μάλιστα κατὰ τοὺς θεμένους εἶναι τὰς κατηγορίας ὑφειμένας τῶν νοητῶν. Ἢ πῶς ἐκεῖ συμβεβηκός τί ἐστι, πῶς δὲ οὐσίαν τοιαύτην ἐκεῖ ῥητέον, ἧς ἴδιον μάλιστα τὸ ταὐτὸν οὖσαν καὶ ἀριθμῷ ἓν δεκτικὴν εἶναι τῶν ἐναντίων; Οὔτε γὰρ τὸ τοιοῦτον ἓν χώραν ἐπὶ τῆς νοητῆς ἔχει καὶ διαγωνίου φύσεως, οὔτε τὰ γένη καὶ τὰ εἴδη τὰ ἀτιμότερα τῶν τοιούτων οὐσιῶν, ὅπου μηδὲ αὗται τιμιώτεραι οὖσαι ἐκείνων, οὔτε πολλῷ μᾶλλον τὰ συμβεβηκότα τῶν τοιούτων γενῶν ἀμυδρότερα καὶ εἰδῶν. Εἰ οὖν καὶ πᾶσαν νοητὴν οὐσίαν τούτων καθαρεύειν φαμὲν τῶν πολυθρυλλήτων κατηγοριῶν, τίνα ἂν ὑπερβολὴν δεικνύοι τοῦ κρείττονος τῶν νοητῶν ἑνὸς ἡ τούτων ἀφαίρεσις; Τὰς μὲν οὖν κατηγορίας διὰ ταῦτα χαίρειν ἐατέον, εἴτε ὀρθῶς διῄρηνται τοῖς θρυλλοῦσιν αὐτὰς, εἴτε καὶ μή· διαφέρει γὰρ πρὸς τὸ παρὸν οὐδέν. Εἰ δέ τις οἴοιτο τῶν νοητῶν ἢ νοερῶν γίνεσθαι διὰ τούτων εἰδῶν τὰς ἀποφάσεις, εἴρηται καὶ πρὸς τοῦτον ὅτι καὶ ταῦτα οὐδὲν ἔχει θαυμάσιον, οἷον εἰ εἴδους ἑνὸς ὑπερέχει τὸ ἓν, πάντων αἴτιον ὂν τῶν νοητῶν. Τούτων γὰρ ἐξῄρηται καὶ ἡ ἑνὰς ἡ τοῦ νοῦ, διʼ ἣν ὁ νοῦς ἐστιν ἑνοειδὴς καὶ αὐτῷ τῷ ἑνὶ διαφερόντως οἷον ἐρριζωμένος, καὶ πάντα μὲν τὰ ὄντα διὰ τοῦ ἐν ἑαυτοῖς ἑνὸς ἐκείνῳ συνῆπται, μάλιστα δὲ ὁ νοῦς, εἴπερ οὗτος μετὰ τὸ ἕν. Ἀλλʼ εἴ τι περὶ τῶν προκειμένων ἀποφάσεων καὶ τούτων ἐνδείξασθαι ἄξιον, ῥητέον ὅτι πρόεισι μὲν ἡ ἀφομοιωτικὴ πᾶσα τάξις ἀπὸ τῆς δημιουργικῆς μονάδος, μιμεῖται δὲ τὴν μὲν ἐκεῖ ταυτότητα διὰ τῆς ὁμοιότητος, τὸ συναγωγὸν αὐτῆς καὶ τὸ συνεκτικὸν τῶν ὅλων μερικώτερον ἐπιδεικνυμένη, τὴν δὲ ἑτερότητα τὴν δημιουργικὴν διὰ τῆς ἀνομοιότητος, τὸ διακριτικὸν αὐτῆς καὶ διαιρετικὸν διὰ τῆς ἀσυγχύτου πρὸς τὰ ἄκρα καθαρότητος ἀπεικονισαμένη. Ταυτότητα μὲν γὰρ ἀνειμένην τὴν ὁμοιότητα λέγειν τοῦτο δὴ τὸ τῶν πρὸ ἡμῶν τισιν ἀρέσαν, ἢ ἑτερότητα ἀνειμένην τὴν ἀνομοιότητα παραιτητέον· οὐδὲ γάρ ἐστιν ἐν τοῖς θεοῖς ἄνεσίς τις καὶ ἐπίτασις, οὐδὲ ἀοριστία καὶ τὸ μᾶλλον καὶ ἧττον, ἀλλὰ πάντα ἐπὶ τῶν οἰκείων ὅρων ἵδρυται καὶ τῶν οἰκείων μέτρων, οὔτε ἐπίτασιν οὔτε ἄνεσιν οὐδεμίαν ἐπιδέξασθαι δυνάμενα. Ἐκεῖνα δὲ μᾶλλον ἁρμόσει λέγειν, ὅσα τὰς ἐν τοῖς θείοις ἀναλογίας διασαφεῖ· τὴν γὰρ ἀναλογίαν καὶ αὐτὸς ἐπὶ τῶν θείων προσήκατο, τὸν ἥλιον ἀνάλογον ὄντα τοῖς νοητοῖς καθὸ καὶ τὰ ὁρατὰ θέμενος. Τοῦτο οὖν ἐστιν ἐν τοῖς δευτέροις ἡ ὁμοιότης ὅπερ ἐν τοῖς πρὸ αὐτῶν ἡ ταυτότης, καὶ τοῦτό ἐστιν ἡ ἀνομοιότης ὅπερ ἡ ἑτερότης, καὶ ἡ ὁμοιότης μερικῶς καὶ οἷον ἀρχικῶς, καὶ ἔστι πρῶτα γεννήματα ταυτότητος καὶ ἑτερότητος τὸ ὅμοιον καὶ ἀνόμοιον. Καὶ τὸ ἴσον γὰρ ἐκεῖθεν καὶ τὸ ἄνισον, ἀλλὰ πρὸ τούτων ὁμοιότης καὶ ἀνομοιότης· μᾶλλον γὰρ ἐν εἴδεσι καὶ τὸ ὅμοιον ἢ τὸ ἴσον καὶ μᾶλλον τὸ ἀνόμοιον ἢ τὸ ἄνισον, ὥσπερ δὲ ταῦτα, προσεχῶς ἐξήρτηται τῆς δημιουργικῆς μονάδος· ἐν ἐκείνῃ γὰρ ὅλως καὶ ἡ ἀφομοιωτικὴ προϋφέστηκεν αἰτία. Διὸ καὶ ὁ Τίμαιος οὐ μόνον ποιοῦντα παραδίδωσι τὸν κόσμον τὸν ἐκεῖ δημιουργὸν, ἀλλὰ καὶ ἀφομοιοῦντα αὐτὸν πρὸς τὸ αὐτόζωον μειζόνως ἢ πρότερον, καὶ διὰ τοῦτο πάντα τὸν χρόνον μέτρον ἐσόμενον τῶν περιόδων τοῦ παντὸς, ὥσπερ ὁ αἰὼν τῆς τοῦ αὐτοζώου φύσεως μέτρον προϋπῆρχε.

Εἰκότως ἄρα μετὰ τὴν μονάδα τὴν δημιουργικὴν ἐπὶ τὴν ἀφομοιωτικὴν προῆλθε τάξιν, ἀφαιρῶν καὶ ταύτην τοῦ ἑνός· ἡ δὲ μέθοδος τῶν προβλημάτων ἡ αὐτὴ τοῖς προειρημένοις· τέτταρα γὰρ καὶ ἐνταῦθα προβλήματα, εἰ ἑαυτῷ ὅμοιον τὸ ἓν, εἰ ἑαυτῷ ἀνόμοιον τὸ ἓν, εἰ τοῖς ἄλλοις ὅμοιον τὸ ἓν, εἰ τοῖς ἄλλοις ἀνόμοιον τὸ ἕν· αἱ δὲ ἀποδείξεις τούτων, ὡς οὐδὲν αὐτῶν ἐφαρμόζει τῷ ἑνὶ, πᾶσαι ἀπὸ τῆς ταυτότητος ὥρμηνται καὶ ἑτερότητος κατὰ τοὺς ἀποδεικτικοὺς κανόνας τῶν μέσων αἰτίων κυρίως ὄντων τοῦ πράγματος. Ὅθεν δὴ πολλάκις καὶ οὐκ ἐκ τῶν προσεχῶς δεδειγμένων φέρει τὴν ἀπόδειξιν· οὐ γὰρ ἀεὶ τὰ ἀνωτέρω καὶ τὰ πρότερα γεννητικὰ τῶν δευτέρων ἐστὶν, ἀλλὰ τελεσιουργὰ μὲν ἢ φρουρητικὰ ἢ ἄλλως προνοητικὰ, γεννητικὰ δὲ οὐ πάντως· οἷον ἄνωθεν γὰρ, εἰ βούλει, θεώρησον τὴν τάξιν, ὅτι οὐχ ὅλον ἢ μέρη ἔχον ἀπὸ τῶν πολλῶν προαπέδειξεν, ἐκεῖθεν γὰρ ἡ νοερὰ προῆλθεν ὁλότης· ὅτι ἀρχὴν καὶ μέσον καὶ τελευτὴν οὐκ ἔχον ἀπὸ τοῦ ὅλου καὶ τῶν μερῶν, ἐκ τούτων γὰρ παράγεται προσεχῶς· ὅτι οὔτε εὐθὺ οὔτε στρογγύλον ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ μέσου καὶ τῆς τελευτῆς, ἐκεῖθεν γὰρ ἔλαχε τὴν ἀπογέννησιν· ὅτι οὔτε ἐν ἑαυτῷ οὔτε ἐν ἄλλῳ ἀπὸ τοῦ μήτε ὅλον εἶναι μήτε μέρη ἔχειν· τὸ γὰρ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ ὂν ἀπὸ τῆς τάξεως ἐκείνης προῆλθεν, ἀλλʼ οὐκ ἀπὸ τοῦ σχήματος, καίτοι πρὸ αὐτοῦ τεταγμένου κατὰ τὴν πρόοδον· ὅτι οὔτε ἕστηκεν οὔτε κινεῖται πολλαχόθεν, ἔκ τε τοῦ μὴ εἶναι ἔν τινι καὶ ἐκ τοῦ μὴ ἔχειν μέσον καὶ ἐκ τοῦ μέρη μὴ ἔχειν· ἀπὸ πασῶν γὰρ τούτων τάξεων πρόεισιν ἡ κατὰ τὸ ἑστάναι καὶ κινεῖσθαι τάξις. Καὶ ταῦτα δῆλα ποιήσομεν, ὅταν αὐτῶν ἕκαστα τοῖς θεολόγοις ἐφαρμόσωμεν ὑφηγήσεσι περὶ τῶν θείων προόδων. Ὡς οὖν ἐπὶ τούτων ἀπʼ ἐκείνων πεποίηται τὴν ἀπόδειξιν, ὅσα ὡς αἴτια προηγεῖται τῆς ἀεὶ θεωρουμένης τάξεως, οὕτω δὴ καὶ ἐν τοῖς περὶ ὁμοιότητος καὶ ἀνομοιότητος λόγοις ἀπὸ ταυτότητος καὶ ἑτερότητος φέρει τὰς ἐπιβολὰς τὰς ἀποφατικὰς τοῦ ἑνὸς καὶ τούτων, ἐπειδήπερ ἐκεῖθεν ταύταις ἡ πρόοδος. Τούτων δὴ προειρημένων, ἡμῖν ἑξῆς τὰς ἀποδείξεις αὐτὰς, ἑκάστην ἐν τάξει προχειριζομένοις, ἐπισκεπτέον.

Ὅτι τὸ ταὐτόν που πεπονθὸς ὅμοιον. — Ναί. — Τοῦ δέ γε ἑνὸς χωρὶς ἐφάνη τὴν φύσιν τὸ ταὐτόν. — Ἐφάνη γάρ. — Ἀλλὰ μὴν εἴ τι πέπονθε χωρὶς τοῦ ἓν εἶναι τὸ ἓν, πλείω ἂν εἶναι πεπόνθοι ἢ ἕν· τοῦτο δὲ ἀδύνατον. — Ναί. — Οὐδαμῶς ἔστιν ἄρα ταὐτὸν πεπονθὸς εἶναι τὸ ἓν, οὔτʼ ἄλλῳ οὔθʼ ἑαυτῷ. — Οὐ φαίνεται. — Οὐδὲ ὅμοιον ἄρα δυνατὸν αὐτὸ εἶναι οὔτε ἄλλῳ οὔθʼ ἑαυτῷ. — Οὐκ ἔοικεν.

Ὁ μὲν συλλογισμὸς διὰ τοῦ κατασκευάζειν τὸ ἓν, ὡς οὐκ ἔστιν ὅμοιον οὔτε ἑαυτῷ οὔτε ἄλλῳ, τοιοῦτός τίς ἐστι κατὰ τοὺς γεωμέτρας, πρότερον ἡμῶν ὁρισαμένων τί ποτέ ἐστιν ὅμοιον· ὅτι τὸ ταὐτόν τι πεπονθὸς ὅμοιον ἐκείνῳ λέγομεν ᾧ ταὐτόν τι πέπονθε· τὰ γὰρ δύο λευκὰ φαμὲν ὅμοια καὶ τὰ δύο μέλανα ταὐτόν τι πεπονθότα τὸ μέλαν καὶ τὸ λευκὸν, καὶ αὐτὰ πάλιν ἀλλήλοις· ἐὰν λέγῃς ὅμοια τὸ μέλαν καὶ τὸ λευκὸν, ὅμοια ἐρεῖς τῷ μετέχειν ταὐτοῦ τινος τοῦ κοινοῦ γένους αὐτῶν τοῦ χρώματος. Ὁ δʼ οὖν συλλογισμὸς τοιοῦτος· τὸ ἓν οὐδὲν πέπονθε ταὐτὸν οὔτε ἑαυτῷ οὔτε ἄλλῳ, τὸ ὅμοιον ἢ ἑαυτῷ ἢ ἄλλῳ ταὐτόν τι πέπονθε, τὸ ἓν ἄρα οὐκ ἔστιν ὅμοιον οὔτε ἑαυτῷ οὔτε ἄλλῳ. Τοιούτου δὲ ὄντος τοῦ συλλογισμοῦ, τὴν ἑτέραν μόνην τῶν προτάσεων παραμυθίας ἠξίωσε, τὴν λέγουσαν ὅτι τὸ ἓν οὐ πέπονθέ τι ταὐτὸν οὔτε ἑαυτῷ οὔτε ἄλλῳ. Πῶς καὶ τίνα τρόπον; τὸ ἓν, φησὶ, χωρὶς ἐφάνη τῆς ταυτότητος· ἐδείχθη γὰρ ὡς οὐδαμῶς ἐστι ταὐτόν· τὸ δὲ χωρὶς ταυτότητος εἰ πεπόνθοι τὸ ταὐτὸν, πλείω ἔσται καὶ οὐχ ἕν· πᾶν γὰρ τὸ ὁτιοῦν πεπονθὸς πολλὰ, ὅ ἐστι καὶ ὃ πέπονθε. Καὶ τί θαυμαστὸν, ὅπου γε καὶ τὸ ἓν αὐτὸ πεπονθός τι πολλά ἐστιν; οὐ γάρ ἐστιν αὐτὸ τὸ ἓν πεπονθὸς τὸ ἓν, ἀλλὰ τὰ πολλὰ τὰ μετέχοντα τοῦ ἑνός· αὐτὸ δὲ τὸ ἕν ἐστιν ἓν καὶ οὐ πέπονθε τὸ ἕν· εἰ δέ τι ἄλλο πεπόνθοι αὐτὸ, πλείω ἂν εἴη καὶ οὐχ ἕν. Καὶ πάλιν οὖν ῥητέον· εἰ χωρίς ἐστι τῆς ταυτότητος τὸ ἓν, οὐ πέπονθε τὸ ταὐτὸν, ἵνα μὴ γένηται τότʼ ἄλλο τι παθεῖν ὃ μὴ ἔστιν οὐχ ἕν· ἀλλὰ μὴν χωρίς ἐστι τῆς ταυτότητος τὸ ἕν· οὐδαμῶς ἄρα πέπονθε τὸ ταὐτὸν τὸ ἓν οὔτε πρὸς ἑαυτὸ οὔτε πρὸς ἄλλο· τούτῳ δὲ ἕπεται τὸ μηδὲ ὅμοιον εἶναι τὸ ἓν μήτε ἑαυτῷ μήτε ἄλλῳ· τὸ γὰρ ὅμοιον ταὐτόν τι πέπονθε. Ταῦτα μὲν δὴ περὶ τῆς τῶν προτάσεων ἀκολουθίας· ὅρα δὲ πῶς ἀσφαλῶς οὐκ εἶπε τὸ ἓν πεπονθέναι τὸ ἓν, ἀλλὰ μηδὲν ἄλλο πεπονθέναι, πλὴν τὸ εἶναι· τοῦτο γάρ ἐστι καὶ οὐ πέπονθε· πᾶν γὰρ τὸ ὁτιοῦν πεπονθὸς πολλά ἐστι· πάθος γὰρ καλεῖ τὴν μέθεξιν ἄλλου τινός. Μήποτε δὲ καὶ οὑτωσὶ λέγων τὸ ἓν οὐδὲν ἄλλο πεπονθέναι ἢ τὸ ἓν, πάνυ θαυμαστῶς ἐνδείκνυται ὅτι καὶ τὸ ἓν καταδεέστερόν ἐστι τῆς πάντων ἀρχῆς, ὃ καὶ ἐπὶ τέλει τῆς ὑποθέσεως ἐρεῖ ταύτης, καὶ ὅτι καὶ τοῦτο ὡς ἀλλότριον αὐτῇ προστίθησιν ὁ λόγος, εἰ καὶ τῶν ἄλλων οἰκειότερον, διότι τοῦ ἑνὸς οὐδʼ ἐννοῆσαί τι δυνατὸν σεμνότερον, ὥστε καὶ τοῦτο μὲν πεπονθὸς ἔσται ἐκεῖνο· δεῖ δὲ μέχρι τούτου τὸν λόγον ἵστασθαι, καὶ μηδὲν ἔτι προστιθέναι πλεῖον, ἵνα μὴ τὸ καὶ τοῦ ἑνὸς αὐτοῦ κρεῖττον εἰς πλῆθος ἀγαγόντες λάθωμεν. Εἰ δὲ αὖ τοῦτό τις ἐπιζητοίη πάλιν πόθεν ὅτι τὸ ταὐτὸν πεπονθὸς ὅμοιόν ἐστι, ῥητέον ὅτι τῆς ταυτότητος ἔγγονός ἐστιν ἡ ὁμοιότης, ὥσπερ τοῦ ἑνὸς ἡ ταυτότης. Ἥ τε οὖν ταυτότης μετέχει τοῦ ἑνὸς, καὶ ἡ ὁμοιότης μετέχει τῆς ταυτότητος· τοῦτο δέ ἐστι πεπονθέναι τὸ μετέχειν ἄλλου καὶ προϊέναι κατʼ ἄλλην αἰτίαν πρεσβυτέραν. Καὶ ὁρᾷς ὅπως, ἐπειδὴ τὸ μετέχειν ἐπὶ τοῦ ἑνὸς λαμβάνει νῦν καὶ μὴ μετέχειν, οὐχ ὡς κρείττονος, ἀλλʼ ὡς καταδεεστέρου καὶ ἐξημμένου τοῦ ἑνὸς, ὡς ἐπὶ τῆς δευτέρας ὑποθέσεως, ἢ μὴ ἐξημμένου, ὡς ἐπὶ ταύτης, ἵνα μὴ ταράξῃ τῷ ὀνόματι ταὐτῷ χρώμενος, τὴν ὡς κρείττονος μέθεξιν πάθος προείρηκεν, εἰπὼν τὸ ὅμοιον πεπονθέναι καὶ τὸ ταὐτὸν καὶ τὸ ἀνόμοιον καὶ τὸ ἕτερον· ὁλικώτερα γὰρ ταῦτα ἐκείνων· καθάπερ γὰρ εἴπομεν, καὶ τὸ ἴσον καὶ τὸ ἄνισον ταὐτόν ἐστιν ἐν ποσῷ καὶ ἕτερον. Οὕτω δὲ καὶ ἐν Σοφιστῇ πάθος ἐκάλει τὴν μέθεξιν, καὶ τὸ ὅλον πεπονθέναι τὸ ἓν, οὐκ ὂν αὐτοὲν, ἀλλὰ μετέχον τοῦ ἑνός.

Οὐδὲ μὴν ἕτερόν γε πέπονθεν εἶναι τὸ ἕν· καὶ γὰρ οὕτω πλείω ἂν πεπόνθοι εἶναι ἢ ἕν. — Πλείω γάρ. — Τό γε μὴν ἕτερον πεπονθὸς ἢ ἑαυτοῦ ἢ ἄλλου ἀνόμοιον ἂν εἴη ἢ ἑαυτῷ ἢ ἄλλῳ, εἴπερ τὸ ταὐτὸν πεπονθὸς ὅμοιον. — Ὀρθῶς. — Τὸ δέ γε ἓν, ὡς ἔοικεν, οὐδαμῶς ἕτερον πεπονθὸς οὐδαμῶς ἀνόμοιόν ἐστιν οὔθʼ ἑαυτῷ οὔθʼ ἑτέρῳ. — Οὐ γὰρ οὖν.

Πάλιν ἐν τούτοις ὁ συλλογισμὸς τοιοῦτός τίς ἐστι· τὸ ἓν οὐ πέπονθε τὸ ἕτερον οὔτε πρὸς ἑαυτὸ οὔτε πρὸς ἄλλο, τὸ δὲ ἀνόμοιον ἕτερόν τι πέπονθεν ἢ ἑαυτῷ ἢ ἄλλῳ, τὸ ἓν ἄρα οὐκ ἔστιν ἀνόμοιον. Πόθεν οὖν ὅτι τὸ ἓν οὐ πέπονθε τὸ ἕτερον; ὅτι μὲν ἑτερότητος οὐδαμῶς μετέχει, προείρηται· τὸ δὲ ἡτεροιωμένον, δῆλον ὡς ἀνάγκη μετέχειν ἑτερότητος. Εἰ οὖν μὴ δυνατὸν ἄλλο τι εἶναι τὸ ἓν ἢ ἓν, ἵνα μὴ πλείω γένηται τὸ ἓν, οὐκ ἂν πεπόνθοι τὸ ἕτερον. Πόθεν δὲ ὅτι τὸ ἀνόμοιον ἢ ἑαυτῷ ἢ ἄλλῳ ἕτερόν τι πέπονθεν; ὅτι τὸ ἀνόμοιον τῆς κατὰ τὴν ἑτερότητα συστοιχίας ἐστίν. Ὡς οὖν ἡ ἑτερότης μετέχει τῆς ἀπειρίας, οὕτως ἡ ἀνομοιότης μετέχει τῆς ἑτερότητος· πᾶν γὰρ τὸ ἀνόμοιον καὶ ἕτερόν ἐστιν, οὐ πᾶν δὲ τὸ ἕτερον ἤδη καὶ ἀνόμοιόν ἐστιν· ἡ γὰρ οὐσιώδης ἑτερότης ἡ ἀνομοιότης οὐκ ἔστιν, ἀλλʼ ἡ τῶν δυνάμεων κοινωνία ποιεῖ τὴν ὁμοιότητα καὶ ἡ διαφορότης τὴν ἐναντίαν αὐτῇ ἀνομοιότητα. Φαίνεται οὖν καὶ διὰ τούτων τῶν λόγων ὡς οὔτε ταὐτὸν ὁμοιότης καὶ ταυτότης, ἀνομοιότης τε καὶ ἑτερότης· οὔτε ἑτέρα μὲν κρείττων ὑπεριδρυμένη κατὰ τάξιν, ἀλλὰ δευτέρα μετʼ ἐκείνας ἑκατέρα τούτων, ὥσπερ καὶ ὁ Πλάτων ἔταξεν αὐτάς. Καὶ γάρ ἐστιν ἡ μὲν ταυτότης περιληπτικωτέρα τῆς ὁμοιότητος, ἡ δὲ ἑτερότης τῆς ἀνομοιότητος, καὶ τοῦτον ἔχουσι λόγον ἐκεῖναι πρὸς ταύτας ὃν αἱ πηγαὶ, φασὶν οἱ θεολόγοι, πρὸς τὰς ἀπʼ αὐτῶν προελθούσας ἀρχὰς ἢ καὶ ὃν μονάδες ὁλικώταται πρὸς μονάδας ὁλικωτέρας, πρώτας μὲν ὑποστάσας ἀπʼ αὐτῶν, ὑφειμένην δὲ οὐσίαν καὶ δύναμιν ἐπιδεικνυμένας, καὶ εἰ ταύτην τὴν ὕφεσίν τινες μικρὸν παρεγκλίναντες ἄνεσιν προσαγορεύουσιν, ἴσως οὐκ ἂν ἄτοπον λέγοιεν.

Οὔτε ἄρα ὅμοιον οὔτε ἀνόμοιον οὔθʼ ἑτέρῳ οὔθʼ ἑαυτῷ ἂν εἴη τὸ ἕν. — Οὐ φαίνεται.

Τοῦτό ἐστι τὸ κοινὸν συμπέρασμα τῶν τεττάρων προβλημάτων, καὶ ἐφύλαξέ τι σχῆμα ταὐτὸν τῆς ἀπαγγελίας πρὸς τὴν πρότασιν· καὶ γὰρ ἐκεῖ τὸ ὅμοιον καὶ ἀνόμοιον προσθεὶς κοινῶς ἐπήγαγε περὶ ἀμφοῖν τὸ οὔτε ἑαυτῷ οὔτε ἑτέρῳ. Προσφόρως οὖν τῇ τάξει ταύτῃ τῇ ἀφομοιωτικῇ πεποίηκε, καὶ ἐνταῦθα .... ἀρχῇ τὸ τέλος ἀφομοιοῦται τῶν περὶ αὐτῆς λόγων· ἄλλον δὲ τρόπον ἐπὶ τῶν πρώτων τοῦτο ἐγίνετο συμπερασμάτων, καθόσον ἐκείνων ἑκάστη τῶν τάξεων συνένευεν εἰς ἑαυτὴν, καὶ ἀνεκφοίτητος ἦν ἑαυτῆς. Εἰ δέ τις ἀποροίη πότερον τὰ ἄλλα τοῦ ἑνὸς ὅμοια πρὸς ἕν ἐστιν ἢ οὔ — καὶ γὰρ εἰώθασί τινες τὸν νοῦν λέγειν εἰκόνα τοῦ ἑνὸς ὡς ἑνοειδῆ καὶ ἀμέριστον, εἴπερ ἀμερὲς τὸ ἕν· εἰ οὖν τις ταῦτα ζητοίη, τίς ἡ τοιαύτη ὁμοιότης καὶ πῶς οὐ καὶ τὸ ἓν ὅμοιον ἔσται τοῖς ἄλλοις, ἐροῦμεν ὅτι τὸ ὅμοιον, εἴτε τὸ ἓν, γένος εἴη τι ἢ εἶδος τοῦ ὄντος· εἴτε καὶ πᾶσα λέγοιτο τῶν θεῶν ἡ ἀφομοιωτικὴ τάξις, οὐ ποιεῖ πάντα ὅμοια πρὸς τὸ ἕν· οὐ γάρ ἐστιν ἀκρότης τῶν ὄντων ἢ τὸ εἶδος τῶν εἰδῶν ἢ ἡ τάξις τῶν .... πασῶν τάξεων, ἀλλʼ ἔχουσι μέσην ἔν τε τοῖς εἴδεσι καὶ τοῖς θείοις γένεσι πρόοδον. Καὶ εἰ ὅμοια οὖν τὰ πάντα λέγοις πρὸς τὸ ἓν, ἀλλʼ οὐ κατὰ ταύτην ὅμοια τὴν ὁμοιότητα φήσεις, ἀλλὰ κατʼ αὐτὴν μόνην τὴν ἀπὸ τοῦ ἑνὸς ἐφήκουσαν ἕνωσιν πᾶσι τοῖς οὖσι, καὶ τὴν αὐτοφυῆ τῶν πάντων ἔφεσιν περὶ τὸ ἕν· πάντα γάρ ἐστιν ἅ ἐστι πόθῳ τοῦ ἑνὸς διὰ τὸ ἓν, καὶ κατὰ τὴν ὠδῖνα ταύτην ἕκαστον ἑνώσεως τῆς αὐτῷ προσηκούσης πληρούμενον ὁμοιοῦται πρὸς τὴν μίαν τῶν πάντων αἰτίαν, καὶ οὐ πρὸς ὅμοια ὁμοιοῦται, ἵνα καὶ ἐκείνη φανῇ ὁμοία τοῖς ἄλλοις, ἀλλʼ, εἴπερ θέμις εἰπεῖν, πρὸς παράδειγμα τῶν ὁμοίων πρὸς αὐτήν. Καὶ ὁμοιοῦται ἄρα τὰ ὄντα πρὸς τὸ ἓν, ἀλλὰ διὰ τὴν ἔφεσιν τὴν ἄρρητον τοῦ ἑνὸς ὁμοιοῦται, καὶ οὐ διὰ τὴν ἀφομοιωτικὴν ταύτην τάξιν ἢ τὸ ἓν τῆς ὁμοιότητος εἶδος· οὐ γὰρ ταύτῃ δυνατὸν πάντα τὰ ὄντα συνάπτειν πρὸς τὸ ἓν καὶ ἀνασπᾷν, ἀλλὰ ταύτης τὸ ἔργον πρὸς τὴν νοερὰν μονάδα τὴν δημιουργικὴν ἀνέλκειν τὰ μετʼ αὐτὴν, ὥσπερ ἄλλης πρὸς τὴν νοητὴν, ἥτις ἔχει διαπόρθμιον δύναμιν, ὡς οἱ θεολόγοι λέγουσι, πάντων ἀπʼ ἐκείνης μέχρι τῆς ὕλης καὶ πάλιν ἐπʼ ἐκείνην τῶν πάντων. Ταύτης οὖν ἴδιον πρὸς τὴν νοερὰν ἐπιστρέφειν διʼ ὁμοιότητος, καὶ συνάγειν τοὺς διῃρημένους ἀπʼ αὐτῆς τῶν ὄντων διακόσμους· καὶ γὰρ αὐτὸ ὅμοιον καὶ ἀνόμοιον ἐπιδεές ἐστι τοῦ ἑνὸς καὶ μετέχει ἑκάτερον ἐκείνου καὶ ἔστιν ὅ ἐστι, καὶ ἄλλοις αἴτιόν ἐστι τοῦ εἶναι τοῖς μετέχουσιν αὐτῶν, καὶ οὐ διʼ ὁμοιότητος αὐτοῖς, ἀλλὰ διʼ ἑνώσεως ἡ πρὸς πάντα τὰ ὄντα κοινωνία γίνεται καὶ πρὸς αὐτὸ τὸ ἓν ἐπέκεινα τῶν πάντων ὄν. Κἂν λέγωμεν οὖν πᾶσαν πρόοδον διʼ ὁμοιότητος ἀποτελεῖσθαι καὶ τὴν ἀπὸ τοῦ ἑνὸς τῶν ὄντων ὡσαύτως, συγγινώσκειν χρὴ τοῖς ὀνόμασιν, οἷς ἐπὶ τῶν ὄντων εἰθισμένοι χρῆσθαι καὶ παραδείγματα καὶ εἰκόνας λέγειν καὶ ἐπὶ τοῦ ἑνὸς αὐτοῖς χρώμεθα καὶ τῆς ἀπʼ ἐκείνων τῶν ὄντων ἐκφάνσεως. Ὡς γὰρ αὐτὸ προσείπομεν .... αὐτῷ τῶν ὀνομάτων προσάγοντες, οὐδὲν ἐν τοῖς οὖσι τούτου σεμνότερον οὐδὲ ἁγιώτερον βλέποντες, οὕτω καὶ τὴν ἀπʼ αὐτοῦ τῶν πάντων πρόοδον ὁμοιότητι χαρακτηρίζομεν, οὐκ ἔχοντες ταύτης ὄνομα τῇ προόδῳ τιθέσθαι τελειότερον. Καὶ ἐπεὶ, ὡς εἴπομεν, εἰ τὰ ἄλλα ὅμοια τῷ ἑνὶ λέγοι τις εἶναι, καθόσον ἑνός τινος ἕκαστα μετέχοι, οὐ κατὰ τοῦτο καὶ ἐκεῖνο τοῖς ἄλλοις ὅμοιόν ἐστιν· οὐδὲ γὰρ ἐπὶ τῶν εἰδῶν τὰ ὅμοια τοῖς εἴδεσιν ὁμοίοις ὅμοια συγχωροῦμεν ὑπάρχειν — ἀλλὰ καὶ τοῦτο ἓν τῶν Παρμενιδείων ἦν ἀποριῶν —, ἀλλὰ καὶ παραδείγμασιν ὅμοια. Καὶ τὰ μετασχόντα οὖν τοῦ ἑνὸς ὅμοια θέντες τῷ ἑνὶ, οὐκ ἀντιστρέψομεν ὅτι καὶ ἐκεῖνο τοῖς μετέχουσιν ὅμοιον, ἀλλʼ, εἰ θέμις εἰπεῖν, παραδείγμασιν ὅμοιον· τὰ γὰρ ἁ … ἐν τούτοις ρ … τοῦ ἑνός εἰσι δόσεις καὶ οἷον εἰκόνες. Καὶ εἰ οὕτως ἔλεγον τὸ ἓν ἄν τινες, οὐ κακῶς ἔλεγον, μόνον εἰ μετὰ ἀσφαλείας λέγοιεν καὶ μὴ διὰ τὸ τῆς ἰδέας ὄνομα καὶ τοῦ παραδείγματος ἢ πλῆθος ἐκεῖνο ποιοῖμεν ἢ τοῖς εἴδεσιν αὐτὸ συναριθμοῖμεν, ἀλλὰ κατὰ τὴν ἀναλογίαν μόνην αὐτὸ προσαγορεύοιμεν ἰδέαν, ὡς ὁ Σωκράτης ἔφατο τἀγαθοῦ ἰδέαν τἀγαθὸν τοῦτο οὖσαν πρὸς τὰ ὄντα πάντα, ὅπερ ἕκαστον τῶν νοητῶν εἰδῶν πρὸς τὴν οἰκείαν σειρὰν τὴν ἀπʼ αὐτοῦ καὶ πρὸς αὐτὸ ὑποστᾶσαν. Λάβοις δʼ ἂν καὶ ἀπὸ τοῦ ὁρισμοῦ τοῦ ὁμοίου τὴν λύσιν· εἶναι γὰρ ὅμοιον τὸ ταὐτόν τι πεπονθὸς ὡρίσατο, τὸ δὲ ἓν πέπονθεν οὐδὲν ἢ ταὐτὸν ἢ οὐ ταὐτὸν, ἀλλὰ ἔστιν ἓν αὐτὸ μόνον· τὰ δὲ μετέχοντα αὐτοῦ πέπονθεν ἀλλήλοις ταὐτὸν τὴν τοῦ ἑνὸς μετουσίαν, ὥστε ἀλλήλοις μὲν ἔστιν ὅμοια κατὰ τὸ ἓν, τῷ δὲ ἑνὶ οὐχ ὅμοια, διότι μὴ ἔστιν ἐκεῖνο πεπονθὸς τὸ ἓν, ἀλλʼ αὐτοέν. Πολλοῦ ἄρα δεῖ τὸ ἓν ὅμοιον εἶναι τοῖς ἄλλοις, ὅπου μηδὲ τὰ ἄλλα κατὰ τοῦτον τὸν ὅρον ὅμοιά ἐστι τῷ ἑνὶ τὰ μηδὲν πεπονθότα τῆς ὁμοιότητος, τῆς ἐν τοῖς ταὐτόν τι πεπονθόσι κατʼ αὐτὸ τὸ πεπονθέναι τὸ ταὐτὸν περιγεγραμμένης· οὐ γὰρ εἴρηται ὅμοιον εἶναι ἄλλο ἄλλῳ τὸ ἐκεῖνο πεπονθὸς, ὅ ἐστιν ὅμοιον, ἀλλὰ τὸ ταὐτὸν ἐκείνῳ πεπονθὸς, ἵνʼ ᾖ ἄμφω ταὐτὸν πεπονθότα ὡσαύτως. Ταῦτα καὶ πρὸς ταύτην ὑφʼ ἡμῶν ἀποκεκρίσθω τὴν ἀπορίαν. Ἐπὶ δὲ τὰ ἑξῆς τοῦ Πλάτωνος ἡμῖν μεταβατέον.

Καὶ μὴν τοιοῦτόν γε ὃν οὔτε ἴσον οὔτε ἄνισον ἔσται οὔτε ἑαυτῷ οὔτε ἄλλῳ. — Πῆ;

Μετὰ τὴν ἀφομοιωτικὴν τάξιν τῶν θεῶν ὑπερκόσμιον μόνως οὖσαν, τὴν ἀπόλυτον ἰδίως προσαγορευομένην οἱ θεολόγοι τάττειν ἀξιοῦσιν, ἧς ἴδιόν ἐστιν, ὡς ὁ ἐκείνων λόγος, καὶ ἐξῃρῆσθαι τῶν ἐν τῷ κόσμῳ πραγμάτων καὶ κοινωνεῖν αὐτοῖς καὶ προσεχῶς ἐπιβεβηκέναι τοῖς ἐγκοσμίοις θεοῖς· διὸ τὴν μεσότητα κεκληρῶσθαι αὐτήν φασιν τῶν τε ὑπερκοσμίων μόνως ὄντων καὶ τῶν ἐγκοσμίων θεῶν. Ταύτην δὴ οὖν τὴν ἀπόλυτον τάξιν παραδώσει μὲν καὶ αὐτὸς ἐν τῇ δευτέρᾳ ὑποθέσει, καὶ ἐρεῖ τὸ ἴδιον ἐκεῖ ὅ πότʼ ἐστὶν αὐτῆς καὶ ὅτι τοῦτο ἅπτεσθαι οἷον καὶ οὐχ ἅπτεσθαι, ὅτι καὶ ἐγκόσμιός πώς ἐστι καὶ ὑπερκόσμιος, συναγωγὸς μὲν οὖσα τῶν ἰδίως καλουμένων ἐγκοσμίων θεῶν, προάγουσα δὲ εἰς πλῆθος τὴν ἕνωσιν τῆς ἀφομοιωτικῆς καὶ ὑπερκοσμίου μόνως οὔσης πάσης σειρᾶς. Ἐκεῖ μὲν οὖν, ὅπερ ἔφην, παραδώσει καὶ ταύτην τὴν τάξιν· ἐνταῦθα δὲ παρῆκεν αὐτὴν καὶ μεταβέβηκεν ἐπὶ τοὺς ἐγκοσμίους μόνως ὄντας θεούς· διʼ ἣν δὲ αἰτίαν, ἐν ἐκείνοις ἀκριβέστερον ἐπιγνωσόμεθα· τότε γὰρ, εἰ θεοῖς φίλον, καὶ πᾶσαν αὐτῶν τὴν τάξιν κατανοήσομεν. Ἀλλʼ ἵνα μὴ θαυμάζωμεν καὶ ἐν ἐκείνοις, προεπεσημηνάμεθα καὶ ἐν τούτοις καὶ ἅμα ὅπως πρὸς τὸ ζητεῖν τὴν αἰτίαν τρέψωμεν τοὺς τῆς ἀληθείας φιλοθεάμονας. Μεταβέβηκε μὲν οὖν ἐπὶ τοὺς ἐγκοσμίους θεοὺς, ὧν ἐστιν ἴδιον τὸ ἴσον καὶ ἄνισον, τὸ μὲν διὰ τὸ πλῆρες αὐτῶν καὶ μήτε προσθήκην οὐδεμίαν μήτε ἀφαίρεσιν δεχόμενον — τοιοῦτον γὰρ τὸ ἴσον ἑαυτῷ τὸν αὐτὸν ὅρον ἀεὶ διαφυλάττον —, τὸ δὲ διὰ τὸ πλῆθος τῶν δυνάμεων καὶ τὴν ἐν αὐταῖς ὑπεροχὴν καὶ ἔλλειψιν· ἐπὶ τούτων γὰρ αἱ διαιρέσεις μάλιστα καὶ αἱ ποικιλίαι τῶν δυνάμεων καὶ αἱ τῶν προόδων διαφορότητες καὶ ἀναλογίαι καὶ οἱ διὰ τούτων δεσμοὶ τὴν χώραν ἔλαχον, ἀφʼ ὧν καὶ ὁ Τίμαιος ὑπέστησε τὰς ἐξημμένας αὐτῶν ψυχὰς, οἷς ἀπὸ τῆς ἰσότητος πᾶσιν ἡ γένεσις. Ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἑπομένοις γενήσεται γνωριμώτερα μᾶλλον ἡμῖν, εἰ καὶ ἔστι δῆλον, ὡς εἴπομεν καὶ ἐκ τῶν ἐν Τιμαίῳ ῥηθέντων, ὅτι καὶ αἱ ψυχαὶ τῶν σωμάτων διʼ ἀναλογίας συνέστησαν, ὧν τὰς αἰτίας δεῖ προϋπάρχειν ἐν τοῖς προσεχῶς αὐταῖς ὑφεστῶσι θεοῖς. Ἐκείνων οὖν ἴδιον εἰκότως τὸ ἴσον καὶ τὸ ἄνισον· ποιεῖται δὲ τὰς περὶ τῶν ἀποφάσεων τοῦ ἴσου καὶ ἀνίσου νῦν ἀποδείξεις ἔκ τε τῆς ταυτότητος καὶ ἐκ τῶν πολλῶν, ἀλλʼ οὐχ ἐκ τοῦ ὁμοίου καὶ τοῦ ἀνομοίου, καίτοι ταῦτα προείρηται προσεχῶς εἰκότως· πᾶσα γὰρ ἡ ἐγκόσμιος θεότης ἀπὸ τῆς δημιουργικῆς πρόεισι μονάδος καὶ τοῦ πρωτίστου πλήθους, ὃ πρῶτον ἀπέφησε τοῦ ἑνός· ὅπως δὲ καὶ ταῦτα ἀληθῆ, προϊοῦσιν ἔσται κατάδηλον. Πάνυ δʼ οὖν τοῦτο πειστέον ὅτι ἐξ ὧν αἱ ἀποδείξεις, ταῦτά εἰσιν αἴτια προηγούμενα τούτων περὶ ὧν ὁ λόγος, ὥστε καὶ τὸ ἴσον καὶ τὸ ἄνισον, καθόσον ἀπὸ τοῦ ἑνὸς καὶ διὰ τῆς ταυτότητος ὑφέστηκε καὶ τῶν πολλῶν, κατὰ τοσοῦτον ἀποφάσκεται διὰ τούτων τοῦ ἑνός· διὸ καὶ οὕτως ἤρξατο τοῦ λόγου, καὶ μὴν τοιοῦτόν γε ὂν, οὐχ οἷον νῦν, ἀλλʼ οἷον ἔμπροσθεν ἐδείχθη παντελῶς ἄδεκτον ταὐτοῦ καὶ ἑτέρου καὶ ἀπλήθυντον. Τοιοῦτον οὖν ὂν οὔτʼ ἴσον ἐστιν οὔτʼ ἄνισον οὔτε ἑαυτῷ οὔτε τοῖς ἄλλοις· πάλιν γὰρ καὶ ταῦτα διπλᾶ ἐστι τὰ συμπεράσματα, καθάπερ τὰ περὶ τοῦ ὁμοίου καὶ ἀνομοίου καὶ ταὐτοῦ καὶ ἑτέρου. Καὶ εἰ ταῦθʼ οὕτως ἔχοι, καὶ ἀπὸ τοῦ ταὐτοῦ καὶ ἑτέρου δεικνύοιτο μήτε ἴσον ὂν μήτʼ ἄνισον, εἰκότως ἐπέκεινα τὸ ταὐτὸν δήπου καὶ ἕτερον τοῦ ὁμοίου καὶ ἀνομοίου, διότι μὴ τούτοις ὑπάρχει μόνοις, ἀλλὰ καὶ τοῖς ἴσοις καὶ ἀνίσοις, καὶ ὡσαύτως τοῦ τε ὁμοίου καὶ ἀνομοίου ὁλικώτερα· ὑπάρχει γὰρ καὶ τοῖς ἴσοις καὶ ἀνίσοις· τὸ γὰρ ἀπὸ πλειόνων μετεχόμενον ὁλικώτερόν ἐστι. Καὶ τοσαῦτα μὲν περὶ τῆς τάξεως τῶν προβλημάτων. Ὅτι δὲ καὶ ταῦτα τὰ δύο τῆς διττῆς ἤρτηται συστοιχίας τῶν θείων οὐκ ἄδηλον· ἀνατέταται γὰρ τὸ μὲν ἴσον εἰς τὸ ὅμοιον καὶ ταὐτὸν καὶ τὸ ἐν ἄλλῳ καὶ τὸ περιφερὲς καὶ τὸ ὅλον, τὸ δὲ ἄνισον εἰς τὸ ἀνόμοιον καὶ τὸ ἕτερον καὶ τὸ ἐν ἑαυτῷ καὶ τὸ εὐθὺ καὶ τὸ μέρη ἔχον, πάλιν δὲ τούτων τὰ μὲν εἰς τὸ πέρας, τὰ δὲ εἰς τὸ ἄπειρον. Καί μοι δοκεῖ καὶ διὰ τοῦτο κατά τινας οἷον ἀντιθέσεις προάγειν τὸν λόγον, ἵνα δείξῃ τὸ ἓν ἐπέκεινα πάσης ἀντιθέσεως μηδενὶ συνταττόμενον, ἅπαν δʼ ἓν ἀντικείμενον ἁπάντων ὁμοίως ἐξῃρημένον. Καὶ γὰρ αὖ, ὡς εἴπομεν πολλάκις, εἰ μὲν τὸ χεῖρον τῆς ἀντιθέσεως, ἄτοπον· οὐδὲν γὰρ κρεῖττον ἔσται αἴτιον τοῦ χείρονος, ἀλλὰ κοινωνήσει μέν πως αὐτῷ, κυρίως δὲ αἴτιον οὐκ ἔσται· οὔτε γὰρ ἡ ταυτότης ὑφίστησι τὴν ἑτερότητα, οὔτε ἡ στάσις τὴν κίνησιν, οὔθʼ ὅλως ἐστὶ τὸ τοῦ παράγοντος πρὸς τὸ παραγόμενον, ἀλλὰ περιοχὴ καὶ ἕνωσις ἀπὸ τοῦ κρείττονος ἐφήκει τῷ χείρονι.

Ἴσον μὲν ὂν τῶν αὐτῶν μέτρων ἔσται ἐκείνῳ ᾧ ἂν ἴσον ᾖ. — Ναί. — Μεῖζον δέ που ἢ ἔλαττον ὂν, οἷς μὲν ἂν ξύμμετρον ᾖ, τῶν μὲν ἐλαττόνων πλείω μέτρα ἕξει, τῶν δὲ μειζόνων ἐλάττω. — Ναί. — Οἷς δʼ ἂν μὴ ξύμμετρον, τῶν μὲν σμικροτέρων, τῶν δὲ μειζόνων μέτρων ἔσται. — Πῶς γὰρ οὔ;

Τὸ μὲν ἴσον καὶ τὸ ἄνισον τὸ νῦν παραλαμβανόμενον ὡς οὔτε τὸ φυσικὸν ἁπλῶς ἐκληπτέον οὔτε τὸ μαθηματικὸν οὔτε τὸ ἐν λόγοις ἱδρυμένον ψυχικοῖς οὔτε αὐτὸ τὸ νοερὸν εἶδος, εἴρηται ἡμῖν διὰ τῶν ἔμπροσθεν· πάντα γὰρ ταῦτα μερικῶς ἐφάπτεται τῶν θείων πραγμάτων καὶ ἔστιν ἀνάξια τῆς περὶ τοῦ ἑνὸς ὑποθέσεως· ποῦ γὰρ ἂν εἴη σεμνὸν, ὡς ἤδη προείπομεν, ὡς ἑνὸς εἴδους νοεροῦ; τί γὰρ ἂν λέγοις τὰ ἄλλα κρεῖττον εἶναι τὸ ἕν; Ἀλλʼ, ὥσπερ εἴπομεν, ἑνὸς ἰσότητα καὶ ἀνισότητα ληπτέον τὴν διὰ πάσης φοιτῶσαν τῆς ἐγκοσμίου θεότητος, εἰ καὶ ἐφαρμόζουσιν αἱ ἀποδείξεις καὶ τοῖς φυσικοῖς ἴσοις καὶ τοῖς μαθηματικοῖς καὶ τοῖς ἐν τοῖς λόγοις τοῖς ψυχικοῖς καὶ τοῖς ἐν τοῖς εἴδεσι τοῖς νοεροῖς. Δεῖ γὰρ ἄνωθεν ἐπὶ πάντων ἄρχεσθαι τὰς ἀποδείξεις καὶ διατείνειν διὰ πάντων τῶν δευτέρων, ἵνα πάντων ἐξῃρημένον ἀποδεικνύηται τὸ ἓν τῶν θείων, τῶν νοερῶν, τῶν ψυχικῶν, τῶν μαθηματικῶν, τῶν φυσικῶν εἰδῶν. Πάντα οὖν ὅσα λέγεται νῦν ἀξιώματα περί τε τῶν ἴσων καὶ ἀνίσων, ἐφαρμοστέον τῇ τάξει ταύτῃ τῶν θεῶν· ἐπεὶ γάρ εἰσι καὶ ἐν ταύτη πολλαὶ δυνάμεις, αἱ μὲν ἀλλήλαις σύστοιχοι καὶ πρὸς τὸ αὐτὸ τέλος καὶ ἀγαθὸν ἀνατεινόμεναι, αἱ δὲ διαφέρουσαι κατά τε ὑπεροχὴν καὶ ὕφεσιν, ἐκείνας μὲν κατὰ τὴν ἰσότητα χαρακτηρίζεσθαι ῥητέον· τὸ γὰρ ἀγαθὸν μέτρον ἑκάστων· τὰ γοῦν τῷ αὐτῷ ἀγαθῷ συνηνωμένα τῷ αὐτῷ μέτρῳ μεμέτρηται καὶ ἔστιν ἴσα ἀλλήλοις. Τὰ δέ γε μὴν ἀσυστοίχους ἀλλήλαις κατὰ τὸ ἄνισον πεποιῆσθαι τὴν πρόοδον θετέον, ἐπειδὴ τὰς μὲν ὑπερέχειν, τὰς δὲ ὑφεῖσθαι λέγομεν. Ἀλλʼ ἐπεὶ καὶ τῶν ἀνίσων τὰ μὲν σύμμετρα, τὰ δὲ ἀσύμμετρα, δῆλον ὅτι καὶ ταῦτα τοῖς θείοις ἐφαρμόσομεν, τὴν μὲν συμμετρίαν, ἐφʼ ὧν τὰ δεύτερα συνανακεράννυται τοῖς πρὸ αὐτῶν καὶ ὅλων μετέχει τῶν κρειττόνων — οὕτω γὰρ καὶ ἐν τοῖς συμμέτροις τὸ ἔλαττον ἐθέλει μέτρον κοινὸν ἔχειν πρὸς τὸ μεῖζον, ὅλον ἑκάτερον τοῦ αὐτοῦ μετροῦντος· τὴν δὲ ἀσυμμετρίαν, ἐφʼ ὧν τὰ καταδεέστερα διὰ τὴν τῶν κρειττόνων ἐξῃρημένην ὑπεροχὴν μετέχει μέν πως αὐτῶν, ὅλοις δὲ αὐτοῖς συνάπτεσθαι διὰ τὴν ἑαυτῶν ὕφεσιν ἀδυνάτως ἔχει. Ταῖς γὰρ μερικαῖς αἰτίαις καὶ πολλοσταῖς ἀπὸ τῶν πρώτων ἀσύμμετρός ἐστιν ἡ πρὸς ἐκεῖνα κοινωνία, καὶ ἡ πρὸς τὸ αὐτὸ νοητὸν ἀγαθὸν ἐκείνοις ἀνάτασις· καὶ ἔοικεν, εἰ τῶν ἐγκοσμίων ἐστὶ θεῶν ταῦτα συνθήματα, τὸ ἴσον λέγω καὶ τὸ ἄνισον, εἰκότως ἐνταῦθα καὶ τὸ σύμμετρον ἀναφανῆναι τοῦτο καὶ τὸ ἀσύμμετρον. Ἐν μὲν γὰρ τοῖς ἀσωμάτοις καὶ ἀΰλοις χώραν ἡ τούτων ἀντίθεσις οὐκ ἔχει, πάντων ἐκεῖ ῥητῶν ὄντων καὶ ἐν εἴδεσι καθαροῖς ὑφεστώτων· ὅπου δέ ἐστι καὶ ὑλικὸν ὑποκείμενον καὶ μίξις εἴδους καὶ ἀνειδέου τινὸς, εἰκότως καὶ συμμετρίας ἐστὶν ἐνταῦθα ἀντίθεσις, ὧν οἱ ἐγκόσμιοι θεοὶ προσεχῶς εἰσι, συνεκτικοὶ ψυχῶν καὶ σωμάτων εἴδους καὶ ὕλης. Εἰκότως ἄρα πέφυκεν ἐν αὐτοῖς κατὰ τὴν ἄνισον διαίρεσιν τὸ σύμμετρον καὶ ἀσύμμετρον· διὸ καὶ τούτων ὁ ἐπαπορῶν ἐμνημόνευσε λόγος. Ταῦτα μὲν οὖν καὶ εἰσαῦθις ἐπιπλέον ἀνασκεψόμεθα· νῦν δὲ ὅτι γεωμετρικῶς πρὸ τῶν ἀποδείξεων ὅρους λαμβάνει τοῦ ἴσου, τοῦ συμμέτρου, τοῦ ἀσυμμέτρου, λεκτέον· ἴσον μὲν λέγων τὸ τοῖς αὐτοῖς μέτροις μετρούμενον, σύμμετρον δὲ τὸ τῷ αὐτῷ μέτρῳ μετρούμενον, ἐὰν μὲν μεῖζον ᾖ, πλεονάκις ἢ τὸ ἔλαττον, ἐὰν δὲ ἔλαττον, ἐλαττονάκις ἢ τὸ μεῖζον· ἀσύμμετρον δὲ τὸ διαιρούμενον εἰς ἴσα μὲν κατʼ ἀριθμὸν, ἄνισα δὲ κατὰ μέγεθος, εἰ μὲν ἔλαττον εἴη, δῆλον ὡς εἰς ἐλάττονα, εἰ δὲ μεῖζον, δῆλον ὡς εἰς μείζονα· τὸ μὲν ἔλαττον σμικροτέρων ἔσται μέτρων ἴσων κατʼ ἀριθμὸν, τὸ δὲ μεῖζον μειζόνων. Ἐὰν γὰρ λάβῃς τὴν πλευρὰν καὶ τὴν διάμετρον, καὶ διέλῃς ἑκατέραν δίχα, δῆλον ὡς ἡ μὲν μείζων ἕξει τῶν μερῶν ἑκάτερον, ἡ δὲ ἔλαττον. Ἐπʼ ἀμφοτέρων δὲ τῶν συμμέτρων καὶ τῶν ἀσυμμέτρων ὁμοίως πρὸς μείζονα καὶ ἐλάττονα τῆς παραβολῆς οὔσης, ἐφʼ ὧν μὲν τῶν μέτρων τῶν αὐτῶν ὄντων, ἀλλʼ ἢ πλεονάκις ἢ ἐλαττονάκις, ἐφʼ ὧν δὲ εἰς ἴσα μὲν τῆς διαιρέσεως γιγνομένης, ἀλλʼ ἢ εἰς μείζονα κατὰ τὸ μέγεθος ἢ εἰς ἐλάττονα, ὅπου μὲν κατὰ τὸ πλῆθος τῆς διαφορᾶς οὔσης, ὅπου δὲ κατὰ τὸ μέγεθος ἀσυμμέτρων ὑπαρχόντων. Τούτων δὴ τῶν ὅρων προειλημμένων ἑξῆς ἐπάγει τὰς ἀποδείξεις, διʼ ὧν ἀποδείκνυται πρῶτον μὲν ὅτι οὐκ ἔστιν ἴσον τὸ ἓν οὔτε ἑαυτῷ οὔτε ἄλλῳ, ἔπειτα ὅτι οὔτε ἄνισον πάλιν οὔτε ἑαυτῷ οὔτε ἄλλῳ. Λέγει δὲ οὕτως·

Οὐκοῦν ἀδύνατον τὸ μὴ μετέχον τοῦ αὐτοῦ ἢ μέτρων τῶν αὐτῶν εἶναι ἢ ἄλλων ὡντινωνοῦν τῶν αὐτῶν. — Ἀδύνατον. — Ἴσον μὲν ἄρα οὔτʼ ἂν ἑαυτῷ οὔτε ἄλλῳ εἴη, μὴ τῶν αὐτῶν μέτρων ὄν. — Οὐκοῦν φαίνεταί γε.

Συλλογισμὸς ἐπὶ τοῦ ἴσου γενόμενος καὶ ἀφαιρῶν αὐτὸ τοῦ ἑνὸς τοιοῦτός ἐστι· τὸ ἓν οὐδενὸς μετέχει ταὐτοῦ, τὸ ἴσον μετέχει πως τοῦ ταὐτοῦ κατὰ τὴν τοῦ μέτρου δύναμιν, τὸ ἓν ἄρα οὐδαμῶς ἐστιν ἴσον ὅτι δὲ ταὐτόν .... Τὸ γὰρ ταὐτὸν πολλαχῶς ἐστι· καὶ γὰρ κατὰ τὸ εἶδος καὶ κατὰ τὸ ὑποκείμενον καὶ κατά τι μέτρον καὶ κατὰ τὸν χρόνον ἐστὶ καὶ κατὰ τὸν τόπον τῶν πραγμάτων ταυτότητας λαβεῖν· ἔστι γὰρ καὶ τῷ μέτρῳ ταὐτὰ ἀλλήλοις καὶ τῷ χρόνῳ καὶ τῷ εἴδει καὶ τῷ ἀριθμῷ καὶ ἄλλοις πολλοῖς, διʼ ὧν ἡ τῆς ταυτότητος διήκει δύναμις. Τὸ μὲν οὖν ἴσον ὡς δεύτερον τῆς ταυτότητος ὑφίσταται κατʼ αὐτὴν ἀπὸ τοῦ ἑνός· τὸ δὲ ἓν ἐπέκεινα ταυτότητος ὂν πολλῷ δήπου μᾶλλον ἐξῄρηται καὶ τῆς ἰσότητος, ὅπου γε οὐδὲ, εἰ μέγεθός τι εἴη, μὴ ὁμοειδὲς δὲ πρὸς ὃ ἀντεξετάζεται, οὐκ ἄν ποτʼ ἐκεῖνο ῥηθείη οὔτʼ ἴσον οὔτʼ ἄνισον· ἐν γὰρ τοῖς ὁμοειδέσι ταῦτα μόνον ἐστί. Τίς οὖν ἂν εἴη εἰς γραμμὴν καὶ ἐπιφάνειαν ἴσην καὶ ἄνισον, ἐπίπεδον καὶ στερεόν; οὐ γὰρ συμβλητὰ ταῦτα ἀλλήλοις, καλῶς καὶ τοῦ Ἀριστοτέλους ἐν τοῖς περὶ κινήσεως λόγοις τὰς ὁμοειδεῖς ὁρίζοντος εἶναι συμβλητὰς, ἀλλʼ οὐχὶ τὰς ἀνομοειδεῖς, οἷον αὔξησίν τε καὶ ἀλλοίωσιν ἢ γένεσιν καὶ τοπικὴν κίνησιν. Τὸ οὖν ἓν ἀσύμβλητον πᾶσι τοῖς μετʼ αὐτὸ καὶ ἀπʼ αὐτοῦ τὴν ὕπαρξιν ἔχουσιν οὔτʼ ἴσον οὔτʼ ἄνισον εἶναι δύναιτο ἐκείνοις, ἀλλʼ οὐδʼ ἑαυτῷ, τὴν ἑνοειδῆ κρείττονα οὖσαν ἔχον, καὶ οὐδὲν ἰσότητος δεόμενον· ᾧ καὶ δῆλον ὅτι οὐχ ὡς ποσόν τι λέγεται τὸ ἓν, ἵνα καὶ ἰσότητος ᾖ δεκτικὸν, ἀλλʼ ὡς τῆς ἁπλότητος αὐτοῦ καὶ τῆς ἀμερίας διὰ τούτου μόνου σημαίνεσθαι δυναμένης· τὸ γὰρ ἐκβεβηκὸς ἀπὸ πά … δείξασθαι θέλοντες ἓν αὐτὸ προσείπομεν, οὐχ ὡς ὁμοταγὲς τοῖς πεπληθυσμένοις οὐδʼ ὡς τῶν μονάδων ἐν τοῖς ἀριθμοῖς ἓν τιθέντες, ἀλλʼ ὡς ὕπαρξιν οὐδὲν οὖσαν τῶν πάντων σημαίνοντες, ἧς ὁ μετασχὼν πάντως ἅψεται πῶς ἐκεῖνό ἐστιν ἕν. Δέδεικται δʼ οὖν μέχρι τούτων ὅτι μηδαμῶς ἐπιδέχεται τὸ ἴσον, διότι μηδὲ τὸ ταὐτὸν μήτε κατὰ χρόνον μήτε κατὰ ἀριθμὸν μήτε κατʼ ἄλλον τινὰ τρόπον, ὡς ταυτότητος ὅλως ἄδεκτον ὑπάρχον.

Ἀλλὰ μὴν πλειόνων γε μέτρων ὂν ἢ ἐλαττόνων, ὅσων περ μέτρων, τοσούτων καὶ μερῶν ἂν εἴη· καὶ οὕτως αὖ οὐκέτι ἓν ἔσται, ἀλλὰ τοσαῦτα ὅσα περ καὶ τὰ μέτρα. — Ὀρθῶς. — Εἰ δέ γε ἑνὸς μέτρου εἴη, ἴσον ἂν γίγνοιτο τῷ μέτρῳ· τοῦτο δὲ ἀδύνατον ἐφάνη, ἴσον τῳ αὐτὸ εἶναι. — Ἐφάνη γάρ.

Δεύτερος ἐπὶ τούτοις παραδίδοται συλλογισμὸς, ἀναιρῶν τὴν ἀνισότητα παντελῶς ἀπὸ τοῦ ἑνὸς, τοιοῦτος· τὸ ἓν πολλῶν μέτρων ἢ καὶ μερῶν οὐκ ἔστι δεκτικόν· ἅπαν δὲ ἄνισον πολλῶν ἐστι μερῶν δεκτικόν· τὸ ἓν ἄρα οὐκ ἔστιν ἄνισον. Κἄν τε γὰρ πλειόνων ᾖ μέτρων τὸ ἄνισον κἂν ἐλαττόνων, πλῆθος ἔχει τι τῶν μέτρων· πᾶν δὲ πλῆθος ἀφείλομεν ἐκ τοῦ ἑνὸς, τό τε ἔλαττον καὶ τὸ πλέον· τὸ ἄρα ἄνισον κατωτέρω μὲν ἔστι τοῦ πλήθους τοῦ πρώτου καὶ ὑφέστηκε κατʼ αὐτὸ, μετέχει δὲ καὶ τῆς τοῦ ἑνὸς αἰτίας· ἡ γὰρ ἀπόφασις γένεσίς ἐστιν, ὡς πολλάκις εἴρηται, τῆς καταφάσεως. Διὰ τούτων μὲν οὖν ἔδειξε τὸ ἓν καὶ τῆς ἀνισότητος ἐξῃρημένον· ἐπειδὴ δὲ εἴποι ἄν τις ἀπορῶν, ἀλλὰ ἴσως μήτε ἐλαττόνων ἔσται μέτρων μήτε πλειόνων, ἀλλʼ ἑνὸς, ἵνα μὴ πλῆθος ἐν τῷ ἑνὶ καταλίπωμεν, αὐτὸ οὖν ἔστω ἑαυτοῦ μέτρον· διὰ δὴ τοῦτο λύων τὴν ἀπορίαν ταύτην ἐπήνεγκεν ὅτι ἄρα, εἴ τις τοιοῦτον ὑποθεῖτο τὸ ἓν, ἔσται ἴσον τινὶ πάντως τῷ ἑαυτοῦ μέτρῳ· καὶ εἰ μὴ αὐτῶν τὸ ἴσον καὶ τὸ ἓν, διότι τὸ μὲν καθʼ αὑτὸ, τὸ δὲ πρός τι, δῆλον ὡς ἴσον ὂν τὸ ἓν ἔσται καὶ οὐχ ἓν διὰ τὸ ἴσον οὐχ ἓν ὄν· ὃ γὰρ ἂν αὐτῷ προσθῇ, ἀφαιρεῖ τὸ ἕν· ἀναινομένου τοῦ ὡς ἀληθῶς ἑνὸς παντὸς, ἀλλʼ οὐ προσθήκην προστιθέντος, οὐκέτι μόνον ἔσται μετʼ ἄλλου ἓν, οὐδὲ αὐτοὲν, ἀλλά τι ἓν τὸ μετὰ τοῦ προστιθέντος φανταζόμενον. Ἔσται οὖν οὐχ ἓν ἴσον ὂν, κἄν τε ὑπʼ ἄλλου τινὸς ἑνὸς μετρῆται κἄν τε ὑφʼ ἑαυτοῦ· δέδεικται δὲ ὡς οὐδὲν τὸ ἓν ἴσον ἐστίν· οὔτε ἄρα ἓν ἔχει μέτρον τὸ ἓν, οὔτε πολλά· καὶ γὰρ εἰ μὲν ἑαυτοῦ μέτρον εἴη, σχιζ … ἀνέκφατον· ἔσται μετροῦν ἑαυτὸ καὶ ὑφʼ ἑαυτοῦ μετρούμενον, καὶ ἔσται οὐχ ἓν ὡς ἀληθῶς, ἀλλὰ δυοειδές. Τοῦτο δὲ ἡμᾶς ἀνέπεισεν ἀπογνῶναι καὶ ὅτι ἐν ἑαυτῷ ἐστιν, ᾧ καὶ δῆλον ὅτι καθʼ αὑτὸ μὲν ἀποδοτέον τῷ ἑνὶ, πρὸς ἑαυτὸ δὲ οὐδὲν, ἵνα μὴ διπλασιάσαντες αὐτὸ λάβωμεν καὶ ποιήσαντες πεπονθὸς τὸ ἓν, ἀλλʼ οὐκ αὐτοέν … μετʼ αὐτὸ μέτρον συντεταγμένον ἔσται τοῖς μετρουμένοις καὶ ἐν αὐτοῖς ὂν ἑαυτῷ, κἀκεῖνα μετροῦν ὡς τὸν ἀριθμὸν ἡ μονὰς ἐν τῷ ἀριθμῷ οὖσα· δεῖ δὲ ἐξῃρημένον αὐτὸ πάντων ὑπάρχειν· καὶ μέρος οὐδὲν ὅσον, ἵνα μὴ ἀτελέστερον ᾖ τῶν ἄλλων ὧν ἐστι μέρος· πᾶν γὰρ μέρος ἀτελές. Εἰ οὖν ὡς μέρος τῶν μετρουμένων εἴη μέτρον, ἀτελέστερον ἔσται τῶν ἄλλων· οὐκ ἄρα ἐκείνων ἐστὶ μέτρον τὸ ἓν ἐπέκεινα· εἴ ἐστι μέρος ἄλλων τι, ἓν ἔσται καὶ οὐκ αὐτοέν· ἡ γὰρ πρὸς τὰ ἄλλα μέρη διαφορότης τι ἓν αὐτὸ ποιήσει· καὶ γὰρ ἐκείνων ἕκαστον μέρος ὂν ἕν τί ἐστι πάντως. Εἰ οὖν μηδὲ ὅλον ἐστὶ τὸ αὐτὸ, ἵνα μὴ πεπονθὸς ᾖ τὸ ἓν, ὡς ἐν Σοφιστῇ δέδειχε, πολλῷ μάλλον μέρος οὐκ ἔστιν, ἵνα μὴ καὶ ἀτελὲς ᾖ πρὸς τῷ καὶ πεπονθὸς εἶναι τὸ ἕν. Ἐκ δὲ τούτου φανερὸν ὡς οὐκ ἔστι τὸ αὐτοὲν τῶν εἰδῶν τι ἕν· πᾶν γὰρ εἶδος μέρος ἐστὶ τοῦ νοητοῦ παντὸς, ἀλλʼ ἐξῄρηται καὶ τοῦ ὅλου νοητοῦ καὶ τῶν ἐν αὐτῷ εἰδῶν μερῶν ὄντων. Πῶς οὖν λέγεται μέτρον αὐτὸ τῶν ὅλων ἢ πῶς τὰ μέτρα πᾶσι χορηγοῦν; οὕτω γὰρ καὶ ἓν ἐπονομάζεται ὡς τῆς ἑνώσεως καὶ τῆς συνοχῆς πᾶσιν αἴτιον, ἐπεὶ καθʼ αὑτό γε τούτων οὐδέν ἐστι. Καὶ πῶς γὰρ ἂν εἴη μέτρον, ἐπέκεινα παντὸς πέρατος ὂν καὶ ὅρου καὶ ἑνότητος; πᾶν δὲ μέτρον πέρας ἐστὶ τοῦ μετρουμένου καὶ ὅρος. Ὅταν οὖν ὁ Πλάτων ἐν Νόμοις μέτρον λέγῃ τὸ θεῖον τῶν πάντων, καὶ πολὺ μᾶλλον ἢ τὸν ἄνθρωπον, ὥς πού τις τολμᾷ τῶν πρὸ αὐτοῦ λέγειν, δεῖ νοεῖν πῶς αὐτὸ εἶναί φησι μέτρον, εἰ περὶ τοῦ πάντων ἐπέκεινα ποιοῖτο τὸν λόγον, καὶ ὅτι, ὡς ἀφορίζον πᾶσι τό τε εἶναι τοῖς οὖσι καὶ τὸ εὖ εἶναι, τῶν ἐν ἑκάστοις μέτρων ὄντων προαίτιον. Δηλοῖ γοῦν καὶ ὁ ἐν τῷ Φιλήβῳ Σωκράτης ἐν τῇ ἀπαριθμήσει τῶν τοιούτων ἀγαθῶν, ἐν τοῖς πρώτοις μετεχομένοις ἀγαθοῖς καὶ οὔπω περατοειδέσι θέμενος μέτρον, ὥσπερ καὶ τὸν καιρὸν καὶ τὸ μέτρον, καὶ περὶ ταῦτα εἶναι τὸ πρῶτον εἰπὼν ἀγαθὸν, ἀλλʼ οὐ τῶν πάντων ἐπέκεινα τῶν ὁπωσοῦν ἢ μικτῶν ἢ περατοειδῶν ἢ τῆς ἀπείρου φύσεως εἶναι λεγομένων· ὥστʼ εἰ λέγειν τολμῴη τις ἐκεῖνο μέτρον, ὡς πάντων ὂν ἐφετὸν αὐτὸ θήσεται μέτρον, ἀλλʼ οὐχ ὡς ὁμοταγὲς τοῖς ὑπʼ αὐτοῦ μετρουμένοις· τοιοῦτον δὲ ὂν, οὐδὲ ἄνισον οἷς ἐστιν ἀσύντακτον.

Οὔτε ἄρα ἑνὸς μέτρου μετέχον οὔτε πολλῶν οὔτε ὀλίγων, οὔτε τὸ παράπαν τοῦ αὐτοῦ μετέχον, οὔτε ἑαυτῷ ποτε, ὡς ἔοικεν, ἔσται ἴσον οὔτε ἄλλῳ· οὐδʼ αὖ μεῖζον οὐδὲ ἔλαττον οὔθʼ ἑαυτοῦ οὔθʼ ἑτέρου. — Παντάπασι μὲν οὕτως.

Παρατηρητέον ἐν τούτοις ὅπως ἐν τῷ συμπεράσματι κατὰ τάξιν ἀπὸ τῶν προσεχῶς δεδειγμένων ἀνατρέχει διὰ τῶν μέσων ἐπὶ τὴν ἀρχὴν τῶν προβλημάτων· Οὔτε γὰρ, φησὶν, ἑνὸς μέτρου μετέχον ἐστὶ τὸ ἓν, τοῦτο δὲ ἦν τὸ ἔσχατον τῶν δεδειγμένων· οὔτε πολλῶν οὔτε ὀλίγων, ταῦτα δὲ ἦν ἅπερ ἐν τοῖς μέσοις ἐδείκνυμεν· οὔτε τὸ παράπαν τοῦ αὐτοῦ μετέχον, τοῦτο δὲ ἦν ὃ πρώτιστον εἴρηται· δείκνυσι δʼ ὅμως ὡς οὐδαμῶς ἐστιν ἴσον τὸ ἓν, ἔπειτα λοιπὸν αὐτὸ τὸ πρόβλημα τὸ μήτε ἴσον εἶναι μήτε ἄνισον αὐτό. Διεῖλε δὲ τὸ ἄνισον ἐν τῷ συμπεράσματι, μεῖζον καὶ ἔλαττον εἰπὼν, ἅπερ ὠνόμαζεν ἐν τῇ προτάσει κοινῶς διὰ τοῦ ἀνίσου παραλαμβάνων, ἀμφότερα δεικνὺς ἡμῖν καὶ διὰ ταύτης τῆς τάξεως ὅτι ἄρα καὶ τὸ τῶν ἐγκοσμίων θεῶν γένος, οἷς προσήκει τὸ ἴσον τοῦτο καὶ ἄνισον, ἄνω μὲν καὶ κατὰ τὰς ἄκρας αὐτῶν ἡνωμένον ἐστὶ, κάτω δὲ καὶ κατὰ τὸ προϊὸν διῄρηται καὶ μέχρι τῶν μερικωτάτων προϊὸν ἀπὸ τῶν αὐτῶν μέτρων ἐπὶ τὰ πολλὰ καὶ τὰ ὀλίγα· καὶ τὸ ἓν οὐ δεῖ .... καὶ μὴ μέτρον ἰσότητι κρατούμενον ἀνακαλύπτει καὶ συνελίσσεται πάλιν ἐπὶ τὴν ἀρχήν· ἡ γὰρ ἀνισότης πᾶσα αὐτῶν κρατεῖται πανταχόθεν ὑπὸ τῆς ἰσότητος. Δέδεικται ἄρα τὸ ἓν ἐπέκεινα τῶν ἐγκοσμίων θεῶν ἁπάντων, εἴπερ τούτων ἴδιον τὸ ἴσον καὶ ἄνισον. Ὅπως μὲν οὖν τῇ τούτων τάξει προσήκειν φαμὲν τὴν ἀντίθεσιν ταύτην, ἐν τοῖς ἐφεξῆς γνωσόμεθα, τοῖς τοῦ Πλάτωνος ῥήμασιν ἑπόμενοι· λάβωμεν δὲ νῦν ἐκ τῶν προρρηθέντων τοσοῦτον, ὡς ἄρα τὸ ἓν οὐ δεῖ λέγειν οὔτε κατὰ τὴν ἕνωσιν οὔτε κατὰ τὴν ἀμέρειαν οὔτε κατὰ τὸν τῆς αἰτίας λόγον τῶν μετὰ τὸ ἓν, οὔτε μεῖζον οὔτε ἔλαττον οὔτε ἴσον· ἐν οἷς γάρ ἐστι σύγκρισις, ταῦτα μόνον ἔχει χώραν. Ἔστι δὲ καὶ παραβολὴ τοιάδε σύγκρισις ἐν οἷς ταὐτόν τί ἐστιν ἐπίτασιν καὶ ἄνεσιν δεδεγμένον· ὅπου δὲ μηδέν ἐστι ταὐτὸν, πῶς ἄν τι τῶν κατὰ σύγκρισιν ἢ παράθεσιν ὀνομάτων λέγειν εἴη δυνατόν; Οὐδʼ ἄρα τὰς ὑπερθέσεις ἐπʼ ἐκεῖνο τῶν ἄλλων ἀνοιστέον πᾶσιν, ἃς εἰώθασί τινες αὐτῷ προσφέρειν, ἐθέλοντές τι πλέον τῶν ἀποφάσεων περὶ αὐτοῦ διδάσκειν, στασιμώτατον αὐτὸ καὶ ἐνεργητικώτατον ὑμνοῦντες· καὶ γὰρ τῶν τοιούτων ὑπερθέσεων ἐκεῖνο κρεῖττόν ἐστι, πάντων ἄδεκτον ὂν ἐκείνων ἀφʼ ὧν αἱ ὑπερθέσεις ἐλήφθησαν, αἴτιον δὲ πάντως· τὸ γὰρ μηδόλως λευκὸν οὐκ ἄν τις εἴποι λευκότατον, καὶ τὸ μηδόλως μέλαν μελανώτατον· δεύτεραι γὰρ αἱ ὑπερθέσεις τῶν ἁπλῶν μεθέξεων.

Τί δέ; πρεσβύτερον ἢ νεώτερον ἢ τὴν αὐτὴν ἡλικίαν ἔχειν τὸ ἓν δοκεῖ τῷ δυνατὸν εἶναι; — Τί δὴ γὰρ οὔ;

Μέχρι τῶν ἐγκοσμίων θεῶν προῆλθεν ὁ λόγος, ἀφαιρῶν ἀεὶ τὰ ἐφεξῆς ἀπὸ τοῦ ἑνὸς διὰ τῶν μέσων γενῶν· μᾶλλον δὲ, ἵνα σαφέστερον εἴπω, παράγων ἀεὶ τὰ δεύτερα διὰ τῶν τῷ ἑνὶ προσεχῶν ἀπὸ τῆς ἐξῃρημένης τῶν ὅλων αἰτίας. Μέλλει δὲ ἄρα λοιπὸν τὴν θείαν οὐσίαν αὐτὴν, τὴν πρώτως μετέχουσαν τῶν θεῶν καὶ ὑποδεξαμένην τὴν εἰς τὸν κόσμον πρόοδον αὐτῶν, χωρίζειν τοῦ ἑνὸς, μᾶλλον δὲ καὶ ταύτην παράγειν ἐκ τῆς ἀρρήτου τῶν ὄντων ἁπάντων, ἵνʼ οὕτως εἴπω, πηγῆς, διʼ ἣν πάντα τὰ θεῖα μετέχει τῆς ἰδιότητος ταύτης, τά τε πρώτως θεῖα καὶ τὰ ἀπὸ τούτων ἐκθεούμενα. Καθάπερ γὰρ ἀπὸ τῆς μονάδος τῶν ὄντων ὑφίσταται πᾶν τὸ ὁπωσοῦν ὂν, τό τε ὄντως ὂν καὶ τὸ ὁμοιούμενον πρὸς ἐκεῖνο καὶ καθʼ ἑαυτὸ μὲν οὐκ ὂν, διὰ δὲ τὴν πρὸς τὸ ὄντως ὂν κοινωνίαν ἀμυδρὰν ἔμφασιν τοῦ εἶναι παραδεχόμενον· κατὰ τὰ αὐτὰ δὴ καὶ ἐκ μιᾶς ἑνάδος πάσης θεότητος, ἧς ἴδιον, εἰ θέμις εἰπεῖν, τὸ θεοῦν πάντα κατά τινα ὑπεροχὴν ἐξῃρημένην καὶ ἄφραστον, ὑπέστη πᾶς τε θεῖος ἀριθμὸς, καθʼ ὅν ἐστι τὸ εἶναι, μᾶλλον δὲ προεῖναι τοῖς θεοῖς, καὶ πᾶσα ἡ ἐκθεουμένη τάξις τῶν ὄντων. Σκοπὸς μὲν οὖν καὶ ταύτης, ὥσπερ εἴπομεν, τῆς οὐσίας ἐξῃρημένον ἀποφῆναι τὸ ἕν· καί μοι προσέχειν ἀξιῶ τὸν νοῦν ἐκείνους, οἳ ψυχὴν ἢ ἄλλο τι τοιοῦτον εἰρήκασι τὸ πρῶτον, ὅπως αὐτῶν περιαιρεῖ τὴν ὑπόθεσιν ὁ Παρμενίδης, δεικνὺς ὅτι τὸ ἓν ἄδεκτον χρόνου, τὸ δὲ ἄδεκτον χρόνου ψυχὴν ἀδύνατον εἶναι· πᾶσα γὰρ ψυχὴ μετέχει χρόνου καὶ χρῆται περιόδοις ὑπὸ χρόνου μετρουμέναις· τοῦ μὲν δὴ νοῦ κρεῖττον καὶ ἐπέκεινα τὸ ἓν, διότι νοῦς πᾶς κινεῖται καὶ ἕστηκε, τὸ δὲ ἓν δέδεικται μήτε κινούμενον μήτε ἑστώς· τῆς δὲ ψυχῆς, διότι πᾶσα ψυχὴ μετέχει χρόνου, τὸ δὲ ἓν δειχθήσεται χρόνου μὴ μετέχον· ἀλλὰ μὴν καὶ νοῦς ψυχῆς ἕτερος διὰ τὰ αὐτὰ, χρονικῆς ἐνεργείας καθαρεύων, ὥστε διὰ τούτων τὰς τρεῖς ἀρχικὰς ὑποστάσεις ἔχοιμεν ἂν γνωρίμους γεγενημένας. Ὅτι δὲ τὸ ἓν χρόνου παντελῶς ἐστιν ἀμέτοχον, δείκνυσιν ἀποδείξας πρότερον μήτε νεώτερον αὐτὸ μήτε πρεσβύτερον μήτε ἰσήλικον ἑαυτοῦ μήτε ἑτέρου τινός· τὸ γὰρ χρόνου μετέχον πᾶν τούτων ἀνάγκη μετέχειν, ὥστε, ἂν τούτων δειχθῇ καθαρεῦον τὸ ἓν ἃ δὴ συμπτώματά ἐστι τῶν χρόνου μετεχόντων πάντων, δεδειγμένον ἔσται μηδὲ χρόνου μετέχον. Τοῦτο δὴ τὸ δοκοῦν ἄπιστον εἶναι πολλοῖς, καὶ μάλιστα τοῖς πρὸ αὐτοῦ φυσιολόγοις, οἳ πάντα περιέχεσθαι ᾤοντο ὑπὸ τοῦ χρόνου, καὶ εἴ τι ἀΐδιόν ἐστι, ἄπειρον εἶναι τὸν χρόνον, μηδὲν δὲ ἀκαταμέτρητον ὑπὸ τοῦ χρόνου τῶν πάντων εἶναι· καὶ γὰρ ὥσπερ ἐν τόπῳ πάντα ᾤοντο εἶναι, σώματα οἰόμενοι πάντα ὑπάρχειν, ἀσώματον δὲ μηδὲν, οὕτω καὶ ἐν χρόνῳ πάντα εἶναι, κινούμενα ὄντα, ἀκίνητον δὲ μηδέν· συνεισῆγε γὰρ τὸν μὲν τόπον ἡ τῶν σωμάτων ἔννοια, τὸν δὲ χρόνον ἡ κίνησις. Ὡς οὖν δέδεικται τὸ ἓν οὐκ ὂν ἐν τόπῳ, διότι μηδόλως ἐν ἄλλῳ καὶ διὰ τοῦτο ἀσώματον, οὕτω δείκνυται μηδὲ ἐν χρόνῳ διὰ τούτων τῶν ἐφόδων, καὶ διὰ τοῦτο μηδὲ ψυχὴ μηδὲ ἄλλο τι τῶν χρόνου δεομένων καὶ χρόνου μετεχόντων ἢ κατὰ τὴν οὐσίαν ἢ κατὰ τὴν ἐνέργειαν, ὥστε διὰ τούτων εἶναι δεδειγμένον πάντων ὅτι οὔτε σῶμα τὸ ἓν οὔτε ψυχὴ οὔτε νοῦς, τὸ μὲν διότι μὴ ἔστιν ἐν ἄλλῳ, τὸ δὲ διότι μὴ μετέχει χρόνου, τὸ δὲ διότι μὴ κινεῖται καὶ ἕστηκε. Ταῦτα δὴ τοῖς πολλοῖς τῶν ἐξηγητῶν εἰωθότα φιλοσοφεῖσθαι περὶ τοῦ ἑνὸς, ὃ δὴ πρῶτον θέμενοί φασιν οὔτε σῶμα εἶναι, ὡς ἔλεγον οἱ ἀπὸ τῆς Στοᾶς, οὔτε ψυχὴν ἀσώματον, ὡς Ἀναξαγόρας ἔλεγεν, οὔτε νοῦν ἀκίνητον, ὡς Ἀριστοτέλης ὕστερον· οἷς καὶ διαφέρειν τὴν τοῦ Πλάτωνος φιλοσοφίαν τῶν ἄλλων ἐπʼ αὐτὸ τὸ ὑπὲρ νοῦν αἴτιον ἀναδραμοῦσαν.

Τοιαύτης δʼ οὖν προθέσεως οὔσης, ἤδη τὴν ἐπὶ τὸ πεπληθυσμένον τοῦ λόγου πρόοδον ἡμῖν ἐνδεικνύμενος, οὐκ ἠνέσχετο μεῖναι κατὰ τὸν αὐτὸν τρόπον τοῖς προειρημένοις ἐπὶ τῆς δυάδος, ἀλλὰ τριαδικῶς τὰ ἴδια τῆς τάξεως ταύτης ἀπηριθμήσατο, τὸ πρεσβύτερον, τὸ νεώτερον, τὸ τὴν αὐτὴν ἡλικίαν ἔχον, καίτοιγε δυνατὸν κἀνταῦθα δυαδικῶς εἰπεῖν, ἰσήλικόν τε καὶ ἀνισήλικον, ὥσπερ ἐκεῖ τό τε ἴσον καὶ ἄνισον· ἀλλʼ ἐκεῖ μὲν προτέραν τὴν δυάδα θεὶς, οὕτως ἀπὸ τῆς τοῦ ἀνίσου διαιρέσεως εἰς τὴν τριάδα κατήντησεν, ἐνταῦθα δὲ ἀπὸ τῆς τριάδος αὐτῆς πεποίηται τὴν ἀρχήν· ἐκεῖ μὲν γὰρ προηγεῖτο τοῦ πλήθους ἡ ἕνωσις καὶ τὸ ὅλον τῶν μερῶν, ἐπὶ δὲ ταύτης τῆς τάξεως τῶν ὄντων καὶ τὸ πλῆθος ἐκφανέστατόν ἐστι καὶ ἡ εἰς τὰ μέρη διαίρεσις, ὥς φησιν ὁ Τίμαιος, ἣν καὶ ἐν τούτοις ὁ Παρμενίδης ἀπομιμούμενος ἄρχεται μὲν ἀπὸ τριάδος, πρόεισι δὲ ἄχρι τῆς ἑξάδος· καὶ γὰρ τὸ πρεσβύτερον καὶ τὸ νεώτερον καὶ τὸ τὴν αὐτὴν ἡλικίαν ἔχον διπλασιάζεται τῷ ἑαυτῷ καὶ τῷ πρὸς ἄλλο τεμνόμενον. Ὅπως δὲ καὶ ἡ τριὰς οἰκεία τῇ τάξει ταύτῃ καὶ ἡ ἑξὰς, οὐκ ἄδηλον· τό τε γὰρ τριφυὲς αὐτῆς ἐξ οὐσίας καὶ ταὐτοῦ καὶ θατέρου γεγονός· καὶ τὸ τριδύναμον ἔκ τε τοῦ ἡνιόχου καὶ τῶν ἵππων συμπεπληρωμένον δηλοῖ τὴν πρὸς τριάδα συγγένειαν αὐτῆς, καὶ τὸ τὴν οὐσίαν ἔχειν ἀρτιοπέριττον ἐξ ἀμφοῖν συμπεπλεγμένην δείκνυσι τὴν πρὸς τὴν ἑξάδα κατὰ φύσιν αὐτῆς οἰκειότητα.

Ταῦτα μὲν οὖν ῥᾴδια καταμαθεῖν· ἴσως δὲ ἐκεῖνο προσήκει ζητῆσαι πρώτιστον ἐν τούτοις, τίς ποτε ἄρα ὁ χρόνος οὗτός ἐστιν, οὗ φησι ταύτην μετέχειν τὴν τάξιν τῶν ὄντων ἧς ἐξαιρεῖ αὐτὸ τὸ πρῶτον. Οὐ γάρ τι σμικρόν ἐστιν, ἀλλʼ, ὡς λέγεται, χαλεπὸν τὴν ἰδιότητα αὐτοῦ καὶ τὴν φύσιν ἐνδείξασθαι· δηλοῦσι δὲ αἱ τῶν πρὸ ἡμῶν ἐξηγήσεις καὶ αἱ πρὸς ἀλλήλους αὐτῶν διαμάχαι· τοῖς μὲν γὰρ πλείστοις τῶν ταῦτα μεμεριμνηκότων ἤρεσε τόνδε τὸν ἐμφανῆ καὶ συνεγνωσμένον χρόνον παραλαμβάνεσθαι νῦν ὑπὸ τοῦ Πλάτωνος, σαφῶς λέγοντος τὸ γίγνεσθαι προσήκειν τοῖς χρόνου μετειληχόσιν· οὓς ἐρωτητέον ποῖον ἔτι σεμνὸν ἢ θαυμαστὸν τὸ τούτου τοῦ χρόνου κρεῖττον ἀποδείκνυσθαι τὸ ἓν, οὗ καὶ αἱ ψυχαὶ κρείττους εἰσὶ τοῦ τὰς κινήσεις τῶν αἰσθητῶν χρόνου μετροῦντος αὐταὶ πρὸ σωμάτων οὖσαι, πῶς δὲ ἔτι κατὰ τὴν δευτέραν ὑπόθεσιν ὁ χρόνος οὗτος καταφάσκεται τοῦ ὄντως ὄντος, ὡς αὐτοί φασι, καὶ τῆς νοερᾶς οὐσίας οὐ προσιεμένης τὸν τοιοῦτον χρόνον· ἅμα γὰρ ἐκείνην τε λέγει περὶ τοῦ ὄντος εἶναι καὶ χρόνον τὸν συνεγνωσμένον· χρόνου γὰρ μέρη τὸ ἦν καὶ τὸ ἔσται, ταῦτα δὲ οὐδὲν προσήκει τοῖς ὄντως οὖσι κατʼ αὐτὸν τὸν Τίμαιον. Τοῖς δὲ εἰς ταύτην ἀποβλέψασι τὴν δυσκολίαν, καὶ κατὰ τὴν δευτέραν ὑπόθεσιν ἀκούουσιν ὅτι χρόνου μετέχει τὸ ἓν ἐπʼ αὐτὸν τὸν πολυύμνητον αἰῶνα μεταφέρειν ἤρεσε τὸν χρόνον, ἵνα δὴ τῷ Πλάτωνι τά τε ἄλλα κατʼ ἐπίκρυψιν εἰρῆσθαι δοκῇ καὶ ἀπορρήτως ὁ αἰὼν δηλῶται διὰ τοῦδε τοῦ χρόνου· πρὸς οὓς οὐ χαλεπὸν ἀπαντᾷν ἀντιπαρατείνοντας τὴν τοῦ Πλάτωνος λέξιν πᾶν τὸ χρόνου μετέχον γίγνεσθαι καὶ γεγονέναι λέγουσαν, ὃ μηδέτερον εἰς τὸ ὄντως ὂν καὶ τὰ αἰώνια τῶν πραγμάτων μετάγειν ὁ Τίμαιος παρεκελεύσατο. Τοῖς δὲ καὶ διαιρεῖν ἔδοξε, καὶ τὸν μὲν πρῶτον θεὸν καιρὸν ἀποκαλεῖν, τὸν δὲ δεύτερον αἰῶνα, περὶ δὲ τὸν τρίτον ἐνταῦθα καταλείπειν τὸν χρόνον, ἵνα δὴ χρόνου καὶ αἰῶνος ἐπέκεινα φυλάττηται τὸ ἕν· οἷς συμβαίνει πολλʼ ἄττα ἄλλα δυσχερῆ καὶ ὅσα τοῖς πρὸ αὐτῶν ἐξ ἀνάγκης. Οὐδὲ γὰρ ἡ προσθήκη τὸν καιρὸν εἶναι τὸ ἓν ἀφέλοιτο ἂν αὐτοὺς τῆς περὶ τὸν χρόνον τοῦτον ἀγνοίας, πρὸς τῷ καὶ τὸν Πλάτωνα καὶ τὸν καιρὸν καὶ τὸ μέτρον, ὡς ἐν Φιλήβῳ μεμαθήκαμεν, οὐχὶ περὶ τὸ πρῶτον ἀπολιπεῖν, ἀλλὰ περὶ τὸ τῶν μετεχόντων ἐκείνου πρώτιστον, εἰ καὶ τοῖς Πυθαγορείοις ἐδόκει τὸ πάντων πρῶτον καιρὸν ἀποκαλεῖν διʼ ἥντινά ποτε αἰτίαν· καὶ γὰρ εἰ τοῦτο τις προσεῖτο, συγκλώθειν ἀμήχανον τὸν χρόνον καὶ τὸν καιρὸν ἄλλως τε καὶ κατὰ τοὺς μέσον τὸν αἰῶνα τιθεμένους ἀμφοτέρων, καὶ λέγειν μὴ μετέχειν χρόνου τὸ ἓν διότι καὶ ἔστι· μᾶλλον δὲ ἦν τοῦτο περὶ τοῦ αἰωνίου λέγειν, ἀληθῶς καὶ περὶ τοῦ αἰῶνος, περὶ δὲ τοῦ ἑνὸς ὅτι οὐκ αἰὼν οὐδὲ αἰώνιον. Τοῖς δὲ οὔτε τὸν αἰῶνα λέγειν, οὔτε ἐπὶ τοῦτον φερομένοις τὸν συνεγνωσμένον χρόνον, ἀλλά τινα μεταξὺ φύσιν ἀναζητήσασιν, ἔδοξε τὸ τῆς τάξεως τῆς νοερᾶς αἴτιον, ὅ τι ποτʼ ἐστὶ, τὸν χρόνον εἶναι τὸν ἐνταῦθα παραδεδομένον· καὶ τὸ μὲν πρεσβύτερον τὴν κατʼ οὐσίαν ὑπεροχὴν δηλοῦν, τὸ δὲ νεώτερον τὴν ὕφεσιν, τὸ δὲ ἐπὶ τῆς ὁμοίας ἱδρυμένον συστοιχίας διὰ τοῦ τὴν αὐτὴν ἡλικίαν ἔχοντος· ἀλλʼ οὐδὲ οὗτοι διασαφοῦσι τί τὸ τῆς τάξεως ταύτης αἴτιον, οὐδέ πω ὁ Πλάτων τῷ γίγνεσθαι χρῆται καὶ τῷ γεγονέναι περὶ πραγμάτων γενέσεως μὲν πάσης καθαρευόντων, τάξει δὲ μόνῃ διαφερόντων τοὺς λόγους ποιούμενος. Μήποτε οὖν ἄμεινον κἀνταῦθα τῆς τοῦ καθηγεμόνος ἡμῶν μεμνῆσθαι παραδόσεως, ὅτι δὴ περὶ τῶν θείων ψυχῶν ὁ λόγος· αὗται γὰρ ἐκθεοῦνται τῷ μετέχειν ἀεὶ τῶν θεῶν, ταύταις δὲ προσήκει χρόνος ὁ πρώτιστος, οὐχ ὁ προελθὼν εἰς τὸ ἐμφανὲς, ἀλλʼ ὁ ἀπόλυτος καὶ ἄσχετος, καθʼ ὃν αἱ περίοδοι πᾶσαι μετροῦνται τῶν ψυχῶν, καὶ περὶ τὸ νοητὸν χορεῖαι καὶ ἀνακυκλήσεις. Ἄνωθεν γὰρ ἄρχεται μιμούμενος τὸν αἰῶνα τῶν πάντων περιεκτικὸν καὶ συνέχει πᾶσαν κίνησιν, εἴτε ψυχικὴν εἴτε ζωτικὴν εἴτε ὁπωσοῦν ὑφίστασθαι λεγομένην, καὶ ἀνελίττει καὶ τελεῖοι, καὶ ἔστι νοῦς μὲν αὐτὸς κατʼ οὐσίαν, χορείαις δὲ ταῖς θείαις καὶ τῆς περὶ τὸ νοητὸν ἀπείρου κινήσεως αἴτιος, διʼ ὧν ὃ καὶ ἐν ταύταις ἐστὶ τὸ πρεσβύτερον καὶ τὴν αὐτὴν ἡλικίαν ἄγον. Καὶ ταῦτα πάντα διχῶς· τό τε γὰρ πρεσβύτερον ἐν αὐταῖς πρὸς μὲν ἑαυτὰς, καθόσον ταῖς κρείττοσιν ἑαυτῶν δυνάμεσι μᾶλλον ἀπολαύουσι τῆς ἀπειρίας τοῦ χρόνου καὶ πλέον αὐτοῦ μετέχουσιν· οὐ γὰρ τῆς ὁμοίας πληροῦται τελειότητος ἀπὸ τῶν θειοτέρων κατὰ πάσας ἑαυτῶν δυνάμεις, ἀλλὰ ταῖς μὲν πλέον, ταῖς δὲ ἔλαττον, τὸ δὲ πλείονος χρόνου μετέχον πρεσβύτερόν φαμεν· πρὸς δὲ τὰ ἄλλα, καθόσον αἱ μὲν αὐτῶν τὴν ὅλην ἀποδέχονται τοῦ χρόνου μέτρησιν καὶ τὴν πᾶσαν ἔκτασιν τὴν εἰς τὰς ψυχὰς προϊοῦσαν, αἱ δὲ μερικωτέραις καταμετροῦνται περιόδοις· πρεσβύτεραι οὖν ὧν ἡ περίοδος ὁλικωτέρα καὶ ἐπὶ χρόνον πλείω ἐκτεινομένη. Καὶ δὴ καὶ τὸ νεώτερον, ἄνω μὲν οἷον πολιούμενον τῷ συνεκτείνειν ἑαυτὸ πρὸς τὴν ὅλην τοῦ χρόνου δύναμιν, κάτω δὲ ἔτι νεάζον τῷ μερικώτερον ἀπολαύειν τοῦ χρόνου· ὡς δὲ πρὸς τὰ ἄλλα, κατὰ τὴν ὕφεσιν τῆς ἐνεργείας· τὸ γὰρ διʼ ἐλάττονος περιόδου μετρουμένην ἔχον τὴν ἑαυτοῦ περιφορὰν νεώτερόν ἐστι τοῦ διὰ πλείονος. Τό γε μὴν τὴν αὐτὴν ἡλικίαν ἄγον ἑαυτῷ τε καὶ τοῖς ἄλλοις οὐκ ἄδηλον, ὅπως ἑνὶ τῶν συστοίχων θεωρητὰς πραγμάτων, ἐφʼ ὧν ἡ αὐτὴ μέθεξις καὶ τὸ αὐτὸ τῆς τελειότητος μέτρον· πᾶσα δὲ θεία ψυχὴ, κἂν καθʼ ἕτερον χρόνον αὐτῆς ἡ περίοδος μετρῆται, καθʼ ἕτερον δὲ τοῦ ἐξημμένου σώματος ἑαυτῆς, ἀλλʼ ἔχει τὴν ἴσην ἀποκατάστασιν, αὕτη δὲ κατὰ τὸν αὑτῆς ἀεὶ χρόνον, κἀκεῖνο κατὰ τὸν ἑαυτοῦ· διὸ πάλιν ἰσήλικός ἐστιν ἑαυτῇ τε καὶ ἐκείνῳ κατὰ τὸ ἀνάλογον. Οὐκ ἄρα ἐπὶ τὸν συνεγνωσμένον χρόνον ἀναγκασθησόμεθα καταφεύγειν διὰ τὸ γίγνεσθαι τοῦτο καὶ γεγονέναι· καὶ γὰρ ταῦτά ἐστιν ἐν ταῖς περιόδοις τῶν θείων ψυχῶν· οὐδʼ αὖ ἐπὶ τὸν αἰῶνα καταβησόμεθα διὰ τὴν δευτέραν ὑπόθεσιν καταφάσκουσαν τὸν χρόνον· πᾶσαν γὰρ ἐκεῖ φαμεν κατὰ τὸ ἑξῆς παραδεδόσθαι τὴν τοῦ ὄντος πρόοδον ἄνωθεν ἀπὸ τῶν νοητῶν μονάδων διὰ τῶν νοερῶν τάξεων καὶ ὑπερκοσμίων καὶ ἐγκοσμίων ἐπὶ τὴν ἐκθεουμένην ἀσώματον οὐσίαν καταντήσασαν. Ἑπόμεθά γε μὴν τῷ Πλάτωνι καὶ ἐν Τιμαίῳ τὸν χρόνον πᾶσι μέτρον ἀποφηναμένῳ ζωῆς μεταβατικῆς, καὶ τὴν ψυχὴν ἄρξασθαι θείας ζωῆς καὶ ἔμφρονος βίου πρὸς τὸν σύμπαντα χρόνον· καὶ ἐν τῷ Φαίδρῳ τὸ ὂν αὐτὰς λέγοντι καθορᾷν, διότι χρονικῶς, ἀλλʼ οὐκ αἰωνίως ὁρῶσι. Καὶ οὐδὲν δεησόμεθα τὸ πρεσβύτερον καὶ νεώτερον καὶ τὴν αὐτὴν ἡλικίαν ἄγον ἐπὶ τάξεως ἀκούειν καὶ τῆς κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν διαφορᾶς, οὐδὲ ζητεῖν τί τὸ τῆς τάξεως ἐκείνης αἴτιον, ἀλλʼ αὐτοφυῶς ἐπὶ τῶν χρονικῶν μέτρων τὰ τοιαῦτα παραλαμβάνομεν τῶν τε μειζόνων καὶ ἐλαττόνων καὶ τῶν ἄλλοις ὁμοστοίχων.

Ὅτι που ἡλικίαν τὴν αὐτὴν ἔχον ἢ ἑαυτῷ ἢ ἄλλῳ ἰσότητος χρόνου καὶ ὁμοιότητος μεθέξει, ὧν ἐλέγομεν οὐ μετεῖναι τῷ ἑνὶ, οὔτε ὁμοιότητος οὔτε ἰσότητος. — Ἐλέγομεν γὰρ οὖν.

Ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἔμπροσθεν ἀντιθέσεων πρῶτον ἔδειξεν οὐχ ὅμοιον τὸ ἓν, εἶτα ὅτι οὐκ ἀνόμοιον, καὶ πάλιν ὅτι οὐκ ἴσον, εἶτα ὅτι οὐκ ἄνισον, οὕτω καὶ ἐπὶ τούτων τῶν προβλημάτων πρῶτον δείκνυσιν ὅτι οὐκ ἰσήλικον τὸ ἓν, εἶθʼ οὕτως ὅτι οὔτε πρεσβύτερον οὔτε νεώτερον οὔτε ἑαυτοῦ οὔτε ἄλλου. Δεῖ γὰρ δειχθῆναι τὸ ἓν ἐπέκεινα καὶ τῆς θείας πάσης ψυχῆς πρὸ τῶν ἄλλων ψυχῶν, ὡς δέδεικται πρὸ τῶν ὄντως ὄντων καὶ αἴτιον πάντων· καὶ οὐ διὰ τοῦτο ἀπαιτητέον τὰς αἰτίας αὐτὸ περιέχειν τῶν πάντων, καὶ εἶναι διὰ τοῦτο πλῆθος· ἔστι γὰρ πᾶν αἴτιον μιᾶς ἰδιότητός τινος αἴτιον, οἷον τὸ αὐτόζωον τοῦ ζώοις μόνον εἶναι αἴτιον, καὶ ἕκαστον ὡσαύτως τῶν νοητῶν. Καὶ τὸ ἓν οὖν αἴτιον ἑνάδων ἐστὶ καὶ ἑνώσεως τοῖς πᾶσι, καὶ πάντα ἐκεῖθεν, ὡς ἢ ἑνάδες ὄντα ἢ ἔκ τινων ἑνάδων· καὶ γὰρ τὸ ὂν αὐτὸ καὶ πᾶν ἁπλῶς ἢ ἕν ἐστιν ἢ ἔκ τινων ἑνάδων· εἰ γὰρ ἡνωμένον, δῆλον ὡς ἔκ τινών ἐστι· ταῦτα δὲ εἰ μὲν ἑνάδες, δῆλον τὸ συμβαῖνον· εἰ δὲ ἡνωμένα, πάλιν εἰς τὰ ἐξ ὧν ἐστι μεταβατέον, καὶ ἢ ἐπʼ ἄπειρον ἢ εἴς τινας ἑνάδας καταληκτέον, ἐξ ὧν τὸ ἡνωμένον ἐστὶν ὡς ἐκεῖ στοιχείων. Ἀφʼ ὧν καὶ λάβοις ἂν ὅτι πάντα τὰ πράγματα ἢ ἑνάδες εἰσὶν ἢ ἀριθμοί· τὸ γὰρ μὴ ὂν ἑνὰς, ἀλλʼ ἡνωμένον, εἴπερ ἐστὶν ἔκ τινων ἑνάδων πεπερασμένων, ἀριθμός ἐστι, καὶ οὗτος ἂν εἴη πρῶτος ἀριθμὸς ὁ ἐξ ἀδιαιρέτων ὑποστάς· ἑκάστη γὰρ ἑνὰς ἀδιαίρετος· ὁ δὲ τῶν ὄντων ἀριθμὸς καὶ ἐξ ὄντων, οὐκ ἐξ ἀδιαιρέτων· ὥστε εἴ τι μὲν αἴτιον τῶν ὄντων, εἰκότως οὐ πάντων ἐστὶν αἴτιον, εἴ τι δὲ τῶν ἑνάδων ἐξ ὧν τὰ πάντα, εἰκότως πάντων αἴτιον· οὐδὲν γάρ ἐστιν ὃ μὴ ἔστιν ἢ ἑνὰς ἢ ἐξ ἑνάδων. Οὐκ ἄρα δεῖ πάντων αἰτίας ἐν τῷ ἑνὶ εἶναι λέγειν, εἰ δὲ μὴ τοῦτο λέγοντας, τινῶν αἴτιον ἡγεῖσθαι τὸ ἓν ὡς τῶν ἑνάδων αἴτιον, εἴπερ πάντα ἐκ τούτων ὑφέστηκεν. Ἐπειδὴ τοίνυν καὶ τῆς θείας ψυχῆς ἐστιν αἴτιον, καθόσον καὶ ταύτῃ ἡ ὑπόστασίς ἐστιν ὡς πᾶσι τοῖς οὖσιν ἐξ ἑνάδων, εἰκότως ἐπέκεινα αὐτὸ δεῖ δειχθῆναι καὶ ταύτης· καὶ γὰρ αἱ θεῖαι ψυχαὶ, καθόσον μέν εἰσι νοεραὶ, νοῦν ἔχουσιν αἴτιον, καθόσον δὲ οὐσίαι, τὸ ὂν, καθόσον δὲ ἑνοειδεῖς, τὸ ἓν, ἀπʼ ἐκείνου λαβοῦσαι τὴν ὑπόστασιν, ᾗ ἑκάστη πλῆθός ἐστί τινων ἑνάδων, καὶ τούτων μὲν ὡς στοιχείων· ἔχει δὲ καὶ ἑκάστη ἑνίζον τὸ πλῆθος ἓν, διὸ καὶ ὅλον ὅ τι ἐστὶν ἑκάστη, καὶ οὐχὶ πλῆθος ἀσύντακτον. Ὅτι δʼ οὖν καὶ τούτων ἐπέκεινα τὸ ἓν, διὰ τῶν προκειμένων ἀποδείκνυται ἐφόδων· οὐ πᾶσαί γε μὴν ἀποδείξεις ἔκ τε ἰσότητος καὶ ἀνισότητος καὶ ἐκ τοῦ ὁμοίου καὶ ἀνομοίου, διότι τὸ ἰσήλικον καὶ ὁμήλικον λέγεται καὶ τὰ ἀντικείμενα τούτοις. Πάλιν ἀπὸ τῶν αἰτιῶν προϊοῦσι τῆς θείας ψυχῆς τῶν τε γεννητικῶν καὶ τῶν προσεχῶς αὐτῶν ἐκθεωτικῶν, διʼ ὧν μέσων καὶ τῶν πρωτίστων ἐξήρτηνται θεῶν καὶ αὐτοῦ μετέχουσι τοῦ ἑνός. Τὸ μὲν γὰρ ἴσον καὶ ἄνισον τῶν ἐγκοσμίων ἂν εἴη ἴδια θεῶν, παρʼ ὧν αἱ θεῖαι ψυχαὶ πάντως ἐκθεοῦνται· νοῦν γὰρ θεῖον λαβοῦσαι θεῖαί εἰσιν, ὡς ἐν Νόμοις ἠκούσαμεν. Τὸ δὲ ὅμοιον καὶ ἀνόμοιον ἐκ τῶν ἀφωμοιωτικῶν, ὧνπερ αἱ ψυχαὶ μετέχουσι πρώτως· αὗται γὰρ εἰκόνες πρῶται τῶν ὄντων εἰσὶν, οἷον ψυχαὶ εἰκόνες οὖσαι πάντως ἀπὸ τούτων ὑφεστᾶσιν, ὥστε εἰκότως διά τε ἰσότητος καὶ ὁμοιότητος χαρακτηρίζεται τὸ ἰσήλικον καὶ ἀνισήλικον, καὶ τὸ ὁμήλικον καὶ τὸ ἀνομήλικον. Ἀλλʼ ὅπως μὲν δείκνυται τὸ μήτε πρεσβύτερον ἑαυτοῦ ἢ ἄλλου του μήτε νεώτερον εἶναι τὸ ἓν, μικρὸν ὕστερον ἐξετάσομεν· ὅπως δὲ ὅτι οὐκ ἰσήλικον ἑαυτῷ ἢ ἄλλῳ, νῦν σκεπτέον. Τὸ ἓν δὴ, φησὶν, οὔτε πρὸς ἑαυτὸ οὔτε πρὸς ἄλλο μετέχει τοῦ τε ἴσου καὶ τοῦ ὁμοίου, δέδεικται γὰρ ἀμφότερα· πᾶν δὲ τὸ ἰσήλικον, εἴτε πρὸς ἑαυτὸ ἦν τοιοῦτον εἴτε πρὸς ἄλλο, μετέχει τοῦ τε ἴσου καὶ τοῦ ὁμοίου πρὸς ὃ καὶ ἔστιν ἰσήλικον· τὸ ἓν οὖν οὔτε ἑαυτῷ φατέον οὔτε ἄλλῳ τινὶ τῶν πάντων ἰσήλικον· δεῖ γὰρ ἀμφοῖν εἰς τὴν καθʼ ἡλικίαν ταυτότητα καὶ τοῦ ἴσου καὶ τοῦ ὁμοίου· τά τε γὰρ τοῦ ἴσου χρόνου, εἰ μὴ καὶ ὁμοίως ἔχῃ, τὴν αὐτὴν ἡλικίαν οὐκ ἂν ἄγειν λέγοιτο. Οὔκουν οὐδὲ ἄνθρωπος τριακοντούτης ἰσήλικός ἐστι φοίνικι τριακοντούτῃ· κωλύει γὰρ οὐδὲν τὸν μὲν ἤδη πρεσβύτην εἶναι, τὸν δὲ νεώτερον, διότι μήδε ὁ σύμπας βίος ὁ αὐτὸς ἀμφοῖν· καὶ τὰ ὅμοια ἀλλήλοις, εἰ μὴ καὶ τὸν ἴσον εἴη βεβιωκότα χρόνον, οὐκ ἂν ἔχοι τὴν αὐτὴν ἡλικίαν· πρεσβύτης γὰρ ἄνθρωπος ἵππῳ πρεσβύτῃ δῆλον ὅτι ὅμοιός ἐστιν, ἀλλʼ οὐκ ἰσῆλιξ· ἡ γὰρ, οἶμαι, χρόνου ἰσότης οὐ ποιεῖ ταυτότητα τῆς ἡλικίας. Ἀμφότερα ἄρα συλληπτέον, τό τε ὅμοιον καὶ τὸ ἴσον, εἰς τὸ καθʼ ἡλικίαν ταὐτόν· διὸ καὶ τὸ μὲν ἰσήλικον ὀνομάζεται, τὸ δὲ ὁμήλικον, τὸ μὲν ἀπὸ τῆς κατὰ τὸ τοῦ χρόνου πλῆθος ἰσότητος, τὸ δὲ ἀπὸ τῆς κατὰ τὸ τῆς ἡλικίας εἶδος ὁμοιότητος, καὶ οὕτω μὲν φυσικῶς. Ἔτι δὲ κάλλιον εἴποις ἂν, ὅτι τούτων τῶν δύο τάξεων ἐξήρτηται προσεχῶς ἡ θεία πᾶσα ψυχὴ, καὶ διὰ τούτων ὁμοιοῦται τοῖς θείοις, καὶ ἀνάγεται καὶ ἐκθεοῦται καὶ μετέχει τοῦ ἑνὸς, ὡς μὲν ἐκθεουμένη, τῶν ἐγκοσμίων δεομένη θεῶν τῶν ἐκθεούντων αὐτὴν, ὡς δὲ εἰκαζομένη, τῶν ὑπερκοσμίων, οὓς καὶ πρώτους ἀφομοιοῦν πάντα οὖσιν ἐλέγομεν. Ἐκεῖθεν οὖν καὶ ἡ ἰσότης καὶ ἡ ὁμοιότης ἐφήκει τοῖς τὴν αὐτὴν ἡλικίαν ἄγουσι· καὶ γὰρ τὸν χρόνον ἀμφότεραι γεννῶσιν αἱ τάξεις, αἱ μὲν ὡς πρῶται ἐλλάμπουσαι τοῖς ἐν τῷ κόσμῳ τοῦδε χρόνου μετέχουσιν, αἱ δὲ ὡς πρώτων εἰκόνων οὐσῶν τῶν ὑπὸ τοῦ χρόνου μετεχομένων, μᾶλλον δὲ ὡς πρώτης εἰκόνος ὄντος τοῦ χρόνου, καθάπερ καὶ ὁ Τίμαιός φησι· πρὸ γὰρ τῶν ὑπὸ τοῦ χρόνου καταμετρουμένων ἐστὶν εἰκὼν ὁ χρόνος αὐτὸς τοῦ αἰῶνος, ὡς ἐκεῖνός φησι.

Καὶ μὴν καὶ ὅτι ἀνομοιότητός τε καὶ ἀνισότητος οὐ μετέχει, καὶ τοῦτο ἐλέγομεν. — Πάνυ μὲν οὖν. — Πῶς οὖν οἷόν τε ἔσται τινὸς ἢ πρεσβύτερον ἢ νεώτερον εἶναι, ἢ τὴν αὐτὴν ἡλικίαν ἔχειν τῷ τοιοῦτον ὄν; — Οὐδαμῶς. — Οὐκ ἄρα ἂν εἴη νεώτερον οὐδὲ πρεσβύτερον οὐδὲ τὴν αὐτὴν ἡλικίαν ἔχον τὸ ἓν, οὔτε αὑτῷ οὔτε ἄλλῳ. — Οὐ φαίνεται.

Τὰ λοιπὰ προβλήματα διὰ τούτων ἀποδείκνυται τῶν ῥημάτων ὡς οὔτε πρεσβύτερον οὔτε νεώτερόν ἐστι τὸ πρῶτον οὔτε ἑαυτοῦ οὔτε ἄλλου τινός· ἡ δὲ ἀπόδειξις ἀπὸ τῶν ἀντικειμένων τοῖς προειρημένοις, τῆς ἀνομοιότητος λέγω καὶ τῆς ἀνισότητος, τοιόνδε τινὰ προαγομένη τρόπον· τὸ ἓν οὔτε ἄνισον ἑαυτῷ ἐστιν ἢ ἄλλῳ οὔτε ἀνόμοιον, ἃ δὴ πρότερον προαποδέδεικται· πᾶν δὲ τὸ πρεσβύτερον εἴτε ἑαυτοῦ εἴτε ἄλλου ἄνισόν ἐστι κατὰ χρόνον καὶ ἀνόμοιον ἐκείνῳ οὗ ἂν ᾖ νεώτερον ἢ πρεσβύτερον· τὸ ἄρα ἓν οὔτε νεώτερον οὔτε ἑαυτοῦ οὔτε ἄλλου οὔτε πρεσβύτερον· τὸ μὲν γὰρ τῆς κατὰ χρόνον ἀνισότητος μὴ μετέχον καὶ ἀνομοιότητος οὐ κωλύεται καθʼ ἕτερον τρόπον ἄνισον εἶναι καὶ ἀνόμοιον. Οὔκουν ἐν τοῖς αἰωνίοις ἐστὶν ἡ κατὰ χρόνον ἀνισότης καὶ ἀνομοιότης, ἔστι δὲ ὅμως ἄλλως καὶ οὐ κατὰ χρόνον ἐν τοῖς πλήθεσιν αὐτῶν καὶ ἐν ταῖς δυνάμεσι· τὸ δὲ μηδαμῶς τοῦ ἀνίσου καὶ τοῦ ἀνομοίου δεκτικὸν, δῆλον ὡς οὐδʼ ἂν τῆς κατὰ χρόνον ἀνισότητος μετέχοι καὶ ἀνομοιότητος. Πολλῷ ἄρα μᾶλλον τὸ ἓν ἐξῄρηται τῆς κατὰ χρόνον ἐνεργούσης θείας οὐσίας, ὅσῳ δὴ καὶ τῶν αἰτιῶν αὐτῆς ὑπερέχει τῶν τελειωτικῶν· τοῦτο γὰρ δὴ καὶ αὐτὸς ἡμῖν ἐνδεικνύμενος προσέθηκε τὸ τοιοῦτον ὄν· τὸ γὰρ ὁμοιότητος καὶ ἀνομοιότητος ἐπέκεινα πῶς ἂν μετέχοι τῶν ὁμοιότητος καὶ ἀνομοιότητος μετεχόντων; καὶ τὸ ἰσότητος καὶ ἀνισότητος ἐξῃρημένον πῶς ἂν συντάττοιτο τοῖς μερικῶς τούτων μετειληφόσι; τὸ γὰρ κατὰ χρόνον ἄνισον καὶ ἴσον οὐ πάσης μετέσχε τῆς τοῦ ἀνίσου τε καὶ ἴσου δυνάμεως. Συμπερανάμενος δὴ οὖν καὶ ταῦτα τὰ λοιπὰ δύο προβλήματα, τὸ μήτε πρεσβύτερον εἶναι μήτε νεώτερον τὸ ἓν, ἐπάγει κοινὸν συμπέρασμα τῆς τριάδος ταύτης· ὡς ἄρα οὔτε πρεσβύτερόν ἐστιν οὔτε νεώτερον οὔθʼ ἑαυτοῦ οὔτε ἄλλου τὸ ἓν οὔτε τὴν αὐτὴν ἡλικίαν ἔχον, συναιρῶν τὸ πλῆθος ὅλον εἰς μίαν καὶ κοινὴν ἀρχήν· προσθεὶς δὲ καὶ τὸ, οὔθʼ ἑαυτῷ οὔτε ἄλλῳ, καὶ τὴν εἰς ἓξ διαίρεσιν ἡμῖν παραδέδωκεν, καὶ τὴν διὰ τῆς τριάδος ἄνοδον ἐπὶ τὴν δυάδα τὴν θείαν δεδήλωκε· διὰ δυάδος δὲ ἡμῖν πάσας τὰς τάξεις παραδοὺς τὰς θείας ἐνταῦθα διὰ τριάδος πεποίηται τὴν ἔκφανσιν τῆς θείας ψυχῆς, καὶ εἴπομεν διʼ ἣν αἰτίαν. Ἵνʼ οὖν πάλιν δυαδικῶς καὶ ταύτην ὑφεστῶσαν θεωρήσωμεν, τὸ οὔθʼ ἑαυτῷ οὔτε ἄλλῳ προσέθηκεν ἐν τῷ συμπεράσματι.

Ἆρʼ οὖν οὐδὲ ἐν χρόνῳ τὸ παράπαν δύναιτο ἂν εἶναι τὸ ἓν, εἰ τοιοῦτον εἴη; ἢ οὐκ ἀνάγκη, ἐάν τι ᾖ ἐν χρόνῳ, ἀεὶ αὐτὸ αὑτοῦ πρεσβύτερον γίγνεσθαι; — Ἀνάγκη.

Μετὰ τὴν τριάδα τὴν πρώτως θεωρουμένην ἐπὶ τῆς θείας ψυχῆς ἐθέλει καὶ πᾶσαν χρονικὴν μέθεξιν ἀποφῆσαι τοῦ ἑνός. Ἔστιν οὖν ἡ ἀπόδειξις τοιαύτη· τὸ ἓν οὔτε πρεσβύτερον ἑαυτοῦ ἐστιν οὔτε νεώτερον οὔτε ἰσήλικον, ὥσπερ δέδεικται· πᾶν δὲ τὸ χρόνου μετέχον ἑαυτοῦ πρεσβύτερόν ἐστιν ἅμα καὶ νεώτερον καὶ ἰσήλικον· τὸ ἄρα ἓν οὐ μετέχει χρόνου. Καὶ πῶς γὰρ ἂν τοῦ ὅλου χρόνου καὶ αὐτοῦ τοῦ αἰῶνος ἐξῃρημένον μερικῶν τινων ἀπʼ αὐτοῦ μετέχοι περιοδικῶν μετρήσεων; καίτοι καὶ τοῦτο ζητήσεως ἄξιον, πῶς οὐκ αἰῶνος ἐπέκεινα τὸ πρῶτον ἔδειξεν, ἀλλὰ χρόνου μόνον· κωλύεται γὰρ οὐδὲν πρὸ χρόνου παντὸς ὑφεστὼς εἶναι αἰώνιον· ἢ καὶ τοῦτο τότε δείξει προελθὼν ὁ λόγος, ὅταν αὐτὸ δείξῃ μηδὲ τοῦ ἔστιν ἀνεχόμενον, καὶ πολλῷ πλέον, ὅταν μηδὲ τοῦ ἑνὸς τοῦ σὺν τῷ ἔστι· πᾶν γὰρ τὸ αἰώνιον ἅμα τῷ ἔστιν ὑφέστηκεν, εἴπερ τὸ ἀεὶ εἶναι προσήκει τοῖς αἰωνίοις. Νῦν δὲ ἐπειδὴ τὴν ἀρχὴν πεποίηται τῶν ἀποφάσεων ἀπὸ τῶν πολλῶν, ἃ δὴ μετὰ τῶν νοητῶν ἐστιν, ἐν δὲ νῷ καὶ ὁ αἰὼν, εἰκότως τῶν μὲν χρόνου μετεχόντων δείκνυσι τὸ ἓν ἐξῃρημένον καὶ χρόνου παντὸς, τὸν δὲ αἰῶνα καὶ τὰ αἰώνια σεσίγηκε, καίτοι γε ἀμφοτέρων μέτρων ὄντων, τοῦ μὲν ἐν τοῖς οὖσι, τοῦ δὲ ἐν τοῖς γιγνομένοις· καὶ ὄντων καὶ αἰωνίων πολλῶν καὶ χρόνων, τὸ πρῶτον ὑπὲρ πάντα τὰ μέτρα ταῦτά ἐστι, διʼ αὐτὴν τὴν ἑνότητα πάντων ὂν μέτρων καὶ τῶν αἰώνων καὶ τῶν χρόνων, παρʼ ᾧ τὸ μετρεῖσθαι τοῖς οὖσιν ὑπάρχει καὶ τοῖς γιγνομένοις. Εἰ δὲ βούλει καὶ τοῦτο λεγέσθω πρὸς τὴν προκειμένην ζήτησιν, ὅτι, δείξας τὸ ἓν μὴ ἑστὼς ἐν τοῖς ἔμπροσθεν, ἔχει καὶ ὅτι οὐκ αἰώνιον οὐδʼ αἰών· μένει γὰρ ἐν ἑνὶ καὶ αἰὼν, καὶ πᾶν τὸ αἰώνιον ἕστηκεν ἐν τῷ αὐτῷ· διʼ ἐκείνων τοίνυν δεδειγμένον εἰκότως οὐκ ἠξίωται λόγου χωρίς. Μήποτε οὖν, φαίη ἄν τις, χρόνου μὲν οὐδαμῶς ἐστι μετέχον τὸ ἓν, χρόνος δέ ἐστιν αὐτό· καὶ γὰρ οἱ Πυθαγόρειοι καιρὸν αὐτὸ προσηγόρευον, καὶ Ὀρφεὺς χρόνον ἀποκαλεῖ τὸ πρώτιστον. Μὴ χρόνος μὲν οὖν ἐστιν ἵνα μὴ μέχρι ψυχῶν καὶ ὅλως τῶν κινουμένων ἡ ἀπʼ αὐτοῦ καθήκῃ τελειότης τὰ γὰρ αἰώνια κρείττω τῶν κατὰ χρόνον ἐνεργούντων ἐστὶ, καὶ οὐ τῶν μὲν χειρόνων ἐστὶν ὑποστατικὸν, τῶν δὲ κρειττόνων ἀναίτιον. Καιρὸς δὲ ἐκαλεῖτο παρὰ τοῖς Πυθαγορείοις ὅτι τοῦ προσφόρου καὶ τοῦ δέοντος αἴτιός ἐστιν· ὁ γὰρ καιρὸς τοιοῦτος νέμων ἑκάστῳ κατὰ τὸ πρόσφορον τὴν αὐτῷ προσήκουσαν ὠφέλειαν· εἴρηται δὲ ἔμπροσθεν ὅπως κατὰ Πλάτωνα καὶ ὁ καιρὸς τῶν μετὰ τὸ πρῶτόν ἐστιν, ἐκ τῶν ἐν Φιλήβῳ κεκηρυγμένων. Χρόνος δὲ ὑπὸ Ὀρφέως ὀνομάζεται κατὰ δή τινα θαυμαστὴν ἀναλογίαν· γενέσεις γὰρ ὁ θεολόγος τῶν ἀγεννήτων μυστικὰς παραδοὺς, καὶ τὸ αἴτιον τῆς ἐκφάνσεως τῶν θείων χρόνον συμβολικῶς ὠνόμασεν· ὅπου γὰρ γένεσις, ἐκεῖ καὶ χρόνος· ἥ τε γὰρ τῶν αἰσθητῶν γένεσις κατὰ χρόνον ἐστὶ τὸν ἐγκόσμιον, καὶ ἡ τῶν ψυχῶν κατὰ τὸν ὑπερουράνιον, καὶ ἡ τῶν ἀϊδίων κατὰ τὸ ἓν, ἐπειδὴ καὶ ταύτην γέννησιν κεκλήκαμεν τὴν ἀπόρρητον αὐτῶν ἐπικρύπτοντες πρόοδον. Ὥσπερ οὖν τὴν ἄγρυπνον τῶν θείων ἐνέργειαν τὴν χωριστὴν ἀπὸ τῶν προνοουμένων ὕπνον αὐτῶν ἀνεχόμεθα καλούντων, καὶ δεσμὸν τὴν ἕνωσιν, καὶ λύσιν τὴν πρόοδον, οὕτω καὶ χρόνον καὶ γένεσιν τοῖς ἀχρόνοις καὶ ἀγεννήτοις προσαγόντων, ἀνεκτέον τοῦ Πλάτωνος τὸν συνεγνωσμένον χρόνον τοῦ ἑνὸς ἐν τούτοις ἀποφάσκοντος.

Οὐκοῦν τό γε πρεσβύτερον ἀεὶ νεωτέρου πρεσβύτερον; — Τί μήν; — Τὸ πρεσβύτερον ἄρα ἑαυτοῦ γιγνόμενον καὶ νεώτερον ἑαυτοῦ ἅμα γίγνεται, εἴπερ μέλλει ἔχειν ὅτου πρεσβύτερον γίγνεται. — Πῶς λέγεις; — Ὧδε.

Βούλεται μὲν κατασκευάσαι διὰ τούτων τε καὶ τῶν ἑξῆς ὅτι πᾶν τὸ χρόνου μετέχον πρεσβύτερόν ἐστι καὶ ἰσήλικον ἑαυτῷ· τοῦτο δὲ βουλόμενος ἀναγκαίως προαποδείκνυσιν ὅτι αὐτό τι ἑαυτοῦ πρεσβύτερόν ἐστιν· ᾗ δὲ αὐτὸ ἑαυτοῦ πρεσβύτερον, δῆλον ὅτι καὶ ἑαυτοῦ νεώτερόν ἐστιν· πρὸς γὰρ ἑαυτὸ καλεῖται νεώτερον ἅμα καὶ πρεσβύτερον. Δόξειε δʼ ἂν ἀπορώτατος εἶναι, καὶ, ἵνʼ εἴπω, σοφιστικός πως οὗτος ὁ λόγος· πῶς γὰρ αὐτό τι ἑαυτοῦ καὶ πρεσβύτερον ἅμα καὶ νεώτερόν ἐστιν; Οὔκουν δὴ ὅ γε Σωκράτης, ὁ ἑαυτοῦ πρεσβύτερος γεγονὼς, καὶ νεώτερος αὑτοῦ ἐστι· τὸ μέν γε πρεσβυτικὸν αὐτῷ πάρεστιν, οἴχεται δὲ ἡ νεότης. Ἔνιοι μὲν οὖν ἐνέδωσαν τῷ λόγῳ καὶ οὐδὲ τοῦτο ἀπέσχοντο εἰπεῖν, ὅτι σοφιζομένῳ ἔοικεν ὁ Πλάτων, πάνυ προχείρως τὴν ἑαυτῶν ἄγνοιαν ἐπὶ τὸν λόγον μετάγοντες· οἱ δὲ καὶ ἀντισχεῖν πρὸς αὐτὸν πειραθέντες μαλακώτερον προέστησαν τῆς ἀληθείας· τὸ γὰρ αὐτὸ, φασὶν, ἅμα νεώτερον καὶ πρεσβύτερον· κατὰ μὲν τὸν μέλλοντα χρόνον νεώτερον, οὔπω γὰρ ἐκεῖνον προσείληφε· κατὰ δὲ τὸν παρελθόντα πρεσβύτερον, ὃν ἤδη βεβίωκεν. Ἀλλὰ τοῦτο οὐκ ἦν ἑαυτοῦ νεώτερον ἅμα γίγνεσθαι καὶ πρεσβύτερον, ἀλλὰ νεώτερον μὲν ἄλλου, πρεσβύτερον δὲ ἄλλου· ταχὺ ἄρα ἡμῖν ἀσθενὴς ἐφάνη ὁ τούτου λόγος. Οἱ δὲ ἀνάπαλιν ἔφασαν τὸ πρεσβύτερον ἑαυτοῦ πᾶν εἶναι καὶ νεώτερον, πρεσβύτερον μὲν τὸ νῦν ὂν, νεώτερον δὲ ὃ ἦν ἔμπροσθεν, τὸ γοῦν νῦν πρεσβύτερον τοῦ πρότερον ὄντος νεωτέρου λέγεσθαι πρεσβύτερον· οὐδʼ οὗτοι συνέντες ὅπως φησὶν ὁ Πλάτων, τὸ μὲν ὂν πρὸς τὸ ὂν λέγεσθαι, τὸ δὲ ἐσόμενον πρὸς τὸ ἐσόμενον, ἀεὶ τῶν πρὸς τὸ τόδε· γεγονὸς οὖν τοῦ γεγονότος νεωτέρου οὐ δυνατὸν φάναι τὸ νῦν ὂν πρεσβύτερον· τοῦτο γάρ ἐστιν ἐπαλλάττειν τοὺς χρόνους καὶ μὴ φυλάττειν ὃν αὐτὸς εἶπε κανόνα περὶ τῶν πρός τι πάντων. Πάλιν οὖν ἡμῖν ἐπὶ τὸν ἡμέτερον καθηγεμόνα τρεπτέον, καὶ τὴν ἐκείνου παράδοσιν εἰς μέσον ἀκτέον, φῶς ἀνάπτουσαν εἰς πάντα τὸν προκείμενον λόγον. Διττὸν δὴ τὸ χρόνου μετέχον ἐστί· τὸ μὲν οἷον κατʼ εὐθεῖαν ὁδεῦον, καὶ ἀρχόμενόν τε ἀπό τινος καὶ εἰς ἄλλο καταλῆγον· τὸ δὲ κατὰ κύκλον περιπορευόμενον, καὶ ἀπὸ τοῦ αὐτοῦ πρὸς τὸ αὐτὸ τὴν κίνησιν ἔχον, ᾧ καὶ ἀρχὴ καὶ πέρας ἐστὶ ταὐτὸν καὶ ἡ κίνησις ἀκατάληκτος, ἑκάστου τῶν ἐν αὐτῇ καὶ ἀρχῆς καὶ πέρατος ὄντος, καὶ οὐδὲν ἧττον ἀρχῆς καὶ πέρατος. Τὸ δὴ κυκλικῶς ἐνεργοῦν μετέχει τοῦ χρόνου περιοδικῶς, καὶ ἐπειδὴ τὸ αὐτὸ καὶ πέρας αὐτῷ τῆς κινήσεώς ἐστι καὶ ἀρχὴ, καθόσον μὲν ἀφίσταται τῆς ἀρχῆς, πρεσβύτερον γίγνεται, καθόσον δὲ ἐπὶ τὸ πέρας ἀφικνεῖται, νεώτερον γίγνεται· γιγνόμενον γὰρ ἔγγιον τοῦ πέρατος ἐγγύτερον γίγνεται τῆς οἰκείας ἀρχῆς· τὸ δὲ τῆς οἰκείας ἀρχῆς ἐγγυτέρω γιγνόμενον νεώτερον γίγνεται· τὸ ἄρα ἐπὶ τὸ πέρας ἀφικνούμενον κυκλικῶς νεώτερον γίγνεται τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ πρεσβύτερον γιγνόμενον· τὸ γὰρ τῷ ἑαυτοῦ πέρατι συνεγγίζον ἐπὶ τὸ πρεσβύτερον πρόεισιν. ᾯ μὲν οὖν ἀρχὴ ἄλλο καὶ τὸ πέρας, τούτῳ καὶ τὸ νεώτερον ἕτερον ἢ τὸ πρεσβύτερον· ᾧ δὲ ταὐτὸν ἀρχὴ καὶ πέρας, οὐδὲν μᾶλλον νεώτερόν ἐστι τὸ νεώτερον ἢ πρεσβύτερον, ἀλλʼ ὡς ὁ Πλάτων φησὶν, ἅμα νεώτερον ἑαυτοῦ καὶ πρεσβύτερον γίγνεται. Τὸ μὲν γὰρ κατʼ εὐθεῖαν κινούμενον οὐκ ἔχει, διότι πέρας καὶ ἀρχὴ διαφέρετον ἐπʼ αὐτοῦ, τὸ δὲ κατὰ κύκλον ἔχει τὸ νεώτερον ἑαυτοῦ τῷ πρὸς τὸ αὐτὸ καὶ ὡς ἀρχὴν καὶ ὡς πέρας γίγνεσθαι τὴν κίνησιν. Πᾶν ἄρα τὸ χρόνου μετέχον, εἰ πρεσβύτερον ἑαυτοῦ γίγνεται, καὶ νεώτερον ἑαυτοῦ γίγνεται· τοιοῦτον δὲ τὸ κυκλικῶς κινούμενον. Ὅθεν εἰκότως ἐθορυβοῦντο καὶ οἱ ἀρχαῖοι μή πη σοφισματώδης οὗτος ὁ λόγος ἐστὶν, εἰς τὰ κατʼ εὐθεῖαν κινούμενα βλέποντες, δέον διελέσθαι καὶ θεωρῆσαι τίσι μὲν τὸ αὐτὸ καὶ ἀρχὴ καὶ πέρας, τίσι δὲ ἕτερον, καὶ ὅτι νῦν περὶ τῶν θείων ψυχῶν ὁ λόγος, αἳ καὶ χρόνου μετέχουσι περιοδικὸν ἔχουσαι τὸν χρόνον τῆς θείας κινήσεως, ὥσπερ καὶ τὰ ὀχήματα τὰ ἐξημμένα αὐτῶν. Ἀλλʼ οὗτος μὲν ὁ λόγος τοῦ καθηγεμόνος ἡμῶν. Ὅπως δὲ καὶ πᾶν τὸ πρεσβύτερον ἑαυτοῦ γιγνόμενον ἅμα καὶ νεώτερον ἑαυτοῦ γίγνεται, διδάξει διὰ τῶν μεσοτήτων δύο ἡ δευτέρα ὑπόθεσις εὑρίσκουσα τὴν ἀνάγκην τῆς ἀδιαζεύκτου τούτων ἐπὶ πάντων τῶν χρόνου μετειληχότων ὑποστάσεως καὶ οὐκ ἐπὶ τῶν κύκλῳ κινουμένων μόνως. Νῦν δʼ οὖν ταῦτα τοῖς ὑποκειμένοις οἰκείως ῥηθέντα, καὶ ταῖς περιόδοις ἐφαρμόζοντα τῶν θείων ψυχῶν, ἡμῖν ἀναγεγράφθω καθάπερ εἴπομεν. Εἰ δὲ δεῖ καθολικὸν ὄντα τὸν λόγον καὶ νῦν συντόμως ἡμᾶς ἐφαρμόσαι πᾶσι τοῖς γιγνομένοις πρεσβυτέροις ἑαυτῶν, ἐπιστήσαντες εἴπωμεν ὅτι πᾶν ὡς ἀληθῶς τὸ γιγνόμενον ἑαυτοῦ πρεσβύτερον, ἐν ᾧ γίγνεται πρεσβύτερον καὶ νεώτερον, γίγνεται τοῦτο καθὸ γίγνεται πρεσβύτερον· τὸ γάρ τοι δεκαετὲς γιγνόμενον τοῦ ἐνναετοῦς γίγνεται πρεσβύτερον· ἐν ᾧ δὲ γίγνεται τοῦτο, νεώτερον ἑαυτοῦ γίγνεται τὸ ἐνναετὲς, ὥσπερ καὶ πρὸ τούτου τὸ μὲν ἐνναετὲς ἐγίγνετο πρεσβύτερον, τὸ δὲ ὀκταετὲς ἐγίγνετο τοῦ τότε γιγνομένου νεώτερον· ἑκάτερον γὰρ ἐν γενέσει ὂν ἄλλο καὶ ἄλλο γίγνεται καὶ οὐδέποτε μένει ταὐτόν. Καὶ εἰ οὕτω τὸ γίγνεσθαι λάβοιμεν, εὑρήσομεν ὂν τὸ ὡς ἀληθῶς ὂν τὸ πᾶν γιγνόμενον πρεσβύτερον, διὰ τὸ ἀεὶ ἄλλο λαμβάνεσθαι, καὶ καθάπερ τὸ πρεσβύτερον οὕτω καὶ τὸ νεώτερον μετατιθέμενον, ὡς ἐκεῖνο ἀπʼ ἄλλου ἐπʼ ἄλλο, καθάπερ πρότερον ἦν, τὸ πρεσβύτερον αὐτὸ μεθιστάμενον.

Διάφορον ἕτερον ἑτέρου οὐδὲν δεῖ γίγνεσθαι ἤδη ὄντος διαφόρου, ἀλλὰ τοῦ μὲν ἤδη ὄντος ἤδη εἶναι, τοῦ δὲ γεγονότος γεγονέναι, τοῦ δὲ μέλλοντος μέλλειν, τοῦ δὲ γιγνομένου οὔτε γεγονέναι οὔτε μέλλειν οὔτε εἶναί πω διάφορον, ἀλλὰ γίγνεσθαι καὶ ἄλλως οὐκ εἶναι. — Ἀνάγκη γάρ.

Τοῦ προσδιαλεγομένου ζητήσαντος πῶς τὸ αὐτὸ καὶ πρεσβύτερον ἑαυτοῦ ἅμα ἐστὶ καὶ νεώτερον, εἰς τὴν τούτου θήραν ὁ Παρμενίδης παραλαμβάνει κοινόν τινα κανόνα περὶ τῶν ἀντικειμένων ἅπαξ ἁπάντων, ὡς πρός τι μὲν, ἀλλʼ οὐχ ὅταν ᾖ συνώνυμα ὡς τὸ ἴσον ἢ ὅμοιον, ἀλλʼ ἑτερώνυμα ὡς πατὴρ, υἱός· τῷ γὰρ ὄντι τὰ τοιαῦτα διάφορά ἐστιν, οὐ τοῖς ὀνόμασι μόνον, ἀλλὰ τοῖς εἴδεσιν· ὁμοειδῆ γὰρ ἐκεῖνα ὅσα συνώνυμά ἐστι. Διάφορα οὖν ταῦτα προσαγορεύουσι, καὶ ὃ λέγει, τοιοῦτόν ἐστιν, ὡς ἂν ἔχοι τῶν ὄντως ἀντικειμένων θάτερον, οὕτως ἕξει καὶ τὸ λοιπὸν, εἰ τῶν ὄντων ἢ τῶν μελλόντων θάτερον, καὶ τὸ λοιπὸν τῶν μελλόντων, εἰ τῶν γεγονότων ἢ τῶν γιγνομένων θάτερον, κἀκεῖνο τῶν γιγνομένων. Εἰ γὰρ τὸ μὲν εἴη, τὸ δὲ μὴ, δῆλον ὡς κατὰ μὲν τὴν αὐτοῦ φύσιν ἐστὶν ἐκεῖνο, ὡς δὲ ἀντικείμενον οὐκ ἔστι· καὶ γὰρ τὸ ὁπωσοῦν ἀντικείμενον, κατʼ αὐτὸ τοῦτο καθόσον ἀντικείμενον λέγεται, τῆς τοῦ πρός τι μετέχει φύσεως· ἀντικειμένῳ γὰρ ἀντίκειται· τοιοῦτος μὲν ἔστιν ὁ κανών. Ἴσως δʼ ἄν τις ζητήσειε πῶς εἰκόνα καὶ παράδειγμα τῶν πρός τι λέγοντες, τὸ μὲν εἶναί φαμεν, τὸ δὲ γίγνεσθαι καὶ γεννητὸν εἶναι. Ῥητέον δὲ ὡς εἰκὼν οὐ γίγνεται εἰκὼν, ἀλλά τι ἄλλο γιγνομένη ἐστὶν τῷ εἴκειν καὶ γίγνεσθαι τοῦ ἑαυτῆς παραδείγματος εἰκών· καθόσον γὰρ εἰκών ἐστι τοῦ ὄντος, ἔχει τὸ εἶναι τοῦτο ὅπερ δὴ καὶ λέγεται εἰκονικῶς, καὶ ἀεί ἐστιν εἰκὼν ὡς κἀκεῖνο ἀεὶ παράδειγμα· καὶ εἰ ἔστιν ἐν τῷ γίγνεσθαι τῇ εἰκόνι τὸ εἶναι, συνυφέστηκε τὸ γίγνεσθαι τῆς εἰκόνος ἀεὶ τῷ εἶναι τοῦ παραδείγματος, καὶ τοῦ ἀεὶ τὸ μὲν αἰώνιον, τῆς δὲ κατʼ ἄπειρον χρόνον. Εἰ δὲ ταῦτα ὀρθῶς φαμεν, οὐκ ἀποδεξόμεθα τοὺς πραγμάτων ἐπικήρων παραδείγματα ποιοῦντας· ἔσται γὰρ τὸ παράδειγμα τῆς εἰκόνος οὐκ οὔσης. Εἰ δὲ μὴ ἔσται τό τε παράδειγμα, δῆλον ὡς οὐ κατʼ οὐσίαν αἴτιον ἦν οὐδὲ ἐν τῷ εἶναι· τὸ γὰρ τῷ εἶναι αἴτιον ἔς τʼ ἂν ᾖ τὸ αὐτὸ πέφυκεν ἐνεργεῖν. Τῶν οὖν δύο θάτερον, εἰ τῶν ποτὲ ὄντων καὶ γιγνομένων καὶ ἀπολλυμένων εἶναι παραδείγματα ἄττα συγχωρήσαιμεν, ἀναγκασθησόμεθα λέγειν ἢ κἀκείνοις προσεῖναί τι γενέσεως, παραδείγμασι τότε γιγνομένοις ὅταν αἱ εἰκόνες αὐτῶν γίγνωνται, καὶ μήποτε πρότερον μήθʼ ὕστερον οὖσι παραδείγμασι, καὶ διὰ τοῦτο μήτε κατʼ οὐσίαν αὐτοῖς ὑπάρχειν, ἀλλὰ κατὰ συμβεβηκὸς τὸ εἶναι παραδείγμασιν, ὡς εἴπομεν, ἢ καὶ τὰς εἰκόνας αὐτῶν ἀεὶ οὔσας εἶναι, τὰς ποτὲ οὔσας καὶ ἐν γενέσει φερομένας· εἴπερ οἱ προκείμενοι περὶ τῶν πρός τι καὶ ὅλως τῶν ἀντικειμένων κανόνες εἰσὶν ἀληθεῖς. Τοῦτο μὲν ὡς πόρισμα ληπτέον ἐκ τοῦ λόγου· θαυμαστὸν δὲ ἔσται μηδὲν εἰ μὴν εἰς τοὺς τρεῖς χρόνους βλέπων, διὰ τοῦ εἶναι καὶ γεγονέναι καὶ μέλλειν, ἐπήνεγκε καὶ τὸ γίγνεσθαι· τοῦτο γὰρ σημαίνει τὴν ἐν τῷ προϊέναι καὶ ὑφίστασθαι παράτασιν, οὐκ αὐτὴν ψιλὴν τὴν ὕπαρξιν, ὥσπερ τὸ εἶναι καὶ τὸ ὂν, διὸ καὶ τοῦτο προσέθηκεν ἅτε οἰκεῖον τοῖς χρόνου μετειληχόσι. Τάχα δʼ ἂν καὶ τὸ μὲν ἤδη ὂν αὐτῷ σημαίνει τὸ πρὸ πάσης κινήσεως ἐν τῷ νῦν ὁρώμενον ὂν εἰκονιζόμενον τὸ ἐν τῷ αἰωνίῳ· τὸ δὲ γιγνόμενον, τὸ κατὰ τὴν ἀπειρίαν τὴν χρονικὴν ἐκτεινόμενον. Τὸ μὲν γὰρ αἰώνιον πᾶν ὁμοῦ ἐστιν ἔν τε τῷ ἀμέρει καὶ τῷ ἀπείρῳ τοῦ αἰῶνος, διότι μένει ὁ αἰὼν ἐν ταὐτῷ κατὰ τὴν ἀπειρίαν, τὸ δὲ χρόνου μετέχον ἔστι μὲν ἀεὶ κατὰ τὸ νῦν, γίγνεται δὲ κατὰ τὸ ἄπειρον τοῦ χρόνου· διὸ καὶ ὁ χρόνος κατʼ ἄλλο ἐστὶν ἀμερὴς καὶ κατʼ ἄλλο ἄπειρος.

Ἀλλὰ μὴν τό γε πρεσβύτερον διαφορότης νεωτέρου ἐστὶ καὶ οὐδενὸς ἄλλου. — Ἔστι γάρ. — Τὸ ἄρα πρεσβύτερον ἑαυτοῦ γιγνόμενον ἀνάγκη καὶ νεώτερον ἅμα ἑαυτοῦ γίγνεσθαι. — Ἔοικεν.

Ἀπὸ τοῦ κοινοῦ κανόνος ἐπὶ τὸ προκείμενον μεταβέβηκεν· εἰ γὰρ τὸ πρεσβύτερον ἀντίθεσις, ἣν αὐτὸς διαφορότητα κέκληκεν ἐν τούτοις· εἴρηται δὲ ὡς, εἰ γίγνεται τῶν ἀντικειμένων θάτερον, γίγνεται καὶ τὸ λεῖπον, δῆλον τὸ συναγόμενον ὡς, εἰ γίγνοιτο πρεσβύτερον, γίγνεται καὶ τὸ νεώτερον· τὸ γὰρ ἑαυτοῦ γιγνόμενον πρεσβύτερον ἅμα καὶ νεώτερον ἑαυτοῦ γίγνεται· τὸ γὰρ οὗ γίγνεται πρεσβύτερον αὐτό ἐστιν, ὥστε αὐτὸ καὶ τὸ νεώτερον, καὶ πρὸς τὸ αὐτὸ ἄμφω, καθάπερ εἴπομεν ἔμπροσθεν. Εἰ δὲ λέγοι τις ὅτι καὶ ὁ Σωκράτης ἑαυτοῦ γίγνεται πρεσβύτερος, ἀλλʼ οὐ νεώτερος, ἐροῦμεν ὅτι γίγνεται μὲν πρεσβύτερος ὁ Σωκράτης κυρίως, ἅμα δὲ ὁ αὐτὸς γίγνεται καὶ νεώτερος αὐτὸς αὑτοῦ, διότι καὶ τὸ νεώτερον ἐν αὐτῷ ἄλλο καὶ ἄλλο γίγνεται ἀεὶ, καθάπερ καὶ τὸ πρεσβύτερον· ἐν γενέσει γὰρ ὂν τὸ μετʼ ἀλλήλων συνεξαλλάττεσθαι, καθάπερ εἴπομεν. Εἰ δὲ καὶ ἄλλος τις τρόπος ἐστὶ τοῦ καὶ πρεσβύτερον ἑαυτοῦ τι γιγνόμενον ἅμα γίγνεσθαι καὶ νεώτερον, ἡ δευτέρα ὑπόθεσις ἡμᾶς ἀναδιδάξει· ἡ γὰρ αὐτὴ πρόθεσις κατὰ μὲν τὴν ἀριθμητικὴν μεσότητα ἑαυτοῦ ποιεῖ πρεσβύτερον τὸ τὴν προσθήκην τοῦ χρόνου ταύτην λαβὸν, κατά γε τὴν γεωμετρικὴν τὸ αὐτὸ νεώτερον ἐλασσούμενον κατὰ τὸν λόγον, ὡς ἐν ἐκείνοις ἔσται καταφανές.

Ἀλλὰ μὴν καὶ μήτε πλείω ἑαυτοῦ γίγνεσθαι χρόνον μήτε ἐλάττω, ἀλλὰ τὸν ἴσον χρόνον καὶ γίγνεσθαι ἑαυτῷ καὶ εἶναι καὶ γεγονέναι καὶ μέλλειν ἔσεσθαι. — Ἀνάγκη γὰρ οὖν καὶ ταῦτα.

Δέδεικται ὅτι τὸ χρόνου μετέχον, ὃ καὶ ἀποφῆσαι βούλεται τοῦ ἑνὸς, ἅμα νεώτερον αὑτοῦ γίγνεται καὶ πρεσβύτερον, καὶ εἴπομεν ὅπως τε οἰκειοῦντες τὸν λόγον τοῖς περιοδικῶς ζῶσι πρός γε τὸ παρὸν ἱκανῶς, διότι τὸ κυκλικῶς ἐνεργοῦν τὴν αὐτὴν ἀρχὴν ἔχει τῆς περιόδου καὶ τελευτήν· καὶ ὡς μὲν ἐγγυτέρω τῆς τελευτῆς γιγνόμενον, πρεσβύτερον γίγνεται, ὡς δὲ συνεγγίζον μᾶλλον καὶ μᾶλλον τῇ ἀρχῇ νεώτερον, καὶ ὡς τὸ πέρας καὶ ἡ ἀρχὴ ἓν, οὕτω καὶ πρεσβύτερον ἑαυτοῦ καὶ νεώτερον ταὐτόν· καὶ ὅπως ἀληθὴς ὁ λόγος καὶ ἐπὶ πάντων τῶν χρόνου μετεχόντων ἀεὶ, καὶ ἐπὶ τοῦ πρεσβυτέρου καὶ τοῦ νεωτέρου κινουμένων καὶ ἐν γενέσει ὄντων, καὶ πρὸς ἄλλο τὸ πρεσβύτερον, ἄλλου τοῦ νεωτέρου πάντως ἀναφαινομένου διὰ τὴν ἅμα τῷ πρεσβυτέρῳ τοῦ νεωτέρου πάντως ἐξαλλαγήν. Βούλεται δὴ οὖν ὁμοῦ τοῖς συνειρημένοις συναγαγεῖν ὅτι τὸ τοιοῦτον καὶ ἰσήλικόν ἐστιν ἑαυτῷ· τὸν γὰρ ἴσον χρόνον ἑαυτῷ πᾶν γέγονε καὶ μέλλει καὶ γίγνεται καὶ ἔστιν· εἰ γάρ ἐστιν ὁ Σωκράτης ἑβδομηκοντούτης, ἰσῆλιξ ἑαυτῷ ἐστι, καὶ εἰ γέγονε τριακοντούτης, τὸν ἴσον ἑαυτῷ γέγονε χρόνον, καὶ εἰ γίγνεται δεκαετὴς, ὁμοίως ἑαυτῷ γίγνεται τὸν ἴσον χρόνον· πρὸς γὰρ ἑαυτὸν γιγνόμενος ἑαυτῷ τὸν ἴσον ἔχει χρόνον. Τοῦτο μὲν οὖν οὐδὲν ποικίλον, ἀλλὰ καὶ ἐν τοῖς κατʼ εὐθεῖαν γιγνομένοις δῆλον ὅπως ἐστὶν ὑπάρχον· ἄλλον μὲν γὰρ ἄλλου πλείω καὶ ἐλάττω χρόνον εἶναι καὶ γίγνεσθαι καὶ γεγονέναι δυνατὸν αὐτῷ πάντως ἴσον, καὶ οὔτε πλείω οὔτε ἐλάττω.

Ἀνάγκη ἄρα ἐστὶν, ὡς ἔοικεν, ὅσα γε ἐν χρόνῳ ἐστὶ καὶ μετέχει τοῦ τοιούτου, ἕκαστον αὐτῶν τὴν αὐτήν τε αὐτὸ ἑαυτῷ ἡλικίαν ἔχειν, καὶ πρεσβύτερόν τε ἅμα αὑτοῦ καὶ νεώτερον γίγνεσθαι. — Κινδυνεύει. — Ἀλλὰ μὴν τῷ γε ἑνὶ τῶν τοιούτων παθημάτων οὐδὲν μετῆν. — Οὐ γὰρ μετῆν. — Οὐδὲ ἄρα χρόνου αὐτῷ μέτεστιν, οὐδʼ ἔστιν ἔν τινι χρόνῳ. — Οὔκουν δὴ, ὥς γε ὁ λόγος αἱρεῖ.

Διὰ τούτων συνάγει τὸ προκείμενον· τοῦτο δὲ ἦν ὅτι χρόνου τὸ ἓν οὐ μετείληχεν οὐδὲ ἔστιν ἐν χρόνῳ· δεῖ γὰρ αὐτοῦ καὶ πᾶσαν τὴν θείαν οὐσίαν ἀφελεῖν, ἀλλὰ μὴ μόνον τὴν ἀκρότητα αὐτῶν· ταῦτα γάρ ἐστι τὰ ἔν τινι χρόνῳ ἐνεργοῦντα, ἀλλὰ μὴ ἐν αἰῶνι, καὶ μετέχοντα χρόνου τινὸς, ἃ πρότερον ἐλέγομεν· τὸ δὲ ἓν οὐδενὸς μετέχει χρόνου, πάντη γὰρ τούτων ἐξῄρηται τῶν τινος χρόνου μετεχόντων. Πῶς οὖν ὅτι οὐδενὸς χρόνου μετέχει τὸ ἓν ἀποδείκνυται, λέλεκται μὲν καὶ πρότερον· λεγέσθω δὲ καὶ νῦν αὐτὸς ὁ συλλογισμός· τὸ ἓν οὐδαμῶς ἐστιν ἑαυτοῦ πρεσβύτερον ἢ νεώτερον ἢ ἰσήλικον, πᾶν δὲ τὸ χρόνου μετέχον ἑαυτοῦ νεώτερόν ἐστιν ἅμα καὶ πρεσβύτερον καὶ ἰσήλικον, οὐδαμῶς ἄρα τοῦ χρόνου μετέχει τὸ ἕν· ὃ καὶ αὐτὸς συνήγαγεν εἰπὼν, οὐδὲ ἄρα χρόνου αὐτῷ μέτεστιν· εἶτα ἔτι τελειότερον, καὶ οὐδὲ ἐστὶν ἐν χρόνῳ τινι· παντελῶς γὰρ ἐξῄρηται τοῦ χρόνου, καὶ πάσης ὑπερίδρυται τάξεως χρονικῆς. Τοῦτο δὲ οὐ τῷ ἑνὶ μόνῳ ὑπάρχει τὸ χρόνου μὴ μετέχειν, ἀλλὰ καὶ πᾶσι τοῖς κατὰ τὴν μεταβατικὴν κίνησιν ἀκινήτοις· οὐδὲ γὰρ ἐκεῖνα κινεῖται κατὰ χρόνον, καὶ εἰ κινεῖται χρόνου ὄντος, οὐ περὶ αὐτὰ, ἀλλὰ τὰ μετὰ ταῦτα· οὐδὲ γὰρ ἦν τὸ εἶναι ἐν χρόνῳ τοῦτο τὸ εἶναι τότε ὅτε ὁ χρόνος ἐστίν· οὐ γὰρ τὸ εἶναι ἐν τόπῳ τουτέστι τὸ εἶναι ὅτε τόπος ἐστὶν, ἢ οὕτως πᾶν τὸ ἀσώματον ἐν τόπῳ φήσομεν εἶναι, διότι τόπου ὄντος ἐστίν· ὡς οὖν οὐκ ἐν τόπῳ τὸ ἀσώματον, κἂν ᾖ ὅτε ἐστὶ τόπος, οὕτως οὐκ ἐν χρόνῳ ἐστί. Μήποτε δὲ τότε λεκτέον εἶναι ὅτε χρόνος ἐστὶ, διότι προϋφέστηκε τοῦ προϋφεστῶτος τῶν ἐν χρόνῳ ὄντων, καὶ τὸ ὅτε χώραν ἐπὶ τούτου παντελῶς οὐκ ἔχει πρὸ αἰῶνος ὑφεστῶτος, ὅς ἐστι παράδειγμα τοῦ χρόνου. Πῶς γὰρ ἂν εἴποι τις τὸ ὅτε ἐπὶ τοῦ μήτε ἐν αἰῶνι μήτε ἐν χρόνῳ ὄντος, ἀναινομένου δὲ τὴν πρὸς ἄμφω κοινωνίαν; Ὡς γὰρ οὐκ ἐν χρόνῳ τὸ ἓν, ὅτι μὴ ἐν κινήσει, οὕτως οὐδʼ ἐν αἰῶνι, ὅτι μὴ ἐν στάσει· μένει γὰρ ὁ αἰὼν ὡς ὁ Τίμαιός φησιν.

Τί οὖν; τὸ ἦν καὶ τὸ γέγονε καὶ τὸ ἐγίγνετο οὐ χρόνου μέθεξιν δοκεῖ σημαίνειν τοῦ ποτὲ γεγονότος; — Καὶ μάλα. — Τί δέ; τὸ ἔσται καὶ τὸ γενήσεται καὶ τὸ γενηθήσεται οὐ τοῦ ἔπειτα τοῦ μέλλοντος; — Ναί. — Τὸ δὲ δὴ ἔστι καὶ τὸ γίγνεται οὐ τοῦ νῦν παρόντος; — Πάνυ μὲν οὖν.

Ἀπέφησε πάντα τοῦ ἑνὸς ἐν τάξει· τὸ χρόνου μετέχειν, ἀπὸ τοῦ μήτε πρεσβύτερον εἶναι μήτε νεώτερον ἑαυτοῦ· τὸ πρεσβύτερον καὶ νεώτερον ἑαυτοῦ, ἀπὸ τοῦ μήτε ὁμοιότητος μήτε ἰσότητος μήτε ἀνομοιότητος μήτε ἀνισότητος μετέχειν· τὸ ἴσον καὶ ἄνισον καὶ ὅμοιον καὶ ἀνόμοιον, ἀπὸ τοῦ μήτε ταὐτὸν εἶναι μήτε ἕτερον· τοῦτο δὲ, ἀπὸ τοῦ μὴ κινεῖσθαι μηδαμῶς μήτε ἑστάναι· τοῦτο δὲ, ἀπὸ τοῦ μήτε ἐν ἑαυτῷ εἶναι μήτε ἐν ἄλλῳ· τοῦτο δὲ, ἀπὸ τοῦ μήτε περιέχειν ἑαυτὸ μήτε περιέχεσθαι· τοῦτο δὲ, ἀπὸ τοῦ μέρη μὴ ἔχειν· τοῦτο δὲ, ἐκ τοῦ μὴ εἶναι ὅλον· τοῦτο δὲ, ἐκ τοῦ μὴ εἶναι πλῆθος· τοῦτο δὲ, ἀπὸ τοῦ μὴ εἶναι ἄλλο τι ἢ ἕν. Ταῦτʼ οὖν ἀποφήσας καὶ καταντήσας ἐπὶ τὸ τοῦ χρόνου μετέχον, ὃ δὴ τῷ πλήθει τῶν θείων ψυχῶν καὶ τῶν συνηρτημένων αὐταῖς θείων γενῶν προσήκει — καὶ γὰρ μάλιστα τούτοις προσήκειν τὴν διαίρεσιν ταύτην φαμὲν —, καὶ ἄνωθεν εἰς αὐτοὺς πρόεισι, πρῶτον μὲν τριαδικῶς εἰς τὸ παρὸν καὶ παρελθὸν καὶ μέλλον, ἔπειτα ἐννεαχῶς, ἕκαστον τῶν τριῶν τούτων εἰς τρία πάλιν ὑποδιαιρῶν. Τούτων δὲ τῶν διαιρέσεων καὶ ἐν ἄλλοις αὐτὸς ἡμῖν παρέσχετο τῆς τάξεως ἀφορμάς· ἢ οὐχὶ καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης τὰς Μοίρας διαιρεῖσθαι τὸν χρόνον φησὶ, καὶ τὴν μὲν ᾄδειν τὰ παρελθόντα, τὴν δὲ τὰ παρόντα, τὴν δὲ τὰ μέλλοντα; Καὶ ταύτην ἄρα τοῦ χρόνου διαίρεσιν περί τινας τριπλᾶς ὑποστάσεις τῶν κρειττόνων ἡμῶν ἀποληπτέον, ὧν ἐξῃρημένον εἶναι βούλεται τὸ ἓν ὁ Παρμενίδης· ἡ μὲν γὰρ μονὰς τῶν ψυχῶν ἥνωται πρὸς τὸ ἓν ὄλον χρόνον, αἱ δὲ πολλαὶ δευτέρως αὐτοῦ μετέχουσι. Καὶ αἱ μὲν ὁλικῶς, ὅσαι κατὰ τὸ παρελθὸν ἢ παρὸν ἢ μέλλον, αἱ δὲ μερικῶς, ὥσπερ αἱ κατὰ τὰς τούτων διαφορὰς οὐσιωμέναι· ἑκάστῃ γὰρ τῶν ὅλων συντέτακται πλῆθος εἰς πρῶτα καὶ μέσα καὶ τελευταῖα διαιρούμενον· καὶ γὰρ τῇ κατὰ τὸ παρελθὸν ἱσταμένῃ σύνεστί τι πλῆθος οἰκεῖον, οὗ τὸ μὲν ἄκρον κατὰ τὸ ἦν, τὸ δὲ μέσον κατὰ τὸ γέγονε, τὸ δὲ τελευταῖον κατὰ τὸ ἐγίγνετο· καὶ τῇ κατὰ τὸ δεύτερον, οὗ τὸ μὲν κυριώτατον χαρακτηρίζεται τῷ ἔστι, τὸ δὲ μέσον τῷ γέγονε, τὸ δὲ τελευταῖον τῷ γίγνεται· καὶ τῇ κατὰ τὸ μέλλον ἄλλο τρίτον, οὗ τὸ μὲν ὑψηλότατον τῷ ἔσται, τὸ δὲ ἐν μέσῳ τεταγμένον τῷ γενήσεται, τὸ δὲ τελευταῖον ἀφορίζεται τῷ γενηθήσεται· καὶ οὕτω δὴ τῶν τριῶν τούτων ὁλοτήτων αἱ τρεῖς τριάδες ἔσονται προσεχῶς ἐξηρτημέναι, πᾶσαι δὲ αὖται τῆς ἑαυτῶν μονάδος. Τί οὖν ἄρα τοῦτό φαμεν; ὅτι μεμερισμένως ἐνεργοῦσιν αἱ διῃρημέναι κατὰ τὰ μόρια τοῦ χρόνου τάξεις, καὶ οὐ πᾶσαι κατὰ πάντα τὸν χρόνον, ἀλλʼ αἱ μὲν κατὰ τὸ παρελθὸν μόνον, καὶ τίνι τούτων ἕκαστον ἀφορίζομεν, οὐχ ἕξομεν εἰπεῖν· μέχρι τινὸς γὰρ ἦν τὸ παρὸν ἢ τὸ παρελθὸν, καί ποθεν ἄρξεται λοιπὸν τὸ μέλλον. Ἀλλʼ ἴσως ἄμεινον λέγειν ὅτι πᾶσαι μὲν κατὰ πάντα τὸν χρόνον ἐνεργοῦσιν, ἀλλʼ ἔχοντος τοῦ ὅλου χρόνου τριπλᾶς ἐν ἑαυτῷ δυνάμεις, τὴν μὲν τελεσιουργὸν πάσης κινήσεως, τὴν δὲ συνεκτικὴν τῶν ὑπʼ αὐτοῦ βασιλευομένων καὶ φρουρητικὴν, τὴν δὲ ἐκφαντορικὴν τῶν θείων — καὶ γὰρ εἰς κύκλον τὰ πάντα περιάγων τὰ μὴ αἰώνια τῶν πραγμάτων τελειοῖ καὶ συνέχει τὴν οὐσίαν αὐτῶν καὶ ἐκφαίνει τὴν ἡνωμένην τοῦ αἰῶνος αὐτοῖς ἀπειρίαν, ἀνελίττων τὸ συνῃρημένον ἐν τοῖς αἰῶσι πλῆθος· ὅθεν δὴ οὗτος ὁ ἐμφανὴς χρόνος, ὥς φησιν ὁ Τίμαιος, ἐκφαίνεται ἡμῖν τὰ μέτρα τῶν θείων περιόδων καὶ τελειοῖ τὰ τῇδε καὶ γιγνόμενα φρουρεῖ τοῖς οἰκείοις ἀριθμοῖς· τοῦ δʼ οὖν χρόνου τοῦ πρὸ τῶν ψυχῶν τριττὰς δυνάμεις ἔχοντος, τὴν τελεσιουργὸν, τὴν συνεκτικὴν, τὴν ἐκφαντορικὴν, κατὰ τὴν πρὸς τὸν αἰῶνα ὁμοιότητα — καὶ γὰρ ὁ αἰὼν, ὡς ἐν ἄλλοις ἐδείξαμεν, τὴν μέσην τάξιν ἔχων ἐν τοῖς νοητοῖς, τελειοῖ μὲν τὴν μεθʼ ἑαυτὸν τάξιν ἕνωσιν αὐτῇ χορηγῶν, ἐκφαίνει δὲ τὴν πρὸ αὑτοῦ τὴν ἄρρητον αὐτῆς ἕνωσιν προάγων εἰς πλῆθος, συνέχει δὲ τὸν μέσον τῶν νοητῶν σύνδεσμον, καὶ πάντα φρουρεῖ διὰ τῆς ἑαυτοῦ δυνάμεως ἀμεταστάτως· ἄνωθεν δʼ οὖν ἀπὸ τοῦ αἰῶνος ὁ χρόνος τὰς τριπλᾶς δυνάμεις καταδεξάμενος δίδωσιν αὐτὰς καὶ ταῖς ψυχαῖς· ἀλλʼ ὁ μὲν αἰὼν ἡνωμένως ἔχει τὴν τριάδα ταύτην, ὁ δὲ χρόνος ἡνωμένως ἅμα καὶ διῃρημένως, αἱ δὲ ψυχαὶ διῃρημένως· ὅθεν δὴ τούτων αἱ μὲν κατʼ ἄλλην, αἱ δὲ κατʼ ἄλλην χαρακτηρίζονται δύναμιν, αἱ μὲν τὸ ἐκφαντορικὸν μιμούμεναι τοῦ χρόνου, αἱ δὲ τὸ τελεσιουργὸν, αἱ δὲ τὸ συνεκτικόν· ὥσπερ καὶ τῶν Μοιρῶν αἱ μὲν πρὸς τὸ συμπληροῦν καὶ τελειοῦν ᾠκειωμέναι λέγονται τὰ παρελθόντα ᾄδειν, ἀεὶ μὲν ἐνεργοῦσαι καὶ ἀεὶ ᾄδουσαι τὰς ἑαυτῶν ᾠδὰς νοήσεις οὔσας καὶ ποιήσεις περικοσμίους, συμπληρωτικὸν γάρ ἐστι τὸ παρελθόν· αἱ δὲ πρὸς τὸ συνέχειν τὰ παρόντα, φρουροῦσι γὰρ αὐτῶν τὴν οὐσίαν καὶ τὴν γένεσιν· αἱ δὲ πρὸς τὸ ἐκφαίνειν τὸ μέλλον, τὸ γὰρ μήπω ὂν εἰς οὐσίαν καὶ εἰς τέλος ἄγουσιν. Οὐκ ἀστόχως ἄρα καὶ τὸν χρόνον τριχῆ τοῦτον εἰώθαμεν διαιρεῖν εἰς παρελθὸν καὶ μέλλον καὶ παρὸν διὰ τὰς τριπλᾶς τοῦ χρόνου δυνάμεις, τὴν ἐκφαντορικὴν, τὴν τελεσιουργικὴν, τὴν συνεκτικὴν, αὐτὰ δὲ ἄλλως μὲν ἐπὶ αἰῶνος, ἄλλως δὲ ἐπὶ τοῦ χρόνου, καὶ ἄλλως ἐπὶ τῶν ψυχῶν. Εἰ δὲ βούλει κατʼ ἄλλον τρόπον, ἐπειδὴ τῶν κρειττόνων ἡμῶν ψυχῶν τάξις ἐστὶν εἰς πρώτας καὶ μέσας καὶ τελευταίας διῃρημένων, αἱ μὲν ὁλικώτατα αὐτῶν ᾠκείωνται πρὸς τὸ παρελθὸν καὶ τὸ παρὸν καὶ τὸ μέλλον· ὡς οὖν τοῦτο τῶν δύο περιεκτικὸν, οὕτω καὶ ἐκεῖναι τῶν λοιπῶν· αἱ δὲ μέσαι πρὸς τὸ παρόν· καὶ γὰρ τοῦτό ποτε μέλλον ἦν, οὔπω δὲ παρελθόν· ὡς οὖν τὸ παρὸν περιεκτικὸν τοῦ μέλλοντος, οὕτω καὶ αἱ μέσαι τῶν μετʼ αὐτὰς περιληπτικαὶ, περιέχονται δὲ ἐν ταῖς πρὸ αὐτῶν· αἱ δὲ τρίται κατὰ τὸ μέλλον· τοῦτο γὰρ οὐ διὰ τοῦ παρόντος διώδευσεν, οὔτε πως γέγονε παρελθὸν, ἀλλʼ ἔστι μέλλον μόνον, ὥσπερ δὴ καὶ αἱ τρίται ψυχαὶ ἑαυτῶν εἰσι μόνον, ἄλλων δὲ διὰ τὴν εἰς τὸ μερικώτατον ὑπόβασιν οὐδαμῶς περιεκτικαί· τὸ γὰρ πέρας αὗται συνελίσσουσι κατὰ τὴν εἰς τρία διαίρεσιν τῶν μετὰ θεοὺς γενῶν, ἐπεὶ καθʼ ἑκάστην πάλιν τῶν τριῶν τούτων ὁλοτήτων πλῆθός ἐστι τριαδικόν· ἀλλὰ τὰ μὲν ἄλλα προϊόντες θεωρήσομεν, τὴν δὲ πρώτην τριάδα τέως ἐπισκεπτέον. Αὕτη δήπου κοινὸν ἔχει πᾶσα τὸ ποτέ· τοῦτο γὰρ τοῦ παρελθόντος καὶ τῆς συμπληρώσεως ἴδιον· διαιρεῖται δὲ τῷ ἦν, τῷ γέγονε, τῷ ἐγίγνετο· πάλιν οὖν τῶν τριῶν τούτων τὸ μὲν σημαίνει τὴν ἀκρότητα τῆς τριάδος, τὸ ἦν, κατʼ αὐτὴν τὴν ὕπαρξιν ἀφοριζόμενον· τὸ δὲ τὴν ἀθρόαν τελείωσιν, τὸ γέγονε· τὸ δὲ τὴν ἐν τῷ τελειοῦσθαι παράτασιν, τὸ ἐγίγνετο, μιμήματα καὶ ταῦτα τῶν νοητῶν, τὸ μὲν ἦν τοῦ ὄντος, τὸ δὲ γέγονε τοῦ αἰῶνος, τὸ δὲ ἐγίγνετο τοῦ πρώτως αἰωνίου· τὸ μὲν γὰρ εἶναι πᾶσιν ἐκ τοῦ πρώτου, τὸ δὲ ὁμοῦ πᾶν καὶ ὅλον ἀπὸ τοῦ μέσου, τὸ δὲ πληθύεσθαι καὶ ἐκτείνεσθαι ὁπωσοῦν ἐκ τοῦ τρίτου. Τούτοις δὲ τοῖς τρισὶ καὶ τὰ ἑξῆς ἐστὶν ἀνάλογα τρία κατά τε τὸ μέλλον καὶ κατὰ τὸ παρὸν καὶ τὸ παρελθόν· τῷ μὲν ἦν τὸ ἔσται καὶ τὸ ἔστι, τὸ μὲν τοῦ μέλλοντος, τὸ δὲ τοῦ παρόντος· τῷ δὲ γέγονε, τὸ γενήσεται καὶ τὸ γέγονεν· ἕτερον γὰρ παρʼ ἐκεῖνο τὸ γέγονε, τὸ μὲν ὡς παρελθὸν, τὸ δὲ ὡς παρόν· συνεκτικὸν γάρ ἐστι τὸ γέγονε, καὶ ὁρῶμεν αὐτὸ καὶ ὡς τελειωθὲν καὶ ὡς νῦν τελειωθὲν κατὰ τὸ νῦν τὸ ἄχρονον· οἷον γέγονεν ἔκλειψις, ταὐτὸν γὰρ τοῦτο τῷ συντετέλεσται νῦν. Ἐπειδὴ οὖν διττὸν ἐσήμαινε τὸ γέγονεν, ἐπὶ τοῦ παρόντος δύο μόνα εἶπε τὴν πρώτην, τὸ ἔστι καὶ γίγνεται, ἵνα μὴ ταράξῃ τὸν λόγον· ὕστερον δὲ προσθήσει καὶ ἐπὶ τοῦ παρόντος τὸ γέγονε. Τὸ δὲ ἐγίγνετο τρίτον ἀνάλογον λαμβάνει τῷ γίγνεται, δεύτερον δὲ τὸ γενηθήσεται· τοῦτο γὰρ οὐ ταὐτὸν τῷ γενήσεται, μὴ τοῦθʼ ὑπολάβωμεν· σημαίνει γὰρ τὸ μὲν γενήσεται τὴν ἄχρονον ἀθρόαν εἰς τὸ μέλλον ὕπαρξιν, οἷον ἀστραπὴ γενήσεται· τὸ δὲ γενηθήσεται τὴν μετὰ παρατάσεως πρόοδον, οἷον γενηθήσεται ἄνθρωπος· ἐπὶ δὲ ἀστραπῆς εἰπεῖν τὸ γενηθήσεται ψεῦδές ἐστιν. Ἀνάλογον οὖν αἱ δύο τριάδες αὗται τῇ πρὸ αὐτῶν, καὶ μέσον τοῦ μὲν ἦν καὶ τοῦ ἔσται τὸ ἔστι, τοῦ δὲ γέγονε κατὰ τὸ παρελθὸν καὶ τοῦ γενήσεται τὸ γέγονε ὅ ἐστι κατὰ τὸ νῦν, τοῦ δὲ ἐγίγνετο καὶ τοῦ γενηθήσεται τὸ γίγνεται. Πανταχοῦ δὲ αἱ μὲν πρῶται μονάδες ὑπάρξεώς εἰσιν, αἱ δὲ μέσαι δυνάμεως ὅλης οὔσης καὶ ἀθρόας, αἱ δὲ τρίται τῆς κατὰ παράτασιν ἐνεργείας· ἴδιον δὲ πάσης μὲν τῆς πρώτης τὸ ποτὲ, πάσης δὲ τῆς τρίτης τὸ ἔπειτα· καὶ χρῆται καὶ τοσαύταις φωναῖς. Εἰ δὲ τὴν κατὰ τὸ μέλλον δευτέραν ἔταξε, μὴ θαυμάσῃς· μιμεῖται γὰρ τὸν τοῦ χρόνου κύκλον, τῇ ἀρχῇ τὸ πέρας συνάπτων, ἐπεὶ καὶ προϊὼν μέσην τάξει τὴν κατὰ τὸ παρὸν τριάδα, τελευταίαν δὲ τὴν κατὰ τὸ μέλλον.

Εἰ ἄρα τὸ ἓν μηδαμῆ μηδενὸς μετέχει χρόνου, οὔτε ποτὲ γέγονεν οὔτʼ ἐγίγνετο οὔτʼ ἦν ποτὲ, οὔτε νῦν γέγονεν οὔτε γίγνεται οὔτε ἔστιν, οὔτʼ ἔπειτα γενήσεται οὔτε γενηθήσεται οὔτε ἔσται. — Ἀληθέστατα.

Ὁ μὲν συλλογισμὸς πῶς πρόεισιν ἐν τούτοις, οὐκ ἄδηλον· τὸ ἓν οὐδενὸς χρόνου μετέχει· πᾶν ὅ ποτε ἦν ἢ γέγονεν ἢ ἐγίγνετο, ὅπερ κατὰ τὸ παρὸν ἔστιν ἢ γέγονεν ἢ γίγνεται, καὶ ὅπερ κατὰ τὸ μέλλον ἔσται ἢ γενήσεται ἢ γενηθήσεται, χρόνου μετέχει τινός· ταῦτα δὲ πάντα κατενείματο τὴν ὁλότητα τὴν χρονικήν· τὸ ἄρα ἓν ἐξῄρηται καὶ ὑπερήπλωται καὶ τριάδος τῆς χρονικῆς καὶ τῆς ἑνάδος. Ἀλλʼ ἡ μὲν ἀπόδειξις ἐναργής ἐστι διὰ τῶν προειρημένων· ἐν δὲ τῇ τῶν τριῶν τριάδων ἀπαριθμήσει προσεκτέον ὅπως τὴν μὲν αὐτῶν πρὸς ἀλλήλας τάξιν διαφυλάξῃ, πρώτην τὴν κατὰ τὸ παρελθὸν, δευτέραν δὲ τὴν κατὰ τὸ παρὸν, τρίτην δὲ τὴν κατὰ τὸ μέλλον θεὶς, ὥσπερ καὶ ἐν Πολιτείᾳ τῇ μὲν πρωτίστῃ τῶν Μοιρῶν ἀπένειμε τὸ παρελθὸν, τῇ δὲ μέσῃ τὸ παρὸν, τῇ δὲ τρίτῃ τὸ μέλλον, ὡς τοῦ ὅλου χρόνου δηλαδὴ περιεχομένου νοερῶς ὑπό τε μητρὸς αὐτῶν τῆς Ἀνάγκης. Ἐφʼ ἑκάστης δὲ οὐκ ἀπὸ τοῦ ἦν καὶ ἔστι καὶ ἔσται πεποίηται τὴν ἀρχὴν, ἀλλʼ ἀπὸ τοῦ μέσου, τοῦ γέγονέ ποτε καὶ νῦν γέγονε καὶ γενήσεται· τοῦτο γὰρ ἅτε τὸν αἰῶνα μιμουμένοις αὐτοῖς οἰκεῖον, καὶ δυνατὸν καὶ ἐντεῦθεν ἀρχομένοις οὕτω τῶν ἄλλων μνημονεύειν.

Ταῦτα καὶ περὶ τούτων· ἓν δὲ τοῦτο συναγαγεῖν χρὴ κεφάλαιον ἀπὸ πάντων τῶν ἐν τούτοις εἰρημένων, ὅτι τὸ ἓν ὑπερίδρυται πάσης τε ψυχῆς καὶ θείας οὐσίας καὶ τῆς ἀεὶ ὡσαύτως ἐνεργούσης, οἵα δή ἐστιν ἡ τῶν κρειττόνων γενῶν, εἴτε τριαδικῶς εἴτε ἐννεαχῶς εἴτε κατʼ ἄλλον ἀριθμὸν διαιρουμένης, καὶ οὐδὲν χρὴ τοιοῦτον ἀναφέρειν ἐπὶ τὸ ἕν. Καὶ ὡς μέχρι ταύτης προῆλθεν ὁ λόγος πάσας τὰς τάξεις τάς τε νοερὰς καὶ τὰς ἄλλας ἀποφάσκων τοῦ ἑνὸς, ποῦ δὲ ἡμᾶς ἄξει προϊὼν, εἰσόμεθα συνοδεύοντες αὐτοῦ ταῖς ὑφηγήσεσι καὶ ἀνασκοποῦντες ἕκαστα τῶν λεγομένων.

Ἔστιν οὖν οὐσίας ὅπως ἄν τι μετάσχοι ἄλλως ἢ κατὰ τούτων τι; — Οὐκ ἔστιν. — Οὐδαμῶς ἄρα τὸ ἓν οὐσίας μετέχει. — Οὐκ ἔοικεν. — Οὐδαμῶς ἄρα ἔστι τὸ ἕν. — Οὐ φαίνεται.

Μέχρι τῆς ἐκθεουμένης οὐσίας καὶ πάσης τῆς ἀεὶ ὡσαύτως ἐνεργούσης προελθόντες διὰ πάντων τῶν διῃρημένων καὶ πάσας τὰς τάξεις ἀποφήναντες τοῦ ἑνὸς τάς τε θείας καὶ νοερὰς καὶ ὅσαι ψυχικαὶ, πάλιν ἀνατρέχομεν διὰ τῆς κοινῆς πασῶν τῶν εἰρημένων τάξεων φύσεως ἐπὶ τὴν νοητὴν μονάδα τῶν ὄντων καὶ ταύτης ἐξαιρήσομεν τὸ ἕν· ὡς γὰρ καὶ πρότερον εἴπομεν, οὐκ ἀπὸ τῆς τῶν νοητῶν ἀκρότητος, ἀλλʼ ἀπὸ τῆς τῶν νοητῶν καὶ νοερῶν ἐπεποίητο τὴν ἀρχὴν τῆς ἀποφάσεως· ἐκεῖ γὰρ τὰ πολλὰ τίκτεται, ὡς ἔσται δῆλον ἡμῖν προελθοῦσι κατὰ τὴν δευτέραν ὑπόθεσιν· ἡ δὲ οὐσία κατὰ τὸ ἓν ὂν πρὸ τούτων ἐστὶ τῶν πολλῶν καὶ πάσαις ὑπάρχει ταῖς εἰρημέναις τάξεσι, τοῖς πολλοῖς, τῇ ὁλότητι, τῷ σχήματι, τοῖς ἑξῆς ἅπασι. Διὸ καὶ ἀπὸ τούτων πάντων ὡς κοινῇ μετεχόντων τῆς οὐσίας ἐπʼ αὐτὴν ἀνατρέχομεν τὴν οὐσίαν, καὶ διὰ τοῦτο ἀρχόμενος ταύτης τῆς ἀποφάσεως, πᾶν γὰρ, φησὶ, τὸ μετέχον οὐσίας κατά τι τούτων ἐστὶ μετέχον, οὐ περὶ τῶν προσεχῶς εἰρημένων λέγων, ἀλλὰ πάντων ὁμοῦ τῶν ἐν τῇ πρώτῃ κατηριθμημένων ὑποθέσει, οἷον ἢ ὅλον ἐστὶν ἢ μέρη ἔχον, ἢ ἀρχὴν ἢ μέσον ἔχον ἢ τελευτὴν, ἢ ἐν αὑτῷ ἢ ἐν ἄλλῳ, καὶ ἑξῆς πάντα τὰ ἀποπεφασμένα τοῦ ἑνὸς, ὡς καὶ δῆλον ὅτι ταῦτα παρέλαβεν, ὃ καὶ ἐξ ἀρχῆς εἴπομεν, ὅσα παρέπεται τοῖς οὖσιν ᾗ ὄντα ἐστὶν, ἀλλʼ οὐχ ᾗ ζῶντα ἄττα ἐστὶν ἢ νοοῦντα· πᾶν γὰρ τὸ οὐσίας ἁμωσγέπως μετέχον κατά τι τούτων τῶν ἀποπεφασμένων, φησὶν, οὐσίας μετέχει τούτων· οὐδʼ ἄρα οὐσίας μετείληχεν. Οὕτω δέ που καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης τὸ πρῶτον ἐπέκεινα οὐσίας ἔλεγεν εἶναι καὶ οὐκ οὐσίαν, αἴτιον δὲ οὐσίας καὶ ἐπέκεινα νοοῦντος καὶ νοουμένου παντὸς, ὥσπερ τὸν ἥλιον τῶν ὁρώντων καὶ τῶν ὁρωμένων αἴτιον εἶναί φαμεν, οὐκ ἄλλο τι λέγων τὴν οὐσίαν παρὰ τὸ ὄν· σαφῶς γὰρ αὐτὸς καὶ ἐνταῦθά φησιν ὅτι οὐχ οἷόν τε εἶναι μέν τι, μὴ μετέχειν δὲ οὐσίας, καὶ ἐν τούτῳ τῷ διαλόγῳ καὶ ἐν Τιμαίῳ παραπλησίως. Εἰ οὖν τὸ πρῶτον ὑπὲρ τὴν οὐσίαν καὶ ὑπὲρ τὸ ὄν ἐστι τὸ πᾶν, καὶ τὸ εἶναι αὐτὸ ψεῦδος· ἐπέκεινα γὰρ οὐσίας ἐξῄρηται καὶ τοῦ ὄντος, καὶ ταύτῃ διέστηκεν ὁ παρὰ Πλάτωνι Παρμενίδης τοῦ ἐν τοῖς ἔπεσιν, ὅτι ὁ μὲν εἰς τὸ ἓν ὂν βλέπει καὶ τοῦτό φησιν εἶναι πάντων αἴτιον, ὁ δὲ εἰς τὸ ἓν, ἀπὸ τοῦ ἑνὸς ὄντος εἰς τὸ μόνως ἓν καὶ πρὸ τοῦ ὄντος ἀναδραμών. Ἀποφήσας δʼ οὖν τὸ μετέχειν οὐσίας τὸ ἓν, ἐπειδὴ οἶδεν ὅτι δύναταί τι ἓν ἡ πρώτη οὐσία εἶναι — τὸ γὰρ μετέχειν νῦν τὸ δευτέρως ἀπολαύειν ἐδήλου —, προσέθηκεν οὐδαμῶς ἄρα ἔστι τὸ ἓν, οὐκέτι τοῦτο διʼ ἀποδείξεως λαμβάνων· οὐ γὰρ ἦν ἀποδεῖξαι δυνατὸν τοῦτο αὐτόθεν διὰ τὴν τοῦ ὄντος πρὸς τὸ ἓν συγγένειαν, καὶ γὰρ ἐν ταῖς ἀποφάσεσι τὰ συγγενέστερα δυσαποδεικτότερα, καθάπερ εἴπομεν πρότερον· ἀλλʼ ὅτι μὲν τὸ ἓν οὐκ ἔστι ταὐτὸν καὶ τὸ ὂν, δείξει τῆς δευτέρας ἀρχόμενος ὑποθέσεως. Εἰ δὲ τοῦτο ἀληθὲς, δῆλον ὅτι οὐδʼ ἔστι τὸ ἕν· πᾶν γὰρ τὸ παρὰ τὸ ἓν τῷ ἑνὶ προστεθὲν ἐλαττοῖ τὴν ἐξῃρημένην ὑπεροχὴν τοῦ ἑνός· τοῦτο μὲν οὖν ὅπως ἔλαβεν ἀπὸ τοῦ κοινοῦ τοῦ ἐν πᾶσι τοῖς οὖσιν ἐπὶ τὴν αἰτίαν τῶν ὄντων ἀναδραμὼν καὶ οὐδὲν ταύτης ἐφαρμόζειν τῷ ἑνὶ τιθέμενος. Ἴσως δʼ ἄν τις ἐπιζητήσειε διὰ ποίαν αἰτίαν οὐκ ἀπὸ τοῦ ἔστιν ἤρξατο τῶν ἀποφάσεων, ἀλλʼ ἀπὸ τῶν πολλῶν, καὶ οὔτε τὴν ἀπὸ τοῦ μετὰ τὸ ἓν εὐθὺς ἄχρι τῶν ἐσχάτων τάξιν, οὔτε τὴν ἀπὸ τούτων ἄχρι τῆς ἀκρότητος τῶν ὄντων προέκρινεν, ἀλλὰ τὴν ἀπὸ τῶν πολλῶν. Ῥητέον δὲ πρὸς τὴν ζήτησιν ὅτι πρὸς τὴν ὑπόθεσιν ἐναντίως εἶχεν ἡ τῆς οὐσίας ἀπόφασις· ἡ μὲν γὰρ λέγει τὸ ἓν ὡς ἔστιν, ἡ δὲ ἀπόφασις ὡς οὐκ ἔστι· πάντων οὖν γελοιότατον ἦν εὐθὺς ἐξ ἀρχῆς λέγειν εἰ ἔστι τὸ ἓν, οὐκ ἔστι τὸ ἕν· αὐτὸς γὰρ ἂν ἑαυτὸν ἔδοξεν ἀναιρεῖν ὁ λόγος· ἀλλὰ διὰ τοῦτο τῷ ἔστι καταχρησάμενος, καὶ ὡς μηδὲν διαφέρον λέγων, εἰ ἔστι τὸ ἓν, εὗρεν ὅτι τὰ πολλὰ μάλιστα ἀντικεῖσθαί πως δοκεῖ πρὸς τὸ ἓν, καὶ ἄλλως τῷ Παρμενίδῃ δοκοῦν ἓν εἶναι τὸ ὂν καὶ οὐ πολλά. Ἀρξάμενος οὖν ἀπὸ τούτων ὡς γνωριμωτάτων καὶ πάντα τὰ ἄλλα ἀποφήσας κατεῖδεν ὡς ἡ τοῦ ἑνὸς ἔννοια καὶ τὴν τῆς οὐσίας ἀναίνεται συνάρτησιν καὶ αὐτὸ τὸ ἔστιν, ὥστε δύο τῶν ὅρων ὄντων, τοῦ ἑνὸς καὶ τοῦ ἔστιν, ἀνυσιμώτερον οἶδε τῷ ὑποκειμένῳ τὸ ἀντικείμενον λαβεῖν ἢ τῷ κατηγορουμένῳ, καὶ οὕτω λαβὼν τῷ ἑνὶ τὰ πολλὰ ἀντικεῖσθαι συνήγαγεν ὅτι εἰ ἓν ἔστιν, πολλὰ οὐκ ἔστιν, ἀλλʼ οὐχὶ, εἰ ἓν, τὸ ἓν οὐκ ἔστιν. Εἰ δὲ, ὥσπερ εἴπομεν, καὶ ἀρχόμενος τῆς δευτέρας δείκνυσι μηδὲ ἐκεῖνο τὸ ἓν τῷ ὄντι ταὐτὸν, καίτοι συμπεπλεγμένον πρὸς τὸ ὂν, πῶς οὐκ ἐκ περιουσίας καὶ τὸ πρῶτον ἓν ἀποδείκνυται καθʼ αὑτὸ τοῦ ὄντος καθαρεῦον; ὥστε τοῦτο μὲν καὶ διʼ ἐκείνων ἔσται δῆλον, δέον πανταχοῦ τὸ ἀμέθεκτον ἡγεῖσθαι τῶν μετεχομένων, καὶ τοῦτο ἐπὶ τῶν εἰδῶν τοῦ Πλάτωνος κρατύνοντος καὶ διὰ τοῦτο τὰ καθʼ αὑτὰ προϋφεστάναι λέγοντος τῶν ἐν ἄλλῳ ὑφεστώτων, ὥστε εἰ τὸ μετεχόμενον ὑπὸ τοῦ ὄντος ἓν τοῦ ὄντος διαφέρει, πᾶσα ἀνάγκη τὸ ἀμέθεκτον μειζόνως ἐξῃρῆσθαι τοῦ ὄντος. Οὐδʼ ἄρα οὐσίας μετέχει τὸ ἓν, κἂν οὐσίαν λαμβάνωμεν τὴν ἀκροτάτην καὶ μόνην οὐσίαν καὶ τὸ ὂν αὐτὸ μόνως ὂν καὶ πρὸ τῶν πολλῶν ἱδρυμένον τοῦ ὄντος γενῶν. Ἐπειδὴ δὲ τὸ μετέχειν ἐλάμβανε κατὰ πάντας τοὺς ἔμπροσθεν λόγους, κατὰ τὴν συνάρτησιν τῶν μετὰ τὸ ὂν τὴν πρὸς τὸ ἓν, διὰ δὴ τοῦτο καὶ ἐν τούτοις οὑτωσὶ λέγων τὴν μέθεξιν, πᾶν, φησὶ, τὸ μετέχον οὐσίας κατά τι τούτων αὐτῆς μετέχει· λέγει δὲ ἢ κατὰ τὸ ὅλον ἢ κατὰ τὸ σχῆμα ἢ κατὰ τὸ ταὐτὸν καὶ ἕτερον ἢ κατʼ ἄλλο τι τῶν ἀποπεφασμένων τοῦ ἑνός· τούτων δὲ προρρηθέντων, συνῆψεν ὅτι οὐδαμῶς οὐσίας μετέχει τὸ ἓν, οὕτως ὡς κατά τι τούτων μετέχον αὐτῆς· ὅθεν ἐπειδήπερ ὑπελείπετο λέγειν μήποτε κατά τι τούτων οὐ μετέχει τὸ ἓν οὐσίας, αὐτῆς δʼ ἔχει τῆς πρὸ τούτων οὔσης οὐσίας, καὶ ἔστιν ἐκείνῃ τῇ οὐσίᾳ συμπεπλεγμένον, ἐπήνεγκεν οὐδʼ ἄρα οὐσίας μετέχει.

Οὐδʼ ἄρα οὕτως ἔστιν, ὥστε ἓν εἶναι· εἴη γὰρ ἂν ἤδη ὂν καὶ οὐσίας μετέχον, ἀλλʼ ὡς ἔοικε, τὸ ἓν οὔτε ἕν ἐστιν, οὔτε ἔστιν, εἰ δεῖ τῷ τοιῷδε λόγῳ πιστεύειν. — Κινδυνεύει. — Ὃ δὲ μὴ ἔστι, τούτῳ τῷ μὴ ὄντι εἴη ἄν τι ἢ αὐτῷ ἢ αὐτοῦ; — Καὶ πῶς; — Οὐδʼ ἄρα ὄνομά ἐστιν αὐτῷ οὐδὲ λόγος οὐδέ τις ἐπιστήμη οὐδʼ αἴσθησις οὐδὲ δόξα. — Οὐ φαίνεται. — Οὐδʼ ὀνομάζεται ἄρα οὐδὲ λέγεται οὐδὲ δοξάζεται οὐδὲ γινώσκεται, οὐδέ τι τῶν ὄντων αὐτοῦ αἰσθάνεται. — Οὐκ ἔοικεν. — Ἦ δυνατὸν οὖν περὶ τὸ ἓν ταῦτα οὕτως ἔχειν; — Οὔκουν ἔμοιγε δοκεῖ.