Part of On Plato's Parmenides

ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ.

Συγχωρῶ σοι, ἔφη, ὦ Παρμενίδη, ὁ Σωκράτης· πάνυ γάρ μοι κατὰ νοῦν λέγεις.

Τοῦτο ἐκεῖνο τὸ ἐν Γοργίᾳ ῥηθὲν καὶ ἐνταῦθα φαίνεται καλῶς διὰ τῶν ἔργων ὁ Σωκράτης ἐπιδεικνύμενος· Ὁ γὰρ ἀνέλεγκτος, φησὶ, βίος τοῖς μὴ ἀγαθοῖς οὐκ ἀγαθὸν, ὥστε οὐκ ἂν ἀηδέστερον ἐλεγχθείην, εἴ τι λέγοιμι μὴ ὀρθῶς, ἢ αὐτὸς ἄλλον ἐλέγξαιμι. Τοῦτο τοίνυν ἐκ παιδὸς ἐπιτετηδευκὼς, δῆλός ἐστι καὶ νῦν ἀσπασάμενος τὸν ἔλεγχον, καὶ οὐχ ὅπως τραχέως διατεθεὶς, ἀλλὰ καὶ κατὰ τὸν νοῦν αὑτῷ γεγονέναι διαρρήδην αὐτὸν εἰπών. Ὡς γὰρ οἱ φιλόνεικοι κατὰ πάθος ὑποδέχονται τοὺς ἐλεγκτικοὺς λόγους, οὕτως οἱ φιλόσοφοι κατὰ νοῦν ἀντιλαμβάνονται τῶν πρὸς αὑτοὺς ἀποριῶν. Ἀλλὰ μὴν καὶ ὁ Παρμενίδης τοῦτο ἐκεῖνο πέφηνε ποιῶν, ὃ παρακελεύεται ποιεῖν ὁ Πλάτων αὐτὸς ἐν Ἐπιστολαῖς, ἐνδείκνυσθαι τοῖς ἐφιεμένοις τινὸς θεωρίας τὴν χαλεπότητα τὴν περὶ αὐτὴν, καὶ τὴν δυσκολίαν ἐξαίρειν πάνυ θαυμαστῶς· ἵνα ὁ μὲν ἐπιτήδειος πρὸς τὴν ἀντίληψιν αὐτῆς ἐπιδειχθῇ προθυμότερος γενόμενος πρὸς τὴν μετουσίαν, ὁ δὲ ἀνεπιτήδειος ἐξελέγχοιτο, κατορρωδήσας μὲν τὴν ἀπειλουμένην δυσκολίαν, φυγὰς δὲ ἀπʼ αὐτῆς γενόμενος. Τοῦτο γοῦν καὶ ὁ Παρμενίδης πεποίηκεν, ἐπανατεινόμενος τῷ Σωκράτει τὰς ἀπορίας τὰς περὶ τῶν εἰδῶν, καὶ ἐπιδείξας ὅτι πολλῷ μείζονος ἢ κατʼ αὐτὸν δέονται τῆς διαλύειν μελλούσης αὐτὰς δυνάμεως. Ὁ δέ γε Σωκράτης καὶ ἄγαται τὰς ἀπορίας, καὶ τὸν ἐν αὑτῷ νοῦν ἀνεγείρας οὕτω πειράσεται τῷ Παρμενίδῃ συμβακχεῦσαι περὶ τὴν τῶν θείων θεωρίαν· διὸ καὶ ὁ Παρμενίδης ἤδη τινὰ αὐτῷ βοήθειαν ἐπορέγει πρὸς τὴν ἀντίληψιν τῆς νοερᾶς καὶ ἐπιστήμονος περὶ τὰ θεῖα κατανοήσεως.

Ἀλλὰ μέντοι, εἶπεν ὁ Παρμενίδης, εἴ γέ τις δὴ, ὦ Σώκρατες, αὖ μὴ ἐάσει εἴδη τῶν ὄντων εἶναι, εἰς πάντα τὰ νῦν δὴ καὶ ἄλλα τοιαῦτα ἀποβλέψας, μηδέ τι ὁριεῖται εἶδος ἑνὸς ἑκάστου, οὐδὲ ὅποι τρέψει τὴν διάνοιαν ἕξει, μὴ ἐῶν ἰδέαν τῶν ὄντων ἑκάστου τὴν αὐτὴν ἀεὶ εἶναι, καὶ οὕτω τὴν τοῦ διαλέγεσθαι δύναμιν παντάπασιν διαφθερεῖ.

Συντόμως πάνυ καὶ λίαν ἐπιστημόνως ἐν τούτοις ἡμᾶς ὑπέμνησεν ὅτι τὰ εἴδη τῶν ὄντων ἔστιν. Εἰ γάρ ἐστιν ἡ διανοητικὴ καὶ νοερὰ γνῶσις κρείττων τῆς αἰσθητικῆς, δεῖ τὰ τῆς διανοίας γνωστὰ καὶ τὰ τοῦ νοῦ θειότερα εἶναι τῶν ὑπὸ τῆς αἰσθήσεως γιγνωσκομένων· ὡς γὰρ ἔχουσιν αἱ σύστοιχοι τοῖς οὖσι γνωστικαὶ δυνάμεις, οὕτω δεῖ καὶ τὰ γνωστὰ πρὸς ἄλληλα ἔχειν. Ἡ τοίνυν διάνοια καὶ ὁ νοῦς τὰ χωριστὰ καὶ ἄυλα θεωροῦσιν εἴδη καὶ τὰ καθόλου καὶ ἐν ἑαυτοῖς ὄντα, ἡ δὲ αἴσθησις τὰ μεριστὰ καὶ ἀχώριστα τῶν ὑποκειμένων. Δεῖ δήπου θειότερα καὶ ἀϊδιότερα εἶναι τὰ τῆς διανοίας θεάματα καὶ τοῦ νοῦ. Τὰ ἄρα καθόλου πρὸ τῶν μερικῶν ἐστι, καὶ τὰ ἄυλα πρὸ τῶν ἐνύλων· πόθεν οὖν ταῦτα λαβούσης τῆς διανοίας; ἐν ἡμῖν μὲν γὰρ οὐκ ἀεὶ κατʼ ἐνέργειάν ἐστι· δεῖ δὲ κατʼ ἐνέργειαν ὄντα προηγεῖσθαι τῶν δυνάμει καὶ νοούντων καὶ ὄντων. Ἀλλαχοῦ ἄρα καὶ πρὸ ἡμῶν ἐν ταῖς θείαις καὶ χωρισταῖς οὐσίαις ἔστι τὰ εἴδη, παρʼ ὧν καὶ τὰ ἐν ἡμῖν εἰς τελείωσιν ἄγεται· τούτων δὲ μὴ ὄντων, οὔτʼ ἂν εἴη τὰ ἐν ἡμῖν, οὔτʼ ἂν ἐξ ἀτελῶν γίγνοιτο τέλεια. Πόθεν ἄρα ἡ τελείωσις αὐτοῖς; οὐ γάρ που ἐκ τῶν αἰσθητῶν χειρόνων ὄντων· οὐ γὰρ θέμις τοῖς ἀμείνοσιν ἐκ τῶν χειρόνων εἶναι τὴν γένεσιν ἢ τελείωσιν. Πόθεν δὲ καὶ τὰ πολλὰ ταῦτα ἐν ταῖς πολλαῖς ψυχαῖς; δεῖ γὰρ πανταχοῦ πρὸ τοῦ πλήθους νοεῖν τὸ ἓν ἀφʼ οὗ τὸ πλῆθος· ὡς γὰρ οὐκ ἂν ἐγένετο τὰ αἰσθητὰ πολλὰ μὴ ἐξ ἑνὸς, ὅ ἐστι κρεῖττον τῶν αἰσθητῶν καὶ ὃ τὸ ἐν τοῖς καθʼ ἕκαστα κοινὸν ὑπέστησεν, οὕτως οὐδʼ ἂν τὰ ἐν ταῖς ψυχαῖς ὑποσταίη, πολλὰ ὄντα καὶ ταῦτα· τὸ γὰρ αὐτοδίκαιον καὶ ἕκαστον τῶν εἰδῶν ἔστιν ἐν ἑκάστῃ τῶν ψυχῶν· ταῦτʼ οὖν πολλὰ ὄντα δεῖται τοῦ ὑποστήσαντος ἑνὸς, ὃ καὶ κρεῖττόν ἐστι τῶν ψυχικῶν, ὥσπερ καὶ τὸ τῶν αἰσθητῶν γεννητικὸν ἀνωτέρω τῆς αἰσθητῆς οὐσίας ἐστὶ, πᾶσαν αὐτῶν ἑνιαίως περιέχον τὴν ποικιλίαν. Πῶς δὲ καὶ οὐκ ἀναγκαῖον πρὸ τῶν αὐτοκινήτων εἶναι τὸ ἀκίνητον εἶδος; ὡς γὰρ τῶν ἑτεροκινήτων ὑπεραναβεβήκασιν οἱ αὐτοκίνητοι λόγοι καὶ τὰ εἴδη τῶν ἑτεροκινήτων γεννητικὰ, τὸν αὐτόν που τρόπον καὶ τῶν αὐτοκινήτων ὑπερίδρυται τὰ ἀκίνητα καὶ ἐν αἰῶνι ποιούμενα τὰς ἐνεργείας, ἐπειδὴ καὶ πανταχοῦ δεῖ τὴν μόνιμον αἰτίαν προηγεῖσθαι τῆς κινουμένης. Εἰ ἄρα ἔστι τὰ εἴδη τὰ ἐν ταῖς ψυχαῖς πολλαῖς οὔσαις, ἔστι πρὸ αὐτῶν πολλῷ πρότερον τὰ νοερὰ, πρὸ τῶν αὐτοκινήτων τὰ ἀκίνητα, πρὸ τῶν πεπληθυσμένων τὰ μοναδικὰ, πρὸ τῶν ἀτελῶν τὰ τέλεια καὶ πρὸ τῶν δυνάμει τὰ κατʼ ἐνέργειαν ὄντα· ὥστε εἰ μὴ ἔτι τὰ εἴδη τὰ νοερὰ, οὐδὲ τὰ ψυχικὰ ἔστιν· οὐδαμοῦ γὰρ ἀπὸ τῶν ἀτελῶν καὶ ἀπὸ τῶν πολλῶν ἡ φύσις ἄρχεται· οὐδὲ γὰρ θέμις μὴ περὶ τὰς μονάδας προϊέναι τὸ πλῆθος, καὶ περὶ τὸ τέλειον τὰ ἀτελῆ, καὶ περὶ τὸ ἀκίνητον τὰ κινούμενα. Εἰ δὲ μὴ ἔστι τὰ ψυχικὰ εἴδη, οὐδὲ ὅποι τις τρέψει τὴν διάνοιαν ἕξει, καθά φησι καὶ ὁ Παρμενίδης· τὴν μὲν γὰρ φαντασίαν καὶ αἴσθησιν εἰς τὰ σύμφυλα αὑταῖς ἀνάγκη βλέπειν. Τὴν δὲ διάνοιαν περὶ τίνα τῶν ὄντων διατρίβειν φήσομεν; τίνων γὰρ ἔσται γνῶσις ἐν ἡμῖν διανοητικὴ, τῶν τοιούτων εἰδῶν ἀνῃρημένων; οὐ γάρ που περὶ τῶν ὑστερογενῶν ποιησόμεθα τὴν θεωρίαν· ταῦτα γὰρ αὐτὰ τῶν αἰσθητῶν ἐστιν ἀτιμότερα καὶ τῶν ἐν αὐτοῖς κοινῶν. Πῶς οὖν τὰ τῇ διανοίᾳ σύστοιχα γνωστὰ καταδεέστερα τῶν ὑπὸ τῆς αἰσθήσεως ἔσται γιγνωσκομένων; Λείπεται ἄρα μηδὲν ἄλλο γιγνώσκειν ἡμᾶς ἢ τὰ αἰσθητά. Πόθεν οὖν αἱ ἀποδείξεις; ἐκ γὰρ τούτων αἱ ἀποδείξεις, ἃ καὶ αἴτια τῶν ἀποδεικτικῶν ἐστι, καὶ πρότερα κατὰ φύσιν καὶ οὐχ ὡς πρὸς ἡμᾶς, καὶ τιμιώτερα τῶν ἐξ αὐτῶν δεικνυμένων. Ἀλλὰ μὴν ἐξ ὧν αἱ ἀποδείξεις, ταῦτά ἐστι καθόλου, ἀλλʼ οὐ μερικά ἐστι· πρότερα ἄρα τὰ καθόλου καὶ αἰτιώτερα καὶ τιμιώτερα τῶν μερικῶν· ὅθεν, οἶμαι, καὶ οἷς μὴ δοκεῖ εἶναι τὰ εἴδη, βιασθέντες ὑπὸ τῆς ἀληθείας ἐν τοῖς περὶ ἀποδείξεως λόγοις τὸ καθόλου σεμνύνουσι καὶ θειότερον καλοῦσι τῶν καθέκαστα· τοῦτο γὰρ ποιεῖ τὰς ἀποδείξεις τοιαύτας οἵας ἐκεῖνοί φασι. Πόθεν δὲ οἱ ὁρισμοί; καὶ γὰρ ὁ ὁρισμὸς διὰ τὸν ἐν τῇ ψυχῇ πρόεισι λόγον· τὸ γὰρ ἐν τοῖς καθέκαστα κοινὸν ὁρίζομεν, τὴν πρώτην ἔνδον ἔχοντες τὸ εἶδος, οὐ τὸ ἐν τούτοις εἴδωλον. Εἰ τοίνυν ἀρχὴ τῆς ἀποδείξεως ὁ ὁρισμὸς, χρὴ καὶ ἄλλον ὁρισμὸν εἶναι πρὸ τούτου τῶν πολλῶν εἰδῶν καὶ οὐσιωδῶν ἐν ψυχαῖς λόγων· ἐπεὶ γὰρ ἐν ἑκάστῃ ψυχῇ τὸ αὐτοδίκαιον, ὡς εἴπομεν, δῆλον ὡς πολλά ἐστι δίκαια τὰ ἐν ἡμῖν ἔχοντά τι κοινὸν, ὅθεν καὶ ἑκάστη ψυχὴ γνοῦσα τὸν ἐν αὑτῇ τοῦ δικαίου λόγον εἶδε τὸν ἐν ἁπάσαις ταῖς ἄλλαις ὁμοίως· εἰ δὲ ἔχει τι κοινὸν, τοῦτο τὸ κοινὸν ἀφοριζόμεθα δήπου τί ἐστι αὐτὸ λέγοντες, καὶ τοῦτό ἐστιν ἀποδείξεως ἀρχὴ, ἀλλʼ οὐ τὸ ἔνυλον καὶ θνητόν πως ὂν κατατεταγμένον· δεῖ γὰρ ἐν ταῖς ἀποδείξεσι καὶ τοῖς ὁρισμοῖς ὅλον τὸ μερικὸν ὑπὸ τοῦ καθόλου καὶ τὸν ὁρισμὸν τελεῖν· οἱ δὲ τῶν ἐν τοῖς καθέκαστα κοινῶν ὁρισμοὶ οὐ περιλαμβάνουσιν ὅλα τὰ καθέκαστα· ποῦ γὰρ ὁ Σωκράτης ὅλος ζῶον λογικὸν θνητὸν, ὄντων ἐν αὐτῷ καὶ ἄλλων ἃ ποιεῖ τὸ καλούμενον ἰδίως ποιόν; Ὁ δὲ τοῦ ἐν ἡμῖν ἀνθρώπου λόγος ὅλον ἕκαστον περιέχει τὸ καθέκαστον· πάσας γὰρ περιέχει τὸ καθέκαστον τὰς δυνάμεις ἑνοειδῶς, ὅσαι περὶ τὰ καθέκαστα θεωροῦνται. Καὶ τὸ ζῶον ὁμοίως τὸ μὲν ἐν τοῖς καθέκαστα ἔλαττον καὶ αὐτῶν τῶν καθέκαστα καὶ τῶν εἰδῶν· οὐ γὰρ ἔχει πάσας ἐνεργείᾳ τὰς διαφορὰς, ἀλλὰ δυνάμει μόνον, ὅθεν καὶ ὥσπερ ὕλη γίγνεται τῶν ἐπιγιγνομένων εἰδοποιῶν διαφορῶν· τὸ δὲ ἐν ἡμῖν κρεῖττον τοῦ ἀνθρώπου καὶ περιληπτικώτερον· πάσας γὰρ περιέχει τὰς διαφορὰς ἡνωμένως, καὶ οὐ δυνάμει καθάπερ ἐκεῖνο, ἀλλὰ κατʼ ἐνέργειαν. Εἰ ἄρα ὁρισμὸν εὑρήσομεν, ὃς ἔσται ἀποδείξεως ἀρχὴ, δεῖ τοιούτου πράγματος εἶναι τὸν ὁρισμὸν, ὃ ἔσται παντὸς τοῦ μερικωτέρου περιληπτικόν· τοιαῦτα δὲ τὰ ἐν ἡμῖν εἴδη καὶ οὐ τὰ ἐν τοῖς καθέκαστα. Ἀναιρεθέντων ἄρα τούτων οὐδὲ ὁρίζεσθαι δυνατόν· οἰχήσεται οὖν εἰκότως καὶ ἡ ὁριστικὴ μετὰ τῆς ἀποδεικτικῆς, ἀπολιποῦσα τὴν ἀνθρωπίνην νόησιν· ἀλλὰ μὴν καὶ ἡ διαιρετικὴ μετὰ τούτων ὄνομα ἔσται μόνον· αἱ γὰρ διαιρέσεις οὐδὲν ἄλλο ποιοῦσιν, ἢ διακρίνουσι τὰ πολλὰ ἀπὸ τοῦ ἑνὸς, καὶ τὰ ἑνιαίως ἐν τῷ ὅλῳ προϋπάρχοντα ἐν ταῖς οἰκείαις χωρίζουσι διαφοραῖς, οὐκ ἔξωθεν προστιθεῖσαι τὰς διαφορὰς, ἀλλʼ ἔνδον ἐν αὐτοῖς οὔσας τοῖς γένεσι καὶ τὰ εἴδη διαιρούσας ἀπʼ ἀλλήλων θεωροῦσαι. Ποῦ δὴ οὖν ἔσται τὸ ταύτης ἔργον, τῶν οὐσιωδῶν ἐν ἡμῖν οὐκ ὄντων εἰδῶν; τὸ γὰρ ἐν τοῖς ὑστερογενέσι τούτοις τὴν πραγματείαν αὐτῆς ποιεῖν, οὐδέν ἐστιν ἐπῃσθημένων τῆς κατʼ αὐτὴν δυνάμεως· δοξαστικῆς γάρ ἐστι διαιρετικῆς τὰ ὑστερογενῆ διαιρεῖν, διανοητικῆς δὲ καὶ ἐπιστημονικῆς τὰς οὐσιώδεις τῶν ἐν ψυχῇ λόγων διαφορὰς θεωρεῖν, καὶ τὰς ἡνωμένας δυνάμεις ἀναπτύσσειν, καὶ ἀπὸ τῶν ὁλικωτέρων ὁρᾷν ἀποφυόμενα τὰ μερικώτερα. Πολλῷ δὴ οὖν πρότερον τῆς τε ὁριστικῆς καὶ τῆς ἀποδεικτικῆς αὐτὴ παντελῶς ἂν εἴη μάταιος, εἰ μὴ ἕξουσιν αἱ ψυχαὶ τοὺς οὐσιώδεις λόγους· σεμνότερον γὰρ τῆς ἀποδείξεως ὁ ὁρισμὸς καὶ ἀρχικώτερον, καὶ τοῦ ὁρισμοῦ πάλιν ἡ διαίρεσις· δίδωσι γὰρ ἡ διαιρετικὴ τῇ ὁριστικῇ τὰς ἀρχὰς, ἀλλʼ οὐκ ἔμπαλιν· καὶ οὐ δήπου τῆς ἀποδείξεως ἐν τοῖς ὑστερογενέσιν ἀθυρεῖν οὐκ ἀνασχομένης, ὁ ὁρισμὸς καὶ ἡ διαίρεσις περὶ ταῦτα καὶ τὰ τούτων εὐτελέστερα ποιήσεται τὴν πραγματείαν. Πᾶσαν ἄρα τὴν διαλεκτικὴν ἀναιρήσομεν εἰ μὴ προσησόμεθα τοὺς οὐσιώδεις λόγους τῶν ψυχῶν· ἡ γὰρ τοῦ διαλέγεσθαι δύναμις τῶν κατὰ ταὐτὸν ταύταις χρῆται ταῖς μεθόδοις, ἐπεὶ καὶ τὴν ἀναλυτικὴν ἀνάγκη συναιρεῖσθαι ταύταις· ἀντίκειται γὰρ τῇ μὲν ἀποδεικτικῇ, ὡς ἀπὸ τῶν αἰτιατῶν ἀναλύουσα εἰς τὰ αἴτια· τῇ δὲ ὁριστικῇ, ὡς ἀπὸ τῶν συνθέτων εἰς τὰ ἁπλούστερα· τῇ δὲ διαιρετικῇ, ὡς ἀπὸ τῶν μερικωτέρων ἐπὶ τὰ καθολικώτερα· τοσαυταχῶς γὰρ ἡ ἀνάλυσις, ὥστε ἐκείνων διαφθειρομένων πάσχοι ἂν καὶ αὐτὴ ταὐτόν. Εἰ ἄρα μὴ ἔστι τὰ εἴδη, οὐδὲ οἱ ἐν ἡμῖν ἔσονται λόγοι τῶν πραγμάτων· εἰ δὲ μὴ εἰσὶν οἱ ἐν ἡμῖν λόγοι τῶν πραγμάτων, οὐκ ἔσονται αἱ διαλεκτικαὶ μέθοδοι καθʼ ἃς τὰ ὄντα γιγνώσκομεν, οὐδʼ ὅποι τρέψωμεν τὴν διάνοιαν ἕξομεν· αὕτη γὰρ ἡ δύναμις μάλιστα τῆς ψυχῆς ποθοῦσα τὴν αἰτίαν ἐπὶ τὰ εἴδη καταφεύγει καὶ τὰς μονάδας τὰς γεννητικὰς τῶν πολλῶν, ἡ δὲ δόξα καὶ τοῖς ὑστερογενέσιν ἀρκεῖται καὶ τοῖς ἐν τοῖς καθέκαστα κατατεταγμένοις. Πῶς οὖν ἀποδώσει τὰς τούτων αἰτίας, καὶ εἰς ποίας ἀρχὰς ἀνάγουσα τὴν θεωρίαν; τὰ γὰρ ὡς ἀληθῶς αἴτια τῶν ὄντων ἐστὶ παραδειγματικὰ καὶ ποιητικὰ καὶ τέλεια, καὶ μὴ ὄντων δὲ τῶν εἰδῶν οὔτε παραδείγματα εἶναι δυνατόν· ταῦτα γὰρ ἦν τὰ εἴδη τῶν παραδειγμάτων τὰ κυριώτατα· οὔτε ποιητὴν θεὸν τῶν ἐγκοσμίων· ἔχοι γὰρ ἂν τὰ εἴδη τῶν γιγνομένων αὖ τὸ ποιοῦν καὶ τὰς αἰτίας· οὔτε τελικὸν αἴτιον· τὸ γὰρ τοῦ εἶναι τελικὸν αἴτιον μεταξὺ τοῦ τε ὄντος διʼ αὑτοῦ καὶ ἑαυτοῦ ποιητικὴν ἀρχὴν ἀποφαίνει, καθʼ ἣν τὰ πρὸς αὐτὰ ὄντα τυγχάνει τοῦ οἰκείου τέλους. Οὐκ ἄρα δυνατὸν αἰτίας τῶν ὄντων ἀποδοῦναι πῶς ἐστιν ἕκαστα. Διὸ καὶ ὁ μὴ προσιέμενος τὴν ὑπόθεσιν ταύτην ὁμοῦ τοῖς παραδείγμασι καὶ τὴν δημιουργικὴν αἰτίαν ἀνεῖλεν ἐκ τῶν ὅλων, τὸ δὲ τελικὸν ἀτελῶς ὑπέθετο· τῆς γὰρ κινήσεως αὐτὸ ποιεῖ τέλος, ἀλλʼ οὐ τοῦ εἶναι πάντων.

Τοῦ τοιούτου μὲν οὖν μοι δοκεῖς καὶ μᾶλλον ᾐσθῆσθαι. — Ἀληθῆ λέγεις, φάναι. — Τί οὖν ποιήσεις φιλοσοφίας πέρι; ποῖ τρέψει ἀγνοουμένων τούτων; Οὐ πάνυ μοι δοκῶ καθορᾷν ἔν γε τῷ παρόντι.

Πρώτην μὲν βοήθειαν εἰς τὸν Σωκράτη κατεβάλετο μετὰ τὸν ἐκ τῶν ἀπορητικῶν λόγων ἴλιγγον, τὴν συντομωτάτην καὶ ἀληθεστάτην ἀπόδειξιν τῆς τῶν εἰδῶν ὑποθέσεως, ἧς καὶ πρὸ τῶν ἑαυτοῦ λόγων ἀντειλῆφθαί φησι καὶ αὐτὸν, ἀλλʼ ἀτελῶς· τὸ γὰρ ᾐσθῆσθαι γνώσεώς ἐστι τῆς φαυλοτάτης καὶ ἀτελεστάτης ἴδιον· οὐδὲ γὰρ ἦν εἰκὸς τελέως ἀντιλαμβανόμενον τῆς ὑπάρξεως τῶν εἰδῶν ἔτι θορυβεῖσθαι διὰ τούτων τῶν ἀποριῶν. Δευτέραν δὲ ἄλλην καταβάλλεται βοήθειαν, τὴν πορείαν ὑπογράφων αὐτῷ καθʼ ἣν προσθήσει τὸ ἐλλεῖπον, καὶ τελέως καταδράξεται τῆς τῶν εἰδῶν θεωρίας· ἔστω γὰρ εἶναι τὰ εἴδη· ἀλλὰ δέδεικται ὅτι, εἰ ἔστι γνωστὰ ἡμῖν, οὐκ ἔστιν· πῶς οὖν φιλοσοφήσομεν περὶ αὐτὰ ὄντα, γνώσεως αὐτῶν ἡμῖν ὑποστῆναι μὴ δυναμένης, ὡς ὁ τῶν ἀποριῶν ἐδείκνυ λόγος; Πρὸς δὴ τοῦτο πάνυ μὲν ὁ Σωκράτης ἠπόρησεν· εὗρε δὲ τὴν δευτέραν βοήθειαν ὁ Παρμενίδης, ἐφʼ ἣν καὶ παρακαλεῖ τὸν Σωκράτη πατρικῶς καὶ κηδεμονικῶς, ἵνα προσλαβὼν τὸ ἐλλεῖπον τῆς παρασκευῆς ἄξιος ἀναφανῇ τῶν εἰδῶν θεατής.

Πρῴην γὰρ, εἰπεῖν, πρὶν γυμνασθῆναι, ὦ Σώκρατες, ὁρίζεσθαι ἐπεχείρεις καλόν τε τί καὶ δίκαιον καὶ ἀγαθὸν καὶ ἓν ἕκαστον τῶν εἰδῶν· ἐνενόησα γὰρ καὶ πρῴην σου ἀκούων διαλεγομένου ἐνθάδε Ἀριστοτέλει τῷδε.

Κατὰ μὲν τὴν εὐφυΐαν καὶ τὴν προθυμίαν, οὐδὲν ἔχει τὸν Σωκράτη παντάπασιν ὡς ἐλλείποντα τοῦ μέτρου τοῦ προσήκοντος ἐπανορθοῦν· κατὰ δὲ τὴν ἐμπειρίαν μόνην αὐτὸν ἐνδεῶς ἔχειν ὑπείληφεν, ὅθεν καὶ παραινεῖ πολυπειρότερον αὐτὸν γενέσθαι διὰ τῆς διαλεκτικῆς ἐπὶ πολλῶν γυμνασάμενον, καὶ τὰς ἀκολουθίας κατιδόντα τῶν ὑποθέσεων ἔπειτα οὕτως ἐπὶ τὴν τῶν εἰδῶν τραπέσθαι θεωρίαν· ὅσα γὰρ νῦν ἠπόρηται, ταῦτα τοῖς περὶ διαλεκτικὴν γεγυμνασμένοις ἐστὶν εὐδιάλυτα. Καὶ τοῦτο μὲν ἔστι τὸ ὅλον τῶν λόγων τέλος· ταύτην δὲ τὴν γυμνασίαν οὐ τοιαύτην εἶναι νομιστέον, οἵαν τὴν ἐπιχειρηματικὴν μέθοδον λέγειν εἰώθασιν· ἐκείνη μὲν γὰρ πρὸς δόξαν βλέπει· ταύτην δὲ καταφρονεῖν φησι τῆς τῶν πολλῶν δόξης· οὐδὲν γοῦν αὐτὴν εἶναι τοῖς πολλοῖς, καὶ ἀδολεσχίαν διὰ ταύτην τὴν αἰτίαν ὑπʼ αὐτῶν προσονομάζεσθαι. Καὶ γὰρ ἐκείνη μὲν περὶ ἓν πρόβλημα πολλὰς παραδίδωσιν ἐπιχειρήσεις, ἀφʼ ὧν δυνησόμεθα κατασκευάζειν ἢ ἀνασκευάζειν ἐνδόξως τὸ προτεθέν· αὕτη δὲ περὶ τὰ πολλὰ καὶ διαφέροντα προβλήματα τὴν αὐτὴν ἡμῖν παραδίδωσι μέθοδον, τῶν μὲν ἀντικειμένων ἐξεταστικὴν, ἄλλως δὲ τὰ μὲν κρατύναι, τὰ δὲ ἐλέγξαι τῶν μαχομένων· ὥστε ἑτέρα μὲν αὕτη παρʼ ἐκείνην, τοσούτῳ δὲ καλλίων ἐκείνης, ὅσῳ καὶ ταῖς ἐκείνης τιμιωτέραις μεθόδοις ἄνωθεν αὐτὴ χρῆται πρὸς τὸ οἰκεῖον ἔργον, καὶ γὰρ διαιρέσεσιν καὶ ὁρισμοῖς καὶ ἀποδείξεσιν. Ἐὰν οὖν γυμνασώμεθα κατὰ ταύτην τὴν μέθοδον, πολλὴ ἐλπὶς ἡμᾶς γνησίως ἀντιλαβέσθαι τῆς τῶν εἰδῶν θεωρίας, διαρθρωτικοὺς μὲν τῶν ὑποσυγκεχυμένων ἐννοιῶν γενομένους, διαλυτικοὺς δὲ τῶν φαινομένων ἀπόρων, ἀποδεικτικοὺς δὲ τῶν νῦν ἀγνοουμένων· πρὶν δὲ ταύτης κρατήσομεν, οὐ δυνησόμεθα μετʼ ἐπιστήμης ἕκαστον ἀφορίζεσθαι τῶν εἰδῶν. Καὶ πῶς φαίη ἄν τις ὅλως δυνατὸν ὁρίζεσθαι τὰ εἴδη; τὰ γὰρ ἁπλᾶ καὶ ἀμέριστα ποικιλίαν λόγων οὐκ ἐπιδέχεται καὶ σύνθεσιν· πᾶν γὰρ ὁριστὸν ἐπιστητόν πώς ἐστιν· οὐδαμοῦ δὲ τὸ εἶδος ἐπιστητόν. Ἔδειξε δὲ καὶ αὐτὸς ὁ Πλάτων ἐν ταῖς Ἐπιστολαῖς, ὅτι τὸν αὐτόκυκλον οὔτε ὄνομα ποιεῖ γνωστὸν ἡμῖν, οὔτε ὁ χαρακτὴρ, οὔτε ὁ ὁρισμὸς, οὔτε ἡ ἀπόδειξις, ἀλλʼ ἡ νόησις. Ἢ τὸ μὲν ὁρίζεσθαι δηλοῖ καὶ νῦν, ὡς ἔμπροσθεν, οὐ τὸ ὁριστικὰς ἀποδόσεις ποιεῖσθαι τῶν εἰδῶν, ἀλλὰ τὸ αὐτὸ καθʼ αὑτὸ ἕκαστον ὑφεστάναι τούτων λέγει διακεκριμένον ἀπὸ τῶν ἄλλων, χωριστὸν ἀπὸ τῶν μετεχόντων. Εἰ δὲ δὴ καὶ τοῦτο αὐτὸ ζητοῖμεν ἐφʼ ἑαυτοῦ, πότερον ὁρίζεσθαι τὰ εἴδη δυνατὸν ἢ οὐ δυνατὸν, οἷον τὸ αὐτόκαλον ἢ τὸ αὐτοδίκαιον, διὰ μὲν τοὺς ἐν Ἐπιστολαῖς ῥηθέντας ὑπʼ αὐτοῦ λόγους ἀνάγκης οὔσης νοήσει μόνῃ εἶναι φάναι ληπτὸν ἕκαστον εἶδος, μητὲ ὄνομα αὐτοῦ παραλαβεῖν δύνασθαι μήτε λόγον ἱκανῶς, διὰ δὲ τὸ τὴν διαλεκτικὴν περὶ τὰ εἴδη τὴν πραγματείαν ἔχειν, καὶ τὰς διαιρέσεις ἐκείνων τινὰς εἶναι ὅρους — ταύτης γὰρ εἶναι τῆς διαλεκτικῆς ἑκατέραν τὴν ἐνέργειαν· εἰ δʼ οὖν διὰ ταῦτα αὐτὸ ζητοῖμεν ἐφʼ ἑαυτοῦ πότερον ὁριστὰ δεῖ τὰ εἴδη λέγειν ἢ οὒ, ῥητέον ὅτι τὸ αὐτόκαλον καὶ τὸ αὐτοδίκαιον καὶ τὸ αὐτοάγαθον οὐ μόνον ἔστιν ἐν τῷ νῷ, ἀλλὰ καὶ ἐν ψυχαῖς καὶ ἐν τοῖς αἰσθητοῖς· καὶ τὰ μὲν οὐκ ἔστιν ὁριστὰ, τὰ δὲ ἔστι· καὶ οὐ χρὴ διὰ τὴν τοῦ αὐτοῦ προσθήκην εὐθὺς ἐπὶ τὰ νοητὰ ὡς ἀληθῶς εἴδη τὰς ζητήσεις ἀναπέμπειν· ὃ δὴ παθόντες τινὲς καὶ τῶν κακῶν ἰδέας ἔθεντο καὶ τῶν τεχνητῶν, διὰ τὴν αὐτοκερκίδα τὴν ἐν Κρατύλῳ καὶ τὸ αὐτοανόσιον ἐν Εὐθύφρονι, πάντων τῶν εἰδῶν κατὰ τὴν πρὸς τὰ καθέκαστα διαφορὰν τῷ αὐτῷ χαρακτηριζομένων. Τούτου δὲ διακριθέντος, εἰ δεῖ συντόμως εἰπεῖν τὸ δοκοῦν, τὰ μὲν νοερὰ εἴδη, κἂν ἐν πολλοῖς ᾖ τοῖς μερικοῖς, οὐκ ἔστιν ὁριστὰ διὰ τὴν ἁπλότητα αὐτῶν, καὶ διότι διὰ νοήσεώς ἐστι ληπτὰ καὶ οὐ συνθέσεως, καὶ διότι πάντα τὰ ὁριστὰ μετέχειν δεῖ καὶ κοινοῦ τινος οἷον ὑποκειμένου καὶ ἄλλου παρʼ ἑαυτά τινος. Ἐν δὲ τοῖς θείοις εἴδεσιν οὐδέν ἐστι τοιοῦτον· οὐδὲ γὰρ τὸ ὂν εἰς ἄλλο τι χωρεῖ, καθά φησιν ὁ Τίμαιος· ἀλλὰ, κἂν πρόοδον ποιῆταί τινα ἀφʼ ἑαυτῶν, τρόπον τινὰ αὐτά ἐστιν ἐκεῖνα κατὰ δευτέραν γενόμενα τάξιν. Τὰ δὲ ψυχικὰ καὶ αἰσθητὰ ὁριστά ἐστι, καὶ ἁπλῶς ὅσα κατὰ παραδειγματικὴν αἰτίαν γέγονε, καὶ ὅσα τῶν εἰδῶν λέγεται μετέχειν· ἃ δὲ μήτε ὡς παραδείγματα προῆλθε τὰ πρώτιστα εἴδη, μήτε μετέχει ἐκείνων, ταῦτα οὐκ ἔστιν ὁριστὰ, ἀλλὰ νοητὰ μόνον· καὶ γὰρ τὴν διαλεκτικὴν ἐκεῖνα μὲν τὰ πρῶτα θεωρεῖν, ἁπλαῖς ἐπιβολαῖς καὶ αὐτὴν χρωμένην, ὁριζομένην δὲ ἢ διαιροῦσαν εἰς τὰς εἰκόνας αὐτῶν ὁρᾷν. Πῶς γὰρ ἂν εἶεν διαιρέσεις τῶν ἀμερίστων, ἢ ὁρισμοὶ κυρίως τῶν ἀσυνθέτων; Εἰ οὖν τὸ καθαρώτατόν ἐστι νοῦ καὶ φρονήσεως ἡ τοιαύτη ἐπιστήμη, δῆλον δὴ ὅτι καὶ νοήσεσι χρῆται καθαραῖς ταῖς περὶ τὰ νοητὰ, καὶ μεθόδοις πολυειδέσιν, αἷς καταδεῖται τὰ ἐν δευτέραις ὄντα τάξεσιν ἀπʼ ἐκείνων θεάματα· καὶ οὕτως οἱ τοῦ Πλάτωνος ἀληθεύουσι λόγοι περί τε τῶν πρωτίστων εἰδῶν καὶ περὶ τῶν τῆς διαλεκτικῆς μεθόδων. Ταῦτα μὲν οὖν εἰρήσθω μοι περὶ τῶν ζητηθέντων· εἰ δὲ καὶ ἄλλα ἄττα ὁριζόμεθα ὧν μὴ ἔστιν εἴδη, θαυμαστὸν οὐδὲν, οἷον τῶν τεχνητῶν ἕκαστον καὶ τῶν μορίων καὶ τῶν κακῶν· τῷ γὰρ εἶναι τοὺς λόγους ἐν ἡμῖν τῶν τε ὅλων καὶ τῶν κατὰ φύσιν ὄντων καὶ τῶν ἀγαθῶν, καὶ ταῦτα γιγνώσκομεν, ὅσα ἢ συμπληρωτικὰ τῶν ὅλων ἐστὶν, ἢ ὅσα μιμεῖται τὴν φύσιν, ἢ ὅσα παρυφίσταται τοῖς ἀγαθοῖς· ὡς γὰρ ἔστιν ἕκαστα τούτων, οὕτω καὶ γνωστὰ ἡμῖν ἐστι καὶ ὁριστὰ, καὶ διαλεγόμεθα περὶ αὐτῶν ἀπὸ τῶν ἐν ἡμῖν ὡρισμένως ἑστώτων λόγων· ὥστε τοῦτο μὲν οὐ δεῖ θαυμάζειν. Ἐκεῖνο δὲ μᾶλλον χρὴ συνορᾷν, καὶ διὰ τοῦτο καὶ ὁ Σωκράτης ἐπὶ τὸ τί ἐστιν ἕκαστον ἀνάγει κατὰ τὰς συνουσίας, τοὺς ἐν ψυχῇ λόγους θεωρεῖν ἐφιέμενος, αὐτὸ τὸ καλὸν ἐπιζητῶν, καθὸ πάντα καλὰ φαινόμενά ἐστι, τὸν ἐν ψυχῇ προϋπάρχοντα τῶν καλῶν λόγον καὶ αὐτὴν ἐπιστήμην τὴν οὐσιωδῶς οὖσαν ἐν ταῖς ψυχαῖς, οὐ τὴν νοερὰν, οὔτε τὴν νοητήν· οὐδὲ γὰρ δυνατὸν τοῖς προσδιαλεγομένοις αὐτῷ πρὸς ἐκείνην ἀναφέρεσθαι τὴν οὐσίαν, ἀλλʼ ὅπου καὶ ζητεῖ τὸ νοητὸν κάλλος, ἐνθουσιαστικῶς μᾶλλον διαγίγνεται, καὶ οὐ μαιευτικῶς, οὐδὲ πειραστικῶς. Ὅθεν καὶ ὁ Ἱππίας περὶ τοῦ καλοῦ καὶ ὁ Φαῖδρος, οὐ θαυμαστὸν εἰ ὁ μὲν ζητεῖ τὸ αὐτόκαλον τὸ ἐν ψυχαῖς, οὐδὲ τὸ νοερὸν κάλλος, ἀφʼ οὗ πάντα καλὰ τὰ καλά· καὶ γάρ ἐστιν ὁ μὲν πειραστικός· πρέπουσι δὲ αἱ λογικαὶ μέθοδοι τοῖς περὶ τὰ ψυχικὰ στρεφομένοις εἴδη, πεῖραι καὶ ἔλεγχοι καὶ ὁρισμοὶ καὶ ἀποδείξεις καὶ διαιρέσεις, συνθέσεις τε καὶ ἀναλύσεις. Ταῦτα καὶ περὶ τούτων· ὅπως δὲ ὁ Σωκράτης ἐκ νεότητος τελειωτικὸς μὲν ἦν τῶν ἀτελεστέρων, καθήκων δὲ περὶ τοὺς ὑψηλότερον τὰ ὄντα θεωμένους, δείκνυσι καὶ διὰ τούτων ὁ Πλάτων· ὁ γὰρ τὸν Ἀριστοτέλη τὸν νέον μαιευόμενος καὶ ἐξετάζων τοὺς ἐν αὐτῷ λόγους, νῦν τῷ Παρμενίδῃ πρόσεισι καὶ τῆς παρʼ αὐτοῦ τυχεῖν ὑφηγήσεως ἀξιοῖ, καὶ ὁ περὶ τῶν ὁρισμῶν ἐκείνων ἀναδιδάξας αὐτὸς τελεωτέρους ὑποδέχεται παρʼ ἄλλου κανόνας.

Καλὴ μὲν οὖν καὶ θεία, εὖ ἴσθι, ἡ ὁρμὴ ἣν ὁρμᾷς ἐπὶ τοὺς λόγους· ἕλκυσον δὲ σαυτὸν καὶ γύμνασαι μᾶλλον διὰ τῆς δοκούσης ἀχρήστου εἶναι καὶ καλουμένης ὑπὸ τῶν πολλῶν ἀδολεσχίας, ἕως ἔτι νέος εἶ· εἰ δὲ μὴ, σὲ διαφεύξεται ἡ ἀλήθεια.

Οἱ μὲν οὔτε ὁρμῶσιν οὔτε ἐπτόηνται περὶ τὴν τῶν ὄντων θεωρίαν, οἱ δὲ ἤδη τελειότητος ἀντελάβοντο κατὰ τὴν γνῶσιν· οἱ δὲ ὥρμηνται μὲν, δέονται δὲ τελειώσεως καὶ πείρας λογικῆς καὶ γυμνασίας εἰς τὴν τεῦξιν τοῦ τέλους. Ἐν δὴ τούτοις ἐστὶ τοῖς μέσοις καὶ ὁ Σωκράτης· ὅθεν ἀποδέχεται μὲν αὐτοῦ τὴν ὁρμὴν ὁ Παρμενίδης, καὶ καλεῖ θείαν μὲν αὐτὴν ὡς φιλόσοφον· τὸ γὰρ τῶν ὁρωμένων ὑπερορᾷν καὶ τὴν ἀσώματον οὐσίαν φαντάζεσθαι, φιλόσοφόν ἐστι καὶ θεῖον· καὶ γὰρ τὸ θεῖον πᾶν τοιοῦτον φαινόμενον, καὶ ἐν νοήσεσιν ἀΰλοις ὑφεστός· καλὴν δὲ, ὡς εἰς τὸ ὄντως ἄγουσαν καλὸν, ὃ δὴ ἔστιν οὐκ ἐν τοῖς πρακτικοῖς, ὡς ὕστερον οἱ ἀπὸ τῆς Στοᾶς ἐνόμισαν, ἀλλʼ ἐν ταῖς νοεραῖς ἐνεργείαις, καὶ ὡς τῷ ἀληθινῷ ἔρωτι πρέπουσαν· τὸ γὰρ ἐρωτικὸν εἶδος τῆς ζωῆς τοῦ κάλλους μάλιστα ἀντέχεται καὶ τῆς ἐν τοῖς θεοῖς αὐτοῖς καλλονῆς. Ἀποδέχεται οὖν τὴν ὁρμὴν ὡς θείαν διὰ ταῦτα, καὶ ὡς καλὴν εἰκότως, ὡς ἐπὶ νοῦν ἀνάγουσαν καὶ ἐπὶ τὸ ἓν — ὡς μὲν γὰρ θεία τοῦ ἑνὸς ἀντέχεται, ὡς δὲ καλὴ τοῦ νοῦ, παρʼ ᾧ τὸ πρώτως καλὸν —, καὶ ὡς ἐκκαθαίρουσαν τὸ ὄμμα τῆς ψυχῆς, καὶ τὸ θειότατον αὐτῆς ἐπεγείρουσαν. Προτείνει δὲ τὴν ὁδὸν τὴν διὰ τῆς διαλεκτικῆς ὡς ἄπταιστον καὶ ἀνυσιμωτάτην, συμφυῆ μὲν οὖσαν τοῖς πράγμασι, δυνάμεσι δὲ χρωμένην πολλαῖς εἰς τὴν τῆς ἀληθείας κατάληψιν, μιμουμένην δὲ τὸν νοῦν καὶ τὰς ἀρχὰς ἀπὸ νοῦ δεχομένην, ἀνατείνουσαν δὲ καλῶς διʼ εὐτάκτων ἐπαναβασμῶν ἐπὶ τὸ ὂν καὶ παύουσαν τῆς περὶ τὰ αἰσθητὰ πλάνης, μεθόδοις τε ἀνελέγκτοις ἕκαστα πιέζουσαν ἕως ἐπʼ αὐτὴν ἀφίκηται τὴν τοῦ ἑνὸς καὶ τἀγαθοῦ περιωπήν. Καὶ ταῦτα μὲν εἰρήσθω περὶ αὐτῶν ἡμῖν τῶν πραγμάτων· ἐπειδὴ δέ τινες, τοῦ τῆς γυμνασίας ὀνόματος δραξάμενοι, τὴν παρὰ τοῖς Περιπατητικοῖς ἐπιχειρηματικὴν οἴονται μέθοδον ταύτην εἶναι τὴν γυμνασίαν — καὶ γὰρ ἐκείνης τὸ χρήσιμον λέγων ὁ Ἀριστοτέλης πρὸς τὴν γυμνασίαν αὐτὴν εἶναί φησι συντελοῦσαν —, εἴρηται μὲν ἡμῖν ἐκ προοιμίων πολλὰ πρὸς τούτους· νυνὶ δὲ συντόμως τι πάλιν εἰπεῖν ἐθέλοντας πρὸ πάντων ἄξιον ἐκεῖνο διορίσασθαι τί τὸ γυμναστικὸν τῆς διαλεκτικῆς ταύτης· καὶ γὰρ ὁ ἐν Πολιτείᾳ Σωκράτης γυμνάζειν φησὶ διʼ αὐτῆς τοὺς παιδευομένους. Τρία τοίνυν ἔργα τῆς διαλεκτικῆς· τὸ μὲν καθαρτικὸν διὰ τῶν ἐλέγχων, ὡς αὐτὸς ἐν Σοφιστῇ φησιν· ᾧ καὶ ὁ Σωκράτης χρῆται πολλῷ πρὸς τὸ σοφιστικὸν φῦλον, τὴν διπλῆν ἄγνοιαν σωφρονίζων· τὸ δὲ ἀπʼ ἐναντίας τούτῳ τῶν ὄντων ἀναμνηστικὸν, ᾧ τοὺς εὖ πεφυκότας ἀνῆγεν ἐπὶ θεωρίαν, αὐτὸ μόνον ἐμφαίνων τὸ ἀληθές· τὸ δὲ ἐπʼ ἄμφω διατεῖνον, καὶ τὰ μὲν ἐλέγχον, τὰ δὲ προκαλούμενον εἰς τὴν ἀλήθειαν· ὥστε ἐν πολλοῖς τε ἄλλοις ὁ Σωκράτης διαλόγοις καὶ ἐν τῷ Λύσιδι δῆλός ἐστι γυμνάζων τοὺς λόγους. Ταύτην τοίνυν τῆς διαλεκτικῆς τὴν πᾶσαν διὰ τῶν ἀντικειμένων λόγων βάσανον ἐν τούτοις μοι δοκεῖ γυμνασίαν καὶ πλάνην ἀποκαλεῖν, καὶ οὐκέτι διὰ ταῦτα διοικίζειν τὴν νυνὶ παραδοθησομένην μέθοδον τῆς ὑπʼ αὐτοῦ θαυμαζομένης διαλεκτικῆς. Καὶ τοῦτο μὲν τοιοῦτον· δοκεῖ δέ μοι καὶ τῆς λέξεως τὸ μὲν εὖ ἴσθι προσκείμενον βεβαιοῦν αὐτῷ τὸν ἔπαινον ὃν ἐπῄνεσε· τὸ δὲ ἕλκυσον, δεῖξιν ἔχειν τῆς συμπαθείας αὐτοῦ καὶ τῆς πτοίας τῆς περὶ τὸ ὄν· ὡς γὰρ ἐπί τινων δυσαποσπάστων καὶ δυσμεταθέτων, οὕτως εἶπε τὸ ἕλκυσον, ἕλξιν προσειπὼν τὴν ἐν τῷ παρόντι περὶ τὰ διαλεκτικὰ θεωρήματα μελέτην καὶ ἐπὶ ταῦτα μετάστασιν ἀπὸ τῆς τῶν ὄντως ὄντων θεωρίας· τὸ δὲ, γύμνασαι μᾶλλον διὰ τῆς ἀχρήστου δοκούσης εἶναι καὶ καλουμένης ὑπὸ τῶν πολλῶν ἀδολεσχίας, ἐνδείκνυται τίνα οἴεται εἶναι τὴν διαλεκτικὴν τὴν κατʼ αὐτόν· ὅτι δοκοῦσαν μὲν ἄχρηστον εἶναι, οὖσαν δὲ δύναμιν ἀναγωγὸν ἐπὶ τὴν ἀλήθειαν τῶν ψυχῶν, καὶ ὅτι παρὰ μὲν τοῖς πολλοῖς ἀδολεσχίαν προσαγορευομένην, κυριώτατα δὲ οὖσαν ἀληθινὴν σωτηρίαν τῶν ψυχῶν, ἐξ ὧν φανερὸν ὅτι ταὐτόν ἐστι τῇ θεωρητικῇ τῶν ὄντων καὶ κριτικῇ τῆς ἀληθείας δυνάμει· καὶ οὐκ ἐν ἐπιχειρήμασι ψιλοῖς καὶ λογικαῖς μεθόδοις ἔχουσαν τὴν ὑπόστασιν· τὴν μὲν γὰρ τοιαύτην μέθοδον καὶ θαυμάζει τὸ πλῆθος, τὴν δὲ νῦν παραδεδομένην, ὡς ἀσυνήθη καὶ μηδὲν αὐτῷ σαφὲς λέγουσαν, ἐκτρέπεται καὶ ἀηδῆ προσονομάζει. Τὸ δὲ, ἕως νέος εἶ, πάνυ προσέθηκε καλῶς· νέων γὰρ οἱ μεγάλοι πόνοι, καὶ ὅτι μεταρρυθμίζειν τὴν ζωὴν ἐπὶ τῶν νέων ῥᾷον, καὶ ὅτι κατὰ τάξιν ὁδὸς οἰκειοτέρα τούτοις, ὡς ἀποχρῶντος τοῦ χρόνου πρὸς τὴν διὰ τῶν μέσων πορείαν. Τὸ δὲ, εἰ δὲ μὴ, σὲ διαφεύξεται ἡ ἀλήθεια, τὸν κίνδυνον ἐδήλωσε τὸν ἀπειλούμενον ἡμῖν ἐκ τῆς προπετοῦς ὁρμῆς καὶ ἀτάκτου πρὸς τὰ ἄβατα τοῖς ἀγυμνάστοις ὁπόσος ἐστὶν, ὅτι τῆς ὅλης ἀληθείας ἀπόπτωσις. Καὶ γὰρ ἐπὶ θεωρίας καὶ ἐπὶ τελεστικῆς καὶ τοῦτό ἐστι τὸ ποιοῦν ἀσφαλῆ καὶ ἄπταιστον ἡμῖν τὴν ἄνοδον, ἡ ἐν τάξει πρόοδος· ὡς γοῦν φησι καὶ τὸ Λόγιον· Οὐδενὸς εἵνεκεν ἄλλου ἀποστρέφεται θεὸς ἄνδρα, Καὶ ζώσῃ δυνάμει κενεὰς ἐπιπέμπει ἀταρποὺς, ὡς ὅταν ἀτάκτως καὶ πλημμελῶς ἐπὶ τὰ θειότατα τῶν θεωρημάτων ἢ τῶν ἔργων, καὶ τὸ λεγόμενον, ἀμυήτοις στόμασιν ἢ ἀνίπτοις ποσὶ ποιησώμεθα τὴν ἄνοδον· τῶν γὰρ οὕτω μετιόντων ἀτελεῖς μὲν εἰσὶ διαβάσεις, κεναὶ δὲ ὁρμαὶ, τυφλαὶ δὲ αἱ ἀτραποί· διὸ καὶ τῷ Πλάτωνι καὶ τοῖς Λογίοις πειθόμενον διὰ τῶν ἡμῖν προσεχεστέρων ἀεὶ ποιητέον ἐπὶ τὰ κρείττω καὶ ἀπὸ τῶν χαμαιζηλοτέρων διὰ τῶν μέσων ἐπὶ τὰ ὑψηλότερα τὰς ἀνόδους. Ἀπὸ δὴ τούτων τινὲς τῶν ἐξηγητῶν ὁρμηθέντες ἀξιοῦσι τὴν γυμνασίαν ταύτην μὴ εἶναι τὴν διαλεκτικὴν, διὰ δύο ταύτας αἰτίας· μίαν μὲν, ὡς ἀδολεσχίας ταύτης εἶναι κατεψηφισμένης· ἑτέραν δὲ, ὡς νέοις προσήκειν λεγομένης τῆς διαλεκτικῆς, παρʼ αὐτῷ τὸ καθαρώτατον εἶναι νοῦ καὶ φρονήσεως ἐν τῷ Φιλήβῳ σαφῶς ὑμνουμένης, καὶ τῷ καθαρῶς καὶ γνησίως φιλοσοφοῦντι προσήκειν ἐν Σοφιστῇ κεκριμένης, καὶ νέοις οὐ παραδοτέας, ὡς αὐτὸς ἐν Πολιτείᾳ λέγει, μή πη λάθωσιν εἰς παρανομίαν ἐλάσαντες τῶν κατὰ φύσιν ἐν ἡμῖν οὐσῶν ἐννοιῶν περὶ τῶν καλῶν καὶ δικαίων ἐκ τῆς τοιαύτης δυνάμεως· οὐ γὰρ ῥᾴδιον δυνάμεως κρατεῖν οὐ τῆς ἐκτὸς τὸν μὴ κεκτημένον νοῦν τῆς δυνάμεως. Ὑπὸ δὴ τίνων τῷ Πλάτωνι προκειμένων, τὸ μὲν τῆς ἀδολεσχίας ὄνομα τοῦ Παρμενίδου σαφῶς οὐκ ἀπὸ τῆς ἑαυτοῦ κρίσεως εἰπόντος, ἀλλὰ ἀπὸ τῆς τῶν πολλῶν φήμης, φήσομεν τὴν γυμνασίαν ταύτην διορίζειν τῆς διαλεκτικῆς; οὕτω γὰρ οἱ πολλοὶ τοὺς διαλεκτικοὺς ἐκάλουν πάντας, ὥσπερ καὶ αὐτὸν τὸν Σωκράτη τῶν κωμικῶν τινες πτωχὸν ἀδολέσχην ἀποσκώπτοντες προσηγόρευον, καθάπερ εἰπὼν οἶδα καὶ πρὸ τῶν ἐξηγήσεων· καὶ αὐτὸς μὴν ἑαυτὸν οὑτωσὶ καλεῖν ἀξιοῖ διὰ τὴν παντοίαν τῶν ζητουμένων ἣν εἴωθε ποιεῖσθαι βάσανον, καὶ δυσαπαλλακτέαν τῶν λόγων πρὸ τῆς εὑρέσεως τἀληθοῦς, ὡς καὶ τοῦτο προεῖπον· δεινὸν γὰρ πρᾶγμα, φησὶν αὐτὸς ἐν Θεαιτήτῳ, ἀδολέσχης ἀνὴρ, ἑαυτὸν λέγων ἄνω καὶ κάτω στρέφοντα τοὺς λόγους περὶ ὧν ἐκεῖ τὴν ζήτησιν ἐποιεῖτο· καὶ ἐν Φαίδωνι δὲ περὶ τοῦ τῶν κωμικῶν σκώμματός φησι τό γε μὴ ἀνέξεσθαι τῶν ἀδολέσχην αὐτὸν ἀποκαλούντων· περὶ προσηκόντων γὰρ ποιεῖσθαι τοὺς λόγους, μέλλων εἰς ᾅδου ἰέναι, καὶ ζητῶν εἰ ὑπομένουσιν αἱ ψυχαὶ ἐν ᾅδου μετὰ τὸν τοῦ σώματος χωρισμόν. Τοῦτο μὲν οὖν τοὔνομα παρὰ τῶν πολλῶν εἰς τοὺς διαλεκτικοὺς φέρει, ὃ οὐκ ἔδει προσάγειν εἰς μέσον ὡς κατηγοροῦν τῆς προκειμένης γυμνασίας. Τὸ δὲ ἐν Πολιτείᾳ μὴ παραδιδόναι νέοις τὴν διαλεκτικὴν ἀληθὲς μὲν, ἔχει δὲ αἰτίαν εὐλόγιστον, διότι τοὺς ἐκεῖ παιδευομένους νέους ἀνώμαλον ἔχειν ἀνάγκη τὴν φύσιν, καὶ οὐ πάντως ἀρίστην· καὶ διὰ τοῦτο δέος εἶναι, μὴ καί τινες αὐτῶν εἰς τὴν εἰρημένην παρανομίαν ἐλάσωσι. Τῷ δὲ Σωκράτει θείαν ὁρμὴν ἔχοντι καὶ εὐφυΐαν ἀκροτάτην ἐνταῦθα παρακελεύεται μετιέναι τοὺς διαλεκτικοὺς λόγους Παρμενίδης, οὐδὲν εὐλαβούμενος μὴ πάθῃ τι τοιοῦτον οἷον οἱ πολλοὶ πάθοιεν ἂν τῶν ἐν πολιτείᾳ κοινῇ παιδευομένων νέων· οὐ γὰρ ταὐτὸν μίαν τε φύσιν τὴν ἀρίστην ἄγειν καὶ πολλὰς καὶ ἀνομοίους ἀλλήλαις, ἐν αἷς τὰς μὴ ἀρίστας ἀνάγκη πολλάκις παραφέρεσθαι πρὸς τὸ χεῖρον. Ἀμφότεροι οὖν ὀρθῶς, καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης ἀγέλης νέων παιδείαν ἐκτιθέμενος, καὶ ὁ ἐνταῦθα Παρμενίδης τὸν ἄριστον τῶν νέων παραλαβὼν καὶ ἀξιῶν ὁδεύειν διὰ ταύτης τῆς ἀγωγῆς, ἣν τῷ πλήθει τῶν νέων ἐφαρμόζειν οὐκ ἦν δυνατόν.

Τίς οὖν ὁ τρόπος, φάναι, ὦ Παρμενίδη, τῆς γυμνασίας; — Οὗτος, εἰπεῖν, ὅνπερ ἤκουσας Ζήνωνος.

Ἐκ τῶν προειρημένων ἁπάντων περὶ μὲν τὴν τῶν πραγμάτων διάσκεψιν ταῦτα ληπτέον, ὅτι εἰσὶν ἰδέαι, καὶ τίνων εἰσὶ, πῶς μετέχονται, ὁποῖαί εἰσιν· εἴρηται γὰρ ὅτι οὐ σωματικαὶ, οὐ φυσικαὶ, οὐ ψυχικαὶ, ἀλλὰ νοεραὶ καὶ παραδειγματικαὶ καὶ ἄσχετοι, καὶ πᾶσι παροῦσαι τοῖς δευτέροις ἀμιγῶς· καὶ ἔτι πόσαι τάξεις αὐτῶν· καὶ γὰρ τοῦτο διειλόμεθα, καὶ ποῦ περατοῦνται, καὶ ποῦ πρῶτον ἐκφαίνονται, καὶ πῶς διὰ τῶν μέσων εὐτάκτως ποιοῦνται τὴν πρόοδον. Περὶ δὲ τὴν τῶν προσώπων διάθεσιν, ὅτι πάντων μὲν ἔστι τελεσιουργὸς ὁ Παρμενίδης, καὶ παρακελεύεται τῷ Σωκράτει τὸν Ζήνωνα ζηλοῦν· τρίτος δὲ ὁ Σωκράτης ὁ διʼ ἀμφοῖν ἀναγόμενος. Περὶ δὲ τὸν τρόπον τῆς διδασκαλίας, ὅτι διὰ τῶν εἰδῶν ὁδεύσας ὁ Πλάτων κατὰ πάντας τοὺς θείους διακόσμους, καὶ ἀναδραμὼν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ, ἄνωθεν πάλιν ἀπὸ τοῦ ἑνὸς ἀρξάμενος ἐπιδείξει πῶς ἁπάντων ἐστὶν αἴτιον τῶν ὄντων, καὶ πῶς ὑποστατικὸν τῶν ἑνάδων τῶν πρωτίστων, ἀφʼ ὧν συνέχονται πᾶσαι τῶν ὄντων ἀρχαί· καὶ ὅτι προτέλεια τῆς τοιαύτης ἐστὶ θεωρίας ἡ περὶ τὰ εἴδη γυμνασία· πρὶν δὲ ἄρξεται τῆς ἐποπτικωτάτης μυσταγορίας, βούλεται παραδοῦναι τὴν μέθοδον καθʼ ἣν ποιήσεται τοὺς λόγους, καὶ τὴν δύναμιν ἀφʼ ἧς ὁρμώμενος πάσας διαπλέξει τὰς ὑποθέσεις καὶ τοὺς τρόπους τῶν ἐπιχειρήσεων, οἷς χρώμενος ὁδεύει διὰ τῶν πραγμάτων, φῶς τοῦτο προσανάπτων ταῖς ψυχαῖς τῆς ὅλης μυστικῆς. Παρακαλεῖ μὲν οὖν πρὸς τὴν μέθοδον ταύτην ὁ Παρμενίδης τὸν Σωκράτη καὶ τὴν κατʼ αὐτὴν γυμνασίαν· τοῦ δὲ ἐρομένου τίς ὁ τῆς γυμνασίας τρόπος, ἀποβλέπειν αὐτῷ παρακελεύεται πρὸς τοὺς Ζήνωνος λόγους, δηλῶν διὰ τούτων, ἅμα μὲν ὅτι ἐξαίρετος ἦν οὗτος ὁ τρόπος τῆς γυμνασίας παρὰ τῷ Ἐλεατικῷ διδασκαλείῳ· οὐ γὰρ ἔσχεν ἄλλον εἰπεῖν τῇ μεθόδῳ ταύτῃ χρησάμενον ἢ Ζήνωνα τὸν ἑαυτοῦ μαθητήν· ἅμα δὲ ὅτι τοῖς ἐσχάτοις ἀρχὴ σωτηρίας ἐστὶν ἡ πρὸς τὰ μέσα σύνταξις· διὰ τούτων γὰρ ἀπολαύουσι καὶ τῶν πρώτων ἀγαθῶν. Καὶ ταῦτα μὲν περὶ τῆς τῶν ἑπομένων προθέσεως ἡμῖν εἰρήσθω πάντων λόγων· εἰ δὲ δὴ πάλιν γυμνασίαν καλοίη ταύτην τὴν διαλεκτικὴν οὐκ οὖσαν ἐπιχειρηματικὴν, οὐ χρὴ θαυμάζειν· πᾶσαν γὰρ ἡ λογικὴ διέξοδος καὶ ἡ ἀνέλιξις αὕτη τῶν θεωρημάτων, ὡς πρὸς τὴν νοερὰν ζωὴν, γυμνάσιόν ἐστιν· ὥσπερ γὰρ τὴν καρτερίαν γυμνασίαν πρὸς ἀνδρείαν, καὶ τὴν ἐγκράτειαν πρὸς σωφροσύνην καλοῦμεν, οὕτω καὶ τὴν λογικὴν πᾶσαν θεωρίαν ὡς πρὸς τὴν νοερὰν γνῶσιν γυμνασίαν προσονομάζειν ἀξιώσομεν· καὶ ὡς ἡ δοξαστικὴ δύναμις πρὸς ἀμφότερα παρεσκευασμένη δοξαστικῶς γυμνάζει πρὸς τὴν ἀπαραλόγιστον τῆς ἀποδείξεως ἀντίληψιν, οὕτως ἡ ἐπιστημονικὴ τῆς διανοίας διέξοδος γυμνάσιόν ἐστι διανοητικὸν πρὸς τὴν ἁπλουστάτην νόησιν τῆς ψυχῆς.

Πλὴν τοῦτό γέ σου καὶ πρὸς τοῦτον ἠγάσθην, εἰπόντος ὅτι οὐκ εἴας ἐν τοῖς ὁρωμένοις οὐδὲ περὶ ταῦτα τὴν πλάνην ἐπισκοπεῖν, ἀλλὰ περὶ ἐκεῖνα ἃ μάλιστά τις ἂν λόγῳ λάβοι καὶ εἴδη ἂν ἡγήσαιτο εἶναι.

Πάλιν καὶ ἐν τούτοις δῆλός ἐστιν ὁ Παρμενίδης τὴν ἄπτοιαν τοῦ Σωκράτους τὴν περὶ τὰ νοητὰ καὶ ἄυλα τῶν εἰδῶν ἀγασθείς. Οὐδὲν γὰρ ἄλλο φησὶν ἀποδέξασθαι τῶν ἐκείνου λόγων ἢ τοῦτο, τὸ μετάγειν ἀπὸ τῶν αἰσθητῶν τὴν δύναμιν τὴν διαλεκτικὴν ἐπὶ τὰ νοητὰ, καὶ τούτου τὴν αἰτίαν προσέθηκε· τὰ γὰρ μάλιστα λόγῳ ληπτὰ νοητά ἐστιν· ἐπεὶ καὶ ὁ Τίμαιος εἴρηκεν ὡς ὁ μὲν περὶ τῶν αἰσθητῶν λόγος οὐκ ἔστι μόνιμος οὐδὲ ἀραρὼς, ἀλλὰ εἰκαστικὸς, ὁ δὲ περὶ τῶν νοητῶν ἀκίνητος καὶ ἀνέλεγκτος· τὰ γὰρ αἰσθητὰ τοῦτο ὃ λέγεται ἀκριβῶς οὐκ ἔστι, τὰ δὲ νοητὰ κυρίως ὄντα καὶ γνωσθῆναι μᾶλλον δυνατά. Εἴποι δʼ ἄν τις καὶ ἕτερον τρόπον εἶναι τὰ νοητὰ εἴδη λόγῳ μάλιστα γνωστὰ, ἀπὸ τῶν γνωστικῶν δυνάμεων ὁρμώμενος· αἴσθησις μὲν γὰρ οὐδʼ ὅλως ἀντιλαμβάνεται τῆς ἐκείνων γνώσεως, φαντασία δὲ εἰκόνας αὐτῶν ὑποδέχεται μορφωτικὰς, δόξα δὲ λογικῶς μὲν αὐτῶν ἀντιλαμβάνεται καὶ ἀμορφώτως, ἔχει δὲ ὅμως καὶ αὐτὴ τὸ ποικίλον καὶ ὅλως τὸ ὅτι μόνον γιγνώσκειν πέφυκε. Μόνος δὲ οὖν ὁ ἐν ἡμῖν λόγος ἱκανῶς τῶν εἰδῶν ἐστὶ θεωρὸς, καὶ διὰ τοῦτο καὶ ὁ Τίμαιος ἔλεγε νοήσει μετὰ λόγου περιληπτὸν τὸ ὄντως ὄν· ὥστε τὰ μάλιστα λόγῳ ληπτὰ ταῦτά ἐστι τὰ εἴδη ἃ κυρίως ἐστὶν εἴδη· εἰκότως· τὰ μὲν γὰρ αἰσθητὰ πάντα μερικά ἐστιν, ἐπειδὴ πᾶν σῶμα μερικόν· οὐδὲν γὰρ τῶν σωμάτων τὰ πάντα εἶναι δυνατὸν, οὐδὲ ἓν ἐν πολλοῖς εἶναι μεριστῶς· τὰ δὲ φυσικὰ νεύει περὶ τὰ σώματα, καὶ μεριστὰ περὶ αὐτοῖς ἐστι· τὰ δὲ ψυχικὰ ποικιλίας μετέχει, καὶ τῆς ἁπλότητος ἀπολιμπάνεται τῶν νοερῶν εἰδῶν· ὥστε τὰ μάλιστα λόγῳ καταληπτὰ ταῦτά ἐστιν ὅσα νοερά τε καὶ νοητὰ λέγομεν, καὶ ὅσα πορρωτέρω τῆς ὕλης ἐστὶ, ταῦτα κυριώτερόν ἐστιν εἴδη, σώζοντα τὴν ἑαυτῶν ἄχραντον καθαρότητα. Δεῖ τοίνυν τῆς πλάνης τῆς διαλεκτικῆς πρὸς τὴν τούτων θεωρίαν τῶν εἰδῶν, προγυμναζούσης ἡμᾶς καὶ προτελούσης εἰς τὴν ἐκείνων ἀντίληψιν· καὶ μὴν καὶ τὴν γιγνομένην πλάνην αὐτὴν ταύτην, οὐ τὴν διʼ ἐνδόξων, ὡς εἴρηται πολλάκις, ἐπιχείρησιν εἶναι φήσομεν, ἀλλὰ τὴν ὅλην τὴν διαλεκτικὴν, ἣν θριγκὸν ἐν Πολιτείᾳ τῶν μαθημάτων ἐκάλεσεν, ἐν λογικαῖς ἡμᾶς ἀνελίξεσι καὶ διεξόδοις γυμνάζουσαν πρὸς τὴν ἀκριβεστέραν νόησιν τῶν ἀΰλων καὶ χωριστῶν πραγμάτων. Καὶ μὴ θαυμάσῃς εἰ τὴν ἐπιστημονικὴν θεωρίαν πλάνην προσηγόρευσεν αὐτός· ὡς γὰρ πρὸς τὴν νόησιν τὴν καθαρὰν πλάνην αὐτὴν προσεῖπε καὶ πρὸς τὴν ἁπλῆν τῶν νοητῶν ἀντίληψιν· πλάνη γὰρ τὸ μὴ μόνον τἀληθῆ σκοπεῖν ὅπως ἀποδεκτέον, ἀλλὰ καὶ τὰ ψευδῆ διὰ τῶν αὐτῶν μεθόδων ἐκπεριτρέχειν ἐλέγχοντα. Καὶ τί θαυμάζομεν εἰ πλάνην τὴν τοιαύτην πορείαν ὠνόμασεν; ὅπου τῶν μετʼ αὐτόν τινες καὶ ἐν νῷ πλάνην τὴν ποικιλίαν τῶν νοήσεων ἐπονομάζειν οὐκ ὤκνησαν, καὶ ταῦτα νόησιν ἀμετάβατον οὖσαν, διὰ τὸ μίαν οὖσαν ὁμοῦ καὶ πεπληθυσμένην εἶναι διὰ τὸ τῶν νοητῶν πλῆθος. Καὶ τί δεῖ περὶ νοῦ λέγειν; ἀλλὰ καὶ θεῶν αὐτῶν πλάνας, οὐ μόνον τῶν κατʼ οὐρανὸν ἀπλανῶς ἰόντων, ἀλλὰ καὶ νοερῶν, λέγειν εἰώθασι τῶν ἐνθεαζόντων οἱ ἄκροι, τὴν πρόοδον αὐτῶν αἰνιττόμενοι καὶ τὴν ἐπὶ πάντα τὰ δεύτερα παρουσίαν καὶ τὴν γόνιμον ἄχρι τῶν ἐσχάτων πρόνοιαν· πᾶν γὰρ τὸ εἰς πλῆθος προϊὸν πλανᾶσθαι λέγουσιν, ἐν δὲ τῷ μονίμῳ καὶ ἑνοειδεῖ μόνως εἶναι τὸ ἀπλανές. Καὶ ἔοικεν ἡ πλάνη τέτταρα δηλοῦν, ἢ πλῆθος ἐνεργειῶν κἂν ὁμοῦ πᾶσαι ὦσιν, ἢ πλῆθος μεταβατικὸν, ἢ πλῆθος ἀπὸ τῶν ἀντικειμένων εἰς τὰ ἀντικείμενα χωροῦν, ἢ πλῆθος ἀτάκτων κινήσεων. Τούτων δὲ τεττάρων ὄντων, ἡ διαλεκτικὴ λέγεται γυμνασία πλάνη κατὰ τὸ τρίτον, ὁδεύουσα διὰ τῶν ἀντικειμένων ὑποθέσεων.

Δοκεῖ γάρ μοι, ἔφη, ταύτῃ γε οὐδὲν χαλεπὸν εἶναι, καὶ ὅμοια καὶ ἀνόμοια καὶ ἄλλο ὁτιοῦν τὰ ὄντα πάσχοντα ἀποφαίνειν. — Καὶ καλῶς γʼ, ἔφη.

Ταῦτα ἐκεῖνα ἃ καὶ πρότερον ὁ Σωκράτης ἔλεγε, καὶ νῦν φησιν ἐν τούτοις· ὅτι μίξιν τῶν εἰδῶν ἐν μὲν τοῖς αἰσθητοῖς ῥᾴδιον ἰδεῖν — περὶ γὰρ ἓν ὑποκείμενον θεωρεῖται τὰ ἐναντία πολλάκις ἄλλως καὶ ἄλλως ὑφεστηκότα —, ἐν δὲ τοῖς νοητοῖς χαλεπόν· καὶ ταῦτά φησιν οὐ πρὸς τὸν Ζήνωνος λόγον ἐνιστάμενος — οὐδὲ γὰρ ἐκεῖνος οὕτως ἔλεγεν —, ἀλλὰ τὴν ἑαυτοῦ λέγων ψῆφον τῆς τῶν εἰδῶν κοινωνίας, ἣν καὶ παρεκάλει διαρθρῶσαι τὸν Ζήνωνα. Ταῦτά τοι καὶ ὁ Παρμενίδης οὐκ ἂν ἐπῄνεσεν αὐτὸν, εἴγε πρὸς ἔλεγχον τοῦ Ζήνωνος εἴρητο τὰ εἰρημένα· εἰ γὰρ ὁ μὲν Ζήνων ὅμοια καὶ ἀνόμοια κατὰ ταὐτὸν ἀπέφηνε τὰ πολλὰ, Σωκράτης δὲ κατʼ ἄλλα, καὶ ἄλλο τὸ ὅμοιον ἐλάμβανε καὶ ἀνόμοιον, καὶ ταύτῃ τὸν ἐκείνου λόγον διέβαλλε, πῶς ἂν ὁ Παρμενίδης ἐπαινέτης ἐγένετο τοῦ Σωκράτους; ἔπαινος γὰρ τὸ καλῶς γε, ἔφη. Κάλλιον γοῦν οὐκ ἔλεγχον ταῦτα Ζήνωνος ὑπολαμβάνειν, ἀλλὰ ἄλλο εἶδος ἀπορίας τοῦ Σωκράτους, ἀξιοῦντος ἰδεῖν πῶς τὰ ἐν τοῖς νοητοῖς εἴδη συγκέκραται καὶ τίς ὁ τρόπος τῆς κοινωνίας αὐτῶν· ὅμοιον γὰρ καὶ ἀνόμοιόν ἐστιν ἐν τοῖς αἰσθητοῖς ἅμα, βουλόμεθα δὲ θεωρῆσαι αὐτῶν καὶ τὴν ἐν τῷ νοητῷ συμπλοκήν. Ταῦτα καὶ ὁ Σωκράτης, καταφρονῶν μὲν τῆς τῶν ὁρωμένων μίξεως, ἀνατρέχων δὲ ἐπὶ τὴν τῶν νοητῶν κοινωνίαν, φθέγγεται, καὶ ὁ Παρμενίδης ὡς ψυχῆς ὄντα δόγματα γενναίας καὶ μεγαλόφρονος ἀποδέχεται.

Χρὴ δὲ καὶ τόδε ἔτι πρὸς τούτῳ ποιεῖν, μὴ μόνον εἰ ἔστιν ἕκαστον ὑποθέμενον σκοπεῖν τὰ συμβαίνοντα ἐκ τῆς ὑποθέσεως, ἀλλὰ καὶ εἰ μὴ ἔστι τὸ αὐτὸ τοῦτο ὑποτίθεσθαι, εἰ βούλει μᾶλλον γυμνασθῆναι.

Εὖ μοι δοκεῖ παρὰ τῶν πρεσβυτέρων λέγεσθαι, τὸ τὸν Πλάτωνα τὰ συγγράμματα τελειοῦν ἀμφοτέρων, τοῦ τε Ζήνωνος καὶ τοῦ Παρμενίδου· τοῦ μὲν τὴν γυμνασίαν εἰς ἄμφω τὰ ἀντικείμενα προσάγοντα, τοῦ δὲ τὴν θεωρίαν ἐπʼ αὐτὸ τὸ ὄντως ἓν ἀνάγοντα, καὶ ταῦτα ἄμφω διὰ τοῦ Παρμενίδου ποιοῦντα· τό τε γὰρ τελειοῦσθαι παρὰ τοῦ ἐραστοῦ καὶ καθηγεμόνος ἀνεπαχθὲς τῷ Ζήνωνι, καὶ τὸ αὐτὸν ἑαυτὸν εἰς τὴν ἀληθεστέραν τῶν ὄντων ἑνάδα μεθιστάνειν πρεπωδέστατον τῷ διʼ ἡλικίαν νεωτέραν δυναμένῳ τὰ πράγματα καθορᾷν, καὶ τὸ ὡς ἀληθῶς αἴτιον τῶν πάντων ἀνακλίναντι τὴν τῆς ψυχῆς αὐγὴν, ὡς αὐτὸς ἐν Πολιτείᾳ φησὶ, θεωρεῖν. Τὴν μὲν οὖν τοῦ Παρμενιδείου συγγράμματος τελείωσιν ἐν τοῖς ἑπομένοις ἀνευρήσομεν· τὴν δὲ τοῦ Ζηνωνείου διὰ τούτων ἤδη κατίδωμεν. Ὁ μὲν δὴ τοῦ Ζήνωνος λόγος ὑποθέμενος εἴδη τὰ πολλὰ κεχωρισμένα τοῦ ἑνὸς συνῆγε τὰ ἄτοπα, σκοπῶν τί ἕπεται, καὶ τί οὐχ ἕπεται, καὶ τί ἕπεταί τε καὶ οὐχ ἕπεται· καὶ γὰρ ὅτι ὅμοια ἔσται συνῆγε καὶ ὅτι οὐχ ὅμοια, καὶ ἐπὶ ἑνὸς καὶ πλήθους, καὶ κινήσεως καὶ στάσεως ὁμοίως. Ὁ δέ γε Παρμενίδης ἀξιοῖ μὴ μόνον ὑποτίθεσθαι τὸ εἰ ἔστιν ἐν ταῖς διαλεκτικαῖς ζητήσεσιν, ἀλλὰ καὶ τὸ εἰ μὴ ἔστι, καὶ θεωρεῖν τί τὸ συμβαῖνον καὶ ἐκ ταύτης τῆς ὑποθέσεως· οἷον, μὴ μόνον εἰ ἔστιν ὁμοιότης, ἀλλὰ καὶ εἰ μὴ ἔστιν ὁμοιότης, τί τὸ συμβαῖνον ἦν ὡς ἑπόμενον, ἢ ὡς οὐχ ἑπόμενον, ἢ ὡς ἑπόμενόν τε καὶ οὐχ ἑπόμενον· τί δὴ τοῦτο προστιθεὶς καὶ διὰ ποίαν αἰτίαν; ὅτι, φήσω, ἐὰν μὲν μόνον ὑποθώμεθα τὸ εἰ ἔστι καὶ εὕρωμεν τί τὸ συμβαῖνον, οὐ πάντως εὕρομεν οὗ καθʼ αὑτό ἐστιν αἴτιον τὸ ὑποτεθέν· ἐὰν δὲ προσαποδείξωμεν, ὡς εἰ μὴ ἔστιν, οὐκ ἔτι τὸ αὐτὸ τοῦτο συμβήσεται ὃ ἦν ἐκ τοῦ εἰ ἔστι τεθέντος συμβαῖνον, γίγνεται δῆλον ἡμῖν ὅτι ἄρα διὰ τὸ εἶναι ἐκεῖνο καὶ τοῦτο ἔστι· συνέβαινε γὰρ ἂν, ἐκείνου μὴ εἶναι τεθέντος, ἐκεῖνο τῇ ἑαυτοῦ φύσει τούτου μὴ ἦν αἴτιον· καὶ διὰ τὸ ἐκεῖνο εἶναι καὶ τοῦτο συνέβαινεν. Εἰ γὰρ ὑποθέμενος εἶναι ψυχὴν δείξαιμι συμβαῖνον τὸ εἶναι κίνησιν, ἔπειτα εἴπω, ἀλλὰ δὴ μὴ ἔστω ψυχὴ, δείξαιμι κίνησιν μηκέτι συμβαίνουσαν, τῷ εἶναι τὴν ψυχὴν ἔσται κίνησις· ἔσται οὖν ἀρχὴ καὶ αἰτία κινήσεως· εἰ δὲ μὴ οὔσης ψυχῆς συμβαίνει κίνησις, δῆλον ὡς οὐκ ἀπὸ ψυχῆς ἡ κίνησις. Οὕτω καὶ αὐτὸς ἐν Φαίδρῳ, τὴν αὐτοκινησίαν ἀρχὴν εἶναι τοῖς ἄλλοις κινήσεως ἀποδεικνὺς, ἔλαβε μὴ ὂν τὸ αὐτοκίνητον, καὶ ἔφατο πάντα μὲν οὐρανὸν, πᾶσαν δὲ γένεσιν συμπεσόντα στήσασθαι. Καὶ ἐν Νόμοις, πάντων ἑστώτων, κινήσας τὸ αὐτοκίνητον, ἐπεισήγαγε τοῖς ἑστῶσι κίνησιν· οὐκοῦν εἰ μὲν εἴη τὸ αὐτοκίνητον, ἔσται κίνησις· εἰ δὲ μὴ εἴη, οὐκ ἔστιν· μόνον ἄρα τὸ αὐτοκίνητον αἴτιον κινήσεως. Οὐ μόνον ἄρα ἐξαρκεῖ τὸ εἰ ἔστι σκοπεῖν, ἀλλὰ δεῖ καὶ τὸ εἰ μὴ ἔστιν ἐξετάζειν, εἰ μέλλοι τις ὄψεσθαι καὶ γνώσεσθαι τίνος αἴτιόν ἐστι τὸ προκείμενον, ἢ τί καθʼ αὑτὸ αὐτῷ ὑπάρχει καὶ ᾗ αὐτό· καὶ γὰρ ἐπὶ τούτων εἰ ἔστημεν ἐν μόνῳ τῷ εἰ ἔστιν, οὔπω δῆλον ἦν εἰ μόνον καθʼ αὑτὸ τὸ αὐτοκίνητον ἦν τοῖς ἄλλοις αἴτιον κινήσεως τί γὰρ ἐκώλυε καὶ ἄλλο τι τὴν αὐτὴν ἔχειν δύναμιν; δειχθέντος δὲ καὶ τοῦ εἰ μὴ ἔστι τὸ αὐτοκίνητον μηδὲν κινεῖσθαι τῶν ἄλλων, οὐκ ἔστιν ἀληθὲς εἶναί τι καὶ ἄλλο κινήσεως αἴτιον· ἐκίνει γὰρ ἂν ἐκεῖνο καὶ μὴ ὄντος τοῦ αὐτοκινήτου, καὶ οὐκέτι δυνατὸν ἦν συνάγειν, εἰ μὴ ἔστι τὸ αὐτοκίνητον, μηδὲν κινεῖσθαι τῶν ἄλλων. Πρὸς τοῦτο μὲν οὖν ἐστιν ἀναγκαῖον τὸ μὴ μόνον ὑποτιθέμενον τὸ εἰ ἔστι σκοπεῖν τὸ συμβαῖνον, ἀλλὰ καὶ εἰ μὴ ἔστι τὸ αὐτὸ τοῦτο. Ζητήσειε δʼ ἄν τις εἰκότως πῶς ὅλως δυνατὸν τῷ μὴ ὄντι εἶναί τι συμβαῖνον· τί γὰρ ὑπάρξειεν ἐν τῷ μὴ ὄντι; πῶς δʼ ἂν δεικτικὸν γένοιτό τινος ἐκεῖνο τὸ μηδʼ ὅλως ὄν; ἅπαξ γὰρ ἀναιρεθὲν οὔτε αὐτὸ καθʼ αὑτό τι πάσχειν δυνατὸν, οὔτε πρὸς τὰ ἄλλα τι πεπονθέναι· μόνως γάρ ἐστι τὸ μὴ ὄν. Ῥητέον δὲ καὶ πρὸς ταύτην τὴν ζήτησιν ὅτι τὸ μὴ ὂν, ὡς ἐν Σοφιστῇ μεμαθήκαμεν, λέγεται καὶ τὸ μηδαμῆ μηδαμῶς ὂν καὶ ἡ στέρησις· καθʼ αὑτὸ γάρ ἐστι μὴ ὂν, κατὰ συμβεβηκὸς δὲ ὄν· καὶ ἡ ὕλη· μὴ ὂν γὰρ, ὡς ἀνείδεος κατὰ τὴν ἑαυτῆς φύσιν καὶ ἀόριστος καὶ ἄμορφος· καὶ ἔτι τὸ ἔνυλον πᾶν, ἅτε φαινομένως μὲν ὂν, κυρίως δὲ οὐκ ὄν· καὶ ἔτι τὸ αἰσθητὸν πᾶν· γιγνόμενον γάρ ἐστι καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν· καὶ πρὸ τούτων τὸ ἐν ταῖς ψυχαῖς μὴ ὂν, καθὸ καὶ αὗται λέγονται πρῶται τῶν γιγνομένων εἶναι καὶ οὐκ ὄντως εἶναι τῶν ὄντως ὄντων τῶν ἐν τοῖς νοητοῖς τεταγμένων· καὶ ἔτι πρὸ τῶν ψυχῶν τὸ ἐν αὐτοῖς τοῖς νοητοῖς μὴ ὂν, ἡ πρώτη ἑτερότης τῶν ὄντων, ὡς ὁ Σοφιστὴς ἡμᾶς ἀνεδίδαξεν, ὃ καὶ αὐτοῦ τοῦ ὄντος οὐ παρʼ ἔλαττον εἶναί φησι· καὶ ἔτι τούτων ἐπέκεινα τὸ πρὸ τοῦ ὄντος μὴ ὂν, ὃ καὶ αἴτιόν ἐστι τῶν ὄντων ἁπάντων ἐξῃρημένων τοῦ ἐν τοῖς οὖσι πλήθους. Εἰ δὲ τοσαυταχῶς λέγεται τὸ μὴ ὂν, δῆλον ὡς τὸ μὲν μηδαμῆ μηδαμῶς ὂν οὐδέποτε ὑποθετέον· οὐδὲ γὰρ λέγειν ἐκεῖνο δυνατὸν, οὐδὲ γιγνώσκειν, ὡς ἐν Σοφιστῇ δέδειχεν ὁ Ἐλεάτης ξένος, κρατύνων τὸν Παρμενίδειον περὶ αὐτοῦ λόγον· ὃς καὶ ἔλεγεν ἄγνωστον εἶναι τὸ μηδαμῶς ὂν καὶ ἄρρητον, πάσης γνώσεως καὶ οἰήσεως πάσης τι γιγνωσκούσης καί τι ἀπαγγελλούσης, τοῦ δὲ μηδαμῆ ὄντος οὐδενὸς ὄντος· τὸ γὰρ οὐκ ὂν οὐδὲν αὐτὸς ἦν ὁ λέγων ὁ Παρμενίδης, ὅπερ ἀδύνατόν τι καὶ τὸ οὐδέν. Ὅταν δὲ λέγωμεν μὴ εἶναι τὰ πολλὰ, ἢ μὴ εἶναι τὸ ἓν, ἢ μὴ εἶναι ψυχὴν, οὕτως ἀποφάσκομεν ὡς ἄλλο μὲν εἶναί τι, ψυχὴν δὲ μὴ εἶναι, καὶ τὸ τούτῳ συμβαῖνον ζητοῦμεν· οἷον εἰ φαμὲν, ἀλλὰ δὴ μὴ ἔστω τῶν ὄντων ὁ νοῦς, οὐ τοῦτο λέγομεν ὅτι ἔστω τὸ μηδαμῶς ὂν, ἀλλʼ ὅτι νοῦς ἀπὸ τῶν ὄντων ἀνῃρήσθω· τοῦτο δὲ ταὐτὸν τῷ, πάντων τῶν ὄντων μὴ ἔστω νοῦς· ἄλλο οὖν ὂν, ἄλλο λέγεται μὴ εἶναι· καὶ οὕτως οὐκ ἐπὶ τοῦ μηδαμῶς ὄντος ἡ ὑπόθεσις, ἀλλʼ ἐπὶ τοῦ πῆ μὲν ὄντος, πῆ δὲ οὐκ ὄντος, ἢ τοδὶ μὲν ὄντος, τοδὶ δὲ οὐκ ὄντος· ὅλως γὰρ αἱ ἀποφάσεις ἔγγονοι τῆς ἑτερότητός εἰσι τῆς νοερᾶς· διὰ τοῦτο γὰρ οὐχ ἵππος ὅτι ἕτερον, καὶ διὰ τοῦτο οὐκ ἄνθρωπος ὅτι ἄλλο· καὶ αὐτὸς ἐν Σοφιστῇ διὰ τοῦτο ἔλεγεν, ὅτι ἡνίκα ἂν λέγωμεν μὴ ὂν, ἄρνησιν μόνον λέγομεν τοῦ ὄντος, ἀλλʼ οὐκ ἐναντίον τῷ ὄντι, λέγων ἐναντίον ὃ πλεῖστον τοῦ ὄντος ἀφέστηκε καὶ τελέως αὐτοῦ ἀποπέπτωκεν· ὥστʼ οὐκ εἰ πάντες μὴ εἶναι τὸ μηδαμῶς ὂν εἰσάγομεν, οὐδὲ ὑποτιθέμενοι τὸ μὴ ὂν ἐκεῖνο ὑποτιθέμεθα, ἀλλʼ ὅσον δύναται γνωστὸν εἶναι καὶ λόγῳ ῥητὸν τοῦ μὴ ὄντος σημαινόμενον.

Ταῦτα μὲν εἰρήσθω περὶ τούτων· ἐπειδὴ δὲ τὴν Ἐλεατικὴν μέθοδον ἐν τούτοις παραδίδωσιν ὁ Πλάτων, φέρε τὸ λογικὸν αὐτῆς πρός γε τὸ παρὸν θεωρήσομεν. Δεῖ δὴ νοεῖν ἐκ μιᾶς ὑποθέσεως δύο τινὰς ἀποφυομένας, ἔπειτα τρεῖς καθʼ ἑκάστην τῶν τριῶν, ὥστε τὰς μετὰ τὴν μονάδα καὶ τὴν δυάδα γενομένας ἓξ ὑποθέσεις τετραπλασιαζομένας εἰς τὸν εἰκοστὸν τέταρτον καταλήγειν ἀριθμόν. Ἔστι δὲ μοναδικὴ μὲν ὑπόθεσις καὶ ἁπλουστάτη, τίνι τί συμβαίνει· τοῦτο γοῦν κοινὸν ἐπὶ πασῶν ἐστι τῶν ὑποθέσεων· καὶ γὰρ ὁ τὸ καταφατικὸν ἢ ἀποφατικὸν λέγων συμβαῖνόν τι λέγει πάντως, καὶ ὁ τὸ πρὸς ἑαυτὸ, καὶ ὁ τὸ πρὸς ἄλλο λαμβάνων, δῆλον ὡς τὶ καὶ τὶ λαμβάνει· καὶ τοῦτο ἐναργές ἐστι. Δυαδικὴ δὲ ἡ τὴν εἰς δύο παρασχομένη διαίρεσιν, ὅταν μὴ ἁπλῶς εἴπῃς ὅ τινι συμβέβηκεν, ἀλλὰ διέλῃς τίνι ὄντι συμβέβηκε· πρώτη γὰρ διαίρεσις γίγνεται κατʼ ἀντίφασιν, εἰς τὸ εἶναι τὸ προκείμενον καὶ μὴ εἶναι. Καὶ δύο ἔστωσαν αὗται ὑποθέσεις· ἑκατέρα δὲ τούτων τρεῖς ἡμῖν ὑποθέσεις γεννᾷ· πρότερον μὲν γὰρ τό τινι λαβόντες ὂν καὶ μὴ ὂν ἐδιχοτομοῦμεν τὴν ὑπόθεσιν· νῦν δὲ ἂν τὸ συμβαῖνον τριχῶς λάβωμεν, ἑκατέραν τῶν ὑποθέσεων τριπλασιάσομεν. Τὸ τοίνυν συμβαῖνον, ἢ ὡς ἑπόμενον ληπτέον, ἢ ὡς μὴ ἑπόμενον, ἢ ὡς ἅμα καὶ ἑπόμενον καὶ οὐχ ἑπόμενον· ἢ γὰρ καταφατικόν ἐστι τὸ συμβαῖνον, ἢ ἀποφατικὸν, ἢ πῆ μὲν καταφατικὸν, πῆ δὲ ἀποφατικόν· οὐ γὰρ τοῦτό φησιν ὁ λόγος ὅτι ἡ ἀντίφασις συναληθεύει καὶ ἅμα τὰ ἀντικείμενα ἕπεται, ἀλλʼ ὅτι τὸ αὐτὸ πῶς μὲν ὑπάρξει τῷ αὐτῷ, πῶς δʼ οὔ. Ταῦτα οὖν τὰ τρία καὶ ὄντος τοῦ πράγματος καὶ μὴ ὄντος σκοποῦντες, δῆλον ὅτι τὰς δύο τὰς ἐξ ἀρχῆς ὑποθέσεις ἑξαπλασιάσομεν· ἔσονται οὖν ἓξ ὑποθέσεις· εἰ ἔστι, τί ἕπεται, καὶ τί οὐχ ἕπεται, καὶ τί ἅμα ἕπεταί τε καὶ οὐχ ἕπεται· καὶ εἰ μὴ ἔστιν, ὁμοίως· τό τε γὰρ τί διπλοῦν γέγονεν, ὄν τε καὶ μὴ ὂν, καὶ τὸ συμβαῖνον τριπλοῦν, ἑπόμενον, καὶ οὐχ ἑπόμενον, καὶ ἑπόμενον ἅμα καὶ οὐχ ἑπόμενον· δυὰς δὲ ἐπὶ τριάδα πάντως εἰς ἑξάδα καταλήγει. Πάλιν ἑκάστη τῶν ἓξ τούτων ὑποθέσεων τετραπλασιάζεται διὰ τὴν τοῦ συμβαίνοντος κατὰ τὸ ὑποκείμενον διαφοράν· ἢ γὰρ αὐτῷ τι συμβαίνει, ἢ τοῖς ἄλλοις· καὶ τούτων ἑκατέρῳ διχῶς· ἢ αὐτῷ πρὸς ἑαυτὸ, ἢ αὐτῷ πρὸς τὰ ἄλλα, καὶ τοῖς ἄλλοις ἢ πρὸς ἑαυτὰ, ἢ πρὸς αὐτό· ταύτας δὲ τὰς τέτταρας διαφορὰς ἐὰν καθʼ ἑκάστην πλέκῃς τῶν ἓξ πρώτων ὑποθέσεων, δῆλον ὅτι τέτταρας καὶ εἴκοσι ποιήσεις τὰς ὅλας ὑποθέσεις. Νοείσθω δὲ τὸ λεγόμενον ἐκ τῶν ὑπογεγραμμένων, εἰ ἔστι, τί ἕπεται αὐτῷ πρὸς αὑτό· εἰ ἔστι, τί οὐχ ἕπεται αὐτῷ πρὸς αὑτό· εἰ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται αὐτῷ πρὸς ἑαυτό· πάλιν εἰ ἔστι, τί ἕπεται αὐτῷ πρὸς τὰ ἄλλα· εἰ ἔστι, τί οὐχ ἕπεται αὐτῷ πρὸς τὰ ἄλλα· εἰ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται αὐτῷ πρὸς τὰ ἄλλα. Πρώτη μὲν ἑξὰς αὕτη· δευτέρα δὲ τοιαύτη· εἰ ἔστι, τί ἕπεται τοῖς ἄλλοις πρὸς ἑαυτά· εἰ ἔστι, τί οὐχ ἕπεται τοῖς ἄλλοις πρὸς ἑαυτά· εἰ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται τοῖς ἄλλοις πρὸς ἑαυτά· πάλιν εἰ ἔστι, τί ἕπεται τοῖς ἄλλοις πρὸς αὐτό· εἰ ἔστι, τί οὐχ ἕπεται τοῖς ἄλλοις πρὸς αὐτό· εἰ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται τοῖς ἄλλοις πρὸς αὐτό. Δευτέρα μὲν οὖν ἑξὰς αὕτη· τρίτη δὲ ἥδε· εἰ μὴ ἔστι, τί ἕπεται αὐτῷ πρὸς ἑαυτό· εἰ μὴ ἔστι, τί οὐχ ἕπεται αὐτῷ πρὸς ἑαυτό· εἰ μὴ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται αὐτῷ πρὸς ἑαυτό· πάλιν εἰ μὴ ἔστι, τί ἕπεται αὐτῷ πρὸς τὰ ἄλλα· εἰ μὴ ἔστι, τί οὐχ ἕπεται αὐτῷ πρὸς τὰ ἄλλα· εἰ μὴ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται αὐτῷ πρὸς τὰ ἄλλα. Τρίτη μὲν οὖν ἑξὰς αὕτη· τετάρτη δὲ ἥδε· εἰ μὴ ἔστι, τί ἕπεται τοῖς ἄλλοις πρὸς ἑαυτά· εἰ μὴ ἔστι, τί οὐχ ἕπεται τοῖς ἄλλοις πρὸς ἑαυτά· εἰ μὴ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται τοῖς ἄλλοις πρὸς ἑαυτά· πάλιν εἰ μὴ ἔστι, τί ἕπεται τοῖς ἄλλοις πρὸς αὐτό· εἰ μὴ ἔστι, τί οὐχ ἕπεται τοῖς ἄλλοις πρὸς αὐτό· εἰ μὴ ἔστι, τί ἕπεται καὶ οὐχ ἕπεται τοῖς ἄλλοις πρὸς αὐτό. Τέτταρες μὲν οὖν ἑξάδες αὗται νοείσθωσαν, αἷς χρήσεται καὶ ὁ Παρμενίδης ἐν ταῖς ὑποθέσεσιν· ἐννέα μὲν ὑποθέσεις ἐξετάζων διὰ τὴν τῶν πραγμάτων φύσιν ἐξ ἧς ποιεῖται τὴν ὑφήγησιν, ἐν δὲ ταῖς ὑποθέσεσι ταύταις, κατὰ μὲν τὰς πέντε ταῖς δύο πρώταις ἑξάσι κεχρημένος, ἐν δὲ ταῖς λοιπαῖς τέτρασι, ταῖς δύο ταῖς λοιπαῖς ἑξάσι· καὶ πάλιν ἐπὶ τῶν πέντε, τῇ μὲν μιᾷ τετράδι κατὰ τὰς πρώτας τρεῖς ὑποθέσεις, τῇ δὲ ἑτέρᾳ κατὰ τὰς δύο τῶν πέντε· ἐπὶ δὲ τῶν τεττάρων, τῇ μὲν μιᾷ τετράδι ἐπὶ τῶν δύο τῶν πρώτων, τῇ δὲ ἑτέρᾳ ἐπὶ τῶν λοιπῶν, ὡς εἰσόμεθα τοῦ λόγου προϊόντος. Τὸ μὲν οὖν εἶδος ὅλον τῆς διαλεκτικῆς μεθόδου τοιοῦτον, νοερὸν ὄντως καὶ ἐπιστημονικὸν, ἀλλʼ οὐχὶ δοξαστικὸν καὶ παντελῶς ἄστατον καὶ ἀόριστον κατὰ τὴν γνῶσιν. Ὑπὸ δὲ ταύτην μίαν καὶ ὅλην μέθοδον αἱ τέτταρες τελοῦσι δυνάμεις, ὁριστικὴ, καὶ διαιρετικὴ, καὶ ἀποδεικτικὴ, καὶ ἀναλυτική· καὶ γὰρ ὅπου μὲν διελεῖν ἀναγκαῖον ἢ ὡς ἀπὸ ἑνὸς γένους εἰς εἴδη, ἢ ὡς ἀπὸ ὅλου εἰς μέρη διάφορα, ἢ ἄλλως ὁπωσοῦν· ὅπου δὲ ὁρίσασθαι δεῖ, τάς τε ὁριστικῶν εἰδέναι διαφορὰς καὶ τὰς τῶν ὁρισμῶν καθʼ ἑκάστην τάξιν τῶν ὄντων· ὁρίζεσθαι γὰρ δυνατὸν καὶ ἀπὸ εἴδους καὶ ἀπὸ τῆς ὕλης καὶ διʼ ἀμφοτέρων· ὅπου δὲ ἀποδεῖξαι, καὶ ἐνταῦθα τάς τε τῶν αἰτιῶν ἀνάγκη διαγιγνώσκειν διαφοράς· ἄλλως γὰρ ἐπὶ τῶν ἐνύλων τὰ αἴτια καὶ ἄλλως ἐπὶ τῶν ἀΰλων ληπτέον, ἄλλως ἐπὶ τῶν κινουμένων, καὶ ἄλλως ἐπὶ τῶν ἀκινήτων· ὅπου δὲ ἀναλῦσαι μέχρι τῶν πρώτων· καὶ γὰρ ἡ ἀπὸ τοῦ ζητουμένου μετάβασις ἐπὶ τὰ ἄλλα τοτὲ μὲν ὡς ἐπὶ τὰ αἴτια γίγνεται ἀναλυτικῶς, τοτὲ δὲ ὡς ἐπὶ συναίτια, τοτὲ δὲ ὡς ἐπʼ ἀμφότερα· ταῦτα δὲ ἀναγκαῖόν ἐστι μὴ παρέργως ἐπισκοπεῖν τὸν τῇ μεθόδῳ χρώμενον, διότι δὴ καὶ τὸ προκείμενον ἢ ὡς τὸ ἀκρότατόν ἐστιν, ἢ ὡς τὸ ἔσχατον ἐν τοῖς οὖσιν, ἢ ὡς μέσην τάξιν ἔχον. Δῆλον δὲ κἀκεῖνο πρὸς τούτοις, ὅτι πάντων τῶν τρόπων οἱ μὲν ἡμίσεις ἀληθὲς δεικνύουσιν, οἱ δὲ λοιποὶ τὸ ἀδύνατον συμπεραίνουσιν, ὅπως ἂν ἔχοι τὸ προτεθὲν ἢ ὑπάρξεως ἢ ἀνυπαρξίας· καὶ ὅτι ποτὲ μὲν ἀπὸ τοῦ προκειμένου ποιούμεθα τὴν μετάβασιν ἐπὶ τὸ ἓν, οἷον εἰ ἔστιν ὁμοιότης, πῶς ἔχει πρὸς τὴν ἀνομοιότητα; ποτὲ δὲ ἐπὶ πολλὰ, οἷον εἰ ἔστιν ὁμοιότης, πῶς ἔχει ἐπὶ πάντα τὰ εἴδη; ποτὲ δὲ ἐπὶ πάντα, οἷον εἰ ἔστι νοῦς, πῶς ἔχει πρὸς τὰ ὄντα πάντα τά τε νοητὰ τά τε αἰσθητά; ἐπειδὴ τούτοις ἅπασι τοῦ ἐπιστήμονος ἔργον συνορᾷν, ὅθεν ἀρξάμενος ὁδὸν παρέξει ῥᾴστην καὶ καλλίστην ταῖς τῶν προκειμένων ἀποδείξεσι· πολλάκις μὲν γὰρ ἀπὸ τῶν καταφάσεων ἄρχεσθαι δεήσει, πολλάκις δὲ ἀπὸ τῶν πρὸς τὸ ἄλλο ἢ τὰ ἄλλα συμβαινόντων· ἁπλῶς δὲ ἀπὸ τῶν γνωριμωτάτων πανταχοῦ ποιήσεται τὴν ἀρχὴν καὶ διὰ τοῦτο κατασκευάσει τὰς ἐφεξῆς, ἑπόμενος ταῖς προκειμέναις τῶν τρόπων διαιρέσεσι. Τύποι μὲν οὖν τῆς μεθόδου τοιοίδε τινὲς ἔστωσαν· εἰ δὲ δεῖ, πρὶν ὁ Παρμενίδης ἐφάψηται τῶν οἰκείων ὑποθέσεων, ἡμᾶς ἐπί τινος ὑποθέσεως γνωριμωτέρας γυμνάσαι τὴν μέθοδον, ὑποκείσθω ψυχὴ, καὶ σκοπῶμεν αὐτήν τε καθʼ ἑαυτὴν καὶ πρὸς τὰ σώματα καὶ ζητῶμεν τί ἕπεται, τί οὐχ ἕπεται, τί ἕπεται καὶ οὐχ ἕπεται τῇ ψυχῇ πρὸς ἑαυτὴν καὶ πρὸς τὰ σώματα, καὶ τοῖς σώμασι πρὸς ἑαυτὰ καὶ πρὸς ψυχήν. Οὐκοῦν εἰ ἔστι ψυχὴ, ἕπεται αὐτῇ πρὸς ἑαυτὴν τὸ αὐτοκίνητον, τὸ αὐτόζωον, τὸ αὐθυπόστατον· οὐχ ἕπεται δὲ τὸ ἑαυτῆς φθαρτικὸν, τὸ ἑαυτὴν ἀγνοεῖν πάντη καὶ μηδὲν τῶν ἑαυτῆς ἐπιγιγνώσκειν· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ μεριστὸν καὶ τὸ ἀμέριστον — πῶς μὲν γάρ ἐστι μεριστὴ, πῶς δὲ ἀμέριστος —, καὶ τὸ ἀεὶ ὂν καὶ μὴ ἀεὶ ὂν — πῶς μὲν γάρ ἐστιν αἰώνιος, πῶς δὲ μεταβλητὴ —, καὶ πᾶν ὅσον αὐτῇ κατὰ τὸ ἴδιον ὑπάρχει τῆς μεσότητος τοιοῦτόν ἐστιν. Πάλιν εἰ ἔστι ψυχὴ, ἕπεται αὐτῇ πρὸς τὰ σώματα τὸ ζωογόνον, τὸ χορηγὸν κινήσεως, τὸ συνεκτικὸν τῶν σωμάτων, ἕως ἂν παρῇ τοῖς σώμασι, τὸ δεσπόζειν αὐτῶν καὶ ἄρχειν κατὰ φύσιν· οὐχ ἕπεται δὲ τὸ ἔξωθεν κινεῖν — ἴδιον γὰρ τῶν ἐμψύχων τὸ ἔνδοθεν κινεῖσθαι —, καὶ τὸ τῆς ἠρεμίας αἰτίαν εἶναι τοῖς σώμασι καὶ ἀμεταβλησίας· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ παρεῖναι αὐτοῖς καὶ χωρὶς αὐτῶν παρεῖναι· καὶ γὰρ πάρεστιν αὐτοῖς τῇ προνοίᾳ, καὶ αὐτῶν ἐξῄρηται τῇ οὐσίᾳ. Πρώτη μὲν ἑξὰς αὕτη· δευτέρα ἐκείνη· εἰ ἔστι ψυχὴ, ἕπεται τοῖς ἄλλοις, τοῖς σώμασι λέγω, πρὸς ἑαυτὰ τὸ συμπαθές· κατὰ γὰρ τὴν αἰτίαν τὴν ζωοποιὸν καὶ ταῦτα συμπάθειαν ἔχει πρὸς ἄλληλα· οὐχ ἕπεται δὲ τὸ ἀναίσθητον· ἀνάγκη γὰρ ψυχῆς οὔσης πάντα εἶναι αἰσθητικὰ, τὰ μὲν ἰδίως, τὰ δὲ ὡς μέρη τοῦ παντός· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ ἑαυτὰ κινεῖν τὰ σώματα ψυχούμενα, πῶς δʼ οὔ· πολλοὶ γὰρ καὶ τρόποι τῆς αὐτοκινησίας. Πάλιν εἰ ἔστι ψυχὴ, ἕπεται τοῖς σώμασι πρὸς αὐτὴν τὸ ἔνδοθεν κινεῖσθαι ὑπʼ αὐτῆς, καὶ ζωοποιεῖσθαι παρʼ αὐτῆς, καὶ σώζεσθαι καὶ συνέχεσθαι διʼ αὐτῆς, καὶ ὅλως ἐξηρτῆσθαι αὐτῆς· οὐχ ἕπεται δὲ τὸ σκεδάννυσθαι ὑπʼ αὐτῆς καὶ ἀζωΐας ἀναπίμπλασθαι· ζωῆς γὰρ ἐκεῖθεν μεταλαγχάνει καὶ συνοχῆς· ἕπεται δὲ καὶ οὐχ ἕπεται, τὸ μετέχειν τε αὐτῆς καὶ μὴ μετέχειν· ἀληθὲς γὰρ ἑκάτερον, ὅτι πῶς μὲν αὐτῆς ἐκείνης μετέχει τὰ σώματα, πῶς δὲ οὐκ αὐτῆς. Δευτέρα μὲν οὖν ἑξὰς αὕτη· τρίτη δὲ τοιάδε· εἰ μὴ ἔστι ψυχὴ, ἕπεται αὐτῇ πρὸς ἑαυτὴν τὸ ἄζωον, τὸ ἀνούσιον, τὸ ἄνουν· οὔτε γὰρ οὐσίαν οὔτε ζωὴν ἕξει μὴ οὖσα· οὐχ ἕπεται δὲ τὸ ἑαυτῆς σωστικὸν, τὸ ἑαυτῆς ὑποστατικὸν, τὸ ἑαυτῆς κινητικὸν, πᾶν τὸ τοιοῦτον· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ ἄγνωστον καὶ τὸ ἄλογον ὑφʼ ἑαυτῆς· μὴ οὖσα γὰρ πῶς μὲν ἄγνωστός ἐστι καὶ ἄλογος, ὡς μήτε λογιζομένη μήτε γιγνώσκουσα ἑαυτὴν ὅλως, πῶς δὲ οὔτε ἄλογος οὔτε ἄγνωστος, εἰ ταῦτα σημαίνει φύσιν τινὰ οὖσαν, μὴ λογικὴν δὲ μηδὲ γνώσεως τυγχάνουσαν. Πάλιν εἰ μὴ ἔστι ψυχὴ, ἕπεται αὐτῇ πρὸς τὰ σώματα τὸ ἄγονον αὐτῶν, τὸ ἄμικτον πρὸς αὐτὰ, τὸ ἀπρονόητον αὐτῶν· οὐχ ἕπεται δὲ τὸ κινητικὸν αὐτῶν, τὸ ζωοποιὸν, τὸ συνεκτικόν· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ ἕτερον αὐτὴν εἶναι τῶν σωμάτων, τὸ μὴ κοινωνεῖν αὐτοῖς· καὶ γὰρ ἀληθές πώς ἐστι τοῦτο καὶ οὐκ ἀληθὲς, εἰ οὕτω λαμβάνει τις τὸ ἕτερον ὡς ὂν μὲν, ἐξηλλαγμένον δέ· οὕτω μὲν γὰρ ἕτερον· οὐχ ἕτερον δὲ αὖ πάλιν, ὡς μηδʼ ὅλως ὂν, καὶ ταύτης ἕτερον, ὅτι μὴ ὄν. Τρίτη μὲν ἑξὰς αὕτη Τετάρτη δέ· εἰ μὴ ἔστι ψυχὴ, ἕπεται τοῖς σώμασι πρὸς ἑαυτὰ τὸ ἀκίνητον, τὸ ἀδιάφορον κατὰ τὴν ζωὴν, τὸ ἀσυμπαθὲς πρὸς ἄλληλα· οὐχ ἕπεται δὲ τὸ αἰσθήσει γιγνώσκειν ἄλληλα, τὸ ὑφʼ ἑαυτῶν κινεῖσθαι· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ πάσχειν ὑπʼ ἀλλήλων· πῶς μὲν γὰρ πείσεται, πῶς δὲ οὐ πείσεται· σωματικῶς γὰρ μόνον, ἀλλʼ οὐχὶ ζωτικῶς. Πάλιν εἰ μὴ ἔστι ψυχὴ, ἕπεται τοῖς ἄλλοις πρὸς αὐτὴν τὸ μὴ προνοεῖσθαι μηδὲ κινεῖσθαι ὑπʼ αὐτῆς· οὐχ ἕπεται δὲ τὸ ζωοποιεῖσθαι, τὸ συνέχεσθαι παρʼ αὐτῆς· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ καὶ ὁμοιοῦσθαι πρὸς αὐτὴν καὶ μὴ ὁμοιοῦσθαι· καθόσον μὲν γὰρ ἐκείνης μὴ οὔσης οὐδʼ ἂν ταῦτα εἴη, ὁμοιοῦται πρὸς αὐτήν· πάσχει γὰρ ταὐτὸν ἐκείνῃ· καθόσον δὲ οὐ δυνατὸν ὅμοιον εἶναί τινι τὸ μὴ ὂν, κατὰ τοῦτο πάλιν οὐκ ἀκολουθήσει τουτωνὶ πρὸς αὐτὴν ὁμοιότης. Κατὰ πάντας ἄρα τοὺς τρόπους διεξήλθομεν ἐπὶ τοῦ παραδείγματος τὴν μέθοδον, καὶ συνάγομεν ἀπὸ τούτων τῶν λόγων, ὅτι ἄρα ἡ ψυχὴ ζωῆς αἰτία καὶ κινήσεως καὶ συμπαθείας τοῖς σώμασι, καὶ ὅλως τοῦ τε εἶναι καὶ σώζεσθαι· καὶ γὰρ οὔσης ψυχῆς, ταῦτα συνεισήγετο, καὶ μὴ οὔσης, ταῦτα συνανῄρητο· μόνως ἄρα ἀπὸ ψυχῆς ταῦτα καὶ διὰ ψυχὴν ὑπάρχει τοῖς σώμασι· καὶ τοῦτο γίγνεται τῆς ὅλης μεθόδου τέλος, ἀνευρεῖν τὴν ἰδιότητα τοῦ πράγματος, καὶ ὅσων ἐστὶ καὶ ἑαυτῷ καὶ τοῖς ἄλλοις παρεκτικόν. Καὶ ὁρᾷς ὡς ἐν ταύταις ταῖς ὑποθέσεσι γένοιτʼ ἂν ῥᾷον ὁ λόγος οὐκ ἀπʼ αὐτῆς ἡμῶν ἀρξαμένων τῆς ψυχῆς, ἀλλʼ ἀπὸ τῶν σωμάτων· ταῦτα γὰρ γνωριμώτερα τῆς ψυχῆς, καὶ τῶν ἑπομένων ἐκείνῃ καὶ οὐχ ἑπομένων τὰ τούτοις ἑπόμενα καὶ οὐχ ἑπόμενα, τῷ μετέχειν ἢ μὴ μετέχειν ψυχῆς· μετέχοντα γὰρ καὶ ζῶντά ἐστι καὶ κινούμενα καὶ συμπαθῆ πρὸς ἑαυτὰ, τὰ μὴ μετέχοντα δὲ ἀκίνητα καὶ ἀργὰ καὶ ἄπονα. Δείξαντες οὖν ταῦτα πρῶτον ὅσα τοῖς σώμασιν ἕπεται καὶ οὐχ ἕπεται, τῷ εἶναι καὶ μὴ εἶναι ψυχὴν, πρός τε ἑαυτὰ καὶ τὴν ψυχὴν, ῥᾷον καὶ ἐπʼ αὐτῆς ταῦτα δείξομεν· οἷον ὅτι αὐτοκίνητος, ὅτι ἀθάνατος, ὅτι ἀσώματός ἐστιν· ἀφʼ ὧν γὰρ τὰ σώματα παρʼ αὐτῆς ἔχει, τὴν ἐκείνης ἰδιότητα δείξομεν. Οὕτως ἄρα ἀληθὲς τὸ ἄλλο τε ἀπʼ ἄλλων ὑποθέσεων χρῆναι ποιεῖσθαι τὴν ἀρχὴν τοὺς ἀπὸ τῶν γνωριμωτάτων ἄρχεσθαι βουλομένους, ἢ ἀπὸ τῶν καταφατικῶν ἢ ἀπὸ τῶν ἀποφατικῶν ἢ ἀπὸ τῶν προκειμένων ἢ ἀπὸ τῶν ἀντεξεταζομένων. Οἶδα μὲν οὖν ὅτι καὶ ὁ Ἀριστοτέλης, ταύτην τὴν μέθοδον μιμούμενος, ἀξιοῖ λαμβάνειν ἐπὶ τῶν κατηγορικῶν συλλογισμῶν τὰ κατηγορούμενα καὶ τὰ ὑποκείμενα καὶ τὰ ἀλλότρια τοῦ τε ὑποκειμένου καὶ τοῦ κατηγορουμένου, τί τε ἕπεται λέγων αὐτῷ καὶ τί οὐχ ἕπεται· πολλῷ δὲ ἐνταῦθα γέγονε τελεωτέρα παράδοσις, πάντων τῶν τρόπων ἐκ διαιρέσεως ληφθέντων, διʼ ὧν ἀνάγκη πορεύεσθαι τὸν περὶ ἕκαστον τῶν ὄντων γυμνάζοντα τὸν οἰκεῖον νοῦν, τό τε ζητητικὸν τῆς ψυχῆς ἀνακινοῦσα διὰ πασῶν τῶν εἰρημένων ὑποθέσεων καὶ τὸ εὑρετικὸν τελειοῦσα τῆς περὶ ἕκαστον ἀληθείας. Ζητοῦντες τὰ πράγματα, μᾶλλον διὰ ταύτης εὑρήσομεν τἀληθὲς ἢ διʼ ἐκείνης, γλαφυρώτερον διὰ τῶν πολλῶν τούτων ὑποθέσεων ἀνιχνεύοντες τὸ ζητούμενον· καὶ ὡς μὲν ἐπὶ τὸ πλεῖστον τοῖς ὑποθετικοῖς χρησόμεθα λογισμοῖς, τά τε ἑπόμενα καὶ οὐχ ἑπόμενα τοῖς ὑποτεθεῖσιν ἀεὶ λαμβάνοντες· καὶ γὰρ οὗτοι διαφερόντως ἡμᾶς ἐφιστᾶσι ταῖς τῶν πραγμάτων κοινωνίαις τί πρὸς ἄλληλα ἔχουσι καὶ ταῖς ἀπʼ ἀλλήλων αὐτῶν διαιρέσεσι· χρησόμεθα δὲ καὶ τοῖς κατηγορικοῖς, ὅταν δεώμεθα κατασκευάζειν ἢ τὸ συνημμένον ἑκάστης ὑποθέσεως ἢ τὴν πρόσληψιν.

Πῶς λέγεις; φάναι. — Οἷον, ἔφη, εἰ βούλει περὶ ταύτης τῆς ὑποθέσεως, ἣν Ζήνων ὑπέθετο, εἰ πολλὰ ἔστι, τί χρὴ συμβαίνειν καὶ αὐτοῖς τοῖς πολλοῖς πρὸς αὑτὰ καὶ πρὸς τὸ ἓν, καὶ τῷ ἑνὶ πρός γε αὑτὸ καὶ πρὸς τὰ πολλά· καὶ αὖ εἰ μὴ ἔστι πολλὰ, πάλιν σκοπεῖν, τί συμβήσεται καὶ τῷ ἑνὶ καὶ τοῖς πολλοῖς καὶ πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα.

Τὴν ὅλην μέθοδον συνοπτικώτατα παραδεδομένην διὰ τῶν προειρημένων ἑλεῖν ὁ Σωκράτης οὐ δυνηθεὶς ἐπανήρετο περὶ αὐτῶν, ἵνα σαφέστερον ὁ Παρμενίδης ὑφηγήσηται καὶ διαθῇ τὸν ὑπὲρ αὐτῆς λόγον. Τοῦτο δὴ οὖν καὶ ποιεῖ διὰ τούτων, ἐπὶ παραδείγματος αὐτὴν γυμνάζων πάλιν καὶ ἐνταῦθα λογικῶς καὶ συνοπτικῶς· ὅσους γὰρ ἡμεῖς εἴπομεν τρόπους, τοσούτους καὶ ἐν τούτοις παραδίδωσι, τοὺς εἰκοσιτέτταρας εἰς ὀκτὼ συλλαβών· τί γὰρ συμβαίνει, παραλαμβάνει, καὶ τὸ ἕπεται καὶ οὐχ ἕπεται, καὶ τὸ συναμφότερον· ὥστε πάλιν δυνατὸν τοὺς ὀκτὼ διὰ τούτων ἡμᾶς τριπλασιάζειν. Ἀλλὰ φέρε τοὺς ὀκτὼ τούτους, ὥσπερ εἴρηται, θεασώμεθα συντόμως ἐπὶ τῆς Ζήνωνος ὑποθέσεως. Εἰ τοίνυν πολλὰ ἔστιν, ἁπλῶς συμβαίνει τοῖς πολλοῖς, πρὸς ἑαυτὰ μὲν τὸ διακρίνεσθαι, τὸ ἀρχὰς μὴ εἶναι, τὸ ἀνομοίως ἔχειν· πρὸς δὲ τὸ ἓν, τὸ περιέχεσθαι ὑπὸ τοῦ ἑνὸς, τὸ γεννᾶσθαι ὑπὸ τοῦ ἑνὸς, τὸ ὁμοιότητος καὶ ἑνώσεως μετέχειν ἀπὸ τοῦ ἑνός· τῷ δὲ ἑνὶ, τὸ κρατεῖν τῶν πολλῶν, τὸ μετέχεσθαι ὑπʼ αὐτῶν, τὸ πρὸ αὐτῶν εἶναι· καὶ τοῦτο μὲν πρὸς τὰ πολλά· πρὸς δὲ ἑαυτὸ, τὸ ἀμέριστον, τὸ ἀπλήθυντον, τὸ κρεῖττον τοῦ εἶναι καὶ ζῇν καὶ γιγνώσκειν, καὶ πᾶν ὅ τι τοιοῦτον. Πάλιν εἰ μὴ ἔστι πολλὰ, συμβαίνει τοῖς πολλοῖς πρὸς ἑαυτὰ μὲν τὸ ἀδιάκριτον ἀπʼ ἀλλήλων καὶ ἀδιαίρετον· πρὸς δὲ τὸ ἓν, τὸ ἀνεκφοίτητον ἀπὸ τοῦ ἑνὸς, τὸ ἀδιάφορον πρὸς τὸ ἕν· αὐτῷ δὲ τῷ ἑνὶ, πρὸς ἑαυτὸ μὲν, τὸ μηδὲν ἔχειν ἐν τῇ ἑαυτοῦ φύσει δραστήριον καὶ τέλειον· τοιοῦτον γὰρ ὂν ἐγέννησε τὰ πολλά· πρὸς δὲ τὰ πολλὰ, τὸ μὴ προηγεῖσθαι αὐτῶν, τὸ μὴ δρᾷν εἰς αὐτὰ μηδέν. Οὕτω δὲ λαβόντες, συνάγομεν ὅτι τὸ ἓν πανταχοῦ τοῦ πλήθους ἑνοποιόν ἐστι καὶ αἴτιον καὶ κρατητικόν. Καὶ ὁρᾷς ὅτι ἐνταῦθα ἡ μετάβασις ἀπὸ τοῦ ζητουμένου γέγονεν ἐπὶ τὸ αἴτιον αὐτῶν· τὸ γὰρ ἓν τοιοῦτον· δεῖ τοίνυν ἀεὶ μετὰ τὰς πολλὰς ἐξόδους καὶ ὑποθέσεις εἶναί τι τὸ κεφαλαιούμενον· οὕτω γὰρ καὶ αὐτὸς διὰ πασῶν ἐπιδείξει τῶν ἐπιβολῶν ὅτι τὸ ἓν πάντως ὑποστατικὸν ὄντων καὶ τῶν ἐν τοῖς οὖσιν ἑνάδων, ὃ δὴ καὶ τοῦ διαλόγου παντὸς εἶναι τέλος λέγομεν· οὐ γὰρ ἁπλῶς ὑποθέσεις εἰσὶν ἀσυμπληρέσταται· τῷ δὲ ἀμφότερα τίθεσθαι καὶ τὸ εἰ ἔστι καὶ τὸ εἰ μὴ ἔστι, δυνάμεθα λαμβάνειν τι συμπέρασμα διωρισμένον καὶ ἀκριβὲς καὶ ᾗ αὐτὸ ἕκαστον ἐκ τῶν ποικίλων τούτων καὶ πολυσχεδῶν ὑποθέσεων.

Καὶ αὖθις αὖ ἐὰν ὑποθῇ, εἰ ἔστιν ὁμοιότης ἢ εἰ μὴ ἔστι, τί ἐφʼ ἑκατέρας τῆς ὑποθέσεως συμβήσεται καὶ αὐτοῖς τοῖς ὑποτεθεῖσι καὶ τοῖς ἄλλοις καὶ πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα· καὶ περὶ ἀνομοίου ὁ αὐτὸς λόγος.

Πάλιν καὶ ἐπὶ τούτων κατὰ τὴν αὐτὴν μέθοδον ἐροῦμεν· εἰ ἔστιν ὁμοιότης, συμβήσεται αὐτῇ πρὸς ἑαυτὴν τὸ μοναδικὸν, τὸ ἀΐδιον, τὸ γόνιμον, τὸ πρῶτον· πρὸς δὲ τὰ αἰσθητὰ, τὸ ἀφομοιοῦν αὐτὰ τοῖς νοεροῖς, τὸ μὴ ἐᾷν αὐτὰ διαπίπτειν εἰς τὸν τῆς ἀνομοιότητος πόντον, τὸ συνάπτειν τὰ μέρη ταῖς ἑαυτῶν ὁλότησι· τοῖς δὲ αἰσθητοῖς πρὸς μὲν ἑαυτὰ, τὸ κοινωνεῖν ἀλλήλοις, τὸ μετέχειν ἀλλήλων, τὸ χαίρειν ἀλλήλοις· τὰ γὰρ ὅμοια τοῖς ὁμοίοις καὶ χαίρει καὶ συμπάσχει καὶ συγκεράννυται· πρὸς δὲ ἐκείνην, τὸ μετέχειν αὐτῆς, τὸ ὁμοιοῦσθαι πρὸς αὐτὴν, τὸ ἑνίζεσθαι κατʼ αὐτήν. Εἰ δὲ μὴ ἔστιν ὁμοιότης, αὐτῇ μὲν συμβαίνει πρὸς αὑτὴν τὸ ἀνούσιον, τὸ μήτε γόνιμον δύναμιν ἔχειν μήτε πρωτουργὸν οὐσίαν· πρὸς δὲ τὰ ἄλλα, τὸ μὴ κρατεῖν αὐτῶν, τὸ μὴ κατὰ τὸ αὑτῆς εἶδος ὅμοια ἐκεῖνα ποιεῖν, μᾶλλον δὲ τὸ συναιρεῖν ἑαυτῇ καὶ τὸ ἐν ἐκείνοις ὅμοιον· τῆς γὰρ ἀρχῆς τῶν ὁμοίων οὐκ οὔσης, οὐδʼ ἂν ταῦτα ὅμοια εἴη· τοῖς δὲ αἰσθητοῖς, πρὸς μὲν ἑαυτὰ, τὸ ἀκίνητον, τὸ ἄμικτον, τὸ ἀσυμπαθές· πρὸς δὲ αὐτὴν ἐκείνην, τὸ μήτε κατʼ αὐτὴν εἰδοποιεῖσθαι μήτε συνέχεσθαι ὑπʼ αὐτῆς. Οὕτω δὲ καὶ ἐπὶ τοῦ ἀνομοίου φήσομεν· εἰ γὰρ ἔστιν ἀνομοιότης, συμβήσεται αὐτὴν πρὸς αὑτὴν μὲν εἶδος εἶναι καθαρὸν καὶ ἄυλον καὶ μονοειδὲς, μετὰ τοῦ ἑνὸς ἔχον καὶ πλῆθος· πρὸς δὲ τὰ ἄλλα, τὰ αἰσθητὰ λέγω, διακριτικότης ἐν ἑκάστῳ ὡρισμένης παραγραφῆς καὶ διαιρέσεως αἴτιον· τοῖς δὲ ἄλλοις πρὸς αὑτὰ μὲν, τὸ τὴν οἰκείαν ἕκαστον ἰδιότητα σώζειν καὶ τὸ ἀσύγχυτον τῶν εἰδῶν· πρὸς δὲ ἐκείνην, τὸ ἐξηρτῆσθαι αὐτῆς καὶ διακεκοσμῆσθαι κατά τε ὅλα καὶ μέρη πρὸς αὐτήν. Εἰ δὲ μὴ ἔστιν ἀνομοιότης, αὐτὴ μὲν οὔτε εἶδος ἔσται καθαρὸν καὶ ἄυλον, οὔτε ὅλως ἓν καὶ οὐχ ἕν· οὐχ ἕξει δὲ πρὸς τὰ ἄλλα τὴν αἰτίαν τῆς ἑκάστης διακεκριμένης οὐσίας· τά τε ἄλλα καὶ σύγχυσιν ἕξει παντοίαν ἐν ἑαυτοῖς, καὶ οὐκ ἔσται μιᾶς μετέχοντα διακριτικῆς τῶν ὅλων δυνάμεως. Συνάγομεν γοῦν ἐκ τούτων, ὅτι ὁμοιότης μὲν αἰτία κοινωνίας καὶ συμπαθείας τῆς τῇδε καὶ συγκράσεως, ἀνομοιότης δὲ διακρίσεως καὶ εἰδοποιίας καὶ τῆς ἀσυγχύτου καθαρότητος τῶν ἐν αὐτοῖς δυνάμεων, καθʼ αὑτὸ καὶ ᾗ αὐτό· καὶ γὰρ ταῖς θέσεσιν αὐτῶν ταῦτα ἕπεται, καὶ ταῖς διαιρέσεσι τὰ τούτων ἐναντία.

Καὶ περὶ κινήσεως καὶ στάσεως, καὶ περὶ γενέσεως καὶ φθορᾶς, καὶ περὶ αὐτοῦ τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι.

Τὸν αὐτὸν τοῖς προειρημένοις τρόπον καὶ ἐπὶ τούτων γυμναστέον. Εἰ μὲν ἔστι κίνησις, αὐτῇ συμβαίνει πρὸς μὲν ἑαυτὴν τὸ αἰώνιον, τὸ ἀπειροδύναμον· πρὸς δὲ τὰ τῇδε, τὸ κινητικὸν αὐτῶν, τὸ ζωοποιὸν, τὸ προόδων αἴτιον καὶ ποικίλων ἐνεργειῶν· τούτοις δὲ πρὸς μὲν ἑαυτὰ, τὸ ἐνεργητικὸν, τὸ ζωτικὸν, τὸ μεταβατικὸν — ἕκαστον γὰρ μεταβάλλει τὸ ἐκείνης εἶναι, τὸ ἐκ τοῦ δυνάμει εἰς τὸ κατʼ ἐνέργειαν χωρεῖν· πρὸς δὲ ἐκείνην, τὸ τελειοῦσθαι ὑπʼ αὐτῆς, τὸ τῆς ἑαυτῶν δυνάμεως τυγχάνειν, τὸ ἀφομοιοῦσθαι τοῖς ἑστῶσιν ἀϊδίως διʼ αὐτήν· τὰ γὰρ μὴ δυνάμενα τυγχάνειν τοῦ ἀγαθοῦ μονίμως διὰ κινήσεως αὐτοῦ μεταλαγχάνει. Εἰ δὲ μὴ ἔστι κίνησις, αὐτὴ μὲν ἀδρανὴς ἔσται καὶ ἀργὸς καὶ ἀδύναμος, αἰτίαν δὲ οὐχ ἕξει τῶν τῇδε, οὔτε ποιητικὰς ἕξει δυνάμεις, οὔτʼ οὐσίαν πρὸς τὸ ποιεῖν ... καὶ πρὸς ἐκείνην ἀσύντακτα καὶ ἀόριστα καὶ ἀτελῆ, τῆς πρώτης κινήσεως οὐκ οὔσης. Ἀλλὰ μὴν καὶ ἐπὶ στάσεως τοιαῦτα ἄττα ῥητέον· ὡς εἰ μὲν ἔστιν ἡ αὐτοστάσις, συμβήσεται αὐτῇ πρὸς αὑτὴν μὲν τὸ μόνιμον καὶ αἰώνιον καὶ μονοειδές· πρὸς αὐτὰ δὲ, τὸ ἕκαστον ἐν τοῖς οἰκείοις ὅροις διαμένειν, καὶ τοῖς αὐτοῖς μέτροις ἢ τοῖς τόποις σταθερῶς ἐνιδρύεσθαι ... πρὸς δὲ ἐκείνην, πανταχόθεν ὁρίζεσθαι ὑπʼ αὐτῆς, καὶ κρατεῖσθαι, καὶ βεβαιότητος ἐν τῷ εἶναι τυγχάνειν. Εἰ δὲ μὴ ἔστιν, αὐτῇ μὲν συμβαίνει πρὸς ἑαυτὴν μὲν, τὸ ἀνέδραστον καὶ ἄστατον· αὐτῇ δὲ πρὸς τὰ ἄλλα, τὸ μὴ παρέχειν αὐτοῖς μόνιμον καὶ ἀσφαλὲς καὶ ἑδραῖον· τοῖς δὲ ἄλλοις πρὸς ἑαυτὰ μὲν, τὸ πολυπλανὲς καὶ ἀνίδρυτον καὶ ἀτελὲς καὶ ἀνέστιον· πρὸς αὐτὴν δὲ, τὸ μήτε τοῖς μέτροις αὐτοῖς δουλεύειν μήτε κατʼ αὐτὴν τυγχάνειν τοῦ εἶναι, πάντη δὲ πλημμελῶς φέρεσθαι, τοῦ συνέχοντος αὐτὰ καὶ στηρίζοντος οὐκ ὄντος. Ἔστιν ἄρα ἡ μὲν αὐτοκίνησις δραστηρίου δυνάμεως χορηγὸς καὶ ζωῆς καὶ ἐνεργείας πολυειδοῦς· στάσις δὲ, ἑδραιότητος καὶ μονίμου καταστάσεως καὶ τῆς ἐν τοῖς οἰκείοις ὅροις ἱδρύσεως. Ὡσαύτως δὲ καὶ περὶ γενέσεως ῥητέον καὶ περὶ φθορᾶς, καὶ περὶ τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι. Τάχα δὲ καὶ πρὸ τούτων σκεπτέον, πόθεν ἡ γένεσις καὶ ἡ φθορὰ, καὶ εἰ καὶ τούτων αἰτίας ἐν τοῖς εἴδεσιν ὑποθετέον· ἢ τοῦτο μὲν καὶ ἀναγκαῖον, οὐ μόνον δὲ ὅτι ταῦτα τῶν ἀϊδίων ἐστίν· οὔτε γὰρ γένεσιν μὴ εἶναι δυνατὸν, οὔτε φθορὰν ἀπόλλυσθαι παντελῶς, ἀλλʼ ἀνάγκη ταῦτα ἐν τῷ κόσμῳ συνυπάρχειν ἀλλήλοις, καθόσον καὶ αὐτὸν τὸν κόσμον ἀνέκλειπτον εἶναι ἀναγκαῖον, γιγνόμενον ὄντα καὶ ἀπολλύμενον, ὡς ὁ Τίμαιος ἡμᾶς ἀνεδίδαξεν· ἀλλὰ καὶ ὅτι τὴν μὲν γένεσιν μετέχειν οὐσίας καὶ τοῦ ὄντος λέγομεν, τὴν δὲ φθορὰν τοῦ μὴ ὄντος· ἕκαστον γὰρ, καθόσον μὲν γίγνεται, πρὸς οὐσίαν ἀνάγεται καὶ τυγχάνει τοῦ ὄντος· καθόσον δὲ φθείρεται, πρὸς τὸ μὴ ὂν καὶ τὴν τοῦ ἔστι πρὸς ἄλλο εἶδος μετάθεσιν· διὰ τοῦτο γὰρ ἄλλο εἰς ἄλλο φθείρεται, διότι προϋπάρχει τὸ μὴ ὂν τὸ διαιρετικὸν τῶν εἰδῶν· καὶ ὥσπερ ἐν ἐκείνοις οὐ παρʼ ἔλαττον ἔστι τοῦ ὄντος τὸ μὴ ὂν, εἰ θέμις εἰπεῖν κατὰ τὸν Ἐλεάτην ξένον, οὕτως ἐνταῦθα τῆς γενέσεως οὐ παρʼ ἔλαττον ἔστιν ἡ φθορὰ συντελοῦσα πρὸς τὸ πᾶν· καὶ ὡς ἐκεῖ τὸ τοῦ ὄντος μετέχον καὶ τοῦ μὴ ὄντος ἀπολαύει, καὶ τοῦτο τοῦ ὄντος μεταλαμβάνει, οὕτως ἐν τούτοις καὶ τὸ γιγνόμενον φθορᾶς ἐστι δεκτικὸν, καὶ τὸ φθειρόμενον γενέσεως. Αἰτία μὲν οὖν αὕτη γενέσεως καὶ φθορᾶς τὸ ὂν καὶ τὸ μὴ ὄν· δεῖ δὲ καὶ ἐπὶ τούτων τὸν αὐτὸν γυμνάσασθαι τρόπον, ὑποθεμένους εἶναι γένεσιν, τί ἕπεται αὐτῇ πρὸς ἑαυτὴν καὶ πρὸς τὰ ἄλλα, καὶ ἐκείνοις πρός τε ἑαυτὰ καὶ πρὸς αὐτήν· καὶ μὴ εἶναι πάλιν ὁμοίως· οἷον, εἰ μὲν ἔστι γένεσις, ἀτελής ἐστι καθʼ αὑτὴν καὶ αἰτία τοῖς ἄλλοις τῆς πρὸς οὐσίαν ὁμοιότητος· τά τε ἄλλα, πρὸς μὲν ἑαυτὰ, τὸ μεταβάλλειν ἐξ ἀλλήλων ἕξει· πρὸς δὲ ἐκείνην, τὸ ἀεὶ μετέχειν αὐτῆς ἐν ἑαυτοῖς οὔσης. Εἰ δὲ μὴ ἔστιν, αὕτη μὲν ἀδόξαστος ἔσται, τοῖς δὲ ἄλλοις οὐδενὸς εἴδους οὐδὲ τάξεως καὶ τελειώσεως αἰτία· τὰ δὲ ἄλλα ἀγέννητα ἔσται καὶ ἀπαθῆ, κοινωνίαν δὲ οὐδεμίαν ἕξει πρὸς αὐτὴν, οὐδὲ μεταλήψεται διʼ αὐτῆς τοῦ ὄντος. Εἰ δὲ καὶ ἐπὶ τῆς φθορᾶς ἐθέλοις ὁμοίως λέγειν, εἰ μὲν ἔστι φθορὰ, συμβήσεται αὐτῇ πρὸς μὲν ἑαυτὴν τὸ ἀνέκλειπτον καὶ τὸ ἀπειροδύναμον καὶ τοῦ μὴ ὄντος πεπλησμένον, πρὸς δὲ τὰ ἄλλα τὸ μετρητικὸν τοῦ εἶναι, τὸ τῆς ἀειγενεσίας αἴτιον· τοῖς δὲ ἄλλοις, πρὸς μὲν ἑαυτὰ, τὸ μεταρρεῖν εἰς ἄλληλα, τὸ μὴ συνέχειν αὑτά· πρὸς δὲ ἐκείνην, τὸ ἀεὶ παρʼ αὐτῆς ἐξαλλάττεσθαι, τὸ συνεζευγμένον ἔχειν τῷ ὄντι τὸ μὴ ὂν, τὸ διʼ αὐτὴν τὰ ὅλα διʼ ὅλων αὐτῆς μετειληφέναι. Εἰ δὲ μὴ ἔστι φθορὰ, πρὸς μὲν ἑαυτὴν αὐτῇ συμβήσεται τὸ μὴ εἶναι ἑαυτῆς ἀφανιστικήν· οὖσα γὰρ ἑαυτὴν ἀφανίζει πρὸς τοῖς ἄλλοις· πρὸς δὲ τὰ ἄλλα, τὸ μὴ σκεδαννύναι αὐτὰ, τὸ μὴ τρέπειν αὐτὰ εἰς ἄλληλα, τὸ μὴ ἀπαργεῖν τοῦ εἶναι καὶ τῆς οὐσίας· τοῖς δὲ ἄλλοις, πρὸς μὲν ἑαυτὰ, τὸ ἀμετάβλητον εἰς ἄλληλα, τὸ μὴ πάσχειν ὑπʼ ἀλλήλων, τὸ τὴν αὐτὴν φυλάττειν ἕκαστον τάξιν· πρὸς δὲ ἐκείνην, τὸ ἀπαθὲς ὑπʼ αὐτῆς. Ἴδιον ἄρα γενέσεως μὲν τὸ κινεῖν ἐπὶ τὸ εἶναι, φθορᾶς δὲ ἀπάγειν τοῦ εἶναι· τοῦτο γὰρ ἀπὸ τῶν προειρημένων συνάγομεν ὑποθέσεων, ἐπειδή περ ἡμῖν ἐφάνη τεθέντα μὲν ταῦτα μεταβολῶν αἴτια πρὸς τὸ εἶναί τι καὶ μὴ τοῖς ἄλλοις, ἀναιρεθέντα δὲ ἀκινησίας καὶ ἀμεταβλησίας. Ταῦτα μὲν οὖν περὶ τούτων ἡμεῖς γυμναζόμενοι προείπομεν, ἄμεινον εἶναι νομίζοντες πρὸ τῆς θείας τοῦ Παρμενίδου διεξόδου γυμνάσαι τὴν διάνοιαν ἡμῶν, ὡς διὰ πλειόνων καὶ αὐτὸς ἡμῖν παραδειγμάτων παρεμνημόνευσε. Τὰς δὲ κατὰ τὸ εἶναι καὶ μὴ εἶναι ὑποθέσεις ἕξομεν παρʼ αὐτῷ μὲν τυχούσας, εἰ ἔστι τὸ ὂν ὄντως καὶ μὴ ἔστιν· ὥστε οὐδὲν δεῖ πολυπραγμονεῖν ἡμᾶς περὶ τούτων ἅπερ αὐτῷ συνεξετάσομεν, εἰ ταύτῃ τοῖς θεοῖς φίλον· πλὴν τοσοῦτον ἰστέον, ὡς ἐπὶ τῶν ἀρχικωτάτων πραγμάτων πλείων ἡ ἀπορία· οἷον ἐπὶ τοῦ ἑνὸς, ἐπὶ τοῦ ὄντος, ἐπὶ κινήσεως, ἐπὶ στάσεως· ἐλάττων δὲ ἐπὶ τῶν μερικωτέρων.

Καὶ ἑνὶ λόγῳ περὶ ὅτου ἂν ἀεὶ ὑποθῇ ὡς ὄντος καὶ οὐκ ὄντος καὶ ὁτιοῦν ἄλλο πάθος πάσχοντος, δεῖ σκοπεῖν τὰ συμβαίνοντα πρὸς αὑτὸ καὶ πρὸς ἓν ἕκαστον τῶν ἄλλων ὅ τι ἂν προέλῃ, καὶ πρὸς πλείω καὶ πρὸς σύμπαντα ὡσαύτως· καὶ τἄλλα αὖ πρὸς αὑτά τε καὶ πρὸς ἄλλο ὅ τι ἂν προαιρῇ ἀεὶ, ἐάν τε ὡς ὂν ὑποθῇ ὃ ὑπετίθεσο, ἐάν τε ὡς μὴ ὂν, εἰ μέλλεις τελέως γυμνασάμενος κυρίως διόψεσθαι τὸ ἀληθές.

Διχῶς τὴν τῶν πραγμάτων ἐξέτασιν μέτιμεν· ποτὲ μὲν εἰ ἔστιν ἢ οὐκ ἔστιν ἕκαστον θεωροῦντες, ποτὲ δὲ εἰ τόδε τι αὐτῷ ὑπάρχει ἢ οὐχ ὑπάρχει, οἷον εἰ ἀθάνατός ἐστιν ἡ ψυχή· καὶ νῦν μὴ μόνον ἐπὶ τοῦ εἰ ἔστι καὶ οὐκ ἔστι θεάσασθαι πάντα τὰ συμβαίνοντα αὐτῷ τε πρὸς αὑτὸ τῷ ὑποτεθέντι καὶ πρὸς τὰ ἄλλα, καὶ τοῖς ἄλλοις πρὸς αὑτὰ καὶ τὸ ὑποτεθὲν, ἀλλὰ καὶ ἐπὶ τοῦ ὑπάρχειν καὶ μὴ ὑπάρχειν· οἷον — γιγνέσθω γὰρ ἐπὶ παραδείγματος ὁ λόγος —, εἰ μὲν ἀθάνατος ἡ ψυχὴ, συμφυᾶ ζωὴν ἔχει ἡ ἀρετὴ αὐτῇ, αὐτάρκης ἐστὶ πρὸς εὐδαιμονίαν, καὶ ταῦτα μὲν αὐτῇ συμβήσεται πρὸς ἑαυτήν· πρὸς δὲ τὰ ἄλλα, τὸ χρῆσθαι αὐτοῖς ὡς ὀργάνοις, τὸ χωριστῶς αὐτῶν προνοεῖν, τὸ ζωὴν αὐτοῖς χορηγεῖν· τοῖς δὲ ἄλλοις, πρὸς μὲν ἑαυτὰ, τὸ γίγνεσθαι ἐξ ἀλλήλων τὰ ζῶντα καὶ τὰ τεθνεῶτα, τὸ ἐπείσακτον ἔχειν ἀθανασίαν τὸν κύκλον τῆς γενέσεως· πρὸς δὲ αὐτὴν, τὸ κοσμεῖσθαι ὑπʼ αὐτῆς, τὸ αὐτοκινησίας μεταλαμβάνειν τινὸς, τὸ ἐξηρτῆσθαι αὐτῆς ἐν τῷ ζῇν. Εἰ δὲ μὴ ἀθάνατος, οὐκ ἔσται ἀεικίνητος, οὐ νοερὰ κατʼ οὐσίαν, οὐκ αὐτόζωος, οὐδὲ αἱ μαθήσεις αὐτῆς ἀναμνήσεις· φθαρήσεται ὑπὸ τῆς ἰδίας κακίας, καὶ οὐκ ἔσται γνωστικὴ τῶν ὄντως ὄντων, καὶ ταῦτα μὲν πρὸς ἑαυτήν· πρὸς δὲ τἄλλα, μεμιγμένη τοῖς σώμασιν ἔσται καὶ ἔνυλος, καὶ οὐχ οἵα τε ἔσται κρατεῖν αὐτῶν οὐδὲ ἄγειν αὐτὰ ὅπη βούλεται, ταῖς τε κράσεσι τῶν σωμάτων ἐπακολουθήσει, καὶ πᾶσα αὐτῆς ἡ ζωὴ σωματοειδὴς ἔσται καὶ γενεσιουργός· τὰ δὲ ἄλλα, πρὸς μὲν ἑαυτὰ τοιαύτην ἕξει τάξιν, οἵαν τὰ ἐξ ἐντελεχείας ὄντα καὶ σώματος· ζῶα γὰρ ἔσται μόνον ἐξ ἀορίστου ζωῆς καὶ σωμάτων συγκείμενα· πρὸς δὲ αὐτὴν οὕτως, ὥστε διάγειν αὐτὴν καὶ συμμεταβάλλειν ταῖς ἑαυτῶν κινήσεσι, καὶ ἐν ἑαυτοῖς ἔχειν αὐτὴν, ἀλλʼ οὐκ ἔξωθεν ἐπιστατοῦσαν, καὶ μετʼ αὐτῆς ζῇν, ἀλλʼ οὐκ ἀπʼ αὐτῆς. Ὁρᾷς οὖν ὅτι κατὰ τοῦτον τὸν τρόπον εὕρομεν ὅπως οὐ μόνον τὸ εἰ ἔστι καὶ εἰ οὐκ ἔστιν ὑποτίθεσθαι δυνατὸν, ἀλλὰ καὶ ἄλλο ὁτιοῦν πάθος πεπονθὸς, οἷον τὸ ἀθάνατον ἢ τὸ οὐκ ἀθάνατον, ὥστε τοῦτο μὲν ἡμῖν διὰ τούτων φανερόν. Ἐπειδὴ δὲ τὸ πρὸς ἄλλο ποικίλως ἐστὶ λαμβάνειν — ἢ γὰρ πρὸς ἓν μόνον, οἷον πῶς ἔχει ἡ ὁμοιότης τεθεῖσα πρὸς τὴν ἀνομοιότητα; ἢ πρὸς πλείω, οἷον πῶς ἔχει οὐσία εἶναι ὑποτεθεῖσα πρὸς στάσιν καὶ κίνησιν; ἢ πρὸς πάντα, οἷον, ἐὰν ᾖ τὸ ἓν, πῶς ἕξει πρὸς πάντα τὰ ὄντα; —, οὐδὲ τοῦτο παρῆκεν ὁ Πλάτων, ἀλλὰ προσέθηκεν ὅτι δεῖ σκοπεῖν καὶ πρὸς ἓν μόνον ὅ τι ἂν προαιρῇ, καὶ πρὸς πλείω καὶ πρὸς σύμπαντα. Δεῖ μὴν ἐκεῖνο τὸ ἓν ἢ πλείω ἐκεῖνα συγγενῶς ἔχειν πρὸς τὸ προκείμενον· οἷον ὡς τῷ ἀνομοίῳ τὸ ὅμοιον, σύστοιχα γὰρ ταῦτα ἀλλήλοις· καὶ τῇ οὐσίᾳ κίνησις καὶ στάσις, ἐν αὐτῇ γὰρ ταῦτα καὶ περὶ αὐτήν. Εἰ δὲ, διαφορᾶς οὔσης κατὰ τὸ ἄλλο τὸ πρὸς ἓν καὶ πρὸς πλείω καὶ πρὸς σύμπαντα, ἡμεῖς εἰκοσιτέτταρας τρόπους εἴπομεν, μοναχῶς τὸ πρὸς ἄλλο παραλαμβάνοντες, μή τοι θαυμάσῃς· ἡ γὰρ τοῦ πρὸς ἄλλο διαφορὰ τῆς ὕλης ἐστὶν, ὅταν ἓν ἢ μὴ ἓν ᾖ τὸ ὑποκείμενον· ἡμεῖς δὲ αὐτὸ τὸ εἶδος τῆς μεθόδου παραδοῦναι προὐθέμεθα, καὶ τὰς εἰδητικὰς ἐν αὐτῇ διαφορὰς, ἀλλʼ οὐχὶ τὰς ὑλικάς. Ἀλλὰ τί δὴ προσέθηκεν ἡμῖν τῆς γυμνασίας ταύτης τέλος; τὴν θέαν, φησὶ, τῆς ἀληθείας. Οὐχ ἁπλῶς οὖν ἀκουσόμεθα τὴν ἀλήθειαν, ἀλλʼ αὐτὴν τὴν νοητὴν περὶ ἧς ἡμᾶς ἐν ἄλλοις ἐδίδαξεν, οὗ ἕνεκα ἡ πολλὴ σπουδὴ τὸ ἀληθείας ἰδεῖν πεδίον οὗ ἐστι. Πᾶσα τοίνυν ἡμῶν ἡ ζωὴ γυμνάσιόν ἐστι πρὸς ἐκείνην τὴν θέαν, καὶ ἡ διὰ τῆς διαλεκτικῆς πλάνη πρὸς τὸν ὅρμον ἐκεῖνον ἐπείγεται· διὸ καὶ πάνυ θαυμαστῶς εἴρηται τὸ διόψεσθαι· διὰ πολλῶν γὰρ μεσοτήτων αἱ ψυχαὶ τυγχάνουσι τῆς ἐκείνων θέας.

Ἀλλʼ ἵνα πάλιν ἡμῖν καὶ ἐπʼ ἄλλου παραδείγματος ἡ μέθοδος γένηται καταφανὴς, φέρε εἰκοσιτέτταρας τρόπους ἐπὶ τῆς προνοίας ἐξετάσωμεν· ὑποκείσθω γὰρ εἶναι πρόνοιαν· οὐκοῦν εἰ ἔστιν, ἕπεται αὐτῇ μὲν πρὸς ἑαυτὴν τὸ ἀγαθοειδὲς, τὸ ἀπειροδύναμον, τὸ δραστήριον· οὐχ ἕπεται δὲ τὸ παρατρέπεσθαί πως αὐτὴν, τὸ ἀμετάβλητον εἶναι, τὸ ἀθελητὸν αὐτήν· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ μίαν εἶναι καὶ οὐ μίαν· πρὸς δὲ τὰ ἄλλα, ἕπεται μὲν τὸ ἄρχειν αὐτῶν, τὸ σώζειν ἕκαστα, τὸ ἀρχὰς καὶ τέλη πάντων ἔχειν, εὐθείως τὰ ὅλα περαίνουσαν· οὐχ ἕπεται δὲ τὸ βλαπτικὴν εἶναι τῶν προνοουμένων, τὸ τοῦ παρὰ δόξαν χορηγὸν, τὸ ἀταξίας αἰτίαν· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ παρεῖναι πᾶσι καὶ ἐξῃρῆσθαι ἀπʼ αὐτῶν, τὸ γιγνώσκειν αὐτὰ καὶ μὴ γιγνώσκειν· ἄλλως γὰρ γιγνώσκει καὶ οὐ ταῖς συστοίχοις τῶν γνωστῶν δυνάμεσι. Τοῖς δὲ ἄλλοις πρὸς αὑτὰ ἕπεται μὲν τὸ μηδὲν ὑπʼ ἀλλήλων πάσχειν εἰκῇ, τὸ μηδὲν ἀδικεῖσθαι παρὰ μηδενός· οὐχ ἕπεται δὲ τὸ εἶναί τι ἀπὸ τύχης αὐτοῖς, τὸ ἀσύντακτα εἶναι πρὸς ἄλληλα· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ πάντα εἶναι ἀγαθά· τοῦτο γὰρ πῆ μὲν αὐτοῖς ὑπάρχει, πῆ δὲ οὔ· τοῖς δὲ ἄλλοις πρὸς αὐτὴν ἕπεται μὲν τὸ ἐξηρτῆσθαι αὐτῆς, καὶ πανταχόθεν φρουρεῖσθαι καὶ ἀγαθύνεσθαι παρʼ αὐτῆς· οὐχ ἕπεται δὲ τὸ ἐνίστασθαι αὐτὴν, τὸ διαφεύγειν αὐτήν· οὐδὲν γὰρ οὔθʼ οὕτω σμικρὸν ὡς διαφεύγειν αὐτὴν, οὔθʼ οὕτως ὑψηλὸν ὡς μὴ καταγωνίζεσθαι ὑπʼ αὐτῆς· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ μετέχειν ἕκαστα τῆς προνοίας· πῶς μὲν γὰρ αὐτῆς μεταλαγχάνει, πῶς δὲ οὐκ αὐτῆς, ἀλλὰ τῶν ἀπʼ αὐτῆς εἰς ἕκαστον ἀπομεριζομένων ἀγαθῶν. Ἀλλὰ δὴ μὴ ἔστω πρόνοια· πάλιν τοίνυν αὐτῇ πρὸς αὑτὴν ἕπεται μὲν τὸ ἀτελὲς, τὸ ἄγονον, τὸ ἀδρανὲς, τὸ ἑαυτοῦ μόνον· οὐχ ἕπεται δὲ τὸ ἄφθονον, τὸ ὑπερπλῆρες, τὸ ἱκανὸν, τὸ ἐκτενές· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ ἄπραγμον καὶ ἀόχλητον· πῶς μὲν γὰρ ὑπάρξει ταῦτα τῷ μὴ προνοοῦντι, πῶς δʼ οὒ, μὴ κρατουμένων ὑπʼ αὐτοῦ τῶν δευτέρων· πρὸς δὲ τὰ ἄλλα, δῆλον ὡς ἕπεται μὲν τὸ ἄμικτον, τὸ ἀκοινώνητον πρὸς πάντα, τὸ μηδὲν γιγνώσκειν· οὐχ ἕπεται δὲ τὸ πρὸς ἑαυτὴν ἀφομοιοῦν τὰ ἄλλα, τὸ πᾶσιν ἀγαθοῦ μεταδιδόναι τοῦ προσήκοντος· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ ἐφετὸν εἶναι αὐτοῖς· δυνατὸν γάρ πως τοῦτο καὶ οὐ δυνάτον· εἰ μὲν γὰρ διʼ ὑπεροχὴν ἐξῃρημένην ἀπὸ πάντων λέγοιτο μὴ προνοεῖν ὡς κρεῖττον πάσης σχέσεως καὶ ἐνεργείας, οὐδὲν κωλύεται πᾶσιν ἐφετὸν εἶναι τοῖς δευτέροις· εἰ δὲ ὡς παρῃρημένον ταύτης τῆς δυνάμεως, οὐδʼ ἂν ἐφετὸν εἴη. Τοῖς δὲ ἄλλοις ἕπεται μὲν πρὸς αὑτὰ τὸ ἀκόσμητον, τὸ εἰκαῖον ἐν τῷ ποιεῖν, τὸ ἐν τῷ πάσχειν ἀόριστον, τὸ πολλὰ δέχεσθαι τὰ ἐπεισόδια ταῖς αὑτῶν φύσεσι, τὸ πλημμελῶς φέρεσθαι καὶ ἀτάκτως· οὐχ ἕπεται δὲ ἡ ἔντευξις ἡ πρὸς ἓν, ἡ κατʼ ἀξίαν διανομὴ, ἡ κατὰ νοῦν διάθεσις· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ ἀγαθὸν εἶναι· καὶ γὰρ ὄντα πάντως ἀγαθὰ εἶναι ἀναγκαῖον, καὶ προνοίας οὐκ οὔσης, πόθεν ἔχει τὸ ἀγαθὸν, εἰπεῖν οὐκ ἂν ἔχοι τις· πρὸς δέ γε τὴν πρόνοιαν ἕπεται μὲν αὐτοῖς τὸ ἀπαθὲς ὑπʼ αὐτῆς, τὸ ἀσύντακτον πρὸς αὐτήν· οὐχ ἕπεται δὲ τὸ μετρεῖσθαι καὶ ὁρίζεσθαι παρʼ αὐτῆς· ἕπεται δὲ καὶ οὐχ ἕπεται τὸ ἀγνοεῖν αὐτήν· καὶ γὰρ γιγνώσκειν αὐτὴν ἀνάγκη τοῖς πεφυκόσιν, ὅτι οὐκ ἔστιν εἴπερ μὴ ἔστι, καὶ μὴ γιγνώσκειν· οὐδὲν γάρ ἐστιν αὐτοῖς κοινὸν πρὸς αὐτήν. Εἰς τέλος ἄρα νῦν ἀφίγμεθα τοῦ περὶ τῆς προνοίας λόγου, κατʼ αὐτὴν γυμναζόμενοι τὴν μέθοδον· παρακελευόμεθα δὲ καὶ διὰ πλειόνων παραδειγμάτων ἄλλων γυμνάσασθαι τοῖς ἐσομένοις προσήκουσιν ἀκροαταῖς τῆς τοῦ Παρμενίδου διδασκαλίας· ἡμεῖς δὲ ἐπὶ τὰς ἑξῆς μέτιμεν λέξεις τοῦ Πλάτωνος.

Ἀμήχανον, ἔφη, λέγεις, ὦ Παρμενίδη, πραγματείαν, καὶ οὐ σφόδρα μανθάνω· ἀλλά μοι τί οὐ διῆλθες αὐτὸς ὑποθέμενός τι, ἵνα μᾶλλον καταμάθω;

Ὥσπερ ἡ τῶν εἰδῶν οὐσία τοῖς μὲν νοερῶς αὐτὴν θεάσασθαι βουλομένοις εὔληπτός ἐστι καὶ φανοτάτη, τοῖς δὲ διʼ αἰσθήσεως καὶ φαντασίας καὶ δόξης αὐτὴν εὑρεῖν ἐφιεμένοις ἄγνωστος καὶ ἀθεώρητος, οὕτω δὴ καὶ ἡ τοῦ Παρμενίδου διδασκαλία τοῖς μὲν συνοπτικοῖς καὶ τελείοις ἤδη κατὰ τὴν ἕξιν εὐμήχανός ἐστι, τοῖς δὲ ἀτελέστερον διακειμένοις ἀμήχανος· ὃ δὴ καὶ νῦν ὁ Σωκράτης πεπονθὼς, καὶ τὸ πέλαγος ὄντως τῆς μεθόδου ταύτης ἰδὼν καὶ τὴν εὐπορίαν τῶν ἐπιβολῶν καὶ τὴν μεταχείρισιν καὶ τὴν εὐταξίαν, ἀμήχανον αὐτὴν ἀπεκάλεσε πραγματείαν· διὰ μὲν τοῦ ἀμηχάνου τό τε δυσπερίληπτον ὁμοῦ καὶ τὸ αὐτοφυὲς αὐτῆς κάλλος ἐνδείξασθαι βουλόμενος· οὐδὲν γὰρ μεμηχανευμένον οὐδὲ κεκομψευμένον ἐπʼ αὐτῆς ἐστιν ἰδεῖν, ὥστε καὶ ἀμήχανός ἐστιν ὡς αὐτοφυὴς, καὶ εὐμήχανος ὡς νοερὰ καὶ μιμουμένη τὴν τῶν ὄντων συμπλοκήν τε καὶ διαίρεσιν· διὰ δὲ τοῦ τῆς πραγματείας ὀνόματος, τὸ διὰ τῶν πραγμάτων αὐτῶν ὁδεύειν αὐτὴν καὶ μὴ ἐν ψιλοῖς ὑφεστάναι τοῖς λογικοῖς κανόσι δηλῶν. Δύσληπτος γοῦν ἐστι τοῖς ἀτελέσι καὶ δυσμεταχείριστος· ὅθεν καὶ ἐπήνεγκεν, οὐ σφόδρα μανθάνω· πάντως γὰρ ἐφήψατο τῆς περὶ αὐτῶν θεωρίας, ἀτελέστερον δὲ, ὡς ὁ Παρμενίδου λόγος ἐδείκνυτο· διὸ καὶ οὐ σφόδρα μανθάνω φησίν. Ἔτι δὲ μειζόνως ἀντέχεται τῆς κατανοήσεως αὐτῆς, ὅσῃ δυσπερίληπτον οὖσαν τὴν μέθοδον κατεῖδεν· ἴδιον δὲ τούτου τὸ τῶν πρὸ τῆς ἀληθείας συγγενῶν ἐστιν, ὡς αὐτὸς εἴρηκεν ἐν Ἐπιστολαῖς· τὸ δὲ ἐκ τῆς χαλεπότητος καὶ τῆς δυσκολίας τῶν προβλημάτων προσφαινομένης ἐρρωμενέστερον ἀντιλαμβάνεσθαι τῆς θεωρίας αὐτῶν, καὶ μὴ διαφεύγειν τὸν ἐκ τῆς ζητήσεως τόνον, ἀλλʼ οἷον ὑπὸ θεοῖς ἀθλοθέταις ἀγωνιζομένους προθύμως μετιέναι τὴν ἀντίληψιν αὐτῶν· οὕτω γὰρ καὶ πρὸς τὸν νοῦν ἡ ψυχὴ βλέπουσα, καὶ θεωμένη τὴν μίαν αὐτοῦ καὶ ἁπλουστάτην καὶ διαιώνιον νόησιν, ἀμήχανον μὲν αὐτὴν οἴεται εἶναι· παρʼ αὐτῇ γὰρ αἱ παντοῖαι μηχαναὶ καὶ πλοκαὶ τῶν εἰδῶν· ἔτι δὲ καὶ πλέον ἐρᾷ τῆς ἐκείνου τελειότητος, εἰ κἂν ἀνελίξαι μὴ δύναται τὴν νόησιν αὐτοῦ μηδὲ τὴν ἁπλότητα τῆς θείας ἐκείνου ζωῆς, περιτρέχουσα δὲ αὐτὸν καὶ ἀντεχομένη, τῷ ἑαυτῆς ποικίλῳ μιμεῖται τὸ ἐκείνου ἑνοειδὲς καὶ τῷ διῃρημένῳ τὸ ἀμέριστον ἐν τῷ νοεῖν. Ταὐτὸν δὴ οὖν ποιεῖ καὶ ἐν τούτοις ὁ Σωκράτης· οὐ γὰρ καταθεασάμενος τὸ χαλεπὸν τῆς μεθόδου ταύτης καὶ τὸ συνοπτικὸν ὁμοῦ τῆς ὑφηγήσεως, ᾤχετο ἀποδρὰς καὶ ἀποδειλιάσας πρὸς τὸν πόρον τῆς περὶ αὐτὴν γυμνασίας· ἀλλʼ ὁμολογεῖ μὲν τὴν ἔνδειαν τὴν ἑαυτοῦ καὶ τὴν ὕφεσιν τῆς γνώσεως ταύτης, ἀντέχεται δὲ προθυμότερον τῆς ὅλης περὶ αὐτὴν θεωρίας, παρακαλεῖ δὲ τὸν Παρμενίδην εἰς λογισμὸν ἀπὸ νοῦ καταβάντα καὶ ἀπὸ τοῦ καθόλου πρός τι παράδειγμα μερικὸν ἐπὶ τούτου γυμνάσαι τὴν μέθοδον· οὕτω γὰρ καὶ ἐν τοῖς οὖσι τὰς ἔνδον καὶ ἐν αὐτοῖς τοῖς θεοῖς ἐνεργείας οὐ δυνάμενοι γιγνώσκειν, διὰ τῶν ἐκτὸς προϊουσῶν καὶ ἐκείνας δυνάμεθα συλλογίζεσθαι, καὶ διὰ τῶν μερικωτέρων τὰ καθολικώτερα γιγνώσκομεν· οὕτω δὴ οὖν καὶ ὁ Παρμενίδης ἑαυτὸν ἀνέφηνε διὰ τῶν λόγων, ἀπὸ τῶν ἡνωμένων νοήσεων εἰς τὴν διέξοδον ταύτην καὶ ποικιλίαν τῆς ὑφηγήσεως προϊὼν, ὃ καὶ αἰτεῖ νῦν ὁ Σωκράτης ἀνάλογον τεταγμένος ταῖς τρίταις τάξεσιν, αἳ τῶν πρώτων μετέχουσι κατὰ τὰς εἰς αὐτοὺς προϊούσας ἐκεῖθεν δυνάμεις, καὶ οὐδὲ τούτων ἀμέσως, ἀλλὰ διὰ τῶν μεταξὺ γενῶν.

Πολὺ ἔργον, φάναι, ὦ Σώκρατες, προστάττεις ὡς τηλικῷδε.

Ἅμα μὲν εἰς μείζω καὶ τελειοτέραν ἐπιτηδειότητα προκαλεῖται τὸν Σωκράτη, καὶ τήν τε χαλεπότητα τοῦ πράγματος ἐξαίρων καὶ τὴν διέξοδον ταύτην παραιτούμενος· καὶ τοῦτο καὶ αὐτὸς ὁ Σωκράτης ἐπʼ ἄλλων φαίνεται ποιῶν νέων καὶ ἀκοῦσαί τι παρʼ αὐτοῦ σπουδαζόντων, τοὺς οἰκείους πατέρας μιμούμενος. Ἅμα δὲ καὶ ἀλήθειαν ὁ λόγος ἔχει πολλὴν, εἴτε πρὸς τὴν ψυχὴν, εἴτε πρὸς τὸ ζῶον αὐτοῦ θεωρήσειας· εἰ μὲν γὰρ πρὸς τὴν ψυχὴν, φαίης ἂν ὡς οὐ προσήκει τῷ νοεῖν τὰ θεῖα δυναμένῳ διὰ τῆς λεκτικῆς φαντασίας καὶ τοῦ σώματος ἐνεργεῖν, ἀλλὰ μένειν ἐν τῇ ἑαυτοῦ περιωπῇ καὶ τοῖς οἰκείοις ἤθεσιν· ἔργον οὖν τῷ νοερῶς ζῶντι τὸ λογικῶς ἐνεργῆσαι καὶ φανταστικῶς, καὶ τῷ πρὸς ἑαυτὸν ἐστραμμένῳ τὸ πρὸς ἄλλον, καὶ τῷ ἁπλῷ τῆς γνώσεως τὸ ποικίλον τῶν λόγων· εἰ δὲ πρὸς τὸ ζῶον, εἴποις ἂν ὡς τῷ πρεσβύτῃ τὸ τοιούτους ἄθλους ὑφίστασθαι πολὺ ἔργον ἐστί· τὸ γὰρ διανεῦσαι τοιοῦτόν τε καὶ τοσοῦτον πέλαγος λόγων δεῖται καὶ ὀργάνου τοῦ πρὸς τὴν ἐνέργειαν ταύτην ἀκινήτως ὑπηρετήσοντος, δῆλον ὡς ἀκμάζοντος· ὥστε διχῶς τό τε ἔργον καὶ τὸ τηλικῷδε λαμβάνοντες, ἀμφοτέρως εὑρήσομεν ἀληθεύοντα τὸν λόγον. Καὶ μέντοι καὶ ὡς πρὸς αὖ τὰ ὑποκείμενα πράγματα πολλὴν ὁ λόγος ἀλήθειαν ἔχει· πολλαχοῦ γὰρ οἱ καθολικοὶ κανόνες εἰσὶν εὔληπτοι· περὶ δὲ τὴν χρῆσιν αὐτῶν οὐκ ὀλίγη δυσκολία πειρωμένοις φαντάζεται, καθάπερ ἐν γεωμετρίᾳ τοὺς καλοὺς λόγους ἐγνωκόσιν ὅμως εἰς τὸ διʼ ἐκείνων ἐπιχειρεῖν τὰ προτεινόμενα λήμματα φαίνεται χαλεπόν. Δηλοῖ δὲ τῆς μεθόδου τῆς εἰρημένης τὴν ἐν τῷ χρησάσθαι δυσκολίαν τὸ μηδένα τῶν μετὰ Πλάτωνα κατὰ ταύτην διαθεῖναί τι τῶν ἑαυτοῦ συγγραμμάτων· τὸν γὰρ Ἀμμίκαρτον χαίρειν ἐάσομεν ὅστις ποτὲ ἦν· διόπερ ἡμεῖς ἐπειράθημεν πλείοσιν ἔμπροσθεν αὐτῆς χρήσασθαι παραδείγμασιν. Ἀλλʼ οὖν, ὅτι τῶν καθόλου λόγων ἡ μὲν γνῶσίς ἐστι πολλάκις εὐσύνοπτος, ἡ δὲ χρῆσις δύσκολος, ἔστω διὰ τούτων δῆλον· ὅθεν εἰκότως πολὺ ἔργον αὑτῷ προστάττεσθαί φησιν ὁ Παρμενίδης ὑπὸ τοῦ Σωκράτους, οὐ μόνον διʼ ἃς εἴπομεν ἀλλὰς αἰτίας, ἀλλὰ καὶ διʼ αὐτὴν τὴν τῶν ζητουμένων φύσιν τοιαύτην οὖσαν.

Ἀλλὰ σὺ, εἰπεῖν τὸν Σωκράτη, Ζήνων, τί οὐ διῆλθες ἡμῖν;

Ἀεὶ τὰ τρίτα κατὰ τὴν ἀξίαν διὰ τῶν μέσων τυγχάνει τῆς τῶν πρώτων μετουσίας· τὸ δὲ ἄτακτον τῆς μεθέξεως τῆς ἀμέσου ταύτης καὶ χωρὶς τῶν προσεχῶν ἑκάστοις ἐξώρισται τῶν θεῶν. Ταῦτα δὴ μιμούμενος ἐν τοῖς διαλόγοις ὁ Πλάτων αὐτόθεν μὲν πληρωθῆναι τῶν τοῦ Παρμενίδου νοήσεων τὸν Σωκράτη βουλόμενον ἁμαρτάνοντα ποιεῖ τῆς ἐλπίδος, διὰ Ζήνωνος δὲ ταὐτὸν τοῦτο ποιοῦντα καὶ λίαν τυγχάνοντα τῆς αἰτήσεως. Ὁ Ζήνων, ὡς εἴρηται πολλάκις, εἰκόνας φέρει τῆς θείας μεσότητος· καὶ εἴρηται πολλάκις τὰ αἴτια, καὶ τίσιν ἀνάλογον οἱ τρεῖς ὧν Ζήνων μέσος. Τοῦτον οὖν ὁ Σωκράτης λιπαρῶν, καὶ διʼ αὐτοῦ βουλόμενος ἑνωθῆναι πρὸς τὸν πατέρα τῶν λόγων, καὶ ἀνακινῶν αὐτὸν πρὸς τὴν δυσκολίαν, μετέχει καὶ αὐτοῦ Παρμενίδου. Μέχρι μὲν οὖν τῆς περὶ τῶν εἰδῶν θεωρίας αὐτόθεν ὁ Σωκράτης μετεῖχε τῆς τοῦ πρεσβύτου συνουσίας, διότι καὶ αὐτὸς παρʼ ἑαυτοῦ πρὸς τὴν τῶν εἰδῶν ἠρέθιστο θέαν· ἐπειδὴ δὲ βαθυτέρων γενήσεται νοημάτων πρόοδος, ἀναγκαίως δεῖ τῆς μεσότητος, ἣν καὶ νῦν ὁ Σωκράτης ἀνεγείρει, καὶ αἰτεῖ τοῦτο γενέσθαι πρὸς αὐτὸν, ὃ πρὸς ἐκεῖνον ὁ Παρμενίδης. Ἔοικεν οὖν πάλιν ὁ Παρμενίδης τῇ πατρικῇ αἰτίᾳ· πάντων γάρ ἐστι κοινὸς οὗτος ἐν τοῖς λόγοις πατήρ· ὁ δὲ Ζήνων τῇ δυνάμει τῇ τοῦ πατρὸς, ὅθεν καὶ προβέβληται τοῦ πατρὸς καὶ πᾶν καταγωνίζεται πλῆθος τὸ τοῦ ἑνὸς ἀφιστάμενον· ὁ δὲ Σωκράτης τῷ νῷ τῷ διὰ ζωῆς καὶ δυνάμεως ἐπιστρέφοντι πρὸς τὸν ἑαυτοῦ πατέρα· καὶ κατὰ ταύτας εἰ βούλει τὰς ἀναλογίας μετιέναι τὸν τόπον, πολλὴν εὑρήσεις ἐν ὀλίγοις κεκρυμμένην θεωρίαν.

Καὶ τὸν Ζήνωνα ἔφη γελάσαντα φάναι· Αὐτοῦ, ὦ Σώκρατες, δεώμεθα Παρμενίδου· μὴ γὰρ οὐ φαῦλον ᾖ ὃ λέγει· ἢ οὐχ ὁρᾷς ὅσον ἔργον προστάττεις;

Οὕτω καὶ ἐν τοῖς θεοῖς τὸ μὲν τρίτον ἑαυτὸ συνάπτει τῷ δευτέρῳ, καὶ ἐφίεται τῆς παρʼ αὐτοῦ πληρώσεως· τὸ δὲ δεύτερον, ἅτε ἐνιδρυμένον τῷ πρώτῳ, προάγει τὴν ἀπʼ ἐκείνου δόσιν ἐπὶ πάντα. Θαυμαστὸν δὲ ἐν τούτοις καὶ ὅτι πρότερον, ὅτε μειδίαμα μόνον ἦν, ἐμειδίων ἀμφότεροι, ὁ Ζήνων καὶ ὁ μέγας Παρμενίδης· νῦν δὲ, ὅτε οὐκ ἔτι μειδιᾷν λέγεται, μόνος ὁ Ζήνων γελᾷ, τοῦ Παρμενίδου μένοντος ἐν τῷ ἠρεμίῳ καταστήματι· διότι, τοῦ καθηγεμόνος παρόντος, τὸν ἐκείνου μαθητὴν παρακαλεῖ τὸν καὶ αὐτῷ τῷ καθηγεμόνι χαλεπὸν εἶναι δοκοῦντα λόγον μεταχειρίζεσθαι· τοῦτο γὰρ οὐκ ἦν ἀνδρὸς τὸ καθῆκον τῷ καθηγεμόνι φυλάττοντος· διὸ καὶ ὅτε τὸ σύγγραμμα ἀνεγίνωσκε, μὴ παρόντος ἐποίει τοῦτο Παρμενίδου, καθάπερ εἴρηται ἐν προοιμίοις, ὡς φορτικῆς οὔσης τῆς ἀναγνώσεως ἐπὶ τοῦ καθηγεμόνος. Τὸ μὲν οὖν μειδίαμα τὴν ἀφανῆ μιμεῖται τῶν θείων ἐνέργειαν καὶ τὸ κρύφιον· ὁ δὲ γέλως, τὴν πρόοδον τὴν ἐπὶ τὸ ἐμφανέστερον· αἰσθητικώτερον γὰρ ὁ γέλως τοῦ μειδιάματος· οὐκοῦν ὁ μὲν μιμεῖται τὸν μένοντα καὶ ἠρεμοῦντα καὶ κεκρυμμένον θεὸν, ὁ δὲ τὸν ἄνω μένοντα, προϊόντα δὲ ἤδη καὶ ἐκφαινόμενον. Καὶ ὃ τούτων ἔτι θαυμασιώτερον· ὁ γὰρ Ζήνων μειδιᾷ μὲν πρὸς τὸν Παρμενίδην ἀποβλέπων, οὕτω γὰρ εἴρηται πρότερον, γελᾷ δὲ πρὸς τὸν Σωκράτη τὸν λόγον ποιούμενος· καὶ γὰρ ἐν τοῖς θείοις ἡ μεσότης μὲν κρύφιος καθὸ συνήνωται τῷ πρὸ αὑτῆς, ἐκφαίνεται δὲ καθὸ κοινωνεῖ τῷ μεθʼ αὑτήν· γελᾷ μὲν οὖν διὰ ταῦτα ὁ Ζήνων ἐκφαίνων ἑαυτὸν τῷ Σωκράτει καθὸ συντάττων αὐτὸν ἑαυτῷ, καὶ διὰ τῆς ἑνώσεως ταύτης τὴν τοῦ Παρμενίδου προκαλούμενος νόησιν· ἐπιστρέφει γὰρ καὶ τοῦτον εἰς τὸν ἑαυτοῦ καθηγεμόνα, καὶ πάντως ἀνάγει πρὸς ἐκεῖνον ὡς πρωτουργὸν αἴτιον τῆς θεωρίας καὶ πάσης νοήσεως τῆς παρʼ αὐτοῦ γεννητικόν. Τούτου δὲ τὴν αἰτίαν προσέθηκεν αὐτός· μέγα γὰρ, φησὶ, προστάττεις· τὰ δὲ μεγάλα καὶ ἐξῃρημένα τῶν ἀποτελεσμάτων τοιούτων δεῖται καὶ τῶν αἰτιῶν· τὰ δὲ μέσα τῶν μέσων ἐστὶν ἀγαθῶν αἴτια, καὶ οὐ τῶν ἀκροτάτων οὐδὲ τῶν ἐξῃρημένων ἀπὸ τῶν πολλῶν.

Εἰ μὲν οὖν πλείους ἦμεν, οὐκ ἂν ἄξιον ἦν δεῖσθαι· ἀπρεπῆ γὰρ τὰ τοιαῦτα πολλῶν ἐναντίον λέγειν, ἄλλως τε καὶ τηλικούτῳ· ἀγνοοῦσι γὰρ αὐτὸ οἱ πολλοὶ ὅτι ἄνευ ταύτης τῆς διὰ πάντων διεξόδου τε καὶ πλάνης ἀδύνατον ἐντυχόντα τῷ ἀληθεῖ νοῦν ἔχειν. Ἐγὼ μὲν οὖν, ὦ Παρμενίδη, Σωκράτει συνδέομαι, ἵνα καὶ αὐτὸς διακούσω διὰ χρόνου.

Ἤδη τις καὶ τῶν πρὸ ἡμῶν ἐπέστησε μετρίως ὅτι πανταχοῦ τὸ καθῆκον ἐν ταῖς μιμήσεσιν ἀποσώζει τοῖς προσώποις ὁ Πλάτων, ὡς ἔστι διὰ τούτων δῆλος. Ἐν Γοργίᾳ μὲν γὰρ σοφιστῶν παραδοὺς συνουσίαν, ὑφαρπάζοντα τὸν μαθητὴν εἰσάγει τὰς ἀποκρίσεις τοῦ καθηγεμόνος καὶ προπηδῶντα ἐν τοῖς λόγοις ἀτάκτως· τοιοῦτος γὰρ ὁ ἐκεῖ Πῶλος, ἀχαλίνωτος ὢν καὶ πλημμελὴς καὶ περὶ αὐτὸν τὸν πατέρα τῆς τέχνης. Ἐνταῦθα δὲ φιλοσόφους μιμούμενος, ὑπεξιστάμενον παραδίδωσι τὸν Ζήνωνα τῷ Παρμενίδῃ, καὶ δεόμενον ὅπως ἂν αὐτὸς ὁ λέγων ᾖ καὶ τοὺς παρόντας εὐεργετῶν· ἔοικε γὰρ ἡ μὲν τῶν σοφιστῶν σύνοδος τῇ ἐνύλῳ συστοιχίᾳ πάσῃ, παρʼ ᾗ καὶ τὰ ἔκγονα πολλάκις κατὰ τῶν οἰκείων αἰτιῶν ἐξανίσταται κρατεῖν ἐθέλοντα τῶν ἀμεινόνων· ἡ δὲ τῶν φιλοσόφων κοινωνία τῇ τῶν θεῶν τάξει, παρʼ ᾗ τὰ καταδεέστερα προκαλεῖται μὲν τὰς τῶν ὑπερτέρων δυνάμεις, ὑπεξίσταται δὲ αὐτῶν ταῖς ἀπείροις καὶ γεννητικαῖς περιουσίαις. Ἀλλὰ τοῦτο μὲν περὶ τοῦ ἤθους τῶν ἀνδρῶν ἔστω μοι λελεγμένον· ὅτι δὲ ἀπρεπῆ τὰ θειότατα τῶν δογμάτων ἐστὶν εἰς ἀκοὰς καταφερόμενα τῶν πολλῶν, οὐδὲν δεῖ λέγειν, αὐτοῦ Πλάτωνος εἰπόντος ὡς πάντα ταῦτα καταγέλαστα μὲν ἔστι τοῖς πολλοῖς, θαυμασμοῦ δὲ ἄξια τοῖς σοφοῖς. Οὕτω δὲ καὶ οἱ Πυθαγόρειοι τῶν λόγων τοὺς μὲν ἔφασκον εἶναι μυστικοὺς, τοὺς δὲ ὑπαιθρίους· καὶ οἱ ἐκ τοῦ Περιπάτου τοὺς μὲν ἐσωτερικοὺς, τοὺς δὲ ἐξωτερικούς· καὶ αὐτὸς Παρμενίδης τὰ μὲν Πρὸς ἀλήθειαν ἔγραψε, τὰ δὲ Πρὸς δόξαν· καὶ ὁ Ζήνων δὲ τοὺς μὲν ἀληθεῖς ἐκάλει τῶν λόγων, τοὺς δὲ χρειώδεις· ὥστε εἰκότως εἴρηται καὶ νῦν ἀπρεπεῖς εἶναι παρὰ τοῖς πολλοῖς τοὺς τοιούσδε λόγους, ὡς ἀδέκτων τούτων ὄντων τῆς τοιαύτης ἀκροάσεως. Εἰ δέ τις καὶ ἤδη ἐν γήρᾳ ὢν περὶ τούτων ποιοῖτο τοὺς λόγους ἐπὶ τῶν πολλῶν, ἔτι μᾶλλον ἀπρεπὲς αὐτοῖς εἶναι δοκεῖ καὶ αἰσχύνης ἄξιον· περὶ νέῳ μὲν γὰρ ἧττον τὰ τοιαῦτα φαινόμενα διασύρουσιν, ὥσπερ φησὶ καὶ Καλλικλῆς ὁ τῶν πολλῶν εἷς καὶ τὰ ἐκείνων πάθη πεπονθώς· προήκοντα δὲ κατὰ τὴν ἡλικίαν περὶ ταῦτα διατρίβειν ἡγοῦνται πάντων εἰς γέλωτα εἶναι πραγμάτων εὐδοκιμώτατον. Τί οὖν αἴτιον αὐτῆς τῆς τοιαύτης δόξης, οὐ χρὴ παρʼ ἄλλου ζητεῖν· αὐτὸς γὰρ ὁ Πλάτων ἤνεγκεν ὅτι διʼ ἄγνοιαν τοῦτο πεπόνθασι· μεγάλων ἄρα κακῶν ἡ ἄγνοια τὴν αἰτίαν ἔχει ταῖς ψυχαῖς· καὶ δείκνυσιν ὅτι πάλιν τὰ ἁμαρτήματα ἀκούσια τῶν πολλῶν· πᾶν γὰρ τὸ διʼ ἄγνοιαν πλημμελούμενον καὶ ἀκούσιόν ἐστι καὶ συγγνώμης ἄξιον. Ἀγνοοῦσιν οὖν οἱ πολλοὶ πόση τις ἄρα ἐστὶν ἡ τῆς διαλεκτικῆς δύναμις, καὶ ὅτι τέλος ἐστὶ τῆς πλάνης ταύτης ἡ ἀλήθεια καὶ ὁ νοῦς· οὐ γάρ ἐστιν ἄλλως ἡμᾶς ἀπὸ τῶν ἐσχάτων ἀναδραμεῖν ἐπὶ τὰ πρῶτα, μὴ διὰ τῶν μέσων πορευθέντας ὁδῶν τῆς ζωῆς· ὡς γὰρ ἡ κάθοδος ἡμῖν διὰ πολλῶν γέγονε τῶν μεταξὺ, τῆς ψυχῆς ἀεὶ ἐπὶ τὸ συνθετώτερον χωρούσης ἀπὸ τῶν ἁπλουστέρων ἐνεργειῶν, οὕτω καὶ ἡ ἄνοδος διὰ πολλῶν ἔσται μεσοτήτων, τῆς ψυχῆς ἀναλυούσης ὃν συνέθηκε τῆς ζωῆς διάκοσμον. Δεῖ οὖν πρῶτον καταγνῶναι τῶν αἰσθήσεων ὡς οὐδὲν ἀκριβὲς οὐδὲ ὑγιὲς γιγνώσκειν δυναμένων, ἀλλὰ πολὺ τὸ συγκεχυμένον καὶ ἔνυλον καὶ παθητικὸν ἐχουσῶν, ἅτε καὶ ὀργάνοις τοιούτοις δή τισι χρωμένων· ἔπειτα τὰς φαντασίας ἀφελεῖν, τὰς ἐν ἡμῖν πετομένας Στυμφαλίδας ὄρνιθας, ὥσπερ κακὰ μορφωτικὰ καὶ ἐσχηματισμένα νοούσας, τὸ δὲ ἀσχημάτιστον καὶ ἀμερὲς εἶδος ἑλεῖν οὐδαμῆ δυναμένας, ἀλλὰ παραποδιζούσας τὴν καθαρὰν καὶ ἄυλον νόησιν τῆς ψυχῆς τῷ παρεμπίπτειν καὶ θόρυβον αὐτῇ παρέχειν ἐν ταῖς ζητήσεσι· τρίτον δὲ ἐπὶ τούτοις τὰς δόξας τὰς πολυειδεῖς ἐκκόψαι καὶ τὴν περὶ ταύτας πλάνην τῶν ψυχῶν· οὐ γὰρ ἐφάπτονται τῆς αἰτίας, οὐδὲ ἐπιστήμην ἡμῖν ἐμποιοῦσιν οὐδὲ τοῦ χωριστοῦ νοῦ μετουσίαν· τέταρτον τοίνυν, ἐπὶ τὸ τῶν ἐπιστημῶν ἀναδραμόντα πέλαγος, ἐκεῖ τῇ διαλεκτικῇ θεωρεῖν τὰς διαιρέσεις αὐτῶν καὶ συνθέσεις καὶ ὅλως τῶν ἐν ἡμῖν εἰδῶν τὴν ποικιλίαν, καὶ διὰ τῆς θεωρίας ἐξυφήνασαν τὸν ἑαυτῆς διάκοσμον τὴν διάνοιαν ἡμῶν ἰδεῖν· ὅτι περ αὐτῆς ἀποστῆναι δεῖ τῆς συνθέσεως καὶ νοερῶς ἤδη προσβάλλειν τοῖς ὄντως οὖσι· νοῦς γάρ ἐστιν ἐπιστήμης κρείττων, καὶ ἡ κατὰ νοῦν ζωὴ τῆς κατʼ ἐπιστήμην προτιμοτέρα. Πολλαὶ οὖν αἱ πλάναι καὶ αἱ δινεύσεις τῆς ψυχῆς· ἄλλη γὰρ ἡ ἐν ταῖς φαντασίαις, ἄλλη πρὸ τούτων ἡ ἐν δόξαις, ἄλλη ἡ ἐν αὐτῇ τῇ διανοίᾳ· μόνη δὲ ἡ κατὰ νοῦν ζωὴ τὸ ἀπλανὲς ἔχει, καὶ οὗτος ὁ μυστικὸς ὅρμος τῆς ψυχῆς, εἰς ὃν καὶ ἡ ποίησις ἄγει τὸν Ὀδυσσέα μετὰ τὴν πολλὴν πλάνην τῆς ζωῆς, καὶ ἡμεῖς, ἐὰν ἄρα σώζεσθαι θέλωμεν, μᾶλλον ἑαυτοὺς ἀνάξομεν.

Ἀλλὰ ταῦτα μὲν περὶ τούτων. Ἤδη δὲ εἴρηται κἀκεῖνα πρότερον, ὅτι προσεχὴς ὁ Ζήνων τῷ Παρμενίδῃ, καὶ πάντων συνειλεγμένων μονάς τίς ἐστι· καὶ ὅτι πρῶτος ἐπιστρέφει πρὸς αὐτὸν, καὶ ἑαυτῷ συνεπιστρέφων τοὺς ἄλλους, διὰ τοῦ Σωκράτους ἔχοντος πρὸς τοὺς λοιποὺς ὑπεροχήν· ἀλλʼ αὐτὸς μὲν καὶ ἄλλοτέ φησιν ἀκηκοέναι τῶν λεχθησομένων, οὗτοι δὲ νῦν πρῶτον ἀκούσονται· διὰ τούτων ἐνδεικνυμένου τοῦ Πλάτωνος ὅτι καὶ ἐν τοῖς θείοις τὰ προσεχῆ τοῖς πατράσιν αἴτια τῶν μὲν ἐξῃρημένως καὶ κρυφίως μετέχει παρὰ τῶν πατέρων, ὧν καὶ μόνα μετέχει καὶ πρῶτα διὰ τὴν ἄρρητον πρὸς ἐκείνους ἕνωσιν, τῶν δὲ ἅμα τοῖς ἄλλοις τοῖς ἀπὸ τῶν αὐτῶν προελθοῦσιν. Ἀνάλογον οὖν ἡ μὲν πρώτη συνουσία τοῦ Ζήνωνος πρὸς τὸν Παρμενίδην τῇ μυστικῇ νοήσει τῶν δευτέρων, ἡ δὲ κοινὴ πρὸς τοὺς ἄλλους ταῖς ἐπὶ πάντα ὁμοίως ποιούσαις ἀπὸ τῶν πραγμάτων μεταστάσεσιν. Ἐπειδὴ δὲ ὑφεῖται τῆς προτέρας ἡ δευτέρα, καθόσον καὶ ὁ Παρμενίδης συνοπτικώτερον ὡς τὸ εἰκὸς αὐτὴν διετίθει πρὸς τὸν Ζήνωνα, ἅτε συνήθη τοῖς ἑαυτοῦ λόγοις ὄντα, ποικιλώτερον δὲ πρὸς πάντας, διὰ δὴ τοῦτο τὴν ὕφεσιν ταύτην ἐνδεικνύμενος διὰ χρόνου φησὶν ἐλθεῖν ἀκοῦσαι· τοῦτο γὰρ σύμβολόν ἐστι τῶν διαφόρων ἐνεργειῶν, τῆς νεωτέρας καὶ πρεσβυτέρας ἐν θεοῖς, οὐ κατὰ χρόνον, ἀλλὰ κατὰ τὴν ἀξίαν, οὕτω προσαγορευομένων. Εἰ δὲ καὶ πρὸς τὸ σχῆμα τῆς λέξεως ἀπίδῃς ὅπως εἴρηται περὶ τοῦ Ζήνωνος, ἐγὼ μὲν, ὦ Παρμενίδη, Σωκράτει συνδέομαι, καὶ τούτῳ μηδὲν ἄλλο προσθέντος, εὕροις ἂν ὡς οὐδὲ τοῦτο παρὰ τῷ Πλάτωνι μάτην, οὐδὲ κόσμου χάριν, ἀλλʼ ἐνδεικνύμενος παρείληπται πῶς πᾶσαν τὴν ἑαυτοῦ ὠφέλειαν ἐξήρτησεν ὁ Ζήνων τῆς τοῦ Παρμενίδου βουλήσεως· καὶ οὐδὲν ἄλλο λέγων, ἢ ὅτι δεῖται· τί δὲ ἑξῆς καὶ ὀφειλόμενον τῇ δεήσει, παραλείπων ἐκεῖνο, καθάπερ δὴ καὶ ὁ λόγος ἐνδεὴς εἶναι δοκεῖ τινος, μιμούμενος τὴν τοῦ λέγοντος διάνοιαν, τὸ σέβας φυλάττοντος ὃ δὴ προσήκειν ᾤετο τῷ πατρὶ τῶν τοιούτων λόγων.

Ταῦτα δὴ εἰπόντος τοῦ Ζήνωνος, ἔφη ὁ Ἀντιφῶν φάναι τὸν Πυθόδωρον, αὐτόν τε δεῖσθαι τοῦ Παρμενίδου καὶ τὸν Ἀριστοτέλη καὶ τοὺς ἄλλους, ἐνδείξασθαι ὃ λέγοι καὶ μὴ ἄλλως ποιεῖν.

Ἁπάντων μὲν τῶν τὴν συνουσίαν πληρούντων ταύτην μονάς ἐστιν ὁ Παρμενίδης, ὥσπερ τὸ ἓν ὂν τῶν ὄντων ἁπάντων μονάς· τῶν δὲ τοῦ Παρμενίδου μεθεξόντων ὁ Ζήνων μονάς· διὸ καὶ δεῖται ὑπὲρ αὐτῶν, κατὰ τὴν ἀνακλητικὴν δύναμιν τῶν προελθόντων ἐπὶ τὸν ἑαυτοῦ πατέρα τεταγμένος· τῶν δὲ εἰσεληλυθότων πρὸς αὐτοὺς ὁ μὲν Ζήνων ἔφατο Σωκράτει συνδεῖσθαι τοῦ Παρμενίδου, τὴν ἐξῃρημένην αὐτοῦ κατὰ τῶν ἄλλων ὑπεροχὴν μαρτυρῶν· τούτων δὲ ἀμφοτέρων δεομένων, πάντα κινεῖται τὰ δεύτερα πρὸς τὴν ἀντοχὴν τῶν πρώτων· καὶ γὰρ ὁ Πυθόδωρος καὶ ὁ Ἀριστοτέλης καὶ οἱ ἄλλοι πάντες, ἐν ὅσῳ μὲν ὁ Σωκράτης ἐδεῖτο μόνος, ἡσύχαζον οἱ ἄλλοι· οὐ γὰρ ἦν οὗτος πάντων τῶν μετεχόντων ὁ πρώτιστος· Ζήνωνος δὲ δεηθέντος, αὐτοφυῶς ἀνακινοῦνται πάντες· οὕτω γὰρ καὶ ἐν θεοῖς τῶν ἐγκοσμίων θεῶν ἑπομένων τοῖς ἀπολύτοις ἡγεμόσι συνέπεται αὐτοῖς πάντα, καὶ ἄγγελοι καὶ δαίμονες καὶ μερικαὶ ψυχαί· πάντα γὰρ ἐθέλει μετὰ τῶν οἰκείων ἀκροτήτων ἐνεργεῖν. Τίς οὖν ἡ δέησις, αὐτὸς προσέθηκεν, ἐνδείξασθαι ὃ λέγοι· συμβολικὸς ἄρα καὶ ἐνδεικτικὸς ἔσται καὶ αἰνιγματώδης ὁ τῆς διδασκαλίας τρόπος, καὶ πρέπων τοῖς μυστικωτάτοις τῶν δογμάτων, ἀλλʼ οὐκ ἐπιχειρηματικὸς καὶ ἐν κοινοῖς ἀγῶσι τὴν πραγματείαν ὅλην ποιούμενος.

Τὸν οὖν Παρμενίδην, Ἀνάγκη, φάναι, πείθεσθαι· καίτοι δοκῶ μοι τὸ τοῦ Ἰβυκείου ἵππου πεπονθέναι· ᾧ ἐκεῖνος ἀθλητῇ ὄντι καὶ πρεσβυτέρῳ, ὑφʼ ἅρματι μέλλοντι ἀγωνιεῖσθαι καὶ διʼ ἐμπειρίαν τρέμοντι τὸ μέλλον, ἑαυτὸν ἀπεικάζων ἄκων ἔφη καὶ αὐτὸς οὕτω πρεσβύτης ὢν εἰς τὸν ἔρωτα ἀναγκάζεσθαι ἰέναι.

Πάντα μὲν, ὥσπερ εἴρηται, μεθέξοντα κεκίνηται πρὸς τὴν ἀντοχὴν, καὶ λιπαρῶς ἀντιλαμβάνεται τῆς μεθεκτικῆς αὐτῆς δυνάμεως, καὶ τῇ ἑαυτῶν μονάδι τῇ συντεταγμένῃ κατὰ τοῦτο συνῆψεν ἑαυτά· μέλλει δὲ ἄρα καὶ τῆς ἐξῃρημένης ἀπολαύειν· καὶ γὰρ οὕτως ἀεὶ ἐν τοῖς οὖσι τὰ τῶν δευτέρων τελείως ἐξηρτημένα δύναται καὶ τῶν πρὸ αὐτῶν μετέχειν ἱκανῶς. Οὐκοῦν συνεληλύθασι μὲν οἱ ἄλλοι τῷ Σωκράτει, συνδέονται δὲ τῷ Ζήνωνι, συνέρχονται δὲ τῷ Παρμενίδῃ, καὶ πρὸ τῶν λόγων ἐν τοῖς προσώποις ἀναφαίνεται θεῖός τις ὡς ἐν εἰκόσι διάκοσμος· ὅπως τῆς διὰ πάντων τῶν θείων διηκούσης τριάδος πάντα ἐξήρτηται τὰ δεύτερα, καὶ ὑφιστάμενα καὶ τελειούμενα διʼ αὐτῆς· καὶ ὅπως τοῖς διὰ τῶν προσεχῶν εὐτάκτως ἀνιοῦσιν ἐπὶ τὰ τέλη τὰ πρώτιστα τῶν αἰτίων ἀναφαίνεται· καὶ ὅπως τοῖς λιπαρῶς ἀντεχομένοις τῶν θείων ἕτοιμός ἐστι καὶ ἡ παρʼ αὐτῶν δόσις ἄφθονος· οὕτω γὰρ καὶ ταῖς τούτων δεήσεσιν ἐπινεύσει λοιπὸν ὁ Παρμενίδης, καὶ τὴν αἰτίαν τῆς ἐπινεύσεως εἴρηκε, τὴν ἀνάγκην αἰτιασάμενος, τὴν θείαν δηλαδὴ, καὶ πρὸς ἣν οὐδὲ θεοὺς μάχεσθαί φησιν ὁ Ἀθηναῖος ξένος· θεοειδοῦς ἄρα αἰτίας καὶ θείας δυνάμεώς ἐστιν ἴδιον πᾶσι παρεῖναι τοῖς μετέχειν αὑτῆς δυναμένοις. Ἀλλʼ ἵνα πάλιν αὐτοῖς ἐνδείξηται πόσος ἐστὶν ὁ ἀγὼν καὶ τὸ ἆθλον οἷον, ἑαυτὸν ἐλάττω φησὶν εἶναι τῆς διεξόδου ταύτης, καὶ ταὐτὸν τῷ Ἰβύκῳ πεπονθέναι, τῷ πρὸς τὰ ἐρωτικὰ διὰ γῆρας ἑαυτὸν ἐπιδιδόναι κατοκνοῦντι μὲν, ἀναγκαζομένῳ δὲ, καὶ δὴ καὶ ἀπεικάζοντι τὴν παροῦσαν αὑτῷ ταύτην ἀνάγκην ἵππῳ πρεσβύτῃ καὶ ἤδη πολλάκις ἠγωνισμένῳ, καὶ διʼ ὑπερβολὴν ἐμπειρίας τρέμοντι τὸ μέλλον. Λέγει δέ πως οὕτως ὁ μελοποιός· Ἔρος δʼ αὖτέ με κυανέοισιν ὑπὸ βλεφάροις τακέρʼ ὄμμασι Δερκόμενος, κηλήμασι παντοδαποῖς ἐς ἄπειρα Δίκτυα Κύπριδος βάλεν. Ἦ μὰν Τρομέω νιν ἐπερχόμενον, Ὥστε φερέζυγος ἵππος ἀεθλοφόρος ποτὶ γήραϊ Ἀέκων σὺν ὄχεσφι θοοῖς ἐς ἅμιλλαν ἔβα.

Τὰ μὲν οὖν ἀναγκαῖα πρὸς τὴν τοῦ Παρμενίδου ῥῆσιν τοῦ ἅρματος ταῦτά ἐστι. Πάλιν δὲ καὶ ἐκ τούτων λάβοις ἂν ὅπως ἀεὶ τὰ καταδεέστερα τὰς ἑαυτῶν εἰκόνας εἰς τὰς ὑποδεεστέρας ἀποπέμπει τάξεις· ὁ μὲν γὰρ Παρμενίδης εἰκόνα τοῦ ἑαυτοῦ πάθους ἐποιήσατο τὸν Ἴβυκον· οὗτος δʼ αὖ πάλιν τὸν ἵππον· ἀπὸ νοῦ γὰρ εἰς ψυχὴν λογικὴν αἱ τῶν εἰδῶν εἰκόνες, καὶ ἀπὸ ταύτης εἰς φύσιν, ἣ μάλιστα ἐν τοῖς ἀλόγοις ζώοις ἔχει τὸ κράτος. Καὶ οἱ ἀγῶνες δὲ τῶν ἵππων καὶ τὰ ἐρωτικὰ πρὸς τὰς ἀναγομένας ψυχὰς οἰκείως ἔχουσι· καὶ γὰρ ἐν ταύταις βρίθει μὲν ὁ τῆς κάκης ἵππος μετέχων, ᾧ μὴ καλῶς ᾖ τεθραμμένος τῶν ἡνιόχων, φέρεται δὲ εὔλυτος ὁ πρὸς αὐτὸ τὸ ὂν ἁμιλλᾶσθαι δυνάμενος· καὶ ἡ ἄνοδος δὲ αὐταῖς καὶ ἡ σωτηρία διὰ τοῦ ἔρωτος· διὰ τοῦτο γὰρ αὐτῶν καὶ τὸ ἅρμα ὑπόπτερον, ὡς τὸ διὰ ἐρωτικῆς μανίας ἐπὶ τὸ νοητὸν κάλλος ἀνατρέχον καὶ τὴν θέαν τῶν ὄντως ὄντων. Ταῦτα μὲν περὶ αὐτῶν εἰρήσθω τῶν πραγμάτων, οἷς τὰ προκείμενα τέτακται κατὰ τὸ ἀνάλογον. Ὁ δὲ Ἴβυκος ὅτι μελοποιὸς καὶ ὅτι περὶ τὰ ἐρωτικὰ ἐσπουδακὼς καὶ ὅτι πρεσβύτης ὢν καὶ εἰς τὸ γράφειν ἐρωτικὰ προαγόμενος διὰ τὸν τόνον τοῦ ἐρῶντος κατοκνεῖν φησι τὴν γραφὴν ἔν τινι τῶν ἑαυτοῦ μελῶν, οὐκ ἄδηλον τοῖς τῶν ἐκείνου διακηκοόσιν.

Κἀγώ μοι δοκῶ μεμνημένος μάλα φοβεῖσθαι πῶς χρὴ τηλικόνδε ὄντα διανεύσαι τοιοῦτόν τε καὶ τοσοῦτον πλῆθος λόγων· ὅμως δὲ, δεῖ γὰρ χαρίζεσθαι, ἐπειδὴ καὶ ὁ Ζήνων λέγει, αὐτοὶ ἐσμέν.

Οἶδεν ὅση τίς ἐστιν ἡ πλάνη τῆς ψυχῆς, οὐ μόνον ἐν αἰσθήσεσι καὶ φαντασίαις καὶ δόξαις, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς ἀνελίξεσι ταῖς διανοητικαῖς τῶν λόγων· καὶ τοῦτο εἰδὼς, καὶ μεμνημένος τῶν οἰκείων ἄθλων, φοβεῖται πάλιν εἰς τὴν τοιαύτην κατιέναι πλάνην, οἷόν τις Ὀδυσσεὺς, ἐπανελθὼν μὲν οἴκαδε καὶ ἤδη τὸ οἰκεῖον ἔχων ἀγαθὸν, παρακαλούμενος δὲ ἐπί τινας ὁμοίους πολέμους βαρβαρικοὺς, καὶ διʼ ἐμπειρίας ἐκστῆναι τῆς ἑαυτοῦ πατρίδος οὐχ αἱρούμενος, ἅτε μεμνημένος ὧν ἔσχε πραγμάτων ἔν τε τοῖς πολέμοις καὶ ἐν τῇ πλάνῃ πολυχρονίως· ἀναβὰς οὖν εἰς λογισμὸν ἀπὸ φαντασιῶν καὶ αἰσθήσεων καὶ εἰς νοῦν ἀπὸ λογισμοῦ, δέδοικεν εἰκότως τὴν εἰς λογισμὸν κάθοδον καὶ τὴν ἐν διανοίᾳ πλάνην, μή πη λάθῃ εἰς τὰς φαντασίας καὶ αἰσθήσεις ὑπενεχθείς· οὐ γὰρ ἀσφαλὴς ἡ ἀπὸ νοῦ κάθοδος, οὐδὲ δεῖ τῶν πρώτων ἀφίστασθαι, μή που λάθοιεν ἐν τοῖς χείροσι μείναντες. Οὕτω καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης ἀναγκασθεὶς ὑπὸ τοῦ Φαίδρου καὶ τὸ φυσικὸν ἱστόρησε κάλλος καὶ τὸ ἐν τοῖς μέσοις εἴδεσι θεωρούμενον, ἔπειτα ἀποστὰς τοῦ θείου ἔρωτος ἐπὶ τὸ νοητὸν κάλλος ἀνατείνει τὰς ψυχὰς, τόλμαν καλεῖ καὶ ἀσέβειαν καὶ ἁμάρτημα τὴν ἀπὸ τούτου κάθοδον ἐπὶ τὰ δεύτερα καὶ ὕφεσιν τῆς τοῦ πρωτίστου κάλλους νοήσεως. Ταῦτα οὖν καὶ ὁ Παρμενίδης διευλαβούμενος, καὶ μεμνημένος τῆς ἑαυτοῦ πλάνης καὶ ἐν ὅρμῳ γεγονὼς, αὖθις κατοκνεῖ πρὸς τὸ πλῆθος κατιέναι τῶν λόγων ἀπὸ τοῦ νοεροῦ καὶ ἁπλοῦ τῆς ἐνεργείας εἴδους· κάτεισι δὲ ὅμως τοῦ ἀγαθοῦ ἕνεκα ἐπʼ εὐεργεσίᾳ τῶν δευτέρων· ἡ γὰρ χάρις αὕτη μίμησίς ἐστι τῆς προνοίας τῶν θεῶν. Τοιαύτας ἄρα δεῖ καὶ τὰς ἀπὸ τοῦ νοητοῦ καθόδους εἶναι τῶν θείων ψυχῶν, ἐχομένας τῶν θείων καὶ εἰδυίας καλῶς τὰ κακὰ τὰ ἐκ τῆς πλάνης, καὶ ἐπʼ εὐεργεσίᾳ μόνῃ κατιούσας, ἀλλʼ οὐκ ἀποπληρώσει τῆς φιλογενέσεως, καὶ μὴ εἰς βάθος καταπιπτούσας μηδὲ προσκολλωμένας τοῖς ἀρίστοις εἴδεσι τῆς ζωῆς· τὸ γὰρ μονὰς εἶναι τῆς ἀφειμένης παντὸς τοῦ ἐνύλου πλήθους ζωῆς σύμβολόν ἐστιν.

Πόθεν οὖν δὴ ἀρξόμεθα; καὶ τί πρῶτον ὑποθησόμεθα;

Ἐπιδοὺς ἑαυτὸν ταῖς ἀνελίξεσι τῶν λόγων ὁ Παρμενίδης, καὶ εἰς ἐπιστημονικὰς διεξόδους ἀπὸ τῆς νοερᾶς αὑτοῦ περιωπῆς καταβαίνων καὶ ἀπὸ τοῦ ἀσχέτου πρὸς τὸ ἐν σχέσει τῆς ζωῆς εἶδος, ἐπανερωτᾷ τοὺς ἑαυτοῦ μεθέξοντας πόθεν ἄρξεται, καὶ ἐπὶ ποίας ὑποθέσεως ποιήσεται τὸν λόγον· οὐχὶ τῆς ἐκείνων κρίσεως ἐξάπτων τὸν ἑαυτοῦ νοῦν, οὐδὲ ὑπʼ ἐκείνων ἑαυτῷ τὸ δέον ἀφορισθῆναι βουλόμενος — οὐδὲ γὰρ θέμις τοῖς ἀμείνοσιν ἐκ τῶν χειρόνων μετρεῖσθαι τὴν ἐνέργειαν —, ἀλλʼ ἐπιστρέφων αὐτοὺς εἰς ἑαυτὸν καὶ ἀνεγείρων εἰς τὴν ἑαυτοῦ κατανόησιν, ἵνα μὴ ὡς ἀνοήτοις ἐντιθῇ τοὺς λόγους, ὥσπερ ἡ φύσις τοῖς σώμασιν, ἀλλʼ ὡς καὶ αὐτοὶ ἑαυτοὺς ἀνάγωσι καὶ συνεξορμῶσιν ἐπὶ τὸ ὄν· οὕτω γὰρ καὶ ὁ νοῦς ἀνάγει τὰς ψυχὰς, οὐ μόνον παρʼ ἐκείνου πρὸς τὸ ἄνω φερομένας, ἀλλὰ καὶ ἑαυταῖς βοηθεῖν παρεσκευασμένας. Φυλάττειν οὖν αὐτὰς παρακελεύεται τὴν ἑαυτοῦ μεταχείρισιν, καὶ ὁρᾷν ὅθεν τε ἄρχεται καὶ ὅπου λήγει καὶ διʼ οἵων πρόεισι τῶν μέσων, ἀλλʼ οὐχὶ ζητεῖ τὸ πρέπον αὑτῷ παρʼ ἐκείνων μαθεῖν· δῆλον δέ· οὐ γὰρ ὑπέμεινε τὴν ἀπόκρισιν, ἀλλʼ ἐπήνεγκε δεδογμένον αὑτῷ καὶ πρὸς τοῦτο ποιεῖται τοὺς λόγους. Δοκεῖ δέ μοι καὶ τὸ πόθεν ἄρξομαι, καὶ τὸ τί πρῶτον ὑποθήσομαι, πάντα ταῦτα οἰκείως μὲν ἔχειν πρὸς τὸ ἓν, περὶ οὗ ποιήσεται τὴν πραγματείαν — καὶ γὰρ ἡ ἀρχὴ καὶ τὸ πρῶτον ἐκείνῳ πρεπωδέστατον τῶν ὀνομάτων —, διαφέρειν δὲ ἀλλήλων, καθόσον ζητῶν μὲν ὅθεν ἄρξεται, δῆλός ἐστιν ἀξιῶν ἑαυτὸν μὴ πρὸς τὰ ἔξω βλέπειν, ἀλλʼ ἀφʼ ἑαυτοῦ καὶ τῆς ἔνδον γνώσεως τὴν πολλὴν ταύτην ἐξυφαίνειν τῶν λόγων πραγματείαν. Πάντως δὲ καὶ τρόπων ὄντων πλειόνων, εἰκότως ζητεῖ πόθεν δεῖ ποιήσασθαι τὴν ἀρχήν· οὐ γὰρ ἐπὶ πάσης ὕλης ἀπὸ τῶν αὐτῶν ἀρκτέον, ὡς εἴρηταί μοι πρότερον ἐν τοῖς τῆς μεθόδου κανόσι· ζητεῖ δὲ τί πρῶτον ὑποθήσεται· πολλῶν δὲ οὐσῶν ὑποθέσεων καὶ περὶ τὰ νοητὰ καὶ αἰσθητὰ, ζητεῖ ποίαν ὑποθέμενος δυνήσεται περὶ ἁπάντων τῶν ὄντων εἰπεῖν, καὶ μηδὲν ὅλως ἀδιερεύνητον καταλιπεῖν μήτε τῶν αἰσθητῶν πραγμάτων, ὥστε ὑπόθεσιν μὲν καλεῖσθαι τὴν τοῦ προβλήματος θέσιν, ἀρχὴν δὲ τῆς ὑποθέσεως τὸ πρῶτον μέρος τῆς συμπάσης διεξόδου πολυσχεδοῦς οὔσης τῶν προκειμένων λόγων.

Ἢ βούλεσθε, ἐπειδή περ δοκεῖ πραγματειώδη παιδιὰν παίζειν, ἀπʼ ἐμαυτοῦ ἄρξωμαι καὶ τῆς ἐμαυτοῦ ὑποθέσεως, περὶ τοῦ ἑνὸς αὐτοῦ ὑποθέμενος, εἴτε ἓν ἔστιν εἴτε μὴ ἓν, τί χρὴ συμβαίνειν; — Πάνυ μὲν οὖν, φάναι τὸν Ζήνωνα.

Ἡ μία τοῦ Παρμενίδου μέθοδος μίαν ὑπόθεσιν παραλαμβάνει, καὶ ἐπʼ αὐτῆς ποιεῖται τὸν σύμπαντα λόγον, οὐχ ἥτις ἂν δόξειεν εἶναι μία τῶν πολλῶν, ἀλλʼ ἣ πασῶν ἐστιν ὑποθέσεων περιληπτικὴ καὶ ἔστι μία πρὸ τῶν πολλῶν· πάντα γὰρ ἀναφαίνει τὰ ὄντα καὶ τὴν ὅλην τῶν πραγμάτων διακόσμησιν τῶν τε νοητῶν καὶ αἰσθητῶν, καὶ ἔτι τὰς ἑνάδας αὐτῶν, καὶ τὴν μίαν καὶ ἄρρητον ἑνάδα καὶ πασῶν τούτων πηγήν· τὸ γὰρ ἓν πάντων ἐστὶν αἴτιον, καὶ ἀπὸ τούτου πάντα ἀπογεννήσει προϊών. Ἀλλʼ ἴσως αὐτὸ τοῦτο ἄν τις ἡμᾶς ἐπανέροιτο, πῶς ὁ Παρμενίδης ὁ περὶ τὸ ἓν οὐ διατρίβων ἑαυτοῦ κέκληκεν ὑπόθεσιν τὸ ἓν, καὶ ἀπὸ τῆς οἰκείας ἀρχῆς ταύτης ἄρξασθαί φησιν. Ἤδη μὲν οὖν τινες εἰρήκασι καὶ ὅτι, τοῦ Παρμενίδου περὶ τὸ ἓν ποιουμένου τὴν ὅλην πραγματείαν, ὁ Πλάτων εὑρὼν ὅτι τὸ ἓν ἐπέκεινα καὶ ὄντος καὶ οὐσίας πάσης ἐστὶ, διορθούμενος τὸν Παρμενίδην αὐτὸν παραδίδωσιν ἀπὸ τοῦ ἑνὸς ποιούμενον τὴν ἀρχήν· ὥσπερ γὰρ καὶ Γοργίας καὶ Πρωταγόρας καὶ ἕκαστος τῶν ἄλλων ἄμεινον παρὰ τῷ Πλάτωνι διατίθησιν ἢ παρʼ αὑτῷ καὶ τὰς οἰκείας ὑποθέσεις, οὕτω καὶ ὁ Παρμενίδης φιλοσοφώτερός ἐστι παρʼ αὐτῷ καὶ ἐποπτικώτερος ἢ καθʼ αὑτὸν ὁρώμενος· ἐπεὶ καὶ ἐν τούτοις, εἰ ἓν ἔστι, φησὶν, οὐχὶ εἰ ἓν ὂν ἔστιν, ὡς ἂν περὶ μόνου τοῦ ἑνὸς ποιούμενος τὸν λόγον, ἀλλʼ οὐχὶ περὶ τοῦ ἑνὸς ὄντος· καὶ ἐπὶ τῶν ἑξῆς ὑποθέσεων, εἰ ἓν οὐκ ἔστι, καὶ ἐπὶ τέλει πασῶν, εἴ τι ἓν ἔστιν ἢ οὐκ ἔστι, πάντα δʼ ἔστι καὶ οὐκ ἔστιν, ὡς ἂν τὸ ἓν σκοπῶν ἐν πάσαις, ἀλλʼ οὐχὶ τὸ ἓν ὄν. Πλατωνικὸς οὖν ὁ Παρμενίδης ὢν ἑαυτοῦ κέκληκεν ὑπόθεσιν τὴν τὸ ἓν ὑποθεμένην· ὃ γὰρ τῇ ἐκείνου θεωρίᾳ προσέθηκεν ὁ Πλάτων, τοῦτο ἐκείνῳ, φασὶ, φέρων ἀνέθηκεν. Οὐκ ἂν δὲ θαυμάσειν φαῖεν ἂν οἱ ταῦτα λέγοντες, εἰ περὶ αὐτοῦ τοῦ ἑνὸς ἐν μὲν τοῖς ποιήμασιν οὐ φαίνεταί τι λέγων ὁ Παρμενίδης — ἄρρητον γάρ ἐστιν —, ὡς ὑπὲρ τῶν αὑτοῦ ποιημάτων ἀπολογούμενος ἀπὸ τοῦ ὄντος τὰ ὄντα πάντα γεννώντων· ἐν δὲ ταῖς ἀγράφοις πρὸς τὸν Ζήνωνα συνουσίαις ἐνεδείκνυτό τι περὶ αὐτοῦ, καθόσον λόγοις ἦν δυνατόν. Εἰκότως δʼ οὖν ἑαυτοῦ ταύτην τὴν ὑπόθεσιν ἀπεκάλεσε, τὴν τοῦ ἑνὸς πραγματείαν. Εἰ δὲ δεῖ τἀληθέστατα λέγειν, οὑτωσὶ ῥητέον ὡς ὁ ἡμέτερος ὑφηγεῖτο καθηγεμὼν, ἄρχεσθαι μὲν αὐτὸν ἀπὸ τοῦ ἑνὸς — τὸ γὰρ εἰ ἓν ἔστιν, ἔχον πρὸς τῷ ἓν καὶ τὸ ἔστι, ταύτῃ προσήκει τῇ τάξει τῶν πραγμάτων —, ἀνατρέχειν δὲ ἀπὸ τοῦ ἑνὸς ὄντος ἐπὶ τὸ ἓν, δεικνύντα σαφῶς ὅτι τὸ κυρίως ἓν μόνον τοῦτο βούλεται τὸ ἓν εἶναι καὶ ἁρπάζει ἑαυτὸ ἀπὸ τοῦ ὄντος· καὶ ὡς δεύτερον ἀπὸ τούτου τὸ ἓν ὂν διὰ τὴν ὕφεσιν εἰς τὸ εἶναι προελθὸν, αὐτὸ δὲ τὸ ἓν κρεῖττον καὶ τοῦ ἔστι· καὶ ὡς εἰ ἔστιν, ἅμα γὰρ τῷ ἔστιν οὐ μένει τὸ κυρίως ἕν· ὥστε καὶ ὅτι τὸ ὄντως ὂν ὑποτίθεται καὶ τὸ ἓν ὂν, ἀληθὲς, καὶ ὅτι διὰ τῆς ὑποθέσεως ταύτης ἄνεισιν ἐπʼ αὐτὸ τὸ ἓν, ὅπερ αὐτὸς ἀνυπόθετον ἐν Πολιτείᾳ προσονομάζει· δεῖν γάρ φησιν ἀεὶ διʼ ὑποθέσεων χωρεῖν, ἵνα τελευτήσωμεν ἀνιόντες ἐπὶ τὸ ἀνυπόθετον ἕν· πᾶσα γὰρ ὑπόθεσις ἔκ τινός ἐστιν ἄλλης ἀρχῆς. Εἰ δέ τις τὴν ὑπόθεσιν ἀρχὴν ποιήσαιτο, περὶ τούτου ταῦτα ῥητέον, ἀπὸ τῶν γεωμετρικῶν ἐκεῖνος εἴρηκεν· ᾧ γὰρ ἀρχὴ μὲν ὃ οὐκ οἶδε, τελευτὴ δὲ καὶ μέσα ἐξ ὧν οὐκ οἶδε συμπέπλεκται, οὐδεμία μηχανὴ τὸ τοιοῦτον ἐπιστήμην εἶναι· μόνον οὖν καὶ ἀνυπόθετον τὸ ἓν, ὥστε τὸ ὑποτιθέμενον ἄλλο τί ἐστι καὶ οὐ τὸ ἕν· ἄνεισι δὲ ἀπὸ τούτου πρὸς τὸ ἓν, ὡς ἀπὸ ὑποθέσεως ἐπὶ τὸ ἀνυπόθετον. Ὅθεν δὴ καὶ θαυμάσειεν ἄν τις τὸν Παρμενίδην τῆς ὅλης μεταχειρίσεως τῶν λόγων· εἴτε γὰρ τὸ ἀνυπόθετον ὂν εἰς ὑπόθεσιν παρέλαβε, καὶ τὸ ἄναρχον ὡς ἐξ ἀρχῆς ἔθηκεν, οὐκ ἂν ἠκολούθει τῇ μεθόδῳ λεγούσῃ πάντως ὑποθέμενόν τι σκοπεῖν τὸ ἑξῆς· εἴτε μὴ τὸ ἀνυπόθετον, ἀλλά τι τῶν πορρωτέρω τοῦ ἑνὸς, οὐκ ἂν τὴν ἐπʼ αὐτὸ ῥᾳδίαν ἐποιήσατο μετάβασιν, οὔτʼ ἂν αὐτοφυῶς καὶ ἀβιάστως ἀνέφηνεν ἡμῖν τὴν πρὸ τοῦ ὄντος αἰτίαν. Ἵνʼ οὖν καὶ τὸ ἓν ἀνυπόθετον μένῃ, καὶ ὅμως ἀπό τινος ὑποθέσεως οἰκείας αὐτὸς ἐπὶ τὸ ἓν ἀναδράμῃ, τὸ ἓν ὂν ὑπέθετο προσεχῶς ὂν μετὰ τὸ ἓν, ἐν ᾧ τάχα καὶ πρώτως τὸ ἓν κυρίως· ἐπὶ γὰρ τοῦ ἑνὸς τοῦ ἐπέκεινα οὐδὲ τοῦτο κυρίως. Καὶ οὕτως ἀπό τε τῆς οἰκείας ὑποθέσεως, φησὶν, ἄρχεται τοῦ ἑνὸς ὄντος, καὶ τοῦτό ἐστι τὸ εἰ ἓν ἔστι· καὶ ἐπὶ τὸ ἀνυπόθετον ἐκεῖθεν μεταστὰς, ἀναφαίνει τὴν ἀπὸ τῆς ἐξῃρημένης ἑνάδος τῶν ὄντων ἁπάντων ὑπόστασιν· ὅθεν εἰπὼν ὑποθήσεσθαι τὸ ἑαυτοῦ ἓν ἐν τῷ δεικνύναι τὰ ἑπόμενα καὶ οὐχ ἑπόμενα, ποτὲ μὲν ὡς τῷ ἑνὶ μόνῳ χρώμενος ἀποδείκνυσι τὸ ἔστι καταφάσεσι χρώμενος, ποτὲ δὲ καὶ τὴν ἔννοιαν τοῦ ἔστι συμπαραλαμβάνει, πανταχοῦ δὲ ὡς εἰς τὸ ἓν βλέπων ἢ τὸ ἀμέθεκτον ἢ τὸ μεθεκτὸν, ἵνα δείξῃ πάντα διὰ τὸ ἓν ὄντα καὶ χωρὶς τοῦ ἑνὸς ἐξαφανίζοντα καὶ τὸ εἶναι ἑαυτῶν· καὶ γὰρ τὸ εἶναι ὂν διὰ τὸ ἓν ἔστι. Πῶς οὖν ἔτι, φαίης ἂν, πολλαὶ ὑποθέσεις, εἰ περὶ τοῦ ἑνὸς λοιπὸν ἡ πᾶσα πραγματεία; ὅτι, φήσω, τοῦ ἑνὸς λεγομένου τριχῶς· ἔστι γὰρ ἓν καὶ τὸ τῶν ὄντων ἐξῃρημένον, καὶ τὸ συνὸν τοῖς οὖσιν, ὃ καὶ μετὰ τοῦ ὄντος ὑφίστησι τὰς πολλὰς τάξεις τῶν ὄντων, καὶ ἔτι τρίτον τὸ καταδεέστερον τοῦ ὄντος καὶ οἷον ὑπʼ αὐτοῦ καταπινόμενον· τριχῶς δʼ οὖν τοῦ ἑνὸς λεγομένου κατὰ τὰς πρώτας τρεῖς ὑποθέσεις, περὶ ἑκάστου τούτων ὁ λόγος, πῶς ἔχει πρός τε ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα τούτων ἕκαστον· ἐν δὲ ταῖς δύο ταῖς λοιπαῖς τῶν πρώτων, πῶς τὰ ἄλλα πρός τε αὑτὰ καὶ πρὸς τὸ ἓν, μετέχοντά τε τοῦ ἑνὸς καὶ ἀμέτοχα θεωρούμενα. Πάλιν ἐπειδήπερ αἱ λοιπαὶ τέτταρες ὑποτίθενται μὴ εἶναι τὸ ἓν, διχῶς δὲ τὸ μὴ ὂν, ἢ τὸ μηδαμῶς ὂν, ἢ τὸ πῆ μὲν ὂν, πῆ δὲ μὴ ὂν θεωρεῖ· τὰς μὲν δύο τῶν δευτέρων περὶ ἑκατέρου τούτων ὅπως ἔχει πρός τε αὑτὸ καὶ πρὸς τὰ ἄλλα, τὰς δὲ λοιπὰς δύο περὶ τῶν ἄλλων μετεχόντων τε τοῦ μὴ ὄντος καὶ αὖ μὴ μετεχόντων· καὶ οὕτω συμπληροῖ τὰς ἐννέα ὑποθέσεις, ἐπὶ τέλει συναγαγὼν ὅτι τὸ ἓν αἴτιον πάντων· καὶ ὡς εἰ τὸ ἓν μὴ ἔστιν, οὐδὲν ἔστιν· οὐδὲ γὰρ θέμις, αἰτίας ἀνῃρημένης, εἶναι τὰ ἀπʼ αὐτῆς. Ταῦτα μὲν οὖν καὶ αὖθις ἀκριβέστερον θεωρήσομεν· δοκεῖ δέ μοι γε τοῖς προειρημένοις συμφώνως ἀποδοῦναι τὰ προκείμενα, τῷ μὲν πόθεν ἄρξομαι τὸ ἀπʼ ἐμαυτοῦ, τῷ δὲ καὶ τί πρῶτον ὑποθήσομαι τὸ καὶ τῆς ἐμαυτοῦ ὑποθέσεως· καὶ οὐ ταὐτὸν ἐνδείκνυσθαι διʼ ἀμφοῖν· οὐ μὲν γὰρ τὸν τρόπον ἀφορίζεται τῆς ἐνεργείας, ὅτι ἔνδοθεν, ἔξω καὶ ἀπὸ τῆς ἡνωμένης νοήσεως εἰς τὴν ποικιλίαν προϊεὶς τῶν λόγων· ὅπου δὲ τὸ ὑποκείμενον αὐτῇ πρᾶγμα περιποιήσεται τὴν διέξοδον τῆς εἰρημένης μεθόδου. Καὶ οὐ ταῦτα μόνον ἀπὸ τούτων λάβοις ἂν, ἀλλὰ καὶ ὅτι θεοειδὴς καὶ ὁ τρόπος ταύτης ἐστὶ τῆς ἐνεργείας· ἕκαστον γὰρ τῶν θείων ἀφʼ ἑαυτοῦ ἄρχεται ἐνεργεῖν· τὸ μὲν συνεκτικὸν, ἑαυτὸ πρῶτον συνέχον· τὸ δὲ ἀναγωγὸν, ἑαυτὸ πρὸ τῶν ἄλλων ἀνάγον· τὸ δὲ γεννητικὸν, ἑαυτὸ γεννῶν, καὶ ἐπὶ πάντων ὁμοίως· ὥστε καὶ τοῦτο, τὸ θεῖον μιμούμενος, ὁ Παρμενίδης ἀναφθέγγεται, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ κἀκεῖνο τὸ πραγματειώδη παιδιὰν παίζειν· θεῖον γὰρ δὴ οὖν καὶ τοῦτο, τὰς ἐμφάσεις καὶ πολυμερίστους ἐνεργείας παιδιὰς καλεῖν· παίγνιον γὰρ θεῶν καὶ ἀνθρώπων καὶ τῶν ἄλλων ἕκαστον, ὁπόσα κατὰ τὰς ἔξω προϊούσας αὐτῶν ἐνεργείας ὑφέστηκε· παιδιὰν μὲν διὰ ταῦτα πᾶς ὀξὺς λόγος πρὸς τὴν ἤρεμον αὐτοῦ καὶ ἡνωμένην τοῦ ὄντος νόησιν, πραγματειώδη δὲ ὅμως, ὅτι τῆς τῶν ὄντων ἅπτεται θεωρίας, καὶ ἀνελίττει τὸ ἁπλοῦν τῆς ἔνδον νοήσεως, καὶ οὐδὲν ἄλλο ἐστὶν ἢ νοήσεων οἷον ἐξάπλωσις καὶ τῆς ἀμεροῦς γνώσεως σπαραγμός. Ταῦτα ὁ μὲν Παρμενίδης προτείνει· ὁ δὲ Ζήνων ἑτοίμως προσήκατο, τὸ βάθος τῆς θεωρίας ἐπιστάμενος· ἔδει γὰρ αὐτὸν εἶναι τὸν συγκατατιθέμενον, ἅτε μονάδος ἔχοντα λόγον πρὸς ἅπαντας ὁμοῦ τοὺς μεθέξοντας λόγων τῶν ῥηθησομένων, ἄλλως τε καὶ προακηκοότα πολλάκις τὰ περὶ τούτων δόγματα καὶ εἰδότα τὸ μέγεθος αὐτῶν.

Τίς οὖν, εἰπεῖν, μοὶ ἀποκρινεῖται; ἢ ὁ νεώτατος; ἥκιστα γὰρ ἂν πολυπραγμονοῖ, καὶ ἃ οἴεται μάλιστα ἂν ἀποκρίνοιτο· καὶ ἅμα ἐμοὶ ἀνάπαυλα ἂν εἴη ἡ ἐκείνου ἀπόκρισις.

Ὅλως μὲν ἀξιοῖ τινα αὐτῷ ἀποκρίνασθαι, ὅτι προστέτακται τὴν διαλεκτικὴν γυμνάσαι μέθοδον· χρὴ οὖν εἶναί τινα τὸν κατανευσόμενον καὶ ἀνανευσόμενον· αἱρεῖται δὲ τόν γε νεώτατον, ἵνα πρὸς τοῦτο μόνον ὑπηρετῆται μὴ πράγματα παρέχων ἐν ταῖς ἀπορίαις· δεδικασμένοις γὰρ ἐοίκασιν οἱ πρεσβύται, προκατεσχημένοι διʼ ἐμπειρίαν πλειόνων τοῖς ἑαυτῶν δόγμασι· καὶ ἵνα τὰ ἀπὸ ψυχῆς λέγῃ, μὴ διὰ φιλονεικίαν ἄλλως ἀποκρινόμενος, ἀλλὰ τὰ ἀπὸ τῶν ἀδιαστρόφων ἐννοιῶν, ἀφʼ ὧν καὶ αὐτὸς ποιήσεται τοὺς λόγους, ἀπλάστους δεικνύμενος τὰς ὑποκρίσεις· καὶ τρίτον, ἵνα μετὰ ῥαστώνης αὐτὸς διεξίῃ, πρὸς ὑπεῖκον καὶ ἁπαλὸν καὶ ἄβατον ἦθος ἐνεργῶν. Ταῦτα μὲν οὖν αὐτὸς εἴρηκεν αἴτια τῆς τοῦ νεωτάτου προτιμήσεως· θεωρήσειας δʼ ἂν τοῦτο καὶ ἐπὶ τοῦ ἑνὸς ὄντος καὶ ὅλως ἐπὶ τῶν πρωτίστων αἰτιῶν, ὅπως ἡ δύναμις αὐτῶν καὶ τὰ ἔσχατα ἐπιστρέφει πρὸς τὰ πρῶτα. Τί γάρ ἐστιν ὃ μὴ μετέχει τοῦ ἑνός; κἂν αὐτὴν εἴποις τὴν στέρησιν, εὑρήσεις τοῦ ἑνὸς ἴνδαλμα φέρουσαν. Τί δὲ τῶν ὄντων, ὃ μὴ τοῦ ὄντος ἀπολαύει; κἂν τὴν ὕλην εἴποις, ἔστι πως καὶ ἐν ταύτῃ δυνάμει τὸ ὄν. Καὶ ὅλως τὰ περιληπτικώτατα τῶν αἰτίων καὶ ὑφίστησι καὶ ἐπιστρέφει πρὸς ἑαυτὰ καὶ ἔσχατα τῶν ὄντων· τοῦτο δὴ οὖν καὶ ὁ Παρμενίδης μιμούμενος τὸν νεώτατον ἐκλέγεται πρὸς τὴν ἀκρόασιν, ἵνα καὶ τοῦτον ἐπιστρέφῃ πρὸς τὸν ἑαυτοῦ λόγον. Εἰ δὲ βούλει καὶ τούτων τι κατιδεῖν ὡς ἐν εἰκόσιν ἀπορρητότερον, ἐννόησον ὅπως τῶν πρωτίστων μονάδων ἀπολαύουσιν αἱ δεύτεραι καὶ τρίται τάξεις τῶν θείων, ὅτι μυστικῶς, ὅτι ἠρέμα, ὅτι ἀκλινῶς· πῶς δὲ αἱ τῶν ἀγγέλων ἀκρότητες, ὅτι θεοπρεπῶς, ὅτι προσιδρύσασαι ἑαυτὰς τοῖς θείοις· πῶς δὲ αἱ μερικαὶ ψυχαὶ, ὅτι μεταβατικῶς, ὅτι μετὰ πλάνης τινός. Καὶ ἐννοήσας ὅπως καὶ ἐν τούτοις ... θέασαι λοιπόν· οἱ μὲν ἄλλοι πάντες ἡσυχάζοντες πληροῦνται τῆς θεωρίας, Ζήνων, Σωκράτης, Πυθόδωρος· Ἀριστοτέλης δὲ μετὰ κινήσεως, ὁ κατὰ τὴν ψυχὴν τὴν ἀνηγμένην ἐνταχθεὶς, αὖθις δὲ εἰς τὴν ἔνυλον ζωὴν ὑπενεχθησομένην. Δῆλον δὲ καὶ ἐν τούτοις, ὡς ἐν ταῖς ἁγιωτάταις τελεταῖς, πῶς οἱ μέν εἰσι μυούμενοι τῶν παρόντων, οἱ δὲ ἐποπτεύοντες, οἱ δὲ νῦν πρῶτον ἀκούοντες, οἱ δὲ καὶ πρόσθεν ἀκηκοότες· καὶ ὅπως προμηθεῖται τῆς ἐν τῷ λέγειν ῥαστώνης ὁ Παρμενίδης, διότι θεῖόν ἐστι τοῦτο τὸ μετὰ ῥαστώνης ἐνεργεῖν· τὸ γὰρ ἄκμητον παρʼ ἐκείνοις, οἷς Ἥβη τὸ νέκταρ ἐπινάει, καὶ ἡ πρόνοια μετὰ τὴν πόσιν τοῦ νέκταρος, ἄφετος οὖσα καὶ ἀνεμπόδιστος.

Ἕτοιμός σοι, ὦ Παρμενίδη, φάναι τοῦτο τὸν Ἀριστοτέλη· ἐμὲ γὰρ λέγεις, τὸν νεώτατον λέγων· ἀλλὰ ἐρώτα ὡς ἀποκρινομένου.

Ὁ μὲν Παρμενίδης καθολικῶς καὶ ἀπεριορίστως εἶπεν ὅτι χρὴ τὸν νεώτατον εἶναι τὸν ἀποκρινόμενον. Ὁ δέ γε Ἀριστοτέλης ἑαυτὸν ὑπήγαγε τῷ λόγῳ, τὸ μερικὸν τῷ καθόλου συνάπτων· εἰ γὰρ αὐτὸς ὁ νεώτατος, αὐτὸν εἶναι δεῖ τὸν ἀποκρινόμενον. Πάλιν δὴ καὶ ταῦτα φέρει τινὰ τῶν θείων ἔνδειξιν· τὸ γὰρ ὁλικὸν καὶ ἡνωμένον τῆς νοήσεως τῶν θείων αἱ ψυχαὶ μερικῶς ὑποδέχονται κατὰ τὴν ἑαυτῶν τάξιν, καὶ οὐχ αἱ ψυχαὶ μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν θεῶν αἱ δεύτεραι τάξεις μερικῶς ὑποδέχονται τὰς τῶν ὑπερτέρων καθολικὰς νοήσεις. Οὕτω καὶ παρὰ τῷ θειοτάτῳ ποιητῇ, τῆς Ἥρας ἀορίστως καὶ ἁπλῶς εἰπούσης, Ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο, ποιεῖ τὸ ἑαυτῆς μερικῶς ἡ ἀρχαγγελικὴ θεός· Ὡς ἔφατʼ· ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελεύουσα. Καίτοι γε οὐ πρὸς αὐτὴν ἄντικρυς εἴρητο παρὰ τῆς Ἥρας, ἀλλʼ ἐκείνη νοοῦσα τὸ προσταχθὲν, καὶ ὡς αὑτῇ προσῆκον ἔγνω, καὶ γνοῦσα ποιεῖ τὸ ἑαυτῆς ἔργον· ταύτης γὰρ ἴδιον συνάγειν τὰ δεύτερα πρὸς τὰς οἰκείας ἀρχὰς κατὰ τὸν νοῦν τὸν δημιουργικὸν, καὶ μάλιστα πρὸς τὴν ἡγεμόνα τῶν ἐν τῷ κόσμῳ θηλειῶν θεῶν. Ταῦτα οὖν διʼ εἰκόνων ὁ Πλάτων μιμούμενος ἐξανίστησι τὸν Ἀριστοτέλη καὶ ὑπάγει ταῖς τοῦ Παρμενίδου προστάξεσιν· ὁ δὲ καὶ τοῦτον εἰς ἑαυτὸν ἐπιστρέψας ἅπτεται τῶν προκειμένων λόγων.