Part of On Plato's Parmenides

ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.

Καί μοι εἰπέ· αὐτὸς σὺ οὕτω διῄρησαι ὡς λέγεις, χωρὶς μὲν εἴδη αὐτὰ ἄττα, χωρὶς δὲ αὖ τὰ τούτων μετέχοντα; καὶ τίς σοι δοκεῖ εἶναι αὐτὴ ἡ ὁμοιότης, χωρὶς ἧς ἡμεῖς ὁμοιότητος ἔχομεν, καὶ ἓν δὴ καὶ πολλὰ, καὶ πάντα ὅσα νῦν δὴ Ζήνωνος ἤκουες; Ἔμοι γε, φάναι τὸν Σωκράτη.

Πρῶτον αὐτὸν ἀνερωτᾷ περὶ τῆς ὑποστάσεως τῶν εἰδῶν, εἰ οἴεται εἶναί τινα τῶν πολλῶν χωριστὰ αἴτια αὐτῶν, καὶ εἰ αὐτὸς ἐπέβαλε τῇ ὑποστάσει τούτων τῶν πραγμάτων ἢ καὶ ἄλλου του ἤκουσεν, οὐ μάτην ποιούμενος τὴν τοιαύτην ἐρώτησιν, ἀλλʼ ἐκεῖνο γνῶναι πάντως βουλόμενος, εἴτε δοξαστικῶς ἔχει περὶ αὐτὰ ὁ Σωκράτης ἐξ ἀλλοτρίων ναμάτων πεπληρωμένος, εἴτε νοερῶς αὐτὸς ἑαυτὸν ἐπὶ τὴν τούτου θέαν ἀνεγείρας καὶ κατὰ νοῦν ἐνεργήσας καὶ θεασάμενος πρὸ τῶν κατατεταγμένων μονάδων τὰς ἐξῃρημένας καὶ πρὸ τῶν μετεχομένων τὰς ἀμεθέκτους. Καὶ γὰρ εἰκὸς ἦν εἰς αὐτὸν ἥκειν λόγον, ὡς οἱ ἀμφὶ Παρμενίδην τοιαύτην τινὰ δόξαν ἔχουσι, καὶ τῇ δόξῃ πειθόμενον οὕτω λέγειν, ἀλλὰ οὐχὶ κατὰ οἰκείαν ἐπιβολήν. Οὐδὲν οὖν ἄλλο πραγματεύεται διὰ τῆς ἐρωτήσεως Παρμενίδης, ἢ ὅπως αὐτὸν τὸν νοῦν τὸν Σωκρατικὸν ἀνεγείρῃ καὶ παρασκευάσῃ πρὸς τὴν θέαν τῶν νοητῶν, αὐτὸν ἐκεῖνον προσκαλούμενος, ἀλλʼ οὐ τὴν δόξαν τὴν ἐν αὐτῷ· νοῦ γάρ ἐστι θεάματα ἅπερ ὁ Παρμενίδης ἐκφαίνειν μέλλει διὰ τῶν ῥηθησομένων λόγων. Καὶ δεῖ λαβεῖν ἐκ τούτων ἐχεγγυωτέρων ὄντων, ὅτι ἄρα οὐ μόνον τῶν ὁριστῶν ἔσχεν ἔννοιαν ὁ Σωκράτης, ἀλλὰ καὶ αὐτῶν τῶν χωριστῶν εἰδῶν· οὐδʼ, ὡς Ἀριστοτέλης φησὶν, ἐπήχθη ἂν εἰς τὴν ἐκείνων θέσιν ἐκ τῆς περὶ τοὺς ὁρισμοὺς διατριβῆς, ἀλλʼ ὅτι διὰ θείαν ὄντως ὁρμὴν καὶ ταῖς ἰδέαις αὐτὸς ἐπέβαλεν· ὅπου καὶ νεὸς ὢν δῆλός ἐστιν ἐγηγερμένος εἰς τὴν ἐκείνων θεωρίαν αὐτὸς παρʼ ἑαυτοῦ, τοῦτο ὅπερ αὐτὸν ὁ Παρμενίδης πρῶτον ἠρώτησεν.

Ἀλλὰ περὶ μὲν τῶν λέξεων τοσαῦτα εἰρήσθω· μεταβατέον δὲ οὖν ἡμῖν ἐπὶ τὴν τῶν πραγμάτων θεωρίαν. Τεττάρων τοίνυν ὄντων ἐν ταῖς περὶ τῶν ἰδεῶν ζητήσεσι προβλημάτων, πρώτου μὲν, εἰ ἔστι τὰ εἴδη — τί γὰρ ἄν τις καὶ περὶ αὐτῶν ἐπισκέψοιτο μὴ τοῦτο προδιομολογησάμενος; δευτέρου δὲ, τίνων ἔστι καὶ τίνων οὐκ ἔστι τὰ εἴδη — καὶ γὰρ τοῦτο πολλὰς ἔχει διαμφισβητήσεις· τρίτου δὲ, ὁποῖα δή τινά ἐστι τὰ εἴδη καὶ τίς ἡ ἰδιότης αὐτῶν· τετάρτου δὲ, πῶς μετέχεται ὑπὸ τῶν τῇδε καὶ τίς ὁ τρόπος τῆς μεθέξεως· τὰ μὲν ἄλλα πάντα μνήμης ἐνταῦθα καὶ σκέψεως πλείονος ἔτυχε, τὰ δὲ πρῶτον οὐδεμίαν ἔσχεν ἐξεργασίαν, ἴσως ἡμῖν αὐτὸ ζητεῖν ἀφέντος τοῦ Πλάτωνος. Εἰ δὴ δεῖ τοῦτο πρὸ τῶν ἄλλων διομολογήσασθαι, φέρε καθʼ ἑαυτοὺς ἐπισκεπτόμενοι θεωρήσωμεν διὰ ποίων ἄν τις λόγων κατασκευάσειε τὴν τῶν ἰδεῶν ὑπόθεσιν, καὶ ὡς εἰσὶ τοῖς τοῦτο μαθεῖν γλιχομένοις ἀποδείξειεν. Ἀρκτέον δὲ ἐντεῦθεν· τὸν κόσμον τοῦτον τὸν φαινόμενον, λέγω δὴ τὸν κόσμον αὐτὸ τὸ σωματικὸν καθʼ αὑτὸ, πότερον αὐθυπόστατον ...; τοῦτο γὰρ πρῶτον διαιρετέον. Εἰ μὲν δὴ αὐθυπόστατός ἐστιν ὁ κόσμος ὅδε, πολλὰ καὶ ἄτοπα συμβήσεται· πᾶν γὰρ τὸ αὐθυπόστατον ἀμερὲς εἶναι ἀναγκαῖον, διότι πᾶν τὸ ποιοῦν καὶ πᾶν τὸ γεννῶν ἀσώματόν ἐστι πάντως· καὶ γὰρ τὰ σώματα ποιεῖ ταῖς ἀσωμάτοις δυνάμεσι, πῦρ μὲν θερμότητι, ψυχρότητι δὲ ἡ χιών· εἰ δὴ τὸ ποιοῦν ἀσώματον εἶναι χρὴ, τὸ δὲ αὐτὸ ποιοῦν ἐστι καὶ ποιούμενον γεννῶν τε καὶ γεννώμενον ἐν τοῖς αὐθυποστάτοις, εἴη ἂν τὸ αὐθυπόστατον πάντως ἀμερές· ὁ δὲ κόσμος οὐ τοιοῦτος, πᾶν γὰρ σῶμα πάντη διαιρετὸν, ὥστε οὐκ αὐθυπόστατος. Καὶ ἄλλως αὖ τὸ μὲν αὐθυπόστατον πᾶν καὶ αὐτενέργητόν ἐστι· πολλῷ γὰρ πρότερον τὸ ἑαυτὸ γεννῶν καὶ εἰς ἑαυτὸ πέφυκεν ἐνεργεῖν, διότι δὴ καὶ αὐτὸ τοῦτο τὸ ποιεῖν καὶ τὸ γεννᾷν ἐνεργεῖν ἐστιν· ὁ δὲ κόσμος οὗτος οὐκ ἔστιν αὐτοκίνητος, σωματικὸς ὤν. Οὐδὲν γοῦν τῶν σωμάτων ὅλον ἅμα καὶ κινεῖσθαι καὶ κινεῖν πέφυκεν, οὐδὲ γὰρ ἅμα ὅλον ἑαυτὸ θερμαίνειν καὶ ὑφʼ ἑαυτοῦ θερμαίνεσθαι· διότι μὲν γὰρ θερμαίνεται, οὔπω θερμὸν ἂν εἴη, διότι δὲ θερμαίνει, θερμότητα ἂν ἔχοι, καὶ οὕτω τὸ αὐτὸ ἔσται καὶ οὐκ ἔσται θερμόν. Ὥσπερ οὖν καὶ κατὰ τὴν ἀλλοίωσιν ἀδύνατόν τι τῶν σωμάτων ἑαυτὸ κινεῖν, οὕτω δὴ καὶ κατὰ τὴν ἄλλην πᾶσαν κίνησιν· ὅλως δὲ πᾶσα σωματικὴ κίνησις παθήματι μᾶλλον ἔοικεν, ἡ δὲ αὐτοκίνητος ἐνέργειά ἐστιν ἄυλος καὶ ἀμερὴς, ὥστε, εἰ ὁ κόσμος σωματοειδής ἐστιν, οὐκ ἂν αὐτοκίνητος εἴη· εἰ δὲ μὴ τοῦτο, οὐδὲ αὐθυπόστατος· εἰ δέ γε μὴ αὐθυπόστατός ἐστι, δῆλον ὡς ἐξ ἄλλης αἰτίας ὑφέστηκε. Τὸ γὰρ μὴ αὐθυπόστατον πάλιν διττόν ἐστιν, ἢ τὸ κρεῖττον αἰτίας, ἢ τὸ καταδεέστερον· καὶ τὸ μὲν κρεῖττον ἔχει τι μεθʼ ἑαυτὸ τοιοῦτον ὅ ἐστιν αὐθυπόστατον, τὸ δὲ καταδεέστερον ἐξ ἑτέρας αἰτίας ἤρτηται πάντως τῆς αὐθυποστάτου. Δεῖ τοίνυν καὶ τὸν κόσμον ἐξ αἰτίας ἄλλης εἶναι κρείττονος· κείσθω τοίνυν ἡμῖν δεδειγμένον ὡς ὁ κόσμος αἰτίας τινὸς ἤρτηται πρεσβυτέρας. Αὕτη δὴ οὖν ἡ αἰτία πότερον κατὰ προαίρεσιν ποιεῖ καὶ λογισμὸν, ἢ αὐτῷ τῷ εἶναι παράγει τὸ πᾶν; Εἰ μὲν δὴ κατὰ προαίρεσιν, ἄστατος ποίησις ἔσται καὶ ἀμφίβολος καὶ ἄλλοτε ἄλλως ἔχουσα, καὶ ὁ κόσμος οὖν ἔσται φθαρτός· τὸ γὰρ ἐκ κινουμένης ἄλλοτε ἀλλοίως αἰτίας γιγνόμενον μεταβλητόν ἐστι καὶ φθαρτόν· εἰ δέ ἐστιν ἀΐδιος ὁ κόσμος — οὐ γὰρ δὴ τοῦτο νυνὶ πρόκειται ζητεῖν —, αὐτῷ τῷ εἶναι ποιεῖ τὸ ποιοῦν. Καὶ γὰρ ὅλως πᾶν μὲν τὸ κατὰ προαίρεσιν ποιοῦν ἔχει τινὰ πάντως ποίησιν, ἣν αὐτῷ τῷ εἶναι ποιεῖ· καὶ γὰρ ἡ ἡμετέρα ψυχὴ πολλὰ κατὰ προαίρεσιν ἐνεργοῦσα δίδωσιν ὅμως τῷ σώματι ζωὴν αὐτῷ τῷ εἶναι, καὶ, ὡς ἂν ἐπιτήδειον ᾖ τὸ ὑποκείμενον, πάντως διαζῇ τὴν ἑαυτοῦ ζωὴν καὶ μὴ προχεομένη· εἰ γὰρ ἦν καὶ ἡ τοιαύτη ζωὴ τῆς ἡμετέρας ἠρτημένη προαιρέσεως, ῥᾳδίως ἂν ἐκ πάσης περιστάσεως διελύετο τὸ ζῶον, τῆς ψυχῆς ἐν τοῖς τοιούτοις καιροῖς καταψηφιζομένης τῆς πρὸς τὸ σῶμα κοινωνίας. Οὐ πᾶν δὲ τὸ αὐτῷ τῷ εἶναι ποιοῦν ἔχει τινὰ καὶ προαιρετικὴν ἑτέραν ποίησιν· οἷον τὸ πῦρ θερμαίνει τῷ παρεῖναι μόνον, ἀλλʼ οὐδὲν ποιεῖ προαιρετικῶς· οὐδὲ γὰρ ἡ χιὼν, οὐδὲ ὅλως τῶν σωμάτων, καθʼ ὃ σῶμα, οὐδέν. Εἰ τοίνυν τὸ αὐτῷ τῷ εἶναι ποιεῖν ἐπὶ πλέον ἐκτείνεται τοῦ προαιρετικῶς ποιεῖν, δῆλον ὡς ἀπό τινος ἥκει σεμνοτέρας καὶ ὑψηλοτέρας αἰτίας. Καὶ τοῦτο εἰκότως· ἀπράγμων γὰρ ἡ ποίησις τῶν αὐτῷ τῷ εἶναι ποιούντων ὃ ποιοῦσι· δεῖ δὲ ἐπὶ τῶν θείων μάλιστα τὸ ἄπραγμον συγχωρεῖν, ἐπεὶ καὶ ἡμεῖς ἀπραγμονέστερον καὶ ῥᾷον ζῶμεν, ὅταν ὁ βίος ἡμῶν θεῖος ᾖ καὶ κατʼ ἀρετήν. Εἰ τοίνυν ἐστὶν αἰτία τοῦ παντὸς αὐτῷ τῷ εἶναι ποιοῦσα, τὸ δὲ αὐτῷ τῷ εἶναι ποιοῦν ἀπὸ τῆς ἑαυτοῦ ποιεῖ οὐσίας, τοῦτό ἐστι πρώτως ὅπερ τὸ ποιούμενον δευτέρως, καὶ ὅ ἐστι πρώτως δίδωσι τῷ ποιουμένῳ δευτέρως, οἷον τὸ πῦρ καὶ δίδωσι θερμότητα ἄλλῳ καὶ ἔστι θερμὸν, ἡ ψυχὴ δίδωσι ζωὴν καὶ ἔχει ζωήν· καὶ ἐπὶ πάντων ἴδοις ἂν ἀληθῆ τὸν λόγον ὅσα αὐτῷ τῷ εἶναι ποιεῖ. Καὶ τὸ αἴτιον οὖν τοῦ παντὸς αὐτῷ τῷ εἶναι ποιοῦν, τοῦτό ἐστι πρώτως ὅπερ ὁ κόσμος δευτέρως. Εἰ δὴ ὁ κόσμος πλήρωμά ἐστιν εἰδῶν παντοίων, εἴη ἂν καὶ ἐν τῷ αἰτίῳ τοῦ κόσμου ταῦτα πρώτως· τὸ γὰρ αὐτὸ αἴτιον καὶ ἥλιον καὶ σελήνην καὶ ἄνθρωπον ὑπέστησε καὶ ἵππον, καὶ ὅλως τὰ εἴδη τὰ ἐν τῷ παντί. Ταῦτα ἄρα πρώτως ἐστὶν ἐν τῇ αἰτίᾳ τοῦ παντὸς, ἄλλος ἥλιος παρὰ τὸν ἐμφανῆ, καὶ ἄλλος ἄνθρωπος, καὶ τῶν εἰδῶν ὁμοίως ἕκαστον. Ἔστιν ἄρα τὰ εἴδη πρὸ τῶν αἰσθητῶν καὶ αἴτια αὐτῶν τὰ δημιουργικὰ, κατὰ τὸν εἰρημένον λόγον ἐν τῇ μιᾷ τοῦ κόσμου παντὸς αἰτίᾳ προϋπάρχοντα. Εἰ δέ τις λέγοι τὸν κόσμον ἔχειν μὲν αἰτίαν, οὐ μέντοι ποιητικὴν, ἀλλὰ τελικὴν, καὶ οὕτω τετάχθαι πάντα πρὸς ἐκείνην, εὖ μὲν, ὅτι δίδωσι τὸ ἀγαθὸν ὡς αἴτιον προεστάναι τῶν ὅλων· λεγέτω δὲ πότερον δέχεταί τι ὁ κόσμος ἀπʼ ἐκείνου ἢ οὐδὲν κατὰ τὴν ἔφεσιν· εἰ μὲν γὰρ μηδὲν, διακενῆς ἡ ἔφεσις ἂν εἴη τῷ μηδὲν ἀπολαύοντι τοῦ ἐφετοῦ παντελῶς· εἰ δέ τι δέχεται παρʼ αὐτοῦ, πάντως ἐκεῖνο πρώτως ἐστὶν ὃ δίδωσι τῷ κόσμῳ ἀγαθὸν, καὶ εἰ μὴ μόνον δίδωσι τούτῳ τὸ ἀγαθὸν, ἀλλὰ καὶ κατʼ οὐσίαν δίδωσιν· εἰ δὲ τοῦτο, καὶ ὑποστήσει τὸ πᾶν, ἐπειδὴ καὶ πρότερον αὐτῷ τοῦ εἶναί ἐστιν αἴτιον, ἵνα καὶ κατʼ οὐσίαν αὐτῷ διδῷ τὸ ἀγαθὸν, καὶ ἥξομεν εἰς τὸν αὐτὸν λόγον, καὶ οὐ μόνον ἔσται τελικὸν ἐκεῖνο τοῦ παντὸς αἴτιον, ἀλλὰ καὶ ποιητικόν.

Δευτέρον τοίνυν ἐκεῖνον παραλάβωμεν τὸν λόγον, ὅς φησιν αὐτὰ μὲν τὰ φαινόμενα καὶ ἴσα καὶ ἄνισα, καὶ ὅμοια καὶ ἀνόμοια, καὶ πάντα ἁπλῶς, ὅσα αἰσθητὰ μηδαμῶς ἔχειν ἑαυτοῖς πάντη τὴν προσηγορίαν ἐπαληθεύουσαν. Ποία γὰρ ἰσότης ἐν τούτοις πρὸς τὴν ἀνισότητα ἀναμεμιγμένοις; ποία δὲ ὁμοιότης ἀληθὴς ἐν τοῖς τῆς ἀνομοιότητος ἀναπεπλησμένοις; ποῦ δὲ τὸ αὐτὸ κάλλος ἐν τούτοις, οἷς τὸ ὑποκείμενον αἰσχρόν; ποῦ δὲ τὸ ἀγαθὸν, ἐν οἷς τὸ δυνάμει καὶ τὸ ἀτελές; Ἕκαστον ἄρα τούτων τῶν αἰσθητῶν οὐκ ἔστιν ὃ λέγεται ἀληθῶς· οὐκοῦν οὐδὲ τὰ οὐράνια σώματα εἰ θεωροίης, ἀκριβέστερα μὲν γὰρ ἐκεῖνα τῶν ἐνύλων, ἀλλʼ οὐδὲ ἐν τούτοις πάντη τὸ ἀκριβές· οὔτε γὰρ κύκλος οὔτε κέντρον οὔτε πόλος ἐν διαστατοῖς δύναται εἶναι ἀκριβῶς· οἷς γὰρ ἡ φύσις ἐν τῷ ἀμερεῖ καὶ ἀδιαστάτῳ, πῶς ἂν εἴη ταῦτα ἐν τῷ διαστατῷ καὶ μεριστῷ πάντη τελέως; Ἀλλʼ ἥ γε ἡμετέρα ψυχὴ πολλῷ καὶ ἀκριβέστερα καὶ καθαρώτερα τῶν φαινομένων ἐπινοεῖν δύναται καὶ γεννᾷν· τὸν γοῦν φαινόμενον κύκλον ἐπιδιορθοῦται, καὶ λέγει καθʼ ὅσον οὗτος ἀπολείπεται τοῦ ἀκριβοῦς, καὶ δῆλον ὡς ὁρῶσά τι τούτου κάλλιον ἄλλο καὶ τελειότερον εἶδος· οὐ γάρ που μηδενὸς ἐφαπτομένη μηδὲ εἴς τι καθαρώτερον βλέπουσα, τοῦτο μὲν οὔ φησιν ὄντως εἶναι καλὸν, τοῦτο δὲ οὐ πάντη ἴσον· αὐτῷ γὰρ τῷ λέγειν ταῦτα δείκνυσιν ὡς ὁρᾷ τὸ πάντη καλὸν καὶ πάντη ἴσον. Εἶτα ἡ μὲν μερικὴ ψυχὴ δύναται τούτων τῶν φαινομένων τελειότερόν τι καὶ ἀκριβέστερον ἀπογεννᾷν, καὶ θεωρεῖν ἐν ἑαυτῇ καὶ σφαῖραν ἀκριβῆ καὶ κύκλον καὶ καλὸν καὶ ἴσον καὶ ἕκαστον προβάλλουσα τῶν εἰδῶν, ἡ δὲ τοῦ παντὸς κόσμου καὶ τῶν φαινομένων κάλλιον οὔτε γεννᾷν οὔτε ὁρᾷν δύναται; καὶ πῶς ἡ μὲν τοῦ παντός ἐστι δημιουργὸς, ἡ δὲ μέρους τοῦ παντός; ἡ γὰρ μείζων δύναμις τελειοτέρων ἐστὶν οἰστικὴ, καὶ ἡ ἀϋλοτέρα κίνησις κρειττόνων ἐστὶ νοημάτων θεωρός. Πολλῷ ἄρα μείζω καὶ ἀκριβέστερα καὶ τελειότερα εἴδη τῶν φαινομένων καὶ γεννᾷν καὶ νοεῖν δύναται πάντως ὁ τοῦ κόσμου ποιητής. Ποῦ οὖν αὐτὰ γεννᾷ καὶ ποῦ θεωρεῖ; δῆλον ὡς ἐν ἑαυτῷ· θεωρεῖ γὰρ ἑαυτὸν, ὥστε αὐτὸς ἑαυτὸν θεωρῶν καὶ γεννῶν ἅμα καὶ τὰ εἴδη τῶν φαινομένων ἀϋλότερα καὶ ἀκριβέστερα ἐν ἑαυτῷ καὶ γεννᾷ καὶ ὑφίστησι.

Τρίτον τοίνυν, εἰ μὲν μηδέν ἐστιν αἴτιον τοῦ παντὸς, ἀλλʼ ἐκ ταυτομάτου πάντα, πῶς συντέτακται πάντα ἀλλήλοις; πῶς δὲ ἀεὶ τὰ ὄντα ἔστι, καὶ ὡς ἐπὶ πολὺ καὶ γίγνεται πάντα κατὰ φύσιν οὕτω, τῶν ἀπὸ ταυτομάτου πάντων ὡς ἐπʼ ἔλασσον ὄντων; Εἰ δέ ἐστιν αἴτιον ἕν τι πάντα συντάττον, εἰ μὲν ἀγνοοῦν ἑαυτὸ, πῶς οὐκ ἄλλο τι ἔσται πρὸ αὐτοῦ τὸ καὶ εἰδὸς ἑαυτὸ κἀκείνῳ τοῦ αἰτίῳ εἶναι αἴτιον ὕπαρχον; ἔσται γὰρ τῶν ἐν τῷ παντὶ γιγνωσκόντων ἑαυτὰ χεῖρον τὸ ἀγνοοῦν ἑαυτό· ἀλλὰ καὶ κρεῖττον, ὅπερ ἀδύνατον· εἰ δὲ γιγνῶσκον ἑαυτὸ, δῆλον ὅτι εἰδὸς ἑαυτὸ αἴτιον ὂν, οἶδε καὶ ὧν ἐστιν αἴτιον, ὥστε περιέξει κἀκεῖνα ἃ γιγνώσκει. Εἰ ἄρα νοῦς ἐστιν αἴτιον, καὶ συντάξει πάντα ἀλλήλοις· εἷς γὰρ δημιουργὸς τοῦ παντὸς, τὸ δὲ πᾶν ποικίλον ἐστὶ, καὶ οὐ τῆς αὐτῆς μετέχει τὰ μέρη πάντα καὶ ἀξίας καὶ τάξεως. Τίς ὁ τὴν ἀξίαν αὐτῶν μετρῶν, ἢ ὁ ὑποστήσας αὐτά; τίς δὲ ὁ τάξας ἕκαστον ὅπως ἔδει καὶ ἐπὶ τῆς οἰκείας ἕδρας, ὡδὶ μὲν ἥλιον, ὡδὶ δὲ σελήνην, ὡδὶ δὲ τὴν γῆν, ὡδὶ δὲ τὸν μέγαν οὐρανὸν, ἢ ὁ παραγαγὼν αὐτά; τίς δὲ ὁ συντάξας πάντα καὶ μίαν ἐξ αὐτῶν ἁρμονίαν ἀποτελέσας, ἢ ὁ καὶ τὴν οὐσίαν ἑκάστοις καὶ τὴν φύσιν δούς; Εἰ τοίνυν καὶ ἔταξεν αὐτὸς πάντα καὶ τὴν ἀξίαν ἑκάστῳ ἀφώρισεν, οὔτε τὴν τάξιν δήπου τῶν πραγμάτων οὔτε τὴν ἀταξίαν ἠγνόηκε· τὸ γὰρ οὕτω ποιεῖν ἀλόγου φύσεως ἦν, καὶ οὐ θείας αἰτίας, καὶ ἀνάγκης ἴδιον, ἀλλʼ οὐ νοερᾶς προμηθείας· ἐπεὶ καὶ εἰ νοῶν ἑαυτὸν οἶδεν ἑαυτὸν, εἰδὼς δὲ ἑαυτὸν καὶ τὴν οὐσίαν ἣν ἔλαχεν οἶδεν ὅτι ἀκίνητον αἴτιόν ἐστι καὶ ἐφετὸν πᾶσιν, οἶδε καὶ οἷς ἐστιν ἐφετόν· οὐ γὰρ κατὰ συμβεβηκός ἐστιν ἐφετὸν, ἀλλὰ κατʼ οὐσίαν. Ἢ οὖν ἀγνοήσει τί ἐστι κατʼ οὐσίαν, ἢ τοῦτο εἰδὼς εἴσεται καὶ ὅτι ἐφετόν· καὶ μετὰ τούτου γνώσεται καὶ ὅτι πάντα αὐτοῦ ἐφίεται, καὶ τίνα τὰ πάντα· τῶν γὰρ πρός τι τὸ μὲν ἕτερον ὡρισμένως εἰδέναι, τὸ δὲ ἕτερον ἀορίστως οὐκ ἐπιστήμης ἴδιον καὶ πολλῷ μᾶλλον οὐδὲ νοήσεως· εἰδὼς δὲ ὡρισμένως τὰ ἐφιέμενα αὐτοῦ τὰ αἴτια αὐτῶν οἶδεν, ἅτε εἰς ἑαυτὸν βλέπων, ἀλλʼ οὐ τὰ μετʼ αὐτόν. Εἰ δὲ μὴ μάτην ἕξει τὰ αἴτια τῶν πάντων, ἀνάγκη δήπου κατʼ ἐκεῖνα πάντων ὁρίζειν τὴν τάξιν, καὶ οὕτως εἶναι πάντων ἀκίνητον αἴτιον, ὡς αὐτῷ τῷ εἶναι πᾶσιν ἀφορίζοντα τὴν τάξιν. Πότερον δὲ ὅτι ἔμελλε ποιεῖν πάντα ἐνόησεν αὐτὰ, ἢ διότι ἐνόει πάντα, διὰ τοῦτο ὑφίστησι πάντα; ἀλλʼ εἰ, διότι ἔμελλε ποιεῖν πάντα, νοοίη πάντα, τὴν ἔνδον ἐνέργειαν καὶ τὴν πρὸς αὑτὸν στροφὴν καταδεεστέραν ἕξει τῆς ἔξω προϊούσης, καὶ ἄλλων ἕνεκα τὴν γνῶσιν ἕξει τῶν ὄντων, καὶ τῶν δευτέρων χάριν εἴσεται τὰ ὄντα· εἰ δὲ ταῦτα ἄτοπα, τῷ νοεῖν ἑαυτὸν ποιητὴς ἔσται πάντων. Εἰ δὲ τοῦτο, τοῖς ἐν αὑτῷ τὰ ἔξω παραπλήσια ποιήσει· τοιαύτη γὰρ ἡ κατὰ φύσιν τῶν πραγμάτων τάξις, τῆς μὲν ἔνδον ἐνεργείας ἠρτῆσθαι τὴν ἔξω προϊοῦσαν, τῆς δὲ παντελοῦς τῶν ἰδεῶν μονάδος τὸν ὅλον κόσμον, τῶν δὲ διακεκριμένων μονάδων τὰ ἐνταῦθα μέρη τοῦ παντός.

Τέταρτον δὴ οὖν ἐπὶ τούτοις ἄλλο κατίδωμεν. Ἄνθρωπον ἐξ ἀνθρώπου γίγνεσθαί φαμεν καὶ ἐξ ἑκάστου τὸ ὅμοιον· πῶς οὖν γίγνεται καὶ κατὰ τίνα τρόπον; οὐ γὰρ ἄν που φαίης ἀπὸ ταυτομάτου τούτων εἶναι τὴν γένεσιν· οὐδὲν γὰρ μάτην ἡ φύσις ποιεῖ οὐδὲ ὁ θεὸς, καὶ ὅλως τὰ μὲν τοιαῦτα πάντα ὡς ἐπὶ τὸ πολὺ γίγνεται, τὸ δὲ αὐτόματον ὡς ἐπʼ ἔλαττον. Εἰ δὲ μὴ ἐκ ταυτομάτου τοῖς ἀνθρώποις ἡ γένεσις, πόθεν ἂν εἴη; ἢ δῆλον ὡς ἐκ τοῦ σπέρματος ἐρεῖς· καὶ γὰρ ὁ πυρὸς καταβληθεὶς φύει τὸν ἄσταχυν, καὶ ἡ κεγχραμὶς τὴν συκῆν· καὶ ὁ ἄνθρωπος οὖν ἐξ ἀνθρωπείου σπέρματος. Ἀλλʼ ἔγωγε οὐ τοῦτο ἠρόμην πόθεν ὅ τις ἄνθρωπος, ἐπεὶ τόγε ἐκ τοῦ σπέρματος γιγνόμενον οὐχὶ ἁπλῶς ἄνθρωπός ἐστιν, ἀλλά τις ἄνθρωπος — ἀεὶ γάρ ἐστιν ἄνθρωπος —, καὶ αὐτὸ τοῦτο τὸ σπέρμα ἐξ ἀνθρώπου προελήλυθε. Κείσθω δʼ οὖν ἐκ σπέρματος καὶ ὁ ἄνθρωπος, ἀλλὰ τὸ σπέρμα δυνάμει τοὺς λόγους ἔχει καὶ οὐκ ἐνεργείᾳ· σῶμα γὰρ ὂν οὐ πέφυκε τοὺς λόγους ἀμερῶς καὶ κατʼ ἐνέργειαν ἔχειν. Τί οὖν τὸ ἔχον κατʼ ἐνέργειαν τοὺς λόγους; πανταχοῦ γὰρ πρὸ τοῦ δυνάμει τὸ κατʼ ἐνέργειαν ἡγεῖται· ἀτελὲς γὰρ ὂν ἄλλου δεῖται τοῦ τελειώσοντος. Ἡ τῆς μητρὸς φύσις, ἐρεῖς· αὕτη γὰρ ἡ καὶ τοὺς λόγους τελειοῦσα, καὶ διαπλάττουσα τὸ γιγνόμενον· οὐ γάρ που τὸ φαινόμενον εἶδος τῆς μητρὸς ποιεῖ τὸ βρέφος, ἀλλʼ ἡ φύσις, ἀσώματος οὖσα δύναμις καὶ ἀρχὴ κινήσεως, ὥς φαμεν. Εἰ τοίνυν ἡ φύσις ἐκ τοῦ δυνάμει μεταβάλλει τοὺς λόγους τοῦ σπέρματος εἰς τὴν κατʼ ἐνέργειαν διάπλασιν, αὕτη ἂν ἔχοι κατʼ ἐνέργειαν τοὺς λόγους· διὸ καὶ ἄλογος οὖσα καὶ ἀφάνταστος ὅμως ἐστὶ λόγων αἰτία φυσικῶν. Ἆρʼ οὖν ἡ μὲν ἀνθρώπων φύσις ἔχει τοὺς ἀνθρωπείους λόγους, οὐχὶ δὲ καὶ ἡ ἐν λέοντι τοὺς τοῦ λέοντος, οἷον τῆς κεφαλῆς, τῆς χαίτης, τῶν ποδῶν, τῶν ἄλλων τοῦ λέοντος μορίων; καὶ πόθεν ὀδόντος ἐκπεσόντος ἄλλος φύεται, μὴ τῆς δυνάμεως ἔνδον ἐνούσης τῆς ὀδόντας ποιεῖν δυναμένης; πῶς δὲ καὶ ἅμα μὲν ὀστοῦν, ἅμα δὲ σάρκα ποιεῖ, ἅμα δὲ τῶν ἄλλων ἕκαστα καὶ ἡ ἐκείνων φύσις; τὸ γὰρ αὐτὸ κατὰ τὸ αὐτὸ τοσαύτην ποικιλίαν διοργανώσεως πλάττειν οὐκ ἂν δύναιτο, καὶ ταῦτα ἄλογος οὖσα κατὰ τὴν ἑαυτῆς οὐσίαν. Ἀλλʼ ἆρα ἐν μὲν ζώοις ἡ φύσις ἔχει τοὺς λόγους, οὐχὶ δὲ καὶ ἐν φυτοῖς; ἢ καὶ ἐν ἐκείνοις ἡ τάξις τῆς γενέσεως καὶ οἱ βίοι τῶν φυτῶν δηλοῦσιν ὅπως κατὰ τεταγμένας αἰτίας ἐπιτελοῦνται· δῆλον οὖν ὡς κατὰ τὸν αὐτὸν λόγον καὶ ἐκείνων αἱ φύσεις προσειλήφασι τοὺς φαινομένους λόγους. Ἀλλʼ ἐπὶ τὴν μίαν ἀναδράμωμεν λοιπὸν φύσιν, τὴν τῆς γῆς, τῶν πάντων γεννητικὴν ὁμοίως, ὅσα γαῖαν ἐπιπνέει τε καὶ ἕρπει. Ταύτην τοίνυν οὐ πολλῷ πρότερον ἔχειν τοὺς τῶν φυομένων λόγους; ἢ πόθεν καὶ ἐφʼ ὧν μὴ ἐκ τοῦ ὁμοίου τὴν γένεσιν ἐπιτελουμένην ὁρῶμεν, οἷον τῶν ἐκ σήψεως; πόθεν δʼ οὖν ἐπὶ τούτων ἡ γένεσις; πῶς δὲ ἐν ταὐτῷ τόπῳ φυτῶν ἄλλοτε ἄλλα γένη φύεται χωρὶς ἀνθρωπινῆς ἐπιμελείας; Ἢ δῆλον ὡς τῆς ὅλης φύσεως λόγους ἐχούσης καὶ ποιητικὰς τούτων ἁπάντων ἐν ἑαυτῇ δυνάμεις. Καὶ τί δεῖ λέγειν; οὕτω γὰρ ἀνατρέχοντες τὴν ἐν ἑκάστῳ συστοίχῳ φύσιν περιληπτικὴν τῶν ἐν αὐτῷ ζώων εὑρήσομεν, τὴν δὲ ἐν σελήνῃ τῶν ἐν πᾶσιν εἰδῶν· ἐκεῖθεν γὰρ ἡ πᾶσα κυβερνᾶται γένεσις, καὶ ἐν ἐκείνῃ τῶν ἐνύλων φύσεων ἡ ἐξῃρημένη προείληπται μονάς. Καὶ οὕτω δὴ διὰ τῶν σφαιρῶν ποιησάμενοι τὴν ἄνοδον ἐπʼ αὐτὴν ἥξομεν λοιπὸν τὴν φύσιν τοῦ παντὸς, καὶ περὶ ταύτης ἐρησόμεθα, εἴτε ἔχει τὰ εἴδη, εἴτε μὴ, καὶ ἀναγκάσομεν ὁμολογεῖν τὸν ἀποκρινόμενον, ὡς καὶ ἐν ταύτῃ τῶν φαινομένων εἰσὶ πάντων οἱ λόγοι καὶ αἱ ποιητικαὶ καὶ αἱ κινητικαὶ δυνάμεις· πάντα γὰρ ὅσα διὰ τῶν καταδεεστέρων ἐπιτελεῖται, κρεῖττον καὶ τελειότερον ἀπὸ τῶν ὁλικωτέρων ὑφίσταται. Πάντων οὖν οὖσα μήτηρ ἡ τοῦ παντὸς φύσις πάντων ἂν περιέχοι τοὺς λόγους· καὶ γὰρ ἄλλως ἄτοπον τὴν μὲν τέχνην μιμουμένην τοὺς λόγους τοὺς φυσικοὺς κατὰ λόγους ποιεῖν, αὐτὴν δὲ ἄνευ λόγων καὶ ἄνευ τῶν ἔνδον μέτρων. Ἀλλὰ καὶ εἰ ἡ φύσις ἔχοι τοὺς λόγους, δεῖ τινα καὶ πρὸ ταύτης αἰτίαν εἶναι περιεκτικὴν ἄλλην τῶν εἰδῶν· ἡ μὲν γὰρ φύσις δύνασα κατὰ τῶν σωμάτων οὕτως ἐν αὐτοῖς ποιεῖ οἷον εἰ τὸν τεχνίτην νοήσειας δύναντα κατὰ τῶν ξύλων, καὶ ἔνδοθεν αὐτὰ κοιλαίνοντα, εὐθύνοντα, τετραίνοντα, σχηματίζοντα. Τοιοῦτον γάρ τι πέπονθεν ἡ φύσις, συνδιαβαπτιζομένη τοῖς σώμασι, καὶ ἐνοικοῦσα τοῖς ὄγκοις αὐτῶν, καὶ ἔνδοθεν συμπνέουσα τοὺς λόγους αὐτοῖς καὶ τὴν κίνησιν. Ἔδει γὰρ καὶ τοιαύτης τινὸς αἰτίας τοῖς ἑτεροκινήτοις ἣν ἄλογον μὲν εἶναι προσήκει, ἵνα μὴ ἀφίστηται τῶν σωμάτων ἀεὶ τῆς συνοικούσης αὑτοῖς αἰτίας δεομένων, λόγους δὲ ἔχειν αὐτῶν, ἵνα πάντα ἐν ὅροις τοῖς οἰκείοις δύνηται φυλάττειν καὶ κινεῖν πάντα κατὰ τὸ προσῆκον. Ἡ δʼ οὖν φύσις ἄλλων ἐστὶ καὶ οὐχ ἑαυτῆς, ἠλογωμένη κατὰ τὴν οἰκείαν τάξιν. Δεῖ δὲ τὴν κυριωτάτην αἰτίαν ἐξῃρῆσθαι τῶν ποιουμένων· ὅσῳ γοῦν ἐξῄρηται τοῦ ποιουμένου τὸ ποιοῦν, τοσούτῳ καθαρώτερον καὶ τελειώτερον ποιεῖ· καὶ ὅλως, εἰ ἄλογος ἡ φύσις, δεῖται τοῦ ἄγοντος αὐτήν. Ἀλλὸ οὖν τί ἐστι καὶ πρὸ τῆς φύσεως ἔχον τοὺς λόγους, εἰς οὓς δεῖ τὰ ἐν τῷ κόσμῳ πάντα τὴν ἀνάρτησιν ἔχειν· ἀλόγοις γὰρ, οἶμαι, λόγοις ἐπιτρέψαι τὸ πᾶν μὴ τῷ ὄντι ἄλογον ᾖ ἢ οὐκ ὀρθόν. Ἀναγκαῖον τοίνυν ἐν ἄλλῳ τινὶ θέσθαι τοὺς λόγους εἰδήσοντι τὰ ἐν αὑτῷ καὶ γνωστικῶς ἅμα καὶ ποιητικῶς ἐνεργήσοντι· καὶ γὰρ ἄτοπον ἡμᾶς μὲν γινώσκειν τὸ πᾶν καὶ τὰς αἰτίας τῶν γιγνομένων, αὐτὸ δὲ τὸ ποιοῦν ἀγνοεῖν καὶ ἑαυτὸ καὶ τὰ ποιούμενα παρʼ αὑτοῦ. Κρείττων ἄρα καὶ τῆς ἡμετέρας γνώσεως ἔσται καὶ ἐν τῇ αἰτίᾳ τοῦ κόσμου, καθόσον καὶ ἐκείνη μὲν οὐ γιγνώσκει μόνον, ἀλλὰ καὶ ὑφίστησι πάντα, ἡμεῖς δὲ γιγνώσκομεν μόνον. Εἰ δὲ γιγνώσκει τὰ πάντα τὸ δημιουργικὸν αἴτιον τοῦ παντὸς, εἰ μὲν ἔξω βλέπον, ἀγνοήσει πάλιν ἑαυτὸ καὶ ἔσται ψυχῆς μερικῆς καταδεέστερον· εἰ δὲ εἰς αὑτὸ βλέπον, ἐν αὐτῷ πάντα ἐστὶ νοερὰ καὶ γνωστικὰ τὰ εἴδη, καὶ οὐκ ἔξω καὶ ἐν τοῖς φαινομένοις μόνον.

Πέμπτον τοίνυν κἀκεῖνον σκεπτέον τὸν λόγον· πάντα, φασὶ, τὰ ἐξ ἀκινήτου γενόμενα αἰτίας ἀκίνητα καὶ ἀμετάβλητα, τὰ δὲ ἐκ κινουμένης ἔμπαλιν κινητὰ καὶ μεταβλητὰ καὶ ἄλλοτε ἄλλως ἔχοντα. Εἰ δὲ τοῦτο, καὶ πάντα ὅσα ἀΐδια κατὰ τὴν οὐσίαν ἐστὶ καὶ ἀμετάβλητα, ταῦτα ἐξ ἀκινήτου γέγονεν αἰτίας· εἰ γὰρ ἐκ κινουμένης, ἔσται μεταβλητὰ, ὅπερ ἀδύνατον· πάντα οὖν τὰ ἀκίνητα ἐξ ἀκινήτου αἰτίας γέγονεν, εἴπερ καὶ γέγονε δηλαδή. Τὸν οὖν ἄνθρωπον ἁπλῶς, τὸ εἶδος αὐτὸ λέγω, καὶ τὸν ἵππον, αὐτὸ τὸ εἶδος, ἆρʼ οὐκ ἐξ αἰτίας φήσομεν, εἴπερ καὶ ὁ σύμπας κόσμος ἐξ αἰτίας ὑφέστηκεν; Ἐκ ποίας οὖν αἰτίας; ἆρα ἀκινήτου τινὸς ἢ κινουμένης; εἰ μὲν δὴ κινουμένης, ἐκλείψει ποτὲ τὸ ἀνθρώπειον εἶδος· πᾶν γὰρ τὸ ἐκ κινουμένης αἰτίας ὑποστὰν τῶν ἐκλείπειν πεφυκότων ἐστίν. Ἐρήσομαι δὲ τὸ αὐτὸ περί τε ἡλίου καὶ περὶ σελήνης καὶ περὶ ἑκάστου τῶν ἀστέρων, ἆρα καὶ ταῦτα ἐξ ἀκινήτου γέγονεν αἰτίας ἢ κινουμένης; εἰ γὰρ ἐκ κινουμένης, ἔσται μεταβολὴ τῆς οὐσίας καὶ ἐν τούτοις· εἰ δὲ ἐξ ἀκινήτου καὶ ταῦτα καὶ πάντα ὅσα ἀϊδίως ἐστὶν ἐν τῷ κόσμῳ εἴδη, ποῦ τὰ ἀκίνητα τούτων αἴτια; δῆλον γὰρ ὡς οὐκ ἐν σώμασι· πᾶν γὰρ σῶμα φυσικὸν κινεῖσθαι πέφυκεν· ἐν φύσει ἄρα προσεχῶς· ἀλλʼ ἡ φύσις ἄλογος, δεῖ δὲ τὰ κυρίως αἴτια νοερὰ εἶναι καὶ θεῖα. Τὰ ἄρα ἀκίνητα αἴτια τῶν εἰδῶν τούτων ἐν νῷ πρώτως ἐστί· δευτέρως γὰρ ἐν ψυχῇ, καὶ τρίτως ἐν φύσει, καὶ ἐσχάτως ἐν τοῖς σώμασι· πάντα γὰρ ἢ φαινομένως ἐστὶν ἢ ἀφανῶς, ἢ ἀχωρίστως τῶν σωμάτων ἢ χωριστῶς· καὶ εἰ χωριστῶς, ἢ κατʼ οὔσιαν καὶ κατʼ ἐνέργειαν ἀκινήτως, ἢ κατὰ μὲν οὐσίαν ἀκινήτως, κατʼ ἐνέργειαν δὲ κινητῶς. Ἀκίνητα οὖν ἐκεῖνα κυρίως, ἃ καὶ κατʼ οὐσίαν ἐστὶν ἀμετάβλητα καὶ κατʼ ἐνέργειαν, οἷα τὰ νοερά· δεύτερα δὲ τὰ ἀκίνητα μὲν κατʼ οὐσίαν, κινητὰ δὲ κατʼ ἐνέργειαν, οἷα τὰ ψυχικά· τρίτα δὲ τὰ ἀφανῆ μὲν, ἀχώριστα δὲ τῶν ἐμφανῶν, οἷα τὰ φυσικά· τελευταῖα δὲ τὰ ἐμφανῆ καὶ ἐν τοῖς αἰσθητοῖς ὄντα καὶ μεριστά· μέχρι γὰρ τούτων προϊοῦσα κατέληξεν ἡ τῶν εἰδῶν ὕφεσις.

Ἕκτον δὴ οὖν ἄλλον τρόπον ἀνασκεψώμεθα περὶ τῆς ὑποστάσεως τῶν εἰδῶν ἀπʼ αὐτῶν ὁρμηθέντες τῶν ἀποδείξεων· τὰς γὰρ ἀποδείξεις ἅπαντες ἐκ προτέρων καὶ τιμιωτέρων γίγνεσθαι πάσας ὁμολογοῦμεν, καὶ οὕτω τισὶ μέγα καὶ σεμνὸν ἡ ἀπόδειξις ἔδοξεν εἶναι, ὥστε καὶ τῆς διαιρετικῆς αὐτὴν μεθόδου κρείττονα θέσθαι. Κείσθω τοίνυν ὁμολόγημα κοινὸν, τὴν ἀπόδειξιν ἐξ αἰτιῶν εἶναι καὶ φύσει τιμιωτέρων. Ἀλλʼ ἐξ ὧν αἱ ἀποδείξεις, ταῦτά ἐστι τὰ καθόλου· πᾶσα γὰρ ἀπόδειξις ἐκ τούτων· ταῦτα ἄρα αἴτια τοῖς ἐξ αὐτῶν δεικνυμένοις. Ὅταν οὖν ὁ ἀστρονόμος λέγῃ τοὺς ἐν οὐρανῷ κύκλους δίχα τέμνειν ἀλλήλους, ἐπειδὴ πᾶς μέγιστος κύκλος τὸν ὅμοιον διχοτομεῖ, πότερον ἀποδείκνυσιν ἢ οὔ; καίτοι ἀπὸ τοῦ καθόλου πεποίηται τὴν ἐπιβολήν. Ποῦ δὴ εὑρήσομεν τὰ αἴτια ταῦτα τῆς ἐν οὐρανῷ τῶν κύκλων τομῆς καθολικώτερα αὐτῶν; ἐν σώμασι μὲν γὰρ οὐκ ἔσται· πᾶν γὰρ τὸ ἐν σώματι ὂν μερικόν ἐστι, δεῖ δὲ ἐν ἀσωμάτῳ πάντως οὐσίᾳ· ἀνάγκη ἄρα τῶν φαινομένων προϋπάρχειν τὰ εἴδη, καὶ τούτοις αἴτια τοῦ εἶναι καθολικώτερα αὐτῶν ὄντα καὶ δυνατώτερα. Ἔστι μὲν οὖν καὶ αὐτόθεν δῆλον, ὅπερ εἴπομεν, τῆς ἐπιστήμης ἀναγκαζούσης τὰ καθόλου τιθέναι καὶ οὐσιώτερα καὶ αἰτιώτερα τῶν καθʼ ἕκαστα, προϋπάρχειν τὰ εἴδη, καὶ ἀπʼ ἐκείνων εἶναι τὴν ὑπόστασιν τούτοις χωριστῶν ὄντων.

Εἰ δὲ βούλει, καὶ καθʼ αὑτὸ σκέψαι πόθεν καὶ εἴ τις ἄλλος ἐπέβαλε τοῖς εἴδεσι, καὶ αὐτὸς ὁ Σωκράτης πόθεν εἰς ἔννοιαν ἀφίκετο τῆς οὐσίας ταύτης. Ἔστι δὴ οὖν ἀνδρὸς εἰς νοῦν ἐπιστρέψαντος ἤδη, καὶ χωρίσαντος ἑαυτὸν ἀπὸ τοῦ συνθέτου, καὶ θεασαμένου τήν τε ψυχικὴν ζωὴν καὶ τὴν σωματικὴν διακεκριμένως, καὶ ὡς οὐδὲν θαυμαστὸν ἄλλο μὲν εἶναι τὸ ὑποκείμενον, ἄλλο δὲ τὸ μετεχόμενον ἐν τῷ ὑποκειμένῳ ὂν, ἄλλο δὲ τὸ ἐξῃρημένον καὶ ἀμέθεκτον εἶδος, ἡ τοιαύτη πτοία περὶ τὴν τῶν θείων τούτων μονάδων ὑπόθεσιν. Ὁ μὲν γὰρ πολὺς, καὶ τὴν ἑαυτοῦ ζωὴν ἀναμίξας τῇ τοῦ συνθέτου ζωῇ, διακρῖναι τὸ μετεχόμενον καὶ τὸ ἀμέθεκτον ἀδυνατεῖ· τὸν γὰρ τὸ χωριστὸν θεασάμενον καὶ αὐτὸν εἰς δύναμιν προσήκει γενέσθαι τοιοῦτον, οἷον ἐξαναστάντα τοῦ σώματος καὶ εἰς τὸ ἐν ἑαυτῷ χωριστὸν ἀποβλέψαντα· ὁ δέ γε σπουδαῖος τὸ ἦθος ἀφʼ ἑαυτοῦ τὴν διάκρισιν τούτων θεασάμενος μέτεισιν ἐπὶ τὰ ὅλα, καὶ πάντων τῶν μετεχομένων εἰδῶν προτέρας ἐπινοεῖ τὰς ἐξῃρημένας καὶ ἀΰλους μονάδας. Καὶ οὐκ ἐπὶ τούτων μόνων οὕτως, ἀλλὰ καὶ ἐπὶ τῆς κινήσεως τὸν αὐτὸν ἄνεισι τρόπον, ὁρῶν τὸ μὲν σῶμα τοῦτο πᾶν κατὰ τὴν οἰκείαν αὑτοῦ φύσιν ἑτεροκίνητον ὂν καὶ δεόμενον κινήσεως ἀλλαχόθεν εἰς ταῦτα καθηκούσης, τὴν δὲ πρώτην καὶ κυριωτάτην κίνησιν ἐν τῷ κινητικῷ τῶν ὅλων· ἔχει γὰρ καὶ ἐκεῖνο τὴν τοῦ κινοῦντος κίνησιν, καὶ τὸ σῶμα τὴν τοῦ κινητοῦ, καὶ εἴδωλον ἡ ἐν τούτῳ κίνησις τῆς ἐν ἐκείνῳ προϋπαρχούσης· ἐκείνη μὲν γὰρ τελεία κίνησις, ἐνέργεια γάρ· ἡ δὲ ἐν τούτῳ ἀτελὴς ἐνέργεια, τὸ δὲ ἀτελὲς ἐκ τοῦ τελείου τήν τε ὑπόστασιν ἔχει καὶ τὸ τέλειον. Καὶ μὴν καὶ ἐπὶ τῆς γνώσεώς ἐστιν ἰδεῖν ἐσχάτην μὲν γνῶσιν τὴν τῶν σωμάτων, εἴτε αἰσθητικὴν αὐτὴν, εἴτε φανταστικὴν ἐθέλει τις προσαγορεύειν. Πᾶσα γὰρ ἡ τοιαύτη γνῶσις ἀληθείας ἐστὶν ἄμοιρος, καὶ τῆς οὐσίας τῶν πραγμάτων οὐκ ἐφάπτεται, καὶ οὐδὲν θεωρεῖ καθόλου καὶ κοινὸν, ἀλλὰ πάντα ἐσχηματισμένα, πάντα μεμορφωμένα, πάντα μερικά· τελειοτέρα δὲ γνῶσίς ἐστιν ἡ ἀμόρφωτος, ἡ ἀσχημάτιστος, ἡ ἄυλος, ἡ καθʼ αὑτὴν οὖσα καὶ ἑαυτῆς, ἧς εἴδωλον ἡ αἴσθησις, ἀτελὴς οὖσα γνῶσις καὶ ἐν ἄλλῳ καὶ οὐχ ἑαυτῆς. Εἰ τοίνυν ἐπὶ τῶν κινήσεων οὕτω καὶ ἐπὶ τῶν γνώσεων καὶ ἐπὶ τῆς ζωῆς ἄλλο μὲν τὸ μέτεχον, ἄλλο δὲ τὸ μετεχόμενον, ἄλλο δὲ τὸ ἀμέθεκτον, ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων εἰδῶν, ἄλλο μὲν εἶναι τὴν ὕλην, ἄλλο δὲ τὸ ἐν αὐτῇ εἶδος, ἄλλο δὲ τὸ χωριστόν. Οὐ γάρ που τὰ μὲν ἀτελῆ καὶ ἐν ἄλλῳ ὄντα καὶ ἀμυδρῶς ὄντα πεποίηκεν ὅ τε θεὸς καὶ ἡ φύσις, τὰ δὲ τέλεια καὶ τελείως ὄντα καὶ ἑαυτῶν ὄντα οὐ παρήγαγεν· ἀλλὰ πολλῷ πρότερον ταῦτα ὑπέστησε, καὶ ἐκ τούτων τὰ ἀμυδρότερα καὶ μετεχόμενα καὶ ἐν τῇ ὕλῃ ὄντα. Διὰ ταύτας μὲν οὖν τὰς ἐννοίας καὶ Σωκράτης, καὶ εἰ δή τις ἄλλος, εἰς τὴν τῶν ἰδεῶν ἀνήγετο θέσιν, καὶ τὰ μὲν μετεχόμενα ὑπὸ τῶν καθʼ ἕκαστα ἔλεγε, τὰ δὲ αὐτὰ καθʼ αὑτὰ χωρὶς ὑφεστηκότα· μάλιστα γὰρ τοῦτο προσήκει τοῖς εἴδεσι τὸ χωρίς.

Εἰ δὲ δεῖ συντόμως εἰπεῖν τὴν αἰτίαν τῆς τῶν ἰδεῶν ὑποθέσεως διʼ ἣν ἐκείνοις ἤρεσκε, λεκτέον ὅτι ταῦτα πάντα, ὅσα ὁρατὰ οὐράνια καὶ ὑπὸ σελήνην, ἢ ἀπὸ ταυτομάτου ἐστὶν ἢ κατʼ αἰτίαν. Ἀλλὰ ἀπὸ ταυτομάτου, ἀδύνατον· ἔσται γὰρ ἐν τοῖς ὑστέροις τὰ κρείττονα, νοῦς καὶ λόγος καὶ αἰτία καὶ τὰ ἀπʼ αἰτίας, καὶ οὕτω τὰ ἀποτελέσματα κρείττω τῶν ἀρχῶν, πρὸς τῷ καὶ, ὅ φησιν ὁ Ἀριστοτέλης, δεῖν πρὸ τῶν κατὰ συμβεβηκὸς αἰτιῶν εἶναι τὰ καθʼ αὑτά· τούτων γὰρ ἔκβασις τὸ κατὰ συμβεβηκὸς, ὥστε τοῦ ἀπὸ ταυτομάτου πρεσβύτερον ἂν ἦν τὸ κατʼ αἰτίαν, εἰ καὶ ἀπὸ ταυτομάτου τὰ θειότατα ἦν τῶν φανερῶν. Εἰ δὲ ἔστιν αἴτια πάντων, ἤτοι πολλὰ ἔσται καὶ ἀσύναπτα, ἢ ἕν· ἀλλʼ εἰ πολλὰ, τί τὸ ποιοῦν ἓν τὸ πᾶν, οὐχ ἕξομεν λέγειν· καίτοι τὸ ἓν κρεῖττον τῶν πολλῶν, καὶ τὸ ὅλον τῶν μερῶν. Εἰ δὲ ἔστιν ἓν τοῦ ὅλου καὶ ἑνὸς αἴτιον πρὸς ὃ συντέτακται πάντα, εἰ μὲν ἄλογον τοῦτο, ἄτοπον· ἔσται γάρ τι πάλιν τῶν ὑστέρων τῆς πάντων αἰτίας κρεῖττον τὸ κατὰ λόγον καὶ γνῶσιν ποιοῦν, εἴσω τοῦ παντὸς ὂν καὶ τοῦ ὅλου μέρος, ὅ ἐστιν ἀπʼ αἰτίας ἀλόγου τοιοῦτον· εἰ δὲ λόγον ἔχον καὶ αὑτὸ γιγνῶσκον, οἶδεν ἑαυτὸ δήπου τῶν πάντων αἴτιον ὂν, ἢ τοῦτο ἀγνοοῦν ἀγνοήσει τὴν ἑαυτοῦ φύσιν. Εἰ δὲ οἶδεν ὅτι κατʼ οὐσίαν ἐστὶ τοῦ παντὸς αἴτιον, οἶδε καὶ οὗ αἴτιον· τὸ γὰρ ὡρισμένως εἰδὸς θάτερον καὶ θάτερον οἶδεν ἐξ ἀνάγκης· οἶδεν ἄρα καὶ οὗ ἐστιν αἴτιον ὡρισμένως· οἶδεν οὖν καὶ τὸ πᾶν καὶ πάντα ἐξ ὧν τὸ πᾶν, ὧν ἐστι καὶ αἴτιον· καὶ εἰ τοῦτο, εἰς ἑαυτὸ ἄρα βλέπον καὶ ἑαυτὸ γιγνῶσκον οἶδε τὰ μετʼ αὐτό· λόγοις ἄρα καὶ εἴδεσιν ἀΰλοις οἶδε τοὺς κοσμικοὺς λόγους καὶ τὰ εἴδη ἐξ ὧν τὸ πᾶν, καὶ ἔστιν ἐν αὐτῷ τὸ πᾶν ὡς ἐν αἰτίᾳ χωρὶς τῆς ὕλης.

Τοῦτο Ζήνωνι καὶ τοῖς τὰς ἰδέας τιθεμένοις ἤρεσκε· καὶ οὐχ οἱ μὲν ἄνδρες ἐκεῖνοι περὶ τῶν ἰδεῶν οὕτως ὑπέλαβον ὡς οὐσῶν, οἱ δὲ τὰ θεῖα σοφοὶ ἄλλον τρόπον, ἀλλὰ καὶ οἱ θεολόγοι ταύτης ἐγένοντο τῆς παραδόσεως. Ὁ μὲν γὰρ Ὀρφεὺς μετὰ τὴν κατάποσιν τοῦ Φάνητος ἐν τῷ Διὶ τὰ πάντα γεγονέναι φησὶν, ἐπειδὴ πρώτως μὲν καὶ ἡνωμένως ἐν ἐκείνῳ, δευτέρως δὲ καὶ διακεκριμένως ἐν τῷ δημιουργῷ τὰ πάντων ἀνεφάνη τῶν ἐγκοσμίων αἴτια· ἐκεῖ γὰρ ὁ ἥλιος, καὶ ἡ σελήνη, καὶ ὁ οὐρανὸς αὐτὸς, καὶ τὰ στοιχεῖα, καὶ ὁ Ἔρως ὁ ἑνοποιὸς, καὶ πάντα ἁπλῶς ἓν γεγονότα, Ζηνὸς δʼ ἐνὶ γαστέρι σύρρα πεφύκει. Καὶ οὐκ ἠρκέσθη τούτοις μόνον, ἀλλὰ καὶ τὴν τάξιν τῶν εἰδῶν τῶν δημιουργικῶν παραδίδωσι, διʼ ἣν καὶ τὰ αἰσθητὰ τοιαύτην ἔλαχε τάξιν καὶ διακόσμησιν. Οἱ δέ γε θεοὶ περὶ τούτων ἐκφῆναι τὴν ἀλήθειαν ἀνθρώποις ἀξιώσαντες καὶ τίς ἡ μία πηγὴ τῶν ἰδεῶν εἰρήκασι, καὶ ποῦ πρῶτον ὑπέστη τὸ πλήρωμα τῶν ἰδεῶν, καὶ πῶς προϊὸν ἀφομοιοῖ τῷ πατρὶ τοῦ κόσμου πάντα τὰ ἐν αὐτῷ, τά τε ὡς ὅλα καὶ τὰ μέρη· οὐδὲν δὲ χεῖρον πλείονος ἕνεκα τῶν ἀκροωμένων περὶ τὸ δόγμα συμπαθείας, καὶ αὐτῶν μνησθῆναι τῶν ἐν τοῖς Χαλδαϊκοῖς λογίοις κειμένων· Νοῦς πατρὸς ἐρροίζησε νοήσας ἀκμάδι βουλῇ Παμμόρφους ἰδέας· πηγῆς δὲ μιᾶς ἀποπτᾶσαι Ἐξέθορον· πατρόθεν γὰρ ἔην βουλή τε τέλος τε. Ἀλλʼ ἐμερίσθησαν νοερῷ πυρὶ μοιρηθεῖσαι Εἰς ἄλλας νοεράς· κόσμῳ γὰρ ἄναξ πολυμόρφῳ Προὔθηκεν νοερὸν τύπον ἄφθιτον, οὗ κατὰ κόσμον Ἴχνος ἐπειγόμενος μορφῆς μέτα κόσμος ἐφάνθη Παντοίαις ἰδέαις κεχαρισμένος· ὧν μία πηγὴ, Ἐξ ἧς ῥοιζοῦνται μεμερισμέναι ἄλλαι ἄπλατοι Ῥηγνύμεναι κόσμου περὶ σώμασιν, αἳ περὶ κόλπους Σμερδαλέους σμήνεσσιν ἐοικυῖαι φορέονται, Τραποῦσαι περί τʼ ἀμφὶ παρασχεδὸν ἄλλυδις ἄλλῃ, Ἔννοιαι νοεραὶ, πηγῆς πατρικῆς ἄπο, πουλὺ Δραττόμεναι πυρὸς ἄνθος. Ἀκοιμήτου χρόνου ἀκμῇ, Ἀρχεγόνους ἰδέας πρώτη πατρὸς ἔβλυσε τάσδε Αὐτοτελὴς πηγή. Διὰ δὴ τούτων ἐξέφηναν οἱ θεοὶ καὶ ποῦ τῶν ἰδεῶν ἡ ὑπόστασις, καὶ τίς θεός ἐστιν ὁ τὴν πηγὴν αὐτῶν τὴν μίαν περιέχων, καὶ ὅπως ἐκ τῆς πηγῆς ταύτης πρόεισι τὸ πλῆθος, καὶ πῶς ὁ κόσμος δεδημιούργηται κατʼ αὐτὰς, καὶ ὅτι κινητικαὶ πάντων εἰσὶ τῶν κοσμικῶν συστημάτων, καὶ ὅτι πᾶσαι νοεραὶ κατὰ τὴν οὐσίαν, καὶ ὅτι παντοῖαι κατὰ τὰς ἰδιότητάς εἰσι.

Καὶ πολλὰ ἄν τις ἄλλα περὶ τὴν ἐξήγησιν τῶν θείων τούτων νοημάτων βαθύνας θεωρήσειεν· ἀλλὰ νῦν τόγε τοσοῦτον ἐν τῷ πάροντι ληπτέον ὅτι καὶ οἱ θεοὶ ταῖς τοῦ Πλάτωνος ἐπιβολαῖς ἐμαρτύρησαν, ἰδέας τε καλέσαντες τὰς νοερὰς ταύτας αἰτίας καὶ κατʼ αὐτὰς τετυπῶσθαι τὸν κόσμον εἰπόντες. Εἰ τοίνυν καὶ οἱ λόγοι πείθουσιν ἡμᾶς πρὸς τὴν περὶ τούτων ὑπόθεσιν, καὶ οἱ σοφοὶ περὶ αὐτῶν συνηνέχθησαν, Πλάτων, Πυθαγόρας, Ὀρφεὺς, καὶ οἱ θεοὶ τούτοις ἐναργῶς ἐμαρτύρησαν, σμικρὰ φροντιστέον τῶν σοφιστικῶν λόγων αὐτῶν ὑφʼ ἑαυτῶν ἐληλεγμένων, οὐδὲν ἐπιστημονικὸν οὐδὲ ὑγιὲς λεγόντων. Σαφῶς γὰρ οἱ θεοὶ εἰρήκασι καὶ ὡς ἔννοιαι τοῦ πατρός εἰσι, μένουσι γὰρ ἐν ταῖς νοήσεσι τοῦ πατρός· καὶ ὡς προέρχονται πρὸς τὴν τοῦ κόσμου δημιουργίαν, ῥοίζησις γάρ ἐστιν ἡ πρόοδος αὐτῶν· καὶ ὡς πάμμορφοί εἰσιν, ἅτε δὴ πάντων τῶν μεριστῶν περιέχουσαι τὰς αἰτίας· καὶ ὡς ἀπὸ τῶν πηγαίων ἰδεῶν ἄλλαι προεληλύθασιν αἱ κατὰ μέρη κληρωσάμεναι τὴν τοῦ κόσμου δημιουργίαν, αἳ προσαγορεύονται σμήνεσσιν ἐοικυῖαι, καὶ ὡς γεννητικαὶ τῶν δευτέρων εἰσίν. Ὁ μὲν οὖν Τίμαιος ἐν τοῖς νοητοῖς ἀπέθετο τὴν μίαν πρωτουργὸν αἰτίαν πάντων τῶν εἰδῶν — ἐκεῖ γὰρ τὸ αὐτόζωον, ὡς ἐν ἄλλοις ἀπεδείκνυμεν —, τὰ δὲ Λόγια τὴν πηγὴν τῶν ἰδεῶν ἐν τῷ δημιουργῷ προϋπάρχειν φασὶ, καὶ οὐ διέστηκε ταῦτα ἀπʼ ἀλλήλων, ὥς πού τισιν ἂν δόξειεν· οὐ γάρ ἐστι ταὐτὸν ἐγκοσμίων εἰδῶν ἐπιζητεῖν τὴν μίαν καὶ ὁλικὴν αἰτίαν, καὶ ἁπλῶς ἁπάσης τῆς σειρᾶς τῶν ἰδεῶν τὴν πρώτην ἔκφανσιν θεωρεῖν· ἀλλὰ τῶν μὲν εἰς τὸν δημιουργὸν ἀναπέμπει τὴν περιοχὴν, τῶν δὲ ἐπʼ αὐτὴν τὴν νοητὴν τάξιν τῶν θείων, ἀφʼ ἧς καὶ ὁ δημιουργὸς πληροῦται καὶ πάντες οἱ διάκοσμοι εἰδητικῆς οὐσίας. Καὶ διὰ τοῦτο, οἶμαι, καὶ τὰ Λόγια τὰς ἰδέας φασὶ ῥοιζουμένας ἀπὸ τῆς ἑαυτῶν νοερᾶς πηγῆς καὶ μεριζομένας ἄλλυδις ἄλλας προσρήγνυσθαι τοῖς τοῦ κόσμου σώμασιν, ὡς ἂν ἐν τῇ πηγῇ ταύτῃ τῶν ἐγκοσμίων τῆς αἰτίας περιεχομένης, καθʼ ἣν μεμόρφωται πάντα τὰ ἐν τῷ κόσμῳ γενόμενα σύνθετα κατὰ τὴν δημιουργικὴν βούλησιν. Τὰ δὲ ἐν τῷ αὐτοζώῳ εἴδη κατὰ τὸν νοητὸν ὅρον ὑφεστηκότα οὔτε κινεῖσθαι λέγεται ὑπὸ τοῦ Πλάτωνος, οὔτε ἐνθρώσκειν τοῖς σώμασιν, ἀλλʼ αὐτῷ μόνῳ τῷ εἶναι πᾶσιν ἐνδιδόναι τὴν οὐσίαν. Εἰ τοίνυν τὸ διʼ ἐνεργείας καὶ κινήσεως ὑφιστάνειν δεύτερόν ἐστι τῆς πρὸ τοῦ ἐνεργεῖν καὶ κινεῖσθαι ποιήσεως, δῆλον δήπουθεν ὅτι καὶ τῶν δημιουργικῶν ἰδεῶν ὑπερτέραν ἔλαχε τάξιν τὰ ἐν τῷ αὐτοζώῳ νοητῶς καὶ ἀκινήτως ἱδρυμένα. Καὶ διχῶς ἐστιν ὁ δημιουργὸς εἰδοποιὸς, καὶ κατὰ τὴν ἐν ἑαυτῷ πηγὴν καὶ κατὰ τὰς νοερὰς ἰδέας· ἐκεῖ γὰρ αἱ ὁλικαὶ τῶν πάντων αἰτίαι καὶ αἱ τέτταρες μονάδες· ἐκεῖθεν δὲ ἀρξάμεναι διʼ ὅλων φοιτῶσι τῶν θείων διακόσμων μέχρι καὶ τῶν ἐσχάτων, ὥστε καὶ τὰς τελευταίας αὐτῶν καὶ αἰσθητὰς εἰκόνας ἔχειν τινὰ τῶν μὲν ἐναργεστέραν, τῶν δὲ ἀμυδροτέραν ἀπεικασίαν.

Καὶ εἴ τις ἡμῶν ἐφέπεσθαι ταῖς θείαις προόδοις ἐστὶ δυνατὸς, ὄψεται πᾶν εἶδος αἰσθητὸν, κἂν τῶν ἐν ὕλῃ τιθέντων περὶ τοῦ αἰσθητοῦ εἴδους τις σκοπεῖν ἐπιχειρῇ, πάντων τὰς ἰδιότητας ἀποδεξάμενον. Αὐτὸ μὲν γὰρ τὸ αὐτοκίνητον καὶ τὸ ἀΐδιον τοῖς αἰσθητοῖς εἴδεσιν οὐκ ἀλλαχόθεν πάρεστιν, ἢ ἀπὸ τῶν πρώτων εἰδῶν· ἐκεῖνα γὰρ αἰώνια πρῶτον, ἃ τοῖς ἐφεξῆς καὶ δευτέρως ἀεὶ καὶ τρίτως ἐπορέγει τὴν μετάδοσιν· τὸ δὲ αὖ ἕκαστον εἶδος πλῆθος μὲν ὑπάρχειν, ἀλλὰ κατʼ ἀριθμὸν ἴδιον ὑφεστάναι καὶ συμπεπληρῶσθαι τοῖς οἰκείοις ἀριθμοῖς, καὶ διὰ τοῦτο ἄλλο πρὸς ἄλλην τάξιν ἡμῖν ἀγνώστως καὶ ἀρρήτως ἀναφέρεσθαι θείαν, ἀπὸ τῆς ἀκρότητος ὑποδέχεται τῶν νοητῶν καὶ νοερῶν καὶ τῶν ἐκεῖ κρυφίως καὶ ἀφθέγκτως ὑφεστηκότων εἰδῶν· ὥσπερ δὴ καὶ τὸ ἑνίζειν μὲν τὴν σκεδαστὴν οὐσίαν, τοῖς δὲ κοινοῖς πέρασι τὴν ἀπειρίαν τῶν γεννητῶν ἀφορίζειν, ἀπὸ τῆς συνεκτικῆς τάξεως καὶ τῶν συνεκτικῶν εἰδῶν. Τὸ δὲ πάντη τελεσιουργὸν τῆς ἀτελοῦς φύσεως, καὶ τὸ πρόαγον εἰς ἐνέργειαν τὴν ἐπιτηδειότητα τῶν ὑποκειμένων, σχήμασι μὲν τὸ ἄσχημον, τελειότητι δὲ τὸ ἀτελὲς καταλαμβάνον, οὐκ ἀλλαχόθεν ἢ ἀπὸ τῆς τελεσιουργοῦ θεότητος καὶ τῶν ἐκεῖ προφανέντων εἰδῶν ἐπιδείκνυται. Καὶ μὴν καὶ καθʼ ὅσον μὲν ἕκαστον εἶδος εἰς ἑαυτὸ συννεύειν ἐπείγεται καὶ ἐν ἑαυτῷ περιλαμβάνειν ἑνοειδῶς τὰ μέρη, κατὰ τοσοῦτον εἰκόνα φέρει τῆς ἀκρότητος τῶν νοερῶν καὶ τῆς ἀμερίστου τῶν εἰδῶν ὑποστάσεως τῶν κατʼ ἐκείνην τὴν τάξιν ἱδρυμένων· καθʼ ὅσον δὲ αὖ μετὰ ζωῆς πρόεισι καὶ διὰ κινήσεως ὑφίσταται καὶ ἐν κινουμένοις ἀκινήτως ἐκφαντάζεται, κατὰ τοσοῦτον αὖ τῆς ζωογόνου μετείληφε σειρᾶς καὶ ἀποτυποῦται τὰς τῶν ζωογονικῶν εἰδῶν δυνάμεις· καθʼ ὅσον δὲ αὖ μορφωτικὸν τῆς ὕλης ἐστὶ, καὶ τεχνικῆς ἀπεργασίας διʼ αὐτῆς τῆς φύσεως διηκούσης πεπλήρωται, λεπτουργίαν τε θαυμαστὴν ἐπιδείκνυται καὶ τὴν κατὰ λόγον εἰδοποιίαν, ταύτῃ καὶ κατὰ τοσοῦτον τῶν δημιουργικῶν ἰδεῶν ἐμφάσεις παραδέχεται. Εἰ δὲ δὴ καὶ ἀφομοιοῖ τὰ αἰσθητὰ τοῖς νοητοῖς, καὶ εἰ διέκρινε τὰς οὐσίας αὐτῶν ταῖς κατὰ τοὺς λόγους ἐξαλλαγαῖς, δῆλον δὴ ὅτι ταῖς ἀφομοιωτικαῖς διακοσμήσεσιν ἀπείκασται τῶν εἰδῶν, ἀφʼ ὧν αἱ μερισταὶ πρόοδοι πεφήνασι τῶν ἐγκοσμίων αἱ τὰ αἰσθητὰ περικαλύπτουσαι ταῖς ἀπὸ τῶν νοητῶν ἐμφάσεσι. Καὶ μὴν καὶ εἰ ἕκαστον εἶδος ἐπὶ πολλὰ διήκει, κἂν ἔνυλον ᾖ καὶ κατὰ τὴν οἰκείαν μορφὴν ἀφορίζῃ τὸ ἐκείνων πλῆθος, πῶς οὐχὶ κατὰ ταύτην τὴν δύναμιν εἰς ἐκείνην ἀνήκει τῶν θεῶν τὴν τάξιν, τὴν ἀπολύτως ἐνεξουσιάζουσαν τοῖς ἐν τῷ κόσμῳ κλήροις καὶ πολλὰς ἀνέλκουσαν εἰς ἑαυτὴν μοίρας τῶν ἐν παντὶ θείων λήξεων; Ἄνωθεν ἄρα προϊόντες ἀπὸ τῶν νοητῶν ἰδεῶν μέχρι τῶν τελευταίων, τὴν μίαν συνέχειαν τῆς ὅλης σειρᾶς θεωρήσομεν, καὶ τίνας ἰδιότητας ἀφʼ ἑκάστης τάξεως τὰ αἰσθητὰ παρεσπάσατο νοερῶς διαιρήσομεν· δεῖ γὰρ τὰ δεύτερα πάντα τῶν πρὸ αὑτῶν μετέχειν καὶ οὕτως ἑκάστων ἀπολαύειν ὡς ἕκαστα τάξεως εἴληχε· τοῦτο δέ ἐστιν οὐδὲν ἄλλο ἢ κατʼ αὐτὰς τὰς τῶν θεῶν προόδους· ὁμοῦ γὰρ δὴ ταύταις καὶ ἡ τούτων προέρχεται διακόσμησις οἰκείως ἐν ἁπάσαις ὑφεστηκυῖα νοητῶς ἢ νοερῶς ἢ ὑπερκοσμίως, καὶ αὖ πάλιν συνεκτικῶς ἢ ζωογονικῶς ἢ δημιουργικῶς, ἢ κατʼ ἄλλην τινὰ θείαν ὕπαρξιν ἀφοριζομένην.

Ἀλλὰ ταῦτα μὲν ἐκ τῆς ἐμῆς πάλιν ἐμηκύνθη περὶ ταῦτα συμπαθείας, ἐπὶ δὲ τὴν τοῦ Πλάτωνος λέξιν τρεπτέον καὶ ἀναμνηστέον τῶν περὶ τῆς ὁμοιότητος δογμάτων, ἐπειδὴ καὶ νῦν ταύτης ἐμνημόνευσεν ὅτι δύναμίς ἐστιν ἀφομοιωτικὴ πάντων τῶν δευτέρων πρὸς τὰ νοητὰ αἴτια καὶ συναγωγὸς ἀμφοῖν τοῖν ἄκροιν· ἔδει γὰρ τὴν πάντων πρόοδον ἐπιστρέφειν πάλιν εἰς τὰς οἰκείας αἰτίας· καὶ ἐν μὲν αὐτοῖς τοῖς θεοῖς ἡ ἀφομοιωτικὴ τάξις τοῦτο ἀπεργάζεται τὸ πλῆθος τῶν θείων ἑνάδων ἐπιστρέφουσα πρὸς τὰς ἑνιαίας αἰτίας, ἐν δὲ τοῖς εἴδεσι τὸ ὅμοιον ταύτην ἔχει τὴν δύναμιν. Καὶ οὐ δεῖ θαυμάζειν εἰ διὰ τῶν αὐτῶν ὀνομάτων καὶ εἴδη σημαίνεται καὶ θεῶν τάξεις τινές· ἔστι γὰρ ταῦτα καὶ ὡς ὅλα καὶ ὡς μέρη, καὶ ἑναδικῶς καὶ εἰδητικῶς. Ἐπειδὴ δὲ τῆς ὁμοιότητος αὕτη ἐστὶν ἡ ἰδιότης, ἀφομοιοῦν τὰ δημιουργήματα τοῦ πατρὸς πρὸς αὐτὸν, εἰκότως δὲ καὶ ἀνομοιότης ταύτῃ συνέζευκται ὁμοφυῶς, ἵνα τὰ αὐτὰ καὶ διακρίνωνται ἅτε εἰκόνες ὄντα παραδειγμάτων· οὔτε γὰρ τὰ ὅμοια μόνον εἰκόνες, ἐπειδὴ χωρὶς ἀνομοιότητος ἡ ὁμοιότης παράδειγμά ἐστι καὶ οὐκ εἰκών· οὔτε τὰ ἀνόμοια μόνον, αὐτὸ γὰρ τὸ ὄνομα τῆς εἰκόνος σημαίνει τὴν ἐοικυῖαν ἄλλῳ μορφήν. Δεῖ δὴ οὖν ἀμφότερα εἶναι καὶ τὸ ἀνόμοιον καὶ τὸ ὅμοιον, ἵνα εἰκὼν ἄλλο ἄλλου γένηται. Διὰ δὴ τοῦτο καὶ ταῦτα μέσην ἔχει τάξιν ἐν τοῖς εἴδεσιν, ὥσπερ ἡ ἀφομοιωτικὴ τάξις τῶν θεῶν μέση τῶν ἑνιαίων ἐστὶ καὶ τῶν εἰς πολλοὺς ὀχετοὺς προεληλυθότων· τὸ γὰρ ἀφομοιοῦν μέσον ἐστὶ τοῦ τε πρὸς ὃ ἡ ὁμοίωσις καὶ τοῦ ὁμοιουμένου πρὸς αὐτό. Εἴ τις οὖν ἀνειμένην ταυτότητα τὴν ὁμοιότητα λέγοι, καὶ ἀνειμένην αὖ ἑτερότητα τὴν ἀνομοιότητα, παραιτησόμεθα τὸν λόγον οὐχὶ τῷ μᾶλλον καὶ ἧττον ὑφίστασθαι τὰ εἴδη λέγοντες — ἴδιον γὰρ τῆς περὶ τὴν ὕλην ἀοριστίας τῶν εἰδῶν τοῦτο τὸ μᾶλλον καὶ ἧττον —, ἀλλʼ ἕκαστον αὐτῶν μέτρον εἶναι, καὶ οὐσίαν ἰδίαν ἔχειν καὶ δύναμιν ἀφωρισμένην· πρὸς τῷ καὶ τὰ μὲν εἶναι τῶν οὐσιῶν καθὸ οὐσίαι, τὰ δὲ τῶν περὶ αὐτὰς ποιῶν καὶ τῶν δυνάμεων ὥσπερ ἄλλα τῶν ποσῶν, οἷον ἴσον φασὶ καὶ ἄνισον. Καὶ εἴ τις τὸ μὲν ὅμοιον παραγίγνεσθαι λέγοι θεόθεν, τὸ δὲ ἀνόμοιον ἀπὸ τῆς ὕλης, οὐδὲ τοῦτον ἀποδεξόμεθα τὸν λόγον· εἰ γάρ τις καὶ ἔστιν ἀνομοιότητος πόντος, ἀλλὰ τὸ ἐνταῦθα ἀνόμοιον εἶδος ὁ Πλάτων προσείρηκε καὶ παράδειγμα τῶν τῇδε ἀνομοίων, ὥστε περὶ ἄλλης ἂν ἐκεῖνοι ποιοῖντο τὸν λόγον ἀνομοιότητος, καὶ οὐ περὶ τῆς ἐνταῦθα παραδεδομένης, καὶ εἴ τις ἐν τῇ σχέσει τὸ ὅμοιον ἀπολείποι καὶ ἀνόμοιον· οὐ γὰρ δὴ κατὰ σχέσιν ψιλὴν ὑφεστάναι τὰ δημιουργικὰ εἴδη, πλὴν εἰ τοῦτο λέγοιεν ὅτι σχέσιν δίδωσι τοῖς δευτέροις πρὸς τὰ πρῶτα καὶ ταῖς εἰκόσι πρὸς τὰ παραδείγματα, τὸ ἀφομοιωτικὸν αὐτοῖς μαρτυρῶν. Ἴδιον γὰρ μάλιστα τῆς συζυγίας ταύτης τοῦτο, καὶ συνάπτειν καὶ διακρίνειν τὰ πλήθη τῶν οἰκείων μονάδων, καὶ τὰς εἰκόνας τῶν ἰδίων παραδειγμάτων.

Ἔτι τοίνυν τὸ ἓν καὶ τὸ πλῆθος τί ἐστιν, εἴρηται μὲν καὶ πρότερον· λεγέσθω δὲ καὶ νῦν σαφέστερον ὅτι δύο τῶν ὄντων ἀρχαὶ καὶ κατὰ τὸν Πλάτωνα μετὰ τὸ ἕν εἰσι, τό τε πέρας καὶ τὸ ἄπειρον· καὶ πᾶς νοῦς ἐκ τούτων νοητός τε καὶ νοερὸς, καὶ ἀφομοιωτικὸς καὶ ἀπόλυτος καὶ ἐγκόσμιος, καθολικός τε καὶ μερικός. Ἐπεὶ γοῦν καὶ ὁ δημιουργικὸς νοῦς μικτός ἐστιν ἔχων ἐν ἑαυτῷ πέρας καὶ ἄπειρον, ταύτῃ ἂν λέγοιτο καὶ ἓν καὶ πλῆθος· τὸ γὰρ ἓν τὸ οὐσιῶδες πέρας ἐστὶ, τὸ δὲ πλῆθος τὸ οὐσιῶδες τὸ ἐν τούτῳ ἄπειρον, ἐπεὶ καὶ τῶν σωμάτων τὸ εἶδος μεριστόν ἐστι, καὶ τὸ ἓν τὸ οὐσιῶδες τὸ ἐν τούτοις πέρας, τὸ δὲ μεριστὸν τὸ ἄπειρον· ἓν οὖν καὶ πολλὰ, διότι καὶ αὐτὸς ἐκ πέρατός ἐστι καὶ ἀπείρου. Καὶ ὡς ἐκεῖνα, τὸ πέρας λέγω καὶ ἄπειρον, ἐν τοῖς νοητοῖς ἦν καὶ πρώτως· οὕτω τὸ ἓν καὶ πολλὰ ἐν τοῖς νοητοῖς καὶ νοεροῖς ἐν τῷ ἐκεῖ ἀριθμῷ πρώτως, ὡς ἡ δευτέρα διδάξει πάντως ἡμᾶς ὑπόθεσις· τὸ μὲν πέρας ὂν καὶ ἀριθμοῦ, τὸ δὲ καὶ ἀριθμὸς τοῦ πέρατος καὶ τοῦ ἀπείρου, καὶ ἐν τῷ πλήθει ὁρώμενον καὶ ἐν τῷ συνεχεῖ, καὶ περιεκτικώτερον ὄντων τοῦ ἑνὸς καὶ τῶν πολλῶν· ταῦτα γὰρ ἐν ἀριθμῷ μόνον· ἐπεὶ οὖν οὐδέν ἐστιν ἄλλο ἀριθμὸς ἢ ἓν ὁμοῦ καὶ πολλὰ, τὰ πολλὰ δὲ ἄνευ τοῦ ἑνὸς ἄπειρον πλῆθος, καὶ τὸ ἓν ἄνευ τῶν πολλῶν ἀρχὴ ἀριθμοῦ, καὶ τὸ μὲν οὔπω ἀριθμὸς, τὸ δὲ οὐκέτι ἀριθμός. Ὡς δʼ οὖν ἐν τοῖς νοητοῖς πρῶτον πέρας ἐστὶ καὶ ἄπειρον, οὕτως ἐν τοῖς μετʼ ἐκεῖνα τοῖς ἅμα νοητοῖς καὶ νοεροῖς τὸ ἓν καὶ τὰ πολλὰ, οὕτως ἐν τοῖς τρίτοις τοῖς νοεροῖς τὸ ταὐτὸν καὶ τὸ ἕτερον· προηγεῖται γὰρ τούτων τὸ ἓν καὶ τὰ πολλὰ, διότι ταῦτα μὲν ἀπολύτως ἐστὶν ἅ ἐστιν, ἐκεῖνα δὲ πρός τι· τινὸς γὰρ τὸ ἕτερόν ἐστιν ἕτερον, καὶ τινὶ τὸ ταὐτὸν ταὐτὸν, ἓν δὲ ἕκαστον ἐφʼ ἑαυτοῦ καὶ πολλὰ καθόσον ἕκαστον ἠρίθμηται. Καὶ γὰρ πᾶν τὸ ἠριθμημένον καθʼ ἑαυτὸ τοιοῦτόν ἐστι, μᾶλλον δὲ τοσοῦτον, καὶ οὐ πρὸς ἄλλο τι λέγεται ἠριθμημένον τῶν ὄντων. Ἐπειδὴ τοίνυν καὶ ταῦτα διήρθρωται μετρίως, ἐπὶ τὰ ἑξῆς μεταβατέον τοῦ Πλάτωνος.

Ἦ καὶ τὰ τοιάδε, εἰπεῖν τὸν Παρμενίδην, οἷον δικαίου τι εἶδος αὐτὸ καθʼ αὑτὸ καὶ καλοῦ καὶ ἀγαθοῦ καὶ πάντων αὖ τῶν τοιούτων; — Ναὶ, φάναι.

Ὁ μὲν θεῖος καὶ δημιουργικὸς νοῦς ἡνωμένως τὰ πεπληθυσμένα καὶ ἀμερίστως τὰ μεριστὰ καὶ ἀδιαιρέτως περιέχει τὰ διῃρημένα, τὸ δὲ πρῶτον διαιροῦν τὰ ἐν ἐκείνῳ προϋπάρχοντα κατʼ ἄκραν ἕνωσιν ψυχή ἐστιν, οὐχὶ ἡ ἡμετέρα μόνον, ἀλλὰ καὶ ἡ θεία. Διότι γὰρ ἐν αἰῶνι μόνον τὰς νοήσεις ἱδρυμένας οὐκ ἔλαχεν, ἐφίεται δὲ τὴν ἀθρόαν ἐνέργειαν τοῦ νοῦ περιλαβεῖν, ὀρεγομένη τῆς ἐν αὐτῷ τελειότητος καὶ τοῦ ἑνὸς ἐκείνου καὶ ἁπλοῦ τῆς νοήσεως εἴδους περιθεῖ τε αὐτὸν καὶ περιχορεύει κύκλῳ, καὶ ταῖς μεταβάσεσι τῶν ἐπιβολῶν διαιρεῖ τὸ ἀμέριστον τῶν εἰδῶν, καθορῶσα μὲν τὸ αὐτόκαλον χωρὶς, καθορῶσα δὲ τὸ αὐτοδίκαιον, καθορῶσα δὲ καὶ ἕκαστον τῶν ἄλλων, καὶ καθʼ ἓν πάντα καὶ οὐχʼ ὁμοῦ πάντα νοοῦσα. Τρίτην γὰρ ἔχουσα τάξιν ἀπὸ τοῦ ἑνὸς, ὡς συλλήβδην εἰπεῖν, εἰκότως τοιαύτην ἔχει τὴν ἐνέργειαν· ἐκεῖνο μὲν γὰρ ἓν μόνον ἐστὶ καὶ πρὸ νοήσεως· ὁ δὲ νοῦς ὡς ἓν πάντα νοεῖ, ἡ δὲ ψυχὴ καθʼ ἓν πάντα ὁρᾷ. Ταύτῃ τοίνυν προσήκει τὸ διαιρεῖν πρώτως, ἥτις τῆς ἐν ἑνὶ καὶ ἀθρόας πάντων ἀπολειπομένη νοήσεως τὴν καθʼ ἓν πάντα νόησιν ἔλαχε τῷ μὲν πάντα, μιμουμένη τὸν νοῦν, τῷ δὲ καθʼ ἓν ἔχουσα τὸ ἴδιον αὑτῆς· ἡ γὰρ διαίρεσις καὶ ὁρισμὸς ἐν ταύτῃ πρώτως ἐστί. Διὸ καὶ οἱ θεολόγοι τὸν μὲν νοῦν ἐν τοῖς σπαραγμοῖς τοῖς Διονυσιακοῖς ἀμέριστον προνοίᾳ τῆς Ἀθηνᾶς σώζεσθαι λέγουσι, τὴν δὲ ψυχὴν μερίζεσθαι πρώτως, καὶ ἡ εἰς ἑπτὰ γοῦν τομὴ ταύτης ἐστὶ πρώτης· οἰκεῖον οὖν αὐτῇ καὶ τὸ εἶδος τῆς διαιρετικῆς καὶ τὸ θεωρεῖν μεταβατικῶς. Οὐ δὴ θαυμαστόν ἐστιν οὐκέτι, τῶν θείων εἰδῶν ὁμοῦ καὶ ἡνωμένως ἐν τῷ δημιουργικῷ νῷ προϋφεστηκότων, τὴν ἡμετέραν ψυχὴν διῃρημένως αὐτοῖς ἐπιβάλλειν, καὶ νῦν μὲν τὰ πρώτιστα καὶ κοινότατα θεωρεῖν εἴδη, νῦν δὲ τὰ μέσην ἔχοντα τάξιν, αὖθις δὲ τὰ μερικώτατα καὶ οἷον ἀτομώτατα τῶν εἰδῶν. Ὅπου γὰρ καὶ τὴν θείαν ψυχὴν διαιρεῖν ἔφαμεν τὸ ἀμέριστον ταῖς μεταβατικαῖς αὐτῶν θίξεσι καὶ ἐπαφαῖς, τί ἂν εἴποι τις περὶ τῆς μερικῆς ψυχῆς; οὐχὶ πολλῷ πρότερον καὶ ταύτην μεριστῶς ἀντιλαμβάνεσθαι καὶ διῃρημένως τῶν ὁμοῦ καὶ ἐν ἀλλήλοις ὄντων; Οὐδὲν οὖν θαυμαστὸν, ὡς ἔφαμεν, καὶ τὰς ἐρωτήσεις καὶ τὰς ἀποκρίσεις ἄλλοτε ἄλλων εἰδῶν ἀντιλαμβάνεσθαι, καὶ ἑκάστην ἐρώτησιν οἷον ἐπαφὴν εἶναι τάξεώς τινος. Ὡς γὰρ ὁ ἐν προφορᾷ λόγος τὸ ἓν καὶ ἁπλοῦν νόημα μερίζει, καὶ διεξοδεύει κατὰ χρόνον τὰς ἡνωμένας τοῦ νοῦ νοήσεις· τὰ μὲν οὖν πρότερον ἡμῖν θεωρούμενα εἴδη γενικώτατα ἦν καὶ κοινότατα, ἓν, πλῆθος, ὁμοιότης, ἀνομοιότης, στάσις, κίνησις, τὰ δέ γε νυνὶ προτεινόμενα πῇ μέν ἐστιν ἐκείνων δεύτερα, πῇ δὲ οὔ· καθάπερ τὴν ἐνταῦθα ἀρετὴν πῇ μὲν καταδεεστέραν τῆς ψυχῆς, πῇ δὲ κρείττονά φαμεν ὑπάρχειν, ὡς μὲν τελειωτικὴν αὐτῆς, κρείττονα, ὡς δὲ αὐτῆς τι οὖσαν καὶ ἐν αὐτῇ ὑφεστηκυῖαν, καταδεεστέραν· οὕτω δὴ καὶ τὸ ἀγαθὸν καὶ τὸ καλὸν καὶ τὸ δίκαιον πῇ μὲν κρείττω τῶν οὐσιοποιῶν ἐστιν εἰδῶν, πῇ δὲ καταδεέστερα. Καθʼ ὅσον μὲν γὰρ γενικώτατα, καὶ ταῦτα κεκοινώνηκεν ἐκείνοις· ἀλλʼ ἐκεῖνα μὲν τῷ εἶναι τὰ πράγματα ὑφίστησι, καὶ τοῦ ὄντος ἐστι καθʼ ὅσον αἴτια πρωτουργὰ τοῖς τῇδε· ταῦτα δὲ τῆς τελειώσεως αὐτῶν, τὸ μὲν δίκαιον μεχρὶ ψυχῶν καὶ ταύτας διακοσμοῦν καὶ τελειοῦν, τὸ δὲ καλὸν καὶ τὰ σώματα καταλάμπον. Κάλλος γὰρ, φησὶν ὁ ἐν Φαίδρῳ Σωκράτης, ταύτην ἔσχε μοῖραν ἐκφανέστατον εἶναι καὶ ἐρασμιώτατον, δικαιοσύνης δὲ φέγγος οὐδὲν εἶναι ἐν τοῖς τῇδε ὁμοιώμασι, τὸ δὲ ἀγαθὸν πάντα τελειοῦν κατὰ τὴν ἰδίαν ἑκάστων οὐσίαν. Κατὰ μὲν γὰρ τὴν συμμετρίαν τὴν τοῦ εἴδους πρὸς τὴν ὕλην — συμμετρία μέν ἐστιν ὁπόταν κρατῇ τὸ κρεῖττον τῇ φύσει τοῦ χείρονος —, κατὰ ταύτην οὖν τὴν συμμετρίαν τὸ καλὸν ἐναστράπτει τοῖς σώμασι· τὸ δὲ ἀγαθὸν κατὰ τὸ τέλειον, ὃ πᾶσι τοῖς εἰδοπεποιημένοις πάρεστιν, ὅταν τὴν ἀπὸ τῆς φύσεως ἔχῃ τελειότητα· πρώτιστον οὖν ἐν τῇ τριάδι ταύτῃ τὸ ἀγαθὸν, δεύτερον δὲ τὸ καλὸν, τρίτον δὲ τὸ δίκαιον. Καὶ οὐκέτι ταῦτα κατὰ ἀντίθεσιν ἔθηκεν, ἀγαθὸν, κακὸν, καλὸν, αἰσχρὸν, δίκαιον, ἄδικον, σαφῶς, οἶμαι, καὶ διὰ τούτων δεικνὺς ὅτι τούτων ἰδέας εἶναι παντελῶς ἀπέγνωκε. Διὰ τί γὰρ τὰ μὲν πρότερα μετὰ τῶν ἀντικειμένων παρελάμβανεν, ὅμοιον ἀνόμοιον, ἓν πλῆθος, στάσιν κίνησιν, ταῦτα δὲ χωρὶς τῶν ἀντικειμένων καὶ αὐτὰ καθʼ αὑτὰ, εἰ μὴ τῶν μὲν ἀγαθῶν ἰδέας εἶναι, κἂν ἐναντία εἶναι δοκῇ, οὐκ ἀπεγίνωσκε, τῶν δὲ κακῶν ἀνῄρει τὰς εἰδητικὰς αἰτίας;

Ἀλλὰ τοῦτο μὲν εἰσαῦθις ἡμῖν σκεπτέον· ὅτι δὲ καὶ τούτων ἔστιν εἴδη, δικαίου λέγω, καὶ καλοῦ, καὶ ἀγαθοῦ, καὶ πάντων, ὥς φησι καὶ αὐτὸς, τῶν τοιούτων, οἷον σωφροσύνης, ἀνδρείας, φρονήσεως, εὕροις ἂν θεωρήσας ὅτι πᾶσα ἀρετὴ καὶ πᾶσα ἡ τελειότης ἡ κατʼ ἀρετὴν ἐξομοιοῖ πρὸς τὸ θεῖον ἡμᾶς, καὶ ὅσῳ ἂν ἡμῖν μᾶλλον ἐνυπάρχῃ, τοσούτῳ μᾶλλον ἐγγυτέρω γιγνόμεθα τῆς νοερᾶς ζωῆς. Εἰ τοίνυν ὁμοιοῖ πρὸς τὸν νοῦν ἡμᾶς τὸ καλὸν καὶ τὸ ἀγαθὸν καὶ ἑκάστη τῶν ἀρετῶν, πάντως ὁ νοῦς ἔχοι ἂν τούτων παραδείγματα νοερά. Τὸ γὰρ ὅμοιον, ὅταν πρὸς τὸ κρεῖττον ὅμοιον λέγηται, τότε τὸ κρεῖττον ἔχει τοῦτο πρώτως, ὃ λαβὸν τὸ καταδεέστερον ὅμοιον αὐτῷ γέγονεν· ἢ γὰρ ἑνὸς εἴδους κοινωνῆσαν ἄλλο ἄλλῳ γίγνεται ὅμοιον, ὃ δὴ καὶ λέγεται ὁμοίῳ ὅμοιον· ἢ δευτέρως ὂν ὃ τὸ κρεῖττόν ἐστι πρώτως, ὅμοιον ὡς εἰκὼν ἐκείνου προσονομάζεται. Ἀνάγκη ἄρα πρὸ τῆς ψυχῆς ἐν τῷ νῷ τὰ εἴδη τῶν ἀρετῶν εἶναι, καὶ τὸ καλὸν αὐτὸ καὶ τὸ ἀγαθόν. Ἕκαστον δὲ τούτων πάλιν θεωρητέον διχῶς, τὴν πρώτην ἄλλως μὲν ὡς ἑνάδα θείαν, ἄλλως δὲ ὡς εἶδος νοερόν· οὐ γὰρ τῆς αὐτῆς ταῦτα τάξεως. Αὐτίκα τὸ δίκαιον ἄλλως μὲν ἐν τοῖς εἴδεσιν ὑφέστηκεν, ἄλλως δὲ ἐν τοῖς θεοῖς· ἐνταῦθα μὲν γὰρ ἕν τι εἶδος, καὶ οὐ πάντα τὰ ἄλλα, καὶ μέρος ἄλλου, καὶ νόησιν ἔχον τὴν μέχρι ψυχῶν προϊοῦσαν· ἡ δὲ ἐν θεοῖς δίκη πάντα ἐστὶν ἰδίως ἑαυτῆς καὶ ὅλον τι, καὶ πρόεισιν ἄχρι τῶν ἐσχάτων ταῖς προνοίαις· καὶ αὕτη μὲν ἀπὸ τῶν πρωτίστων ἄρχεται νοερῶν θεῶν, ἐκεῖ γὰρ ἀνεφάνη πρῶτον· τὸ δὲ αὖ δίκαιον εἶδός ἐστιν ἐν τῷ δημιουργικῷ νῷ, καθάπερ εἴπομεν. Καὶ τὸ καλὸν δὲ ἄλλο μὲν αὐτὸ τοῦτο ὡς εἶδος, ἄλλο δὲ ἡ ἑνὰς τοῦ θείου κάλλους· καὶ αὕτη μὲν εἰς τοὺς θεοὺς ἐνεργεῖ καθὸ θεοὶ, καὶ ἄρχεται πρώτως ἀπὸ τοῦ νοητοῦ πρωτίστου· τὸ δὲ αὖ καλὸν ἐν εἴδεσίν ἐστι καὶ περὶ τὰ εἴδη θεωρεῖται. Τὸ δέ γε ἀγαθὸν, τί δεῖ λέγειν ὡς ἄλλο μέν ἐστι τὸ οὐσιῶδες, ἄλλο δὲ τὸ ὑπερούσιον; τοῦτο μὲν γὰρ καὶ ὑπὸ τῶν παλαιῶν εἴρηται σαφῶς. Οὐκ ἄρα ἐπιταράττειν δεῖ τοῖς περὶ τῶν θεῶν λόγοις τοὺς περὶ τῶν εἰδῶν, οὐδὲ τὸν τῶν μερικῶν εἰδῶν διάκοσμον εἰς ταὐτὸν συγχεῖν πρὸς τὰς θείας ἑνάδας, ἀλλὰ θεωρεῖν ἐφʼ ἑαυτῶν τοὺς θεοὺς ἀπὸ τῶν οὐσιῶν καὶ τοῦ πλήθους αὐτοὺς καθʼ ἑαυτούς.

Τί δὲ, ἀνθρώπου εἶδος χωρὶς ἡμῶν καὶ τῶν οἷοι ἡμεῖς ἐσμὲν πάντων, αὐτό τι εἶδος ἀνθρώπου ἢ πυρὸς ἢ καὶ ὕδατος;

Πάντων τῶν ἀϊδίως ὄντων εἰδῶν ἐν τῷ παντὶ τὰς ἀκινήτους αἰτίας προϋφεστάναι χρή· τὸ γὰρ ἀκίνητον αὐτοῖς ὑπάρχει τούτοις διὰ τὴν αἰώνιον τῶν αἰτιῶν δύναμιν, ὥστε καὶ ἀνθρώπου καθὸ ἄνθρωπος καὶ ἑκάστου τῶν ἀτόμων εἰδῶν ἔν τε ζώοις καὶ ἐν φυτοῖς εἰσιν αἰτίαι νοεραὶ, καὶ αἱ πρόοδοι πάντων ἐκεῖθεν, οὐκ εὐθὺς ἐπὶ τὰ γενητὰ ταῦτα καὶ ἔνυλα τῆς προόδου γενομένης· οὐδὲ γὰρ ἦν θέμις τοῖς νοεροῖς καὶ αἰωνίοις καὶ ἀΰλοις ἔνυλα καὶ ἄλλοτε ἄλλως ἔχοντα καθʼ ἕκαστα καὶ ἀνόητα τὰ πολλὰ γεννᾷν, ἐπειδὴ πᾶσα πρόοδος διʼ ὁμοιότητος ἀποτελεῖται, καὶ πρὸ τῶν πάντη διαστατῶν τῆς αἰτίας τὰ συννημμένα πρὸς αὐτὴν καὶ ἀπεικαζόμενα πρὸς αὐτὴν ἐναργέστερον ὑφέστηκεν. Ἔσται οὖν ἐκ τοῦ αὐτοανθρώπου καὶ οὐράνιός τις ἄνθρωπος καὶ ἐμπύριος καὶ ἀέριος καὶ ἐνύδριος καὶ τελευταῖος οὗτος ὁ χθόνιος· καὶ αὕτη πᾶσα ἡ σειρὰ τοῦ εἴδους ἐστὶν ἀεὶ διὰ τῆς ὑφέσεως εἰς τὸ μερικώτερον προϊόντος, ἑνάδος ἐξηρτημένη νοερᾶς, ἣν αὐτοάνθρωπον κεκλήκαμεν· ἄλλη δέ τις ἐκ τοῦ αὐτοΐππου καὶ λέοντος ὁμοίως, καὶ πάντων ζώων τε καὶ φυτῶν. Τὰ γὰρ ἀκίνητα αἴτια πρὸ τῶν κατʼ εἶδος ἀϊδίων μόνον τὰ κατʼ ἀριθμὸν ἀΐδια γεννᾷ, καὶ πρὸ τῶν ἐνύλων καὶ τῷ αἴσχει συμμιγῶν τὰ τῷ καλῷ καὶ τῇ συμμετρίᾳ κρατούμενα· οὕτω δὲ καὶ τὸ ἐκεῖ πῦρ καὶ τὸ ὕδωρ καὶ ἡ γῆ καὶ ὁ ἀὴρ οὐκ εὐθὺς τὰ ἔνυλα ταῦτα ὑπέστησαν, ἀλλὰ πρὸ τούτων τὰ οὐράνια καὶ ἄυλα στοιχεῖα· διὸ καὶ ἐν ἄλλοις ἐκ τῶν τεττάρων ἔφαμεν εἶναι τὸν οὐρανὸν, οὐ τῶν ἐνυλοτάτων, ἀλλʼ ἀϋλοτέρων στοιχείων καὶ πρώτως ἐκ τῶν εἰδῶν ἀναφανέντων. Ὅλως δὲ, ὥσπερ ἕκαστος νοῦς πάντων ἐστὶ περιεκτικὸς, οὕτως ἐν πάσῃ σφαίρᾳ πάντα ἐστὶν οἰκείως, ἡλιακῶς μὲν ὡδὶ, σεληνιακῶς δὲ ἐν ἄλλῃ, ἐμπυρίως δὲ ἐν ἄλλῃ, καὶ χθονίως ἐν τῇ γῇ. Διὰ ταῦτα ἄρα καὶ ὁ Πλάτων εἰπὼν, τί δὲ, ἀνθρώπου εἶδος χωρὶς ἡμῶν, ἐπήνεγκε, καὶ τῶν οἷοι ἡμεῖς ἐσμὲν πάντων· δεῖ γὰρ τὸ νοερὸν εἶδος ἐξαιρεῖν ἀπὸ πάντων τῶν ἐγκοσμίων, εἴτε οὐράνιον ἄνθρωπον, εἴτε ἐμπύριον, εἴτε χθόνιον λέγοι τις. Πᾶς γὰρ ὁ τῇδε τῶν ἀνθρώπων ἀριθμὸς κατὰ πολλὰς προόδους καὶ τάξεις ὑποβὰς ἐξήρτηται τῆς ἑνάδος ἐκείνης τῆς νοερᾶς, ἣν αὐτοάνθρωπον προσειρήκαμεν, ὅτι πρώτη αἰτία καὶ πηγὴ τῆς τῶν ἀνθρώπων ἐστὶ σειρᾶς· ὥσπερ δὲ αὕτη τῆς τῶν ἀνθρώπων, οὕτως ἄλλη πηγὴ καὶ ἑνάς ἐστι τοῦ πανταχοῦ πυρὸς, καὶ ἄλλη παντὸς τοῦ ἐγκοσμίου ὕδατος. Καὶ ὅτι μὲν μερικώτεραι τῶν προειρημένων μονάδες αὗται, πρόδηλον· καὶ ὅτι γε πασῶν τῶν ἐγκειμένων μερικωτάτη καὶ οἷον ἄτομος ἡ τοῦ ἀνθρώπου, σαφές· οὕτω γὰρ ὥδευσεν ἀπὸ τῶν κοινοτέρων ἐπὶ τὰ μερικώτερα προϊὼν ὁ λόγος. Τί δέ ἐστι τούτων ἕκαστον, ἐν ἐκείνοις ἀναπλάττειν ἐπισφαλές· καὶ γὰρ ὅσοι τι περὶ τούτων εἰρήκασιν, οἱ μὲν ὑπὸ τῶν ὕστερον ἠλέγχθησαν, οἱ δὲ οὐδὲν προσέθεσαν ἄλλο ἐκείνων σεμνότερον. Καὶ οὐ θαυμαστὸν τῶν μὲν κοινοτέρων ἡμᾶς τὰς ἰδιότητας λέγειν, τῶν δὲ μερικωτέρων μὴ ἐφάπτεσθαι ταῖς ἐπιβολαῖς· ἐπὶ γὰρ τὰς ἀτόμους καὶ τὰς ἰδίας πάντων διαφορὰς χωρεῖν κρεῖττόν ἐστιν ἢ κατὰ ἀνθρώπειον νοῦν, τὸ δὲ πάντη ἢ ἐπὶ πλεῖστον διατεινόντων μᾶλλον ἡμῖν θεωρῆσαι δυνατόν.

Ἐν ἀπορίᾳ, φάναι, πολλάκις δὴ, ὦ Παρμενίδη, περὶ αὐτῶν γέγονα, ποτέρα χρὴ φάναι ὥσπερ περὶ ἐκείνων ἢ ἄλλως.

Λεγέσθω μὲν καὶ λογικώτερον, ὥσπερ τινές φασιν, ὅτι ὁ Σωκράτης εὐλαβούμενος, πρὶν ἀπαρνήσεται, μεταξὺ τῆς τελέας ἀποφάσεως καὶ τῆς συγκαταθέσεως τὴν ἀπορίαν ἀνεῦρε· καὶ γὰρ ἄτοπον ἦν εὐθὺς μετὰ τὰς συγκαταθέσεις ἐνεγκεῖν τὰς ἀποφάσεις, καὶ οὐδαμῶς ἀνδρὸς ἐπιστατικοῦ. Πρὶν οὖν ἀποφήσει περί τινων, πρῶτον περὶ τούτων ἀπορεῖν λέγει τῶν νῦν αὐτῷ προτεταγμένων, ὥστε πάλιν ἐνταῦθα τελέως ἀπαντᾷν συγκατατιθέμενον, ἀποροῦντα, ἀποφάσκοντα, κατὰ τὰ μέτρα τῆς τῶν πραγμάτων ὑποστάσεως. Ὅσα μὲν γὰρ ἑώρα καὶ ἐν τοῖς θεοῖς ἀσωμάτοις καὶ ἐν σώμασι καὶ ἐν πᾶσι τοῖς ὁρατοῖς ἐμφαινόμενα, τούτων θαρρούντως ἀπετίθετο τὰ εἴδη, τοιαῦτα δήπου τὸ ὅμοιον καὶ ἀνόμοιον, κίνησις, στάσις, ἓν, πλῆθος, δίκαιον, καλὸν, ἀγαθόν· ὅσα δὲ ἐν θνητοῖς ἐνύλοις καὶ ἄλλοτε ἄλλως μεταρρέουσι, περὶ δὴ τούτων ἠπόρει, πρὸς μὲν τὸ φθαρτὸν ἀποβλέπων, μήποτε οὐ κατʼ εἶδος γέγονεν — ἀϊδίων γὰρ αἴτια τὰ εἴδη —, πρὸς δὲ τὸ κατʼ εἶδος ἀμετάβλητον, μήποτε καὶ τούτοις τῆς ἀμεταβλησίας ἐκεῖνα αἴτια· ὅσα δὲ καὶ ἐν τούτοις ἐστὶν ἀτιμότατα καὶ φαυλότατα, οἷον θρὶξ, πηλὸς, ῥύπος, τούτων καὶ παντάπασιν ἀνῄρει τὴν εἰδητικὴν αἰτίαν. Ὁρᾷς οὖν πάλιν ὅτι καὶ τελέα συγκατάθεσις, καὶ ἡ ἐπίστασις καὶ ἡ ἀπόγνωσις τοῦ Σωκράτους εὔλογος. Ἀλλὰ διὰ τί, φαίης ἂν, τοσαύτη γέγονε τοῖς προελθοῦσι διαφορὰ, τῶν εἰδῶν ἡνωμένων ἀλλήλοις, ὥστε ἄπορον εἶναι μήπου καὶ οὐ θετέον εἴδη τινῶν ὧν ἐστιν εἴδη καὶ αἴτια νοερὰ πάντων; Ἢ ὅτι διαφορὰ μὲν ἦν καὶ ἐκεῖ· οὐ γὰρ ὁμοταγῆ πάντα ἦν· τὰ δὲ ἐν ταῖς αὑτῶν αἰτίαις ἡνώμενα πληθύνεται μᾶλλον καὶ διίσταται κατὰ τὴν πρόοδον· καὶ οὐχ ὅση τῶν ἔνδον ἡ διαφορὰ, τοσαύτη καὶ τῶν ἐκτὸς, ἀλλὰ πλείων καὶ μείζων ἡ τούτων ὑπεροχὴ καὶ ἔλλειψις. Καὶ γὰρ ἐν τῇ διανοίᾳ τοῦ πολιτικοῦ πάντα ἐστὶν ἐννοηματικῶς, ὁ στρατηγὸς, ὁ ῥήτωρ, ὁ ταξιάρχης, ὁ δήμιος, καὶ τῶν ἐννοημάτων πρὸς ἄλληλα μικρά τίς ἐστι διαφορά· πάντα γάρ ἐστι ζωτικὰ καὶ ὁμοῦ συνυφεστηκότα ἐν τῇ τοῦ πολιτικοῦ διανοίᾳ, ἀλλʼ ἔξω πλείστη διαφορὰ στρατηγοῦ καὶ δημίου· καὶ γὰρ ἔνδον τὰ εἴδη μόνον ἦν, καὶ τὸ οἶον ὑποκείμενον ἀμέριστον ὄν. Οὕτως ἄρα καὶ ἐν τῷ θείῳ νῷ πάντων νοητῶν ὁμοχρόνων ὄντων, ἐν τῷ κόσμῳ παμπόλλη τις ὦπται διαφορὰ θνητῶν πρὸς ἀθάνατα καὶ ἀψύχων πρὸς ἔμψυχα καὶ ἀλόγων πρὸς λογικὰ, πάντων ἐκεῖ καὶ αἰωνίων ὄντων καὶ ζώντων καὶ νοούντων. Συμβέβηκε δὲ καὶ τὴν ἡμετέραν αἴσθησιν, τῶν μὲν τὰ πρώτιστα θεωρεῖν δύνασθαι, τῶν δὲ τὰ ἔσχατα, καὶ διὰ τοῦτο πολλὴν ἐνταῦθα τὴν τῶν εἰδῶν διαφορὰν εὑρίσκειν· οὐ γὰρ τὸ πρώτως μετασχὸν ἀνθρώπου ὁρῶμεν, ἀλλὰ τὸ ἐσχάτως. Τοῦτο οὖν πρὸς τὸ πρώτιστον τῶν ἐν τοῖς αἰσθητοῖς τοιούτων θείων ζώων παραβάλλοντες, εἰκότως παμπόλλην ἐν αὐτοῖς τὴν διαφορότητα καθορῶμεν. Ταῦτα καὶ περὶ τούτων εἰρήσθω· γράφει δὲ ἑξῆς ὁ Πλάτων ταύτῃ.

Ἦ καὶ περὶ τῶν δὲ, ὦ Σώκρατες, ἃ καὶ γελοῖα δόξειεν ἂν εἶναι, οἷον θρὶξ καὶ πηλὸς καὶ ῥύπος ἢ ἄλλο ὅ τι ἀτιμότατόν τε καὶ φαυλότατον, ἀπορεῖς εἴ τε χρὴ φάναι καὶ τούτων ἑκάστου εἶδος εἶναι χωρὶς, ὂν ἄλλο αὐτῶν ἢ ὧν ἡμεῖς μεταχειριζόμεθα, εἴτε καὶ μή;

Τίνων ἐστὶ καὶ τίνων οὐκ ἔστι τὰ εἴδη πρῶτον διασκεπτέον, ἵνʼ ἀπὸ τῆς καθόλου περὶ αὐτῶν θεωρίας οὕτω καὶ τὴν τοῦ Πλάτωνος διάνοιαν ἐν τούτοις ἀνιχνεύσωμεν. Οὐ γάρ που σμικρὸς ὁ περὶ τούτων λόγος τῶν δεδημευμένων, ὥς πού φησί τις, καὶ μάλιστα εἴ τις τοῦτον ἀνασκέπτοιτο τὸν τρόπον περὶ αὐτῶν· εἰ τῆς νοερᾶς οὐσίας ἐστὶ παράδειγμα δημιουργικὸν, εἰ τῆς ψυχικῆς οὐσίας ἐστὶν εἴδη καὶ εἰ ἓν ἢ πολλὰ, εἰ τῆς ἀλόγου ζωῆς ἐστὶ παραδείγματα καὶ πῶς, εἰ τῶν φύσεων καὶ ποσαχῶς, εἰ τῶν σωμάτων καθὸ σώματα καὶ εἰ ἓν ἢ μετὰ τοῦ ἑνὸς καὶ τῶν πολλῶν, εἰ τῆς ὕλης, καὶ εἰ μὴ μόνον τῆς τῶν γενητῶν, ἀλλὰ καὶ τῆς τῶν οὐρανίων ἐστὶ καὶ οὐκ ἔστιν· εἰ τῶν ζώων μὴ κατὰ γένος μόνον, ἀλλὰ καὶ μέχρι τῶν ἀτόμων εἰδῶν, καὶ φυτῶν ὁμοίως· εἰ καὶ τῶν καθʼ ἕκαστα εἴδη μετὰ τούτων, εἰ καὶ τῶν μορίων, οἷον ὀφθαλμοῦ καὶ δακτύλου καὶ τῶν τοιούτων· εἰ καὶ τῶν συμβεβηκότων, καὶ πῶς μὲν, πῶς δʼ οὔ· εἰ καὶ τῶν τεχνητῶν, εἰ καὶ αὐτῶν τῶν τεχνῶν, εἰ καὶ τῶν κακῶν τελευταῖον. Ἐὰν γὰρ τούτοις ἐπέλθωμεν, ἕξομεν τελέαν τὴν περὶ αὐτῶν τούτων διδασκαλίαν, ἀφʼ ἧς καὶ τὴν τοῦ Πλάτωνος διάνοιαν εὑρήσομεν. Ἀνάγκη οὖν ἢ μόνων τῶν κατὰ φύσιν τὰς ἰδέας εἶναι, ἢ καὶ τῶν τούτοις ἐναντίων· καὶ εἰ μόνων τῶν κατὰ φύσιν, ἢ τῶν ἀϊδίων μόνων, ἢ καὶ ἑκάστου τῶν μὴ τοιούτων· καὶ εἰ τῶν ἀϊδίων μόνων, ἢ τῶν οὐσιωδῶν, ἢ καὶ τῶν ἀνουσίων· καὶ εἰ τῶν οὐσιωδῶν, ἢ τῶν ὅλων μόνων, ἢ καὶ τῶν μορίων· καὶ εἰ τῶν ὅλων, ἢ τῶν ἁπλῶν μόνων, ἢ καὶ τῶν συνθέτων ἐκ τούτων. Τούτων δὲ οὕτω διῃρημένων, δεῖ περὶ ἑκάστου ἐν τάξει διελθεῖν.

Οὐκοῦν ἑξῆς λεκτέον ὅτι τῆς νοερᾶς οὐσίας, εἴπερ εἰσὶ πλείονες νόες ἀφʼ ἑνὸς ὑποβεβηκότες, παραδείγματα τίθεσθαι οὐ χρὴ, καθάπερ που καὶ πρότερον εἴπομεν· οὗ γάρ ἐστι παράδειγμα, τοῦτο εἰκόνα ἀναγκαῖον εἶναι· τὴν δὲ νοερὰν οὐσίαν εἰκόνα λέγειν, ἁπάντων ἐστὶν ἀτοπώτατον· πᾶσα γὰρ εἰκὼν εἴδωλόν ἐστιν, οὗ ἐστιν εἰκών· τὸ δὲ εἴδωλον ὁ Ἐλεάτης ξένος ἐν Σοφιστῇ διαρρήδην οὐκ ὄντως οὐκ ὂν προσείρηκεν. Εἰ οὖν ἡ νοερὰ οὐσία πᾶσα τῶν ὄντως ὄντων ἐστὶν, οὔτʼ ἂν εἰκόνα αὐτὴν οὔτʼ ἂν εἴδωλον ὀνομάζειν πρέποι· καὶ γὰρ ἄλλως ἀμέριστός ἐστι πᾶσα ἡ νοερὰ φύσις, καὶ ἡ πρόοδος αὐτῆς διὰ ταυτότητος γέγονεν· ὅθεν δὴ καὶ ἀνεκφοίτητα τὰ δεύτερα τῶν πρώτων ἐστὶ, καὶ ταῦτα μερικῶς ἃ τὸ ὅλον ὁλικῶς· δεῖ δὲ τῇ εἰκόνι τῇ ὁμοιότητι συγκεκραμένην ἔχειν τὴν ἀνομοιότητα παντάπασι καὶ αὐτῆς εἶναι γνώριμον, διὰ δὲ τῆς ὁμοιότητος ἐπιστρέφειν πρὸς τὸ παράδειγμα. Οὐκ ἄρα εἰκών ἐστι καὶ παράδειγμα ἐν ταῖς νοεραῖς οὐσίαις, ἀλλʼ αἰτίον μόνον καὶ τὰ ἐξ αἰτίας· ὅθεν δὴ καὶ οἱ θεολόγοι, πολλὰς θέμενοι πηγὰς ἐν τῷ δημιουργικῷ νῷ, μίαν τῶν πολλῶν εἰρήκασι τὴν τῶν ἰδεῶν. Οὐδʼ ἄρα πάντα τὰ ἀπὸ τοῦ δημιουργοῦ προϊόντα κατὰ τὴν εἰδητικὴν αἰτίαν πρόεισιν, ἀλλʼ ὅσα πλείονα πεποίηται τὴν πρόοδον καὶ ὅσα μεριστὴν ἔχει τὴν οὐσίαν, ταῦτα κατʼ ἐκείνην ὑφέστηκεν· αἱ δὲ ἄλλαι πηγαὶ νοερῶν εἰσὶ καὶ θείων ὑποστάσεων γεννητικαί. Τῆς γοῦν νοερᾶς πάσης οὐσίας οὐκ ἀποθετέον ἐν τῷ νῷ παράδειγμα, ἀλλʼ αἰτίαν μόνον ἑνιαίαν καὶ θείαν.

Τούτου μὲν οὖν συντόμως ἀπηλλάγμεθα· τὸ δὲ δεύτερον μετὰ τοῦτο σκεπτέον, εἰ τῶν ψυχῶν ἐστιν ἐν τοῖς εἴδεσιν αἴτια πρωτουργὰ, καὶ πότερον ἓν ἢ πολλά. Ἀλλʼ ὅτι μέν ἐστί τις αὐτῶν ἐν τῷ δημιουργῷ μονὰς ἐν ᾗ πᾶς ὁ τῶν ψυχῶν ἀριθμὸς ἑνιαίως προείληπται, δῆλον ἔκ τε τῆς τῶν πραγμάτων φύσεως καὶ τῆς τοῦ Πλάτωνος παραδόσεως. Εἰ γὰρ ἡ ψυχὴ τὸ πρώτως ἐστὶ γεννητὸν καὶ τὸ πρώτως μεριστὸν, ἀνάγκη τὸ ἀμέριστον εἶδος προηγεῖσθαι τῶν μεριστῶν καὶ τὸ αἰώνιον τῶν ὁπωσοῦν γεννητῶν· καὶ εἰ ὡς πρὸς αἰῶνα χρόνος, οὕτω ψυχὴ πρὸς νοῦν, καθὰ καὶ πρότερον εἴπομεν, εἰκὼν δὲ αἰῶνος χρόνος, ἀνάγκη καὶ ψυχὴν εἰκόνα εἶναι τοῦ νοῦ· καὶ εἰ ἐν τῷ ὄντι μὴ ζωὴ μόνον ἐστὶν, ὥς φησιν ὁ ἐν Φιλήβῳ Σωκράτης, ἀλλὰ καὶ ψυχὴ, δεῖ δήπου τὴν ψυχὴν αἰτίαν ὑποτίθεσθαι παραδειγματικὴν τοῦ προελθόντος ἀπὸ νοῦ πλήθους τῶν ψυχῶν, καὶ τὴν τάξιν αὐτῶν καὶ τὸν ἀριθμὸν ἑνιαίως προειληφυῖαν. Εἰ δὲ μὴ μόνον ἕν ἐστιν εἶδος ψυχῶν δημιουργικῶν, ἀλλὰ πολλὰ, μετὰ ταῦτα θεατέον· ἐπεὶ γὰρ πᾶσαι ἀθάνατοι, καὶ ἑκάστης εἶναι παράδειγμα ἀναγκαῖον· ἀλλὰ τοσοῦτο πάλιν εἶναι τὸ προελθὸν πλῆθος, ὅσον τὸ μένον, ἀδύνατον. Εἰ τοίνυν δεῖ τὸ δοκοῦν διαρρήδην εἰπεῖν, τῶν μὲν θείων ψυχῶν πασῶν μετὰ τὴν μίαν ἰδέαν καὶ ἄλλας διωρισμένας αἰτίας θετέον, ταύτας δὲ κατά τινα πρόοδον εὔτακτον καὶ ὕφεσιν ἀπʼ ἐκείνων γίγνεσθαι διὰ τῶν δαιμονίων ἐπὶ τὰς μερικὰς ψυχὰς τῆς φύσεως ληγούσης· οἷον ὃ λέγω, μονάς ἐστιν ἐν τῷ θείῳ νῷ παραδειγματικὴ τῶν ψυχῶν πασῶν, ἀφʼ ἧς ἐρρύη τὸ πλῆθος αὐτῶν, ἡνωμένως περιέχουσα τὸ μέτρον, ᾧ μέτρῳ πεπερασμένος ἐστὶν ὁ τούτων ἀριθμός· ταύτῃ δὲ τῇ μονάδι συμφυὴς δεύτερος ἀριθμὸς, διῃρημένος, παραδειγματικὸς τῶν θείων ψυχῶν· ἑκάστης ἴδιον παράδειγμα καὶ εἶδος ἓν ἀφʼ οὗ προῆλθον αἱ θεῖαι ψυχαὶ πρῶτον, εἶτα τὸ πλῆθος τὸ ἑκάστῃ σύστοιχον. Ἐκ γὰρ τοῦ τῆς Ἡλιακῆς ψυχῆς παραδείγματος πρώτως μὲν αὐτὴ προῆλθεν ἡ θεία τοῦ ἡλίου ψυχὴ, δευτέρως δὲ πᾶσαι ὅσαι ἡλιακαὶ ψυχαὶ ἀγγελικαὶ, καὶ τρίτως ὅσαι δαιμόνιαι περὶ ἥλιον, ἐσχάτως δὲ ὅσαι μερικαί· πᾶσαι γὰρ πρὸς ἓν εἶδος ἀπεγεννήθησαν, διὸ καὶ συντάξεις εἰσὶ τῶν μερῶν πρὸς τὰ ὅλα, καὶ τῶν ὀπαδῶν πρὸς τοὺς ἡγεμόνας αὑτῶν, καὶ τῆς μιᾶς νοερᾶς αἰτίας αὐτῶν τὴν ἕνωσιν καὶ τὴν συνέχειαν αὐτῶν τῇ προόδῳ παρεχομένης· ὁμοίως δὲ καὶ τὸ τῆς Σεληνιακῆς ψυχῆς παράδειγμα γεννᾷ πρῶτον μὲν τὴν περὶ σελήνην θείαν ψυχὴν, ἔπειτα τὴν ἀγγελικὴν, ἔπειτα τὴν δαιμονίαν, ἔπειτα τὴν μερικὴν, καὶ πάντα τὸν τούτων ἀριθμὸν ἡ νοερὰ περιέχει μονάς· ὁμοίως δὲ καὶ ἡ τῆς χθονίας ψυχῆς ἰδέα πρώτην ὑφίστησι θείαν τῆς γῆς ψυχὴν, ἔπειτα πάσας ὅσαι προσήκουσι τῇ μονάδι ταύτῃ, κἄν τε ἀγγελικὰς κἄν τε δαιμονίας λέγῃς ἢ μερικάς· πᾶσαι γὰρ καθʼ ἓν εἶδος ὑπέστησαν τῆς ὑφέσεως σωζομένης. Καὶ δὴ καὶ ἐπὶ τῶν ἄλλων θείων ψυχῶν ὁ αὐτὸς τρόπος· ἑκάστη γὰρ ἔχει διακεκριμένην ἰδέαν, αἱ δὲ συνεπόμεναι αὐταῖς ἀγγελικῶν ἢ δαιμονίων ἢ μερικῶν ψυχῶν τάξεις τῆς μιᾶς ἰδέας μετειλήχασι· καὶ ὥσπερ ἡ μονὰς ἡ μία τῶν ἐκεῖ παραδειγμάτων ψυχικῶν τὴν μίαν ὑφίστησι τοῦ κόσμου ψυχὴν, οὕτως αἱ πολλαὶ μονάδες τὰς πολλάς· κἀκείνη μὲν ὅλον περιέχει τὸν ἀριθμὸν ἑνοειδῶς, αὗται δὲ τὰ μέτρα τῶν οἰκείων σειρῶν, ἡ μὲν τὸ τῆς Ἡλιακῆς, ἡ δὲ τὸ τῆς Κρονίας, ἡ δὲ ἄλλης τινός· ἐκ τῶν ἐκεῖ μέτρων ἐγκόσμιοι ψυχαὶ πρῶται φανεῖσαι διατείνουσι τὸ ἓν τοῦτο εἶδος ἄχρι τῶν τελευταίων τῆς αὑτῶν σειρᾶς ψυχῶν. Ὁ μὲν οὖν δημιουργικὸς νοῦς πρώτως τὰ εἴδη περιέχει τῶν θείων ψυχῶν, ἃς δὴ καὶ πρώτως ἀπεγέννησεν· ἕκαστον δὲ τούτων ἓν ἅμα καὶ πλῆθός ἐστι, πᾶν γὰρ ἔχει κατʼ αἰτίαν τὸ πλῆθος τῶν ὑφʼ ἑαυτὸ ψυχῶν· καὶ οὕτως ἑκάστη τῶν ψυχῶν κατά τι παράδειγμα οἰκεῖον ὑφέστηκε, καὶ πρώτως ἐστὶ τὰ παραδείγματα τῶν θείων ψυχῶν, ἐν οἷς τὰ εἴδη περιέχεται τῶν μερικωτέρων. Ὅθεν, οἶμαι, καὶ ὁ Τίμαιος ὑποστήσας τὰς θείας ψυχὰς, καὶ μετὰ ταύτας τὰς μερικὰς γεννῶν, τὰ τούτων συμπληρωτικὰ γένη κατάλοιπα τῶν ἐν ἐκείναις γενῶν προσωνόμασε, καὶ ὑποστήσας αὐτὰς ἔνειμέ τʼ ἰσαρίθμους τοῖς ἄστροις· κατὰ γὰρ τὰ εἴδη καὶ τοὺς ἀριθμοὺς τοὺς ἐν αὑτῷ πεποίηται τὴν διανομὴν αὐτῶν ὁ δημιουργικὸς νοῦς. Διὰ τί γὰρ τὰς δὲ μὲν ἡλίῳ προσῆψε, τὰς δὲ σελήνῃ, καὶ ἄλλας πρὸς ἄλλο; ἢ διότι τὰς μὲν κατὰ τὸ ἡλιακὸν εἶδος, τὰς δὲ κατὰ τὸ σεληνιακὸν ἀπεγέννησε· καὶ πᾶσαι μὲν πρὸς ἓν καὶ καθʼ ἓν, ἀλλʼ οὐχ ὡσαύτως τοῦ εἴδους μετειλήχασιν. Εἶναι μὲν οὖν τάξιν τῶν εἰδῶν θετέον, πάσης δὲ ἁπλῶς εἶναι ψυχῆς εἶδος· μοναδικὴ δὲ πᾶσα καὶ καθʼ ἕνα λόγον ἴδιον ὑφέστηκεν· οὐ γὰρ ὕλη διαφέρει ἄλλη ἄλλης, ἢ οὖν οὐδενὶ διοίσει τὸ παράπαν, ἢ οὐ κατʼ εἶδος. Καὶ ἀνάγκη τὸ παράγον ἑκάστην νοῦν παράγειν, ὥστε καὶ νοητὸν ἑκάστης εἶδος ἐν τῷ παράγοντι ὑπάρχειν. Ταῦτα καὶ οἱ θεολόγοι νοήσαντες ἄλλα μὲν τὰ ὁλικὰ τῶν ψυχῶν αἴτιά φασιν, ἃ δὴ τὰς ὅλας αὐτῶν ἀπογεννᾷ σειρὰς, ἄλλα δὲ τὰ μερικὰ, παρʼ ὧν αὐταῖς ἡ κατʼ εἶδος προϋπάρχει διάκρισις καὶ εἰς τὰς οἷον ἀτόμους ψυχὰς διαίρεσις.

Ταῦτα ῥητέα καὶ περὶ τούτων. Περὶ δὲ τῶν ἀλόγων ψυχῶν, ὅτι μὲν καὶ τούτων ἐστὶ παράδειγμα νοητὸν, δῆλον· εἰ γάρ εἰσιν ἐν ἄλλοις ἀθάνατοι, καὶ ἐν ταύταις τινές· καλῶ γὰρ ἀλόγους ἁπάσας τὰς δευτέρας ζωὰς καὶ μεριστὰς περὶ τοῖς σώμασι. Πόθεν τὸ ἀΐδιον αὐταῖς; ἀνάγκη περ ἀπό τινος ἀκινήτου καὶ νοερᾶς αἰτίας· πῶς δέ ἐστι, νυνὶ ῥητέον. Πάλιν δὴ καὶ τούτων μονάδα μίαν προτακτέον καὶ ἰδέαν μίαν, εἴτε πηγαίαν φύσιν, εἴτε αἰσθητικὴν, εἴτε ὁπωσοῦν αὐτὴν ἐθέλοις καλεῖν· διὰ μὲν γὰρ τὴν γνωστικὴν ἰδιότητα φαίη τις ἂν ἀπὸ τῆς μιᾶς δημιουργικῆς αἰσθήσεως ὑφεστάναι τὰς ἀλόγους· διὰ δὲ τὴν ὄρεξιν, ἀπὸ τῆς φύσεως τῆς ἀκροτάτης καὶ πηγαίας προϋπαρχούσης τῶν πολλῶν φύσεων. Ἀπὸ δʼ οὖν τῶν αἰτιῶν τούτων πρόεισι τὸ ἐνταῦθα πλῆθος τῶν ἀϊδίων μὲν, ἀλόγων δὲ τῇ φύσει ψυχῶν, καὶ ἐν τοῖς ἀϊδίοις ὀχήμασιν οὐσῶν μεριστῶς κατά τινα ἀριθμὸν τὸν ἐν ἐκείνοις προϊδρυμένον καὶ τὸ μέτρον ἐκεῖνο τὸ εἰδητικόν· πᾶν γὰρ ἀΐδιον πλῆθος πεπέρασται, παντὸς δὲ πεπερασμένου πλήθους προϋπάρχει τὸ περατοῦν ταῦτα καὶ ἀριθμοῦν. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν λογικῶν ψυχῶν προέρχονται, μᾶλλον δὲ ἀπὸ τῶν ἐν ἐκείναις παραδειγμάτων· διὰ γὰρ τοῦτο καὶ ἐνταῦθα ταῖς λογικαῖς συνήρτηνται, διότι καὶ ἐκεῖ τὸ ἓν αὐτῶν μέτρον ὁμοῦ τοῖς πολλοῖς εἴδεσιν ἐκείνων ἀπογεννᾷ τὸν τούτων ἀριθμόν. Ἀλλʼ αἱ μὲν θεῖαι ψυχαὶ καὶ ὅσαι καθαραὶ σώζουσι τὸν λόγον κἀνταῦθα καθαρόν· αἱ δὲ μερικαὶ χρῶνται καὶ ταῖς ἀλόγοις, συμπεπλεγμένην ἔχουσαι ζωὴν, οὗ μὲν κρατοῦντος τοῦ κρείττονος, οὗ δὲ πολλάκις δουλεύοντος. Ἐκ δὲ τῶν ἀϊδίων τούτων ἀλόγων ψυχῶν αἱ ἄλλαι τὴν γένεσιν ἔλαχον ὅσαι θνηταὶ, κατʼ εἶδος μὲν καὶ αὐταὶ σωζόμεναι διὰ τὸ παράδειγμα τὸ νοερὸν, τῷ καθʼ ἕκαστα δὲ ἀπολλύμεναι, διότι καὶ ἐκ τῶν νέων ὑπέστησαν θεῶν, τῶν πρὸ αὐτῶν ἀλόγων ἐξ ἐκείνων ἀπογεννωμένων τῶν ἄνω ψυχῶν, συμπεπλεγμένης αὐτῶν τῆς ποιήσεως πρὸς τὴν μονάδα πάσης αὐτῶν τῆς σειρᾶς. Ἔχουσι γοῦν τινα ἀναλογίαν αἵ τε φθειρόμεναι πρὸς τὰς ἐνταῦθα θείας αἰτίας ἀφʼ ὧν καὶ ὑφίστανται, καὶ αἱ ἀθάνατοι πρὸς τὰς ἐκεῖ τούτων εἰδητικὰς αἰτίας.

Τρίτον δὴ οὖν τὴν φύσιν θεατέον πῶς ἐπὶ ταύτῃ τὸ παράδειγμα θετέον. Οὐ γάρ που πυρὸς μὲν καὶ ὕδατος, ὥς φησιν ὁ Πλάτων, καὶ κινήσεως εἶδος θησόμεθα, τῆς δὲ φύσεως, ἣ τούτων ἐστὶν αἰτία, τὴν νοερὰν αἰτίαν ἀφαιρήσομεν. Θεολόγοι δὲ καὶ πηγὴν αὐτῆς ἐν τῇ ζωογόνῳ θεῷ προϋπέστησαν· Νώτοις δʼ ἀμφὶ θεᾶς φύσις ἄπλετος ᾐώρηται. Κατὰ Πλάτωνα δὲ ἐν τῷ δημιουργικῷ νῷ τὸ εἶδος αὐτῆς ἐροῦμεν εἶναι τὸ παντὸς τοῦ φυσικοῦ ὀχήματος ὑποστατικὸν, ὃ καὶ ὁ Τίμαιός φησι τὸν δημιουργὸν ἐπιδεικνύναι ταῖς ψυχαῖς, τήν τε τοῦ παντὸς φύσιν αὐταῖς ἐκφαίνοντα καὶ τοὺς εἱμαρμένους λέγοντα νόμους· ἐκεῖ γὰρ ἡ μία φύσις καὶ ἡ περιοχὴ τῶν εἱμαρμένων πάντων νόμων καθʼ οὓς καὶ ἔταξε καὶ διεῖλε τὸ πᾶν· ὅλως γὰρ εἰ ὁ δημιουργός ἐστιν ὁ λέγων, εἰς ἑαυτὸν ἐπιστρέφει τὰς ψυχάς· εἰ τοῦτο, καὶ ἐν ἑαυτῷ δείκνυσι τὴν τοῦ παντὸς φύσιν καὶ τοὺς εἱμαρμένους νόμους ὑπάρχοντας· ἐκεῖ οὖν τὸ ἓν εἶδος. Παράγουσι δὲ καὶ αἱ χρώμεναι ψυχαὶ τὰς φύσεις τὰς ὑπʼ αὐτῶν ἐμπνεομένας· αὗται δὲ πάλιν αἱ ἀΐδιοι γεννῶσι τὰς μερικὰς καὶ ἐγχρονίους. Εἰ δὲ δὴ δεῖ τοὐμὸν εἰπεῖν, ἐν μὲν αὐτῷ τῷ δημιουργικῷ νῷ τὸ παράδειγμα τῶν φύσεων ἡνωμένων ἡγοῦμαι περιειληφέναι τὸν ἀριθμὸν αὐτῶν, ὅσαι τὸ ἀΐδιον ἔλαχον· ἐν δὲ τῷ τοῦ σώματος εἴδους μόνῳ γεννητικῷ θεῷ, ὅστις ποτὲ οὗτος ὕμνηται τοῖς θεολόγοις, καὶ διῃρημένας εἶναι τῶν ἀϊδίων φύσεων αἰτίας· παρὰ τούτου γὰρ καὶ ὑφίσταται προσεχῶς καὶ ἀναζωπυρεῖται πᾶσα ἡ φυσικὴ τάξις καὶ ὁ τῶν φύσεων ἀριθμός.

Ἀλλʼ ἐπὶ τὰ σώματα τῷ λόγῳ προελθόντες, ἆρʼ οὐ καὶ τούτων ἐν μὲν τῷ δημιουργῷ τῷ πρώτῳ μίαν καὶ ὁλικὴν αἰτίαν ὑποθησόμεθα πάντα τὸν ἀριθμὸν τῶν ὁλικῶν περιέχουσαν σωμάτων, ἐν δὲ τῷ σωματουργῷ μετὰ τὴν μονάδα καὶ διακεκριμένας τῶν μερῶν αἰτίας; Ἢ τοῦτο μόνον καὶ ἀναγκαῖον· ὁ γὰρ τὸ ἓν εἶδος τὸ κοσμικὸν περιέχων αὐτός ἐστιν ὁ πρῶτος πατὴρ τοῦ παντός· τὰ δὲ διʼ ἀνάγκην γιγνόμενα τὰ μέρη λοιπόν ἐστι, ταῦτα δὲ καὶ τῆς σωματουργοῦ δεῖται προνοίας. Ἐκεῖνο δὲ πρὸς τούτῳ δῆλον ὅτι, καθάπερ ἐπὶ τῶν ψυχῶν ἐλέγομεν, χρὴ καὶ ἐπὶ τούτων αἰτίας λέγειν τῶν θείων σωμάτων νοερὰς καὶ εἰδητικάς· τὰ γὰρ τῶν δαιμόνων καὶ τῶν μερικῶν ψυχῶν ὀχήματα τῶν αἰτιῶν τούτων μετέχει δευτέρως καὶ τρίτως· τὸ γὰρ εἶδος τοῦ ἡλιακοῦ σώματος γεννᾷ καὶ τὰ τῶν δαιμονίων ψυχῶν ὀχήματα τὰ ἡλιακὰ καὶ τὰ τῶν μερικῶν· διὸ καὶ συντάττεται, καθάπερ ἡ ψυχὴ πρὸς τὴν ψυχὴν, καὶ τὸ ὄχημα πρὸς τὴν οἰκείαν σφαῖραν. Ὅλως δὲ, ἐπειδὴ πλῆθός ἐστι τῶν θείων αἰτιῶν, ἐν ἄλλοις ἄλλως ἀποθετέον τῶν αὐτῶν τὰς αἰτίας, οἷον ἐν μὲν τῷ σωματουργῷ θεῷ τὰς διωρισμένας τῶν σωμάτων ὡς σωμάτων, ἐν δὲ ταῖς γεννητικαῖς ἀρχαῖς τῶν ψυχῶν ψυχικῶς, ἐν δὲ τῷ δημιουργῷ τῶν ὅλων ὡς ζώων, κατά τε τὰς ψυχὰς καὶ τὰ σώματα τὴν ὑπόστασιν ἐκεῖθεν δεχομένων.

Αὐτὴν δὴ οὖν λοιπὸν ἡμῖν τὴν ὕλην σκεπτέον, εἰ καὶ ταύτης ἐστὶν εἶδος, ἢ οὐ περὶ πάσης ὁ αὐτὸς λόγος. Ἀλλʼ εἰ μέν τις λέγοι καὶ τὴν τῶν οὐρανίων σωμάτων ὕλην ἀνείδεον καὶ ἀσχημάτιστον, οὐδὲ ταύτης εἶδος ἂν εἴη τοῦ εἴδους τοιοῦτον. Εἰ δὲ ὂν, ἢ εἰδοπεποιημένον, ἢ εἶδος ἔσται· τὸ δὲ ἄρρυθμον καὶ ἀνείδεον ὅμοιον εἶναι πρὸς τὸ εἶδος ἀδύνατον. Εἰ δὲ τὴν οὐρανίαν ὕλην εἰδοπεποιῆσθαι τῷ αὑτῆς λόγῳ λέγομεν — καὶ γὰρ ἴσως ἀνάγκη καθάπερ ἐπὶ τῶν ψυχῶν καὶ ἐπὶ τῶν φύσεων καὶ ἐπὶ τῶν σωμάτων μὴ ἐκ τῶν ἀτελῶν ἄρχεσθαι τὴν δημιουργίαν, οὕτω καὶ ἐπὶ τῆς ὕλης εἶναι, πρὸ τῆς ἀνειδέου καὶ τὸ εἶναι ἀμενηνὸν ἐχούσης, τὴν εἶδός πως οὖσαν καὶ ἐν ἑνὶ ὅρῳ καὶ στάσει θεωρουμένην —, εἴη ἂν παράδειγμα καὶ ταύτης. Καὶ αὕτη μὲν διχόθεν ἂν ἔχοι τὴν γένεσιν, ἔκ τε τοῦ παραδείγματος καὶ ἐκ τῆς θείας αἰτίας μόνον· τὸ μὲν γὰρ νοερὸν πᾶν μετὰ τοῦ θείου ποιεῖ, τὸ δὲ θεῖον καὶ καθʼ αὑτὸ προϊὸν καὶ ἄχρι τούτων ἃ μὴ ἔχει τὴν γένεσιν ἐξ ἐκείνου.

Μετὰ δὲ τὰς ἁπλῶς τῶν ὄντων ὑποστάσεις ἐπʼ αὐτὰ τὰ ἐκ τούτων συγκείμενα τὸν λόγον προαγάγωμεν, λέγω δὲ ζῶά τε καὶ φυτά· καὶ γὰρ τούτοις πᾶσιν ἡ ... τῶν νοερῶν παραδειγμάτων, διότι δὴ τούτων ἑκάστου οὐ γένος μόνον, ἀλλὰ καὶ εἶδος συμπληροῖ τὸ πᾶν καὶ ὁμοιότερον αὐτὸ πρὸς τὸ παράδειγμα ποιεῖ· καὶ γὰρ ὁ νοητὸς κόσμος πάντα περιέχει τὰ νοητὰ ζῶα, ὥσπερ ὁ φαινόμενος πάντα ὅσα θρέμματά φησιν ὁ Τίμαιος. Ἕκαστα ἄρα τούτων ὡμοίωται πρός τι νοερὸν εἶδος· ἀλλὰ τὸ μὲν αὐτοζῶον ἡνωμένως καὶ νοητῶς περιέχει τὰς τῶν ψυχῶν ὁμοῦ καὶ τὰς τῶν σωμάτων καὶ τὰς τῶν ζώων αἰτίας· ὡς γὰρ τῇ τετράδι τῶν ἰδεῶν πάντα τὸν ἀριθμὸν αὐτῶν συνῄρηκεν, οὕτω καθʼ ἕνωσιν τῶν τε ὡσανεὶ ἁπλῶν καὶ τῶν ὡσανεὶ συνθέτων τὰς διῃρημένας ἐν τοῖς νοεροῖς αἰτίας προείληφεν. Ὅλως γὰρ τὸ καθόλου καὶ τὸ οὐσιῶδες ἐκεῖθεν, ἢ πόθεν αὐτῷ τὸ ἀνέκλειπτον, μὴ τῆς αἰτίας οὔσης αἰωνίου; πόθεν δὲ τὸ κοινὸν καὶ ἐπὶ πολλὰ διατεῖνον; τὰ γὰρ ἐκ τῆς κυκλοφορίας πάντα μερικά ἐστιν, ἐπειδὴ καὶ ἡ κίνησις αὕτη τοῦ οὐρανοῦ μερική πώς ἐστιν, ἐκ δὲ τοῦ μερικοῦ τὸ καθόλου γεννᾶσθαι τῶν ἀδυνάτων ἐστίν. Ἕκαστον ἄρα εἶδος τῶν τε ζώων καὶ τῶν φυτῶν ἐκεῖθεν κατά τι παράδειγμα νοερὸν ὑφέστηκε· πᾶν γὰρ τὸ γιγνόμενον καὶ πᾶν τὸ ὁπωσοῦν ὑφεστὼς, εἰ μὴ ἓν εἴη πλήθους ἀνέμφαντον, ἐξ αἰτίας ἔχει τὸ εἶναι. Πόθεν οὖν τὰ εἴδη ταῦτα καὶ ἐκ ποίας αἰτίας; ἆρα κινουμένης; ἀλλʼ ἀδύνατον· ἐξ ἀκινήτου ἄρα, ἐπειδὴ καὶ ἀΐδιά ἐστι, τοιαύτην δὲ εἶναι τὴν νοεράν φαμεν· ἐκείνη γὰρ ἐν αἰῶνι μένει τελέως. Ἆρʼ οὖν οὐ τῶν εἰδῶν μόνων, ἀλλὰ καὶ τῶν καθʼ ἕκαστα τὰ εἴδη θετέον, λέγω δὲ οἷον Σωκράτους καὶ ἑκάστου, μὴ καθʼ ὅσον ἄνθρωπος, ἀλλʼ ᾗ ἰδίως ποιὸν ἕκαστος προβέβληται; Καὶ πῶς οὐκ ἀνάγκη τὸ θνητὸν ἀθάνατον εἶναι κατὰ τὸν λόγον τοῦτον; εἰ γὰρ πᾶν τὸ κατʼ ἰδέαν γιγνόμενον κατʼ αἰτίαν ἀκίνητον γίγνεται, πᾶν δὲ τὸ κατʼ αἰτίαν ἀκίνητον ὑποστὰν ἀμετάβλητόν ἐστι κατὰ τὴν οὐσίαν, ἔσται ὁ Σωκράτης καὶ ἕκαστον τούτων τῇ οὐσίᾳ ἀεὶ ταὐτὸν καὶ ἀϊδίως ἱδρυμένον· ἀλλὰ ἀδύνατον. Ἔτι δὲ ἄτοπον τὴν ἰδέαν ποτὲ μὲν εἶναι παράδειγμά τινος, ποτὲ δὲ μή· τὸ γὰρ αἰωνίως ὂν, πᾶν ὃ ἔχει, διαιωνίως ἔχει, καὶ τὸ παραδειγματικὸν οὖν ἢ οὐχ ἕξει τὸ εἶδος ἢ ἀεὶ ἕξει· τὸ γὰρ συμβεβηκέναι τινὰ λέγειν ἐν ἐκείνοις ἄτοπον. Εἰ οὖν παράδειγμα ἔσται, καὶ τὴν εἰκόνα δεῖ εἶναι· πᾶν γὰρ παράδειγμα εἰκόνος παράδειγμα. Εἰ δὲ ποτὲ μὲν ἔσται τὸ καθʼ αὑτὸ, ποτὲ δὲ οὐκ ἔσται, καὶ τὸ παράδειγμα ποτὲ μὲν ἔσται παράδειγμα, ποτὲ δὲ οὒ, καὶ ἐν βραχεῖ μὲν ἔσται μορίῳ, τὸν δὲ ἄπειρον χρόνον οὐκ ἔσται· ὅλως δὲ τὸ ἔστι καὶ οὐκ ἔστι παρὰ μέρος τῆς οὐσίας ἐκείνης ἀλλότριον. Πῶς δὲ οὐ δεῖ πείθεσθαι καὶ τῷ Σωκράτει λέγοντι διὰ τούτων πρὸς τὴν τῶν ἰδεῶν ἡμᾶς ἀναχθῆναι θέσιν, ἵνʼ ἔχωμεν τὸ ἓν πρὸ τῶν πολλῶν; εἰ γάρ ἐστι καὶ τῶν καθʼ ἕκαστα εἴδη, πρὸ ἑνὸς ἓν ἔσται, μᾶλλον δὲ πρὸ τῶν πεπερασμένων τὰ ἄπειρα· τῶν γὰρ ἐν τῷ αἰσθητῷ πεπερασμένων ὄντων ἐκεῖνα ἄπειρα ἔσται. Καίτοι τί τούτου γένοιτʼ ἂν ἀτοπώτερον; τὰ γὰρ ἐγγυτέρω τοῦ ἑνὸς μᾶλλον πεπέρασται κατʼ ἀριθμὸν ἢ τὰ πορρώτερον, διότι τῷ ἑνὶ συγγενέστερον ὁ ἀριθμός. Ἀλλʼ ὅτι μὲν εἴδη τῶν καθʼ ἕκαστον ἀπολείπειν ἄτοπον, διὰ τούτων ὑπομεμνήσθω· ἐπειδὴ δὲ πᾶν τὸ γιγνόμενον ἐξ αἰτίου γίγνεταί τινος, καὶ τούτων αἰτίας θετέον, ὡς μὲν ἕν τι φάναι, τὴν τάξιν τοῦ παντὸς, ὡς δὲ καὶ πλείους αἰτίας εἰπεῖν, τὴν κίνησιν τοῦ οὐρανοῦ, τὰς μερικὰς φύσεις, τὰς ἰδιότητας τῶν ὡρῶν, τὰ κλίματα, τοὺς τούτων ἐφόρους· διὰ γὰρ τούτων ἁπάντων συμπήγνυται τὰ καθʼ ἕκαστα. Καὶ διὰ ταῦτα αἵ τε τῶν ὡρῶν μεταβολαὶ δρῶσιν εἰς αὐτά· τὸ γὰρ αἴτιον κινηθὲν συγκινεῖ πως ἑαυτῷ καὶ τὸ ἐξ αὐτοῦ γενόμενον· καὶ αἱ τῶν ἐφόρων ἰδιότητες· ἄλλα γὰρ ἄλλοις καὶ σχήματα οἰκεῖα καὶ χρώματα καὶ φωναὶ καὶ κινήσεις· καὶ αἱ τῶν κλιμάτων διαφοραί· ἀλλοῖαι γὰρ ἐν τοῖς διαφόροις τόποις αἱ γενέσεις καὶ αἱ μερικαὶ φύσεις, οὐ μόνον ἐκ τῆς ὅλης προϊοῦσαι φύσεως, ἀλλὰ καὶ ἐκ τῆς τῶν σπερμάτων ἰδιότητος προσλαμβάνουσαί τι, καὶ τυπούμεναι κατʼ αὐτὴν τῷ δύνειν κατὰ τῶν σωμάτων καὶ οἷον ἐκείνων εἶναι καὶ οὐχ ἑαυτῶν. Ἔχομεν ἄρα καὶ ὅπως οὐ κατὰ παραδειγματικὴν αἰτίαν ὑφέστηκεν· οὐ γάρ ἐστι ταὐτὸν κατʼ αἰτίαν εἶναι, καὶ κατὰ παράδειγμα γεγονέναι· τὸ γὰρ παράδειγμα αἰτία· πολλαχῶς οὖν τὴν αἰτίαν λέγειν εἰώθαμεν, μιᾶς τῶν πολλῶν παραδειγματικῆς αἰτίας οὔσης.

Τοσαῦτα καὶ περὶ τούτων ἀρκέσει. Τῶν δὲ μορίων ἆρα καὶ αὐτῶν εἴδη φήσομεν, ὡς μὴ μόνον ἀνθρώπου παράδειγμα ποιεῖν, ἀλλὰ καὶ δακτύλου καὶ ὀφθαλμοῦ καὶ ἑκάστου τῶν τοιούτων; Ἀλλὰ διότι καθόλου τούτων ἕκαστον καὶ οὐσία πάντως ἐστὶ, καὶ ταῦτα κατά τινα ἔστωσαν αἰτίαν· διότι δὲ μέρη καὶ οὐχ ὅλα, τῆς ἀμερίστου καὶ νοερᾶς οὐσίας ἐστὶ καταδεέστερα. Τὰ μὲν γὰρ μὴ μέρη μόνον, ἀλλὰ καὶ ὅλα, κατʼ ἐκείνην ὑφεστάναι τὴν οὐσίαν, οὐκ ἀτόπον· τὰ δὲ ὡς μέρη μόνον, ἄτοπον· τῶν γὰρ ὅλων ἐκεῖθεν ἡ γένεσις, ἐπεὶ καὶ τὸ ἑνοειδὲς πρὸ τοῦ πεπληθυσμένου, καὶ τὸ ὅλον πρὸ τοῦ μέρους ἐκεῖθεν. Μήποτε οὖν ὀρθῶς ἂν ἔχοι πάντων τῶν τοιούτων νοερὰ μὲν αἴτια μὴ λέγειν· πᾶς γὰρ νοῦς ἀμέριστος· τὰ οὖν ὅλα πρὸ τῶν μερῶν ἐν αὐτῷ θετέον μόνα, καὶ τὰ ἀμέριστα πρὸ τῶν μεριστῶν, ψυχικὰ δὲ καὶ φυσικά· τὸ γὰρ πρώτως μεριστὸν ἐν ψυχαῖς ἐστι, καὶ μετὰ ταῦτα ἐν φύσεσιν. Ἔστι γοῦν ἐνταῦθα καὶ δακτύλου καὶ ὀδόντος καὶ ἑκάστου τούτων λόγος καὶ εἶδος, καὶ ἡ μὲν ὁλότης αὐτῶν ἐν νῷ προϋφέστηκεν, ἡ δὲ ἐν ἑνὶ περιέχουσα καὶ τὸ πλῆθος, ἐν ψυχαῖς, ἡ δὲ ζωτικῶς διελοῦσα τὸ ἓν ἀπὸ τοῦ πλήθους, ἐν φύσεσιν, ἡ δὲ διαστηματικὴν ποιησαμένη τὴν διαίρεσιν, λοιπὸν ἐν σώμασι. Καὶ εἴ με δεῖ τοὐμὸν εἰπεῖν, δαιμονίας εἶναι καὶ τούτων αἰτίας διωρισμένας οὐκ ἀπογνωστέον, ὡς δηλοῦσι καὶ αἱ ἐπικλήσεις τῶν ἐπὶ δακτύλου καὶ ὀφθαλμοῦ καὶ καρδίας ἐπιτεταγμένων, θείας δὲ ἄλλως τῶν ὅλων καὶ ταῦτα περιεχόντων.

Ταῦτα καὶ περὶ τῶν μορίων εἰρήσθω μοι συντόμως· ἐπὶ δὲ αὖ τούτοις τὰ συμβεβηκότα σκεπτέον. Ἆρα καὶ ταῦτα ἕξει ἰδέας; Ἢ καὶ τούτων πέρι διττὸς ὁ λόγος· τὰ μὲν γὰρ αὐτῶν τελειωτικὰ καὶ συμπληρωτικὰ τῶν οὐσιῶν ἐστιν, οἷον ὁμοιότης, κάλλος, ὑγίεια, ἀρετή· τὰ δὲ ὑφέστηκε μὲν ἐν ταῖς οὐσίαις, οὐ συμπληροῖ δὲ αὐτὰς οὐδὲ τελειοῖ, οἷον λευκότης, μελανία, πάντα τὰ τοιαῦτα· τὰ μὲν οὖν συμπληρωτικὰ τῶν οὐσιῶν καὶ τελειωτικὰ προηγουμένως ἔχει παραδειγματικὰς αἰτίας, τὰ δὲ ἄλλως ἐπιγιγνόμενα τοῖς σώμασι κατὰ λόγον γίγνεται, καὶ οὐκ ἀπόχρη πρὸς τὴν γένεσιν αὐτῶν ἡ κράσις τῶν σωμάτων, ἀλλʼ ἔρχεται εἶδος ἔνδοθεν ἀπὸ τῆς φύσεως, οὐ μέντοι κατά τινα νοερὰν διωρισμένην αἰτίαν. Τὸ μὲν γὰρ οὐσιῶδες καὶ τὸ τελεσιουργικὸν καὶ τὸ κοινὸν προσήκει τοῖς εἴδεσι· τὸ δὲ πάντων τούτων ἄμοιρον ἀλλαχόθεν καὶ οὐκ ἐκ τῶν πρώτων ὑφέστηκεν εἰδῶν· ἡ γὰρ φύσις, δεξαμένη προϊοῦσαν εἰς τοὺς ὄγκους τὴν τῶν εἰδῶν διακόσμησιν, διεῖλεν ἀπὸ μὲν τῶν μερῶν τὰ ὅλα, ἀπὸ δὲ τῶν συμβεβηκότων τὰς οὐσίας, ἃ πρότερον ἥνωτο καὶ ἦν ἀμέριστα, ταῦτα ἀναπτύττουσα ταῖς ἑαυτῆς διαιρετικαῖς δυνάμεσι· καὶ γὰρ οὐδὲ ἦν δυνατὸν ἐκ τῶν ἡνωμένων εὐθὺς ὑποστῆναι τὰ πάντη διῃρημένα καὶ ἐκ τῶν κοινοτάτων τὰ μερικώτατα, ἀλλʼ ἐν ταῖς μεταξὺ φύσεσι κατὰ τὸν λόγον τῆς ὑφέσεως ἀναγκαῖον ἦν γενέσθαι καὶ τὴν διαίρεσιν. Καὶ σχήματος οὖν αἰτίαν θετέον πάντων σχημάτων οἰστικὴν, καὶ ἀριθμῶν μονάδα μίαν γεννητικὴν πάντων ἀριθμῶν· ὅπου γὰρ καὶ ἡ ἐνταῦθα μονὰς ἀρτία δείκνυται καὶ περιττὴ καὶ πάντα ἔχουσα τὰ εἴδη καθʼ ἕνωσιν, τί χρὴ φάναι περὶ τῆς μονάδος ἐκείνης; ἆρʼ οὐχ ὡς πάντων ἑνοειδῶς ἐστιν αἰτία, καὶ ὡς τὸ ἀπειροδύναμον αὐτῆς γεννᾷ καὶ ἐν ἡμῖν τὸν ἄπειρον ἀριθμόν; καὶ πῶς οὐκ ἀναγκαῖον, εἴπερ καὶ ἡ ἐνταῦθα μονὰς ἐκείνης προῆλθεν εἰκών;

Τοσαῦτα καὶ περὶ τῶν συμβεβηκότων λεκτέον· περὶ δὲ τῶν τεχνητῶν ἆρα καὶ τούτων εἴδη ῥητέον; Ὁ δέ γε Σωκράτης ἐν Πολιτείᾳ, φησὶ, κλίνης καὶ τραπέζης ἰδέαν οὐκ ὤκνησεν εἰπεῖν, ἢ καὶ ἐν ἐκείνοις τὸν ἐν τῇ διανοίᾳ τοῦ τεχνίτου λόγον ἰδέαν ἐκάλεσε, καὶ τοῦτον ἔφατο τὸν λόγον εἶναι θεοῦ γέννημα, διότι καὶ αὐτὸ τὸ τεχνικὸν τοῦτο θεόθεν οἴεται δεδόσθαι ταῖς ψυχαῖς· τεκμήριον δὲ, τὸν γὰρ ποιητὴν τρίτον ἀπὸ τῆς ἀληθείας προσείρηκε, τῷ ζωγράγῳ τιθεὶς αὐτὸν ἀναλόγως, ὃς οὔ τινα κλίνην, ἀλλʼ εἴδωλον ἐκείνης ποιεῖ· καίτοι, εἴ γε ἄλλο μέν ἐστι τὸ θεῖον εἶδος, ἄλλο δὲ ὁ ἐν τῷ γιγνομένῳ λόγος — δημιουργὸν γὰρ λέγει τοῦ τεχνητοῦ εἴδους τὸν θεὸν, ὡς τὸν τεχνίτην τοῦ μερικοῦ ποιητὴν —, τέταρτος ἂν εἴη, οὐ τρίτος. Σκοπεῖν δὲ καὶ πρὸς αὐτὸ τὸ πρᾶγμα ὁρῶ τὸν λόγον. Εἰ γάρ ἐστιν ἐν νῷ καὶ τούτων εἴδη, πότερον ἀμέσως ἥξει ταῦτα ἐπὶ τὸ αἰσθητὸν, ἢ διὰ μέσης τῆς φύσεως; Εἰ μὲν γὰρ ἀμέσως, ἄτοπον· οὐδαμοῦ γὰρ ἐπὶ τῶν ἄλλων τοιαύτη γέγονεν ἡ πρόοδος, ἀλλὰ τὰ ἐγγυτέρω τοῦ νοῦ πρῶτα μετέσχε τῶν εἰδῶν. Εἰ δὲ διὰ μέσης τῆς φύσεως, διότι καὶ αἱ τέχναι μιμεῖσθαι λέγονται τὴν φύσιν — πολλῷ γὰρ πρότερον ἕξει τῶν τεχνῶν ἡ φύσις τὰ εἴδη τῶν τεχνητῶν, εἴπερ καὶ ὁ νοῦς —, ἔσται καὶ τῶν τεχνητῶν ἡ φύσις αἰτία· πάντα δὲ τὰ ἐκ φύσεως γεγονότα ζῇ καὶ αὔξησιν ὑπομένει καὶ γένεσιν, εἴπερ εἴη τῶν ἐν ὕλῃ γιγνομένων· καὶ γὰρ ἡ φύσις ζωή τίς ἐστι καὶ αἰτία τῶν ζώντων· ἀλλʼ ἀδύνατον ζῇν καὶ αὐξάνεσθαι τὴν κλίνην ἢ ἄλλο τι τῶν τεχνητῶν· οὐκ ἄρα ἰδέαν ἔχει προϋπάρχουσαν οὐδέ τι νοερὸν παράδειγμα τὰ τεχνητὰ τῆς ὑποστάσεως αὑτῶν. Εἰ δὲ δὴ καὶ τὰς ἐπιστήμας ἐθέλοι τις τέχνας καλεῖν, διαιρετέον οὕτως· τῶν τεχνῶν ὅσαι μὲν ἀνάγουσι τὴν ψυχὴν καὶ ὁμοιοῦσι πρὸς νοῦν, τούτων εἴδη θησόμεθα πρὸς ἃ καὶ οἰκειοῦσιν ἡμᾶς· ὁμοίως γάρ ἐστι σχῆμα καὶ ἢ νόησις τοῦ σχήματος, καὶ ἀριθμὸς καὶ ἡ τοῦ ἀριθμοῦ νόησις. Καὶ ἀριθμητικῆς οὖν καὶ μουσικῆς καὶ γεωμετρίας καὶ ἀστρονομίας εἴδη θήσομεν, εἰ μὴ τὰς δεδημευμένας λέγοι τις τούτων ἑκάστην, ἀλλὰ τὰς νοερὰς καὶ ποιητικὰς τῶν θείων εἰδῶν. Αὗται γὰρ δὴ καὶ ἡμᾶς συνάπτουσι πρὸς νοῦν, ὅτε οὐρανοῦ τε ὑπεραστρονομοῦμεν, καὶ τὴν νοερὰν ἁρμονίαν θεωροῦμεν, καθʼ ἣν καὶ ἀπεγέννησε τάς τε ψυχὰς καὶ τόνδε τὸν κόσμον ὁ τῶν ὅλων πατὴρ, καὶ τὸν ἀριθμὸν ἐκεῖνον, ὃς ἐν πᾶσίν ἐστι τοῖς εἴδεσι κρυφίως τε καὶ διῃρημένως, καὶ τὸ σχῆμα τὸ νοερὸν, ὃ πάντων ἐστὶ τῶν σχημάτων γεννητικόν· καθὸ καὶ ὁ δημιουργὸς τόν τε ὅλον κόσμον περιφέρει, καὶ τῶν στοιχείων ἕκαστον κατά τι σχῆμα οἰκεῖον ὑπέστησε. Τούτων μὲν οὖν εἴδη θετέον, καὶ ὅσαι ἄλλαι ψυχῆς ἀναγωγοὶ, καὶ ὧν δεόμεθα καὶ εἰς τὸ νοητὸν ἀναδραμόντες· ὅσαι δὲ ψυχῆς εἰσι παιζούσης καὶ περὶ τὰ θνητὰ διατριβούσης καὶ τὰς ἀνθρωπίνας χρείας θεραπευούσης, τούτων οὐδεμίας εἶδός ἐστι νοερόν· ἀλλʼ ἡ μὲν ψυχὴ τὴν δύναμιν ἔχει τὴν τῶν θεωρημάτων οἰστικὴν ἐν τῇ δόξῃ κειμένην, καὶ γεννᾷν τοιαῦτα καὶ κρίνειν πέφυκε· διακεκριμένα δὲ εἴδη τῶν τεχνῶν ἢ τῶν τεχνητῶν οὐδαμῶς ἔστι. Θαυμαστὸν δὲ οὐδὲν καὶ τὸ εἶναί τινας ἐν δαίμοσιν αἰτίας, οἳ καὶ ἔφοροι λέγονται τῶν τεχνῶν οἱ μὲν ἄλλων οἱ δὲ ἄλλων ὑπάρχειν, καὶ ἀνθρώποις δεδωρῆσθαι ταύτας, καὶ ἐν θεοῖς συμβολικῶς εἶναι, οἷον χαλκείας εἶναι μέν τις δαίμων Ἥφαιστος λεγέσθω προστάτης καὶ τὸ εἶδος ἔχων, αὐτὸς δὲ ὁ μέγας Ἥφαιστος συμβολικῶς ἂν λέγοιτο χαλκεύειν τὸν οὐρανόν· καὶ ὑφαντικῆς ὡσαύτως Ἀθηναϊκή τις δαιμονὶς ἔφορος, αὐτῆς τῆς Ἀθηνᾶς ἄλλως καὶ δημιουργικῶς ὑφαίνειν τὸν διάκοσμον τῶν νοερῶν εἰδῶν ὑμνουμένης.

Τοσαῦτα καὶ περὶ τῶν νοερῶν εἰδῶν ἡμῖν θεωρητέον· ὑπόλοιπον δέ ἐστι περὶ τοῦ τῶν κακῶν εἰπεῖν συντόμως ὅτι καὶ ταῦτα χωρὶς παραδειγμάτων ὑπέστη θείων, διὰ δή τινας ἄλλας αἰτίας, ὡς ἐν ἑτέροις εἴπομεν, παρυφιστάμενα. Πότερον οὖν οὕτω ῥητέον ἰδέαν τῶν κακῶν ὡς αὐτὸ κακὸν οὖσαν, ἢ ὡς τῶν διαστατῶν ἀμερὲς καὶ τῶν πεπληθυσμένων μοναδικὸν τὸ εἶδος, οὕτω καὶ τῶν κακῶν τὸ παράδειγμα ἀγαθόν; Ὁ μὲν γὰρ πρότερος λόγος οὐδαμῶς εὐαγὴς αὐτὸ τὸ κακὸν ἐν ἐκείνοις τιθέμενος, ἵνα μὴ παραδείγματα λέγοντες κακῶν ἐν θεῷ καὶ αὐτὸν αἴτιον ἀναγκασθησοίμεθα λέγειν τούτων, ὧν προεστήσατο τὰ παραδείγματα, καίτοι καὶ ἡμῶν, ὅταν πρὸς ἐκεῖνα βλέψωμεν, τότε μᾶλλον ἀγαθυνομένων. Εἰ δὲ λέγοι τις τῶν κακῶν τὸ εἶδος ἀγαθὸν, πότερον τῇ οὐσίᾳ μόνον ἐστὶν ἢ καὶ τῇ ἐνεργείᾳ ἀγαθόν; Εἰ μὲν γὰρ τῇ οὐσίᾳ μόνον, ἔσται κακοποιὸν, ὃ μὴ θέμις εἰπεῖν· εἰ δὲ καὶ τῇ ἐνεργείᾳ, δῆλον ὅτι καὶ τὸ γιγνόμενον ἀγαθόν· τῆς γὰρ ἀγαθοποιοῦ δυνάμεως καὶ ἐνεργείας τὸ ἀποτέλεσμα ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ πυρὸς τὸ ἀποτέλεσμα θερμόν· οὐκ ἄρα τὸ κακὸν ᾗ κακὸν κατά τι παράδειγμα γέγονεν. Εἰ δὲ, ὡς ἐρεῖ καὶ αὐτὸς ὁ Παρμενίδης, ἑκάστη ἰδέα θεός ἐστιν, οὐδένα δὲ θεὸν αἰτιατέον τῶν κακῶν, ὡς ἐν Πολιτείᾳ μεμαθήκαμεν, οὐδʼ ἄρα τὰς αἰτίας τῶν κακῶν αἰτιατέον θεοὺς οὔσας· τὰ δὲ παραδείγματα, ὧν ἐστι παραδείγματα, αἴτιά ἐστιν· οὐδεμία ἄρα ἰδέα παράδειγμα κακῶν ἐστι. Πρὸς οἷς καὶ ὁ δημιουργὸς, ὁ πάντα ἑαυτῷ παραπλήσια γενέσθαι βουλόμενος καὶ ὁ πάντα ἐν τῷ αἰσθητῷ βουλόμενος γενέσθαι καὶ ὅσα ἐν τῷ νοητῷ, τὸ κακὸν οὐδαμῶς εἶναι βούλεται κατὰ δύναμιν, ὥς φησι ταῦτα πάντα ὁ Τίμαιος. Εἰ δʼ ἦν ἐν αὐτῷ παράδειγμα κακῶν, ὁ πάντα ἑαυτῷ βουλόμενος ἐξομοιοῦν παρήγαγεν ἂν καὶ τὸ κακὸν ὡς ἑαυτῷ παραπλήσιον. Ἀλλὰ μὴν οὐ βούλεται εἶναι τὸ κακόν· βούλοιτο ἂν καὶ μὴ εἶναί τι τῶν ἑαυτοῦ παραδειγμάτων αὐτὸ τοῦτο παράδειγμα· καὶ οὕτως εἰς αὐτὸν ὁ λόγος ἀσεβῶν τὸν πατέρα τοῦ παντὸς οὐ παύσεται, μέχρις ἂν τῆς τοιαύτης ὑποθέσεως ἀπογνοὺς ἐνταῦθά που τὰ τῶν κακῶν αἴτια καὶ παραδείγματα κατανοεῖν ἐθελήσειεν, ἐπεὶ καὶ κανών ἐστι τοῦ Τιμαίου, πᾶν τὸ πρὸς ἀΐδιον παράδειγμα γεγονὸς εἶναι καλόν. Εἰ δʼ οὖν τὸ κακὸν πρός τι τοιοῦτον γέγονεν, οὐκ ἔτʼ ἂν αἰσχρὸν εἴη πάντως, ἀλλὰ καλόν· ὅτι δὲ πᾶν τὸ καλὸν ἀγαθὸν, δῆλον, ὥστʼ εἴη ἂν τὸ κακὸν ἀγαθόν. Τίς δʼ ἂν καὶ ποιοίη τὸ κακὸν πρὸς τὸ παράδειγμα βλέπων; δεῖ γὰρ εἶναι τὸ παράδειγμα, τινὸς τοῦ πρὸς αὐτὸ ποιοῦντος· εἰ μὲν γὰρ ὁ νοῦς, εἴη ἂν αὐτὸς αἴτιος τῶν κακῶν· εἰ δὲ ὁ ποιῶν ἐνταῦθα τὰ κακὰ γιγνώσκων, ποιοίη ἂν ταῦτα τῷ τὸ παράδειγμα γιγνώσκειν· εἰ δὲ μηδέτερος, οὐδʼ ἂν παράδειγμα εἴη, τινὸς μὴ ὄντος τοῦ ποιοῦντος τῷ εἰς ἐκεῖνο βλέπειν.

Ἀλλὰ τῶν μὲν κακῶν ἅλις. Δεδειγμένων δὲ τούτων, κεφάλαιον ἓν συλλαβόντες εἴπωμεν ὅτι τῶν καθολικῶν οὐσιῶν τὰ εἴδη καὶ τῶν ἐν τούτοις τελειοτήτων· οἰκειότατα γὰρ ταῦτα τοῖς εἴδεσι, τὸ ἀγαθὸν, τὸ οὐσιῶδες, τὸ ἀΐδιον, τὸ μὲν ἀπὸ τῆς πρώτης ἧκον αἰτίας, τὸ δὲ ἀπὸ τοῦ ἑνὸς ὄντος, τὸ δὲ ἀπὸ τοῦ αἰῶνος εἰς τὴν πρωτίστην τῶν εἰδῶν τάξιν, δευτέραν μὲν οὖσαν τοῦ αἰῶνος, τρίτην δὲ ἀπὸ τοῦ ἑνὸς ὄντος, ἀνημμένην δὲ, ὡς πάντα τὰ ὄντα, τῆς τῶν ἀγαθῶν πάντων αἰτίας. Ἀπὸ τούτων οὖν τριῶν στοιχείων ἀφοριστέον τίνα μὲν κατὰ παραδειγματικὴν νοερὰν γέγονεν αἰτίαν, τίνα δὲ ἐξ ἄλλων μὲν ἀρχῶν ὑφέστηκεν, οὐ μέντοι πρὸς παράδειγμα νοερόν. Ἡ μὲν γὰρ θρὶξ, καὶ εἰ μόριον εἴη προηγούμενον, οὐκ ἂν ἐκεῖθεν εἴη· δέδεικται γὰρ ὅπως τὰ ὅλα ἐκεῖθεν καὶ οὐ τὰ μέρη. Ὁ δὲ πηλὸς σύμμιξίς ἐστι δυοῖν στοιχείων ἀόριστος, οὐ κατὰ λόγον γενομένη φυσικὸν, ἐπεὶ καὶ ἄλλα μυρία συμπλέκειν κατὰ τὰς ἡμετέρας χρείας εἰώθαμεν, ἀλλʼ οὐδὲν τῶν τοιούτων εἰς εἶδος ἀναφέρομεν· τέχνης γάρ ἐστιν ἢ προαιρέσεως ἔργα ταῦτα. Ὁ δὲ ῥύπος οὐδὲ προηγουμένην ἔχων γένεσιν ἐπισυνίστασθαι πέφυκε· καίτοι γε τῶν πρὸ ἡμῶν τις καὶ λίαν δριμέως ἐπεχείρησε κατασκευάζειν ὅτι καὶ ῥύπου παράδειγμα ἔστιν· εἰ γὰρ τοῦτο, καὶ ῥύπου· πᾶσα γὰρ κάθαρσις ῥύπου τινός ἐστιν ἀφαίρεσις. Ἀλλʼ ἡμεῖς καὶ τὴν κάθαρσίν φαμεν ἐν τοῖς εἴδεσιν εἶναι, καὶ οὐ διὰ τοῦτο ῥύπου νοερὸν εἶδος ἀποθησόμεθα· καὶ γὰρ κακίας ἡ κάθαρσις· ἀλλὰ δέδεικται μηδὲν τῶν κακῶν ἐκκεῖσθαι ἀπογεννώμενον, πᾶς δὲ ῥύπος κακία τίς ἐστιν ἐκείνου πάντως ᾧ παρυφέστηκε. Διὰ τοῦτο αὐτὸ οὐκ ἐκεῖθεν ταῦτα, διότι ἐκβάσεις εἰσὶ καὶ στερήσεις τῶν ἐκεῖθεν ὑποστάντων· καὶ γὰρ τὸ σκότος στέρησίς ἐστι φωτὸς, ἀλλʼ ὁ ἥλιος αἴτιος ὢν φωτὸς οὐκέτι καὶ τῆς στερήσεως τοῦ φωτὸς αὐτὸς αἴτιος· οὕτω δὴ οὖν καὶ ὁ νοῦς, γνώσεως αἴτιος ὢν, οὐκέτι καὶ τὴν ἄγνοιαν αὐτὸς ὑφίστησι στέρησιν οὖσαν γνώσεως· καὶ ψυχὴ ζωῆς οὖσα χορηγὸς οὐχὶ καὶ ἀζωΐαν αὐτὴ δίδωσιν· ἐν γὰρ τοῖς δεχομένοις τὰς δόσεις τῶν πρώτων αἱ στερήσεις παρυφίστανται τῶν διδομένων, ἀλλʼ οὐκ ἐν τοῖς τὰς ἕξεις διδοῦσι προϋφεστήκασιν, ὥστʼ ἐκεῖθεν ἔχειν τὴν γένεσιν ὁμοίως ταῖς ἕξεσιν ὧν εἰσὶν αὗται στερήσεις. Εἰ δὴ τὸν νοῦν γιγνώσκοντά τι ἀγαθὸν λέγοι τις καὶ τὸ κακὸν γιγνώσκειν, καὶ διὰ τοῦτο ἐν αὐτῷ τιθείη τὸ κακὸν — εἴρηται οὖν ἐν τῷ Φαίδωνι μίαν εἶναι γνῶσιν τοῦ τε ἀμείνονος καὶ τοῦ χείρονος· οὕτω δὲ καὶ ὁ ἐν Τιμαίῳ δημιουργὸς αὐτῷ πεποίηται λέγων, τὸ δὲ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ· διὰ γὰρ τούτου δείκνυται τὸ κακὸν εἰδὼς —, λεκτέον ὅτι κακῶν μὲν παράδειγμα οὐδέν ἐστιν ἐν αὐτῷ, κακῶν δὲ γνῶσις καὶ αὐτή ἐστι παράδειγμα πάσης κακοῦ γνώσεως, ἣν τὸ λαβὸν ἀγαθύνεται. Καὶ γὰρ ἡ ἄγνοια κακὸν, οὐχ ἡ τῆς ἀγνοίας γνῶσις, μία οὖσα καὶ ἑαυτῆς καὶ τῆς ἀγνοίας· ὥστε πάλιν τὸ παράδειγμα οὐ κακοῦ, ἀλλʼ ἀγαθοῦ, τῆς τοῦ κακοῦ γνώσεως. Ἐὰν γὰρ οὕτω λέγωμεν, οὔτε τῶν κακῶν ἰδέας εἰσοίσομεν, ὥς τινες τῶν Πλατωνικῶν, οὔτε μόνα τὰ ἀμείνω γιγνώσκειν τὸν νοῦν ἐροῦμεν, ὡς ἕτεροι διαδοξάζουσι· μέσοι δὲ ἀμφοῖν γενόμενοι καὶ τὴν γνῶσιν αὐτῶν δώσομεν τῶν κακῶν, καὶ παραδειγματικὴν αἰτίαν οὐ δώσομεν κακὴν οὖσαν. Ὁ μὲν οὖν Παρμενίδης μαιευόμενος τὸν Σωκράτη, καὶ προκαλούμενος τὰς ἐν αὐτῷ περὶ τούτων ἐννοίας, τοιαῦτα ἠρώτησε· μέλλει δὲ ἄρα ὁ Σωκράτης ἐπὶ τούτων καὶ λίαν ἀπογιγνώσκειν τὰ εἴδη τοιαῦτα λέγων.

Οὐδαμῶς, φάναι τὸν Σωκράτη, ἀλλὰ ταῦτα, ἅπερ ὁρῶμεν, ταῦτα καὶ εἶναι· εἶδος δέ τι αὐτῶν οἰηθῆναι εἶναι μὴ λίαν ᾖ ἄτοπον. Ἤδη μέντοι ποτέ με καὶ ἔθραξε μή τι ᾖ περὶ πάντων ταὐτόν· ἔπειτα ὅταν ταύτῃ στῶ, φεύγων οἴχομαι, δείσας μή ποτε εἴς τινʼ ἄβυθον φλυαρίαν ἐμπεσὼν διαφθαρῶ. Ἐκεῖσε δʼ οὖν ἀφικόμενος εἰς ἃ νῦν δὴ ἐλέγομεν εἴδη ἔχειν, περὶ ἐκεῖνα πραγματευόμενος διατρίβω.

Ταῦτα ὁ Σωκράτης ἀποκρίνεται, πρὸς μὲν τὸ ἄζωον καὶ εὐτελὲς καὶ ἔνυλον ἀποβλέπων τῶν ἠρωτημένων, οὐκ ἀξιῶν καὶ τούτων αἰτίας λέγειν, ἀλλʼ ἐν μόνοις τοῖς ὁρατοῖς ἀπολιπὼν αὐτῶν τὴν ὑπόστασιν, πρὸς δὲ τὸ ἐν τοῖς καθʼ ἕκαστα κοινὸν καὶ τὸ ὑστερογενὲς ἀφορῶν, λογιζόμενος μήποτε καὶ τούτων εἶδος. Ὡς γάρ ἐστιν ἐπὶ τοῖς πολλοῖς πηλοῖς ἓν ὑστερογενὲς κοινὸν ὁ πηλὸς, καὶ ἐπὶ ταῖς πολλαῖς θριξὶν ἓν εἶδος ἡ θρὶξ, ὃ καὶ κατηγοροῦμεν τῶν πολλῶν· οὕτω, φαίη τις ἂν, καὶ τῶν πολλῶν ἕν ἐστι τοιοῦτον ὑποστατικὸν τῶν πολλῶν. Τοῦτο δὴ οὖν θράττει τὸν Σωκράτη· καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἀπὸ τῶν ὁριστῶν ἐπὶ τὰ ὑστερογενῆ μετιὼν, εἶτα ἀπὸ τούτων ἐπὶ τοὺς ἔνδον λόγους, ἔπειτα ἐκ τούτων ἐπʼ αὐτὰ τὰ νοερὰ εἴδη, καθάπερ εἴρηται ἐν Φαίδρῳ, λογίζεται μήποτε καὶ ἐπὶ τούτων, ὥσπερ ἐστὶν ἀπὸ τοῦ ἐν τοῖς καθʼ ἕκαστα μεταβαίνειν ἐπὶ τὸ ἐν αὐτοῖς ἓν, ἔπειτα εἰς τὸ ἐπʼ αὐτοῖς κοινὸν, οὕτω καὶ ἀπὸ τοῦδε δυνατὸν ἐπʼ ἄλλο τι μετιέναι τὸ πρὸ αὐτῶν ἕν· ἀλλʼ ὁρᾷ πάλιν ὅτι, ἐὰν τὸ τούτων ἀπόθηται εἶδος, κατὰ τὸν σωρείτην προϊὼν, ἀναγκασθήσεται πάντων εἴδη τίθεσθαι καὶ αὐτῆς τῆς ὕλης. Λοιπὸν καὶ αὕτη ἐστὶν ἡ ἄβυθος φλυαρία, εἰς ἣν τὸ ἐμπίπτον διαφθείρεται καὶ ἄζωον γίγνεται καὶ ἀμενηνόν. Διὸ πάλιν ἀναστρέφει ἐπὶ τὰ ὅλα καὶ οὐσιώδη καὶ προηγουμένως ὑποστάντα καὶ συμπληρωτικὰ τοῦ παντὸς, καὶ περὶ ταῦτα ποιεῖται τὴν διατριβὴν, ὡς τούτων κατὰ τὰς εἰδητικὰς αἰτίας γεγονότων, τῶν δὲ ἄλλων ἐνταῦθα μόνον, ἀλλʼ οὐχὶ καὶ ἔξω τῶν αἰσθητῶν.

Νέος γὰρ εἶ ἔτι, φάναι τὸν Παρμενίδην, ὦ Σώκρατες, καὶ οὔπω σου ἀντείληπται φιλοσοφία ὡς τότε ἀντιλήψεται κατʼ ἐμὴν δόξαν, ὅτε οὐδὲν αὐτῶν ἀτιμάσεις· νῦν δὲ ἔτι πρὸς ἀνθρώπων ἀποβλέπεις δόξας διὰ τὴν ἡλικίαν.

Ταῦτα ὁ Παρμενίδης ἐπιπλήττων ἀποροῦντι τῷ Σωκράτει δόξειεν ἄν τισιν αὐτὸς ἰδέας ὑποτίθεσθαι πάντων, καὶ ὅσα σμικρὰ καὶ ὅσα ἐνυλότατα καὶ ὅσα παρὰ φύσιν· τί γὰρ ἂν ἐπέπληττεν, εἰ μὴ καὶ τούτων αὐτὸς τὴν ὑπόστασιν τῆς εἰδητικῆς αἰτίας ἐξῆπτεν; Ἐμοὶ δὲ δοκεῖ μὴ πρὸς τοῦτον πεποιῆσθαι τὴν ἐπίπληξιν, ἀλλὰ τοὺς ὡς σμικρῶν τούτων καὶ φαύλων ἀναίτιον ἡγησαμένους τὴν γένεσιν. Ὁ Παρμενίδης ταύτην αὐτοῦ τὴν ἔννοιαν ἐπιδιορθοῦται, τὸ ἀναίτιον οὐδαμῶς προσιέμενος· πᾶν γὰρ τὸ γιγνόμενον ὑπʼ αἰτίου τινὸς ἐξ ἀνάγκης γίγνεσθαί φησι καὶ ὁ Τίμαιος· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν. Οὐδὲν οὖν ἐστιν οὕτως ἄτιμον καὶ φαῦλον, ὃ μὴ μετέχει τοῦ ἀγαθοῦ κἀκεῖθεν ἔχει τὴν γένεσιν, ἐπεὶ, κἂν τὴν ὕλην εἴποις, εὑρήσεις καὶ ταύτην ἀγαθὸν, κἂν αὐτὸ τὸ κακὸν, εὑρήσεις καὶ τοῦτο μετέχον ἀγαθοῦ τινος, καὶ οὐδὲ ἄλλως ὑποστῆναι δυνάμενον ἢ τῷ ἀγαθῷ χρωννύμενον καὶ μεταλαμβάνον ἀγαθοῦ τινος. Ἀλλʼ αἱ μὲν τῶν ἀνθρώπων δόξαι τὰ σμικρὰ καὶ εὐτελῆ τῆς θείας αἰτίας ἐξάπτειν ἐξαισχύνονται, πρὸς τὴν τούτων ἀποβλέπουσαι φύσιν, οὐ πρὸς τὴν ἐκείνης δύναμιν, καὶ ὅτι τῶν μειζόνων οὖσα γεννητικὴ πολλῷ πλέον ἐστὶ καὶ τῶν ἐλαττόνων, ὥς πού φησι καὶ ὁ Ἀθηναῖος ξένος. Οἱ δὲ ὄντως φιλόσοφοι, πάντα ὅσαπέρ ἐστιν ἐν τῷ κόσμῳ καὶ μεγάλα καὶ σμικρὰ προνοίας ἐξάψαντες, οὐδὲν ἄτιμον οὐδὲ ἀπόβλητον ἐν τῷ οἴκῳ τοῦ Διὸς ὁρῶσιν, ἀλλὰ πάντα ἀγαθὰ καθόσον ἐκ προνοίας ὑφέστηκε, καὶ καλὰ κατʼ αἰτίαν γεγονότα τὴν θείαν. Ὅτι δὲ ὁ Σωκράτης ἀναιρῶν ἀπὸ τούτων τῶν σμικρῶν καὶ ἐνυλοτάτων τὴν εἰδητικὴν αἰτίαν ἀνῄρει καὶ πᾶσαν αἰτίαν, ἔλαβεν ὁ Παρμενίδης ἐκ τοῦ προειπεῖν ἐκεῖνον ὅτι ταῦτά ἐστι μόνον ἅπερ ὁρῶμεν· εἰ γὰρ ἐπεσκέπτετο ὡς οὐδὲν ἀναιτίως ἐστὶν, οὐκ ἂν ταύτην ἀφῆκε τὴν φωνὴν αὐτίκα. Ἡ θρὶξ μὴ ἐχέτω μὲν παράδειγμα νοερὸν, ἐχέτω δὲ φυσικὸν λόγον αἴτιον. Ἆρʼ οὖν οὐκ ἀνάγκη μὴ ταύτην εἶναι τρίχα μόνον ἣν ὁρῶμεν, ἀλλὰ κἀκείνην τὴν ἐν τῷ λόγῳ τῆς φύσεως; δηλοῖ δὲ τοῦ ἀγαθοῦ ἕνεκα καὶ τρίχας ποιοῦσα ἐν τοῖς ζώοις, καὶ οὐ μάτην οὐδὲ ταύτας ὑποστήσασα· καὶ ἡ ἔκλειψις ἡ τούτων παρὰ φύσιν, διατιθεῖσα τὰ δεόμενα τῆς ἀπʼ αὐτῶν βοηθείας. Πάλιν ὁ πηλὸς, εἰ ἐκ τέχνης γέγονεν, ἔστιν αὐτοῦ τὸ εἶδος ἐν τῇ διανοίᾳ τοῦ τεχνίτου· εἰ δὲ καὶ πνεύματα ἄττα χαίρει τούτοις ῥύπῳ καὶ πηλῷ, πρὸς ἃ καὶ οἱ γόητες βλέποντες χρῶνται τούτοις εἰς τὰς ἑαυτῶν πράξεις, καὶ τῆς γοητείας διὰ τῶν δαιμόνων οὔσης, ὡς ἐν Συμποσίῳ μεμαθήκαμεν, τί θαυμαστὸν τοὺς χαίροντας αὐτοῖς δαίμονας ἔχειν τὰ εἴδη καὶ τούτων, ὡς καὶ τοὺς τῶν μορίων προστάτας τῆς ἰδίας τούτων περιγραφῆς τοὺς λόγους περιειληφέναι φαμέν; Καὶ εἰ ἀπορήσειας δὲ τῶν προσεχῶν αἰτιῶν, ἐπʼ αὐτὴν ἀνάδραμε τὴν μίαν τοῦ ὄντος αἰτίαν, ἀφʼ ἧς πάντα τὰ ὄντα προελήλυθε, καὶ ἐκείνην φάθι καὶ τούτοις παρέχειν τὴν γένεσιν, ὡς μηδὲ τούτων ἀναίτιον εἶναι τὴν ὑπόστασιν. Καὶ ἴσως ἔπρεπε τῷ Παρμενίδῃ τῷ τὸ ἓν ὂν τὸ πρὸ τῶν εἰδῶν ὁρῶντι τὸ κατʼ αἰτίαν προτιθέναι τοῦ κατʼ εἶδος, καὶ διὰ τοῦτο καὶ αὐτὸς ἐπιπλήττει τῷ Σωκράτει, μετὰ τῶν εἰδῶν ἀναιροῦντι καὶ τὴν ἄλλην πᾶσαν αἰτίαν, δέον μὴ κατʼ εἶδος μὲν νοερὸν αὐτὸν ὑποτίθεσθαι τὴν γένεσιν, κατʼ αἰτίαν δὲ πρεσβυτέραν τῶν εἰδῶν, ἐπεὶ καὶ ὅταν ἡμεῖς τὰ τεχνητὰ ποιῶμεν, ποιεῖ ταῦτα καὶ ὁ νοῦς· πᾶν γὰρ τὸ ὑπὸ τῶν δευτέρων γιγνόμενον μειζόνως ὑπὸ τῶν πρώτων ἀποτελεῖται, ἀλλʼ οὐκ εἰδητικῶς, ἀλλὰ κατὰ τὸ ὂν αὐτὸ μόνον. Καί τοί γε ἡμεῖς κατά τινας λόγους ἰδίους αὐτὰ ποιοῦμεν, ἀλλʼ εἰδοποιοὶ μὲν καὶ ἡμεῖς ἐν τούτοις, οὐσιοποιὸς δὲ ὁ νοῦς, καὶ ὧν εἰδοποιὸς ὁ νοῦς, οὐσιοποιὸς ἡ μονὴ τῶν ὄντων· κρείττων γὰρ ἐκείνη τῆς εἰδητικῆς πάσης αἰτίας. Ὡσαύτως καὶ ὁ Σωκράτης οὖν πρὸς τὴν εἰδοποιὸν αἰτίαν τεταμένος εἰκότως οἷον ἀναίτιον αὐτῶν ὑπέλαβε τὴν γένεσιν, καὶ ὁ Παρμενίδης εἰς τὴν πρὸ τῶν εἰδῶν αἰτίαν ἀναδραμὼν ἐκεῖθεν καὶ τούτοις τὴν οὐσίαν ἐκδιδομένην ἐθεώρησε· πάντα γὰρ τὰ ὄντα ἐκεῖθεν.