Part of On Plato's Parmenides

ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.

Τόδε δέ μοι εἰπέ· οὐ νομίζεις εἶναι αὐτὸ καθʼ αὑτὸ εἶδός τι ὁμοιότητος, καὶ τῷ τοιούτῳ αὖ ἄλλο ἐναντίον, ὅ ἐστιν ἀνόμοιον;

Πρῶτον εἰπεῖν πάλιν ἡμᾶς χρὴ τίς ὁ τοῦ Ζήνωνος ἦν λόγος καὶ ὅπως πρόεισι καὶ τίνα ἔχει τὴν ἀλήθειαν, εἶτα πῶς ὁ Σωκράτης καὶ πόθεν ὁρμώμενος τὰς πρὸς αὐτὸν ἀπορίας κεκίνηκε. Πάλιν δὴ οὖν ἀναληπτέον ὅτι τοῦ Παρμενίδου πρὸς αὐτὸ τὸ ἓν ὂν τὸ ἐξῃρημένον ἀνέλκοντος τὰ ὄντα πάντα καὶ ἀνασπῶντος τὴν ἑαυτοῦ διάνοιαν ἀπὸ τοῦ πεπληθυσμένου καὶ μεμερισμένου πρὸς τὴν μονάδα τοῦ παντὸς τῶν ὄντων πλήθους, οἱ πλεῖστοι τὴν ἐναντίαν ἐκείνῳ τρεπόμενοι καὶ τὸ ἑαυτῶν πλῆθος προστησάμενοι τοῦ νοῦ καὶ τῆς ἑνώσεως καὶ ἐπισπώμενοι τῷ τῆς κάκης ἵππῳ τὸ μὲν ἓν ὂν οὐδʼ εἶναι τὴν ἀρχὴν ἐνόμιζον, ἁπλῶς δὲ ὑφεστάναι τὰ πολλὰ καὶ διεσπαρμένα, χωρὶς ἐκείνου τὴν εἰς τὸ εἶναι λαχόντα πάροδον· καὶ ὅτι τοῦθʼ οὕτω νομίζοντες διέσυρον τὸν Παρμενίδου λόγον, πρόδηλον· οἰόμενοι γὰρ ἐκεῖνον ἓν μόνον ὑποτίθεσθαι τὸ ὂν, πλήθους ἀνῃρημένου, τοὐναντίον αὐτοὶ τὸ πλῆθος ὑπετίθεντο τοῦ ἑνὸς ἐστερημένον, καίτοι τὸ μὲν πλῆθος μὴ μετέχειν τοῦ ἑνὸς ἀδύνατον· πᾶν γὰρ πλῆθος ἐξ ἑνός ἐστιν, ἄλλο δὲ ἄλλου πλήθους ἐστὶν ἕν· πάντα δʼ οὖν πλήθη καὶ πάντες οἱ τῶν σωμάτων ὄγκοι τῇ μετουσίᾳ τοῦ ἑνὸς κεκράτηνται. Εἰ τοίνυν τὸ μὲν πλῆθος δεῖται τοῦ ἑνὸς, τὸ δὲ ἓν ἀπροσδεὲς τοῦ πλήθους, ἄμεινον ἓν λέγειν τὸ ὂν ἢ πολλὰ μόνον αὐτὰ καθʼ αὑτὰ χωρὶς τῆς τοῦ ἑνὸς μετουσίας. Καὶ ὁ μὲν οὖν Παρμενίδης ἓν ἀποφαινόμενος τὸ ὂν καὶ τὸ πλῆθος αὐτῶν ὑφίστατο, καὶ οὐ τῶν αἰσθητῶν μόνον· ταῦτα μὲν γὰρ ἐν τοῖς κατὰ δόξαν παραδέδωκε, τὰ αἰσθητὰ οὕτω προσαγορεύων, ὡς ἄλλος τις Πυθαγόρειος ὁ Τίμαιος· ἀλλὰ καὶ τὸ τῶν νοητῶν· ἐκεῖ γὰρ ὁ θεῖος ἀριθμὸς πάντων ἡνωμένων ἀλλήλοις. Ὃ καὶ Ἐμπεδοκλῆς ὕστερον ἑωρακὼς, ἅτε Πυθαγόρειος καὶ αὐτὸς ὢν, Σφαῖρον ἀπεκάλει πᾶν τὸ νοητὸν ὡς ἡνωμένον ἑαυτῷ, καὶ εἰς ἑαυτὸν συννεύειν τὸν καλλοποιὸν καὶ ἑνοποιὸν διὰ τοῦ κάλλους θεόν· πάντα γὰρ ἐρῶντα ἀλλήλων καὶ ἐφιέμενα ἀλλήλων ἥνωται πρὸς ἄλληλα αἰωνίως, καὶ ἔστιν αὐτῶν ὁ ἔρως νοητὸς, καὶ ἡ συνουσία καὶ ἡ σύγκρασις ἄφραστος. Οἱ δέ γε πολλοὶ, φυγάδες ἀπὸ τῆς ἑνώσεως ὄντες καὶ τῆς τῶν ὄντων μονάδος, ἐπὶ δὲ τὸ πλῆθος κατασυρόμενοι διὰ τὴν ἐν αὑτοῖς ζωὴν μεριστὴν οὖσαν καὶ διῃρημένην, εἰς δόξας πολυειδεῖς, εἰς φαντασίας ἀορίστους, εἰς αἰσθήσεις ἐμπαθεῖς, εἰς ὀρέξεις ἐνύλους, αὐτὰ τὰ πολλὰ κεχωρισμένα τῆς ἑαυτῶν ἑνότητος ἐλάμβανον, καὶ οὐχ ἑώρων ὅπη τὰ πολλὰ ταῦτα κρατεῖται διὰ τῶν ἐν αὐτοῖς κατατεταγμένων μονάδων, καὶ ὅπως τὰ ἀόριστα δουλεύει τοῖς ὡρισμένοις μέτροις, καὶ ὅπη τὰ διεσπαρμένα καὶ συμπαθῆ καὶ συνημμένα διὰ τὴν τῶν κοινῶν μετουσίαν ὑφέστηκε· ταῦτα δὲ οὐχ ὁρῶντες ἅμα τῆς τε ἀληθείας ἡμάρτανον, καὶ τὸν Παρμενίδειον λόγον ἐκωμῴδουν καὶ διέσυρον φορτικῶς. Ταῦτʼ οὖν πάσχουσιν αὐτοῖς ὁ Ζήνων ἐπιστὰς σωφρονιστὴς μὲν γίγνεται τοῦ πλήθους, ἡγεμὼν δὲ ἐπὶ τὸν νοῦν ἀπὸ τῆς ἀνοίας, ἐπίκουρος δὲ τῆς τοῦ διδασκάλου παραδόσεως, καὶ πείθει τὴν πρώτην ἀπὸ τῶν πολλῶν τούτων ἐπὶ τὰς ἐν τοῖς πολλοῖς ἑνάδας ἀναδραμεῖν καὶ θεωρῆσαι πῶς καὶ τοῦτο τὸ πλῆθος, καίτοι γε εἰς τὴν ἀπειρίαν ἀπενεχθὲν, ὅμως ὑπὸ τῆς μονάδος κρατεῖται τῶν ὄντων καὶ συνέχεται ὑπό τινος ἑνάδος ἐν αὐτῷ γενομένης· πείθει δὲ ὑπόθεσιν λαβὼν ἐκείνοις ἀρέσκουσαν, τὴν τὰ πολλὰ τοῦ ἑνὸς ἄμοιρα τιθεμένην· οὕτω γὰρ ὁ ἐκείνων λόγος εὐεξέλεγκτος, ἐπεὶ, εἴγε τὰ πολλὰ τίθοιντο μετὰ τοῦ ἑνὸς, οὔπω διὰ ταῦτα ἐλέγχοιντο ἄν. Ταῦτʼ οὖν πολλὰ παραλαβὼν τὰ ἐστερημένα τοῦ ἑνὸς, ποιεῖται τοὺς ἐλέγχους κατὰ δόξαν τὴν ἐκείνων ἀπαντῶν. Δηλοῖ δὲ καὶ αὐτὸς ὁ Παρμενίδης ἐν ταῖς ὑποθέσεσι, μὴ ἄλλως τὸ αὐτὸ δεῖξαι δυνηθεὶς ὅμοιον καὶ ἀνόμοιον ἢ τὰ πολλὰ κεχωρισμένα τοῦ ἑνὸς λαβών· ἀλλὰ τοῦτο μὲν ἐν ἐκείνοις ἔσται φανερόν. Κείσθω δʼ οὖν, ὅπερ εἴρηται, ταῦτα πολλὰ τοῦ ἑνὸς τοῦ ἐπʼ αὐτοῖς καὶ ἐν αὐτοῖς ἀπηρημωμένα· καὶ πάλιν μὴ τὰ αἰσθητὰ μόνον, μηδὲ τὰ νοητὰ μόνον, ἀλλὰ πάντα ἁπλῶς ὅσα πολλὰ λέγεται, τὰ ἐν πᾶσιν ὄντα τοιαῦτα νοητοῖς καὶ αἰσθητοῖς διακόσμοις. Οὐ γὰρ δεῖ μερικῶς ἀκούειν, ὃ πεπόνθασί τινες, οἱ μὲν ἐπὶ τῶν νοητῶν, οἱ δὲ ἐπὶ τῶν αἰσθητῶν ἠρωτῆσθαι τοὺς λόγους τῷ Ζήνωνι λέγοντες· οὐδʼ ἐπʼ ὀλίγον συστέλλειν τὰ κοινῇ πᾶσι τοῖς ὁπωσοῦν πεπληθυσμένοις ἐφαρμόζειν δυνάμενα. Τελειοτέρας γοῦν ἐστι καὶ κυριωτέρας ἐπιστήμης τὸ τοιοῦτον, τὸ εἰς πάντα τὰ ὁμοειδῆ τὴν αὐτὴν ἐκτείνειν μέθοδον καὶ πανταχοῦ θεωρεῖν τὸ ἀνάλογον. Εἴτε οὖν νοητόν ἐστι πλῆθος, εἴτε αἰσθητὸν, εἴτε νοερὸν, εἴτε διανοητὸν, τοῦτο πᾶν εἰλήφθω πρὸς τὸ παρόν. Δεῖ δὴ οὖν εὑρεῖν ὅπως πανταχοῦ τὰ πολλὰ καὶ ἕν ἐστι, καὶ ἔρημα τοῦ ἐπʼ αὐτοῖς ἑνὸς οὐκ ἔστιν· εἰ γὰρ εἴη, ταὐτὸν ἔσται ὅμοιον καὶ ἀνόμοιον. Πῶς δὴ καὶ τίνα τρόπον τὰ πολλὰ ταῦτα, εἰ ἔρημά ἐστι τοῦ ἑνὸς, καθὸ οὐ μετέχει τοῦ ἑνὸς, ὅμοια καὶ ἀνόμοιά ἐστι; τὰ γὰρ ἑνὸς καὶ ταὐτοῦ μὴ μετέχοντα ἀνόμοιά ἐστιν ἀλλήλοις, καὶ πάλιν κατʼ αὐτὸ τοῦτο κοινωνεῖ ἀλλήλοις, καθὸ οὐ μετέχει τοῦ ἑνός· τὰ δὲ κοινόν τι ἔχοντα καὶ ταὐτὸν ὅμοιά ἐστιν, ὥστε τὰ αὐτὰ καὶ ὅμοια καὶ ἀνόμοιά ἐστιν. Εἰ ἄρα πολλά ἐστιν ἑνὸς ἀμέτοχα, καθʼ ἓν δὴ τοῦτο, τὴν ἀμεθεξίαν λέγω τοῦ ἑνὸς, καὶ ὅμοια ἔσται καὶ ἀνόμοια, ὡς μὲν κοινὸν αὐτὸ ἔχοντα ὅμοια, ὡς δὲ μὴ ἔχοντα ἀνόμοια· διότι μὲν γὰρ αὐτὸ τοῦτο πέπονθε τὸ ἑνὸς μὴ μετέχειν, ἀνόμοιά ἐστι· διότι δὲ κοινὸν αὐτοῖς τὸ μηδὲν ἔχειν κοινὸν, ὅμοιά ἐστιν, ὥστε τὰ αὐτὰ καὶ ὅμοια καὶ ἀνόμοιά ἐστιν· ὅλως γὰρ αὐτὸ τὸ μηδὲν ἔχειν κοινὸν, αὐτὸ κοινόν ἐστιν αὐτοῖς, ὥστε αὐτὸς ἑαυτὸν ὁ λόγος ἀνῄρηκε. Καὶ τί δεῖ λέγειν; ἃ γὰρ δέδεικται ὅμοια καὶ ἀνόμοια, δείκνυται κατὰ τὸ αὐτὸ πάλιν οὔτε ὅμοια οὔτε ἀνόμοια· εἰ γὰρ μὴ μετέχει τοῦ ἑνὸς, ὅλως ὅμοια οὐκ ἔστιν· τὰ γὰρ ὅμοια ἑνός τινος μετέχοντα ὅμοιά ἐστι· καὶ γὰρ ἡ ὁμοιότης ἑνότης ἐστί· καὶ πάλιν, εἰ μὴ μετέχοι τοῦ ἑνὸς, κοινὸν αὐτοῖς τοῦτό ἐστιν· ὧν δέ ἐστί τι κοινὸν, ταῦτα κατʼ αὐτὸ τοῦτο ἀνόμοια οὐκ ἔστιν, ὥστε οὔτε ὅμοιά ἐστιν οὔτε ἀνόμοια τὰ πολλά· τὸ αὐτὸ ἄρα, κατὰ τὸ μὴ μετέχειν τοῦ ἑνὸς, καὶ ὅμοια καὶ ἀνόμοια, καὶ οὔτε ὅμοια οὔτε ἀνόμοια ἡμῖν παρέξεται τὰ πολλά· πλῆθος ἄρα τοῦ ἑνὸς ἔρημον ἀδύνατον εἶναι, διότι δὴ τοσαῦτα συμβέβηκεν ἄτοπα τοῖς οὕτω τιθεμένοις· δεινὸν μὲν γὰρ τὸ τὴν ἀντίφασιν συντρέχειν· δεινότερον δὲ καὶ τὸ τὰ ἐναντία· πάντων δὲ δεινότατον τὸ καὶ τὰ ἐναντία καὶ τὰς ἀντιφάσεις ἕπεσθαι τῷ λόγῳ. Ὅτε μὲν οὖν τὸ αὐτὸ ὅμοιον καὶ ἀνόμοιον ἐδείκνυμεν, τὰ ἐναντία συνήγομεν· ὅτε δὲ τὸ αὐτὸ ὅμοιον καὶ ἀνόμοιον καὶ οὐδέτερον, τὰς ἀντιφάσεις· ἀντιφάσεις γὰρ τὸ ὅμοιον πρὸς τὸ οὐχ ὅμοιον, καὶ τὸ ἀνόμοιον πρὸς τὸ οὐκ ἀνόμοιον· καὶ εἰ βούλει καὶ κατὰ τὴν ὕστερον παραδοθησομένην μέθοδον διαλεκτικὴν, τῷ εἶναι πολλὰ τοῦ ἑνὸς ἀμέτοχα ἕπεται τὸ ὅμοιον, καὶ πάλιν οὐχ ἕπεται, ὅταν αὐτὸ οὐχ ὅμοιον λέγωμεν· ἕπεται δʼ αὖ πάλιν καὶ οὐχ ἕπεται, ὅταν αὐτὸ καὶ ὅμοιον ἅμα καὶ οὐχ ὅμοιον δεικνύωμεν, καὶ πάλιν ἀνόμοιόν τε καὶ οὐκ ἀνόμοιον.

Ἀλλὰ τὴν μὲν τοιαύτην μέθοδον ἐν τοῖς ὕστερον γυμνάσομεν· νῦν δὲ τὴν ἀγωγὴν τοῦ Ζήνωνος λόγου καταμαθόντες, τοσοῦτον ἀναμνήσομεν ἡμᾶς αὐτοὺς ὃ καὶ πρότερον, ὅτι διὰ ταύτης τῆς ἐπιβολῆς δυνησόμεθα δεικνύναι καὶ ὅτι πολλὰς εἶναι τὰς ἀρχὰς ἀμήχανον. Αὗται γὰρ αἱ πολλαὶ ἀρχαὶ, πότερον μετέχουσιν ἑνός τινος ἢ οὐδενός; εἰ μὲν γὰρ μετέχουσιν, ἔσται τὸ μετεχόμενον πρὸ αὐτῶν, καὶ οὐκέτι αἱ ἀρχαὶ πολλαὶ, ἀλλὰ μία· εἰ δὲ μὴ μετέχουσι, κατʼ αὐτὸ δὴ τοῦτο, καθὸ τοῦ ἑνὸς οὐ μετέχουσιν, ἔσονται καὶ ὅμοιαι ἀλλήλαις, ὡς κοινόν τι πεπονθυῖαι πάθος, καὶ ἀνόμοιαι, καθόσον ἑνός τινος κοινοῦ οὐ μετειλήχασι· τοῦτο δὲ ἀδύνατον, τὸ τὰ αὐτὰ κατὰ τὸ αὐτὸ καὶ ὅμοια καὶ ἀνόμοια ὑπάρχειν· ὡσαύτως δὲ ἐπάξομεν καὶ ὡς οὔτε ὅμοια οὔτε ἀνόμοια τὰ αὐτά. Εἰ δʼ ἦσαν ἑνὸς μετέχουσαί τινος, οὐκοῦν ἀδύνατον συνάγειν ὅτι καὶ ἀνόμοιαί εἰσι κατὰ τὸ τοῦ ἑνὸς μετέχειν, ἀλλʼ ὅτι ὅμοιαι μόνον· καὶ οὕτως ἀναιρήσομεν τὸ πλείους μιᾶς εἶναι τὰς πρώτας ἀρχάς. Τοῦτο μὲν οὖν κατὰ τοὺς γεωμέτρας οἷον πόρισμα ἐκ τοῦ λόγου λάβωμεν, ὡς καὶ πρότερόν που εἴπομεν. Οὕτω δὲ, ὡς εἴρηται, τοῦ Ζήνωνος καὶ διὰ τοιαύτης ἀγωγῆς ἀποφαίνοντος ὅτι τὰ πολλὰ χωρίζειν τοῦ ἑνὸς ἀδύνατον, καὶ τὸ πλῆθος ἀπὸ τοῦ πλήθους ἐπὶ τὰς μονάδας τῶν πολλῶν ἀνατείνοντος, διʼ ὧν τὰς ἐξῃρημένας ἔμελλεν ἑνάδας τῶν ὅλων, ὡς καὶ τοῦτο διὰ τῶν ἔμπροσθεν ἀπεδείξαμεν, οἷαί εἰσι κατόψεσθαι· αἱ γὰρ κατατεταγμέναι μονάδες εἰκόνες εἰσὶ τῶν ἀκατατάκτων. Ὁ Σωκράτης τὸν περὶ τῶν ἰδεῶν ἀνακινήσας λόγον, καὶ αὐτὰς καθʼ αὑτὰς ὑποθέμενος τὰς κοινότητας, καὶ πλῆθος ἐν αὐταῖς ἄλλο θεωρήσας, ἀξιοῖ τὸν Ζήνωνα ταύτην τὴν ἀγωγὴν καὶ ἐπὶ τὰ εἴδη μετενεγκεῖν, καὶ ποιῆσαι καταφανὲς ὅπως ἐπὶ τῶν εἰδῶν τὸ ὅμοιον καὶ ἀνόμοιόν ἐστι καὶ τὸ ἀνόμοιον ὅμοιον· ταῦτα δὲ αὐτοῦ ζητοῦντος, τινὲς ὑπέλαβον ὡς ἄρα ὁ μὲν Ζήνων παραλογιστικῶς συνέθηκε τὸν λόγον, ὁ δέ γε Σωκράτης διελέγχει τὸν παραλογισμόν· τὸν γὰρ Ζήνωνα συλλογίζεσθαί φησιν ὅτι, εἰ πολλὰ τὰ ὄντα, καθὸ μὲν πολλὰ λέγεται, διαφέρει δήπουθεν ἀλλήλων, καὶ κατὰ τοσοῦτον ἀνόμοιά ἐστι, καθὸ δὲ ὄντα, ὅμοια· τὸ γὰρ ὂν κοινόν ἐστιν αὐτοῖς, οἷς δέ ἐστί τι κοινὸν, ταῦτα ὅμοια προσήκει λέγειν· κατʼ ἄλλο γοῦν καὶ ἄλλο συνάγειν τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον· διὸ καὶ τὸν Σωκράτη καλῶς ἐνίστασθαι φάμενον, ὡς οὐδὲν ἂν εἴη θαυμαστὸν κατʼ ἄλλο καὶ ἄλλο δεικνύναι τὶ καὶ ὅμοιον καὶ ἀνόμοιον, ἀλλʼ εἰ αὐτὰ τὰ εἴδη λαβὼν ἐπέδειξεν αὐτὸ τὸ ὅμοιον καὶ ἀνόμοιον ἢ τὸ ἀνόμοιον ὅμοιον. Οἱ δὲ τοῦτο μὲν ἐφύλαξαν ὡς ἀπαραλόγιστός ἐστιν ὁ τοῦ Ζήνωνος λόγος καὶ ἐπιστημονικὸς, τὸν δὲ Σωκράτη μερικώτερον ἀντιλαμβάνεσθαι τοῦ λόγου φασίν· ἐκείνου γὰρ ἁπλῶς καὶ ἐπὶ τῶν νοητῶν καὶ ἐπὶ τῶν αἰσθητῶν ποιουμένου τὸν ἔλεγχον, ὡς ἄρα ἐν ἀμφοτέροις πλῆθος ἔρημον ἑνὸς οὐκ ἔστιν, οὔτε νοητὸν οὔτε αἰσθητὸν, αὐτὸν ἀσπάζεσθαι μὲν τὸν λόγον ἐπὶ τῶν αἰσθητῶν, ἀξιοῦν δὲ καὶ ἐπὶ τῶν νοητῶν αὐτῶν δειχθῆναι τὸ αὐτὸ καὶ ὅμοιον καὶ ἀνόμοιον· εἴρηται γὰρ ὅτι πᾶν πλῆθος μὴ μετέχον τοῦ ἑνὸς ἀνάγκη πεπονθέναι τὸ εἰρημένον τοῦτο τὸ πάθος. Ἤδη δέ τις καὶ ἀμφοτέρους ἔφατο κατορθοῦν, τόν τε γὰρ Ζήνωνα συλλελογίσθαι καλῶς, καὶ τὸν Σωκράτη, συναισθόμενον τῆς προαιρέσεως καὶ ὅπως ὁ Ζήνων ἀπὸ τῶν πολλῶν καὶ ἀορίστων ἐπὶ τὰς μονάδας τὰς κατατεταγμένας περιῆγεν αὐτοὺς τοὺς πολλοὺς, ἐκεῖνο μὲν ἀποδέξασθαι καὶ εἰπεῖν, ἀποδέχομαί τε καὶ ἡγοῦμαι οὕτως ἔχειν ὡς λέγεις, αὐτὸν δὲ εὐφυῶς καὶ ὀξέως λοιπὸν ἄλλο τι ζητεῖν· ἀπὸ γὰρ τῶν πολλῶν καὶ κατατεταγμένων εἰδῶν ἐπʼ ἄλλας μονάδας ἀναδραμόντα τὰς καθʼ αὑτὰς οὔσας καὶ ἐξῃρημένας, ἀπορεῖν πῶς καὶ ἐν ταύταις ἡ ἕνωσις τῶν εἰδῶν ὀφθήσεται καὶ πόθεν καὶ ἐκ ποίας αἰτίας· ἐφʼ ᾧ λοιπὸν κινηθῆναι τὸν Παρμενίδην αὐτὸ τὸ ἓν ἀναφαίνοντα τὸ καὶ ἐν τοῖς εἴδεσι τῆς ἑνώσεως αἴτιον καὶ πᾶσιν ἁπλῶς τοῖς ὁπωσοῦν τὴν εἰς τὸ εἶναι πάροδον λαχοῦσι· καὶ τίνος γὰρ ἐπιλαμβάνεσθαι τὸν Σωκράτη τῶν τοῦ Ζήνωνος; οὔτε γὰρ τοῦ συνημμένου· οὐ γὰρ λέγει ὡς οὐκ ἀνάγκη, εἰ πολλὰ τὰ νοητὰ, ταὐτὸν ὅμοιον καὶ ἀνόμοιον, οὔτε ὅτι ψεῦδος τὸ μὴ εἶναι ταὐτὸν ὅμοιον καὶ ἀνόμοιον· ἔδει γὰρ θατέρῳ τούτων μάχεσθαι τὸν Ζήνωνι μαχόμενον, ἢ τῷ συνημμένῳ μαχόμενον ἢ τῇ προσλήψει· τὸν δὲ Σωκράτη λέγειν ὅτι τὰ μὲν τῇδε πάντα τῶν ἐναντίων εἰδῶν, αὐτὰ δὲ τὰ εἴδη ζητεῖ πῶς ἀλλήλοις συγκρίνεται, πῆ καὶ διακρίνεται· ταῦτα δὲ οὐ Ζήνωνι μάχεται καὶ τοῖς Ζήνωνος ἐλέγχοις τοῦ μὴ εἶναι πολλὰ καθʼ αὑτὰ χωρὶς ἑνὸς, ἀλλὰ τοῦ Ζήνωνος μὲν ἀποδεχομένου τοὺς λόγους ἐστὶν, ἐπʼ ἄλλην δὲ ζήτησιν ὁρμῶντος τῶν Ζήνωνι δεδειγμένων. Ἔστωσαν γὰρ ἄνθρωποι πάντες ἑνός τινος εἴδους μετέχοντες τοῦ ἐν αὑτοῖς ἀνθρώπου, καὶ ἵπποι τοῦ ἐν αὑτοῖς, καὶ τὰ ὅμοια πάντα κοινὸν ἐχέτω τὸ τῆς ὁμοιότητος εἶδος, καὶ τὰ ἀνόμοια τὸ τῆς ἀνομοιότητος, καὶ τοῦτο ἔστω καλῶς εὑρημένον ὅτι δεῖ τὰ πολλὰ κοινωνεῖν ἀλλήλοις διὰ τῶν κατατεταγμένων ἐν αὑτοῖς μονάδων· ἀλλʼ ἀναδράμωμεν ἀπὸ τούτων ἐπὶ τὰς ἐξῃρημένας καὶ τῶν κοινῶν τούτων αἰτίας ὑποστάσεις, καὶ πάλιν ταύτας θεωρήσωμεν εἰ μετέχουσιν ἀλλήλων ἢ οὒ, καὶ πότερον μὲν ἥνωνται τῷ μετέχειν ἀλλήλων ἢ τῷ εἶναι πρὸ τούτων ἄλλην ἑνοποιὸν αἰτίαν. Ταύτῃ τοίνυν καὶ ἡμεῖς ἑπόμενοι τῇ ὑποθέσει καὶ τοῖς Σωκράτους ῥήμασιν ἐπέλθωμεν, μηδετέρους ἁμαρτάνειν λέγοντες, ἀμφοτέρους δὲ κατορθοῦν, τὸν μὲν ἀποδεικτικῶς, τὸν δὲ ἀπορητικῶς, καὶ μετάγεσθαι τὸν λόγον ἀπὸ τῶν κατατεταγμένων μονάδων ἐπὶ τὰς ἐξῃρημένας, βουλομένου τοῦ Σωκράτους ἐπὶ τούτων θεάσασθαι τὴν ἀποδεικτικὴν τοῦ Ζήνωνος δύναμιν.

Ὁ μὲν οὖν σκοπὸς τῶν λόγων ἐστὶ τοιοῦτος· πρὶν δὲ τῶν ἀποριῶν ἅψασθαι τῶν περὶ τῆς εἰδητικῆς οὐσίας, ἐπανερωτᾷ τὸν Ζήνωνα πότερον εἶναι τίθεται τὰ εἴδη, καὶ ἔστι καὶ αὐτὸς τῶν ταύτην ἀσπαζομένων τὴν αἰτίαν ὥσπερ αὐτὸς ἢ οὒ, καὶ ὅλως τίνα ἔχει δόξαν περὶ αὐτῶν. Ἦν μὲν γὰρ καὶ παρὰ τοῖς Πυθαγορείοις ἡ περὶ τῶν εἰδῶν θεωρία, καὶ δηλοῖ καὶ αὐτὸς ἐν Σοφιστῇ τῶν εἰδῶν φίλους προσαγορεύων τοὺς ἐν Ἰταλίᾳ σοφούς· ἀλλʼ ὅ γε μάλιστα πρεσβεύσας καὶ διαρρήδην ὑποθέμενος τὰ εἴδη Σωκράτης ἐστὶν, ἀπὸ τῆς περὶ ὁρισμοὺς ζητήσεως τὰ ὁριστὰ τίνα ποτέ ἐστιν ἀνευρὼν καὶ ἐπὶ τὰς εἰδητικὰς αἰτίας ἀπὸ τούτων ὡς εἰκόνων μεταβάς· ἐρωτᾷ δὴ οὖν πρῶτον εἰ καὶ ὁ Ζήνων τίθεται καὶ αὐτὸς εἶναι τὰ εἴδη καὶ πρεσβεύει ταύτην τὴν οὐσίαν τὴν ἑαυτῆς οὖσαν καὶ ἐν αὑτῇ ἱδρυμένην καὶ οὐδεμιᾶς ἄλλης ἕδρας δεομένην, ἣν καὶ ἐχαρακτήρισε τῷ αὐτὸ καθʼ αὑτὸ, κυρίως αὐτῇ τοῦτο προσήκειν ὑπολαβών. Δεικνύει γὰρ τὸ ἀμιγὲς καὶ τὸ ἁπλοῦν καὶ τὸ καθαρὸν τῶν εἰδῶν· διὰ μὲν γὰρ τοῦ αὐτὸ τὴν ἁπλότητα σημαίνει τῶν πραγμάτων ἐκείνων, διὰ δὲ τοῦ καθʼ αὑτὸ τὴν ἄμικτον αὐτῶν πρὸς τὰ δεύτερα καθαρότητα. Καὶ διὰ μὲν τοῦ καθʼ αὑτὸ χωρίζει τῶν ἐπὶ τοῖς πολλοῖς κατηγορουμένων τὰ εἴδη· τί γὰρ τούτων καθʼ αὑτό ἐστιν, ἐν σχέσει πρὸς τὰ ὑποκείμενα τὴν ὑπόστασιν ἔχον, καὶ ἐκ πολλῶν ἴσων αἰσθήσεων καὶ δοξαστὸν ὑπάρχον, καὶ συμφυρόμενον ταῖς φανταστικαῖς ἐπινοίαις; Διὰ δὲ τοῦ αὐτὸ χωρίζει τὸ ἐν τοῖς καθʼ ἕκαστα κοινὸν, ὃ καὶ ὁριστόν ἐστι· τοῦτο γὰρ ἐν ἄλλῳ ἐστὶ καὶ μεθʼ ὕλης ὑφέστηκεν, ὅθεν καὶ ἀλλοιώσεως ἀναπίμπλαται καὶ ἔστι πως θνητὸν διὰ τὴν πρὸς τὸ ἔνυλον κοινωνίαν· καίτοι καὶ τούτοις πολλάκις ἐπάγει τὴν τοῦ αὐτοῦ πρόσρησιν, ἀντιδιαιρῶν ἑκάστην τούτων πρὸς τὸ πλῆθος τῶν ὑπʼ αὐτὸ ἀτόμων. Ἀλλʼ ὅταν διορίζειν αὐτὸ βούληται μὴ τῶν ἀτόμων, ἀλλὰ τῶν πρώτων εἰδῶν, ἐκείνοις τὸ αὐτὸ ἀποδίδωσι, καὶ μήποτε κἀνταῦθα τὸ μὲν αὐτὸ τοῖς χωριστοῖς εἴδεσιν ἀνῆκεν, οὐχ ὡς ἴδιον, ἀλλʼ ὡς καὶ τῶν μετεχομένων εἰδῶν σημαντικόν. Τὸ δὲ καθʼ αὑτὸ προστεθὲν ἐδήλωσε τὴν ἐκείνων πρὸς τὰ μετεχόμενα διαφοράν. Πολλοῦ ἄρα δεῖ τοῖς ὁριστικοῖς καὶ τοῖς κατηγορουμένοις εἰς ταὐτὸν λέγεσθαι τὰ εἴδη τὰ καθʼ αὑτὰ ὄντα καὶ ἐν ἁγνῷ βάθρῳ βεβηκότα καὶ ἄυλα καὶ διαιώνια τοῖς ὑστερογενέσι καὶ ἐνύλοις καὶ ποικιλίας καὶ σχέσεως ἀναπεπλησμένοις· ἐκεῖνα γὰρ ἀμιγῆ καὶ ἄχραντα καὶ ἁπλᾶ ἐστιν ἐν τῷ δημιουργῷ διαιωνίως ἱδρυμένα, τὸ μὲν ἄχραντον ἔχοντα καὶ καθαρὸν ἀπὸ τῆς ἀμειλίκτου θεότητος σὺν τῷ δημιουργῷ προελθούσης· τὸ δὲ ἁπλοῦν ἀπὸ τῆς δημιουργοῦ νοερᾶς οὐσίας ἑνιαίας οὔσης καὶ ἀμερίστου, καὶ, ὡς ἂν εἴποιεν οἱ βάρβαροι, πηγαίας. Λέγοις δʼ ἂν ὅτι καὶ τὸ μὲν αὐτὸ χωρίζει τὸ εἶδος ἀπὸ τῶν ἐννοημάτων — οὐδὲν γὰρ τούτων αὐτό· συναναφέρει γὰρ κἀκεῖνα ὧν ἐστιν, ἄλλων ὄντα καὶ ἀπʼ ἄλλων· τὸ δὲ καθʼ αὑτὸ, τοῦ ἐν τοῖς καθʼ ἕκαστα ἐν ἄλλῳ ὄντος, ὥστε ἄμφω ἀμφοτέρων τὸ ὡς ἀληθῶς εἶδος διίστησι· περὶ ὃ καὶ ὁ Ἀριστοτέλης διατρίβων ποτὲ μέν φησι, τὸ ζῶον ἢ οὐδέν ἐστιν ἢ ὑστερογενὲς, ποτὲ δὲ, ἢ οὐδέν ἐστιν ἢ ἐν τοῖς καθʼ ἕκαστα, ὧν ἐξῃρῆσθαι δεῖ τὸ εἶδος διʼ ἄμφω τὰ εἰρημένα. Οὔτε ἄρα τοὺς τὰς ἰδέας κεφαλαιώματα λέγοντας τοῦ ἐντρέχοντος κοινοῦ τοῖς πολλοῖς ἡμεῖς ἀποδεξόμεθα· προϋπάρχουσι γὰρ τῶν ἐν τοῖς αἰσθητοῖς κοινῶν, καὶ ταῦτα ἀπʼ ἐκείνων ἔχει τοῦτο δὴ τὸ κοινόν· οὔτε τοὺς ἐπινοίας ἡμετέρας αὐτὰς τιθεμένους, καὶ διὰ τοῦτο ζητοῦντας πῶς οὐχὶ καὶ τῶν ἀτόμων καὶ τῶν παρὰ φύσιν εἰσὶν ἰδέαι· καὶ γὰρ τούτων ἐπίνοιαι τῶν πραγμάτων εἰσὶ δεύτεραι πάντως ἀφʼ ὧν ἀνακινοῦνται, καὶ ἐν ἡμῖν εἰσιν, ἀλλʼ οὐκ ἐν τῷ κοσμήσαντι τὸ πᾶν, ἐν ᾧ φαμεν εἶναι τὰς ἰδέας· οὔτε τοὺς τοῖς σπερματικοῖς αὐτὰς λόγοις συνάπτοντας· οἱ μὲν γὰρ ἐν τοῖς σπέρμασιν ἀτελεῖς εἰσιν, οἱ δὲ ἐν τῇ γεννώσῃ φύσει τὰ σπέρματα γνώσεως ἄμοιροι καὶ κατωτέρω φαντασίας· αἱ δὲ ἰδέαι κατʼ ἐνέργειαν ἵστανται τὴν αὐτὴν ἀεὶ καὶ εἰσὶ νοεραὶ κατʼ οὐσίαν. Ἀλλʼ εἴπερ ἐθέλοιμεν τὴν ἰδιότητα αὐτῶν ἀφορίσασθαι διὰ τῶν γνωριμωτάτων, ἀπὸ μὲν τῶν φυσικῶν λόγων λάβωμεν τὸ αὐτῷ τῷ εἶναι ποιητικὸν ὧν δὴ καὶ ποιοῦσιν· ἀπὸ δὲ τῶν τεχνικῶν, γνωστικὸν ὧν ποιοῦσιν, εἰ καὶ μὴ αὐτῷ τῷ εἶναι ποιοῦσι· καὶ ταῦτα ἑνώσαντες φῶμεν αἰτίας εἶναι τὰς ἰδέας δημιουργικὰς ἅμα καὶ νοερὰς πάντων τῶν κατὰ φύσιν ἀποτελουμένων, ἀκινήτους πρὸ τῶν κινουμένων, ἁπλᾶς πρὸ τῶν συνθέτων, χωριστὰς πρὸ τῶν ἀχωρίστων τῆς ὕλης ὑφεστηκυίας. Διὸ καὶ ὁ μὲν Παρμενίδης οὐ παύσεται περὶ αὐτῶν διαλεγόμενος, πρὶν ἐπὶ τέλει τῶν λόγων καὶ θεοὺς αὐτὰς εἶναι φῇ, διὰ τούτου σημαίνων πάντα ὅσα προειρήκαμεν ἡμεῖς· νῦν δὲ ὁ Σωκράτης διά τε τοῦ αὐτὸ καὶ τοῦ καθʼ αὑτὸ τὴν κοινὴν αὐτῶν ἰδιότητα συντόμως παρέστησεν, ὁσαχῶς ἐξηγησάμεθα τούτων ἑκάτερον, τοσαυταχῶς ἡμῖν αὐτὴν παριστάς. Τοσαῦτα μὲν κοινῇ περὶ πάντων εἰδῶν ἀπὸ τῆς τοῦ Σωκράτους ἐρωτήσεως ἡμῖν εἰρήσθω. Προσκείσθω δὲ καὶ ὡς τὸ νομίζεις οἰκείως εἴληπται τοῖς εἴδεσι· τοὺς γὰρ περὶ τῶν εἰδῶν λόγους καὶ τὰ δόγματα τὰ περὶ τῶν ἀκινήτων οἷον νόμους εἶναι προσήκει τινὰς, ἀλλʼ οὐ δόξας καὶ οἰήσεις ψιλάς· οὐδὲ γὰρ ἐκεῖνα δοξαστά ἐστιν, ἀλλʼ ὑπὲρ πᾶσαν τὴν τοιαύτην ἵδρυται γνῶσιν· δεῖ δὴ νοήσει μὲν τὰ νοητὰ, δόξῃ δὲ τὰ δοξαστὰ διαγιγνώσκειν.

Ἑξῆς δὲ τούτοις περί τε ὁμοιότητος καὶ ἀνομοιότητος προσήκει διελθεῖν, πρῶτον μὲν εἰ ἔστιν εἴδη καὶ τούτων, ἔπειτα τὴν δύναμιν. Ἀπʼ αὐτῶν δὴ τῶν τοῦ Πλάτωνος ῥημάτων, ὧν ὁ Τίμαιος λέγει, ποιησόμεθα τὴν ἐπιβολὴν περὶ τῆς ὑποστάσεως αὐτῶν· ὁ γάρ τοι Τίμαιος, αἰτίαν τῆς γενέσεως τοῦ κόσμου προελόμενος εἰπεῖν καὶ ταύτην εἰς τὴν ἀγαθότητα τὴν δημιουργικὴν ἀναπέμπων· Ἀγαθὸς ἦν, φησὶν, ἀγαθῷ δὲ οὐδεὶς οὐδέποτε περὶ οὐδενὸς γίγνεται φθόνος· τούτου δὲ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἠβουλήθη γενέσθαι παραπλήσια αὑτῷ. Εἰ τοίνυν, ὥς φησιν ὁ Τίμαιος, ἑαυτῷ πάντα καὶ βούλεται καὶ δύναται παραπλήσια ποιεῖν, ἔχει δήπου τὴν τούτου ποιητικὴν δύναμιν ἐν ἑαυτῷ· ὃ γὰρ βούλεται, τοῦτο καὶ δύναται πάντως· ὃ δέ γε δύναται, τὴν τούτου προείληφε δύναμιν· δυνάμει γάρ τοι δύναται πᾶν τὸ δυνάμενον· ἔστιν ἄρα ἐν τῷ δημιουργῷ τις δύναμις καὶ αἰτία τῶν δεδημιουργημένων ἀφομοιωτικὴ πρὸς αὐτόν. Εἰ τοῦτό ἐστιν, ἡ τῆς ὁμοιότητος ἐν αὐτῷ ἰδέα, καθʼ ἣν ἀφομοιοῖ πρός τε ἄλληλα καὶ πρὸς αὑτὸν τὰ δημιουργούμενα· ἀλλʼ εἰ ταῦτα, δεῖ δήπου καὶ τὴν τῆς ἀνομοιότητος αὐτῶν τῶν δημιουργουμένων πρὸς αὐτὸν ὁμοῦ παρέχειν αἰτίαν· οὐδὲ γὰρ ἐνδέχεταί ποτε γένεσιν εἰκόνος ὑποστῆναι μὴ καὶ τῆς ἀνομοιότητος συνεπινοουμένης, ἧς χωρὶς, δύο, φησὶν, ἂν εἶεν Κρατύλοι, καὶ ὁ Κρατύλος καὶ ἡ εἰκὼν Κρατύλου Δεῖ δὴ οὖν ἀνομοιοῦσθαι τὰ παραγόμενα καὶ πρὸς αὐτὸν, αἰσθητὰ γιγνόμενα ἀντὶ νοητῶν, καὶ πρὸς ἄλληλα μέντοι πάντως ἔχειν ἀνομοιότητα μετὰ τῆς ὁμοιότητος. Καὶ τοῦτο πάλιν κατὰ τὴν τοῦ πατρὸς βούλησιν· ἐκ γὰρ ἡρμοσμένων εἶναι δεῖ τὸν κόσμον· πᾶσα γὰρ ἁρμονία τῶν ἀνομοίων ἐστὶ καὶ διαφερομένων συνάρτησις καὶ λόγος εἷς καὶ κοινὸς καὶ οἷον ὁμοιότης ἐν ἀνομοίοις· ἀνάγκη δὴ οὖν καὶ ἀνομοιότητος ἔχειν τὸν δημιουργὸν εἶδος· αὐτὸς γὰρ ὁ καὶ τὰ ὑπʼ ἄλληλα γεννήσας, ἃ δὴ πρὸς ἄλληλά ἐστιν ἀνόμοια, καὶ τὸν ὅλον κόσμον ἁρμόσας διὰ τῆς ὁμοιότητος. Ἔστι δὴ οὖν ἐν τῷ δημιουργῷ καὶ ὅμοιον καὶ ἀνόμοιον πρώτως, καὶ ἵνα σαφέστερον εἴπω, πηγαίως· ἐπεὶ διαφανέστερά ἐστι ταῦτα ἐν τοῖς ἀφομοιωτικοῖς θεοῖς καὶ μάλιστα τοῖς ἐκεῖ πατράσιν, ὡς ἔσται δῆλον, ὅταν περὶ τῆς δευτέρας ὑποθέσεως λέγωμεν· ἀλλʼ ἐπεὶ καὶ τούτων ὁ δημιουργὸς ἔχει τὴν μίαν πηγὴν, ἔστιν ἐν αὐτῷ δήπου καὶ τὸ τῆς ὁμοιότητος εἶδος ἐν τῇ μιᾷ τῶν ἰδεῶν μονάδι προϋπάρχον· μονὰς γοῦν ἐστιν ὁ δημιουργὸς μονάδων πολλῶν περιληπτικὴ θείων, καὶ αἱ πολλαὶ μονάδες μεταδιδοῦσιν ἀλλήλαις τῶν οἰκείων ἰδιοτήτων· ἡ μὲν τῆς καθαρότητος, ἡ δὲ τῆς ἀφομοιωτικῆς οὐσίας, ἡ δὲ ἄλλου τινὸς, καθὸ τὴν οἰκείαν ὕπαρξιν ἔλαχεν· οὐ γὰρ δεῖ νομίζεσθαι ὅτι τὰ μὲν εἴδη προϋφέστηκεν ὡς αἴτια τῶν κατὰ ταῦτα γιγνομένων, οὐκ ἔστι δὲ καὶ τοῦ ὅμοια γίγνεσθαι πρὸς αὐτὰ καὶ ἀνόμοια διαφέρουσά τις ἰδέα· συμβαίνει δὲ τοῖς γιγνομένοις ταῦτα, τῶν εἰδῶν τὰς οὐσίας συνιστάντων· οὔτε γὰρ τὸ κατὰ συμβεβηκὸς ἐπὶ τῶν αὐτῷ τῷ εἶναι ποιούντων καὶ γιγνομένων ἔχει χώραν, οὔτε τὸ πολλοῖς ὑπάρχον χωρὶς ὑπάρχει μιᾶς τῆς διὰ πάντων διηκούσης αἰτίας, παρʼ ἣν ἕκαστον τῶν εἰδῶν ποιεῖ καθʼ αὑτὸ τὸ γιγνόμενον ὅμοιον καὶ ἀνόμοιον· ἀνάγκη ἄρα πᾶσιν ὑπάρχειν τὴν τοῦ ποιεῖν ἅμα ὅμοια καὶ ἀνόμοια τὰ γιγνόμενα δύναμιν. Εἰ δὲ ταὐτὸ πᾶσι κοινὸν, οὐδὲν τῶν πάντων ταὐτὸν εἴη τὸ ὅμοιον καὶ ἀνόμοιον, ἀλλʼ ἔστι διωρισμένα τούτων αἴτια πάντων κοινὰ πᾶσιν, ὧν ταῦτα μετέχοντα πρὸς τὴν οἰκείαν ὕπαρξιν ἕκαστον τὴν τούτων ἔχει δύναμιν. Ἔστι δὴ οὖν καὶ ὁμοιότης δημιουργικὴ καὶ ἀνομοιότης, ἡ μὲν ἀνάλογον πρὸς τὴν τοῦ πέρατος αἰτίαν, ἡ δὲ τῷ ἀπείρῳ σύστοιχος· καὶ ἡ μὲν συναγωγὸς, διὸ καὶ τὸ ὅμοιον ᾧ φασιν ὅμοιον· ἡ δὲ διακριτικὴ, προόδῳ δὲ χαίρει καὶ ποικιλίᾳ καὶ κινήσει, καὶ τελευταῖον ἄχρι τῆς ἐναντιώσεως ἔλαχεν ὑπόβασιν· οὐσία δὲ ἀμφοτέρων ἄυλος καὶ ἄχραντος καὶ ἁπλῆ καὶ μονοειδὴς καὶ αἰώνιος, καὶ δυνάμεις ἀνάλογον τῇ οὐσίᾳ, τῆς μὲν, ὡς εἴρηται, συναγωγοὶ καὶ ἑνοποιοὶ καὶ περατωτικαὶ καὶ μονοειδεῖς, τῆς δὲ διαιρετικαὶ καὶ ἀλλοιωτικαὶ καὶ ἀπειροποιοὶ καὶ δυοειδεῖς· τάξις δὲ αὐτῶν οὔτε ἐν τοῖς γενικωτάτοις ἐστὶν οὔτε ἐν τοῖς εἰδικωτάτοις τῶν εἰδῶν. Λέγω δὲ γενικώτατα μὲν, ὅσα ὑπὸ πάντων μετέχεται τῶν ὄντων, ὥστε μηδὲν εἶναι τὸ παράπαν ὃ μὴ κατὰ τὴν ἐκείνων μετουσίαν ὑφέστηκεν, οἷον αὐτὴ ἡ οὐσία, ταυτότης, ἡ ἑτερότης· ταῦτα γὰρ ἐπὶ πάντα διήκει τὰ ὄντα· τί γὰρ ἄμοιρον οὐσίας; τί δὲ ἑτερότητος; τί δὲ ταυτότητος; οὐχὶ πάντα καὶ ὕπαρξιν ἔχει τινὰ, καὶ διακέκριται κατʼ αὐτὸ τὸ εἶναι τῶν ἄλλων, καὶ κοινωνεῖ τοῖς ἄλλοις; εἰ δὲ τοῦτο, πάντων ἐστὶ κοινὴ τῶν ὄντων αἰτία ἡ τριὰς αὕτη, μᾶλλον δὲ ἥ γε μονὰς, ὡς ἔσται προϊοῦσι δῆλον· εἰδικώτατα δὲ, ὅσα ὑπὸ τῶν ἀτόμων εἰδῶν μετέχεσθαι πέφυκεν, οἷον ἄνθρωπος, κύων, ἕκαστον τῶν τοιούτων· αἱ γὰρ τούτων ποιήσεις προσεχῶς ἀπογεννῶσι τὰς ἐν τοῖς ἀτόμοις μονάδας, τὸν ἐν τοῖς καθʼ ἕκαστα ἄνθρωπον καὶ κύνα τὸν ἐν τοῖς πολλοῖς καὶ ἵππον καὶ τῶν ἄλλων ἕκαστον παραπλησίως· μέσα δὲ, ὅσα τούτων μὲν ἐπὶ πλέον ἐκτείνεται, μὴ εἰς πάντα δὲ τὰ ὄντα ἐνεργεῖ· τὸ γὰρ δίκαιον, εἰ βούλει, ψυχαῖς μὲν ὑπάρχει· σώμασι δὲ πῶς καὶ αὐτοῖς τοῖς ἀψύχοις; τίς γὰρ ἐν τῷ λίθῳ δικαιοσύνη καὶ ἐν τῷ ξύλῳ; τὴν μὲν γὰρ δίκην ἐνεργεῖν καὶ εἰς ταῦτα θετέον αὐτὴν, θεὸν οὖσαν καὶ ἔχουσαν καὶ τούτων τὴν αἰτίαν· διὸ καὶ ταῦτα κοσμεῖν αὐτὴν ῥητέον· τὸ δὲ δίκαιον — ὃ μόνον δίκαιόν ἐστιν, οὐχὶ δὲ καὶ πάντα τʼ ἄλλα τὰ εἴδη — τοῖς δεκτικοῖς αὑτοῦ μόνον ἐλλάμπει, καὶ οὐ πᾶσιν ἁπλῶς τοῖς οὖσι.

Τούτων τοίνυν τῶν μέσων εἰδῶν τῆς τε τῶν γενικωτάτων ἐκείνων καὶ τῆς τῶν ἀτομωτάτων τάξεως ἐν ἐκείνοις ὑποστάντων, καὶ τὴν ὁμοιότητα θετέον καὶ τὴν ἀνομοιότητα, περὶ ὧν ὁ παρὼν ἡμῖν ἐστι λόγος· οὔτε γὰρ ἐφʼ ἑνὸς εἴδους πάρεστι ταῦτα μόνον, οἷον ἀνθρώπου λέγω ἢ ἵππου, ἀλλὰ διὰ πάντων χωρεῖ ταῦτα τῶν πεποιημένων· οὔτε ἐπὶ πάντων θεωρεῖται τῶν ὁπωσοῦν ὄντων· εἰ γὰρ λάβοις αὐτὸ καθʼ αὑτὸ τὸ ἄποιον ἐκεῖνο τῶν σωμάτων ὑποκείμενον, ὃ μεταξὺ τῆς ὕλης ἐστὶ καὶ τῶν εἰδῶν τῶν πολλῶν πρώτως, εὑρήσεις αὐτὸ καὶ οὐσίαν ἔχον καὶ εἶδος καὶ ἑτερότητα καὶ ταυτότητα. Πῶς γὰρ ἂν εἴη χωρὶς οὐσίας; πῶς δὲ τρεῖς διαστάσεις ἔχοι χωρὶς διαιρέσεως; πῶς δὲ συνέχοι ταυτότητος χωρίς; Ἀλλʼ ὁμοιότης ἐκεῖ καὶ ἀνομοιότης οὐκ ἔστιν· ἄποιον γάρ ἐστιν, ταῦτα δὲ ἐν τοῖς ἤδη πεποιημένοις, ἐπεὶ καὶ κίνησιν ἔχει καὶ στάσιν, ὡς μὲν γιγνόμενον ἀεὶ, κίνησιν, ὡς δὲ μὴ ἐξιστάμενον τῆς οἰκείας ὑποδοχῆς, στάσιν· ποιοτήτων δὲ καὶ δυνάμεων διαφερουσῶν ἄμοιρόν ἐστιν· οὐ γὰρ ἡμεῖς γε τὴν ὁμοιότητα καὶ τὴν ταυτότητα εἰς ταὐτὸν ἄξομεν — καὶ γὰρ ὁ Πλάτων διέκρινεν αὐτὰς, καὶ ἀλλαχοῦ μὲν ἀπέθετο τὸ ὅμοιον καὶ ἀνόμοιον, ἀλλαχοῦ δὲ ταυτότητα καὶ ἑτερότητα, καθάπερ ἐν ταῖς ὑποθέσεσιν ἔσται φανερὸν —, καὶ ἡ μὲν οὐσιῶν ἐστιν, ἡ δὲ δυνάμεων ἑνοποιός· ὥσπερ τῶν ἐνεργειῶν ἡ ἰσοταχὴς καὶ ἀνισόταχός ἐστι καὶ βραδυτὴς ἐν τῷ ἀληθινῷ ἀριθμῷ, καθάπερ μεμαθήκαμεν ἐν Πολιτείᾳ, οὕτω καὶ εἶεν ἂν ἐνέργειαι νοεραὶ ἰσοταχεῖς μὲν, ὧν διαφερόντως ἑνικώτερον μᾶλλον ἢ πληθυόμενον τὸ εἶδος τῆς νοήσεως, ἀνισοταχεῖς δὲ, ὧν μᾶλλον πληθυόμενον ἢ ἑνικώτερον. Ἀλλὰ ταῦτα μὲν, ἅπερ ἔφην, τῶν ἐνεργειῶν διαφορότητες, ἐκεῖνα δὲ τῶν οὐσιῶν καὶ δυνάμεων· ταὐτὰ μὲν οὖν ἐστιν ὅσα τὴν οὐσίαν ἔχει κοινὴν, ὅμοια δὲ ὅσα ταῖς δυνάμεσιν ἀλλήλοις κεκοινώνηκεν. Εἰ δὲ μὴ ἔστιν ἡ ὁμοιότης ἡ αὐτὴ πρὸς τὴν ταυτότητα, δῆλον ὅτι καὶ ἡ ἀνομοιότης διακέκριται τῆς ἑτερότητος· καὶ εἰσὶν αὗται δύο δυνάμεις, ἥ τε ὁμοιότης καὶ ἡ ἀνομοιότης, προπομπεύουσαι τῶν δύο τοῦ ὄντος γενῶν, τῆς ταυτότητος λέγω καὶ τῆς ἑτερότητος, καὶ συμπροϊοῦσαι μὲν αὐτοῖς ἐφʼ ὅσον δύνανται, λήγουσαι δέ ποτε καὶ ἐπὶ πᾶν ἐκτείνεσθαι τὸ ὁπωσοῦν ὂν μετʼ ἐκείνων ἀδυνατοῦσαι. Ἀλλʼ ἄρα εἰ μὴ ταὐτόν ἐστιν ἡ ὁμοιότης πρὸς τὴν ταυτότητα, κρείττων ἐστὶν αὐτῆς· καὶ γὰρ τὴν μὲν ὁμοιότητα καὶ ἐν θεοῖς ὑποτιθέμεθα, διʼ ὁμοιότητος αὐτοῖς προσιέναι μυριάκις γράφοντες καὶ λέγοντες, τὴν δὲ ταυτότητα τοῖς οὖσιν ἀπονέμομεν καθόσον ὄντα ἐστὶν, ὥστε, κἂν τοῖς θεοῖς ὑπάρχῃ, κατὰ τὰς οὐσίας αὐτῶν ὑπάρχειν καὶ οὐ κατὰ τὰς τῶν οὐσιῶν ἑνάδας. Ἢ τὴν ὁμοιότητα ἐν ἐκείνοις ἄλλην λαμβάνομεν, καὶ οὐ τοιαύτην οἵα πρόκειται νῦν, ἀλλʼ ἁπλῶς τὴν ἕνωσιν τῶν θεῶν καὶ τὴν ἐν ἀλλήλοις κοινωνίαν οἰκείοις ὀνόμασι δηλοῦν οὐκ ἔχοντες διὰ τὴν ἄρρητον αὐτῶν καὶ ἄληπτον ὕπαρξιν, ὁμοιότητα λαβόντες ἀπὸ τῶν δευτέρων αὐτὴν προειρήκαμεν, ἀλλʼ οὐ ταυτότητα, καὶ τοῦτο εἰκότως· τὸ μὲν γὰρ τῆς ταυτότητος ὄνομα οὐσιῶδες ἦν, τὸ δὲ τῆς ὁμοιότητος οὐκ ἦν τῶν οὐσιῶν, ὅθεν δὴ τοῖς ὑπερουσίοις αὐτὸ προσήκειν ὑπελάβομεν, ὡς οὐ συνεισφέρον ἡμῖν ἀφʼ ἑαυτοῦ τὴν τῆς οὐσίας ἔννοιαν. Ὅλως δὲ, εἰ κρείττων ἡ ὁμοιότης τῆς ταυτότητος, ἔδει πάντα μὲν τὰ τῆς ταυτότητος μετέχοντα καὶ ὁμοιότητος μετέχειν, τὰ δὲ τῆς ὁμοιότητος μηκέτι πάντα καὶ τῆς ταυτότητος· αἱ γὰρ τῶν ὑψηλοτέρων καὶ γενικωτέρων δυνάμεις ἐπὶ πλέον ἐκτείνονται τῶν καταδεεστέρων, καὶ τοῦτο καὶ ἐπὶ τῶν ἐνταῦθα γενῶν προδήλως ὁρῶμεν· τὰ γὰρ γενικώτερα πλειόνων κατηγορεῖται, μιμούμενα τὴν τάξιν τῶν πρωτουργῶν καὶ δραστηρίων καὶ δημιουργικῶν γενῶν· ἀλλὰ μὴν ταυτότητος μὲν πάντα τὰ ἐν τῷ κόσμῳ μετείληφεν, ὁμοιότητος δὲ οὐ πάντα· ποῦ γὰρ ἐν τοῖς ἀποίοις ἐστὶν ὁμοιότης; Οὐκ ἄρα κρείττων τῆς ταυτότητος ἡ ὁμοιότης, ἀλλὰ τοὐναντίον ἡ ταυτότης αἰτιωτέρα καὶ δυνατωτέρα τῆς ὁμοιότητός ἐστιν, ὥσπερ δὴ καὶ ἡ ἑτερότης κατὰ τὸν αὐτὸν λόγον τῆς ἀνομοιότητος· τοῦτο μὲν δὴ οὐκ ἂν ἄλλως ἔχοι.

Περὶ δὲ αὐτῶν τούτων σκεπτέον πάλιν πότερον ἡ ὁμοιότης τῆς ἀνομοιότητος κρείττων ἐστὶν, ὥσπερ εἵλοντό τινες, ἢ τοὐναντίον ἐκείνη τῆς ὁμοιότητος· καὶ γὰρ ἂν δόξειεν ἡ μὲν ὁμοιότης ἐν ταῖς κατὰ κύκλον ἐπιστροφαῖς θεωρεῖσθαι τῶν πραγμάτων, ἡ δὲ ἀνομοιότης ἐν ταῖς προόδοις· ὥσπερ οὖν ἡ πρόοδος κρείττων τῆς ἐπιστροφῆς, οὕτω δὴ καὶ τῆς ὁμοιότητος ἡ ἀνομοιότης· ὥστε εἰ ταῦτα, καὶ ἡ ἑτερότης κρείττων τῆς ταυτότητος. Ἀλλʼ εἰ μὲν ἡ ἀρχὴ πλῆθος ἦν, ἔδει δήπου τῇ ἑτερότητι τὰ πρεσβεῖα νέμειν· τὸ γὰρ πλῆθος οἰκεῖον ταύτῃ καὶ ἡ διάκρισις· εἰ δὲ ἕν ἐστι τὸ τῶν ὅλων αἴτιον, δῆλον ὅτι τὰ ἑνικώτερα συγγενέστερα πρὸς τὴν ἀρχήν ἐστι, τὰ δὲ τῇ ἀρχῇ συγγενέστερα κρείττω καὶ τιμιώτερα· τὰ ἄρα ἑνικώτερα κρείττω καὶ τιμιώτερα τῶν μὴ τοιούτων ἐστίν. Εἰ τοίνυν ἡ μὲν ταυτότης ἑνοποιός ἐστιν, ἡ δὲ ἑτερότης ἀλλοποιὸς καὶ πλήθους αἰτία πᾶσιν οἷς ἂν παραγένηται, πρόδηλον ὡς ἡ ταυτότης κρείττων τῆς ἑτερότητος· εἰ δὲ τοῦτο, καὶ ὁμοιότης ἀνομοιότητος κρείττων· ἀνάλογον γὰρ, ὡς ταυτότης πρὸς ἑτερότητα, οὕτως ὁμοιότης πρὸς ἀνομοιότητα· καὶ ἔστιν ἡ ὁμοιότης ἑνότης τις ἑνοποιὸς καὶ οἷον ταυτότης, ἡ δὲ ἀνομοιότης διάκρισις καὶ οἷον ἑτερότης. Ἔτι τοίνυν ἀπὸ τῶν μετὰ τὸ ἓν ἀρχῶν τὸ αὐτὸ καταδησόμεθα συντόμως· οὐκοῦν ὁ ἐν Φιλήβῳ Σωκράτης πέρας καὶ ἄπειρόν φησι μετὰ τὸ ἕν· καὶ τὸ μὲν πέρας ὁρίζειν πάντα καὶ μετρεῖν καὶ συνέχειν, τὸ δὲ ἄπειρον πληθύνειν καὶ εἰς τὸ μᾶλλον καὶ ἧττον περιάγειν, καὶ εἶναι τοῦ ἀπείρου θειότερον τὸ πέρας· οὕτω γὰρ καὶ τὸν νοῦν κρατεῖν ἔφατο τῆς ἡδονῆς, τοῦ μὲν κατὰ τὸ πέρας ἀφοριζομένου, τῆς δὲ κατὰ τὸ ἄπειρον φερομένης. Εἰ τοίνυν ἡ μὲν ὁμοιότης κατὰ τὴν τοῦ πέρατός ἐστι συστοιχίαν, ἡ δὲ ἀνομοιότης κατὰ τὴν τῆς ἀπειρίας — δηλοῖ δὲ καὶ τὸ μᾶλλον καὶ ἧττον τῆς ἀπειρίας ὂν —, δῆλον ὡς ἀνάγκη καὶ τὴν ὁμοιότητα κρείττω τῆς ἀνομοιότητος ὑπάρχειν, ᾗπερ δὴ καὶ τὸν νοῦν τῆς ἡδονῆς ὁ Σωκράτης προὔθηκεν. Ἔτι τοίνυν τὸ τρίτον λέγομεν, ὅτι καὶ ἡ πρόοδος αὕτη γίγνεται διʼ ὁμοιότητος μᾶλλον ἢ ἀνομοιότητος· οὐ γὰρ ἂν τὸ προϊὸν ἐπεστράφη πρὸς τὸ γεννῆσαν, ἀνόμοιον ὂν αὐτῷ καὶ ἁπλῶς ἕτερον, ἀλλʼ ἔστιν ὅπη συνημμένον αὐτῷ καὶ ἡδρασμένον πεποίηται τὴν πρόοδον. Διὸ καὶ ὁ Τίμαιος τὴν ὁμοιότητα τὴν πρὸς τὸν δημιουργὸν ᾐτιάσατο τῆς ὅλης κοσμοποιίας· ἐπεὶ γὰρ οὐκ ἦν δυνατὸν οὐδὲ θεμιτὸν τῷ παράγοντι ταὐτὸν εἶναι τὸ παραγόμενον, κατὰ τὴν ὁμοιότητα γέγονεν ἡ πρόοδος, ἥτις ἐξήρτηται προσεχῶς τῆς ταυτότητος. Τί δεῖ πολλὰ λέγειν, καὶ τοῦ Πλάτωνος ψῆφον εἶναι ταύτην δημιουργικὴν ἀποφηναμένου, μυρίῳ κάλλιον εἶναι τὸ ὅμοιον τοῦ ἀνομοίου, καθάπερ καὶ τὸ αὔταρκες τοῦ ἐνδεοῦς; εἰ δὲ κατὰ τὴν νοερὰν τοῦ δημιουργοῦ κρίσιν κρατεῖ τοῦ ἀνομοίου τὸ ὅμοιον, ὡς κάλλιον ὂν, δῆλον δήπουθεν ὅτι καὶ ἐν αὐτοῖς τοῖς εἴδεσι τὸ μέν ἐστι κρεῖττον, τὸ δὲ καταδεέστερον, οἷς ὁ δημιουργὸς περιείληφεν.

Ὅτι μὲν οὖν κρείττων τῆς ἀνομοιότητος ἡ ὁμοιότης, διὰ τούτων δῆλον· ἑξῆς δὲ ἡμῖν θεωρητέον πῶς ἐναντίαν ἐν τούτοις τὴν ἀνομοιότητα τῆς ὁμοιότητος εἴρηκεν ὁ Πλάτων· δόξειε γὰρ ἂν ἀδύνατον εἶναι νοητὰ ὄντα πρὸς ἄλληλα ἐναντίως ἔχειν. Μήποτε οὖν οὐ ταῦτα δεῖ λέγειν ἐναντία μόνα ὅσα περὶ τὴν ὕλην γίγνεται μαχόμενα ἀλλήλοις καὶ φθείροντα ἄλληλα· ταῦτα γὰρ ἔσχατά ἐστι τῶν ἐναντίων καὶ ἀσθενῆ· δεῖ δὴ οὐκ ἀπὸ τῶν ἀτελῶν ἄρχεσθαι τὴν φύσιν αὐτῶν· καὶ γὰρ ὅλως ἄλλη μέν ἐστιν ἡ τῶν πραγμάτων καθαρότης, ἄλλη δὲ ἡ σφοδρότης, καὶ τὸ μὲν πληκτικὸν ἴδιον τῆς σφοδρότητος, τὸ δὲ τέλειον καὶ τὸ δυνατὸν τῆς καθαρότητος. Δεῖ τοίνυν καὶ τὰ ἐναντία μετὰ σφοδρότητος ἀλλήλοις ὁμιλοῦντα περὶ τὴν ὕλην εἶναί που, καὶ ἀλλαχοῦ μετὰ καθαρότητος ἀλλήλοις συγγιγνόμενα· τότε γὰρ οὐκ ἀπολέσει ἄλληλα οὐδὲ φθαρήσεται ὑπʼ ἀλλήλων, ἀλλʼ ἑκάτερον ὑπὸ τῆς ἰδίας μενεῖ καθαρότητος· ἄλλα οὖν τὰ ἔνυλα ἐναντία, καὶ ἄλλα τὰ ἄυλα, τὰ μὲν φθαρτικὰ ἀλλήλων καὶ πληκτικὰ, τὰ δὲ ἀναφῆ καὶ καθαρὰ καὶ συμπνέοντα ἀλλήλοις. Καὶ, εἰ βούλει, τετραπλῆ νόησον τὴν τῶν ἐναντίων πρόοδον, ἄλλην μὲν ἐναντίωσιν ἐν νῷ θέμενος, ἄλλην δὲ ἐν ψυχαῖς, ἄλλην δὲ ἐν τῷ οὐρανῷ, τελευταίαν δὲ περὶ τὴν ὕλην. Τὰ μὲν γὰρ περὶ τὴν ὕλην ἐναντία φθείρει ἄλληλα καὶ ἐξίσταται ἀλλήλοις τῆς κοινῆς ὑποδοχῆς, καὶ τὸ ἑτέρῳ κεκρατημένον τοῦ λοιποῦ μετέχειν ἀδύνατον· οὔτε γάρ ποτε λελευκωμένον μελαίνεται μὴ τῆς λευκότητος ἀνῃρημένης, οὔτε τὸ θερμὸν μὴ τῆς θερμότητος παυσαμένης ψυχραίνεται. Τὰ δὲ κατὰ οὐρανὸν ὁμοῦ συνυφέστηκεν· ἐναντία γὰρ κίνησις ἡ ταὐτοῦ καὶ ἡ θατέρου, κινεῖται δὲ τὸ αὐτὸ κατʼ ἀμφοτέρας, καὶ οὐχὶ τὴν ἑτέραν κινούμενον ἀφίσταται τῆς λοιπῆς, ὅθεν καὶ λάβοις ἂν ὡς ἄυλός ἐστιν ἡ τοῦ αἰθέρος οὐσία· περὶ γὰρ τὴν ὕλην ἐξίσταται θατέρῳ τῷ ἐπεισιόντι τὸ προϋπάρχον· συνυφέστηκε μὲν οὖν καὶ ὅσα κατʼ οὐρανόν ἐστιν ἐναντία, λέγω δὲ οἷον αἱ ἀντιπεριφοραὶ, τὰ κέντρα, καὶ εἴ τινες ἄλλαι τῶν ἐκεῖ δυνάμεων ἐναντιώσεις, ἀλλʼ ἐν διαστατῷ πράγματι τὴν ὑπόστασιν ἔλαχε. Τὰ δὲ ἐν ταῖς ψυχαῖς ἀδιάστατα λοιπὸν, ὅ τε ταὐτοῦ καὶ ὁ θατέρου κύκλος, καὶ ἡ τῶν ἵππων δυὰς, ἀλλʼ ἔστι διῃρημένα καὶ πεπληθυσμένα, καὶ ἐν διεξόδοις καὶ ἀνελίξεσι ποιούμενα τὰς ἐνεργείας. Τὰ δὲ ἐν τῷ νῷ κατʼ ἄκραν ὑπερβολὴν ἡνωμένα καὶ ἀμερῶς καὶ ἀΰλως ἐστὶ, καὶ ἑνοειδῶς ὑφεστηκότα, καὶ δημιουργικὰ μετʼ ἀλλήλων ὑπάρχοντα· καὶ γὰρ ἡ ταυτότης μετὰ τῆς ἑτερότητος ποιεῖ, καὶ ἡ ἑτερότης μετὰ τῆς ταυτότητος. Καὶ τὰ μὴν περὶ τὴν ὕλην ἐναντία φεύγει ἄλληλα, τὰ δὲ οὐράνια σύνεστι μὲν ἀλλήλοις, ἀλλὰ κατὰ συμβεβηκός· τὸ γὰρ ὑποκείμενόν ἐστι τὸ ἀμφοτέρων ἅμα δεκτικόν· τὰ δὲ ἐν ψυχαῖς καθʼ αὑτὸ σύνεστιν ἀλλήλοις, αὗται γὰρ αἱ οὐσίαι συνάπτονται ἀλλήλαις· τὰ δὲ ἐν τῷ νῷ καὶ μετέχει ἀλλήλων· ἀπὸ τῆς μετοχῆς οὖν καὶ τῆς συναφῆς καὶ τῆς ἐν τῷ αὐτῷ παρουσίας ἐπὶ τὴν ἀλλήλων φυγὴν ἐτελεύτησεν ἡ τῶν ἐναντίων πρόοδος. Ἀλλʼ ὅτι μὲν τὰ ἐναντία καὶ ἐν τοῖς νοητοῖς θετέον καὶ ὅπως, δῆλον διὰ τούτων, καὶ ὅτι καθʼ ἑκάστην τάξιν τῶν ὄντων ἄλλως ἡ ἐναντίωσις. Προσκείσθω δὲ καὶ ὅτι μίμημα φέρει τῶν δύο μετὰ τὸ ἓν ἀρχῶν ἡ ἐναντίωσις, καὶ ὥσπερ ἐκεῖναι ἥνωνται ἀλλήλαις, οὕτω καὶ τὰ ἐν τοῖς εἴδεσιν ἐναντία διὰ τῆς ἐκείνων μετοχῆς μιμεῖται τὴν ἐκείνων ἐξῃρημένην ἕνωσιν· διὸ καὶ πανταχοῦ τὰ ἐναντία μιᾶς ἐξήρτηται κορυφῆς, ὡς ἐκεῖ ἡ δυὰς ἐκ τοῦ ἑνὸς καὶ περὶ τὸ ἓν ὑφέστηκε, καὶ τὸ μὲν κρεῖττον τῶν ἐναντίων μιμεῖται τὸ πέρας, τὸ δὲ καταδεέστερον μιμεῖται τὸ ἄπειρον· ὅθεν δὴ καὶ οἱ φυσικοὶ λέγουσι τὸ χεῖρον τῶν ἐναντίων στέρησιν εἶναι τοῦ πέρατος. Ὅτι δὲ καὶ ἡ ὁμοιότης τῇ ἀνομοιότητι ἐναντίον, ὑπομνηστέον μὲν ἐκ τοῦ πρότερον μὲν μηδαμοῦ τὸ ὅμοιον καθὸ ὅμοιον ἀνομοιότητος μετέχειν, μηδὲ τὸ ἀνόμοιον ὁμοιότητος. Ἀλλὰ τοῦτο φαίης ἂν ἐπʼ ἄλλων ἃ μὴ ἔστιν ἐναντία, οἷον οὔτε ὁ ἄνθρωπος τῆς ἵππου μετείληφεν ἰδέας, οὔτε ὁ ἵππος τοῦ ἀνθρώπου· προσκείσεται οὖν τῷ εἰρημένῳ καὶ ὅτι τὸ ἀμφοῖν δεκτικὸν, εἰ μὴ ὅμοιον, ἀνόμοιον, καὶ, εἰ μὴ ἀνόμοιον, ὅμοιον, ὃ δὴ συμβαίνειν ἐπὶ τῶν ἑτεροειδῶν μόνον ἀδύνατον· οὐ γὰρ τὸ μὴ ἄνθρωπος ἵππος, οὐδὲ τὸ μὴ ἵππος ἄνθρωπος. Ἀλλὰ δὴ φαίης ἂν ὅτι τὸ εἰρημένον ὑπάρχει καὶ ταῖς στερήσεσι· πᾶν γὰρ τὸ δεκτικὸν στερήσεως καὶ ἕξεως, εἰ μὴ τὴν ἕξιν ἔχοι, ἐστέρηται· καὶ εἰ μὴ ἐστέρηται, τὴν ἕξιν ἔχει· προσκείσθω οὖν καὶ ἀλλότριόν τι, ὅτι μεταβάλλειν εἰς ἄλληλα πέφυκεν. Ἀλλὰ τοῦτο φαίης ἂν τῇ ἐνταῦθα ὁμοιότητι καὶ ἀνομοιότητι ὑπάρχειν· λεγέσθω τοίνυν ὅτι καὶ ἡ ἐκεῖ ὁμοιότης καὶ ἀνομοιότης, καθόσον ἐναντίων εἰσὶν ὑποστατικαὶ, καὶ αὗται ἐναντίαι εἰσίν· εἰ γὰρ τῶν ἐναντίων τὸ μὲν ὑπὸ τῆσδε γίγνοιτο, τὸ δὲ ὑπὸ τῆσδε, καὶ μηδέτερον ὑπὸ τῆς λοιπῆς, δῆλον ὅτι καὶ περὶ τῆς αἰτίας αὐτῶν ἐστιν ἄλλον μέν τινα τρόπον, ἔστι δὲ ὅμως ἡ ἀντίθεσις. Καθʼ ὅσον οὖν τὸ ἑνοποιὸν τῷ διαιρετικῷ καὶ τὸ συναγωγὸν τῷ διακριτικῷ ἀντίκειται, κατὰ τοσοῦτον καὶ ἡ ἐναντιότης ἠναντίωται πρὸς τὴν ἀνομοιότητα. Εἰ γὰρ ἀεὶ αἱ ἐνέργειαι αὐτῶν καὶ κατʼ οὐσίαν ἐναντίαι καὶ ἐν τῇ οὐσίᾳ, δῆλον ὅτι ἔχουσί τινα ἐναντίωσιν· αὐτῷ γὰρ τῷ εἶναι ἐνεργοῦσι καὶ τὰς ἐνεργείας συνδρόμους ταῖς οὐσίαις εἰλήχασιν· ὅπως δὲ ἐκεῖ τὰ ἐναντία, προείρηται. Δέδεικται οὖν τί ἐστιν ὅμοιον, ἐν ᾧ καὶ ἀνόμοιον, τίς τε ἡ οὐσία αὐτῶν καὶ τίνες αἱ δυνάμεις, τίς τε ἡ τάξις καὶ πῶς ἐν μέσοις τέτακται τοῖς εἴδεσιν, ὅτι τε καταδεεστέρα ταυτότητος καὶ ἑτερότητος, καὶ οὔτε κρείττονα οὔτε ταὐτὰ — τὰ ὅμοια γὰρ ἀνόμοια πρὸς τὰ ταὐτὰ καὶ τὰ ἕτερα —, πῶς τε ἔχει πρὸς ἄλληλα, καὶ ὅτι θειότερον ἡ ὁμοιότης, καὶ ὅτι καὶ πῶς ἐν τοῖς νοητοῖς ἡ ἐναντίωσις, καὶ πόσαι τάξεις τῶν ἐναντίων, καὶ διὰ ποίας αἰτίας, καὶ τέλος πῶς λέγεται ἐναντία ὅμοιον καὶ ἀνόμοιον. Τούτων οὖν σεσαφηνισμένων ἐπὶ τὰ ἑξῆς μεταβατέον.

Τούτοιν δὲ δυοῖν ὄντοιν καὶ ἐμὲ καὶ σὲ καὶ τὰ ἄλλα, ἃ δὴ πολλὰ καλοῦμεν, μεταλαμβάνειν; καὶ τὰ μὲν τῆς ὁμοιότητος μεταλαμβάνοντα ὅμοια γίγνεσθαι ταύτῃ τε καὶ κατὰ τοσοῦτον, ὅσον ἂν μεταλαμβάνῃ, τὰ δὲ τῆς ἀνομοιότητος ἀνόμοια, τὰ δὲ ἀμφοτέρων ἀμφότερα;

Πρόθεσις μὲν ἦν τῷ Σωκράτει, καθάπερ ὑπόκειται, μεταγαγεῖν ἀπὸ τῶν κατατεταγμένων μονάδων τὴν ζήτησιν ἐπʼ αὐτὰς τὰς ἐξῃρημένας καὶ ἀμερεῖς αἰτίας τούτων τῶν ἐν ἄλλοις ὄντων εἰδῶν, καὶ θεωρῆσαι μετὰ τοῦ Ζήνωνος πῶς αἱ ἀμερεῖς αὗται οὐσίαι συνήνωνται ἀλλήλαις, καὶ πότερον ἀλλήλων μετέχουσιν, ἢ ἄλλον τινὰ τρόπον ὑπάρχει καὶ ταύταις ἡ ἕνωσις. Τοιαύτης δὲ τῆς προθέσεως οὔσης, πρῶτον ἠρώτησεν εἰ καὶ αὐτός ἐστι τῶν εἰδῶν φίλος, καὶ ὥσπερ ἑαυτῷ ἀποκρινάμενος ὅτι σοφοὺς ὄντας οὐ θέμις πρὸς τὴν τοιαύτην ὑπόθεσιν ἀπιστεῖν, ἐπί τε τῆς ὁμοιότητος καὶ ἀνομοιότητος ποιησάμενος τὸν λόγον, διότι καὶ ὁ Ζήνων ἐν τῷ πρώτῳ συμπεράσματι ταῦτα συνῆγεν εἰς ταὐτὸν ἃ καὶ ἐναντία προείρηκεν, ὁ Σωκράτης ἐκείνῳ συμφθεγγόμενος, καὶ ὅτι μέσα πώς ἐστι ταῦτα ἐν τοῖς εἴδεσιν, ὡς ἐν τρίτῳ ὑπομέμνησται, καὶ ὅτι τοῖς ἀναγομένοις οἰκεῖος ὁ περὶ ὁμοιότητος λόγος, καὶ διʼ ἄλλας πολλὰς αἰτίας καὶ τὸ τούτων τελειότερον ὅτι καὶ τὰ εἴδη πάντα δεῖται τῶν δύο τούτων, καθόσον ἐστὶν εἰκόνων αἴτια, πάντων τῶν πρὸς αὐτὰ γιγνομένων, νῦν περὶ τῆς μετοχῆς διαλέγεται τῶν εἰδῶν, ὑποθέμενος μεθεκτὰ μὲν εἶναι ἐκεῖνα, μετέχοντα δὲ τὰ τῇδε, καὶ διὰ τῆς μεθέξεως ταύτης ὁμοιοῦσθαι τὰ τῇδε ἐκείνοις· ὅθεν καὶ λάβοις ἂν ἣν εἴπομεν κυριωτάτην αἰτίαν, διʼ ἣν περὶ τούτων πρῶτον διαλέγεται τῶν εἰδῶν. Εἰ γὰρ ὅλως ἐκεῖνα παραδείγματα, ταῦτα δὲ εἰκόνες, ὅμοια δήπου καὶ ἀνόμοια τὰ τῇδε τοῖς ἐκεῖ· τοιαύτη γὰρ ἡ εἰκὼν, μετὰ τῆς πρὸς τὸ παράδειγμα ὁμοιότητος καὶ τὴν ἀνομοιότητα παρεμφαίνουσα· ἥ τε γὰρ ὁμοιότης μόνον παράδειγμα ποιεῖ καὶ τοῦτο ἀντὶ εἰκόνος, ἥ τε ἀνομοιότης πάλιν ἀφαιρουμένη τὴν ὁμοίωσιν ἀφανίζει τὴν ὁμοιότητα τῆς εἰκόνος· δεῖ οὖν, ἵνα γένηται εἰκὼν ἄλλη ἄλλου, καὶ ὁμοίωσιν εἶναι καὶ ἀνομοίωσιν. Δεῖ ἄρα προϋποκεῖσθαι ταῦτα τοῖς περὶ τῶν εἰδῶν διαλεξομένοις· εἰ γὰρ μὴ ταῦτα ᾖ, σχολῇ ἄν τι εἴη τῶν ἄλλων εἰδῶν· χρὴ γὰρ εἰκόνα γενέσθαι πρῶτον, ἔπειτα οὕτως εἰκόνα τινός. Ἀλλʼ ἐπειδὴ περὶ τῆς μετοχῆς τῶν εἰδῶν ὁ λόγος ἐν τῷ παρόντι, διαπορητέον ἆρα τὰ αἰσθητὰ μόνα μετέχει τῶν εἰδῶν ὡς παραδειγμάτων, ἢ καὶ τὰ αἰσθητὰ καὶ τὰ νοητὰ πρὸς τούτοις, ἢ καὶ ταῦτα, ἢ ἔτι τὰ νοητὰ, ὅσα δεύτερα τῶν πρὸ αὐτῶν· καθʼ οὓς μὲν γὰρ εἷς ἐστι νοῦς, οὐκ ἂν οὗτοι φαῖεν εἶναι παραδείγματα αὐτὰ νοητὰ νοητῶν· καθʼ οὓς δὲ πλῆθος νόων, οὗτοι πάντως ἂν ἀπιστήσειαν εἰ τὰ ἐν τοῖς ὑπερτέροις τῶν ἐν τοῖς καταδεεστέροις δεῖ παραδείγματα φάναι, λέγω δὲ οἷον τὰ ἐν τῷ ἀμεθέκτῳ νῷ τῶν ἐν τῷ μετεχομένῳ δευτέρων τῶν ὄντων εἰδῶν ἀπʼ ἐκείνων, ἢ τὰ ἐν τῷ ὁλικῷ τῶν ἐν τοῖς μερικοῖς. Ταῦτα δʼ οὖν ἐπιστάσεως ἄξια· καὶ γὰρ ἔχει ζήτησιν δικαίαν, ποῖα δεῖ τῶν ὄντων παραδείγματα καλεῖν καὶ ποίας εἰκόνας. Ἀλλʼ εἰ, ὥσπερ ἐλέγομεν, εἰκὼν καὶ παράδειγμα ταύτην ἔχει πρὸς ἄλληλα τὴν τάξιν, ὡς τὴν εἰκόνα παρεμφαίνειν ἐξίσης ἐν ἑαυτῇ τὴν ὁμοιότητα καὶ τὴν ἀνομοιότητα τὴν πρὸς τὸ παράδειγμα, ἵνα καὶ γνωρίζηται ὡς εἰκών· ἡ γὰρ ἄκρα ὁμοιότης οὐκέτι τὴν εἰκόνα θεωρεῖ ὡς εἰκόνα, φησὶν, ἀλλʼ αὐτὸ παρασκευάζει τὸ παράδειγμα συνάγειν εἰς ταὐτὸν καὶ τὴν εἰκόνα. Εἰ τοίνυν μὴν ταῦτα ὀρθῶς εἴρηται, δεῖ δήπου νοητὰ νοητῶν εἰκόνας μηδαμῶς ποιεῖν· ἀμέριστος γάρ ἐστιν ἡ νοητὴ πᾶσα οὐσία, καθά φησιν ὁ Τίμαιος· ἀμερίστου δὲ οὔσης αὐτῆς, οὐκ ἔστι τὸ μὲν παράδειγμα, τὸ δὲ εἰκόνα λέγειν· πλείστη γὰρ ἡ τούτων διάστασις· οὐδὲ γὰρ ἐν ἑαυτῇ ἐστιν ἡ εἰκὼν, καθόσον ἐστὶν, ὥς φησιν, εἰκὼν, ἀλλʼ ὥσπερ ἄλλου ἐστὶν, οὕτως ἄρα καὶ ἐν ἄλλῳ ἐστίν· ἀλλʼ αἴτιον μὲν καὶ αἰτιατὸν χρὴ καὶ ἐπʼ ἐκείνων λέγειν καὶ μονάδας καὶ ἀριθμοὺς, παράδειγμα δὲ καὶ εἰκόνα μηδαμῶς· καὶ γὰρ τὸ ἓν αἴτιον τῶν νοητῶν, ἀλλʼ οὐ παράδειγμα, οὐδὲ θέμις λέγειν οὕτως ἐπʼ ἐκείνων. Αὕτη οὖν εἰς ἑαυτὴν προϊοῦσα ἡ νοητὴ οὐσία οὕτω πρόεισιν ὡς τὸ νοητὸν ἐκ τοῦ ἑνός· ὅλως τε κατὰ τὸν Τίμαιον πᾶσαν εἰκόνα δεῖ γενέσεώς πη μετέχειν, ἵνα διὰ ταύτης εἰς τὸ εἶναι παριὸν ἀπεικάζηται πρὸς τὴν ὄντως οὖσαν οὐσίαν. Ἐὰν γὰρ καὶ αὐτὴ τῶν αἰωνίων ᾖ καὶ τῶν ὄντως ὄντων, ἔσται οὐκέτι εἰκών· τὸ γὰρ ὄντως ὂν, ὡς καὶ αὐτὸς εἴρηκεν ἐν Σοφιστῇ, ἡ δὲ εἰκὼν, καθόσον ἐστὶν εἰκὼν, οὐκ ἀληθῶς ἐστιν οὐδὲ ὄντως, ἀλλὰ μᾶλλον οὐκ ὄντως. Τί οὖν τὰ αἰσθητὰ ταῦτα καὶ φαινόμενα μόνα εἰκόνας ἐροῦμεν; ἀλλʼ αὐτὸς ὁ Πλάτων εἰκόνα τὸν χρόνον αἰῶνος εἴρηκεν· ἔστι δὲ ὡς χρόνος πρὸς αἰῶνα, οὕτω ψυχὴ πρὸς νοῦν· μέτρον γὰρ ὁ χρόνος μὲν ψυχικὸν, αἰὼν δὲ νοερόν· ὥστε καὶ ἡ ψυχὴ τὸν εἰκόνος ἕξει λόγον πρὸς τὸν νοῦν, καὶ ὅλως γένεσις οὐκ ἐν τοῖς αἰσθητοῖς μόνον, ἀλλὰ καὶ ἐν ταῖς ψυχαῖς· ἅμα γὰρ ἡ ψυχὴ ἀρίστη τῶν γεννητῶν ἐστι καὶ τῶν ἀεὶ μὴ ὄντων, ὥς φησιν ὁ Τίμαιος, μεριστή τε ἅμα καὶ ἀμέριστος· ὁ δὲ νοῦς, ἀμέριστος μόνον. Οὐκοῦν οὐδὲ γένεσις παραδέδοται νοῦ καθάπερ ψυχῆς· ὁ μὲν ἄρα νοῦς οὐκ ἔστιν εἰκὼν τοῦ πατρὸς, ἀλλʼ ἐκείνου δευτέρα πρόοδος διὰ ταυτότητος γενομένη· ἡ δὲ ψυχὴ πρώτως εἰκὼν, ἐπειδὴ καὶ πρώτη τῶν γεννητῶν· τὰ δὲ σώματα, μετὰ ψυχὴν ὡς εἰκόνες· καὶ ἡ μὲν ἀμέριστος φύσις παραδειγματικὴ μόνον, ἡ δὲ ἀμέριστος ἅμα μεριστὴ παραδειγματική τε ἅμα καὶ εἰκονικὴ, ἵνα καὶ ταύτῃ διασώζῃ τὴν μεσότητα τὴν αὑτῇ προσήκουσαν. Ὅλως δὲ πᾶσα πρόοδος ἢ καθʼ ἕνωσιν γίγνεται, ἢ καθʼ ὁμοιότητα, ἢ κατὰ ταυτότητα· καθʼ ἕνωσιν μὲν, ὡς ἐπʼ αὐτῶν τῶν ὑπερουσίων ἑνάδων· οὐ γάρ ἐστιν ἐν ἐκείναις ταυτότης ἡ κατʼ εἶδος ὁμοιότης, ἀλλʼ ἕνωσις μόνον· κατὰ δὲ ταυτότητα, ὡς ἐπὶ τῶν ἀμερίστων οὐσιῶν, ὅπου τὸ προϊὸν τῷ μένοντι ταὐτόν πώς ἐστι· πᾶσαι γὰρ ὑπὸ τοῦ αἰῶνος φρουρούμεναι καὶ συνεχόμεναι ταὐτόν πως ἀποφαίνουσι τῷ ὅλῳ τὸ μέρος· κατὰ δὲ ὁμοιότητα, ὡς ἐπὶ τῶν μέσων καὶ τῶν ἐσχάτων οὐσιῶν· ταῦτα γὰρ κἂν ᾖ μέσα, ἀλλὰ πρῶτα τὴν διὰ τῆς ὁμοιότητος ἠγάπησε πρόοδον, εἴτε ταυτότης εἴη καὶ ἑτερότης, εἴτε ἀνομοιότης τινῶν αἰτία καὶ ὁμοιότης· διὰ δή τινων ἄλλων ἕτερα ποιεῖ καὶ ταὐτὰ καὶ ἀνόμοια καὶ ὅμοια ἀλλήλοις, οἷον λευκότητος ὅμοια καὶ μελανίας ὅμοια, διὰ δὲ ἀμφοῖν, ἀνόμοια· πάντα γὰρ τὰ πρός τι παραφυάσιν ἔοικε καὶ ἄλλοις εἴδεσι συμφύεται· καὶ τὰ αἴτια οὖν αὐτῶν μετʼ ἄλλων ποιεῖ πάντως εἰδῶν, ὥστʼ οὐ δεῖ ζητεῖν αὐτὰ καθʼ αὑτὰ τούτων τινὰ ποιοῦντα χωρὶς τῶν ἄλλων εἰδῶν· δεῖ δὲ μεμνῆσθαι κἀκείνων, ὅτι πᾶσαι τῶν ὁπωσοῦν εἶναι λεγομένων αἱ μονάδες τὰ μὲν παράγουσιν ὡς ἀπὸ ὁλικῶν ἑαυτῶν καθʼ ὑπόβασιν μερικώτερα, τῆς ἰδιότητος τῆς αὐτῆς μενούσης, μερικωτέρας δὲ τούτων γιγνομένης, τὰ δὲ κατʼ οὐσίας ἐξαλλαγὴν, ὡς ἀπὸ παραδειγμάτων εἰκόνων γίγνεσθαι προόδους· πᾶσαι γὰρ εἰκόνες ἐξηλλαγμέναι κατʼ οὐσίαν βούλονται εἶναι τῶν οἰκείων παραδειγμάτων, καὶ μηκέτι τὸν αὐτὸν λόγον ἔχειν, ἀλλὰ τὸν ὅμοιον τοῖς ἀφʼ ὧν προῆλθον. Οὕτω δὴ οὖν ὁ μὲν ὅλος νοῦς ὑφίστησι τοὺς μερικοὺς νοῦς καθʼ ὑπόβασιν, τὰς δὲ ψυχὰς κατὰ πρόοδον, τοὺς μὲν ἐξ ὅλου ἑαυτοῦ μερικοὺς, τὰς δὲ ἐκ παραδείγματος ἑαυτοῦ εἰκόνας· ἡ δὲ ὅλη ψυχὴ τὰς μὲν μερικωτέρας ψυχὰς καθʼ ὑπόβασιν, πάντως μερικῶς οὔσας ὅσα ἐκείνη ὁλικῶς, τὰς δὲ φύσεις τὰς περὶ τὰ σώματα μεριστὰς κατὰ πρόοδον ὡς εἰκόνας ἑαυτῆς, οὐκέτι τὸν αὐτὸν ψυχικὸν λόγον ἐχούσας, ἀλλὰ τὸ ὅμοιον πρὸς τὴν ψυχὴν διαζωτικὸν ἰδίωμα μόνον. Δῆλον ἄρα ἐκ τούτων ὅτι τὰς εἰκόνας ἀπὸ τῶν μέσων οὐσιῶν ἀρχομένας ὑποθετέον προϊέναι μέχρι τῶν ἐσχάτων, ὥστε τὰ μὲν νοερὰ μετεχόμενα λέγειν ἡμᾶς, τὰ δὲ πρώτως μετέχοντα ψυχὰς, τὰ δὲ δευτέρως ἅπασαν τὴν μεριστὴν οὐσίαν. Καὶ εἰ ταῦτα κρατοίη, τὸ μὲν καὶ ἐμὲ καὶ σὲ μετέχειν ὁμοιότητος καὶ ἀνομοιότητος τὰς ψυχὰς ἐροῦμεν· αὐτὸς γὰρ ἕκαστος ἡ ψυχὴ κατὰ τὸ ἓν, Ἀλκιβιάδης, Σωκράτης· τὰ δὲ ἄλλα, τὰ αἰσθητὰ παραδείγματα· τούτοις γὰρ μάλιστα ταῦτα τὰ ὀνόματα προσήκει, καθάπερ ἔσται μετὰ ταῦτα καὶ διὰ τῶν αὐτοῦ ῥημάτων ἡμῖν ἐναργές. Τὰ μὲν οὖν νοερὰ εἴδη αὐτὰ καθʼ αὑτὰ προσωνόμαζε· τὰ δὲ αἰσθητὰ, ἄλλα καλεῖ καὶ πολλὰ, προσηκούσης ἐκείνοις μὲν τῆς ἁπλότητος καὶ τῆς ἀμίκτου πρὸς ὕλην ὑποστάσεως, τούτοις δὲ τῆς ἑτερότητος καὶ τοῦ πληθυσμοῦ. Ταῦτα μὲν οὖν εἰρήσθω περὶ τοῦ τίνα τὰ μετέχοντα τῶν εἰδῶν παραδείγματα· ἑξῆς δὲ τούτοις περὶ αὐτῆς διαλέγεται τῆς μετοχῆς, καὶ ὅτι τῶν εἰδῶν ἀμερίστων ὄντων καὶ ἡνωμένων ἀλλήλοις, καὶ μέτρων ὄντων, καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον οὐ δεχομένων· τὰ γὰρ ἐν αἰῶνι καθαρῶς ἱδρυμένα πόρρω τῆς τοιαύτης ἐστὶν ἀοριστίας· ἐκείνων δʼ οὖν τοιούτων ὑπαρχόντων, τὰ τῇδε μετέσχεν ἐκείνων μεριστῶς καὶ διῃρημένως καὶ κατὰ τὸ μᾶλλον ἤδη καὶ ἧττον. Τὸ γὰρ ταύτῃ τε καὶ κατὰ τοσοῦτον ὅσον ἂν μεταλαμβάνῃ τούτων ἁπάντων ἐστὶ δηλωτικόν· τὸ μὲν γὰρ ταύτῃ τὸ μεριστὸν δηλοῖ τῆς μεθέξεως· οὐ γὰρ κατὰ πᾶν ἕκαστον τούτων, ἀλλά πη καὶ ὅμοιά ἐστι καὶ ἀνόμοια· τὸ δὲ καὶ κατὰ τοσοῦτον λέγει πορρώτερον, ἐγγύτερον, καὶ τὸ μᾶλλον καὶ ἧττον· αὐτὸ μὲν γὰρ τὸ ὅμοιον, ἂν θεωρῇς τὸ νοερὸν εἶδος, ὅλον ὁμόχρουν ἐστὶ πρὸς ἑαυτὸ, καὶ τὸ οἷον μέρος αὐτοῦ ὅμοιόν ἐστιν, ὅπου καὶ ἐνταῦθα τὸ μέρος τοῦ πυρὸς πῦρ· καὶ τὸ ἀνόμοιον ὁμοίως, ὅτι πέρ ἐστι καθʼ ὅλον ἑαυτὸ, τοιοῦτόν ἐστι, καὶ οὐ τῇ μὲν ἀνόμοιον, τῇ δὲ ὅμοιον· εἶδος γάρ ἐστιν ἁπλοῦν, ὅλον διʼ ὅλου τὴν αὐτὴν ἑαυτοῦ φύσιν ἔχον. Τὸ δὲ ἐνταῦθα ὅμοιον οὐ πάντη ὅμοιόν ἐστιν, οὐδʼ αὖ τὸ ἀνόμοιον· πάλιν τὸ μετέχον ὁμοιότητος οὐ πᾶν ὁμοίως μετείληφεν, ἀλλὰ τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον, καὶ τὸ μετέχον ἀνομοιότητος οὐ πᾶν ὁμοίως ἐστὶν ἀνόμοιον· ἀλλὰ κατὰ τοσοῦτον ἕκαστον τούτων λέγεται ὅμοιον καὶ ἀνόμοιον, καθʼ ὅσον ἂν μεταλαγχάνῃ τῆς αὐτοῦ ὁμοιότητος καὶ τῆς αὐτοῦ ἀνομοιότητος, τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον· καὶ τὸ παράδοξον ὅτι τὰ μὲν ὅμοια, διὰ τὴν τοῦ μᾶλλον καὶ ἧττον παρεμπλοκὴν, εὐθύς ἐστι καὶ ἀνόμοια, τὰ δὲ ἀνόμοια διʼ αὐτὸ τὸ τῆς ἀνομοιότητος εἶδος κοινὸν ὑπάρχον αὑτοῖς ὅμοιά ἐστι· τοσαύτη σύμπνοια τῶν εἰδῶν ἐστι· καὶ γὰρ ταυτότης καὶ ἑτερότης ὁμοίως ἔχουσι καὶ ἰσότης καὶ ἀνισότης, διότι πάντα ἥνωνται ἀλλήλοις τὰ πρώτιστα εἴδη, καὶ μετʼ ἀλλήλων δημιουργεῖ καὶ ὅσα δοκεῖ τὴν πρὸς ἄλληλα ἀντίθεσιν ἔχειν.

Εἰ δὲ καὶ πάντα ἐναντίων ὄντων ἀμφοτέρων μεταλαμβάνει, καὶ ἔστι τῷ μετέχειν ἀμφοῖν ὅμοιά τε καὶ ἀνόμοια αὐτὰ αὑτοῖς, τί θαυμαστόν; Εἰ μὲν γὰρ αὐτὰ τὰ ὅμοιά τις ἀπέφαινεν ἀνόμοια γιγνόμενα ἢ τὰ ἀνόμοια ὅμοια, τέρας ἂν, οἶμαι, ἦν· εἰ δὲ τὰ τούτων μετέχοντα ἀμφοτέρων ἀμφότερα ἀποφαίνει πεπονθότα, οὐδὲν ἐμοί γε, ὦ Ζήνων, ἄτοπον δοκεῖ εἶναι.

Μετέχει μὲν τὰ τῇδε καὶ ὁμοιότητος καὶ ἀνομοιότητος, καὶ ταύτῃ λέγεται ὅμοια καὶ ἀνόμοια τῷ μετέχειν ἐκείνων. Ἔστι δὲ ἐκεῖ μὲν ἑκάτερον εἶδος ἁπλοῦν, καὶ ἡ ὁμοιότης καὶ ἡ ἀνομοιότης, καὶ ἡ μὲν πρὸς τοῦ πέρατος, ἡ δὲ πρὸς τῆς ἀπειρίας. Ἐνταῦθα δὲ ἡ μὲν ὁμοιότης μοναδικῶς ἐστιν, ἡ δὲ ἀνομοιότης δυαδικῶς, καὶ ἡ μὲν ἐκεῖθεν, ἡ δὲ ἀπὸ τῆς ὑλικῆς ἀοριστίας· ἀνόμοιον γὰρ ἄλλο ἐστὶν ἄλλῳ καὶ ἑαυτῷ διχῶς, ἢ κατὰ φύσιν, ἢ παρὰ φύσιν, οἷον εἰ Θεαίτητος Σωκράτει ἀνόμοιος κατὰ φύσιν, οὕτω γὰρ ἐκ τῆς φύσεως ἐδεδημιούργητο ταύτην εἰδητικὴν κάλει τὴν ἀνομοιότητα καὶ εἰκόνα τῆς ἀνομοιότητος ἐκείνης εἶναι τίθεσο, φύσεως γάρ ἐστιν ἔργον· ἐὰν δὲ ἴδῃς τόδε τι διὰ τὴν ἐπὶ τὸ παρὰ φύσιν τροπὴν ἑαυτῷ ἀνόμοιον ἢ ἄλλῳ τῳ γιγνόμενον, ἀπὸ τοῦ τῆς ἀνομοιότητος πόντου καὶ τῆς ὑλικῆς ἀοριστίας ἐπιγίγνεσθαι φάθι τὴν ἀνομοιότητα ταύτην. Καὶ ἔδει ταῦτα συνορᾷν τοὺς τὴν ὁμοιότητα λέγοντας εἰδητικὴν, τὴν δὲ ἀνομοιότητα ὑλικὴν, καὶ μὴ ποιεῖν τὸν θεὸν συμμιγῆ πρὸς τὴν ὕλην, καὶ διὰ τὴν μίξιν ταύτην ὁμοιοῦν μὲν διʼ ἑαυτὸν, ἀνομοιοῦν δὲ διὰ τὴν ὕλην τὰ δημιουργήματα, ἀλλʼ ἄμφω δρᾷν διʼ ἑαυτὸν ἔχοντα καθʼ ἑαυτὸν τὰς ἰδέας ἀμφοῖν· ἐν δὲ τῇ παρὰ φύσιν διαθέσει τὰ γιγνόμενα ἀνομοιοῦσθαι μόνως διὰ τὴν ὕλην· οὐδὲν γὰρ τῶν παρὰ φύσιν καὶ ὅλως τῶν κακῶν ἐκεῖθεν ἔχει καὶ πρὸς ἐκεῖνα τὴν γένεσιν· οὐδὲ γάρ ἐστι τὸ ὁμοιούμενον τοῖς νοητοῖς αὐτὸ παρὰ φύσιν ἔχειν, οὐδὲ θέμις τὸ εἰς τὴν αἰσχρότητα τῆς ὕλης ὑποφερόμενον εἰς τὴν πρὸς τὰ εἴδη τὰ νοερὰ χωρεῖν ἐξομοίωσιν, ὥστε τὴν ἀνομοιότητα τὴν μὲν ἐκ τοῦ παρὰ φύσιν γηγενῆ καὶ οὐκ ὀλυμπίαν προσαγορεύειν ἄξιον, τὴν δὲ ἐκ τοῦ κατὰ φύσιν ἔν τε ὅλοις καὶ μέρεσιν ἔν τε εἴδεσι καὶ ἐν τοῖς ἀτόμοις ὁρωμένην ἐκεῖθεν ἐφήκειν ἅπασιν οἷς ἂν παρῇ. Τὴν δὲ ὁμοιότητα μίαν οἰητέον· πᾶν γὰρ ἐκ τοῦ κατὰ φύσιν ἔχει τὸ ὅμοιον καὶ πρὸς ἑαυτὸ καὶ πρὸς ἄλλο, ἐκ δὲ τοῦ παρὰ φύσιν οὐδενὶ τὸ ὅμοιον συμβῆναι δυνατόν· οὔτʼ οὖν πρὸς ἑαυτὸ, οὔτε πρὸς ἄλλο, διότι τὸ παρὰ φύσιν ἀόριστόν ἐστι, καὶ ἐκβαίνει τοῦ ἑνὸς καὶ τῆς αὐτῷ προσηκούσης ἑνότητος. Ἔπρεπε δὲ ἄρα καὶ τοῦτο τοῖσδε τοῖς γένεσιν, ὁμοιότητι μὲν τὸ μονοειδὲς καὶ τὸ ἀεὶ ταὐτὸν, ἀνομοιότητι δὲ τὸ διπλοῦν τοῦτο καὶ ἑτεροειδὲς, ἐπειδὴ καὶ ἡ μὲν ὁμοιότης, ὡς προείρηται, τῷ πέρατι σύστοιχος, ἡ δὲ ἀνομοιότης τῇ ἀπειρίᾳ· καὶ γὰρ καὶ ὁ Σωκράτης εἰς ταῦτα βλέπων ἀεὶ κατὰ τὰς δύο συστοιχίας ποιεῖται τὴν πρόοδον.

Ταῦτα μὲν οὖν τῆς ἀναλογίας ἕνεκεν λελέχθω· πάλιν δὲ ἐπὶ τὴν τοῦ Σωκράτους ἀναδράμωμεν διάνοιαν, καὶ λέγωμεν ὅτι πρόκειται μὲν αὐτῷ μεταγαγεῖν τὴν συνουσίαν ἀπὸ τῶν πολλῶν καὶ κατατεταγμένων μονάδων, ἐφʼ ἃς καὶ ὁ Ζήνων ἐπειρᾶτο τοὺς πολλοὺς ἀναγαγεῖν, ἐπί τινας μέσας μονάδας τῆς τε Παρμενιδείου θεωρίας καὶ τῆς τοῦ Ζήνωνος ἐπιδείξεως· καὶ προκαλεῖται τὴν νοερὰν τοῦ Ζήνωνος δύναμιν, καθʼ ἣν καὶ τελέως ἥνωται πρὸς τὸν Παρμενίδην, τὸ αὐτὸ νοητὸν ἔχων ἐκείνῳ καὶ πρὸς τὸ αὐτὸ τέλος ὁρῶν. Τοιαύτης δὲ αὐτῷ τῆς προθέσεως οὔσης, ἐπὶ μὲν τῶν αἰσθητῶν οὐδὲν εἶναί φησι θαυμαστὸν ὅπως δοκεῖ μίγνυσθαι τὰ εἴδη, τὸ γὰρ αὐτὸ ὑποκείμενον κατʼ ἄλλο καὶ ἄλλο μετέχειν τῶν ἐναντίων δυνατόν· ἐπὶ δὲ τῶν νοητῶν πολλὴν αὑτῷ γίγνεσθαι τὴν ἀπορίαν ὅπως ἥνωται ἐκεῖνα ἀσυγχύτως καὶ ὅπως αὖ διακέκριται πάλιν ἀδιαιρέτως· ὃ δὴ καὶ ἄλλοις εἶναι τοῖς μετʼ αὐτὸν ἄπορον ἔδοξεν, ὥστε καὶ ἐφεπόμενοί τινες ταῖς ἑαυτῶν ἀπορίαις, οἱ μὲν ἀπεφήναντο πάντα εἶναι πάντα, καὶ τὴν ὁμοιότητα αὐτὴν ἀνομοιότητα καὶ τὴν στάσιν κίνησιν, καὶ ἕκαστον παρʼ οὐδὲν ἔλαττον εἶναι τοῦ ὅλου, καὶ τῶν μερῶν ὁμόχρουν εἶναι πρὸς τὸ ὅλον τὴν ὕπαρξιν· καὶ δὴ καὶ οἴονται ποιεῖν πρᾶγμα ὑπὸ Σωκράτους ἀγασθέν· αὐτὸς γοῦν πρὸς τῷ τέλει τῆς ῥήσεως ἐρεῖ προελθὼν, ὡς ἄρα εἴ τις αὐτῷ δείξειε πάντα συγκεραννύμενα ἀλλήλοις, ἀγασθείη ἂν θαυμαστῶς τὴν τοιαύτην ἀπόδειξιν, ὡς δὴ τῆς τοιαύτης ἀποδείξεως ἐραστὴς ὑπάρχων· αὐτοὶ δὲ καὶ τὸ ἐν ἀρχῇ τῆς λέξεως τὸ τέρας ἂν εἴη κατὰ τὸ ὑπερφυὲς καὶ ὑπεραῖρον τὴν φυσικὴν διαίρεσιν ἐξηγήσαντο, καὶ οὕτως αὐτὸν αὐτῷ τῷ Σωκράτει συμφωνεῖν ἐροῦσι τὸ αὐτὸ καὶ τέρας, καὶ ἀγαστὸν ὀνομάζοντα. Οἱ δὲ πρὸς τὴν ἄμικτον καθαρότητα τῶν εἰδῶν ἀποβλέψαντες ἕκαστα διωρίσθαι λέγουσιν ἀπʼ ἀλλήλων, καὶ μήτε τὸ ὅμοιον ἀνομοιότητος ἀνάπλεων εἶναι καὶ διαιρετὸν πρὸς τὸ ἀνόμοιον, μήτε τὸ ἀνόμοιον ὁμοιότητος, ἀλλʼ ἕκαστον εἰλικρινὲς εἶναι καὶ ἁπλοῦν καὶ μονοειδές· ὅθεν καὶ τὸν Σωκράτη κατʼ ἀρχὰς μὲν τῆς ῥήσεως εἰπεῖν, ὡς εἴ τις ἐπιδείξει τὰ εἴδη ταῦτα μετέχοντα ἀλλήλων καὶ τὸ ἐκεῖ ὅμοιον καὶ ἀνόμοιον, τέρας ἂν εἴη· δεῖ γὰρ ἕκαστον ἐπὶ τῆς οἰκείας ἰδιότητος ἀσύγχυτον πρός τʼ ἄλλα τηρεῖν· ἐπὶ τέλει δὲ εἰπεῖν ὅτι ἀγασθείη ἂν, εἴ τις αὐτῷ ταῦτα συγκρινόμενα δείξειεν, οὐχ ὡς ἐπαινέτην τοῦ δεικνύναι ταῦτα σπουδάζοντος, ἀλλʼ ὡς κατήγορον τῆς ματαιοπονίας τοῦ ἀνδρός· θαυμάζομεν γὰρ, φησὶ, καὶ τοὺς ἀδυνάτως ἐπιχειροῦντας, ὅτι μὴ συναισθάνονται τῆς ἑαυτῶν ἀδυναμίας ἢ τῆς τῶν πραγμάτων φύσεως ἀλήπτων ὄντων αὑτοῖς. Οἱ δέ τινες, ἐν μέσῳ τούτων στάντες, οὔτε ἐγκρίνειν ἔφασαν τὸν Σωκράτη τὴν μίξιν τῶν εἰδῶν ἐν τούτοις, οὔτε ἀπογινώσκειν, ἀλλὰ μόνον ἀπορεῖν καὶ ἐρωτᾷν, προκαλούμενον εἰς τὸ λῦσαι τὰς ἀπορίας τὸν Ζήνωνα· καὶ οὕτω τὸ τέρας ἂν εἴη καὶ τὸ θαυμάζω καὶ τὸ ἀγασθείην ἂν ἀποροῦντος εἶναι ῥήματα, καὶ οὔτε ἐγκρίνοντος, οὔτε ἀποδοκιμάζοντος τὴν μίξιν, οὔτε καταφάσκοντος ἁπλῶς, οὔτε ἀπογινώσκοντος· πολλάκις γὰρ πρὸς τοὺς διδασκάλους χρώμεθα τοῖς τοιούτοις ὀνόμασιν, ἵνα προκαλεσώμεθα τὴν ἀξίαν αὐτῶν.

Ἀλλὰ οἱ μὲν κλεινοὶ καὶ μακάριοι ἐκεῖνοι τοιαῦτα περὶ τούτων εἰρήκασι· δοκοῦσι δέ μοι πάντες τε λέγειν ὀρθῶς, καίτοι θειότερον ὁ Πλάτων, ὁ καὶ τάξας ταῦτα τοῦτον τὸν τρόπον καὶ τὸ προσῆκον ἀπονείμας νέῳ μὲν, εὐφυεῖ δὲ καὶ λεπτῷ ἐν θεωρίᾳ νοητῇ τῷ Σωκράτει, καὶ κατὰ μέτρα τὴν ἐπὶ τὸ ἀληθέστατον αὐτοῦ πρόοδον παρασχόμενος, ὅπως καὶ διʼ οἵων ἐγένετο λογισμῶν. Ἵνα δὲ τὸ λεγόμενον τελειότερον συλλάβωμεν, φέρε, εἰ δοκεῖ, διασκεψώμεθα περὶ τούτων οὑτωσὶ πρῶτον· ἆρα τὴν ὁμοιότητα αὐτὴν ἀνομοιότητα χρὴ φάναι, καὶ τὴν ἀνομοιότητα ὡσαύτως ὁμοιότητα, καὶ τὴν μὲν ταυτότητα ἑτερότητα, τὴν δὲ ἑτερότητα ταυτότητα, καὶ τὸ μὲν πλῆθος ἓν, τὸ δὲ ἓν αὐτὸ πλῆθος, καὶ τοῦτο λέγοντες ὀρθῶς ἐροῦμεν, ὡς ἕκαστόν ἐστι καὶ τὰ λοιπὰ πάντα, καὶ οὐδὲν ὅτι μὴ πάντα, καὶ οὕτω τὸ μέρος ὅτι παρʼ οὐδὲν ἔλαττον τοῦ ὅλου ποιήσομεν; Ἀλλὰ πότερον ἕκαστον τὰ πάντα ῥητέον μόνον, ἢ καὶ τῶν ἐν τούτῳ πάντων ἕκαστον ὁμοίως τὰ πάντα, καὶ αὖ τῶν ἑκάστων τούτων ἕκαστον τὰ πάντα, καὶ οὕτως ἐπʼ ἄπειρον προχωρητέον; Εἰ μὲν γὰρ τῶν ἐξ ἀρχῆς μόνον ἕκαστον τὰ πάντα, οὐκέτι δὲ καὶ τῶν ἐν τούτῳ πάντων ἕκαστον ὁμοίως τὰ πάντα ἔσται, τίς ὁ λόγος, καὶ πῶς ἑαυτοῖς ἀκολουθήσομεν, τὰ εἴδη τὰ μὲν ἀλλήλων μετέχειν λέγοντες, τὰ δὲ ἀμιγῆ πρὸς ἄλληλα, καὶ οὐκέτι τὰ τῶν μερῶν μέρη τὰ αὐτὰ τοῖς ὅλοις ποιοῦντες; Εἰ δὲ ἕκαστον ἀεὶ μεθέξει τῶν ἄλλων, ἄπειρα ἔσται τὰ εἴδη καὶ ἕκαστον ἀπειραχῶς· οὐ γὰρ τὰ πάντα μόνον ἕξει τὴν ἀπειρίαν ταύτην, ἀλλὰ καὶ ἕκαστον· καίτοι πῶς ἄπειρα δυνατὸν εἶναι τὰ τοῦ ἑνὸς ἐγγύς; Τὰ γὰρ ἑνικώτερα τῷ ποσῷ συνεσταλμένα τῇ δυνάμει τὸ ἄπειρον ἔχει. Πῶς δὲ ἑνὸς αἰσθητοῦ τινος εἴδους ἄπειρα παραδείγματα ἔσονται παρὰ τὸ εἶναι ἄνθρωποι ἄπειροι ἐν νῷ; τοὐναντίον γὰρ τῶν ἀπείρων ἓν χρὴ τὸ εἶδος εἶναι· διὰ γὰρ τοῦτο καὶ ἐπὶ τὴν τῶν εἰδῶν ὑπόθεσιν ἀνατρέχομεν, ἵνα τῶν πολλῶν καὶ διῃρημένων ἔχωμεν ἐν νῷ τὰς μονάδας, ἐπεὶ καὶ δεῖ προηγεῖσθαι κατʼ οὐσίαν τὴν μονάδα τοῦ πλήθους, οὐ τὸ πλῆθος τοῦ ἑνὸς εἴδους. Ὅλως δὲ καὶ εἰ ἓν εἶδος ὑποτιθὲν ἐν νῷ τὰ αὐτὰ ποιήσει, τί δεόμεθα τῆς ἀπειρίας; βέλτιον γὰρ ἐκ πεπερασμένων ποιεῖν ἢ ἐξ ἀπείρων· καὶ γὰρ τῇ ἀρχῇ τὸ πεπερασμένον ἐστὶ συγγενέστερον καὶ πρὸς τὴν ἐπιστήμην οἰκειότερον· αἱ γὰρ ἐπιστῆμαι τῶν πεπερασμένων εἰσὶ, καὶ οὐ τοῖς ἀπείροις τὰ πεπερασμένα γινώσκουσιν, ἀλλʼ ἀεὶ τοὐναντίον τοῖς πεπερασμένοις τὰ ἄπειρα. Πολλοῦ ἄρα δεῖ τοῖς ἀπείροις εἴδεσιν ὁ νοῦς τὰ πεπερασμένα γινώσκειν ἢ ποιεῖν, ὃς τοσοῦτόν ἐστι τῆς ἐπιστήμης ἑνικώτερος ὥστε πᾶσαν αὐτῆς τὴν ποικιλίαν περιέχειν καὶ πᾶσαν τὴν ἀνέλιξιν ἀμερίστως προειληφέναι. Δεύτερον τοίνυν, ὅταν ὁμοιότητα τὴν ἐκεῖ καὶ ἀνομοιότητα λέγωμεν — γιγνέσθω γὰρ ἐπὶ τούτων ἡ σκέψις —, ἆρα πρᾶγμα μὲν ἕν ἐστι, δύο δὲ αὐτὸ καλοῦμεν ὀνόμασιν, ὡς ἐπὶ τῶν πολυωνύμων λέγειν εἰώθαμεν, ἢ καὶ ἴδιόν τι δηλοῦμεν διʼ ἑκατέρου τῶν ὀνομάτων, καὶ τοῦτο πότερον κατʼ ἐπίνοιαν ἡμετέραν ψιλὴν, ἢ κατʼ αὐτὴν τὴν τῶν πραγμάτων οὐσίαν; Εἰ μὲν γὰρ ὀνόματα δύο καθʼ ἑνὸς λέγεται πράγματος, οὔτε ἐναντία ταῦτα ἀλλήλοις ἐστί· τὰ γὰρ ἐναντία τὰ πράγματά ἐστιν, ἀλλʼ οὐ τὰ ὀνόματα τὰ ψιλά. Οὔτε ἄλλα μὲν ἀπὸ τῆς ἀνομοιότητος ἔσται, ἄλλα δὲ ἀπὸ τῆς ὁμοιότητος, ἀλλʼ ἓν καὶ ταὐτὸν ἐξ ἀμφοῖν· ἓν γὰρ ὑπόκειται τὸ πρᾶγμα, τὸ δὲ γιγνόμενον ἐκ τοῦ πράγματος ἔχει τὴν γένεσιν καὶ πρὸς τὸ πρᾶγμα ὁμοιοῦται, ἀλλʼ οὐ πρὸς τὰ ὀνόματα· οὔτε ὅλως πολλὰ τὰ εἴδη, ἀλλʼ ἕν τι ἔσται πολλοῖς ὡς ἔοικεν ὀνόμασι καλούμενον· οὐδὲ πέντε τὰ γένη τοῦ ὄντος, εἴπερ ἕν ἐστι πάντα ταῦτα κατὰ τὴν οὐσίαν, καὶ ἡ ταυτότης ἀπαραλλάκτως ἑτερότης, καὶ ἡ ἑτερότης ταυτότης, καὶ ἕκαστον τὰ πάντα· ὥστε εἰ πάντα ἐν πᾶσιν, οὕτω καὶ πάντα ἐστὶ πάντα καὶ οὐδέν ἐστιν ἐν οὐδενί· ἓν γὰρ ἔσται μόνον, τὰ δὲ ἄλλα ὀνόματα μόνον. Εἰ δὲ, ὅταν λέγωμεν ὅτι ἡ ὁμοιότης εἶδός τι, καὶ αὖ ὅταν ἐπιφέρωμεν ὅτι καὶ ἡ ἀνομοιότης εἶδός τι ὁμοίως, ἕτερα σημαίνομεν διὰ τῶνδε τῶν ὀνομάτων — ἢ πόθεν τὸ μὲν κρεῖττον, τὸ δὲ καταδεέστερόν φαμεν, μὴ καὶ τὴν διάκρισιν αὐτῶν θεωροῦντες; —, πότερον ἐπινοίᾳ μόνον ἕτερα τὰ σημαινόμενα φήσομεν, ἢ κατʼ αὐτὴν τὴν τῶν πραγμάτων φύσιν; Εἰ μὲν γὰρ ἐπινοίᾳ μόνον, ἀρθείσης τῆς ἐπινοίας ἡμῶν οἰχήσεται ἡ ἑτερότης τῶν εἰδῶν, ὡς πάλιν ψυχῆς μὴ νοούσης ἓν εἶδος ἔσται νοητὸν καὶ οὐ πολλά· τὰ γὰρ ἐπινοίαις ἡμετέραις ἔχοντα τὴν διάκρισιν συναναιρεῖται μετὰ τῶν ἐπινοιῶν εἰκότως· καὶ γὰρ τὸ ἐξ ἐπινοίας ἡμετέρας γιγνόμενον πᾶν καὶ ἐν ταύτῃ μόνῃ ἱδρυμένον τῆς ἐπινοίας ἀνῃρημένης οἴχεται καὶ αὐτὸ φροῦδον, ὅτι μηδὲν ὅλως, τῆς πρώτης αἰτίας αὐτοῦ καὶ τοῦ παράγοντος αὐτὸ μὴ ὄντος, δύναται μένειν. Εἰ δὲ δὴ καὶ κατʼ αὐτὴν διαφέρει τὴν τῶν πραγμάτων οὐσίαν, διακέκριται ἄρα ἀλλήλων ὁμοιότης καὶ ἀνομοιότης καὶ ταυτότης καὶ ἑτερότης καὶ ἕκαστα τῶν εἰδῶν, καὶ οὔτε ἡ ὁμοιότης ὅπερ ἡ ἀνομοιότης, οὔτε ἡ ταυτότης ὅπερ ἑτερότης, οὔτε ἕκαστον ὅπερ τὰ πάντα.

Τοῦτο μὲν οὖν διὰ τούτων ἔστω φανερὸν, καὶ κείσθω δεδειγμένον ὡς οὐκ ἔστιν ἕκαστον τῶν εἰδῶν τὰ πάντα, καὶ τὸ μέρος, ὥς φασιν, οὐκ ἔστι τῷ ὅλῳ ταὐτὸν, ἀλλὰ τό τε μέρος ὅλον καὶ οὐχ ὅλον, τό τε ὅλον κρεῖττον τῇ οὐσίᾳ τῶν μερῶν. Ἀλλʼ ἄρα πάντα τὰ εἴδη ἄμικτα φήσομεν καὶ ἀμέτοχα ἀλλήλων; ἀλλὰ καὶ τοῦτο ἄτοπον· ὁρῶμεν γὰρ ὅτι καὶ τὰ τῶν αἰσθητῶν μέρη συμπαθῆ ἐστιν ἀλλήλοις καὶ συνεχῆ πρὸς ἑνὸς εἴδους ὑπόστασιν καὶ συμπλήρωσιν παρειλημμένα. Δεῖ δὴ οὖν πολλῷ πρότερον ἐν ἐκείνοις τὰ εἴδη μέρη ὄντα τοῦ ἑνὸς νοῦ χωρεῖν διʼ ἀλλήλων καὶ εἶναι ἐν ἀλλήλοις· τὰ μὲν γὰρ αἰσθητὰ τὰ τόπου δεόμενα τὴν συνέχειαν ἀντὶ τῆς ἑνώσεως ἠγάπησε, τὰ δὲ νοητὰ τὴν ἕνωσιν ἔχει τὴν αὑτοῖς πρέπουσαν καὶ τὴν ἀσύγχυτον διʼ ἀλλήλων δίιξιν· ἐν ἀμερεῖ γάρ ἐστι, τὰ δὲ ἐν ἀμερεῖ ὄντα ἀδιακρίτως ἀλλήλοις σύνεστιν· οὐ γὰρ τὰ μὲν αὐτῶν ὡδὶ, τὰ δὲ ἐν ἄλλῳ ἔσται, μεριστοῦ τοῦ ἐν ᾧ ἐστιν οὐδαμῶς ὄντος. Ἀλλὰ μὲν καὶ ἐπὶ τῶν σπερμάτων τὸ τοιοῦτον· ἐν ἑνὶ γὰρ οἱ λόγοι πάντες, καὶ ὅ τι ἂν τοῦ σπέρματος λάβοις, πάντας εὑρήσεις ἐν αὐτῷ τοὺς λόγους· τὸ μὲν οὖν σπέρμα, δυνάμει τοὺς λόγους ἔχον, δυνάμει καὶ ἐν ἑκάστῳ πάντας ἔχει τοὺς λόγους. Δεῖ δὲ εἶναι πρὸ τούτου τὸ κατʼ ἐνέργειαν ἐν ἑκάστῳ πάντα ἔχον· οὐδαμοῦ γὰρ ἀπὸ τῶν ἀτελῶν ἡ φύσις ἄρχεται· οὐδὲ γὰρ ἂν τὰ ἀτελῆ προῆλθεν ἐπὶ τὸ τέλος, μὴ τῶν τελείων προϋπαρχόντων, ὧν καὶ ταῦτα φέρει τινὰ ὁμοίωσιν ἀμυδρὰν, ἀτελῆ τὴν εἰκασίαν παραδεξάμενα. Τί οὖν ἄλλο ἢ νοῦς ἐστιν ἐν ᾧ πάντα μετέχει πάντων; καὶ πᾶν ὅπερ ἂν λάβοις, καὶ τῶν ἄλλων εὑρήσεις κεκοινωνηκός· καὶ γὰρ εἰ ἀμέριστον οὐσίαν ἐκείνην λέγομεν, πῶς μερίσομεν αὐτὴν οὕτως ὡς ἄμικτον εἶναι καὶ ἀκοινώνητον πρὸς ἑαυτήν; Τὰ γὰρ ἄμικτα πρὸς ἄλληλα καὶ μηδεμίαν ἔχοντα κοινωνίαν ἀσυμπαθῆ πάντως ἐστὶν ἀλλήλοις, καὶ οὔτε ἐρᾷν ἀλλήλων οὔτε εἰς ἑνὸς ἐκπλήρωσιν τελεῖν πέφυκεν, ἀλλὰ τοὐναντίον μεμερίσθαι καὶ διεσπάσθαι ἀλλήλων. Εἰ γὰρ ἐν τῷ ἀμιγεῖ πρὸς τὰ ἄλλα τὴν ἑαυτοῦ φύσιν σώζει ἕκαστον, φεύξεται τὴν πρὸς ἐκεῖνα κοινωνίαν ἵνα σώζηται. Ποῦ δὴ οὖν ὃ ἀμέριστον ἕξει χώραν διὰ τῶν θείων εἰδῶν; ποῦ δὲ ἡ φιλία διὰ τῶν νοητῶν καὶ ὁ ἔρως ἐκεῖνος, ὃν ὑμνεῖν εἰώθαμεν; ποῦ δὲ ἡ ἕνωσις ἡ ἐκ τοῦ ἑνὸς ἐφήκουσα, καὶ ὅσα ἄλλα τὴν φύσιν ἐκείνην ὑμνοῦντες λέγομεν; Οὐκ ἄρα ἄμικτα πάντη τὰ εἴδη θετέον καὶ ἀκοινώνητα ἀλλήλοις, ἀλλὰ μὴν οὐδὲ ἕκαστον τὰ πάντα ῥητέον, ὡς δέδεικται. Πῶς οὖν καὶ τίνα τρόπον περὶ αὐτοῦ διαλεκτέον; Ἕκαστον μὲν εἶναι ὅπερ ἐστὶ, σῶζον τὴν ἰδιότητα τὴν ἑαυτοῦ καθαρὰν, μετέχειν δὲ καὶ τῶν ἄλλων ἀσυγχύτως, οὐχ ὡς ἐκείνων γιγνόμενον, ἀλλʼ ὡς τῆς ἰδιότητος τῆς ἐκείνου μεταλαμβάνον καὶ μεταδιδὸν ἐκείνῳ τῆς οἰκείας, οἷον ὁ λέγων τὴν ταυτότητα μετέχειν πη καὶ τῆς ἑτερότητος μὴ οὖσαν ἑτερότητα· πλῆθος γάρ ἐστι καὶ ἐν ταύτῃ, καὶ οὐ μόνον ἐστὶν ἀνομοιότητος ἕτερον, ἀλλὰ καὶ ἑαυτῆς· καὶ τὴν ἑτερότητα ὁμοίως ταυτότητος μετέχειν, καθόσον καὶ κοινωνεῖ πρὸς τὰ ἄλλα καὶ ἑαυτῇ ταὐτόν ἐστιν ἄλλῃ· μήτε τὴν ταυτότητα ἑτερότητα εἶναι, μήτε τὴν ἑτερότητα ταυτότητα· τοῦτο γὰρ ἐνήλεγκται διὰ τῶν προειρημένων λόγων· καὶ αὖ πάλιν ὁμοιότητος τὴν ἀνομοιότητα μετέχειν· καθόσον γὰρ ἑνός τινος ἰδιώματος μετέχει πάντα τὰ εἴδη, ὡμοίωται ἀλλήλοις· καὶ τὴν ὁμοιότητα ἀνομοιότητος· ὅλως γὰρ, εἰ μεταδίδωσι τοῖς ἄλλοις ἡ ὁμοιότης ἑαυτῆς, ἀνωμοίωται αὐτοῖς· οὕτω γὰρ ἂν ἡ μὲν μετεδίδω, τὰ δὲ μετελάμβανε· καὶ εἰ μεταδίδωσιν ἡ ἀνομοιότης τοῖς ἄλλοις ἑαυτῆς, ὁμοιοῦται αὐτοῖς, μᾶλλον δὲ αὕτη τε καὶ ἐκείνη ὅμοια γίγνεται· ἀλλὰ μήτε τὴν ὁμοιότητα ἀνομοιότητα εἶναι, μήτε τὴν ἀνομοιότητα ὁμοιότητα αὐτὴν, μηδὲ καθὸ ὁμοιότης, ἀνόμοιον εἶναι, μηδὲ καθὸ ἀνομοιότης, ὅμοιον. Τὸ γὰρ καθὸ διττόν ἐστιν· ἢ γὰρ οὕτω τὸ καθὸ λέγομεν, ὡς ὅ τι περ ἂν λάβοις τοῦ ἑτέρου ἑνὸς, ὥσπερ εἰ λέγοι τις, καθὸ ἀὴρ, κατὰ τοῦτο καὶ φῶς, καὶ καθὸ φῶς, κατὰ τοῦτο καὶ ἀήρ. Ἔστω δὲ πεφωτισμένος ἀὴρ, καὶ οὔτε ὁ ἀὴρ φῶς, οὔτε τὸ φῶς ἀὴρ, ἀλλὰ καὶ ἐν τῷ φωτὶ ὁ ἀὴρ, καὶ ἐν τῷ ἀέρι τὸ φῶς, διότι, παρακειμένων ἀλλήλοις τῶν μορίων τοῦ τε ἀέρος καὶ τοῦ φωτὸς, οὐδέν ἐστι λαβεῖν θατέρου τούτων καθὸ μὴ θεωρεῖται καὶ τὸ λοιπόν. Ἢ καθʼ ἕτερον τρόπον, οὕτω τὸ καθὸ λέγομεν ὡς τὸ ᾗ αὐτὸ λέγειν εἰώθαμεν, οἷον ᾗ ἄνθρωπος ἐπιστήμης δεκτικόν· οὐκ ἔστι γὰρ ἀληθὲς τὸ ὅτι ἐν τῷ ἀέρι ᾗ ἀὴρ τὸ φῶς, κατὰ τοῦτο τὸ σημαινόμενον οὐ πάντως τοῦ ἀέρος συνεισάγοντος τὸ φῶς, ὡς τὸν ἄνθρωπον τὸ ἐπιστήμης φαμὲν δεκτικὸν συνεισάγειν· ἄλλη γὰρ ἀέρος οὐσία, καὶ ἄλλη φωτός. Οὕτω τοίνυν καὶ ἡ ὁμοιότης, καθὸ μὲν ὁμοιότης, μετέχει καὶ ἀνομοιότητος· οὐδὲν γὰρ αὐτῆς ἐστιν ὃ μὴ μετέχει· κἀκείνης ἡ ἀνομοιότης· ἄλλο γὰρ αὐτῆς τὸ εἶναι, καὶ ἄλλο ἐκείνης· καὶ ἡ ἀνομοιότης τοίνυν, καθὸ ἀνομοιότης, μετέχει τῆς ὁμοιότητος. Οὐ γὰρ τὸ μὲν αὐτῆς μέρος μετέσχεν ἐκείνης, τὸ δὲ ἀμέτοχον ἔμεινεν· οὔτε γὰρ κωλύει τις τὴν ἐκείνης δίιξιν, οὔτε τὸ αὐτῆς ἀμέριστον τοιοῦτόν ἐστιν, οἷον τῇ μὲν μετέχειν, τῇ δὲ μένειν ἄμικτον πρὸς αὐτήν. Ὅλη ἄρα διʼ ὅλης χωρεῖ καὶ ἡ ὁμοιότης διὰ τῆς ἀνομοιότητος, καὶ ἡ ἀνομοιότης διὰ τῆς ὁμοιότητος· οὐ μέντοι ᾗ ἑκατέρα ἐστὶ, ταύτῃ μετέχει τῆς λοιπῆς, ἀλλὰ φυλάττουσα τὴν ἑαυτῆς οὐσίαν καθαρὰν μετέχει καὶ ἐκείνης. Καὶ οὔτε ἡ ὁμοιότης ἀνομοιότης ἐστὶν, οὔτε καθʼ αὑτὸ ᾗ ὁμοιότης· οὔτε πρώτως μὲν ὁμοιότης, κατʼ ἐπακολούθησιν δὲ ἀνομοιότης, οὔθʼ ὅλως ἀνομοιότης, ἀλλὰ μετέχει τῆς ἀνομοιότητος καθʼ ὅλην ἑαυτήν· καὶ ἔστιν ἀνόμοιον, ἀλλʼ οὐκ ἀνομοιότης, τῇ δὲ μετουσίᾳ ἀνόμοιον. Οὕτω γὰρ καὶ ὁ Πλάτων ἐν Σοφιστῇ δείξας τὴν κοινωνίαν ταυτότητος καὶ ἑτερότητος οὐ προσείρηκε τὴν ταυτότητα καὶ ἑτερότητα, ἀλλʼ ἕτερον καὶ διὰ τοῦτο μὴ ὄν· τῇ γὰρ μετουσίᾳ γέγονεν ἕτερον, ἀλλʼ ἕτερον τῇ οὐσίᾳ μένουσα ταυτότης· ὁμοίως δὲ καὶ ἡ ἑτερότης τῇ μὲν οὐσίᾳ ἑτερότης, τῇ δὲ μετουσίᾳ ταὐτόν. Καὶ ὅλως ἕκαστα τῇ μὲν οὐσίᾳ ἔστιν ἅ ἐστι, τῇ δὲ μετουσίᾳ καὶ τῶν ἄλλων ἀπολέλαυκεν· οὕτω καὶ τοῦ καλοῦ πάντα μετασχόντα καλὰ τὰ εἴδη, καὶ τοῦ δικαίου δίκαια, οὐ μὴν αὐτὸ καλὸν ἕκαστον καὶ αὐτὸ δίκαιον. Καὶ ἥνωται ἄρα ἀλλήλοις τὰ εἴδη, καὶ διακέκριται ἀπʼ ἀλλήλων· ἴδιον γοῦν ἐστι τοῦτο τῶν ἀσωμάτων εἰδῶν, τὸ καὶ χωρεῖν διʼ ἀλλήλων ἀσυγχύτως καὶ διακεκρίσθαι ἀπʼ ἀλλήλων ἀδιακρίτως, καὶ μᾶλλον μὲν ἡνῶσθαι τῶν συνεφθαρμένων διὰ τὴν ἀμέριστον αὑτῶν φύσιν, μᾶλλον δὲ διακεκρίσθαι τῶν ἐνταῦθα διεστώτων διὰ τὴν ἄμικτον αὑτῶν καθαρότητα.

Τούτων δὴ οὖν οὕτω προδιατεταγμένων, ἐπανελθόντες εἰς τὴν τῶν προκειμένων θεωρίαν, εἴπωμεν· ὁ Σωκράτης πρὸς μέν τι τῶν εἰρημένων ἀποβλέπων ἀπογιγνώσκει τὴν μίξιν ἐπὶ τῶν εἰδῶν, καὶ τέρας ἀποκαλεῖ τὸν ταύτῃ τρεπόμενον λόγον· αὐτὸ γὰρ τὸ ὅμοιον εἶναι ἀνόμοιον τέρας αὐτόθεν ἐκάλεσε· πρὸς δέ τι πάλιν ἀπιδὼν καθυπονοεῖ μὲν, θαυμάσειν δέ φησιν εἴ πη τοῦτο δειχθείη· τὸ δὲ τρίτον, ἐπιβάλλων τῷ ἀληθεστάτῳ λόγῳ ἀγαστὸν ἀποκαλεῖ τὸν τοῦτο δεῖξαι δυνάμενον. Ἀπορῶν οὖν εἰ μετʼ ἀλλήλων τὰ εἴδη, καὶ πρὸς τὴν τούτου διάλυσιν βοηθὸν τὸν Ζήνωνα καλῶν, καὶ ὑπολαβὼν μὴ ἄρα οὕτω μέμικται τὰ εἴδη ὡς αὐτὸ τὸ ὅμοιον εἶναι ἀνόμοιον, τέρας ἀπεκάλεσε τὸ τοιοῦτον δόγμα καὶ ἀπέγνω τὴν τοιαύτην μίξιν· πάλιν δὲ ὑπονοήσας μὴ ἄρα διὰ τὴν ἕνωσιν τῶν νοητῶν μετέχει πως ἀλλήλων ἐκεῖνα, τοῦτο δὴ θαυμάσειν ἔφη, τοῦ δεικνύντος φωνῇ χρησάμενος, ὑπονοοῦντος ἤδη τἀληθές· τέλος δὲ ἐπιβάλλων ὅτι δύναται καὶ ἡνῶσθαι καὶ διακεκρίσθαι, τὸν τοῦτο ἀποδεικνύντα ἀγαστὸν ἐπωνόμασε. Καὶ ὁρᾷς ὅση τῆς ἀνόδου τάξις· ἀπέγνω γὰρ πρῶτον, δεύτερον εἰς ὑπόνοιαν κατέστη τοῦ ἀληθοῦς, ἔπειτα τελευταῖον εἰς αὐτὸ τὸ διὰ τῶν ἀποδείξεων βεβαιωθὲν κατήντησε. Καὶ οὔτε ἡ ἀπόγνωσις τῆς μίξεως ἐπταισμένη· κατὰ γὰρ ἐκεῖνον τὸν τρόπον ἄμικτα τὰ εἴδη· οὔτε ἡ ὑπόνοια ψευδής· πῶς μὲν γὰρ μετέχειν ἀλλήλων δύναται; πῶς δὲ ἀκοινώνητά ἐστιν ἀλλήλοις; καὶ ἡ τελευταία ψῆφος ἀληθεστάτη· καὶ γὰρ ἥνωται καὶ διακέκριται, καθάπερ δέδεικται διὰ τῶν προειρημένων· καὶ πάντα σύμφωνα ἀλλήλοις τὰ τοῦ Σωκράτους κρίματα, τὸ τέρας ἂν εἴη, τὸ θαυμάσειν, τὸ ἀγασθείην ἂν, ἥ τε ἀπόγνωσις καὶ ἡ ὑπόνοια καὶ ἡ ἐλπίς. Ἥ τε μίμησις παρὰ τῷ Πλάτωνι τῆς εὐφυοῦς ψυχῆς ὅση, δῆλον καὶ ἀπὸ τούτων· ἴδιον μὲν γὰρ τῶν ἀναγομένων τὸ μετὰ τὴν ἀπόγνωσιν ὑπονοεῖν τἀληθὲς, ἔπειτʼ αὐτοῦ πέρι δράττεσθαι καὶ ἀεὶ προσωτέρω χωρεῖν· τῇ δὲ εὐφυεῖ ψυχῇ καὶ τοῦτο πρόσεστι τὸ μήτε τὴν ἀπόγνωσιν εἶναι διάκενον, μήτε τὴν ὑπόνοιαν πλασματώδη, διὰ τὸ πρὸς ἐκείνους ἀφορᾷν τοὺς τρόπους καὶ καθʼ οὓς τὸ πρᾶγμα οὐκ ἔστιν, ἢ πῆ μέν ἐστι, πῆ δὲ οὐκ ἔστι.

Τὰ μὲν οὖν ἄλλα εἰσαῦθις ἐπισκεψόμεθα· νῦν δὲ περὶ τῶν ἐκκειμένων εἴπωμεν ῥημάτων. Τὸ τοίνυν αὐτὸ ὅμοιον καὶ ἀνόμοιον ἐν τοῖς αἰσθητοῖς εἶναι συγχωρεῖ, περὶ ἓν ὑποκείμενον ἀμφοτέρων θεωρουμένων, καὶ κατʼ ἄλλο μὲν τῆς ὁμοιότητος, κατʼ ἄλλο δὲ τῆς ἀνομοιότητος· ἀπορεῖ δὲ εἰ καὶ ἐπὶ τῶν εἰδῶν αὐτῶν τὸ ὅμοιον ἀνόμοιον, καὶ τὸ ἀνόμοιον ὅμοιόν ἐστι· καὶ ἀπορήσας, τέρας αὐτὸ προσηγόρευσεν· οὐ γάρ ἐστιν οὗτος ὁ τρόπος τῆς μίξεως τῶν εἰδῶν, ὃς ποιεῖ ἕκαστον ὅπερ ἕκαστον, διὰ τοὺς προειρημένους λόγους. Καὶ μή μοι θαυμάσῃς, εἰ περὶ αὐτοῦ τοῦ εἴδους ποιούμενος λόγον πάλιν αὐτὸ προσηνέγκατο πληθυντικῶς εἰπών· εἰ μὲν αὐτά τις ἀπέφαινεν ὅμοια· καὶ γὰρ τὸ ὅμοιον ἓν πολλά ἐστιν, ὥστε αὐτὸ καὶ ὅμοιόν ἐστι καὶ ὅμοια. Ὡς γάρ φασιν οἱ ἀριθμητικοὶ τὰ μέρη τοῦ ἀρτιάκις ἀρτίου καὶ αὐτὰ ἄρτια, οὕτω καὶ ἡμῖν ῥητέον· καὶ τὸ πλῆθος τοῦ ὁμοίου ὅμοια, καὶ τοῦ ἀνομοίου ἀνόμοια· καὶ γὰρ ὁ ὅλος νοῦς ἐκ νόων· οὐ γὰρ ἐξ ἀνοήτων ὁ νοῦς, οὐδὲ ἐξ ἀνομοίων τὸ ὅμοιον. Εἰ καὶ πλῆθος ἡ ὁμοιότης καὶ μὴ αὐτὸ ἓν, οὐχ ὁμοιότης μόνον ἐστὶν, ἀλλὰ καὶ ὁμοιότητες· καὶ γὰρ ἔχει πολλὰς, μᾶλλον δὲ ἁπάσας δυνάμεις ὁμοιωτικὰς, ἢ τῶν εἰκόνων πρὸς τὰ παραδείγματα, ἢ τῶν εἰκόνων πρὸς ἀλλήλας, ἢ τῶν μερῶν πρὸς τὰ ὅλα, ἢ τῶν μερῶν πρὸς ἄλληλα· καθʼ ἑκάστην δὲ τῶν δυνάμεων ὁμοιότης τις οὖσα καὶ ὅμοια ποιεῖ τὸ αὐτοόμοιον. Εἰ μὴ ἄρα καὶ οὐ τοῦτο ζητεῖ ὁ Σωκράτης, εἰ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον ἀλλήλων μετείληχεν· ἀλλʼ εἰ καὶ τὰ νοητὰ πάντα εἴδη ἀλλήλοις ὅμοια, ἔστι πάντα καὶ ἀνόμοια τῷ μετέχειν ὁμοιότητος καὶ ἀνομοιότητος, ὥσπερ καὶ τὰ τῇδε τῷ μετέχειν τῆς ἐν αὐτοῖς ὁμοιότητος καὶ ἀνομοιότητός ἐστιν ὅμοια καὶ ἀνόμοια διʼ ἀλλήλα. Εἰ δὲ βούλει καὶ ἑτέρως, τὴν αἰτίαν ὅρα τοῦ πληθυντικῶς εἰπεῖν τὰ ὅμοια καὶ ἀνόμοια· τοῦτο γὰρ τὸ ὅμοιον αὐτὸ τὸ εἶδός ἐστι μὲν καὶ ἐν τῷ δημιουργῷ τοῦ παντὸς, ἔστι δὲ καὶ ἐν τοῖς ἄλλοις νοῖς τοῖς τε ὑπερκοσμίοις καὶ τοῖς ἐγκοσμίοις. Ζητείτω τοίνυν ὁ λόγος περὶ πάντων τῶν αὐτοομοίων, εἰ ταὐτά ἐστι τοῖς ἀνομοίοις, καὶ οὐδὲν οὕτω θαυμαστὸν ὅμοια λέγειν αὐτὸν, ἀλλὰ μὴ ὅμοιον· οὐ γάρ ἐστι μοναχῶς, ἀλλʼ ὅσαι νοεραὶ τάξεις ἀπὸ τοῦ δημιουργοῦ προεληλύθασι, τοσαυταχῶς ἡμῖν θεωρηθήσεται καὶ τοῦτο τὸ εἶδος ἐν ἑκάστῳ νῷ θεωρούμενον οἰκείως, ὑπερκοσμίως μὲν ἐν τοῖς ὑπερκοσμίοις, ἐγκοσμίως δὲ ἐν τοῖς ὑπὸ τοῦ κόσμου μετερχομένοις. Ἀλλʼ ἄρα πάντη ψευδὴς ὁ λόγος οὗτος, καὶ οὐδαμοῦ ταὐτὸν ἡ ὁμοιότης καὶ ἡ ἀνομοιότης ἐστίν; Ἢ καὶ τοῦτο ἀληθές πώς ἐστι. Δεῖ γὰρ δὴ πρὸ τῆς δυάδος αὐτῆς εἶναί τινα μονάδα πάντως τὴν τούτων συναγωγόν· πᾶσα γὰρ δυὰς ἀπό τινος μονάδος πρόεισιν, ἣ τὴν ταύτης δύναμιν ἑνιαίως προείληφεν· εἰ δὲ τοῦτο, δεῖ τούτων εἶναί τινα μίαν μονάδα, ἢ καὶ ὁμοιότητός ἐστιν αἰτία καὶ ἀνομοιότητος ἑνοειδῶς. Εἰ τοίνυν λέγεις ἐν ταύτῃ κρυφίως εἶναι τὰς τούτων αἰτίας καὶ ἀδιακρίτως πάντη καὶ ἑνιαίως, ὥστε ἐκεῖ καὶ τὴν ὁμοιότητα ἀνομοιότητα εἶναι, διακρίσεως οὐκ οὔσης, ἀλλὰ μιᾶς ἑνότητος, καὶ τὴν ἀνομοιότητα ὁμοιότητα, τάχʼ οὐκ ἂν πόρρω βάλλοις τἀληθοῦς· πάντα γὰρ διακεκριμένα ἀπὸ τῶν ἡνωμένων ἐστὶ, καὶ ἔστι πρῶτον ἓν πάντα καὶ ἀνεκφάντως καὶ ἀρρήτως ἐν ταῖς αὑτῶν αἰτίαις, ἔπειτα διῃρημένως καὶ διακεκριμένως ἀπʼ ἀλλήλων, ἵνα καὶ τάξις ᾖ κατὰ τὴν πρόοδον μετὰ τὸ μόνον ἓν εἶναι τὸ κρυφίως ἓν, ἐν ᾧ πᾶν ἐστι πᾶν, καὶ μετὰ τοῦτο τὸ διακεκριμένως ἓν, ἐν ᾧ μετέχει τὰ πάντα ἀλλήλων· ἕκαστον δὲ τὰ λοιπὰ οὐκ ἔχει, ἀλλʼ ἔχει μετὰ τῆς κοινωνίας καὶ τὴν ἀμιξίαν.

Οὐδέ γε εἰ ἓν ἅπαντα ἀποφαίνει τις τῷ μετέχειν τοῦ ἑνὸς καὶ ταὐτὰ ταῦτα πολλὰ τῷ πλήθους αὖ μετέχειν· ἀλλʼ εἰ ὅ ἐστιν ἓν, αὐτὸ τοῦτο πολλὰ ἀποδείξει καὶ αὖ τὰ πολλὰ δὴ ἓν, τοῦτο ἤδη θαυμάσομαι.

Μετὰ τοὺς περὶ ὁμοιότητος καὶ ἀνομοιότητος λόγους ἐπὶ τὸ ἓν καὶ τὸ πλῆθος μεταβέβηκε πάλιν, καὶ ταῦτα ἀπὸ τῶν Ζήνωνος λόγων λαβών. Ἐκεῖνος δὴ γὰρ καθάπερ τὸ αὐτὸ δεικνὺς ὅμοιον καὶ ἀνόμοιον διήλεγχε τοὺς τὰ πολλὰ χωρίζοντας τοῦ ἑνὸς, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ ἑνὸς καὶ ἀπὸ τοῦ πλήθους ἐπιχειρῶν διηγωνίζετο πρὸς αὐτοὺς, ἀποφαίνων ὅτι τὸ αὐτὸ καὶ πλῆθος ἔσται καὶ ἓν τὰ πολλὰ χωρὶς τοῦ ἑνός· τὰ γὰρ οὕτως ἔχοντα πλήθη κατʼ αὐτὸ τὸ μὴ μετέχειν ἑνάδος καὶ πολλά ἐστι· τὸ γὰρ μὴ κρατούμενον ὑπὸ τοῦ ἑνὸς πολλά ἐστι· καὶ ἐπεὶ κοινὸν ἔχει τὸ μὴ ἓν, πάλιν ἐστὶν ἓν κατὰ τοῦτο· τὸ γὰρ κοινοῦ τινος μετειληχὸς ἕν ἐστι κατʼ αὐτὸ τοῦτο τὸ κοινὸν, ὥστε εἰ κοινὸν αὐτοῖς τὸ οὐχ ἓν, ἔσται ἓν τὰ πολλὰ κατὰ τὸ οὐχ ἕν· καὶ πάλιν τὸ οὐχ ἓν ὡσαύτως ἐν τῷ ἓν πᾶσιν οὐκ εἶναι ταὐτόν. Ὁ μὲν δὴ Ζήνων οὑτωσί πως καὶ ἀπὸ τούτων μετῄει τὸν λόγον· ὁ δέ γε Σωκράτης πρὸς μὲν τοὺς πολλοὺς ἱκανῶς αὐτὸν διαγωνίσασθαι συγχωρεῖ μηδὲ τὰς ἐν τοῖς αἰσθητοῖς μονάδας ἀπολείποντα, ἀξιοῖ δὲ ἐπʼ ἄλλας μονάδας μετελθόντα αὐτὸν τὰς νοερὰς τὸ ἐκεῖ ἓν καὶ τὸ ἐκεῖ πλῆθος ἰδεῖν, καὶ ἐπιδεῖξαι ὅπως καὶ ἐκεῖ ἥνωται ταῦτα ἀλλήλοις, καὶ εἰ κατὰ μέθεξιν, καὶ τίς ἡ μέθεξις· οὗ δὴ καὶ εὕροις ἂν ἤδη τὸν Σωκράτη σαφῶς εἰς ὑπόνοιαν καθιστάμενον τῆς κοινωνίας τῶν εἰδῶν. Τὸ γὰρ τοῦτο θαυμάσομαι διανοίας ἐστὶν ὑπονοούσης μὲν τἀληθὲς, οὔπω δὲ τἀσφαλὲς ἐχούσης, ὡς ἔτι γε προελθὼν καὶ πρὸς τὸ πρᾶγμα ἀτενίσας ἀφήσει φωνὴν ἐπιβεβληκότος ἤδη τῷ δόγματι καὶ τὸν τρόπον τῆς μίξεως ἑωρακότος.

Ὁ μὲν δὴ τρόπος τῶν λόγων τοιοῦτος· ἐνταῦθα δὲ ἡμῖν γενομένοις ἐπισκεπτέον τί τὸ ἓν τοῦτο καὶ τὸ πλῆθος, καὶ ὅπως ἔχει πρός τε ἄλληλα, καὶ πρὸς τὰ εἰρημένα γένη· καὶ ῥητέον ὅτι καὶ ἡμῶν τῶν ἀτόμων ἕκαστος ἕν ἐστι καὶ πλῆθος, ἢ τῇ μὲν οὐσία ἓν, ταῖς δὲ δυνάμεσι πλῆθος, ἢ τῷ μὲν ὑποκειμένῳ ἓν, τοῖς δὲ συμβεβηκόσι πλῆθος, ἢ τῷ μὲν ὅλῳ ἓν, τοῖς δὲ μέρεσι πλῆθος, ἢ κατὰ μὲν τὸ εἶδος ἓν, κατὰ δὲ τὴν ὕλην πλῆθος. Πολλαχῶς γὰρ ἐπινοεῖν τήν τε ἕνωσιν ἡμῖν καὶ τὸ πλῆθος δυνατὸν, πολλαχοῦ τῆς ἑνώσεως κατὰ τὸ κρεῖττον ὁρωμένης τοῦ πλήθους· τὸ γὰρ ὅλον τῶν μερῶν, καὶ τὸ εἶδος τῆς ὕλης, καὶ τὸ ὑποκείμενον τῶν συμβεβηκότων, καὶ ἡ οὐσία τῶν δυνάμεων κρείττων. Ἔστιν οὖν ἕκαστος ἡμῶν καὶ ἓν καὶ πλῆθος· ἀλλὰ δῆλον ὅτι κατὰ τὴν ὁμοιότητα τὴν πρὸς τὸ πᾶν ὑπάρχει τοῦτο τοῖς ἀτόμοις ἐν αὐτῷ καὶ μερικοῖς· πολλῷ γὰρ πρότερον ὁ κόσμος οὗτος ὁ πάμμεγας εἷς ἐστι καὶ πολύς· πολὺς μὲν, οὐ κατὰ τὸ σωματικὸν μόνον — καὶ κατὰ τοῦτο μὲν γὰρ τοσαύτην ἔχον ἐξαλλαγὴν, ὅσην τὸ ἀΐδιον πρὸς τὸ φθαρτὸν, καὶ τὸ ἄυλον πρὸς τὸ ἔνυλον, καὶ τὸ αὐτόζων πρὸς τὸ ἄζωον ἀπὸ τῆς οἰκείας συστάσεως —, ἀλλὰ καὶ κατὰ τὰς ἐν αὑτῷ ζωὰς τὰς ἀσωμάτους· θεοὶ γὰρ ἐν αὐτῷ, δαίμονες, ἄνθρωποι, ζῶα, φυτὰ, καὶ ὁ τῆς ζωῆς διάκοσμος πρὸς τοῦ φαινομένου ποικίλος· εἷς δὲ αὖ πάλιν ὁ κόσμος διὰ τὴν ἁρμονίαν τὴν σωματικὴν, διὰ τὴν συμπάθειαν τὴν φυσικὴν, διὰ τὴν ἀπὸ τῆς ψυχῆς τῆς ὅλης χορηγίαν τῆς μιᾶς ζωῆς, διὰ τὸν ἕνα νοερὸν σύνδεσμον· ἀπὸ γὰρ πάντων τούτων μία σύμπνοια τοῦ παντός ἐστι καὶ μία ζωὴ καὶ μία διακόσμησις ἄλυτος ἀπὸ νοῦ γενομένη. Πόθεν δὴ οὖν ὁ κόσμος οὗτος τοιοῦτος, εἷς, λέγω, καὶ πολύς; ἆρʼ οὐκ ἀπὸ τοῦ δημιουργήσαντος αὐτὸν καὶ ἁρμόσαντος θεοῦ; Πόθεν δὲ ἐκεῖνος ἥρμοσεν, ἢ πόθεν καὶ τὴν ἕνωσιν αὐτῷ καὶ τὸ πλῆθος δέδωκεν; ἆρʼ οὐκ ἀπὸ τῆς οἰκείας οὐσίας; Ἢ καὶ ἀνάγκη τοῦτο φάναι, καὶ ἔστιν οὕτως ἔχον· αὐτῷ γὰρ τῷ εἶναι δημιουργεῖ· τὸ δὲ αὐτῷ τῷ εἶναι ποιοῦν τοῦτο ποιεῖ καὶ τοῦτο τῷ ποιουμένῳ δίδωσιν ὃ ἔχει καὶ ὅ ἐστιν ἐν αὐτῷ, μᾶλλον δὲ ὅ ἐστιν αὐτὸ πρώτως. Εἰ οὖν ὁ δημιουργικὸς νοῦς ἕνα καὶ πολὺν ὑπέστησε τὸν κόσμον, εἴη ἂν ἐν αὐτῷ τὸ πλῆθος καὶ τὸ ἕν· καὶ ὥσπερ ὁ κόσμος οὐχὶ τῇ μὲν εἷς ἐστι, τῇ δὲ πολὺς, ἀλλʼ ὅλος διʼ ὅλου καὶ εἷς ἅμα καὶ πολὺς — ὅ τι γὰρ ἂν λάβοις, καὶ ἑνός ἐστι καὶ πλήθους μετέχον —, οὕτω δὴ καὶ ὁ δημιουργικὸς νοῦς καθʼ ὅλον ἑαυτὸν καὶ εἷς ἐστι καὶ πολύς· καὶ γὰρ τὸ πλῆθος αὐτοῦ πᾶν ἑνοειδές ἐστι, καὶ τὸ ἓν πεπληθυσμένον, καὶ οὐδέν ἐστιν αὐτοῦ λαβεῖν ὃ μὴ καὶ ἕν ἐστι καὶ πλῆθος. Ἕκαστον γοῦν τῶν εἰδῶν καὶ ἥνωται καὶ πολλά ἐστι· καὶ ἄλλως οὐ πολλὰ μόνον ἦν δυνατὸν εἶναι τὸν νοῦν ἐκεῖνον· οὐ γὰρ ἦν ἂν εἷς οὐδὲ ἀμέριστος, οὐδὲ ὅλως ἐστὶ πλῆθος μὴ ἓν, οὔτε ἓν μόνον· οὐ γὰρ ἂν ἦν δημιουργὸς, οὐδʼ ὅλως νοῦς, ἀλλʼ ἐπέκεινα τῆς τάξεως ταύτης. Ἀλλʼ ὅτι μέν ἐστιν ἐκεῖ καὶ τὸ ἓν καὶ τὸ πλῆθος, δῆλον διὰ τούτων· τίνα δέ ἐστιν ἑξῆς ἡμῖν σκεπτέον. Τὸ μὲν οὖν ἓν οὔτε τὸ πρώτως ἓν ληπτέον· ἔστι γὰρ πάντων ἐξῃρημένον· οὐ γάρ ἐστι γένος ἐκεῖνο τὸ ἓν ἢ εἶδος· τό τε γὰρ γένος τινός ἐστι γένος, ἐκεῖνο δὲ οὐδενός· καὶ τὸ εἶδος οὐσία πάντως καὶ πλῆθος καὶ τοῦ γένους δεύτερον, ἐκεῖνο δὲ ὑπὲρ οὐσίαν, ὑπὲρ πᾶν πλῆθος, οὐδενὸς ὅλως δεύτερον· οὔτε αὖ τὴν θεότητα τοῦ νοῦ, καθʼ ἣν καὶ ἔστι πατὴρ καὶ δημιουργὸς τῶν ὅλων· οὐδὲ γὰρ ταύτην μετέχειν πλήθους δυνατόν· γεννητικὸς γοῦν ἐστι παντὸς τοῦ ἐν αὑτῷ πλήθους, θέμις δὲ οὐκ ἔστι μεθεκτὸν γίγνεσθαι τῷ γεννῶντι τὸ γεννηθέν. Ἀλλʼ οὐδὲ τοῦτο ληπτέον τὸ ἓν, ὅ ἐστιν οἷον ὁλότης τῶν εἰδῶν· πάλιν γὰρ ἐπὶ βραχὺ τὴν δύναμιν αὐτοῦ συστέλλομεν οὕτω λέγοντες· ἔστι μὲν γὰρ καὶ τοῦτο ἓν καὶ πλῆθος τὸ ὅλον πλήρωμα τῶν εἰδῶν, ἀλλʼ οὐ τοῦτό ἐστι τὸ ἐπὶ πᾶσαν τοῦ δημιουργοῦ τὴν φύσιν ἐκτεινόμενον. Ἐκεῖνο τοίνυν ῥητέον τὸ ἓν, ὅ ἐστιν ὁλότης παντὸς τοῦ δημιουργικοῦ νοῦ· εἰς ὃ καὶ ὁ θεολόγος ἀποβλέπων, Ἓν ἐγένετο, φησίν· ἔχει γὰρ πάντα καὶ αὐτὸς νοερῶς, καὶ ἔστιν εἷς νοῦς πολλῶν νόων περιληπτικὸς καὶ κόσμος νοερῶς αὐτοτελῶν νόων μονάς· οὐ γὰρ μόνον ἡ τῶν ἰδεῶν ὁλότης ἐν αὐτῷ, ἀλλὰ καὶ ἄλλαι πολλαὶ, καθάπερ οἱ θεολόγοι παραδεδώκασι. Τὴν οὖν ὁλότητα τὴν μίαν τὴν διὰ πασῶν διήκουσαν ἑνάδα προσρητέον, ἵνα καὶ τὸ οὐσιῶδες αὐτῆς φυλάξωμεν — τὸ γὰρ ὅλον οὐσία ἐστί· τὸ δὲ αὖ πλῆθος, τάς τε μερικωτέρας τάξεις αἳ περιέχονται μὲν ὑπὸ τῆς ὁλότητος· οὐδὲν γὰρ ὃ αὐτῶν ἀμέτοχον ἐπιδείκνυται τοῦ ὅλου· πᾶν γὰρ ὅτιπερ ἂν αὐτῶν λάβοις μετέχει τοῦ ὅλου καὶ τῆς νοερᾶς ἰδιότητος, εἰ βούλει λέγειν· ταῦτα πάντων ἐστὶ γενικώτατα τῶν ὁπωσοῦν ὄντων, ᾗ καὶ αὐτὸς ὁ δημιουργικὸς νοῦς αἴτιος ἁπάντων τῶν εἰδῶν. Εἰ δὲ ἐν Σοφιστῇ τὰ πάντα γένη τοῦ ὄντος μέγιστα προσείρηκεν, οὐ θαυμαστόν· τῶν γὰρ ἐν τῷ δημιουργῷ πολλῶν γενῶν καὶ εἰδῶν ἐπεζήτει τὰ μέγιστα· τὸ δὲ ἓν τοῦτο καὶ τὸ πλῆθος οὐκ ἐν τῷ νῷ ἐστιν, ἀλλʼ αὐτὸς ὁ νοῦς· ἓν γὰρ ἡ ὁλότης αὐτοῦ, καὶ τὸ εἶδος καθὸ προνοεῖται τῶν οἰκείων ἀδιάκριτόν ἐστι, πλῆθος δὲ τὰ ἰδιώματα πολλὰ καὶ αἱ μερικαὶ ὁλότητες· διὸ καὶ ἕκαστον τῶν δημιουργικῶν εἰδῶν ἓν καὶ πλῆθός ἐστιν ὥσπερ ὁ πᾶς δημιουργικὸς νοῦς. Καὶ ἔστι διὰ τοῦτο τὸ μὲν ἓν τοῦτο εἶδος ἑνοποιὸν τοῦ τε ὅλου καὶ τῶν ἐν αὐτῷ παντοίων εἰδῶν, τό τε πλῆθος ἓν πρὸ πάντων, καθὸ καὶ ὁ ὅλος πεπλήθυται νοῦς· καὶ ἕκαστον τῶν νοερῶν εἰδῶν πολλὰ καθʼ αὑτό ἐστιν, ὥστʼ εἶναι ταῦτα γενικώτατα τῶν γενῶν, ἀφʼ ὧν ἑκάστοις ὑπάρχει καὶ ἑνὶ εἶναι καὶ πολλοῖς, ἀνάλογον ὑποστάσεσι πρὸς τὸ πέρας τὸ πρῶτον καὶ τὴν πρωτίστην ἀπειρίαν· καὶ γὰρ τὸ ἑνοποιὸν τοῦ πλήθους πέρας ἐστὶν, ἀλλʼ οὐκ ἀνάπαλιν. Τί γὰρ εἰ ἄπειρον ποιεῖ κατὰ μέγεθος ἢ κατὰ δύναμιν; εἴ τι ἄρα πληθοποιὸν, καθὸ τοιοῦτον, ἀπειροποιόν ἐστιν, οὐ πᾶν δὲ ἀπειροποιὸν πληθοποιόν. Εἰ δὲ ἐν Σοφιστῇ τούτων οὐκ ἐμνημόνευσεν, ὡς ἔφαμεν, ἐν τοῖς μεγίστοις γένεσι, τί θαυμαστόν; Μή ποτε γὰρ, ἐπειδὴ πλῆθος καὶ ἓν οὐ μόνον οὐσιῶδές ἐστιν, ἀλλὰ καὶ ὑπὲρ οὐσίαν, ταὐτὸν δὲ καὶ ἕτερον ἐν οὐσίαις, εἰκότως γένη τοῦ ὄντος προχειριζόμενος ταῦτα μὲν μνήμης ἐν ἐκείνοις ἠξίωσε, τὴν δὲ ἑνοποιὸν τῶν πεπληθυσμένων καὶ τὴν πληθοποιὸν τῶν ἡνωμένων σεσιώπηκε, διότι δὴ καὶ τὸ ὂν μέγιστον ἐκεῖ καὶ ἀρχηγικὸν ἐτίθετο τῶν γενῶν· τούτῳ γὰρ οἰκεῖον τὸ ταὐτὸν καὶ ἕτερον· οὐ μέντοι τὸ ἓν ἁπλῶς καὶ τὸ πλῆθος, ὧν ἦν καὶ πρὸ τοῦ ὄντος ὑπόστασις. Πάντα γοῦν καὶ ὅσα διηπόρησεν ἐν ἐκείνοις, καὶ ὅσα ἐξηπόρησεν ὡς περὶ τὸ ὂν διατρίβων, μνήμης ἕκαστα τῆς προσηκούσης τῷ ὄντι πλείονος ἢ ἐλάσσονος ἔτυχεν. Εἰ δὲ ὅπη ταῦτα, ἓν λέγω καὶ πλῆθος, ταὐτοῦ καὶ ἑτέρου διέστηκε σκοποίης, εὑρήσεις τὰ μὲν ὄντα τῶν καθʼ αὑτὸ, τὰ δὲ τῶν πρός τι πάντως ὄντα· οὔτε γὰρ τὸ ἓν πρὸς ἄλλο τι λέγεται τῶν ὄντων οὔτε τὰ πολλὰ, ταὐτὸν δὲ καὶ ἕτερον κἂν ἐν ἑαυτῷ λέγηται κἂν ἄλλῳ, ὡς πρός τι λέγεται, καὶ οὐχ ὡς καθʼ ἑαυτὸ πάντως· διὸ καὶ πρότερα τῇ φύσει τὸ ἓν καὶ τὸ πλῆθος ταὐτοῦ καὶ ἑτέρου τὸν τρόπον τοῦτον, ὃν τὰ καθʼ αὑτὸ τῶν πρός τι προηγεῖται κατὰ φύσιν. Ἔοικε δὲ τὸ ἐν τούτοις ἓν καὶ τὸ πλῆθος, ἔν τε τῷ δημιουργικῷ νῷ καὶ ἐν ἑκάστῳ τῶν εἰδῶν θεωρούμενον, ὡς ἀπʼ αἰτιῶν πάλιν ἠρτῆσθαι πρωτουργῶν τοῦ πέρατος καὶ τῆς ἀπειρίας· ἑνοποιὸν γὰρ τὸ πέρας, ἡ δὲ ἀπειρία τὸ ἐν ἑκάστῳ πλῆθος ὑφίστησιν. Ὅτι δὲ οὐ χρὴ τὸ ὑπερούσιον ἓν λαμβάνειν, ἀλλὰ τὸ οὐσιῶδες καὶ τὸ οἷον ὅλον καὶ τὸ παντελὲς τοῦ νοῦ, δηλοῖ καὶ ὁ Πλάτων εἰπὼν, ἀλλʼ εἰ ὅ ἐστιν ἓν, αὐτὸ τοῦτο πολλὰ ἀποδείξει. Τοῦτο γὰρ ζητεῖ τὸ ἓν ἀποδειχθῆναι καὶ πλήθους μετέχον ᾧ τὸ ἔστι προσάγομεν, ἀλλʼ οὐ τὸ κρεῖττον τοῦ ἔστι.

Καὶ περὶ τῶν ἄλλων ἁπάντων ὡσαύτως· εἰ μὲν αὐτὰ τὰ γένη τε καὶ εἴδη ἐν αὐτοῖς ἀποφαίνει τἀναντία ταῦτα πάθη πάσχοντα, ἄξιον θαυμάζειν· εἰ δʼ ἐμὲ ἕν τις ἀποδείξει ὄντα καὶ πολλὰ, τί θαυμαστόν; λέγων, ὅταν μὲν βούληται πολλὰ ἀποφαίνειν, ὡς ἕτερα μὲν τὰ ἐπὶ δεξιά μού ἐστιν, ἕτερα δὲ τὰ ἐπʼ ἀριστερὰ, καὶ ἕτερα μὲν τὰ πρόσθεν, ἕτερα δὲ τὰ ὄπισθεν, καὶ ἄνω καὶ κάτω ὡσαύτως· πλήθους γὰρ, οἶμαι, μετέχω· ὅταν δὲ ἓν, ἐρεῖ ὡς ἑπτὰ ἡμῶν ὄντων εἷς ἐγώ εἰμι ἄνθρωπος μετέχων καὶ τοῦ ἑνὸς, ὥστε ἀληθῆ ἀποφαίνει ἀμφότερα. Ἐὰν οὖν τις τοιαῦτα ἐπιχειρῇ πολλὰ καὶ ἓν ταὐτὰ ἀποφαίνειν, λίθους καὶ ξύλα καὶ τὰ τοιαῦτα, φήσομεν αὐτὸν πολλὰ καὶ ἓν ἀποδεικνύναι, οὐ τὸ ἓν πολλὰ, οὐδὲ τὰ πολλὰ ἓν, οὐδέ τι θαυμαστὸν λέγειν, ἀλλʼ ἅπερ ἂν πάντες ὁμολογοῖμεν.

Κοινὸς ἐν τούτοις παραδίδοται κανὼν περὶ τῆς κοινωνίας τῶν εἰδῶν, ἀνατείνων ἡμᾶς ἀπὸ τῶν αἰσθητῶν καὶ τῆς ἐν τούτοις συμπλοκῆς τῶν ἀντικειμένων γενῶν τε καὶ εἰδῶν ἐπʼ αὐτὰς τὰς ὑπερφυεῖς καὶ νοερὰς οὐσίας, οὐδὲν μὲν θαυμαστὸν ὁ τούτοις θεωρεῖσθαι τοῖς μεριστοῖς καὶ ἀδιαστάτοις πράγμασιν ἀποφαινόμενος, εἰ ταὐτὸν ἓν εἶναι δοκεῖ καὶ πολλὰ, προσάγων δὲ ἡμᾶς ἐπὶ τὴν ἡνωμένην καὶ ἀμέριστον ὑπόστασιν καὶ τὴν τῶν αἰωνίων καὶ καθαρῶν εἰδῶν κατανόησιν, ἅ ἐστιν αὐτὰ καθʼ αὑτὰ καὶ οὐδὲ ἕδρας δεῖται καὶ ὑποδοχῆς, ὁποίας δεόμεθα. Τὰ αἰσθητὰ καὶ ἓν ὁρᾶται καὶ πολλά· ἓν μὲν τῇ οὐσίᾳ, τῇ ὁλότητι, τῷ ὑποκειμένῳ, τῷ εἴδει· πολλὰ δὲ τοῖς συμβεβηκόσι, τοῖς μέρεσι, ταῖς δυνάμεσι, τῇ ὕλῃ καὶ πᾶσιν ἁπλῶς ἐξ ὧν τὸ μεριστὸν καὶ πεπληθυσμένον τῶν αἰσθητῶν ἀπελέγχειν εἰώθαμεν· ἢ οὐ ταῦτά ἐστιν ἃ καὶ ταῖς σχέσεσι ποικίλλεται, καὶ τοῖς τόποις διίσταται, καὶ ὅλως φαινόμενον ἔχει τὸ ἓν τόδε πλῆθος ἐπικρατοῦν τῆς ὅλης αὐτῶν ὑποστάσεως· μεριστὴ γὰρ αὐτῶν ἐστι καὶ ἔνυλος ἡ φύσις. Ἀλλʼ ἐν μὲν τοῖς αἰσθητοῖς οὐ θαυμαστὸν, ὥς φησι καὶ ὁ Σωκράτης, εἰ τὸ αὐτὸ καὶ ἕν ἐστι καὶ πλῆθος, ἄλλως μὲν ἓν, ἄλλως δὲ πλῆθος, ἐπʼ αὐτῶν δὲ τῶν νοητῶν θαυμαστὸν, εἰ τὸ αὐτὸ ἓν μετέχει πλήθους, καὶ εἰ τὸ πλῆθος ἑνὸς, ἃ καὶ ὁ Σωκράτης ὑπονοεῖ μὲν, θαυμάζει δὲ εἰ ἀποδεικτά ἐστι. Καὶ εἴρηται παρʼ ἡμῶν, ὅπως καὶ αὕτη ἡ ὑπόνοια τοῦ Σωκράτους ἀληθής· οὐ γὰρ πάντα τρόπον ἡ κοινωνία γίγνεται τῶν εἰδῶν, ἀλλὰ κατὰ τὸν προσήκοντα αὐτοῖς· τίς δὲ οὗτός ἐστιν, εἴρηται πρότερον. Ἀλλʼ ἐπὶ τὴν λέξιν ἐπανιτέον, καὶ θεατέον ἕκαστον τῶν ἐκκειμένων ῥημάτων. Τῷ μὲν τοίνυν εἰπεῖν καὶ περὶ πάντων, τὴν παντελῆ διακόσμησιν ἐδήλωσε τῶν θείων εἰδῶν καὶ τὴν ἕνωσιν αὐτῶν καὶ τὴν σύμπνοιαν· τῷ δὲ προσθεῖναι καὶ περὶ τῶν ἄλλων, τὴν διάκρισιν καὶ τὸ ἀσύγχυτον αὐτῶν πλῆθος ἐνεδείξατο. Διὰ δὲ τῶν γενῶν αὖ καὶ τῶν εἰδῶν τάς τε ἁπλουστέρας καὶ ὁλικωτέρας αἰτίας καὶ τὰς μερικωτέρας ἐκεῖ καὶ οἷον συνθετωτέρας ὑποστάσεις ἡμᾶς ἐδίδαξε· τὰ γὰρ εἴδη τὰ περιληπτικώτερα καὶ ἑνοειδέστερα καὶ αἰτιώτερα γένη προσείρηκεν· ἀλλὰ δὴ τίνα, καὶ οὐχ οἷα τὰ ὑστερογενῆ καὶ τὰ ἐν τοῖς καθʼ ἕκαστα, φησί· ταῦτα γὰρ ἰνδάλματα τούτων ἐστὶ, καὶ ἡ διαιρετικὴ πρώτως τὸ νοερὸν πλῆθος θεᾶται τῶν εἰδῶν καὶ τῶν γενῶν, καὶ τὴν ἐν ἐκείνοις τῶν προόδων τάξιν, καὶ τὰς σειρὰς τὰς νοεράς. Διὰ δὲ τοῦ ἐν αὐτοῖς ἔδειξεν ὁποίαν ζητεῖ κοινωνίαν ἐπὶ τῶν εἰδῶν μὴ ἐπίκτητον, μηδὲ ἔξωθέν ποθεν ὑπάρχουσαν αὐτοῖς, ἀλλʼ ἀπὸ τῆς οὐσίας τῆς αὐτῶν καὶ τῆς φύσεως. Καὶ μὴν διὰ τῶν ἀντιθέσεων ὧν παρέλαβε τὸ πλῆθος τῶν αἰσθητῶν ἀπελέγχων, ἱκανῶς, οἶμαι, καὶ τὸ μεριστὸν αὐτῶν ἐνέφηνεν· αἱ γὰρ σχέσεις ἄπειροί εἰσι, καὶ διὰ τὸ μάλιστα ἀνούσιον εἰς τὸ ἀμέριστον ὑποφερόμεναι καὶ ἄπειρον. Τί δὲ οἱ ἀριθμοὶ ὅ τε τῆς ἑξάδος καὶ ὁ τῆς ἑπτάδος; ἆρα μάτην παρελήφθησαν; Ἢ πρὸς μὲν τὴν τοῦ πλήθους ἔνδειξιν ἡ ἑξὰς προσήκουσα ἦν διὰ τὸ ἄρτιον καὶ ὅλως τὸ τέλειον· οὐ γὰρ ἀτελὲς εἶναι δεῖ τὸ πλῆθος τὸ μέλλον μεθέξειν τοῦ ἑνός· πρὸς δὲ τὴν τοῦ ἑνὸς ἡ ἑπτάς· μοναδικὴ γάρ ἐστι καὶ μόνης μονάδος γεγονὸς, καὶ ὅλως τὸ περιττὸν πρὸς τοῦ ἑνός ἐστι. Καὶ εἰ βούλει καὶ ἐπʼ αὐτοὺς ἀνιέναι τοὺς θεοὺς τοὺς ἀνάλογον τοῖσδε τοῖς ἀριθμοῖς, ὄψει καὶ ἐκεῖ τὸ αἴτιον τῆς τε κοινωνίας καὶ τῆς διακρίσεως τῶν εἰδῶν. Ἡ μὲν γὰρ ἑξὰς Ἀφροδίτης ἐστὶν ἱερὰ, φασὶ Πυθαγορείων παῖδες· ἡ δὲ ἑπτὰς, τῆς δεσποίνης ἡμῶν Ἀθηνᾶς· ἔστι δὲ ἡ μὲν ἀναγωγὸς ἀπὸ τοῦ πλήθους εἰς ἓν, ἡ δὲ τὴν ἐν τῷ πλήθει κοινωνίαν παρεχομένη τοῖς τε νοητοῖς καὶ πᾶσι τοῖς οὖσιν. Εἰ τοίνυν λέγεις τὴν ἑπτάδα τὴν Ἀθηναϊκὴν ἑνοποιὸν, τὴν δὲ ἑξάδα τὴν Ἀφροδισιακὴν μετὰ τῆς κοινωνίας φυλάττειν τὸ πλῆθος, οἰκείως εὑρήσεις ἑκατέραν, τὴν μὲν εἰς τὴν τοῦ πλήθους, τὴν δὲ εἰς τὴν τῆς ἑνώσεως ἀπόδειξιν παρειλημμένην. Πάλιν τοίνυν τὸ λίθους καὶ ξύλα καὶ τὰ τοιαῦτα ἀποφαίνειν ἓν καὶ πολλὰ θαυμαστῶς ὅπως ἐνδείκνυται, πῶς τὸ ἓν ἐνταῦθα καὶ τὸ πλῆθος, καὶ ὅτι διῃρημένα ἀπʼ ἀλλήλων καὶ δεόμενα συνδέσμου τινός. Πῶς γὰρ τὸ εἶδος ἓν ὂν συνάπτεται τῇ ὕλῃ, δῆλον ὡς διὰ τῆς φύσεως· αὕτη γάρ ἐστι συναγωγὸς ἀμφοῖν, ἐκεῖ δὲ ἄνευ συνδέσμου προσθέσεως τὸ ἓν πολλὰ καὶ τὰ πολλὰ ἕν· αὐτὸς μὲν γὰρ ὁ ὅλος νοῦς ἓν πολλά ἐστι, αἱ δέ γε ἐν αὐτῷ μερικώτεραι τάξεις πολλαὶ ἑνοειδεῖς πάλιν οὐκ εἰσὶν ἕτεραι παρʼ αὐτὸν ἁπλῶς· συμπληροῦσι γὰρ αὐτοῦ τὴν μίαν ὁλότητα.

Ἐὰν δέ τις ὧν νῦν δὴ ἐγὼ ἔλεγον, πρῶτον μὲν διαιρῆται χωρὶς αὐτὰ καθʼ αὑτὰ τὰ εἴδη, οἷον ὁμοιότητά τε καὶ ἀνομοιότητα καὶ πλῆθος καὶ τὸ ἓν καὶ στάσιν καὶ κίνησιν καὶ πάντα τὰ τοιαῦτα, εἶτα ἐν ἑαυτοῖς ταῦτα δυνάμενα συγκεράννυσθαί τε καὶ διακρίνεσθαι ἀποφαίνῃ, ἀγαίμην ἂν ἔγωγε θαυμαστῶς, ἔφη, ὦ Ζήνων.

Ἐπʼ αὐτὴν τὴν τελεωτάτην ὁ Σωκράτης ἀναδεδράμηκεν ὑπόθεσιν περὶ τῆς κοινωνίας τῶν εἰδῶν καὶ συγκρίνεσθαι πάντα εἰπών· ταῦτα γὰρ ὑπάρχειν ἅμα, ἄμφω δὲ τοῖς θείοις ἐκείνοις πράγμασιν ἕνωσίν τε ἀσύγχυτον καὶ διάκρισιν ἀδιαίρετον, ἵνα καὶ ἐν ἀλλήλοις ᾖ καὶ σώζῃ τὴν καθαρότητα τὴν ἑαυτῶν. Τοῦτον οὖν ἄγαται τὸν τοῦτο δεῖξαι δυνάμενον, ὅπως καὶ ἥνωται καὶ διακέκριται τὰ εἴδη τὰ νοητὰ, καὶ ὅπως οὔτε τὴν ἄμικτον ἀπόλλυσι καθαρότητα διὰ τὴν ἕνωσιν, οὔτε τὴν κοινωνίαν τὴν θείαν διὰ τὴν διάκρισιν, ἀλλὰ καὶ διακέκριται ἅμα καὶ συγκέκριται δεσμῷ Ἔρωτος ἀγητοῦ κατὰ τὸ Λόγιον· ὃς ἐκ νόου ἔκθορε πρῶτος Ἑσσάμενος πυρὶ πῦρ συνδέσμιον, ὄφρα κεράσῃ Πηγαίους κρατῆρας, ἑοῦ πυρὸς ἄνθος ἐπισχών. Ταύτην οὖν ζητεῖ τὴν σύγκρασιν ὁ Σωκράτης μετὰ τῆς διακρίσεως ἰδεῖν ἐπὶ τῶν ἀμερῶν καὶ νοητῶν ὑποστάσεων, καὶ ἐπὶ ταύτην προκαλεῖται τοὺς ἄνδρας, καὶ ταύτην ἄγαται τὴν θεωρίαν τὴν ἑνίζουσαν ἅμα καὶ διακρίνουσαν τὰς νοερὰς δυνάμεις τῶν αἰσθητῶν, ὁμοιότητα ἐκείνην καὶ ἀνομοιότητα, πλῆθος τὸ ἐκεῖ καὶ τὸ ἓν, στάσιν τὴν θείαν καὶ κίνησιν· προσέθηκε γὰρ δὴ ταῦτα ταῖς εἰρημέναις συζυγίαις· ἐπεὶ κἂν ὁ Ζήνων, οὐ μόνον ἐξ ἐκείνων, ἀλλὰ καὶ ἐκ τῆς τούτων ἀκολουθίας ἀπήλεγχε τὴν ἀτοπίαν τῶν τὰ πολλὰ τοῦ ἑνὸς χωριζόντων· οὐ γὰρ μόνον ἐκ τοῦ ὁμοίου καὶ ἀνομοίου ἐπεποίητο τὴν ἐπιχείρησιν, οὐδὲ αὖ μόνον ἐκ τοῦ ἑνὸς καὶ τοῦ πλήθους, ἀλλʼ ἤδη καὶ ἀπὸ στάσεως καὶ κινήσεως. Τὸ γὰρ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ καὶ ἱστάμενον καὶ κινούμενον ἀπέφηνεν, εἰ τὰ πολλὰ μὴ μετέχοι τοῦ ἑνός· πᾶν τὸ ἱστάμενον ἔν τινί ἐστιν ἑνὶ, καὶ πᾶν τὸ κινούμενον ἐξίσταται τοῦ ἑνὸς, ὥστε τὰ πολλὰ εἰ μὴ μετέχοι τινὸς ἑνὸς ἄστατά ἐστι· καὶ πάλιν εἰ αὐτὸ τοῦτο ἔχοι κοινὸν τὸ μὴ μετέχειν τινὸς, ἔν τινι ἔσται· ταύτῃ οὖν πάλιν ἀκίνητα· τὰ αὐτὰ ἄρα καὶ κινούμενα ἔσται καὶ ἑστῶτα· οὐκ ἄρα πολλά ἐστιν ἔρημα πάντη τοῦ ἑνός. Ἀλλʼ ὁ μὲν Ζήνωνος λόγος καὶ ἐνταῦθα τοιοῦτος· ὁ δέ γε Σωκράτης, ὡς τούτων ἱκανῶς δεδειγμένων δεῖν πανταχοῦ μετέχειν ἑνώσεως, χαίρειν ἐάσαντα τὸ δεικνύναι τὰ τῇδε πολλὰ μὴ διῃρημένα μόνον, ἀλλὰ καὶ ἡνωμένα ἀλλήλοις, ἀξιοῖ δεικνύειν αὐτὸν μὴ ὅπως τὸ αὐτὸ κινεῖται καὶ ἕστηκεν ἐν τοῖς αἰσθητοῖς, ἀλλὰ μεταβαίνειν ἐπὶ τὰς νοερὰς μονάδας, καὶ ἀποφαίνειν ὅπως ἥνωνται καὶ ἐκεῖναι καὶ ὅπως μετέχουσιν ἀλλήλων. Ὅτι μὲν γὰρ τὰ ἐνταῦθα πλήθη μετέχει τινῶν μονάδων καὶ διὰ τούτων τὸ μεριστὸν αὐτῶν καὶ διεσπαρμένον εἰς ἕνα περιάγεται σύνδεσμον, ἱκανῶς δέδεικται· πρὶν δὲ ἐπʼ αὐτὴν ἐπανέλθωμεν τὴν ἀκροτάτην ἕνωσιν τὴν Παρμενίδειον, τὰς πολλὰς θεωρήσωμεν καὶ ἀφανεῖς καὶ ἀκατατάκτους μονάδας πῶς ἐν ἀλλήλαις εἰσὶ, πῶς κοινωνία τε αὐτῶν ἐστιν ὁμοφυὴς καὶ καθαρότης ἀσύγχυτος, πῶς ἡ ὁμοιότης συγκέκραται πρὸς τὴν ἀνομοιότητα, πῶς τὸ ἓν καὶ τὸ πλῆθος χωρεῖ διʼ ἀλλήλων, πῶς ἡ στάσις καὶ ἡ κίνησις μετειλήφασιν ἀλλήλων· ὁ γὰρ τὴν τοιαύτην μίξιν καὶ διαπλοκὴν τῶν εἰδῶν τεθεαμένος, οὗτός ἐστιν ἀγαστὸς ὄντως τῷ Σωκράτει, καὶ οὐχ ὡς ἔτυχεν ἀγαστός· τὸ γὰρ θαυμαστῶς βεβαιοτέραν ποιεῖ τὴν εὐφημίαν, καὶ οὐδὲν ἄλλο ἐμφαίνει ἢ τὸ ὄντως καὶ ὡς ἀληθῶς καὶ ἐπαξίως τοῦ θαύματος. Πάντα ἄρα τὰ πάθη τοῦ Σωκράτους εὔστοχα, ἡ ἀπόγνωσις, ἡ ὑπόνοια, ἡ ἐλπὶς, ἡ μὲν εἰς τὴν πρὸς ἄλληλα σύγχυσιν ἀποβλέψαντος αὐτοῦ καὶ τὴν σύμφυρσιν τῶν θείων εἰδῶν, ἡ δὲ εἰς τὴν κοινωνίαν ἁπλῶς, ἡ δὲ εἰς τὴν ἕνωσιν ἅμα καὶ διάκρισιν, ἣν καὶ τελευταίαν ἐπέθηκεν, οἷον ἐκ πυρείων ἀνάψας ἑαυτῷ φῶς διὰ τῆς πρὸς τὸ πρᾶγμα ἐνατενίσεως καὶ τῆς πρὸς αὐτὰ τὰ εἴδη συνεχοῦς ἀνατάσεως. Ταῦτα μὲν οὖν εἰρήσθω περὶ τοῦ τρόπου τῶν λόγων τούτων καὶ τῆς ὅλης προθέσεως· πάλιν δὲ ἡμῖν αὐτὰ τὰ πράγματα σκεπτέον, τίς ἡ στάσις ἐκεῖ καὶ τίς ἡ κίνησις, καὶ τίνα τάξιν ἔχουσι, καὶ εἰ μετέχουσιν ἀλλήλων. Οὐκοῦν ὅτι μὲν ἀνάγκη τὸν δημιουργικὸν νοῦν ἐν νοήσεσιν ὑφεστηκότα καθαραῖς καὶ ἀΰλοις, καὶ πάντων ἀθρόως ὄντα δημιουργικὸν καὶ ὑπερκόσμιον, ἀμετάβλητον εἶναι τῇ τε οὐσίᾳ καὶ ταῖς ἐνεργείαις, οἶμαι παντὶ δῆλον εἶναι· πᾶν γὰρ τὸ ἀμέριστον εἶδος αἰώνιόν ἐστι, πᾶν δὲ τὸ αἰώνιον ἐν στάσει τὴν ἑαυτοῦ φύσιν ἔχει· τὸ γὰρ μεταβάλλον ἢ κατʼ οὐσίαν ἢ κατʼ ἐνέργειαν καὶ ἄλλοτε ἄλλως ἢ γιγνόμενον ἢ ἐνεργοῦν μεριστόν ἐστιν ἢ πρώτως ἢ ἐσχάτως, πᾶς δὲ νοῦς ἀμέριστος καὶ ἁπλοῦς καὶ ἀγέννητος. Εἰ τοίνυν πᾶς νοῦς ἀμέριστος, πᾶν δὲ τὸ ἀμέριστον αἰώνιον, πᾶν δὲ τὸ αἰώνιον ἀτρέπτως ἕστηκε, δῆλον δήπουθεν ὅτι πᾶς νοῦς ἕστηκε, καὶ πολλῷ μᾶλλον ὁ δημιουργικὸς νοῦς· ὅσῳ γὰρ δυνατώτερός ἐστι τῶν μετʼ αὐτὸν, τοσούτῳ μᾶλλον φρουρεῖ τὴν ἑαυτοῦ τάξιν ἀμετάστατον. Εἰ δὲ καὶ ἑδράζει τὸν ὅλον κόσμον κατά τε τὴν ὁλότητα αὑτοῦ καὶ τὸ ὅλον εἶδος καὶ τοὺς πόλους τοὺς ἐν αὐτῷ καὶ τὰ κέντρα καὶ τοὺς ἄξονας, καὶ δίδωσιν ἑκάστῳ τούτων μόνιμον δύναμιν, πόθεν ἂν εἴη ταύτην διδοὺς ἢ ἀπὸ τῆς οἰκείας οὐσίας; αὐτῷ γὰρ τῷ εἶναι δίδωσιν· ἔστι γὰρ ἐν αὐτῷ στάσις αἰτία τῶν ἑστώτων ἁπάντων, ἀλλὰ μὴν καὶ κίνησις· εἰ γὰρ ἔστι δημιουργὸς καὶ εἰ νοεῖ ἑαυτὸν, δῆλον ὡς ἐνεργεῖ· καὶ γὰρ ἡ ἐνέργεια λέγεται κίνησις τελεία, τοιαύτη δέ ἐστιν ἡ δημιουργικὴ ποίησίς τε καὶ νόησις. Εἰ δὲ καὶ, ὥς φησιν ἐκεῖνος, οἷον ζωὴ τῶν σωμάτων ἐστὶν ἡ κίνησις, δεῖ πολλῷ πρότερον τὴν ζωοποιὸν αἰτίαν ἐν ἐκείνῳ κίνησιν καλεῖν· αὐτὸ γὰρ τὸ ζῇν κίνησίν ἐστιν ἔχειν· εἰ δὲ καὶ δίδωσι τῇ τε γενέσει καὶ τῷ οὐρανῷ τὴν κίνησιν, δίδωσι δὲ ἀπὸ τῆς ἑαυτοῦ οὐσίας, πῶς οὐ πολλῷ πρότερόν ἐστιν ἐν αὐτῷ κίνησις; πᾶν γὰρ τὸ τῷ εἶναι ποιοῦν ἀπὸ τοῦ ἐν ἑαυτῷ ὄντος τοῖς ἄλλοις μεταδίδωσι· καὶ γὰρ τὸ πῦρ οὐχὶ ψυχρότητος, ἀλλὰ θερμότητος μεταδίδωσι τοῖς ἄλλοις· αὐτῷ γὰρ τῷ εἶναι ποιεῖ καὶ οὐ προελόμενον, ψυχρότητα δὲ οὐκ εἶχε· καὶ ὁ ἥλιος φῶς δίδωσι, καὶ ἡ ψυχὴ ζωήν· ὥστε, εἰ καὶ ὁ δημιουργὸς δίδωσι κίνησιν τοῖς μετʼ αὐτὸν, ἔχει τὴν αἰτίαν τῆς κινήσεως ὁμοῦ τῇ στάσει συνυφεστηκυῖαν. Ἀλλʼ ὅτι μὲν ἔστιν ἐκεῖ καὶ στάσις καὶ κίνησις, δῆλον διὰ τούτων, καὶ ὡς ἡ μέν ἐστι τὸ αἰώνιον τῆς δημιουργικῆς νοήσεως καὶ τὸ τῆς προνοίας ἐνεργὸν, ἡ δὲ τὸ ἀεὶ ὡσαύτως τῆς ἐνεργείας τοῦ δημιουργοῦ, φρουροῦσα τὴν δραστήριον αὐτοῦ δύναμιν· διὰ τί γὰρ ἄγρυπνός ἐστι καὶ ἀκμαία καὶ δραστήριος ἡ πρόνοια τοῦ δημιουργοῦ τῶν ὅλων, ἢ διὰ τὴν κίνησιν; διὰ τί δὲ μόνιμος καὶ ἀνεξάλλακτος καὶ ἀκλινὴς, ἢ διὰ τὴν στάσιν;

Δύο ἄρα ταῦτα γένη θετέον ἐν αὐτῷ, στάσιν καὶ κίνησιν· ταῦτα δὲ τὰ δύο γένη πότερον μετέχειν ἀλλήλων φατέον, ἢ οὔ; δοκεῖ γὰρ οὖν ὁ ἐν τῷ Σοφιστῇ Ἐλεάτης ξένος ἀποφῆσαι τὴν μίξιν ἐπὶ τούτων· οὔτε γὰρ πάντα ἄμικτα ἀλλήλοις εἶναι προσῆκε, οὔτε πάντα μεμιγμένα, ἀλλὰ ταὐτὸν μὲν καὶ θάτερον κοινωνεῖν ἀλλήλοις, στάσιν δὲ οὐκέτι καὶ κίνησιν. Μήποτε οὖν ἐν τούτοις ὁ Σωκράτης, ἄγασθαι λέγων τὸν δυνάμενον δεῖξαι ταῦτα δυνάμενα συγκρίνεσθαι, καὶ δίδωσι χώραν τοῖς ἐν Σοφιστῇ λόγοις διορίζουσι τίνα μὲν διακέκριται ἀπʼ ἀλλήλων, τίνα δὲ κοινωνεῖ· καὶ αὐτὸς μὲν ὡς ἀπορῶν, ἐφίεταί τι περὶ τούτων μαθεῖν, ὁ δὲ ἐκεῖ σοφὸς τὴν ἐπιστημονικὴν πεποίηται περὶ αὐτῶν ὑφήγησιν, τὰ μὲν ἀποκεκριμένα τῶν γενῶν ἀπʼ ἀλλήλων, τὰ δὲ συγκεκριμένα ἀλλήλοις ἀποδείξας· τὸ γὰρ δύνασθαι ταὐτὰ πάσχειν οὐκ ἄγει μετουσίαν ἀλλήλων ἠναγκασμένην· τὸ γὰρ ἐνδέχεσθαι τῷ δύνασθαι ταὐτόν. Μήποτε δὲ καὶ τὰ μέτρα τῆς διακρίσεως καὶ συγκρίσεως οὐ τὰ αὐτὰ πάντων ἐστίν. Ἔστι γὰρ περὶ τὰ γένη τοῦ ὄντος ἕνωσίς τε καὶ διαίρεσις, καὶ οὐδέν ἐστιν ὃ μὴ κοινωνεῖ καὶ τῶν λοιπῶν· ὡς δὲ ἐν τοῖς γένεσι τούτοις τὰ μὲν μᾶλλον ἥνωται, τὰ δὲ μᾶλλον διακέκριται, καὶ τὰ μὲν πλείω ποιεῖται τὴν ἀλλήλων μέθεξιν, τὰ δὲ πλείω σώζει τὴν καθαρότητα, καὶ διὰ τοῦτο ἐν ἐκείνοις στάσιν καὶ κίνησιν ὡς πρὸς τὰ ἄλλα παραβάλλοντες μὴ μετέχειν ἀλλήλων ἐλέγομεν, οὐχ ὡς ἀκοινώνητα παντελῶς ὄντα καὶ ἄμικτα. Πῶς γὰρ ἐν ἑνὶ ὄντα καὶ σύστοιχα ἀλλήλοις οὐχὶ καὶ φίλα ἀλλήλοις ἔσται καὶ μεθέξει πως ἀλλήλων, δραστηρίου μὲν ἐνεργείας ἡ στάσις ἀπὸ τῆς κινήσεως, μονίμου δὲ δυνάμεως ἡ κίνησις ἀπὸ τῆς στάσεως; Πότερον γὰρ ἀνενέργητον καὶ ἄζωον τὴν στάσιν ποιήσομεν, ἢ καὶ ταύτῃ ζωῆς καὶ ἐνεργείας μεταδώσομεν; Ἀλλʼ εἰ μὲν ἀνενέργητός ἐστι καὶ ἄζωος, οὔτε γεννητική τινος ἔσται, οὔτε εἶδος νοερόν· πᾶν γὰρ τὸ ἐν νῷ μετέχει καὶ ζωῆς· οὔτε γὰρ ἐξ ἀνοήτων τὸν νοῦν, οὔτε ἐκ μὴ ζώντων τὴν ζωὴν ὑφεστάναι θεμιτόν. Εἰ δὲ ἕξει καὶ ζωὴν καὶ ἐνέργειαν ἡ στάσις, ἕξει καὶ κίνησιν. Ὁμοίως δὴ καὶ τὴν κίνησιν ἆρα οὐχὶ μονίμως ἐνεργεῖν φήσομεν καὶ ἀκινήτως; ἢ πῶς ἂν ἄλλως ἐνεργοίη τι τῶν νοερῶν εἰδῶν; ἀκινήτους γὰρ αἰτίας ἐκείνας διὰ τοῦτο κεκλήκαμεν. Εἰ δὲ ἀκίνητον ἔχειν δύναμιν, πὴ μετέχειν δὲ καὶ τῆς στάσεως, ὥστε ἀλλήλων καὶ ταῦτα μετειλήφασιν. Φαμὲν ὅμως αὐτὰ πολλάκις ἄμικτα, διότι πλείων ἐν αὐτοῖς ἡ ἑτερότης καὶ ἡ διάκρισις ἢ ἐν ταὐτότητι καὶ ἑτερότητι· ταῦτα γὰρ ἥνωται μᾶλλον ἢ διῄρηται, στάσις δὲ καὶ κίνησις διῄρηται μᾶλλον ἢ συγκέκραται. Μήποτε δὲ καὶ ἕκαστον ἡνωμένον εἶναι βούλεται καὶ διῃρημένον τῶν εἰδῶν, ὥσπερ καὶ περὶ τῶν τῇδε προείρηκεν ὅτι ἕκαστος ἡμῶν ἕν τε καὶ πολλά ἐστι, καὶ οὕτως ἔφατο ἀγασθῆναι ἂν τὸν δεικνύντα διακρινόμενον καὶ τῶν νοητῶν εἰδῶν ἕκαστον καὶ συγκρινόμενον· καὶ τοῦτο ἂν δηλοίη καὶ τὸ ἐν ἑαυτοῖς αὐτῷ προσκείμενον· οὐ γὰρ ἀλλήλοις εἶπεν, ἵνα τὴν πρὸς ἄλληλα μίξιν αὐτῶν ἐζητήσαμεν ἂν, ἀλλὰ ἐν ἑαυτοῖς πῶς ἕκαστον θεωρήσωμεν διακεκριμένον ἅμα καὶ συγκεκριμένον, ὡς καὶ τὴν στάσιν ἓν εἶναι καὶ πολλὰ καὶ τὴν κίνησιν, ὥσπερ καὶ ἐμὲ καὶ σὲ καὶ ἕκαστον τῶν αἰσθητῶν τό τε ἓν πληθυόμενον τὸ ἐκεῖ καὶ τὸ πλῆθος ἑνιζόμενον. Εἰ γὰρ καὶ ταῦτα κρατοίη, πολλοῦ δεῖ διαφέρεσθαι πρὸς τὴν ἐν τῷ Σοφιστῇ τῆς στάσεως καὶ τῆς κινήσεως ἀμιξίαν· μᾶλλον δὲ συνᾴδειν τοῖς ἐν Φιλήβῳ γεγραμμένοις, ἐν οἷς ἔλεγεν ὅτι τὸ αὐτὸ ἓν εἶναι καὶ πολλὰ δεδημευμένον ἐστὶν ἐπὶ τῶν αἰσθητῶν, ἄξιον δὲ ζητήσεως ἐπὶ τῶν νοητῶν μονάδων ὅπως ἐκείνων ἑκάστη ἕν ἐστι καὶ πολλά· τούτῳ γὰρ ταὐτὸν τὸ διακεκριμένον ἕκαστον εἶναι τῶν νοητῶν εἰδῶν καὶ συγκρινόμενον, ὡς ἐν τούτοις φησί.

Ταῦτα μὲν οὖν εἰρήσθω περὶ τῶν εἰδῶν ἁπλῶς τῆς τε πρὸς ἄλληλα καὶ τῆς ἑκάστου καθʼ αὑτὸ κατὰ τὴν ἕνωσιν καὶ τὴν διαίρεσιν κοινωνίας· ὅπως δὲ χρὴ τὴν ἀμιξίαν αὐτῶν καὶ τὴν μίξιν ἐκλαμβάνειν, ἴσως καὶ εὐκαιρότερον ἐν ταῖς τοῦ Σοφιστοῦ διελθεῖν ἐξηγήσεσιν, ὅπου προηγουμένως ὁ Πλάτων διαλέγεται περὶ τοῦ μετέχειν ἀλλήλων ἢ μὴ μετέχειν τὰ γένη τοῦ ὄντος. Πότερον δὲ ὁμοιότης καὶ ἀνομοιότης οὐ μόνον ἀλλήλοις μίγνυται, ἀλλὰ καὶ τοῖς ἄλλοις, στάσει λέγω καὶ κινήσει, καὶ ὅλως πότερον τὰ γένη τοῦ ὄντος οὐκ ἀλλήλοις μόνον, ἀλλὰ καὶ τοῖς εἴδεσι τοῦ ὄντος, ἢ τὰ μὲν ἀλλήλοις μόνον, τὰ δὲ οὒ, μετὰ ταῦτα σκεπτέον. Φαίνεται οὖν ἄτοπον εἶναι τὰ αἴτια μετέχειν τῶν αἰτιατῶν· ἡ δὲ τῶν γενῶν πεμπτὰς αἰτία πᾶσίν ἐστι τοῖς εἴδεσι τῆς ὑποστάσεως. Μήποτε οὖν πολλαχῶς τὴν μίξιν γίγνεσθαι ῥητέον· ἄλλως γὰρ μίγνυσθαι τὰ σύστοιχα ἀλλήλοις, ἄλλως τὰ κρείττονα τοῖς ὑφειμένοις, ἄλλως τὰ καταδεέστερα τοῖς αὑτῶν ἀμείνοσι· τὰ μὲν γὰρ καὶ φοιτᾷ διʼ ἀλλήλων καὶ μεταδίδωσιν ἀλλήλοις τῶν οἰκείων δυνάμεων· τὰ δὲ χωρεῖ μὲν διὰ τῶν ὑφειμένων, μεταδίδωσί τε αὐτοῖς ἀφʼ ἑαυτῶν τῆς οἰκείας ἰδιότητος, καὶ ἔστιν ἐν αὐτοῖς κατὰ μέθεξιν· τὰ δὲ ἐνιδρύει μὲν αὑτὰ τοῖς κρείττοσιν, ὁμέστια δὲ αὐτοῖς γίγνεται καὶ τῶν αὐτῶν ἀπολαύει νοητῶν, ὡς ἂν ἐν αὐτοῖς ὄντα κατʼ αἰτίαν. Εἰ δὴ ταῦτα ὀρθῶς λέγομεν, τά τε εἴδη μίγνυται ἀλλήλοις καὶ τὰ γένη κατὰ τὸ πρῶτον εἶδος τῆς μίξεως· ἐν γὰρ τοῖς συστοίχοις ἡ τοιαύτη κοινωνία· καὶ τὰ γένη τοῖς εἴδεσι κατὰ τὸ δεύτερον, μεταδίδωσι γὰρ αὐτοῖς ἑαυτῶν· καὶ τὰ εἴδη τοῖς γένεσι κατὰ τὸ τρίτον, ἐνιδρύεται γὰρ αὐτοῖς καὶ ἑνίζεται καὶ ἐν αὐτοῖς γίγνεται, μᾶλλον δέ ἐστι πολλῷ πρότερον ἐν αὐτοῖς κατʼ αἰτίαν, διὰ τὴν ἐν ἀμερεῖ πάντων ὑπόστασιν. Καὶ οὐχ ἡμεῖς ταῦτα ἀναπλάττομεν. ἀλλὰ καὶ οἱ θεολόγοι ταῦτα αἰνίττονται διὰ τῶν ἱερῶν γάμων· ἁπλῶς μὲν γὰρ τὴν ὁμοφυῆ σύζευξιν καὶ τὴν κοινωνίαν τῶν θείων αἰτιῶν μυστικῶς γάμον προσαγορεύουσι· ταύτην δὲ τὴν κοινωνίαν ποτὲ μὲν ἐν τοῖς συστοίχοις ὁρῶσι, καὶ καλοῦσι γάμον Ἥρας καὶ Διὸς, Οὐρανοῦ καὶ Γῆς, Κρόνου καὶ Ῥέας· ποτὲ δὲ τῶν καταδεεστέρων πρὸς τὰ κρείττω, καὶ καλοῦσι γάμον Διὸς καὶ Δήμητρος· ποτὲ δὲ καὶ ἔμπαλιν τῶν κρειττόνων πρὸς τὰ ὑφειμένα, καὶ λέγουσι Διὸς καὶ Κόρης γάμον, ἐπειδὴ τῶν θεῶν ἄλλαι μέν εἰσιν αἱ πρὸς τὰ σύστοιχα κοινωνίαι, ἄλλαι δὲ αἱ πρὸς τὰ πρὸ αὑτῶν, ἄλλαι δὲ αἱ πρὸς τὰ μετὰ ταῦτα, καὶ δεῖ τὴν ἑκάστης ἰδιότητα κατανοεῖν καὶ μετάγειν ἀπὸ τῶν θεῶν ἐπὶ τὰ εἴδη τὴν τοιαύτην διαπλοκήν.

Ἀλλʼ ἐπειδὴ περὶ τῆς τῶν πραγμάτων τάξεως εἴρηται, φέρε καὶ τὴν λέξιν θεωρήσωμεν αὐτήν. Οὐκοῦν πρῶτον μὲν τῷ διαιρεῖσθαι τὰ μετέχοντα καὶ τὰ μετεχόμενα καὶ τὰ νοητὰ καὶ τὰ αἰσθητὰ, καὶ ἐξαίρειν τὰ κρείττω τῶν καταδεεστέρων, μιμεῖται τὴν ἄχραντον τοῦ νοῦ δύναμιν, τὴν ἀποκόπτουσαν πᾶν τὸ ἔνυλον καὶ σύνθετον καὶ ἀλλότριον ἀπὸ τῶν νοερῶν καὶ θείων οὐσιῶν· τῷ δὲ χωρὶς αὐτὰ καθʼ αὑτὰ τιθέναι τὰ νοερὰ εἴδη τὴν ἀμείλικτον δύναμιν ἀπεικονίζεται, τὴν ἐπὶ τῆς αὐτῶν καθαρότητος ἀτρέπτως ἐκεῖνα φυλάττουσαν. Διὰ μὲν τῆς κατὰ δυάδας αὐτῶν περιλήψεως, ἐνδείκνυται πᾶν τὸ γεννητικὸν αὐτῶν καὶ ἀπειροποιόν· διὰ δὲ τῆς τριαδικῆς ἐκθέσεως τῶν ἐν ἐκείνοις ἀντιθέσεων, πᾶν τὸ τελεσιουργὸν αὐτῶν καὶ παντέλειον καὶ αὔταρκες. Καὶ μὴν καὶ ἡ τάξις τῆς ἀπαριθμήσεως μιμεῖται τὴν συνέχειαν καὶ τὴν ἕνωσιν αὐτῶν· μετὰ γὰρ ὁμοιότητα καὶ ἀνομοιότητα, τὸ πλῆθος ἐπιφέρει καὶ τὸ ἓν, εἶτα μετὰ ταῦτα, στάσιν καὶ κίνησιν. Συνῆπται οὖν οἰκείως τῇ μὲν ὁμοιότητι καὶ ἀνομοιότητι τὸ πλῆθος, τῷ δὲ ἑνὶ ἡ στάσις· εἰ τοίνυν τὸ μὲν ἓν καὶ τὸ πλῆθος, ὡς εἴρηται, περὶ τὴν ὁλότητα θεωρεῖται τοῦ νοῦ, ἡ δὲ στάσις καὶ κίνησις περὶ τὰ πρῶτα γένη, ἡ δὲ ὁμοιότης καὶ ἀνομοιότης περὶ τὰ δεύτερα· καὶ μήποτε τὰ μὲν κατὰ τὸ μένον ὁρᾶται μάλιστα τοῦ νοῦ, καὶ γὰρ ἐκεῖνο πολλὰ καὶ ἕν· τὰ δὲ κατὰ τὸ προϊὸν, καὶ γὰρ τὸ προϊὸν αὐτοῦ ἑστὼς κινεῖται· τὰ δὲ κατὰ τὸ ἐπιστρέφον, πᾶν γὰρ τὸ τοιοῦτον ὅμοιον ἐκείνῳ καὶ ἀνόμοιον ἐκείνῳ πρὸς ὃ ἐπέστραπται· ὥστʼ εἰκότως ἠρκέσθη ταῖς τρισὶ ταύταις ἀντιθέσεσι. Γένη δʼ οὖν καὶ ταῦτα καὶ ἄλλων εἰδῶν καθολικώτερα· ἤρξατο δὲ ἀπʼ αὐτῶν ἑπόμενος τοῖς τοῦ Ζήνωνος λόγοις· ὅτι γὰρ ἐκείνοις ἑπόμενος τούτων ἐμνημόνευσε, δηλώσει καὶ ὁ Παρμενίδης ἑξῆς λέγων πρὸς αὐτόν· καί τί σοι δοκεῖ εἶναι εἶδος ὁμοιότητος, καὶ ἓν δὴ καὶ πολλὰ, ὅσα δὴ Ζήνωνος ἤκουες; Ἡ δὲ σύγκρασις τῶν εἰδῶν ἐμφαίνει τὴν κοινωνίαν αὐτῶν τὴν ἀδιάζευκτον καὶ τὴν ἕνωσιν τὴν ἄυλον, ἴσως δὲ καὶ τὴν πηγαίαν αὐτῶν καὶ πρωτουργὸν ἐνδείκνυται φύσιν· πηγαίους γὰρ κρατῆρας καὶ ἄλλοι τινὲς λέγειν εἰώθασι, καὶ ὁ Τίμαιος δὲ κρατῆρα καλεῖ τὴν αἰτίαν ἐν ᾗ μίγνυται τὰ γένη τοῦ ὄντος. Οἰκείως οὖν τούτοις καὶ ἐνταῦθα τὴν μίξιν σύγκρασιν προσηγόρευσεν· οἶδε γὰρ πολλὰς συγκράσεις ὁ φιλόσοφος, ὡς ἐν Τιμαίῳ μὲν, τὴν Δίιον, ἐν δὲ Φιλήβῳ, τήν τε Διονυσιακὴν καὶ τὴν Ἡφαιστικήν. Τελευταῖον τοίνυν τὸ, ὦ Ζήνων, διὰ τῆς ἀνακλήσεως πρόσρησιν ἐμφαίνει τῆς ἐπιστήμης αὐτοῦ καὶ τῶν ἐν αὐτῷ λόγων καὶ ἀντοχὴν τῆς ὅλης ἐν αὐτῷ θεωρίας, μονονουχὶ προσάγοντος ἑαυτὸν καὶ ἑνίζοντος πρὸς αὐτὸν τοῦ Σωκράτους, καὶ εἰς ἕνα τὸν Παρμενίδειον νοῦν ἐπιστρέφοντος ἑαυτὸν διὰ τῆς πρὸς τὸν Ζήνωνα κοινωνίας· ὅθεν δὴ καὶ ἐν τοῖς ἑξῆς λόγοις Παρμενίδης ἀποκρίνεται πρὸς αὐτὸν, καὶ τῆς ὀξύτητος καὶ τῆς ἀσφαλείας καὶ τῆς περὶ τὰ θεῖα μανίας, καθόσον ἐνεδέχετο, τὸν οὕτω νέον πεῖραν αὐτοῖς παρασχόμενον, καὶ ὅτι μάλιστα πάντων ἐστὶ τῶν παρόντων ἐπιτήδειος πρὸς ὑποδοχὴν τῆς περὶ τῶν θείων μυστικῆς θεωρίας.

Ταῦτα δὲ ἀνδρείως μὲν πάνυ ἡγοῦμαι πεπραγματεῦσθαι· πολὺ μέντʼ ἂν ὧδε μᾶλλον, ὡς λέγω, ἀγασθείην, εἴ τις ἔχοι τὴν αὐτὴν ταύτην ἀπορίαν ἐν αὐτοῖς τοῖς εἴδεσι παντοδαπῶς πλεκομένην, ὥσπερ ἐν τοῖς ὁρωμένοις διήλθετε, οὕτω καὶ ἐν τοῖς λογισμῷ λαμβανομένοις ἐπιδεῖξαι.

Πᾶν τὸ βούλημα τοῦ Σωκράτους καὶ πᾶς ὁ σκοπὸς τῶν εἰρημένων λόγων ἐν τούτοις περιείληπται τοῖς ῥήμασιν· ἐν γὰρ τούτοις ἐπαινεῖ μὲν τὸν Ζήνωνος λόγον ὡς ἀνδρείως πεπραγματευμένον, οὐ μόνον ὅτι τὴν τῶν πολλῶν ἄνοιαν ἀπαρακαλύπτως διήλεγξε, καὶ ὅτι τοῦτον ἔχει λόγον πρὸς τὸν Παρμενίδην ὃν τὸ ἐπικουρικὸν πρὸς τὸ φυλακικὸν, ἀλλὰ καὶ ὅτι ὑπὸ φιλονεικίας αὑτῷ γεγράφθαι τὸν λόγον εἴρηκε· μετέλαβε γὰρ τὸ φιλονείκως εἰς τὸ ἀνδρείως, ἀπὸ τοῦ πάθους εἰς τὴν ἀρετὴν ποιησάμενος τὴν μετάληψιν. Ἢ πῶς ἄλλως ἥρμοζε νέῳ πρὸς τὸν ἑαυτοῦ διαλέγεσθαι κρείττονα; Ἐπαινεῖ μὲν οὖν, ὅπερ εἶπον, τὴν Ζήνωνος πραγματείαν μετὰ δή τινος λαμπρᾶς ἐπιστάσεως· μετάγει δὲ τὴν θεωρίαν ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὰ ἀφανῆ. Δεδείχθω γὰρ ὅτι ἐν τούτοις τοῖς ὁρωμένοις εἰσί τινες μονάδες. Εἰ γὰρ καὶ ὁ Ζήνων περὶ παντὸς πλήθους ἔλεγεν ὡς οὐκ ἔστιν ἔρημον ἑνὸς, εἴτε νοητόν τις ὑποθῇ τὸ πλῆθος, εἴτε διανοητὸν, εἴτε καὶ αἰσθητόν· οὐ γὰρ προσετίθη ποιότητα τοῖς πολλοῖς, ἀλλὰ πολλὰ μᾶλλον ὑποθέμενος ἐδείκνυ τῶν ἀτόπων ἕκαστον· ἀλλʼ οἵ γε πολλοὶ, πρὸς οὓς ὁ λόγος, περὶ τῶν ὁρωμένων μόνον ἑκάστων ἐδόκουν γίγνεσθαι τὸν λόγον. Δεδείχθω οὖν τοῖς πολλοῖς ὅτι ἐν τοῖς ὁρωμένοις εἰσί τινες μονάδες καὶ σύνδεσμοι τοῦ πλήθους· οὕτω δή μοι δείξατε, φησὶν ὁ Σωκράτης, καὶ ἐν τοῖς νοητοῖς τὴν κοινωνίαν τῶν εἰδῶν· ἵνα, ὥσπερ τὰ ὁρώμενα καὶ πολλὰ καὶ ἓν ἐδείξατε τοῖς πολλοῖς, τὸν αὐτὸν τρόπον ἐπιδείξητε κἀκεῖ συγκρινόμενα ἀλλήλοις καὶ διακρινόμενα πάντα ἀπʼ ἀλλήλων· καὶ εἴποι ἂν ὁ Σωκράτης πεπεῖσθαι μὲν ὅτι κἀκεῖνα τὰ πολλὰ πάντως ἥνωται ἀλλήλοις ὡς ἀόριστα ταῦτα, πῶς δὲ ἥνωται, ζητεῖ· διὰ γὰρ τὴν ἁπλότητα αὐτῶν ἀπορεῖ, εἰ ἅμα καὶ ἥνωται καὶ διῄρηται, τῶν ὁρατῶν ὡς συνθέτων εὐκόλως γιγνωσκομένων ὅτι ἄμφω πέπονθεν. Οὐχὶ εἰ ἥνωται οὖν καὶ διακέκριται, εἴποι ἂν, ἀλλὰ πῶς ταῦτα ἐν ἐκείνοις εὐπαράδεκτα ἔσται, καθάπερ ἐν τοῖς ὁρατοῖς; πολλὰ γὰρ εἰδότες ὅτι δυνατὰ, ζητοῦμεν τὸ πῶς· οἷον, ὅτι προνοοῦσιν οἱ θεοὶ καὶ τῶν ἐνδεχομένων εἰδότες ὅλως, ζητοῦμεν πῶς προνοοῦσιν· οὕτως οὖν εἰδότες εἶναι καὶ ἕνωσιν καὶ διάκρισιν ἐν τοῖς εἴδεσι, ζητοῦμεν πῶς ἐστίν· οὕτω γὰρ ἡμῖν ζητοῦσιν ὑπάρξει τὸ ἑνοποιὸν αἴτιον ἀνευρεῖν τῶν νοητῶν· δεῖ γὰρ τῆς μίξεως εἶναι μίαν αἰτίαν, ὥσπερ τῆς κοινωνίας τῶν αἰσθητῶν τὰ νοητὰ αἴτιά ἐστιν· αἱ γὰρ ἐν τούτοις κοινωνίαι μονάδες ἀπʼ ἐκείνων ἥκουσι. Καὶ οὗτος μὲν ὁ σύμπας τῶν λέξεων νοῦς· περὶ δὲ τῆς παντοδαποῦς διαπλοκῆς εἴρηται πρότερον καὶ ὅτι τὰ σύστοιχα ἀλλήλοις μίγνυται, καὶ τὰ καταδεέστερα τοῖς ὑψηλοτέροις κοινωνεῖ, καὶ τὰ κρείττω μεταδίδωσιν ἑαυτῶν τοῖς ὑφειμένοις, καὶ ἕκαστον διακρίνεται ἀφʼ ἑαυτοῦ καὶ συγκρίνεται πρὸς ἑαυτό· καὶ ταῦτα φιλοσόφως μὲν διαπλοκὰς ὀνομάσεις, θεολογικῶς δὲ γάμους ἱεροὺς, καὶ τὰς κοινὰς αὐτῶν ἀπογεννήσεις τόκους· οὕτω δὲ καὶ αὐτὸς ἐν Σοφιστῇ, ταὐτὰ δὲ καὶ ὁ ἐν Φιλήβῳ Σωκράτης ἔλεγε θαυμάσασθαι, εἴ τις ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰς μονάδας ἀναδράμοι τῶν εἰδῶν, καὶ ἐπιδείξοι ἓν οὖσαν ἐκείνων ἑκάστην καὶ πλῆθος.

Λέγοντος δὴ, ἔφη ὁ Πυθόδωρος, τοῦ Σωκράτους ταῦτα, αὐτὸς μὲν οἴεσθαι ἐφʼ ἑκάστου ἄχθεσθαι τόν τε Παρμενίδην καὶ τὸν Ζήνωνα· τοὺς δὲ πάνυ τε αὐτῷ προσέχειν τὸν νοῦν· καὶ θαμὰ εἰς ἀλλήλους βλέποντας μειδιᾷν ὡς ἀγαμένους τὸν Σωκράτη· ὅπερ οὖν καὶ παυσαμένου αὐτοῦ, εἰπεῖν τὸν Παρμενίδην.

Ὁ μὲν Πυθόδωρος ὅτι καὶ Σωκράτους ἐστὶν τὴν ἕξιν ἀτελέστερος, ἐκ τούτων δῆλον τοῖς κατανοεῖν βουλομένοις· πρῶτον μὲν γὰρ οὐ συνῆκε τὸν τρόπον τῶν Σωκρατικῶν λόγων, ὅτι πρόκλησιν εἶχον τῆς ἐπιστήμης τῶν ἀνδρῶν καὶ μετάθεσιν τῆς ὑποθέσεως ἐπί τινα ζήτησιν ὑψηλοτέραν, ἀλλʼ ὑπέλαβεν ἐλέγχου καὶ φιλονεικίας ἕνεκεν ποιεῖσθαι τὴν ἀπάντησιν αὐτόν· ἔπειτα οὐ κατανενόηκε τὸ μέγεθος τῶν ἀνδρῶν, οὐδέπω τούτων οἷς ἦν οἰκειότατος, ἀλλʼ οἴεται πρᾶγμα ψυχρὸν αὐτοὺς καὶ σοφιστικὸν πάσχειν καὶ πρὸς τοὺς ἀποροῦντας ἀγανακτεῖν. Κεκίνηται δὲ πρὸς τοῦτο, πρῶτον μὲν ἀπὸ τοῦ καὶ τὸν Ζήνωνα εἰπεῖν ὡς οἴει μοι ὑπὸ φιλοτιμίας γεγράφθαι τὸν λόγον· ἔπειτα ἀπὸ τῶν Σωκράτους λόγων, καὶ ὅτι ἐξαπατᾶτε ἡμᾶς ὡς οὐ ταὐτὰ λέγοντες προείρηκε, καὶ ὅτι τέρας ἐστὶν εἴ τις αὐτὸ τὸ ὅμοιον ἐπιδείξειεν ἀνόμοιον, καὶ ὅτι οὐδὲν θαυμαστόν ἐστιν ἐπὶ τῶν αἰσθητῶν ταῦτα συντρέχοντα δεικνύειν, καὶ ἐξ ἄλλων δή τινων τοιούτων τὸν μὲν ὑπέλαβεν εἶναι φορτικώτερον τοῦ δέοντος, τοὺς δὲ σμικρότερον ψυχροτέρους ἢ κατὰ φιλόσοφον ἕξιν· ἀλλʼ ὅτι μὲν ἀτελέστερός ἐστι κατὰ τὴν ζωὴν, καὶ ὅτι ταράττεται καὶ ἐκ τῶν Σωκράτους ἀποριῶν, καὶ ὡς οὐ παρηκολούθηκεν οὔτε τῷ σκοπῷ τοῦ Σωκράτους οὔτε τῇ προθέσει καὶ τῇ μεγαλοφροσύνῃ τῶν θείων ἐκείνων ἀνδρῶν, ἐκ τούτων δῆλον .... Οὐδὲ ἀφιλόσοφός ἐστι κατὰ τὸ ἦθος οὐδὲ σοφιστικὸς, αὐτὸς γοῦν τὴν συνουσίαν ἀπαγγέλλων, οὐδὲ τὸ ἑαυτοῦ πάθος ἀπέκρυψεν, ἵνα πᾶσιν ἐξαγγέλλῃ τὴν ζωὴν καὶ ἐκφαίνῃ τῶν εἰς τὴν πρώτην οὐσίαν τετελεκότων· τήν τε οὖν ἑαυτοῦ δείκνυσιν ἀτέλειαν καὶ τοῖς δευτέροις ἀκροαταῖς καὶ τὴν τῶν διδασκάλων ὑπερπλήρη διάνοιαν τῆς ἐπιστήμης. Οὗτοι γὰρ πρῶτον μὲν, φησὶ, προσεῖχον αὐτῷ τὸν νοῦν, κατανοοῦντες αὐτοῦ τὴν ἔνθεον πτοίαν καὶ τὴν ὁρμὴν τὴν ἐπὶ τὰς ἀΰλους νοήσεις· ἔπειτα εἰς ἀλλήλους ἀπέβλεπον, ὡς ἤδη τοῦ Σωκράτους αὐτοφυῶς ἐμφαίνοντος αὐτῶν τὴν μυστικὴν θεωρίαν· ἃ γὰρ αὐτοὶ πρὸς ἀλλήλους ἐν ἀπορρήτοις ἔλεγον, ταῦτα διʼ εὐφυΐαν τοῦ Σωκράτους ἀνακινοῦντος ἀκηκόασιν· ἔπειτα ἐμειδίων ὡς ἀγάμενοι τὸν Σωκράτη, τοῦτο δὲ ἐποίουν σύμβολον τῆς ἀγαθότητος αὑτῶν· οὐ γὰρ συνεστάλησαν ἐκ τῶν ἀποριῶν, ἀλλʼ ἥσθησαν εὑρόντες ἐπαξίαν ὑποδοχὴν τῶν οἰκείων δογμάτων. Διὸ καὶ ὁ Παρμενίδης κινεῖται, καὶ τῶν πρὸς αὐτὸν ἅπτεται λόγων παυσαμένου τοῦ Σωκράτους, θεῖον δή τι καὶ τοῦτο σύμβολον παραδιδόντος τοῦ Πλάτωνος. Δεῖ γὰρ δὴ πρὸ τῆς τῶν θείων παρουσίας ἀνακινεῖν ἑαυτὸν καὶ ἀναζωπυρεῖν τὸ τῆς ψυχῆς θεῖον εἰς μετουσίαν τῶν κρειττόνων, ἡκούσης δὲ τῆς ἐκεῖθεν ἐλλάμψεως ἠρεμεῖν, ὃ δὴ καὶ ὁ Σωκράτης ποιεῖ· προανεγείρας γὰρ ἑαυτὸν πρὸς τὴν ὑποδοχὴν τῆς τῶν ἀνδρῶν θεωρίας, καὶ διὰ τῶν λόγων ἀναπλώσας καὶ ἐπιδείξας αὐτοῖς τὴν ἑαυτοῦ πρὸς τὴν μετάληψιν ἐπιτηδειότητα, παύεται τῶν λόγων, καὶ δέχεται τὰς ἐξ ἐκείνων εἰς αὑτὸν προϊούσας μαιευτικὰς συνουσίας.

Ὦ Σώκρατες, φάναι· ὡς ἄξιος εἶ ἄγασθαι τῆς ὁρμῆς τῆς ἐπὶ τοὺς λόγους.

Κεκίνηται μὲν πρὸς τοὺς λόγους ὁ Παρμενίδης, τὴν ὀξύτητα καὶ τὴν ὁρμὴν, ὡς αὐτὸς λέγει, τὴν Σωκράτους ἰδὼν, οὐκ ἀνεχομένου μένειν ἐπὶ τῶν ὁρωμένων οὐδὲ τὰς κατατεταγμένας ἐν αὐτοῖς μονάδας ἔτι πολυπραγμονοῦντος, ἀλλʼ ἐπʼ αὐτὰς τὰς ἀΰλους καὶ ἀμερίστους καὶ νοερὰς μονάδας ἀναφέροντος τὸν ἑαυτοῦ νοῦν, καὶ ἀπὸ τῆς προόδου τῆς ἐπὶ τὸ πλῆθος κατὰ δή τινα κύκλον ἐπʼ αὐτὸ πάλιν τὸ ἓν ποιουμένου τὰ θεῖα, τὰ μετὰ τὴν γόνιμον δύναμιν τῶν δευτέρων τῆς προόδου τὸ πέρας ἐπὶ τὴν οἰκείαν ἀρχὴν ἀνελίσσοντα. Τοῦ γὰρ Ζήνωνος, ὡς εἴρηται, πολλάκις ἀγωνιζομένου πρὸς τοὺς πολλοὺς, ὁ Σωκράτης ἀφιστάμενος τοῦ πλήθους ἄνεισιν ἐπὶ τὸ ἓν, ἐκείνου τὸ πλῆθος ἑνίζοντος, αὐτὸς ἀναφεύγων ἀπὸ τῶν πολλῶν καὶ ἐπὶ τὴν ἕνωσιν τὴν Παρμενίδειον ἐπιστρέφων· οἰκεία γὰρ τοῖς μὲν πατρικοῖς καὶ μοναδικοῖς, ... δευτέροις δὲ ἀπὸ τούτων ἡ γόνιμος δύναμις καὶ ἡ μέχρι τοῦ πλήθους, τοῖς δὲ μετὰ ταῦτα τρίτοις ἡ ἐπιστρεπτικὴ καὶ ἀναγωγὸς τῶν προελθόντων ἐπὶ τὴν μένουσαν αἰτίαν. Τοῦτο δὴ οὖν καὶ τοῦ Σωκράτους ποιήσαντος κατὰ τὴν ἑαυτοῦ τάξιν, ὁ Παρμενίδης κεκίνηται λοιπὸν εἰς τὴν πρὸς αὐτὸν κοινωνίαν· οὐ γὰρ πρὸ τῆς ἐπιστροφῆς ἡ ἀπὸ τῶν πρώτων παραγίγνεται τοῖς τρίτοις μετάδοσις, ἀλλὰ τὴν τελέαν ἐκείνων διὰ τῆς ἐπιστροφῆς πρὸς αὐτὰ συναφὴν ποιεῖ. Κινηθεὶς δὲ, ὥσπερ εἴπομεν, ἄρχεται μὲν ἀπὸ τῆς ἀνακλήσεως, συλλέγων αὐτὸν εἰς ἑαυτόν· οὐ γάρ ἐστιν ὄνομα ψιλὸν τὸ ὦ Σώκρατες, ἀλλʼ ἕνωσις περὶ αὐτὸν τῆς ἐκείνου ψυχῆς· τοῦτο γὰρ ὁ ἀληθινὸς Σωκράτης, ὃν ἀνακαλούμενος οὐδὲν ἄλλο ποιεῖν ἔοικεν, ἢ συνάγειν αὐτὴν τὴν τοῦ νέου ψυχὴν καὶ ἑνοῦν πρὸς τὸν οἰκεῖον νοῦν Προστίθησι δὲ τῇ ἀνακλήσει τὸν ἔπαινον, ὃ δή ἐστι δυνάμεως πλείονος μετάδοσις· οἱ γὰρ παρὰ τῶν θείων ἀνδρῶν ἔπαινοι τοὺς εὐφυεῖς νέους ἐρρωμενεστέρους ποιοῦσι πρὸς τὴν ἀντίληψιν τῶν μειζόνων ἀγαθῶν· ἐπαινεῖ τε οὖν τὴν πτοίαν αὐτοῦ τὴν περὶ τὰ νοητὰ καὶ μεταδίδωσι τελεωτέρας δυνάμεως. Τρίτον δὲ ἐπὶ τούτοις διερωτᾷ αὐτὸν περὶ τῆς ὑποστάσεως τῶν εἰδῶν, ἀνεγείρων τὸ νοερόν· τίνος γὰρ ἄλλου τὸ θεωρεῖν τὰ νοητά ἐστιν ἢ νοῦ καὶ ζωῆς νοερᾶς; Εἰ τοίνυν ἐκ μὲν τῆς ἀνακλήσεως ἑνώσεως αὐτῷ μεταδέδωκεν, ἐκ δὲ τοῦ ἐπαίνου, δυνάμεως, ἐκ δὲ τῆς ἐρωτήσεως, νοερᾶς ἐπιβολῆς, πάλιν καὶ ἐκ τούτων δῆλον ὅπως τὰ πρῶτα αἴτια καὶ ἐν θεοῖς τήν τε ἕνωσιν καὶ τὴν δύναμιν καὶ τὸν νοῦν παράγει τῶν δευτέρων. Ἀλλὰ τίς ἡ ἐρώτησις, ἐφεξῆς θεωρήσομεν.