eul_wid: tba-aa

Μαρτυρίαι
Testimonies

Priscus of Panium Testimonies PDF

t TESTIMONIA Πρίσκος, Πανίτης, σοφιστής, γεγονὼς ἐπὶ τῶν χρόνων Θεοδοσίου τοῦ μικροῦ.
1 [5] ἔγραψεν ἱστορίαν Βυζαντιακήν, καὶ τὰ κατὰ Ἄτταλον ἐν βιβλίοις ηʹ· μελέτας τε ῥητορικάς, καὶ ἐπιστολάς. Suid. Περὶ οὗ πολέμου συνεγράψατο ὁ σοφώτατος Πρίσκος ὁ Θρᾷξ.
2 [5] Chronic. Pasch. Ἐν τούτοις τοῖς χρόνοις ὁ πολὺς τῷ λόγῳ πόλεμος ἐκεκίνητο Ἀττίλα τοῦ τῶν Σκυθῶν βασιλέως· ὃν περιέργως καὶ ἐς τὰ μάλιστα λογίως Πρίσκος ὁ ῥήτωρ γράφει, μετὰ πολλῆς τῆς κομψείας διηγούμενος ὅπως τε κατὰ τῶν ἑῴων καὶ ἑσπερίων ἐπεστράτευσε μερῶν, οἵας τε καὶ ὅσας πόλεις ἑλὼν κατήγαγε, καὶ ὅσα πεπραχὼς τῶν ἐντεῦθεν μετέστη.
3 Evagr. I 17. Μαρκιανὸς τοίνυν, ὡς ἄλλοις τε πολλοῖς καὶ μὴν καὶ Πρίσκῳ ἱστόρηται τῷ ῥήτορι, ἦν μὲν Θρᾷξ γένος.
4 Evagr. II 1. Ἱστορεῖ δ’ οὖν Πρίσκος ὁ ῥήτωρ φθῆναι τηνικαῦτα τὴν Ἀλεξάνδρου τῆς Θηβαίων ἐπαρχίας κτλ.
5 Evagr. II 5. Καὶ ὄμβρους δὲ ἐξαισίους ὁ Πρίσκος ἱστορεῖ γενέσθαι ἀνὰ τὴν Κωνσταντινούπολιν κτλ.
6 Evagr. II 14. Ἐκ πρεσβείας δὲ τῶν ἑσπερίων Ῥωμαίων, Ἀνθέμιος βασιλεὺς τῆς Ῥώμης ἐκπέμπεται· ᾧ Μαρκιανὸς ὁ πρώην βεβασιλευκὼς τὴν οἰκείαν κατενεγγύησε παῖδα.
7 [10] Ἐκπέμπεται δὲ στρατηγὸς κατὰ Γιζερίχου Βασιλίσκος, ὁ τῆς Λέοντος γυναικὸς Βερίνης ἀδελφός, μετὰ στρατευμάτων ἀριστίνδην συνειλεγμένων. Ἅπερ ἀκριβέστατα Πρίσκῳ τῷ ῥήτορι πεπόνηται· ὅπως τε δόλῳ περιελθὼν ὁ Λέων μισθὸν ὥσπερ ἀποδιδοὺς τῆς ἐς αὐτὸν προαγωγῆς ἀναιρεῖ Ἄσπαρα τὴν ἀρχὴν αὐτῷ περιθέντα, παῖδάς τε αὐτοῦ Ἀρταβούριόν τε καὶ Πατρίκιον, ὃν Καίσαρα πεποίητο πρότερον ἵνα τὴν Ἄσπαρος εὔνοιαν κτήσηται. Evagr. II 16. Περὶ δὲ τῶν ἑξῆς χρόνων Ζωσίμῳ ἱστόρηται μέχρις Ὀνωρίου καὶ Ἀρκαδίου τῶν βασιλέων.
8 [5] καὶ ὅσα μετ’ αὐτοὺς συνείλεκται Πρίσκῳ τῷ ῥήτορι, καὶ ἑτέροις. Ἅπερ ἅπαντα Εὐσταθίῳ τῷ Ἐπιφάνει ἐπιτέτμηται πανάριστα ἐν δύο τεύχεσιν, ἑνὶ μὲν ἕως ἁλώσεως Ἰλίου, τῷ δὲ ἑτέρῳ ἕως δωδεκάτου ἔτους τῆς Ἀναστασίου βασιλείας. Evagr. V 24. Εἰσὶ καὶ Σαλῶναι πόλις Δελματίας, ὧν Σαλωνεὺς τὸ ἐθνικὸν, ὡς Πρίσκος ἐν ἕκτῳ.
9 (= frg. 46) Steph. Byz. Apud Joradanem Get.
10 «Priscus istoricus» laudatur.