ΧΡΟΝΙΚΑ.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια πάντων ἀρχαιοτάτους Αἰγυπτίους φασί· καὶ ἐν Αἰγύπτῳ πρώτην κτισθῆναι πόλιν Θήβας. Καὶ Νικάνωρ δὲ τούτοις συμφωνεῖ, καὶ Ἀρχέμαχος ἐν ταῖς Μετωνυμίαις καὶ Ξεναγόρας ἐν πρώτῳ Χρόνων.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Τινὲς δέ φασιν Ἐνδυμίωνα εὑρηκέναι τὰς περιόδους καὶ τοὺς ἀριθμοὺς τῆς σελήνης. Ὅθεν καὶ προσελήνους τοὺς Ἀρκάδας κληθῆναι· Ἀρκὰς γὰρ ὁ Ἐνδυμίων. Ἔνιοι δὲ ὑπὸ τοῦ Τυφῶνος. Ὑπὸ δὲ Ἄτλαντος Ξεναγόρας εἴρηκεν.
Μακρόβιος Καὶ οἱ Σικελοὶ, τῆς γῆς ἀφορούσης, ἔθυσαν Πεδιοκράτει τινὶ ἥρωι, καὶ μετὰ τὴν ἐπάνοδον τῆς εὐφορίας πολλοῖς δώροις τὸν βωμὸν τῶν Παλικῶν ἐνέπλησαν.
Οὐαλέριος Ἁρποκρατίων Κραυαλλίδαι· Αἰσχίνης ἐν τῷ Κατὰ Κτησιφῶντος. Δίδυμός φησι δεῖν γράφεσθαι Κραυγαλλίδαι· οὕτω γὰρ λέγεσθαι τὴν ἐν Φωκεῦσι πλησίον Κίρρας χώραν Κραυγάλλιον, ὡς καὶ Ξεναγόρας ἐν δʹ Χρόνων ἱστορεῖ.
Στέφανος ὁ Βυζάντιος Ἀκόντιον, πόλις Ἀρκαδίας, ἀπὸ Ἀκοντίου τοῦ Λυκάονος. Ἔστι καὶ ἑτέρα Εὐβοίας, ὡς Ξεναγόρας καὶ Ἀνδροτίων ὀγδόῃ.
Διονύσιος ὁ Ἁλικαρνασσεύς Ξεναγόρας δὲ ὁ συγγραφεὺς, Ὀδυσσέως καὶ Κίρκης υἱοὺς γενέσθαι τρεῖς, Ῥῶμον, Ἀντίαν, Ἀρδέαν· οἰκίσαντας δὲ τρεῖς πόλεις, ἀφʼ ἑαυτῶν θέσθαι τοῖς κτίσμασι τὰς ὀνομασίας.
ΠΕΡΙ ΝΗΣΩΝ.
Ἐτυμολογικὸν τὸ Μέγα Σφήκεια, ἡ Κύπρος· πρότερον γὰρ Σφήκεια ἐκαλεῖτο, ὥς φησι Φιλοστέφανος ἐν τῷ Περὶ Κύπρου, ἀπὸ τῶν ἐνοικησάντων ἐκεῖσε ἀνδρῶν, οἳ ἐκαλοῦντο Σφῆκες. Ἐκαλεῖτο δὲ καὶ Κεραστία, ὡς Μένανδρος ἐν τῷ Περὶ Κύπρου λέγει, διὰ τὸ ἐνοικῆσαι αὐτῇ ἄνδρας, οἳ εἶχον κέρατα· ὡς δʼ ὁ Ξεναγόρας ἐν τῷ Περὶ νήσων, διὰ τὸ ἔχειν πολλὰς ἐξοχὰς, ἃς κέρατα καλοῦσι, Κεραστία ὠνομάσθη.
Οὐαλέριος Ἁρποκρατίων Χύτροι ... Πόλις ἐστὶν ἐν Κύπρῳ οὕτω καλουμένη, καθά φησι Ξεναγόρας ἐν ταῖς Νήσοις.
Στέφανος ὁ Βυζάντιος Χυτροὶ, Κύπρου πόλις, ἣν ὠνομάσθαι μὲν Ξεναγόρας φησὶν ἀπὸ Χύτρου τοῦ Ἀλέδρου τοῦ Ἀκάμαντος.
Στέφανος ὁ Βυζάντιος Καρπασία, πόλις Κύπρου ... Ἔστι καὶ νῆσος Καρπασία κατὰ τὴν ἄκραν τὴν Σαρπηδονίαν. Ξεναγόρας δὲ Κάρπαθον αὐτήν φησι.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Σίκινος δέ ἐστι νῆσός τις πρὸ τῆς Εὐβοίας, τὸ πρότερον Οἰνοίη καλουμένη, διὰ τὸ εἶναι αὐτὴν ἀμπελόφυτον. Μνημονεύει δὲ τῆς μετονομασίας Ξεναγόρας, λέγων ὅτι μετωνομάσθη ἀπὸ Σικίνου υἱοῦ Θόαντος καὶ Νηίδος νύμφης.
ὑπὲρ τοὺς Κέρκωπας Οὗτοι ἐν Βοιωτίᾳ διέτριβον Οἰχαλιεῖς ὄντες γένος, Σίλλος καὶ Τριβαλλὸς ὀνομαζόμενοι, ἐπίορκοι καὶ ἀργοί ..... Ἀπελιθώθησαν δὲ οὗτοι, ὡς Φερεκύδης φησί. Ξεναγόρας δὲ εἰς πιθήκους διὰ κακοήθειαν μεταβαλεῖν φησιν ἐν τῷ Περὶ νήσων.
Οὐαλέριος Ἁρποκρατίων Κέρκωψ· Αἰσχίνης ἐν τῷ Περὶ τῆς πρεσβείας. Ἐν τοῖς εἰς Ὅμηρον ἀναφερομένοις Κέρκωψιν δηλοῦται ὡς ἐξαπατητῆρές τε ἦσαν καὶ ψεῦσται οἱ Κέρκωπες. Ξεναγόρας δὲ εἰς πιθήκους αὐτοὺς μεταβαλεῖν φησι, καὶ τὰς Πιθηκούσσας νήσους ἀπʼ αὐτῶν κληθῆναι. Αἰσχίνης δὲ ὁ Σαρδιανὸς ἐν τοῖς Ἰάμβοις καὶ τὰ ὀνόματα αὐτῶν ἀναγράφει, Ἀνδοῦλον καὶ Ἄτλαντον.