---
title: On the Dithyramb and Choral Dance
title_greek: Ἀποσπάσματα
author: Pratinas of Phlius
eul_wid: bmc-ab
eul_aid: bmc
canonical: "https://eulogikon.org/works/pratinas-phlius-dithyramb-dance-bmc-ab"
lang: grc
period: Archaic
dialect: Doric
domain: "Poetry, Mythology"
genre: Lyric
content_hash: "sha256:ee77d362b44cb82b5dc5cf2c6dfdc6867d81398a24d19a07d2fc39b3da108fa9"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Dithyramb and Choral Dance

*Ἀποσπάσματα*

**Author:** Pratinas of Phlius

**eul_wid:** `bmc-ab` · [HTML page](https://eulogikon.org/works/pratinas-phlius-dithyramb-dance-bmc-ab)

## Text

`1`

τίς ὁ θόρυβος ὅδε; τί τάδε τὰ χορεύματα;  

τίς ὕβρις ἔμολεν ἐπὶ Διονυσιάδα πολυπάταγα θυμέλαν;  

ἐμὸς ἐμὸς ὁ Βρόμιος, ἐμὲ δεῖ κελαδεῖν, ἐμὲ δεῖ παταγεῖν  

ἀνʼ ὄρεα σύμενον μετὰ Ναϊάδων  

οἷά τε κύκνον ἄγοντα ποικιλόπτερον μέλος.  

τὰν ἀοιδὰν κατέστασε Πιερὶς βασίλειαν· ὁ δʼ αὐλὸς  

ὕστερον χορευέτω· καὶ γάρ ἐσθʼ ὑπηρέτας.  

κώμῳ μόνον θυραμάχοις τε πυγμαχίαισι νέων θέλοι παροίνων  

ἔμμεναι στρατηλάτας.  

παῖε τὸν φρυνεοῦ ποικίλου πνοὰν ἔχοντα,  

φλέγε τὸν ὀλεσισιαλοκάλαμον  

λαλοβαρύοπα παραμελορυθμοβάταν  

ὑπαὶ τρυπάνῳ δέμας πεπλασμένον.  

ἢν ἰδού· ἅδε σοι δεξιᾶς καὶ ποδὸς διαρριφά·  

θρίαμβε διθύραμβε κισσόχαιτʼ ἄναξ,  

ἄκουʼ ἄκουε τὰν ἐμὰν Δώριον χορείαν.  

`2`

Λάκων ὁ τέττιξ εὔτυκος ἐς χορόν  

`3`

οὐ γᾶν αὐλακισμέναν  

ἀρῶν ἀλλʼ ἄσκαφον ματεύων,  

`4`

ΔΥΣΜΑΙΝΑΙ Η ΚΑΡΥΑΤΙΔΕΣ

  

ἁδύφωνον  

`5a`

μήτε σύντονον δίωκε  

μήτε τὰν ἀνειμέναν  

μοῦσαν, ἀλλὰ τὰν μέσαν  

νεῶν ἄρουραν αἰόλιζε τῷ μέλει·  

`5b`

πρέπει τοι  

πᾶσιν ἀοιδολαβράκταις  

Αἰολὶς ἁρμονία.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: bmc-ab`.
