eul_wid: jss-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On the Contempt of the Irrational by Polystratus the Epicurean

On the Contempt of the Irrational is a philosophical treatise by Polystratus, the third scholarch of the Epicurean school in Athens. Preserved in a single, damaged papyrus roll from Herculaneum, the work argues that irrational fears, desires, and beliefs are the primary obstacles to achieving ataraxia, or freedom from disturbance. The treatise systematically critiques irrational fears, particularly the fear of death and divine punishment, by reasserting Epicurean doctrines on the mortality of the psychē and the disinterest of the gods. It also examines what it terms empty opinion derived from tradition, contrasting it with knowledge based on sensory evidence, and attacks conventional pursuits of fame, power, and luxury as unnatural desires that generate anxiety. The text further engages in intra-school polemic, likely defending core Epicurean orthodoxy against contemporary dilution or challenge. The work survives exclusively in the carbonized papyrus scroll known as PHerc. 336/1150, which was unrolled and transcribed in the 19th century; its text remains fragmentary due to damage from the eruption of Mount Vesuvius in 79 CE. As one of the few extant works by a direct successor of Epicurus, it documents the doctrinal development and teaching methods of the Epicurean school during the 3rd century BCE, showing how later scholarchs applied the school's principles to ethical critique.

… ειν ἕκαστα τούτων, ἀλλʼ οὐ συνορᾶται ὑπʼ αὐτῶν. ἢ οὐδʼ ὑγιεινὰ καὶ νοσερὰ καὶ ἄλλα συμφέροντα καὶ ἀσύμφορα

ιπ … προφέροντι … τι ὁ αὐτὸς λόγος ἐφαρμόσει. ἔστι γὰρ πάντα ταῦτα, φήσει τις, κἀκείνοις, ἀλλʼ οὐ

… ουο … θ … οὔτε διὰ σημείων ευ … οὔτε διʼ ἄλλου τρόπου ἀπὸ τῆς αὐτῆς αἰτίας. ὅθεν οὐδʼ εὐλαβεῖσθαι πρὸ τοῦ παθεῖν

ἱκανῶς δύναται, οὔτε τὰ παρελθόντα μνημονεύειν ὥστε μὴ πάλιν περιπείπτειν, οὔτε τὰ συμφέροντα πορίζεσθαι ἐφʼ ὅσα μήθʼ αὑτῆι … φων … κε …

των … συμφωνοῦντα εὑρεθήσεται, ἀλλʼ εἰκῆι τοῖς τυχοῦσιν περιπείπτοντα δι

… ην … ειου … υγε … ον

λα … ει … νω … θεντα μηθὲν χεῖρον ἀπαλλάττειν τὰ λοιπὰ ζῶια μήτε ὅσιον ἢ ἀνόσιον νομίζον-

τα εἶναι μηθὲν μήτʼ ἐνύπνια καὶ τέρατα καὶ τὰ τούτοις ὁμογενῆ μήτε πειρώμενα—ἃ οὐδὲ ὁρῶσι τῶι λογισμῶι, δι … ηδη οὐδʼ ἡμεῖς 𐅻 … βλαπτ … ρωντες … γαρ …

… τὰ αὐτὰ ἐξ ἀνάγκης ἡμῖν καὶ ἐκείνοις ἐξακολουθήσει συμπτώματα. γελοῖον οὖν τὸ ἐπειδὴ ἐκείνοις ἢ οὐκ ἔστιν

σημεῖα καὶ οἰωνοὶ ἢ κληδόνες ἢ καλὰ ἢ αἰσχρὰ ἢ ὁτιδήποτε τῶν τοιούτων, ἢ ὄντα οὐ συνορᾶται ὑπʼ ἐκείνων διὰ τὸ μὴ κοινωνεῖν λογισμοῦ ἢ μὴ οἵου ἡμεῖς, διὰ τοῦτο οὖν μηδ

… ου … ντας ἢ ἄλλως πως διαλεγομένους ταὐτὰ τούτοις καὶ ἡμῖν συμβεβηκέναι, ὥσπερ ἔνιοι ποιοῦσιν—εὐήθεις ὄντες καὶ πρὸς τὴν ἑτέρων μόνον τῶν μὴ

δυνησομένων τὸ ἀκόλουθον συνορᾶν, οὐ πρὸς τὴν αὑτῶν πίστιν ἢ τῶν ὀρθῶς τι συνορώντων τὸν λόγον μηχανώμενοι. πα … τὰ τοιαῦτα λέγουσι

… σθαι ἐκτρεπόμενοι ὡς, ἂν γενώμεθα φρόνιμοι, οὐδʼ ὑφʼ ἑνὸς τούτων ἐνοχλησομένους ἡμᾶς. ὅτι μὲγ γὰρ φρονήσεως δεῖ ἐπιμέλεσθαι καὶ ἐὰν

… ου … ια … μεν … μαι … του … ω … ϲ

… ν ἐκ τῆς ψυχῆς φόβον λῦσαι καὶ τὴν ὑποψίαν, τοῦτο δʼ εἶναι φρονήσεως ἔργον νομίζων τὸ τὴν μάταιον ταραχὴν καὶ διʼ ἐνυπνίων καὶ διὰ σημείων

καὶ διὰ τῶν λοιπῶν ἁπλῶς ὅσα κενῶς ταράττει ἀφαιρεῖν, ὃ οὐκ ἦν γίνεσθαι ἄνευ τοῦ ἐξετάσαντα γνῶναι, ὅτι τὰ παρέχοντα τὴν ταραχήν ἐστι ψευδῆ … αὐτὸ τοῦτο λε … ν φε …

… ε … υ … ε … λ … νο τυγ … ἀεί, ἀλλὰ μόνον ὑγιείας ἐπιμελεῖσθαι· ἂγ γὰρ ὑγιαίνηι, οὐδʼ ὑφʼ ἑνὸς ἐνοχληθήσεται ὧν νῦν ἐνοχλεῖται. καὶ γὰρ ἐγώ, φήσεις, τοῦτʼ οἶδα καὶ τοῦτο βούλομαι καὶ τοῦτʼ οἴ-

ομαι διʼ οὗ ἐνεργῶ παρασκευάσασθαι· σὺ δʼ ἐξ οὗ μὲν ἂν συντελεσαίμην αὐτὸ οὐθὲν λέγεις, ὅτι δʼ, ἐὰν γένωμαι ὑγιής, οὐθενὸς τούτων προςδεήσομαι, καὶ τυφλῶι φασι πρόδηλον. δικαίως οὖν πᾶς τις ἂν τοῦ τοιούτου καταγελάσειεν ὁρμαθοῦ … δ … ε … νον καὶ τ …

ουθε … νοι … τὸν λόγον οὔθ' οἱ π … οι τούτοις περαίνουσι, ἀλλʼ ὄψει τοὺς τὰ τοιαῦτα διαλεγομένους αὐτοὺς πρῶτον δεισιδαιμο-𐅻 νοῦντας ἐπὶ τῶν ἔργων, κἄν τι θρασυνόμενοι ἀ-

ποτολμήσωσιν κατὰ τὸν αὑτῶν λόγον πρᾶξαι, μεταμελείαις καὶ φόβοις συνεχομένους, καθάπερ καὶ τὸν τὸν ὄφιν ἀπο-𐅻 κτείναντα ἐν τῶι ἱερῶι ἱστοροῦσιν. συνκυρήσαντος γὰρ αὐτῶι ἀλλοτρίου τινὸς μετὰ ταῦτα ἀφειλαξό-𐅻 μενόν φασιν ἀναθεῖναι χρυσοῦν ὄφιν καὶ θυηπολεῖν … ἀληθεί-

ας ἦν ἰδιο … αὕτη γὰρ πανταχόθεν αὑτῆι συμφωνοῦσα καὶ οὐθαμῆι ἀντιμαρτυροῦσα, ὥσπερ τὸ ψεῦδος, ἀσάλευτον ποιεῖ περὶ ἑκάστου τὴν πίστιν. διὸ πᾶν ὃ ἄν τις περὶ τῶν τοιούτων λέγηι μὴ

ἐνδεικνύμενος περὶ𐅻 τοῦ πότερον δυνατὸν ἢ οὐ δυνατὸν ὑπάρχειν ἐν τῆι φύσει τὰς τοιαύτας δυνάμεις οἷαι παραδέδονται, ἢ καὶ τὸν θεὸν συντελεῖν ταῦτα κατὰ βούλησιν, λύει. ἤτοι γὰρ ἀνάγκη ἐν αὐτοῖς τοῖς πράγμασιν τὰς τούτων ἁμαρτίας ὑπάρχειν φύσει … ρ … εφ … λλ … των …

… κα … πε … ωη … πτ … τ … δεικ … νι … παρὰ τὴν ἐξ ἐκείνων αἰτίαν καὶ βούλησιν συντελεῖσθαι, ἢ τὰ μὲν οὕτωι τὰ δʼ οὕτωι. περὶ τούτων οὖν ἐπι-𐅻 σκεπτέον οὐ συλλογισμοὺς ἢ ἐπαγωγὰς περαίνοντας οὐδὲ ῥησικοποῦντας οὐδʼ ἄλλως πως

ο … εγ … θεν π … δ … υτ … ἀλλὰ φυσιολογοῦντας καὶ τὰς αἰτίας πάντων θεωροῦντας καὶ ἐξετάξοντας, πότερον εἶναι ταῦτα δυνατὸν ἢ οὐ … τούτου οὔτε τας … ν … θεια … υ … π … ους λισ … ιαμε … οσ … κο … ται … δυναταις … λλα κ … δόξαν φ … ναι ὅ ἐστι … σύμφωνον …

… σει … ι … εγες … ης … στερε … συνιδεῖν μηδὲν μήτε περὶ τῆς τούτου φύσεως καὶ βουλήσεως ἐξετάσαντας μήτε περὶ τῆς ἡμετέρας. φυσιολογήσαντας δʼ ὀρθῶς περὶ πάντων τούτων μόνως ἔστι τὴν ἀλήθειαν συνιδεῖν. καὶ γὰρ τὰ δυνατὰ καὶ ἀδύνατα, εἴτε κατὰ οὐσίαν

εἴτε κατὰ δύναμιν ἢ ἐνέργειαν ἡντιναοῦν, οὕτως μόνως ἔστιν κατανοῆσαι καὶ τὰ μέχρι ποσοῦ δυνατὰ ἢ μὴ δυνατὰ ὑπάρχειν ἢ ποιεῖν τι ἢ μὴ ποιεῖν καὶ τὰ ψευδῆ τῶν κατὰ τοὺς μύθους ἢ τὰς τῶν πολλῶν δόξας παραδεδομένων ἢ καὶ κενῶς κατὰ ὁνδήποτε παραδεδομένων …

… σθ … θι … δ … πολ … νο𐅻 … νγ … ν … σικα πάντα φόβον ἢ πᾶσαν ὑποψίαν μάταιον ἀφαιρεῖ· ὡσαύτως δὲ καὶ τὰ λοιπὰ ψυχῆς πάθη πάνθʼ ὅσα παρὰ κενὰς καὶ ψευδεῖς δόξας ἐγγίνεται· καὶ μόνη τὸν ἐλεύθερον βίον παρασκευάζει

θαρρησάσης τῆς διανοίας ἐκ πάντων τῶν αἰτίων ὅσα ταραχὴν ἐπιφέρει κενῶς καὶ πάσης ἀγνοίας τε καὶ ἀπάτης καὶ ψευδοδοξίας ἀπολυθείσης, ὅπερ ἦν τέλος τοῦ ἀρίστου βίου. οἱ δʼ ἄλλοι λόγοι πάντες οὔτε περὶ τῶν … πι … οὔτε περὶ … εον … βα …

η … τ … φ … θαι ποιοῦσιν, τῆς δʼ ἀληθείας καὶ τῆς πρὸς τὰ αὑτῶν πάθη συμφωνίας μὴ φροντίζοντες παρὰ τὸ δοκοῦν αὑτοῖς ἕνεκα τῶν πλησίον εἰρωνεύονται, ἀλλὰ παρ-

ρησίαι ἀκολούθωι τε κἀληθεῖ φιλοσοφίαι χρωμένους περὶ ἑκάστων λαλεῖν ἀνυπέρβλητον τὸ τῆς ἀληθινῆς φιλοσοφίας ἔργον εὐθὺς ἐπιτελοῦντας καὶ συνειδότας αὑτοῖς. διαγνώσει δὲ μᾶλλον τὸ λεγόμενον ἀληθὲς ὂν τὰ ὑπὸ τῶν λοιπῶν φιλοσόφων λεγόμενα ἐξετάζων … ο … ν …

… ης … ϲ … ως ἐψηλαφ … ειν μηθὲν α … δειν ἡ ἐν τοῖς οὖσιν ἀλήθεια καὶ ὁ βίος αὐτὸς χρῆται, ἐφήψαντο. ἤδη δὲ ἐν αὐταῖς ταῖς φωναῖς τοὺς μὲν διὰ συλλογισμῶν καὶ ἀξιωμάτων ἕκαστα περαίνοντας, οἷς οὐδʼ αὐτοὶ ἐπὶ 𐅻

τοῦ βίου χρῶνται οὐδʼ ἀκολουθοῦσιν, τοὺς δὲ ἕνεκα τῆς πρὸς τὸν πλησίον ἀρεσκείας ἢ ἀπάτης πρὸς τὴν ἑαυτοῖς παραυτίκα ἐπίνευσιν καὶ ψυχαγωγίαν τῶν πολλῶν μηχανωμένους παντοδαπήν τινα λαλιὰν οὐθὲν οὔτʼ αὐτοῖς οὔτε τοῖς ἀκούουσιν εἰς ἐπανόρθωσιν καὶ τὸ βέλτιον ζῆν συντείνουσαν … α … α

… ων … αἱρούμενοι ἢ φεύγοντες καὶ … ἐν τῶι βίωι 𐅻 διώκωμεν συμφώνως … ἡ φύσις ἡμῶν αὐτὴ ζητεῖ τέλος· τεχνίου γὰρ χώραν ἄνευ τούτων ἤδη τὰ λοιπὰ ἔχει, ταῦτα μὴν πρὸς ἡμᾶς καὶ τὸ βέλτιον ἀληθινῶς ζῆν, ἐξ ὧν ἀπολυόμενοι τῶν κατὰ διάνοιαν

παθῶν εἰς εὐδίαν καὶ διαγωγὴν ἄλυπον καὶ οἰκείαν ἐρχόμεθα· ὃ γίνεται μόνως ἐκ τῆς ὀρθῆς ὥσπερ εἴρηται φυσιολογίας θεωρησάντων τὴν τῶν ὄντων φύσιν ὡς ἔχει καὶ τὴν ἐν ταύτηι δύναμιν τῶν οἰκείων τε καὶ ἀλλοτρίων παρακολουθησάντων καὶ ποι … η οὐ φυσικαι … ντ …

… ατε … η … φων … παρασαι παντ … ονται καὶ σπουδαῖαι πράξεις πολλάκις ἀλυσιτελεῖς, καὶ ἐν τοῖς ἐπάνωι εἰρημένοις πολλὰ θρασυνομένων ἢ κενῶς πάλιν δεισιδαιμονούντων τῶν ἀνθρώπων καὶ ἐν ἄλλοις τῶν κατὰ τὸν βίον πρατ-

τομένων πολλὰ καὶ παντοδαπὰ ἁμαρτανόντων, οὐδεὶς τοῦτο ὑποδείκνυσιν. τῆς δʼ ἡδονῆς ἐχόμενοι ἡμῖν αὐτοῖς εὐθὺς μαρτυρήσομεν, ὅτι ῥᾶιον ἀπαλλάττομεν ἐν οἷς πρότερον ὠδυνώμεθα. ἀλλʼ εἰς ἄλλας μᾶλλον τὰς δριμύτητας ἐζήτουν κατατίθεσθαι ἢ τὰς ὑπὸ τῶν

… τη … με … ρουσι … στιν των … τῶι βίωι δι η … ον … οις ἐνεχόμενοι τὴν ψυχὴν κακο … μου καθάπερ λέγ … τῶν ψευδῶν δοξῶν καὶ τῆς τούτων εἰσβολῆς, ἀφʼ ἧς ὁ χειμών, ἐν τῶι βίωι τὴν σπουδὴν ἀληθινῶς κατατιθέμενοι, οἱ δὲ καὶ ἐγχειρήσαντές

τι περὶ τούτων λέγειν ἄχρι τῆς πρὸς τὸν πλησίον δοξοκοπίας, οὐχ ἕ-𐅻 νεκα τῆς αὑτῶν ἀταραξίας τοὺς λόγους ἐποιοῦντο, ὡς δηλοῦσιν οἵ τε προειρημένοι καὶ ἡ τῶν ἀπαθεῖς καὶ κυνικοὺς αὑτοὺς προσαγορευσάντων αἵρεσις, καὶ τὰ λεγόμενα καὶ πραττόμενα ὑπʼ αὐτῶν καὶ … ν … υπο …

… οὔτε καλὸν οὔτε αἰσχρὸν οὔτε ἄλλο ἁπλῶς τῶν τοιούτων οὐθὲν φασκόντων εἶναι, ἐπειδὴ οὐχ ὥσπερ λίθος καὶ χρυσὸς καὶ τὰ ὅμοια τούτοις, ὦν φα-𐅻 μεν φύσει, οὐ νόμωι ἕκαστον ὑπάρχειν, οὕτω καὶ ταῦτα πᾶσιν τὰ αὐτά ἐστιν, ἀλλʼ ἄλλοις ἄλλα. οὐθὲν γὰρ τούτων εἶναι κατʼ ἀλήθειαν· δεῖν γάρ,

εἴπερ ἦν, ὥσπερ ὁ κατʼ ἀλήθειαν χαλκὸς ἢ χρυσὸς πᾶς καὶ πανταχοῦ ὁμοίως ἐστὶν καὶ οὐ τῶιδε 𐅻 μέν ἐστιν χαλκός, τῶιδε δʼ οὔ, οὐδʼ ἐμ μὲν τούτωι τῶι ἔθνει ἐστίν, ἐν δὲ τοῖς λοιποῖς οὐκέτι ἀλλὰ πανταχοῦ ὁμοίως, οὕτω καὶ τὰ καλὰ καὶ τὰ αἰσχρά, εἴπερ κατʼ ἀλήθειαν ἦν, οὐ τῶιδε μὲν διώκεσθαι 𐅻 τῶιδε δʼ οὐκέτι ω … ο

… ὑπάρχειν ἡδὺ καὶ ἀηδές· εἰ δʼ ἔστιν οὔτε τοῖς ζώιοις οὔτε τοῖς ἀνθρώποις πᾶσιν ταὐτὰ τὰ καλὰ οὐδὲ τὰ αἰσχρὰ οὐδὲ τὰ ὅμοια τούτοις, ψευδῶς ἤδη ἄλλους ἄλλα νομί-𐅻 ζειν τῶν ἀνθρώπων. οὐθενὶ δὲ δεῖν τούτων προσέχειν. ἐγ γὰρ τῶν τοιούτων καὶ τῶν τού-

τοις παραπλησίων λόγων εὑρεθήσονται θρασυνόμενοί τινες καὶ τὰ παρὰ τοῖς ἀνθρώποις νομιζόμε-𐅻 να ὑπερορῶντες καὶ ὑπερβαίνοντες πολλάκις, ἐφʼ οἷς τὸν ἄξιον μισθὸν ὡς ἀληθῶς, καθάπερ καὶ ἐπάνωι ἔλεγον, κομίζονται, καὶ ὑπʼ ἀνθρώπων ἐν ὑποψίαι γινόμενοι καὶ κατὰ τὰς ἀρχαίας πόλεις ἐκπείπτοντες

… δε … αι των παρα λ … ὑπαρχόντων, ἀλλὰ παραβιασάμενοι ἐπὶ ποσὸν τὸ ἐκ τῶν προειρημένων λόγων ἐν τοῖς συμβαίνουσιν κατὰ τὴν ἐπικράτειαν πάλιν ἐκεῖνοι στροβοῦνται. ἢ δοκεῖ κ … τις ἄν σοι ἐκ τῶν προειρημένων λόγων οὐ καὶ παθεῖν, ὃ λέγομεν,

ἀλλὰ μᾶλλον πειθὼ λαβεῖν, ὡς ψευδῶς νομίζεται τὰ καλὰ καὶ αἰσχρὰ καὶ ὅσα νομίζεταί πο-𐅻 τʼ ἄλλα, ἐπειδὴ οὐχ ὥσπερ χρυσὸς καὶ τὰ τοιαῦτα𐅻 πανταχοῦ ἐστιν ταὐτά· ἐμποδὼν γὰρ ἑκάστωι δήπου συνορᾶν, ὡς οὐδὲ μεῖζον καὶ ἔλαττον τὸ αὐτὸ πανταχοῦ καὶ πρὸς πάντα τὰ μεγέθη ὁρᾶται … ὡσαύτως … ηδυ … τωι ω …

… εν λ … οντ … ινς ὡσαύτως δὲ καὶ ἐπὶ τῶν βαρυτέρων καὶ κουφοτέρων συμβέβηκεν καὶ ἐπὶ τῶν λοιπῶν δʼ ἁπλῶς δυνάμεων τὸν αὐτὸν τρόπον ἔχει. οὔτε γὰρ ὑγιεινὰ ταὐτὰ πᾶσιν ὑπάρχει οὔτε θρεπτικὰ ἢ φθαρτικὰ οὔτε τὰ τούτοις ἐναντία, ἀλλὰ ταὐτὰ τοὺς μὲν ὑγιάζει καὶ τρέ-

φει, τοὺς δέ τι τῶν ἐναντίων διατίθησιν· ὥστε ἢ καὶ ταῦτα πάντα φατέον ψευδῆ εἶναι, ἃ περιφανῶς ἕκαστος θεωρεῖ ὅτι ἐργάζεται, ἢ μὴ βουλόμενον ἀναισχυντεῖν καὶ μάχεσθαι τοῖς φανεροῖς οὐδὲ τὰ καλὰ καὶ τὰ αἰσχρὰ ἀρτέον ὡς ψευδῶς νομιζόμενα, ὅτι οὐ πᾶσι ταὐτά ἐστιν ὥσπερ λίθος ἢ χρυσὸς ἢ … ο

… τα … τὰ πρός τι κατηγορούμενα οὐ τὴν αὐτὴν χώραν ἔχει τοῖς κατὰ τὴν ἰδίαν φύσιν λεγομένοις καὶ μὴ πρός τι, οὐδὲ τὰ μὲν ἀληθῶς ὑπάρχει τὰ δʼ οὔ. ὥστε τὸ ἀξιοῦν ταὐτὰ τούτοις συμβεβηκέναι εὔηθες, ἢ τὰ μὲν εἶναι τὰ δὲ μή. καὶ οὐθὲν διαφέρει ἀπὸ τῶνδε τάδε ἀνασκευάζειν ἢ ἀπὸ τῶνδε τάδε· ἀλ-

… εὐήθης ὁ νομίζων δεῖν, ἐπειδὴ τὸ μεῖζον καὶ βαρύτερον ἢ λευκότερον καὶ γλυκύτερον τινὸς μέν ἐστι μεῖζον τινὸς δὲ ἔλαττον καὶ βαρύτερον καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως, καθʼ αὑτὸ δὲ τούτων οὐθὲν πέπονθεν ὅπερ πρὸς ἄλλο, οὕτω καὶ τὸν λίθον καὶ τὸν χρυσὸν καὶ τὰ τοιαῦτα δεῖν, εἴπερ κατʼ ἀλήθειαν ἦν, … επη …

κ … λίθον καὶ πρὸς μέν τινα χρυσὸν πρὸς δʼ ἄλλον τινὰ τὴν ἐναντίαν φύσιν ἔχειν· ἐπεὶ δʼ οὐκ ἔχει οὕτως, ψευδῶς ἤδη φάσκων ταῦτα νομίζεσθαι οὐκ ὄντα. τί γὰρ διαφέρει τὰ τοιαῦτʼ ἀξιοῦν ἢ τὰ καλὰ καὶ αἰσχρά, ἐπειδὴ οὐ πᾶσι καὶ πανταχοῦ τὰ αὐτά ἐστιν, ψευδῶς αὐτὰ φάσκειν οὐκ ὄντα κατʼ ἀλήθειαν; τῶν γὰρ πρός τι,

φήσει τις, ὦ ἄνθρωπε, ἐστὶν ταῦτα, οὐ τῶν καθʼ αὑτά, ὥσπερ ἃ σὺ προφέρεις. ἢ οὐδʼ ἐκεῖνʼ ἂν φήσειεν, ὅτι καὶ ἐπὶ τοῦ σώματος αὐτοῦ ἄλλα μὲν τῶι νοσοῦντι ἄλλα δὲ τῶι ὑγιαίνοντι συμφέρει καὶ αὐτῶν τούτων πάλιν ἄλλα μὲν τῶι ταύτην τὴν νόσον νοσοῦντι ἄλλα δὲ τῶι ταυτηνί, καὶ ἄλλα μὲν τῶι θερμὴν ἕξιν ἔχοντι καὶ φλογώδη, ἄλλα δὲ τῶι … καὶ

… αι εκ … γαπ … σιν ἀξιωτέον. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν πράξεων· οὐδὲ γὰρ ἐνταῦθα πᾶσιν ταὐτὰ συμφέρει πράττειν, ἀλλʼ ἄλλοις ἄλλα, οὐ ψευδῶς δοξαζόμενα πάντα, ἀλλὰ κατὰ τὴν διαφορὰν καὶ τῆς φύσεως ἑκάστου καὶ τῶν συμβεβηκότων. τὸ δὴ πάντα ἀφέντας τὰ τοιαῦτʼ ἐμποδὼν ὄντα πᾶσιν καὶ χρωμένων οὐ μό-

νον τῶν λοιπῶν ἀνθρώπων ἐν τῶι βίωι πᾶσιν τοῖς τοιούτοις, ἀλλὰ καὶ αὐτῶν τῶν ἃ προεῖπον διαλεγομένων, ἀφέντας ταῦτα πειρᾶσθαι τοὺς πολλοὺς ἐλέγχειν ἐν οἷς οὐθὲν διέπιπτον καὶ ἀξιοῦν πᾶσιν ταὐτὰ εἶναι αἰσχρὰ καὶ καλά, καὶ ἐπειδὴ οὐχ ὑπάρχει τοῦτο, ψευδῶς ἤδη φάσκειν οὐκ ὄντα τὰ τοιαῦτα ν … τ …

π … τῶν τοιούτων … ων καὶ αὐτοὺς θρασύνεσθαι καὶ ἄλλους παροξύνειν ἐπὶ τὸ μηθὲν ἔτι, τούτων ἀτό-𐅻 πων νομιζομένων, θαρροῦντας πράττειν κατανόει, τίνʼ ὑπερβολὴν ἀνοίας ἔχει. καὶ πῶς εἰκὸς τοὺς τοιούτους πάντας ἀπαλλάττειν ἐν τῶι βίωι ἤ τινα πίστιν ἔχειν τῶν πρατ-

τομένων παρʼ αὑτῶν; πᾶν γὰρ τὸ τοιοῦτο παῖγμα τῶν λόγων συνορῶντας μετὰ τῶν προειρημένων σπουδαστέον περὶ φυσιολογίαν, ἵνα μηθενὶ τῶν προειρημένων ἐνεχώμεθα. καὶ γὰρ περὶ ἐνυπνίων τε καὶ τῶν ἐπάνω εἰρημένων ἁπάντων καὶ περὶ ὧν ἐν ἀρχῆι ἐλέγομεν ὡσαύτως … ε πραξα …

… νον … θαι κατὰ τὸν βίον ο … ἡμῖν ἔσται μόνως, πῶς ἡ ἐν τοῖς οὖσιν ἀλήθεια ἔχει, κατανοήσασιν. αὕτη γὰρ οὔτε θρασύνεσθαι παρὰ τὸ προσῆκον οὐθὲν ποιήσει οὔτε κεναῖς δόξαις ἀνθρώπων δουλεύοντα πάλιν δεισιδαίμονα καὶ δοῦλον παντὸς καὶ ἐπτοημένον περὶ ὃ ἂν τύχηι ἐάσει εἶναι οὔτε ἄλληι τι-

νὶ κακίαι ἐνεχομένους τοῖς κατὰ τὰς ἀβελτέρους δόξας ἀκολουθοῦντας ποιήσει γίνεσθαι μετὰ τῆς τῶν πολλῶν ἀνοίας, ἀλλʼ ἀθόρυβον ἀληθινῶς καὶ ἀδεῆ ἐμ πᾶσιν εἶναι. ἐγ γὰρ ταύτης μόνης τὸ θαρρεῖν βεβαίως καὶ ἀμεταπτώτως γίνεται καὶ καταφρονεῖν πάλιν καὶ γελᾶν ἀληθινῶς ἐπὶ τοῖς ἀβελτέρως καὶ κενῶς ὑπὸ ἀνοήτων λεγομένοις ηπα …

αν … ας π … τας … α … εδων … εἰς τὴν τῶν πολλῶν πάλιν καὶ ἀνοήτων ἄγνοιαν, ἣν φυγεῖν σεμνὸν𐅻 καὶ οὐθενὶ συμβλητὸν τῶν λοιπῶν περὶ ἃ σπεύδουσιν ἄνθρωποι. οὐθεὶς γὰρ ἂν ἀξίως τῶι λόγωι διεξέλθοι τὰ γινόμενα διʼ αὐτῶν δυσχερῆ τῶι η βίωι, ὡς ἐπʼ αὐτὰ τὰ πάθη καὶ τὰ συμβαίνοντʼ ἐπιστήσας τὴν διάνοιαν κατα-

νοῆσαι ἂν τά τε λοιπὰ καὶ ὡς σχέτλιον μὲν τὸ θρασυνομένους ἀλόγως τοῖς προειρημένοις περιπείπτειν, σχέτλιον δὲ καὶ τὸ ταῖς παραδεδομέναις εἰκῆι δόξαις δουλεύοντας ζῆν, πολλαῖς μὲν ἐξ αὐτῶν ταραχαῖς καὶ ἐπιθυμίαις συνεχομένους, πολλαῖς δὲ καὶ παντοδαπαῖς ἀπὸ τούτων ἐνεργείαις καὶ πράξεσιν βλαβεραῖς ἐπιτιθεμένους ἀεί, καὶ

πολλῶν μὲν ἀλόγως ὀρεγμένους, δυστυχοῦντας δὲ καὶ μεταμελομένους ἐμ πᾶσιν· καὶ πολλὰς καὶ τῶν λοιπῶν ἀνθρώπων ἐπαρτῶντας αὑτοῖς ὀχλήσεις, ἀφʼ ὧν συμβαίνει διὰ βίου χειμαζομένους ἢ καθεστηκότας γε ἐν ὑποψίαις μηδέποτε τοῦ ζῆν ὄνησιν μηδʼ ἀπόλαυσιν λαβεῖν ἀληθινήν, ἀλλʼ ἐξαχθῆναι πρότερον ἐκ τοῦ ζῆν, πολλὰ ταλαιπωρή-

σαντας ματαίως ἐλπίσι κεναῖς μόνον καὶ οὐδέποτε ἐπιμαρτυρουμέναις διὰ τέλους, καὶ ἐκ τούτων πάλιν ἕτερα προςεπισωρεύοντας αὑτοῖς κακὰ παρὰ τὸ μὴ δύνασθαι διαγνῶναι, τί ἡ φύσις ἡμῶν αὐτὴ ζητεῖ τέλος καὶ ἐκ τίνων τοῦτο συμπληροῦσθαι πέφυκεν. ἡ γὰρ τούτων ἀβλεψία πάντων ἀρχηγὸς κακῶν. πειρῶ μὲν τοίνυν τῶν

εἰρημένων συμφορῶν ἔξω σαυτὸν καθιστάναι, περὶ πάντων δʼ, ὥσπερ προείρηται, σαυτῶι λόγον διδοὺς τὸν εἰς τὸν βίον καὶ τὰ πάθη ἐναρμόττοντα μηθὲν εἰκῆι πράττειν, μηδὲ περὶ ἄλλου μὲν μηθενός, ἥκιστα δὲ περὶ ὧν εὐθὺς ἐκ παιδίων ἐνωμιλημένας ἔχομεν δόξας. τὸ γὰρ περὶ τούτων ἀλόγως θρασύνεσθαι τῶν μεγίστων συμφορῶν

εὑρήσεις ἀποτελεστικὸν καθεστηκός, ὥσπερ ἐρρήθη. ποίει δὴ ὡς λέγω, ἵνα καὶ περὶ αὐτῶν τῶν νῦν λεγομένων ἐξετάζηις, πότερον ὀρθῶς λέγεται ἢ οὔ, καὶ οὕτως καταφρονῆις αὐτῶν, ἐὰμ μὴ εὑρίσκηις ὡς ἡμεῖς φαμεν ἔχειν, ἢ ἐπιμαρτυρουμένου σοι τοῦ λόγου ἀεὶ μᾶλλον πιστεύηις αὐτῶι καὶ ἐπʼ αὐτῶν τῶν ἔργων ἀκο- 𐅻 λουθεῖν πειρᾶι εὐθὺς διὰ

τὸ οὕτω μάλιστʼ ἂν τὰ πάθη καταπαύεσθαι —καὶ σαυτοῦ καὶ τῶν ἄλλων ἀνθρώπων, μὴ λόγωι μόνον ἀλλʼ ἔργωι· τοῦτο γὰρ ἀληθινῶς ἐστι φιλοσοφίας ἔργον.