eul_wid: uve-aa
Παράφρασις εἰς ΘεόφραστονParaphrase-Theophrastus
Priscian of Caesarea Paraphrase Theophrastus PDF
| Theoph.1.(1t) | ΠΡΙΣΚΙΑΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΛΥΔΟΥ ΜΕΤΑΦΡΑΣΙΣ ΤΩΝ ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΑΙΣΘΗΣΕΩΣ Περὶ αἰσθήσεως αὐτῷ ὁ σκοπὸς ἐφεξῆς. ἐπεὶ δὲ ὑπὸ τῶν αἰσθητῶν κινούμενα τὰ αἰσθητήρια ἐξομοιοῦσθαι τοῖς αἰσθητοῖς τῷ πάσχειν βούλεται ὁ Ἀριστοτέλης, ζητεῖ τίς ἡ ὁμοίωσι ς . καὶ γὰρ ἐπὶ τῶν αἰσθητηρίων καὶ ἔτι μᾶλλον ἐπὶ τῆς ψυχῆς ἄτοπον φαίνεται τὸ χρώματι καὶ χυμοῖς καὶ ψόφῳ καὶ μορφῇ ἐξομοιοῦσθαι δυνατόν. λέγει μὲν οὖν καὶ αὐτὸς κατὰ τὰ εἴδη καὶ τοὺς λόγους ἄνευ τῆς ὕλης γίνεσθαι τὴν ἐξομοίωσι ν . ἐπεξεργαστέον δὲ πότερον ἔξωθεν τὸ εἶδος καὶ ποῖον καὶ ποῦ ἐπιφαινόμενον, καὶ εἰ πρὸς γνῶσιν ἱκανὸν τὸ περὶ τοῖς σώμασι μεριζόμενον καὶ εἰς ἓν οὐ συναιρούμενον, κατὰ τὴν εἰς ἓν συναίρεσιν καὶ τὴν ἀμέριστον τοῦ γνωστοῦ παντὸς περίληψιν ἁπάσης ἱσταμένης γνώσεως. Ἐνεργεῖν μὲν οὖν κατὰ τὸ εἶδος τοῦ γνωστοῦ ἀνάγκη τὸ γινῶσκον καὶ τὸν ἐκείνου προβεβλῆσθαι χαρακτῆρα, καὶ τοῦτο ἡ ἐξομοίωσις· πάθημα δὲ τοῦ αἰσθητηρίου προηγεῖσθαι ἀνάγκη τῆς αἰσθήσεως. οὐ γὰρ παντελῶς οὖσα χωριστὴ σωμάτων δύναμις ἡ αἴσθησις, ἀλλ’ ἐν τῇ πρὸς τὰ αἰσθητήρια οὐσιωμένη νεύσει καὶ τοῦ ζῴου οὖσα συμπληρωτικὴ οὐδὲ ἐνεργεῖν ἄνευ αὐτῶν οἵα τε. οὐ μὴν οὐδὲ προηγουμένως αὐτὴ ἐγειρομένη συγκινεῖ τὸ ὄργανον, ὡς ἡ φαντασία, διὰ τὸ πολὺ κατατεταμένον, καὶ διὰ τὴν ὅλην περὶ τὰ ἐκτὸς ἀπότασιν, καὶ παρόντων καὶ αὐτῶν δεῖσθαι τῶν αἰσθητῶν. τὰ μὲν οὖν φανταστὰ οὐκ ἐκτός, εἰ καὶ τῶν ἔξω ἐστὶν ἀφομοιώματα, τὰ δὲ αἰσθητὰ ἔξω· τούτων γὰρ ἡ αἴσθησις ἀλλ’ οὐχὶ τῶν ἐν τοῖς αἰσθητηρίοις παθῶν, σὺν δὲ τούτοις τῶν ἐν τοῖς σώμασιν εἰδῶν ἀντιλαμβάνεται. |
| Theoph.2 | Πάσχει δὲ ὑπὸ τῶν αἰσθητῶν τὰ αἰσθητήρια οὐχ ὡς τὰ ἄψυχα, ἀλλὰ ζῶντος σώματος τὸ πάθος. διὸ οὐδὲ πάθος τὸ ὅλον οὐδὲ ἔξωθεν πάντῃ ἀλλὰ καὶ κατ’ οἰκείαν ἐνέργειαν· καὶ οὐ κινεῖται μὲν πρότερον ἐνεργεῖ δὲ ὕστερον, ἀλλ’ οὐδὲ κινεῖται ὅλως εἰ μὴ ἅμα καὶ ἐνεργοίη· οὐ μὴν οὐδὲ ἐνεργεῖ ἄνευ τοῦ κινεῖσθαι. τὸ δὴ τοιοῦτον ἐν τοῖς αἰσθητηρίοις κίνημα ὁμοιοῦται τοῖς αἰσθητοῖς εἴδεσιν ὡς ἅμα ὑπ’ αὐτῶν τε καὶ κατὰ τὴν πρὸς αὐτὰ τῆς ζωτικῆς ἐν τῷ αἰσθητηρίῳ ἐμφάσεως διέγερσιν ἐγγινόμενον. ἀλλ’ οὔπω τοῦτο 〈ἡ〉 αἴσθησις, τὸ ἐν τῷ αἰσθητηρίῳ πρὸς τὰ αἰσθητὰ ὁμοίωμα, πάθημα ὂν μᾶλλον ἢ ἐνέργημα, καὶ σωματοειδὲς καὶ μεριστὸν καὶ χρόνῳ παρατεινόμενον, καὶ σπεῦδον μὲν εἰς εἶδος οὔπω δὲ ὂν ἐν τῷ εἴδει ἀλλ’ ἐν κινήσει ἔτι· ἡ δὲ αἴσθησις ἀμερίστως τε τὴν ἀρχὴν καὶ μέσα καὶ τέλος τοῦ αἰσθητοῦ περιλαμβάνει, καὶ ἐνέργειά ἐστι καὶ κρίσις τελεία καὶ ἐν τῷ νῦν ἅμα ὅλη, καὶ κατὰ τὸ εἶδος ἤδη τοῦ αἰσθητοῦ ἕστηκε. διὸ οὐκ ἄνευ μὲν τοῦ ἐν τῷ αἰσθητηρίῳ παθήματος, οὐ μὴν τοῦτο ἡ αἴσθησις· ὅθεν καὶ πάσχοντες καθεύδοντές τε καὶ ἐγρηγοροῦντες ἐνίοτε οὐκ ἐπαισθανόμεθα. δεῖ τοίνυν μετὰ τὸ πάθημα εἰς εἶδος τελειωθῆναι τὸ τῷ αἰσθητῷ ὅμοιον· κατὰ γὰρ τὸ τέλειον εἶδος ἡ αἴσθησις ἐπειδὴ κρίνει. τὸ δὲ τοῦ αἰσθητοῦ εἶδος τοῦτο δὴ οὐκ ἐν τῷ αἰσθητηρίῳ· πάθημα γὰρ καὶ κίνημα καὶ ἐν μερισμῷ ἀλλ’ οὐκ εἶδος· οὐ μὴν οὐδὲ ἐν τῇ ἐμφάσει τῆς ζωῆς τῇ [ἐν] τῷ αἰσθητηρίῳ ἀπὸ τῆς ψυχῆς ἐνδιδομένῃ· μετὰ γὰρ πάθους καὶ τὸ ταύτης ἐνέργημα, καὶ κοινόν ἐστιν ἀμφοῖν τὸ κίνημα τοῦ τε ὀργάνου καὶ τῆς ἐν αὐτῷ ζωῆς. ἀλλ’ ἐν ζωῇ μὲν δηλαδὴ τὸ εἶδος καθ’ ὃ ἡ αἴσθησις, τῇ δὲ κατ’ ἐνέργειαν ἱσταμένῃ, οὐ τῇ χωριστῇ, ἀλλὰ τῇ συμπληρούσῃ τὸ ζῷον ψυχικῇ ζωῇ, καὶ τῇ ζωτικῇ αὐτῆς προβολῇ τῇ περὶ τὰ σώματα μεριζομένῃ. Ἀλλ’ οὐδὲ τοῦτο ἱκανὸν πρὸς τὴν αἴσθησιν. τὸ γὰρ τελεωθὲν περὶ τὸ αἰσθητήριον κατ’ ἐνέργειαν εἶδος, ἅτε περὶ τὸ σῶμα μεριζόμενον καὶ εἰς ἓν ἀμερὲς οὐκ ἐπιστρεφόμενον, οὐκ ἔστι γνωστικόν, ἀλλ’ ἔστι τις ἐν τῇ ψυχῇ προειλημμένος τῶν αἰσθητῶν λόγος ὃς ζῇ καὶ καθ’ ἑαυτὸν καὶ οὐ μόνον ἐστὶ τοῦ συνθέτου· διὸ καὶ ἀμερίστως ἐνεργεῖ καὶ δύναμις ὑπάρχει τῶν κατὰ μέρος (ἀλλ’ οὐχ ὡς ἕν τι μεριστὸν εἶδος ἐγγίνεται) λόγος τε γνωριστικὸς τῶν αἰσθητῶν, ἐν ψυχῇ ὑφεστὼς ἀλλ’ οὐκ ἐν τῷ σώματι ἱδρυμένος, εἷς μὲν ἀλλ’ οὐχ ὡς τὰ ἄτομα, τὸ δὲ ἓν ἔχων περιληπτικὸν τῶν πολλῶν καὶ ἑκάστῳ αὐτῶν ἐφαρμόζων· τῷ γὰρ ἑνὶ τοῦ λευκοῦ λόγῳ πάντων αἰσθάνεται ἡ ψυχὴ τῶν κατὰ μέρος λευκῶν. |
| Theoph.3 | δεῖ τοίνυν τὸν τοιοῦτον προβληθῆναι λόγον εἰ μέλλει γίνεσθαι αἴσθησις· προβάλλεται δὲ ὡς πρὸς οἰκεῖον τὸ ζωτικὸν εἶδος διεγειρόμενος καὶ τούτῳ συναρμοζόμενος τῷ ὁμοιώματι τοῦ ἐκτὸς εἴδους καὶ σὺν αὐτῷ ἐνεργῶν· τὸ γὰρ κρῖνον ὁ λόγος καὶ ἡ σύνεσις κατὰ τὴν αἰσθητικὴν ψυχὴν καὶ ἡ εἰς τὸ ἀμερὲς συναίρεσις ἐν τῇ χωριστῇ σωμάτων ὑποστάσει. Οὐκοῦν ἔχει τὸ τοῦ αἰσθητοῦ εἶδος ἡ ψυχὴ τῷ τὸν λόγον αὐτοῦ προβάλλειν, ἀλλ’ οὐχ ὡς ἀπ’ αὐτοῦ μορφήν τινα ἢ τύπωσιν ὡς ἀπὸ σφραγῖδος δεχομένη. ἡ γὰρ κρίσις καὶ ἡ ἐνέργεια ἔνδοθεν καὶ ζωτική. ὁ μὲν οὖν λόγος ἔνδον καὶ οὐσιώδης τῆς ψυχῆς, ἡ δὲ τοῦ ζῴου συμπληρωτικὴ ζωή, ἀπὸ μὲν τῶν οὐσιώδων ἠρτημένη λόγων, κατὰ δὲ τὴν πρὸς τὸ σῶμα τάσιν ὑφισταμένη αἰσθητικὴ καὶ ἥδε, καὶ ὅρος καὶ τελειότης τοῦ ζῴου. διὸ ἐν ταύτῃ τὸ τοῦ αἰσθητοῦ ὁμοίωμα τελειωθέν, ἐν δὲ τῷ αἰσθητηρίῳ ἀτελὴς καὶ συμμιγὴς πάθει ἡ ἐνέργεια· καὶ τὸ μὲν πάθος ἔξωθεν, ἡ δὲ ἐνέργεια ἀπὸ τῆς ζωῆς· καὶ τὸ μὲν εἶδος ἐν τῇ τοῦ ζῴου ζωῇ, ἡ δὲ κρίσις καὶ ἡ σύνεσις ἐν τῇ τοῦ λόγου ἐνεργείᾳ. Πῶς οὖν ὁμοιοῦται τοῖς αἰσθητοῖς ἡ ψυχή; οὐ τῷ δέχεσθαί τι ἀπ’ αὐτῶν, ἀλλὰ τῷ κατὰ τὸν λόγον αὐτῶν ἐνεργεῖν δι’ ἐμφάσεως τῶν ἐκτὸς εἰδῶν. πῶς οὖν ἅμα πλείοσι καὶ τοῖς ἐναντίοις ἐνίοτε ὁμοιοῦται; ἐπειδὴ πάσχειν οὐχ οἷόντε ἅμα τὰ ἐναντία, ἐνεργεῖν δὲ δυνατόν· ἡ δὲ αἴσθησις κατ’ ἐνέργειαν καὶ κρίσιν ἀλλ’ οὐ κατὰ πάθος· κατὰ γὰρ τὸν λόγον ἡ αἴσθησις, τὸ δὲ πάθος ἐν τῷ αἰσθητηρίῳ· σῶμα δὲ ὂν καὶ μεριστὸν τὸ αἰσθητήριον καὶ αὐτὸ κατὰ διάφορα μέρη πλείω ἅμα καὶ τἀναντία ἔχειν οὐκ ἀδύνατον. ὁ λόγος δὲ ἐν ἀμερεῖ ἅμα τὰ ἐναντία καὶ τὰ διάφορα ὅσα ἂν ᾖ συλλαβὼν ἐνεργεῖ· διὸ καὶ τὴν ἑτερότητα αὐτῶν κρίνει ὡς ἅμα τῶν πλειόνων ἐν ἀμερεῖ ἐφαπτόμενος. Ὅταν οὖν καὶ ὁ Θεόφραστος τὴν ὁμοίωσιν βούληται γίνεσθαι κατὰ τὰ εἴδη καὶ τοὺς λόγους ἄνευ τῆς ὕλη ς , ἀποδεξώμεθα, ἀλλ’ οὐκ ἔξωθεν ἁπλῶς ἐγγινόμενα, ἀπὸ δὲ τῶν ἔνδον λόγων ἐν τῇ ζωῇ κατ’ ἐνέργειαν ἱστάμενα αἰσθητικήν, τῷ μέντοι πρὸς τὰ ἐκτὸς ἀποτείνεσθαι καὶ ἐκείνοις ἀφομοιοῦσθαι. εἰκότως ἄρα καὶ δύναμις νομίζεται ἡ αἴσθησις ὡς ἐπιφέρουσα τὰς ἐνεργείας. ἐπὶ μὲν οὖν τῆς ψυχῆς κατ’ ἐνέργειαν τοῦ λόγου ἡ ὁμοίωσις, ἐπὶ δὲ τοῦ αἰσθητηρίου κατὰ τὴν ὑπὸ τοῦ αἰσθητοῦ πάθην ἅμα καὶ ζωτικὴν ἐνέργειαν. Πῶς οὖν ἅμα ὑπό τε τοῦ πικροῦ καὶ τοῦ γλυκέος πάσχε ι ; οὐ γὰρ μέρει μέν τινι τῆς γλώττης τόδ ε , φησί, μέρει δὲ θάτερον 〈ἄλλῳ 〉 , ἀλλὰ τῷ αὐτ ῷ · καὶ ἐπὶ τῆς ἀκοῆς δὲ ὁμοίως, εἰ ἄρα καὶ διελεῖν ἔστι τὴν ἀκοήν. |
| Theoph.4 | ἢ εἴτε ἡ γλῶττα τὸ γευστικὸν αἰσθητήριον εἴτε πνεύματα 〈τὰ〉 ἐν τῇ γλώττῃ, μεριστὸν πάντως ὂν σῶμα, ἑτέρῳ μὲν μορίῳ ἄλλο ἑτέρῳ δὲ ἄλλο τι πάσχειν οὐκ ἀδύνατον· ὡς ἐναργὲς τοῦτο γίνεται ἐκ τῆς ἁφῆς· θερμαίνεσθαι γὰρ κατὰ ἄλλο μόριον καὶ ψύχεσθαι κατὰ ἄλλο ἐν τῷ αὐτῷ χρόνῳ δυνατόν· καὶ τὸ αἰσθητικὸν δὲ τῆς ἀκοῆς πνεῦμα μεριστὸν δηλαδή. ὁ δὲ λόγος εἴρηται ὡς ἀμερὴς μὲν ἐνεργεῖν δὲ ἅμα τἀναντία οὐ κωλύεται· πάσχειν γὰρ οὐχ οἷόντε κατὰ τὸ αὐτὸ τὰ ἐναντία. Ἀλλ’ ἡ μὲν θερμότης ὡς δύναμις φυσικὴ δρῴη ἂν εἰς τὸ αἰσθητήριον, ἡ δὲ μορφὴ καὶ ὁ τύπος καὶ ἡ κίνησις καὶ ὁ ἀριθμὸς πῶς ἐξομοιοῖ; ἢ καὶ ταῦτα ἔχειν τι δραστήριον ἐροῦμεν, δρᾶν δὲ μᾶλλον εἰδητικῶς· ὡς τὴν θερμότητα καὶ τὰς συστοίχους αὐτῇ δυνάμεις σωματοειδέστερον καὶ διὰ τοῦτο πληκτικώτερον καὶ παθητικώτερον—εἰ μὴ ἄρα καὶ τὰ μὲν ἴδια αἰσθητὰ ἑκάστης αἰσθήσεως ἐναργεστέραν ἔχει τὴν ἐνέργειαν τὰ δὲ κοινὰ ἀμυδροτέραν, τὰ μὲν προσεχῆ ὡς οἰκεῖα τὰ δὲ πορρωτέρω. καὶ ἴσως ὡς κρείττω τὰ κοινὰ οὐχ ὡσαύτως ἐστὶ τῇ αἰσθήσει σύμμετρα. ἀλλ’ ὅμως αἰσθητὰ καὶ 〈τὰ〉 κοινὰ καὶ οὐ μόνῃ τῇ διανοίᾳ γνωρίζεται. εἰς ἔνιά γε μὴν ἐκ τῶν αἰσθητῶν ἡ διάνοια ἀναγομένη αὐτὴ καθ’ αὑτὴν λογίζεται οὐκέτι ὄντα τῇ αἰσθήσει καταληπτά, ὡς ὅταν τὴν οὐσίαν γνωρίζῃ τῶν αἰσθητῶν. εἰ δὲ καὶ χρόνου καὶ ἀριθμοῦ μὴ ἀντιλαμβάνεται ἡ αἴσθησις, καὶ τούτων ἔσται ἡ διάνοια ἀπὸ τῶν αἰσθητῶν ἀναπεμπομένη γνωριστική. Ἀλλ’ εἰ καθ’ ὁμοίωσιν ἡ γνῶσις, πῶς μὴ πάσχουσα ὑπὸ τῶν ἐν τοῖς αἰσθητοῖς ὁμοιοῦται πρὸς αὐτὰ ἡ διάνοια; εἰ δὲ πάσχει, ὁποῖον αὐτῆς τὸ πάθος; ἢ οὐ κατὰ πάθος οὐδὲ ἡ αἰσθητική, ὡς ἐλέγομεν, κρίσις (οὔπω λέγω ἡ διανοητικὴ σύνεσις) ἀλλὰ κατ’ ἐνέργειαν καὶ λόγων προβολήν. ὡς δὲ ἀπὸ τοῦ ἐν τῷ αἰσθητηρίῳ πάθους εἰς εἶδος τελειουμένου ὅμοιον τῷ αἰσθητῷ ὁ τῶν αἰσθητῶν προβάλλεται λόγος, ὡς οἰκείῳ τῷ αἰσθητικῷ συναρμοζόμενος εἴδει καὶ πρὸς οἰκεῖον συμμέτρως ἐγειρόμενος, οὕτω καὶ ὁ τῶν αἰσθητῶν ποιοτήτων κριτικὸς λόγος τὴν τῆς οὐσίας τῶν αἰσθητῶν γνωριστικὴν κινεῖ δύναμιν οἰκείως, κατὰ τὴν τῶν αἰσθητῶν ποιοτήτων πρὸς τὴν οὐσίαν ἀφ’ ἧς προέρχονται οἰκειότητα. Ἐπειδὴ ὑπὸ μὲν τῶν ἰδίων αἰσθητῶν ἐναργῶς πλήττεται τὸ αἰσθητήριον, τῶν δὲ κοινῶν οὐ πρώτως ἀλλὰ δευτέρως ἡ καθ’ ἕκαστα ἀντιλαμβάνεται αἴσθησις—πρώτως γὰρ χρώματος ἡ ὄψις, δευτέρως δὲ μεγέθους καὶ κινήσεως—δόξειεν ἂν τὰ κοινὰ μᾶλλον εἶναι ψυχῆς, καὶ οἱονεὶ κατὰ συμβεβηκὸς γινώσκεσθαι ὑπὸ τῆς αἰσθήσεως τὰ κοινά. |
| Theoph.5 | ἀλλ’, ὡς εἴρηται, δευτέρως αὐτὸ δὴ τοῦτο γνωρίζεται ὑπὸ αἰσθήσεως, ἀλλ’ οὐχ ὑπὸ μόνης τῆς διανοίας. τοῦ δὲ ἄχρου καὶ τοῦ ἐσκοτισμένου ἡ ὄψις καὶ τῆς σιωπῆς ἡ ἀκοὴ συναισθάνεται οὐ κατὰ ἐπέρεισιν, ἀλλ’ αὐτῷ τῷ κωλύεσθαι τὴν ἐνέργειαν ἐν τῷ πειρᾶσθαι κρίνει ἡ αἴσθησις, τὸ ἐλλιπὲς αὐτῶν καὶ διεσταμένον τῷ μὴ ἐφαρμόζειν τὸν λόγον γνωρίζουσα, τοῦ δὴ αἰσθητηρίου καὶ παρατρεπομένου πως διὰ τὸ πάσχειν ὑπὸ τοῦ αἰσθητοῦ. Τοιοῦτος μὲν οὖν ὁ κοινὸς περὶ αἰσθήσεως λόγος. Περὶ δὲ τῶν κατὰ μέρος αἰσθήσεων, οἷον ὄψεως ἀκοῆς καὶ τῶν λοιπῶν, ἐκεῖνο τέως διοριστέον ὡς οὐ μία οὖσα, καθάπερ τινές φασιν, ἡ αἴσθησις εἰδοποιεῖται διαφόρως ὑπὸ τῶν μετεχόντων ὀργάνων· οὐ γάρ ἐστι προηγουμένη τῆς τῶν δυνάμεων διαφορᾶς ἡ τῶν ὀργάνων ἑτερότης, οὐδὲ κυρία τοῦ μερίζειν τὰς δυνάμεις, ἀλλ’ αὐτὴ ἡ αἴσθησις μί’ οὖσα καθ’ αὑτὴν καὶ εἰς πέντε μεμέρισται, εἰς τὰς τῶν καθ’ ἕκαστα αἰσθητῶν διαγνώσεις, καὶ τῇ τῶν αἰσθήσεων διακρίσει καὶ ἡ τῶν ὀργάνων ἐπηκολούθησε διαφορότης οἰκείως πρὸς ἑκάστην συναρμοζομένη· τοῦ γὰρ ὑλικοῦ καὶ ὀργανικοῦ μερισμοῦ προηγεῖται ἡ εἰδητικὴ καὶ ἐν τοῖς χρωμένοις ὡς κυριωτέρα ἑτερότης. Ἀλλὰ τί τὸ ὁρᾶν ἢ ἀκούειν ἢ ὀσφραίνεσθα ι ; καὶ πότερον διὰ μέσου πᾶσαί τινο ς , ὡς ἡ ὄψις διὰ τοῦ διαφανοῦ ς , ἢ ἔνιαι ἀμέσως ἐφάπτονται τῶν αἰσθητῶ ν ; καὶ τί τὸ διαφανέ ς ; οἶμαι τοίνυν οὔτε κατ’ εἰσδοχὴν ἀποτελεῖσθαι τὴν ὄψιν, ὡς μορφουμένην ὑπὸ τῶν αἰσθητῶν κατά τινα ἀπ’ αὐτῶν ἀπορροήν· οὔτε κατὰ ἐκπομπήν, ὡς σώματός τινος ἐκπεμπομένου καὶ θιγγάνοντος τῶν αἰσθητῶν· οὔτε τὰ μὲν χρώματα τοῦ διαφανοῦς εἶναι κινητικὰ ὡς οἷον μορφοῦντα αὐτό, τὸ δὲ διαφανὲς τῆς ὄψεως· ἀλλὰ δραστήριον ἔχοντα τὰ εἴδη δύναμιν δρᾶν ἕκαστα εἰς τὸ παθεῖν ἐπιτήδειον οὐκ ἐφαπτόμενα πάντως, ἀλλὰ καὶ εἰς τὰ διεστῶτα, ἕως ἂν σύμμετρος ᾖ τοῖς μὲν εἰς τὸ ποιῆσαι τοῖς δὲ εἰς τὸ παθεῖν ἡ διάστασις. διὰ γὰρ τὸ σωματικὰ εἶναι καὶ ἔν τινι κατέχεσθαι καὶ τόπῳ περιγράφεσθαι οὐκ εἰς τὸ ὁπουδήποτε ὂν ἐνεργεῖ, ἀλλ’ εἰς τὸ συμμέτρως τῇ τε δραστικῇ τῶν ποιούντων δυνάμει καὶ τῇ τῶν πασχόντων ἐπιτηδειότητι διεστός, καὶ ἔτι πρὸς τὸ μέτρον τῆς πείσεως. |
| Theoph.6 | οἷον δρᾶ τὸ ὁρατὸν εἰς τὸ τῆς ὄψεως αἰσθητήριον ἀπό τινος διαστήματος ὅσον ἂν σύμμετρον ᾖ τῷ τε ὁρῶντι καὶ τῷ ὁρωμένῳ, τῷ μὲν εἰς τὸ παθεῖν τῷ δὲ εἰς τὸ ποιῆσαι. ἀλλ’ ἐπεὶ οὐχ ἁπλῶς ἡ τοῦ ὁρατικοῦ ὑπὸ τοῦ ὁρατοῦ πεῖσις ποιεῖ τὴν αἴσθησιν—παραποδίζει γὰρ ἡ ὑπερβάλλουσα διὰ τὸ ἀσύμμετρον πρὸς τὸ μέτρον τῆς πείσεως καθ’ ἣν ἡ αἴσθησις—καὶ τῆς διαστάσεως δεῖ. ὅθεν τὰ σφόδρα λαμπρὰ ἔγγιον τοῦ μέτρου γινόμενα ἐμποδίζειν καὶ τελέως κωλύειν εἰς τὴν ὅρασιν. ἐπεὶ δὲ οὐ μόνον ἐν τῷ πάσχειν τὸ αἰσθητήριον ἀλλὰ καὶ ἐν τῷ ἐνεργεῖν, ὡς ἤδη εἴρηται, ἡ αἴσθησις ἐπιτελεῖται, ἐνεργήσει καὶ τὸ ὁρῶν περὶ τὸ ὁρώμενον, οὐκ ἀλλοιοῦν αὐτὸ οὐδὲ πάθος τι ἐμποιοῦν, ἀλλὰ κριτικῶς περὶ αὐτὸ ἐνεργοῦν. οὐ γὰρ ὡς σῶμα ἀλλ’ ὡς ζωτικὸν καὶ ὁρατικὸν ἐνεργεῖ. διότι γε μὴν ἐν σώματι ἡ τοιάδε ζωὴ καὶ ἡ γνωστικὴ αὕτη δύναμις, καὶ οὐκ ἐν αὑτῇ αἰτιώδως ὡς ἡ οὐρανία τὰ αἰσθητὰ περιέχουσα, ἀλλὰ κατὰ τὴν πρὸς αὐτὰ τελειοῦται ἀπόστασιν, δεῖται καὶ αὕτη συμμέτρου τῆς συναπτούσης αὐτὰ διαστάσεως. Καὶ ταῦτα μὲν κοινὰ καὶ ἀκοῆς καὶ εἴ τις ἄλλη μὴ θιγγάνειν ἀναγκάζεται τοῦ οἰκείου αἰσθητοῦ. ἐπὶ δὲ τῆς ὄψεως ἐξαίρετος ἡ τοῦ φωτὸς χρεία ἄμφω τελειοῦντος καὶ τὸ ὁρῶν εἰς τὸ ὁρᾶν καὶ τὸ ὁρατὸν εἰς τὸ ὁραθῆναι· οὔτε γὰρ τὸ ὁρατὸν δράσειεν ἄν τι εἰς τὸ ὁρατικὸν ἄνευ φωτὸς οὔτε τὸ ὁρῶν ἐνεργήσειεν ἂν περὶ τὸ ὁρατόν. φωτοειδὲς γὰρ ὂν καὶ τὸ ὁρατικὸν ἡμῶν, ὡς περιφανῶς τοῦτο ἔνια τῶν ζῴων ἐπιδείκνυσι προλάμποντα τὰ ὑφ’ ἑαυτῶν ὁρώμενα—διὸ καὶ νυκτὸς ὁρᾶν δύναται—καὶ τὰ χρώματα δὲ περὶ τὰ πέρατα τοῦ διαφανοῦς τῶν ὡρισμένων σωμάτων θεωρούμενα, ὑπὸ τοῦ φωτὸς εἰκότως ἄμφω τελειοῦται, ἀμυδρότερον ἔχοντα καθ’ ἑαυτὰ τὸ φωτοειδὲς ὡς πρὸς τελείαν τὴν πρὸς ἄλληλα ἐνέργειαν. διὸ καὶ τοῦ ἔξωθεν δεῖται φωτὸς καὶ τὸ ὁρατικὸν ὡς φωτοειδὲς καὶ τὰ χρώματα ὡς φῶτά τινα ὄντα, ὡς ἡ ὑποδοχὴ αὐτῶν δηλοῖ· ταῦτα γὰρ τοῦ διαφανοῦς πέρατα· τὸ δὲ διαφανὲς ἐπιτηδειότης ἐστὶν εἰς ὑποδοχὴν φωτὸς ἢ ἴχνος τι φωτὸς ἀμυδρὸν [οὔ ποτε] τελειοῦν [τὸ μεταξὺ πρὸς τὴν ὄψιν] καὶ τὸ μεταξὺ πρὸς τὴν ὄψιν οὐχ ὡς ἀὴρ ἢ ὡς ὕδωρ ἢ ἄλλο τι, ἀλλ’ ὡς διαφανὲς εἰς ἐνέργειαν ἤδη τελειωθὲν ὑπὸ τοῦ φωτίζοντος καὶ τελειοῦν ἑκάτερον, τό τε ὁρῶν καὶ τὸ ὁρώμενον. |
| Theoph.7 | ἐπεὶ εἴ γε αὐτὸ τὸ ὁρατὸν οὕτως ἔχει λαμπρότητος ὡς ἱκανὸν αὐτὸ εἶναι τελειοῦν τὴν ὄψιν, καθάπερ τὸ πῦρ καὶ ἐν σκότει καὶ ὅσα λαμπρὰ ὁρῶμεν, οὐκέτι τὸ μέσον ὡς τελειοῦν ἀλλ’ ὡς μόνην τὴν διάστασιν σύμμετρον παρεχόμενόν ἐστι χρήσιμον· τοῖς γὰρ ὀφθαλμοῖς ἐπιτεθὲν τὸ λαμπρὸν οὐχ ὁρᾶται διὰ τὸ ἀσύμμετρον· ἀλλ’ οὐδὲ τὰ ἐν φωτὶ ὁρώμενα χρώματα ἐπιτεθέντα τοῖς ὀφθαλμοῖς ὁρᾶται διὰ τὸ μὴ φωτίζεσθαι. Πολλὴ οὖν συμβαίνει ἐπὶ τῆς ὄψεως ἡ ποικιλία. καὶ γὰρ ἐκτὸς δοκεῖ προϊέναι διὰ τὸ περὶ τὸ αἰσθητὸν ἐνεργεῖν ἔξω κείμενον, καὶ εἰσδέχεσθαί τι ἀπὸ τοῦ ὁρατοῦ διὰ τὸ πάσχειν τι ὑπ’ αὐτοῦ, καὶ διαπορθμεύειν νομίζεται τὸ διαφανὲς καὶ τὸ μεταξὺ ὡς τῷ τε φωτὶ τελειοῦν καὶ τῇ διαστάσει τὸ σύμμετρον παρεχόμενον. προσθῶμεν δὲ καὶ ὅσα κοινῇ περὶ πάσης ἐθεωρήσαμεν αἰσθήσεως· τὴν ἐν τῷ αἰσθητηρίῳ τοῦ αἰσθητοῦ ἔμφασιν κατὰ τὴν πεῖσιν ἅμα καὶ τὴν ἐνέργειαν συνισταμένην ἐν τῇ πρὸς τὸ αἰσθητὸν ὁμοιότητι· καὶ τὴν ἔμφασιν εἰς εἶδος τελειουμένην ἐν τῇ κοινῇ τοῦ συνθέτου ζωῇ· καὶ τὸν τοῖς εἴδεσι τούτοις ἐφαρμόζοντα προβαλλόμενον ἀπὸ τῆς αἰσθητικῆς ψυχῆς λόγον καθ’ ὃν ἡ κρίσις καὶ ἡ σύνεσις. τοιοῦτος ὁ τρόπος τῆς περὶ ἑκάστην αἴσθησιν θεωρίας, ὃν δεῖ μάλιστα ἐκ τῶν Ἰαμβλίχῳ ἐν τοῖς περὶ ψυχῆς πεφιλοσοφημένων ἀναλαμβάνειν, ἐξ ὧν καὶ νῦν ἡμεῖς ταῦτα συνῃρημένως γεγράφαμεν τὸν τύπον ὑπογράψαι τῆς ἀκριβοῦς περὶ ἑκάστην θεωρίας βουλόμενοι· ἐπεὶ οὐ τοῦτο νῦν ἡμῖν πρόκειται ἐπεξιέναι τῇ περὶ αὐτῶν διαρθρώσει, ἀλλὰ τὰ τοῦ Θεοφράστου, εἴ τί τε ἐπὶ πλέον τῆς Ἀριστοτέλους παραδόσεως προστίθησι συναιρεῖν, καὶ εἴ τι ἀπορῶν προτείνει ἐπεξεργάζεσθαι κατὰ δύναμιν. Ἐπὶ οὖν τὰ τοῦ Θεοφράστου ἐπανίωμεν. φαίνεται δὴ καὶ αὐτὸς οὐδεμίαν ἀξιῶν αἴσθησιν αὐτόθεν θιγγάνειν τοῦ αἰσθητοῦ· τὸ γὰρ μὴ κοινό ν , φησί, μηδὲ ὅμοιον ἐν τοῖς ὁμογενέσιν οὐκ εὔλογο ν . ἐπάγει δὲ περὶ τοῦ διαφανοῦς ὡς ἐπιταράξειεν ἄν τινας διὰ τὸ ἀσύνηθε ς , ὅπως λέγεται ὁρατὸν μὴ κα θ ’ αὑτὸ ἀλλὰ διὰ τὸ ἀλλότριον χρῶμ α · ὡσεὶ καὶ γευστόν τι κατὰ ἀλλότριον ἐλέγετο χυμό ν . εὐαπόλυτος δὲ ἡ δοκοῦσα ταραχή. ἀλλότριον γὰρ χρῶμα τὸ φῶς ὡς ἀλλαχόθεν ἧκον ἀπὸ τοῦ φωτίζοντος λέγεται, ἐπεὶ ὡς ὅτι οἰκειότατόν ἐστι τῶν ὁρωμένων τὸ φῶς ὡς τελειοῦν αὐτὰ καὶ εἰς ἐνέργειαν ἄγον. διὸ εἴτε ἔχει ἴδιον χρῶμα τὸ διαφανές, τελειοῦται ὥσπερ καὶ τὰ τῶν ἄλλων χρώματα ὑπὸ τοῦ φωτός· οὐ γὰρ ἀφαιρεῖται τὰ οἰκεῖα τὸ φῶς ἀλλὰ τοὐναντίον εἰς ἐνέργειαν ἄγει· εἴτε ἄχρουν ἐστὶ καθ’ αὑτό, ὑπὸ τοῦ φωτὸς οἷον χρωννύμενον τελειοῦται καὶ ὁρατὸν ἀποτελεῖται. |
| Theoph.8 | Τί οὖν ἡ φύσις τοῦ διαφανοῦ ς ; οὐ γὰρ ἀρκεῖ τὸ φάναι ἐνυπάρχειν αὐτὸ ἀέρι καὶ ὕδατι καὶ αἰθέρι καὶ ἔν τισι στερεοῖ ς . ἀνάγκη δ ή , φησίν, ἤτοι πάθος ἢ διάθεσιν εἶνα ι · σῶμα γὰρ οὐχ οἷόν τε ἐν σώματ ι . εἰ δὲ πάθος ἢ διάθεσι ς , ὑπὸ τίνο ς , ζητήσομε ν . ἢ γὰρ ὑ φ ’ ἑνὸς ἢ ὑπὸ πλειόνων τῶν ἁπλῶ ν . ἀλ λ ’ οὐχ οἷόν τ ε . αὐτὰ γὰρ τὰ ἁπλ ᾶ , ὅ τε ἀὴρ καὶ τὸ ὕδω ρ , διαφαν ῆ . εἰ δὲ κατὰ τὸ πῦ ρ , καὶ ἡ γ ῆ , μᾶλλον δὲ καὶ τὰ σύνθετα πάντα σώματ α , εἴπερ πάντα κέχρωστα ι , τὸ δὲ χρῶμα πέρας τοῦ διαφανοῦ ς . λέγω δὴ οὐ πάθος οὐδὲ διάθεσιν ὑπό τινος ἐγγινομένην εἶναι τὸ διαφανὲς ἀλλ’ εἶδος ὑπάρχειν συναρμοστικὸν τῶν ἐν γενέσει σωμάτων πρὸς τὴν τοῦ φωτὸς τελειότητα καὶ ἐπιτηδειότητα αὐτοῖς πρός τε τὴν τοῦ φωτὸς καὶ πρὸς τὴν τοῦ σκότους ὑποδοχὴν παρεχόμενον, ἢ οὐσιώδως θατέρου μετέχουσιν ἢ παρὰ μέρος ἀμφοτέρων ἢ κατά τινα μῖξιν. τὸ μὲν γὰρ ἐν πυρὶ διαφανὲς οὐσιῶδες ἔχει φῶς, τὸ δὲ ἐν γῇ οὐσιῶδες σκότος. διὸ ὡς φωτουργὸν τὸ πῦρ, οὕτω σκοτοποιὸν ἡ γῆ· οὐ γὰρ στέρησις φωτὸς τὸ σκότος ἀλλ’ ἐνέργεια καὶ αὐτό. ἀλλὰ μήποτε κακῶς τὸ διαφανὲς τιθέμεθα εἶναι καὶ ἐν γῇ, εἴ γε φωτὸς δεκτικὸν τὸ διαφανές. ἢ οὐ κακῶς. οὐ γὰρ φωτὸς μόνου ἀλλὰ καὶ σκότους δεκτικὸν ὡς εἴρηται. ἔπειτα δὲ καὶ ἡ γῆ κέχρωσται, τὸ δὲ χρῶμα πέρας τοῦ ἐν ὡρισμένοις σώμασι διαφανοῦς· ὥστε καὶ ἐν γῇ τὸ διαφανὲς οὐ μόνον ὡς σκότους οὐσιώδως ἐν αὐτῇ δεκτικόν, ἀλλὰ τούτου μὲν κατὰ τὸ βάθος, κατὰ δὲ τὰ πέρατα καὶ φωτός, εἰ φῶτά τινα τὰ χρώματα, καὶ εἴ γε φωτίζεται καὶ ἡ γῆ κατὰ τὴν ἐπιφάνειαν. τὸ δὲ ἐν ἀέρι καὶ ὕδατι παρὰ μέρος ἀμφοῖν δεκτικόν —ὃ καὶ ἰδικώτερον διαφανὲς προσαγορεύειν εἰώθαμεν—τὸ δὲ ἐν τοῖς συνθέτοις κατὰ σύμμιξιν. οὐ ζητήσομεν οὖν ὑπὸ τίνος τῶν ἁπλῶν τὸ διαφανές· οὐ γὰρ ὑπὸ τῶν στοιχείων ἢ τῶν σωμάτων ὅλως τὰ εἴδη, αὐτὰ δὲ μετέχει τῶν εἰδῶν καὶ χαρακτηρίζεται κατ’ αὐτά· καὶ διὰ τοῦτο τὰ μὲν προσδεῖται φωτὸς εἰς τὸ ὁραθῆναι τὰ δὲ οὔ, ὡς πῦρ καὶ τὰ λαμπρά, ᾗ οὐσιώδως μετέχει τοῦ φωτεινοῦ εἴδους ἀρκούντως, οὐ προσδεῖται. Καὶ πῶς ἐνέργεια τοῦ διαφανοῦς τὸ φῶς ὃ διὰ φωτίζοντος παρατείνετα ι ; ἐκείνου γὰρ ἐνέργεια δόξειεν ἂν μᾶλλο ν . |
| Theoph.9 | τοῦτο δὲ ἀπορήσας ἐπιλύεται, ὁμοίως ἔχειν τοῦτο λέγων ὡς ἐν τοῖς ἄλλοις τοῖς πάσχουσι ν , ἐκεῖνο ἴσως ἐνδεικνύμενος, ὅτι ὡς ἡ θερμότης τοῦ μὲν πυρὸς ὡς ποιοῦντός ἐστιν ἐνέργεια, τοῦ δὲ θερμαινομένου ὡς πάσχοντος, οὕτω καὶ τὸ φῶς τοῦ δεχομένου ὡς πάθημα λέγοιτ’ ἂν ἐνέργεια, οὐ κυρίως ἐνέργεια ὀνομαζομένη. διὸ καὶ ἐπάγει μὴ δεῖν ζητεῖν τὰ ὀνόματ α , ἀλ λ ’ εἰ τὴν φύσιν αὐτοῦ νοοῦμεν ἱκανὸν εἶνα ι . πρῶτον μὲν οὖν ἐκεῖνο ἀξιῶ διορίζεσθαι ὡς ἕτερον μὲν τὸ αἰτιατὸν φῶς ἕτερον δὲ τὸ τούτου αἴτιον, οἷον τὸ ἐν ἡλίῳ ἢ ἐν πυρί· καὶ οὐ περὶ τοῦ αἰτίου ὁ λόγος ἐν τῇ περὶ τοῦ τί τὸ φῶς ζητήσει, ἀλλὰ περὶ τοῦ ἀπ’ αὐτοῦ προϊόντος, ὃ δὴ ἐνέργεια εἶναι λέγεται τοῦ διαφανοῦς τοῦ ἐν ἀέρι καὶ ὕδατι καὶ ἐν τοῖς παρὰ μέρος φωτὸς καὶ σκότους δεκτικοῖς. Ἔπειτα δὲ τῷ Ἰαμβλίχῳ ἑπόμενος οὔτε σῶμα τοῦτο εἶναι ἀξιῶ, ὥσπερ οἱ Περιπατητικοί, οὔτε μὴν πάθος ἢ ποιότητα σώματος ὁτουοῦν· οὐ γὰρ ἐν τῷ ἀέρι ἔχει τὸ εἶναι φῶς· κινουμένου γοῦν ἐκείνου ἕστηκεν αὐτὸ καὶ τρεπομένου πολυειδῶς αὐτὸ χωριστῶς ἀποτέτμηται καὶ σώζει τὴν πρὸς τὸ αἴτιον ἀδιαίρετον συνέχειαν. ἀλλὰ καὶ ἡ ἀθρόα αὐτοῦ παρουσία ἐπὶ πάντα τὰ δέχεσθαι αὐτὸ δυνάμενα παρόντος τοῦ ἐλλάμποντος, καὶ αὖθις ἀπελθόντος ἡ ἀθρόα ἀπόλειψις, μηδὲν ἴχνος ἑαυτοῦ καταλείποντος, σημεῖον τοῦ μὴ πάθημα εἶναι τοῦ ἀέρος τὸ φῶς. τὰ γὰρ πάθη οἷον ἡ θερμότης οὔτε ἀθρόως ἐγγίνεται, καὶ τοῦ πυρὸς ἀπελθόντος ἀμυδρόν τι ἐγκαταλείπει ἑαυτῆς εἶδος τῷ πεπονθότι. καὶ τὸ μὴ κατὰ διάδοσιν δὲ μηδὲ κατὰ τροπὴν ἐγγίνεσθαι, καὶ τὸ μὴ περιγράφεσθαι μέχρι τινός, προϊέναι δὲ ἄχρι παντὸς τοῦ δυναμένου αὐτὸ δέχεσθαι, καὶ τὸ μὴ συγκεῖσθαι ἐν ἀλλήλοις τὰ φῶτα, δηλοῖ ἅπαντα ταῦτα χωριστὴν εἶναι σωμάτων τὴν τοῦ φωτὸς ἐνέργειαν. πῶς οὖν ἐνέργεια λέγεται τοῦ διαφανοῦς; οὐχ ὡς πάθος, φήσω, οὐδὲ ὡς τελειότης αὐτοῦ ἐν ὑποκειμένῳ αὐτῷ γενομένη, ἀλλ’ ὡς χωριστῶς αὐτὸ τελειοῦσα, οὐκ αὐτὴ ἐκείνου ἀλλ’ ἑαυτῆς ἐκεῖνο ποιουμένη, μένουσα συνεχὴς αὐτὴ τῷ ἐλλάμποντι καὶ ἐκείνῳ συμπεριαγομένη. τοῦτο μὲν οὖν ὧδε συντόμως ὑπεμνήσθην, ἵνα μὴ ὁμοίως ὡς ἐν τοῖς ἄλλοις τοῖς πάσχουσι καὶ τὸ φῶς ἐγγίνεσθαι ὑποπτεύσωμεν. Ἀλ λ ’ εἰ ἀσώματον τὸ φῶ ς , διὰ τ ί , φησί, πυρὸς ἢ ὅλως σώματος παρουσίᾳ γίνετα ι ; δόξειε γὰρ ἂν ἀπορροή τις εἶναι σωματικὴ καὶ σῶμ α . ὃ δὴ ἐπιλυόμενος, ληπτέο ν , φησίν, οὐ τοῦτον τὸν τρόπον ἀλ λ ’ ὡς πέφυκε ν , ἐκεῖνο πάντως δηλῶν ὡς εἰδητική τις ἐστὶν ἡ τοῦ φωτὸς ἐνέργεια· ἐπεὶ καὶ ἡ θερμότης ἀπ’ εἴδους. |
| Theoph.10 | διὸ οὐ σῶμα. οὐ γὰρ κατὰ ἀπομερισμὸν ἢ ἀπορροήν, ἀλλ’ ὡς αὐτὸ τοῦτο ἐνέργεια τοῦ λαμπροῦ εἴδους ἢ ὅτι ποτὲ δεῖ καλεῖν τὸ τοῦ φωτὸς αἴτιον εἶδος. ἀλ λ ’ εἰ τὸ σκότος ὁρᾶται ἄνευ φωτό ς , οὐκ ἔσται πᾶσι τοῦ ὁρᾶσθαι τὸ φῶς αἴτιο ν , ἢ οὐχ ὁρατό ν , ὡς καὶ αὐτὸς ἐπάγει, τὸ σκότο ς . οὐ γὰρ κατ’ ἐπέρεισιν αὐτοῦ αἰσθανόμεθα ἀλλὰ κατὰ στέρησιν καὶ τὸ μὴ ὁρᾶν· τὸ δὲ πῦρ καὶ εἴ τι τοιοῦτον ἐν σκότει ὁρᾶται, ὡς αὐτὸ καὶ τοῦ διαφανοῦς αἴτιον καὶ διὰ τοῦτο οὐ δεόμενον πρὸς τὸ ὁραθῆναι ἐκείνου. τοῦ μὲν οὖν κατ’ ἐνέργειαν διαφανοῦς, τοῦτ’ ἐστὶ τοῦ ἤδη πεφωτισμένου, οὐ δεῖται πρὸς τὸ ὁραθῆναι τὸ πῦρ. ἐπεὶ δὲ δεῖ τι εἶναι μεταξύ (οὐ γὰρ κατ’ ἐπαφὴν ἡ ὅρασις) διαφανὲς εἶναι τοῦτο χρή, ἵνα μὴ στερεὸν καὶ ἀντίτυπον ὂν παραποδίζῃ τῷ σκοτοποιῷ ἰδιώματι τὴν τῶν φωτοειδῶν εἰς ἄλληλα ἐνέργειαν, τοῦ τε πυρός φημι καὶ τοῦ αἰσθητικοῦ ὀργάνου. Συμβαίνει δ έ , φησί, καὶ τοῦ ὁρᾶσθαι τὰ χρώματα χρῶμα τὸ αἴτιον εἶναι καὶ τοῦ ἁπλῶς τὰ ὁρατὰ τὸ ὁρατό ν , εἴπερ τὸ φῶς αἴτιον χρῶμα ὂν τοῦ διαφανοῦς καὶ ὁρατοῦ. καὶ οὐκ ἄτοπο ν , φησίν, ἀλλὰ καὶ ὁμολογούμενον τοῖς ἄλλοι ς · καὶ γὰρ ἡ γεῦσις διὰ χυμο ῦ . ἀλλ’, ἐρεῖ τις, ὡς ὁ μὲν χυμὸς ἴδιον αἰσθητὸν τῆς γεύσεως καὶ ὁ ψόφος τῆς ἀκοῆς οὐδενὸς ἔξωθεν εἰς τὸ κινεῖσθαι τὸ αἰσθητήριον δεόμενος, εἰ μὴ ἄρα τοῦ διηχοῦς τις εἴποι, ὡς τὸ χρῶμα τοῦ διαφανοῦς, ἀλλὰ καὶ ὣς ὁ μὲν ἦχος εὐθὺς αἰσθητὸς συμμέτρου ἀέρος ὄντος μεταξύ, τὸ δὲ χρῶμα δεῖται ἔξωθεν τοῦ φωτίζοντος, εἰ μέλλει γενέσθαι ὁρατόν. ἢ τοῦτο τῆς ὄψεως ἐξαίρετον, τὸ δεῖσθαι φωτός, οὐ διὰ τὸ ἀτελέστερον ἢ κατὰ τὰς ἄλλας αἰσθήσεις αἳ οὐδενὸς ἄλλου ἔξωθεν τοῦ τελειοῦντος χρῄζουσιν, ἀλλὰ διὰ τὸ κρεῖττον καὶ ὑπερφυέστερόν πως τῆς ἐνεργείας, οὐκ ἀρκούσης ἑαυτῇ τῆς αἰσθητικῆς δυνάμεως θειοτέρου δέ τινος δεομένης εἴδους. ὡς γὰρ τὸ ἡμέτερον σῶμα πρὸς μὲν τὸ βαρὺ εἶναι καὶ τὴν ἐπὶ τὸ κάτω φορὰν οὐ δεῖται τῆς ψυχῆς, πρὸς δὲ τὴν καθ’ ὁρμὴν κίνησιν διὰ τὸ ὑπερφυέστερον ἢ ὡς αὐτὸ πέφυκεν οὕτω κινεῖσθαι, καὶ οὐ διὰ τοῦτο χείρων ἡ καθ’ ὁρμὴν τῆς κατὰ φύσιν ἀλλὰ κρείττων, οὕτω καὶ ἡ ὄψις κρείττων τῶν ἄλλων διὰ τὸ κρειττόνως ἐνεργεῖν, ἄλλου τοῦ τελειοῦντος δεομένη. Μή ποτε δὲ εἴπῃ τις καὶ τὸ προηγουμένως ὁρατὸν τὸ λαμπρὸν εἶναι καὶ αὐτὸ τὸ φῶς, ὃ καθ’ αὑτὸ κινεῖ τὴν ὄψιν καὶ περὶ ὃ αὐτὴ ἐνεργεῖ ἔξωθεν οὐδενὸς ἄλλου τοῦ τελειοῦντος δεομένη· τὰ δὲ χρώματα ὡς ἀμυδρά τινα φῶτα μὴ καθ’ αὑτὰ εἶναι ὁρατά, ἀλλὰ δεῖσθαι τοῦ προηγουμένως ὁρατοῦ 〈τοῦ〉 ἐπιτελειοῦντος καὶ αὐτά. |
| Theoph.11 | ἀλλ’ οὕτω, φαίη ἄν τις, οὐ συνεργεῖν ἐχρῆν τὸ φῶς τοῖς χρώμασι πρὸς τὸ ὁρᾶσθαι, τοὐναντίον δὲ ἐπικαλύπτειν αὐτά, ὡς καὶ ὁ μείζων ψόφος ἐκκρούει τὸν ἐλάττω, καὶ ἐπ’ αὐτῶν τῶν πραγμάτων τὸ λαμπρότερον οὐ συγχωρεῖ διαφαίνεσθαι τὸ ἧττον λαμπρόν· ἐν γοῦν ἡλίῳ τὸ λυχνιαῖον οὐχ ὁρᾶται φῶς. ἢ οὐχ ἡ αὐτὴ παραβολὴ μείζονος πρὸς ἔλαττον καὶ προηγουμένου πρὸς ἑπόμενον. οὐ γὰρ ὡς ἧττον ὁρατὸν παραβάλλεται τὸ χρῶμα πρὸς τὸ φῶς· οὐδὲ γὰρ ὁρατὸν ὅλως ἄνευ φωτός· διὸ ἑπομένως ὁρατὸν ὡς ὑπ’ αὐτοῦ τελειούμενον καὶ δι’ ἐκείνου ὁρώμενον, αὐτὸ δὲ τὸ φῶς καθ’ αὑτὸ πρὸς τὸ ὁρᾶσθαι ἱκανόν. εἰ δὲ ἐπὶ τῶν ἄλλων αἰσθήσεων τὸ ἀνάλογον μὴ εὑρίσκεται, ὡς τὸ μὲν προηγουμένως τὸ δὲ ἑπομένως εἶναι ἀκουστὸν ἢ γευστόν, περιουσία αὕτη τοῦ τε πρώτως ὁρατοῦ, ὃ δὴ τὸ φῶς εἶναί φαμεν, τὸ καὶ ἄλλα ἅττα ὁρατὰ ἐπιτελεῖν, καὶ τῆς ὁρατικῆς δυνάμεως, οὐ τοῦ φωτὸς μόνου ἀλλὰ καὶ ἑτέρων τινῶν διὰ τοῦ φωτὸς αἰσθανομένης. Ἐπεὶ δὲ φαίνεται κινεῖσθαι τὸ διαφανὲς ὑπὸ τῶν χρωμάτων βουλόμενος, καὶ τὴν ἀπορίαν τὴν πῶς κινεῖτα ι , πότερον ἀπορροῇ τινι ἢ τῷ τὰ μὲν ποιεῖν τὰ δὲ πάσχει ν , διατείνειν καὶ ἐπὶ τοὺς μὴ διὰ τοῦ διαφανοῦς ποιοῦντας τὸ ὁρᾶν ἀλλ’ ἀπ’ αὐτῶν ἐπιφερομένων τῶν χρωμάτων, καὶ ἔτι ἐπὶ τοὺς ἐκπέμπεσθαι τὸ αἰσθητήριον ὑπολαμβάνοντας, δίκαιον ἡμᾶς ἐπιζητῆσαι ἔτι, εἰ τῷ ὄντι κινεῖται τὸ διαφανὲς καὶ τίνα κίνησιν. φαίνεται δὴ διὰ μέσου τοῦ διαφανοῦς ὁρώμενα τὰ χρώματα, ἐὰν δὲ ἐπ’ αὐτὴν τεθῇ τὴν ὄψιν οὐχ ὁρώμενα. πρὸς δὲ τοῦτο ἐλέγομεν ὡς μέσου τοῦ διαφανοῦς δεῖ ἵνα φωτίζηται τὰ ὁρώμενα. ἀλλὰ καὶ ὅταν λαμπρὸν ᾖ τὸ ὁρώμενον, μέσου δεῖ τοῦ διαφανοῦς, ᾗ καὶ τότε ἐλέγομεν, διὰ τὸ συμμέτρου τῆς διαστάσεως δεῖν ** μὴ [μεῖναι] στερεὸν εἶναι τὸ μεταξὺ ἵνα μὴ τῷ σκοτοποιῷ παραποδίζῃ τὴν ἐνέργειαν. ἆρα οὖν ὡς μὴ ἐμποδίζον μόνον χρήσιμον τὸ διαφανές, καθάπερ εἰ καὶ κενὸν ἦν τὸ μεταξύ; ἢ οὐκ εὔλογον, ἀλλὰ συνεισφέρειν τι δεῖ καὶ αὐτό· οὐ γὰρ μάτην σῶμά ἐστι τὸ μεταξύ, ἀλλὰ καὶ ἐπὶ τῶν χρωμάτων ἐναργῶς συντελεῖ· οὐ γὰρ ἂν μὴ διαπεφωτισμένου τοῦ μεταξὺ ἴδοιμεν. |
| Theoph.12 | ἀκόλουθον οὖν καὶ ἐπὶ τῶν λαμπρῶν τι συνεισάγειν. Ἔτι δὲ εἰ καὶ ἐπὶ τῆς ἀκοῆς κινεῖταί πως ὁ ἀὴρ καὶ ἐπὶ τῆς ὀσφρήσεως, καὶ ἐπὶ τῆς ἁφῆς δέ, ὅταν μεταξὺ ᾖ τοῦ θερμαίνοντός τε καὶ θερμαινομένου, καὶ ἐπὶ τῆς γεύσεως, εἰ τῶν ὑγρῶν τι εἴη μεταξύ, ἢ εἰ καὶ ἐπὶ τούτων τῷ μεμῖχθαι ἀλλ’ οὐ τῷ ἐνεργεῖν, ἀκόλουθον καὶ ἐπὶ τῆς ὄψεως. ἔτι ἅπαν τὸ φωτίζον ἐνεργεῖ σαφῶς εἰς τὸ διαφανές· τοιοῦτον δὲ καὶ τὸ ἄγαν λαμπρόν· ὥστε καὶ τὸ ἀμυδρῶς λαμπρὸν ἐνεργεῖ, εἰ καὶ μὴ οὕτως ὥστε φωτίζειν· καὶ τὰ χρώματα συντελεωθέντα καὶ ἐπιλαμπρυνθέντα ὑπὸ τοῦ φωτίζοντος κινοίη ἂν καὶ αὐτὰ τὸ διαφανές. Ἆρα οὖν αὐτὰ μὲν τὸ διαφανές, τοῦτο δὲ κινεῖ τὴν ὄψιν, οἷον μορφωθὲν αὐτὸ ὑπὸ τῶν χρωμάτων; ἀλλ’ οὕτω τοῦ διαφανοῦς ἂν πεπονθότος ᾐσθανόμεθα καὶ οὐ τοῦ χρώματος· εἰ δὲ τοῦ χρώματος, τοῦτο ἂν καὶ τὴν ὄψιν κινοίη. ἀλλὰ τοῦ διαφανοῦς—τὸ δὲ διαφανὲς καὶ καθ’ αὑτὸ κινητικὸν τῆς ὄψεως, ὅταν φωτίζηται, οὐ δι’ ἑτέρου καὶ ὡς ὑπὸ τῶν χρωμάτων κινηθέν—τίς οὖν ἡ κίνησις; ἵνα καὶ ὅπως αὐτὰ τὰ ὁρώμενα διὰ τοῦ μεταξὺ κινεῖ τὴν ὄψιν γνωρίσωμεν. φημὶ τοίνυν ὡς καθάπερ τὸ φωτίζον τελειοῖ τὸ διαφανὲς χωριστῶς παρούσης αὐτῷ τῆς ἀπ’ ἐκείνου ἐνεργείας καὶ τῷ ἡμετέρῳ ὄμματι διὰ τοῦ διαφανοῦς, οὐχ ὡς πεπονθότος ἀλλ’ ὡς καὶ αὐτοῦ κατὰ τὴν χωριστὴν ἐνέργειαν τελειουμένου, οὕτω καὶ τὸ χρῶμα λαμπρυνθὲν ἐνεργεῖ εἰς τὸ διαφανὲς χωριστῶς αὐτῷ ἐποχουμένην ἐνέργειαν, καὶ διὰ τοῦτο οὐ κατὰ διάδοσιν ἀλλ’ ἀθρόως καὶ ὁμοῦ παντὶ καὶ ὅλην ἀμερίστως πανταχοῦ αὐτῷ παροῦσαν καὶ οἷον εἰδοποιοῦσαν αὐτὸ χωριστῶς, καὶ σὺν τῷ οὕτως εἰδοποιηθέντι καὶ τὴν ἡμετέραν κινοῦσαν ὄψιν· ὡς τὸ χρῶμα αὐτὸ καὶ εἰς τὴν ὄψιν ἐνεργεῖν, ἀλλ’ οἷον ὑποκειμένῳ τῆς ἰδίας ἐνεργείας τῷ διαφανεῖ χρώμενον, οὐχ ὡς πάσχοντι ἀλλ’ ὡς εἰδοποιουμένῳ χωριστῶς κατ’ αὐτήν. διὸ καὶ ἀμιγῶς τῇ ὄψει πάρεστιν ἡ τοῦ χρώματος ἐνέργεια, καίτοι οὐκ ἄλλως παροῦσα ἢ τῷ ἐποχεῖσθαι τῷ διαφανεῖ, ἐπειδὴ ἀμιγῶς ἐποχεῖται. Τί οὖν συντελεῖ πρὸς ὅρασιν τὸ διαφανές, εἰ ἀμιγῶς αὐτῇ προσπίπτει ἡ τοῦ χρώματος ἐνέργεια; ἢ δῆλον ὡς τῷ διαβιβάζειν. ἥκει γὰρ καὶ εἰς τὴν ὄψιν τῷ διαφανεῖ ἐποχουμένη χωριστῶς, ὡς εἴρηται, καὶ ἀμερίστως παντὶ παροῦσα. διὸ καὶ πάντες ἐν τῷ αὐτῷ, ὅσοι ἂν οἱ βλέποντες ὦσι, τοῦ αὐτοῦ καὶ ὅλου αἰσθάνονται, ὡς καὶ τῆς φωνῆς ἀκούουσι πάντες ὅλης οἱ ἐν τῷ θεάτρῳ· καὶ γὰρ ἡ φωνὴ ἐνέργειά ἐστιν ἀμέριστος πανταχοῦ ὅλη ἡ αὐτὴ χωριστῶς αὐτῷ παροῦσα, ἅτε μήτε συμφερομένη μήτε συναλλοιουμένη τῷ ἀέρι· τῆς γὰρ ἀπολύτου παρουσίας τεκμήριον τὸ καὶ πᾶσι καὶ ἑκάστῳ τῶν ἀκουόντων ὅλην ἐνυπάρχειν καὶ πληροῦν πάντας μονοειδῶς. |
| Theoph.13 | Τί οὖν; οὐ πλήττεται καὶ κινεῖται παθητικῶς ὑπὸ τοῦ ψοφοῦντος ὅ τε ἀὴρ καὶ τὸ αἰσθητήριον; ἢ τὸ μὲν πάθημα καὶ ἡ κίνησις προκατάρχει περὶ τὰ σώματα· ἀλλ’ οὐ ταῦτα καὶ φωνή, ἀλλ’ οὐδὲ ἡ ἀκοή, ἡ δὴ κατ’ ἐνέργειαν τελειότης ἡ κατὰ τὸ εἶδος ἱσταμένη τῆς κινήσεως. ἀλλ’ ἐνταῦθα μὲν προηγεῖται τὸ τοῦ ἀέρος πάθος, ἐπειδὴ διὰ πληγῆς τὸ ἀκουστόν· τὸ δὲ ὁρατὸν οὐ διὰ τὸ παθεῖν τὸ διαφανὲς ἀλλ’ ἤδη ὂν αὐτὸ τὸ χρῶμα. εἰ δὲ κἀνταῦθα δοίη τις ἐγγίνεσθαί τινα παθητικὴν ὑπὸ τῶν χρωμάτων τῷ ἀέρι διάθεσιν, οὐ κατὰ ταύτην ὁρατὸν ἀποτελεῖται τὸ χρῶμα ἀλλὰ κατὰ τὴν τελείαν καὶ ἀθρόαν καὶ ὅλην ὁμοῦ τοῦ εἴδους ἐνέργειαν ἀπολύτως παροῦσαν τῷ διαφανεῖ, καὶ παθητικῶς μὲν κινοῦσαν τὸ αἰσθητήριον, οὐκ ἐν τῷ πάθει δὲ ὑπαρχούσης τῆς ὄψεως ἀλλ’ ἐν τῇ εἰδητικῇ τῆς ζωῆς τελειώσει καὶ τῇ τοῦ λόγου προβολῇ. Ἐπὶ δὲ τοῦ ὀσφραντοῦ καὶ τῆς ὀσφρήσεως ἐναργέστερον τὸ συμβαῖνον ἐν τῷ μεταξὺ πάθημα, ὡς καὶ ἀπελθόντος τοῦ ὀσφραντοῦ ἐμμένειν τὴν ὀσμὴν οὐ διὰ τὰ ἀπορρεύσαντα μόρια μόνον ἀλλὰ καὶ αὐτοῦ πεπονθότος τι τοῦ ἀέρος, ὥσπερ καὶ θερμανθέντος ὅταν μεταξὺ τοῦ θερμαίνοντός τε καὶ τοῦ θερμαινομένου γίνηται, καὶ γλυκαζομένου τοῦ ἀέρος τοῦ μεταξὺ τῆς γλώττης καὶ τοῦ μέλιτος. καὶ κατὰ τὸ εἶδος μὲν κἀνταῦθα ἥ τε αἴσθησις καὶ τὸ αἰσθητόν, ἀλλὰ διὰ τὸ ἐνυλότερον καὶ τοῦ αἰσθητηρίου καὶ τοῦ αἰσθητοῦ ἐν τούτοις εἴδους σφοδρότερον καὶ διὰ τοῦτο ἐναργέστερόν τε τοῖς αἰσθητηρίοις καὶ ἐν τῷ ἀέρι, ἵνα μετάσχῃ τοῦ αἰσθητοῦ εἴδους, διαφαίνεται τὸ πάθος. οὔτε δὲ ταῦτα κατ’ ἀπορροίας αἰσθανόμεθα, οὔτε ἔτι μᾶλλον τῶν χρωμάτων τι ἀπορρέον ποιεῖ τὴν ὅρασιν, ἀλλὰ τῷ ἐνεργεῖν ὁρᾶται. Καὶ πῶς οὕτως ἰσχυρὰ ἡ τοῦ χρώματος δύναμις ὡς ἄνευ ἀπορροῆς κινεῖν καὶ τοῦτο συνεχῶς ποιεῖν; δῆλον γὰρ ὅτι τὴν ἐνέργειαν τὴν αὑτοῦ ἐνεργεῖ συνεχῶς, εἰ μὴ καθάπερ τὸ πῦρ ὕλης δεῖται καὶ ἀφ’ οὗ τὸ φῶς γίνεται τοῦ διαφανοῦς. ἢ οὐ τὸ χρῶμα μόνον ἀλλ’, ὡς εἴρηται, καὶ πᾶν αἰσθητὸν τῷ ἐνεργεῖν κινεῖ τὰς αἰσθήσεις· τὸ δὲ χρῶμα καὶ οὐκ ἀεὶ ἀλλ’ ὅταν ἐλλάμπηται, καὶ ὅταν, ὡς αὐτὸς ἔφη, ἡ ὕλη αὐτῷ παρ ῇ , τὸ διαφανές, ὃ ἅμα καὶ τελειοῖ τὰ χρώματα τῷ φωτὶ καὶ εἰδοποιεῖταί πως ὑπ’ αὐτῶν τῇ χωριστῇ ἀπ’ αὐτῶν ἐνεργείᾳ—τὸ δὲ φῶς οὐ διὰ τοῦ διαφανοῦς ἀλλ’ ἐν τῷ διαφανεῖ καὶ καθ’ αὑτὸ ὁρατόν. |
| Theoph.14 | καὶ αὐτὸ δὲ τὸ διαφανὲς τῷ φωτ ί , ἢ οὐ διαιρετέο ν , φησίν, ὀρθῶς λέγων. οὔτε γὰρ τὸ φῶς ἄνευ τοῦ διαφανοῦς οὔτε τούτου χωρὶς φωτὸς αἴσθησις· καὶ εἴ γε χρῶμα τοῦ διαφανοῦς τὸ φῶς, οὐδ’ ἂν ἕτερον εἴη τοῦτο ὁρατὸν παρὰ τὰ χρώματα. Τί οὖν πάσχον τὸ διαφανὲς ποιεῖ τὴν ὄψιν; ἔνιοι γὰρ ὑποτυποῦσθαί φασιν. ἢ οὐχ οὕτως, ἀλλ’ εἴρηται ὡς ἀπολύτως δεχόμενον τὴν ἀπὸ τῶν ὁρατῶν ἐνέργειαν καὶ τῷ αἰσθητηρίῳ ταύτην συνάπτον. ὁρατὰ δὲ οὐ τὰ χρώματα μόνα ἀλλὰ καὶ μεγέθη καὶ σχήματα, εἰ καὶ δευτέρως, ὡς ἤδη διώρισται. ἡ δὲ ὄσφρησι ς , φησί, διὰ τοῦ ἀέρος ὥσπερ ἀναμιγνυμένου πως ἔοικε καὶ πάσχοντο ς , ἡ δὲ ἀκοὴ σχηματιζομένο υ . εἴρηται δὲ ὡς οὐ κατὰ τὸ πάθος ἡ αἴσθησις, οὐδὲ σχῆμα ἡ φωνή, ἀλλά τι τέλειον τῆς ἐνεργείας εἶδος· καὶ τὸ ὀσφραντὸν δὲ οὐ τὸ πάθος ἀλλὰ τὸ εἶδος. πάσχει δὲ μᾶλλον ὑπὸ τούτων ὁ ἀὴρ ὡς ἐνυλοτέρων καὶ σωματοειδεστέρων εἰδῶν. Ζητεῖ δὲ εἰ διικνεῖται πρὸς τὴν αἴσθησιν ἕκαστον ὁμοίω ς , ἢ τὸ μὲν μᾶλλον τὸ δὲ ἧττο ν . καὶ δῆλον, οἶμαι, ὡς οὐχ ὁμοίως, ἀλλ’ ὅπως ἂν ἔχῃ αὐτό τε δυνάμεως τὸ αἰσθητὸν μείζονος ἢ ἐλάττονος εἰς τὸ ἐνεργεῖν, καὶ τὸ αἰσθητήριον ἀκριβεστέρας ἢ ἀμυδροτέρας καθαρότητος, ἔτι δὲ καὶ τὸ μεταξὺ μᾶλλον καὶ ἧττον πρὸς τὸ διαβιβάζειν τὴν ἐνέργειαν ἐπιτηδειότητος, ἔτι δὲ κατὰ τὸ διάστημα, πορρωτέρω ἢ ἐγγυτέρω ὄντος τοῦ αἰσθητοῦ, γίνεταί τις πρὸς τὴν δίιξιν διαφορά. Ὅπως δὲ καὶ ἐπὶ πασῶν ἐστι τὸ ἀνὰ μέσον, εἰ καὶ τῶν μὲν ἔξω τὸ μεταξύ, τῶν δὲ ἐν ἡμῖν, ἀρκούντως τε παρὰ τῷ Ἀριστοτέλει διώρισται καὶ ὑπὸ τοῦ Θεοφράστου ἐπιστάσεως μόνον ἠξίωται, ἠπόρηται δὲ οὐδέν. ἀλλ’ ἐκεῖνο ἄν τις ζητήσειεν, εἰ ἀθρόα ἡ παρουσία, ὡς ἐλέγομεν, γίνεται ἡ τῆς φωνῆς [παρουσία], πῶς οἱ ἔγγιον μᾶλλον καὶ θᾶττον ἀκούουσιν, ἢ πῶς ὁρῶμεν πρότερον πλήξαντα τὸν δρυτόμον ὕστερον δὲ τοῦ ἤχου αἰσθανόμεθα· δῆλον γὰρ ὡς οὐχ ἅμα τῇ πληγῇ. ἢ ἐπειδὴ παθεῖν τι πρότερον καὶ κινηθῆναι χρὴ τὸν ἀέρα, τὸ δὲ εἶδος τῆς φωνῆς ἀθρόον ὕστερον ἐπιγίνεται, τὸ δὲ πάθος καὶ ἡ κίνησις ἐν χρόνῳ [τὸ δὲ εἶδος ὕστερον ἀθρόως τῷ γινομένῳ ἐπιγίνεται]· καὶ ἐπὶ τῆς φωνῆς τοίνυν ὕστερον ἐπὶ τῷ πάθει τὸ τῆς ἐνεργείας εἶδος, ἐφ’ ὅσον κατὰ τὴν συνέχειαν τοῦ ἀέρος καὶ τὸ πάθος διικνεῖται. διὸ καὶ οἱ ἔγγιον θᾶττόν τε καὶ μᾶλλον ἀκούουσι· καὶ γὰρ θᾶττόν τε καὶ μᾶλλον πάσχουσιν οἱ τοῦ πληγέντος τὴν ἀρχὴν ἔγγιον· τὸ δέ γε ὁρατὸν οὐ κατὰ πάθος ἐνεργεῖ εἰς τὸ διαφανές, ἐπεὶ μηδὲ τὸ φωτίζον. |
| Theoph.15 | διὸ καὶ ἀχρόνως καὶ ἅμα πᾶσιν ὁρατὸν οἷς ὁρᾶται, εἰ καὶ μὴ ὁμοίως ἀλλὰ τοῖς ἔγγιον ἀκριβέστερον, διότι ἐνεργεῖ μέν, εἰς τὰ ἐπιτηδειότερα δὲ τὰ προσεχῆ κατὰ τόπον διὰ τὸ σώματα εἶναι Ἀφοριστέον δ έ , φησὶν ὁ Θεόφραστος, καὶ τὰ περὶ τὰς ἀνακλάσει ς . φαμὲν γὰρ δὴ καὶ τῆς μορφῆς ὥσπερ ἀποτύπωσιν 〈ἐν〉 τῷ ἀέρι γίνεσθα ι , ἴσως καὶ αὐτός, ὡς Πλάτων, εἰδωλικήν τινα ἐν τῷ περὶ τὸ λεῖον φωτὶ τῶν σωματικῶν εἰδῶν ἔμφασιν γίνεσθαι τιθέμενος. τὰς δ’ οὖν κλάσεις οὐ σωματικὰς θετέον· πάθος γὰρ τοῦτο καὶ τῆς κατὰ φύσιν ἐνεργείας ἀπᾷδον, καὶ μάλιστα ἐπὶ τοῦ οὐρανίου φωτός· ἀλλ’ ἐνεργητικὰς καὶ τὰς κλάσεις νοητέον, εἰς τὸ λεῖον καὶ πυκνὸν καὶ στίλβον μειζόνως τοῦ φωτίζοντος καὶ τοῦ ὁρῶντος ἐνεργοῦντος, ὡς καὶ ἄλλα δι’ αὐτοῦ καταλάμπειν ἢ ὁρᾶν. ἐκείνου γὰρ ἡ δευτέρα ἐνέργεια συνεργοῦντος καὶ τοῦ ὑποκειμένου λείου καὶ στίλβοντος διὰ τὴν πρὸς τὸ φῶς συγγένειαν· καὶ διότι μὲν τὸ φωτίζον ἑκατέρωθι ἐνεργεῖ, συνεχὴς καὶ ἡ δευτέρα τῇ πρώτῃ· διότι δὲ τὸ λεῖον ἐν τῇ δευτέρᾳ συνεργεῖ, διαίρεσίς τις ἀμφοτέρων συμπίπτει, ὅπερ ἡ κλάσις. ἐπὶ δὲ τῆς διὰ τῶν κατόπτρων τῶν προσώπων θέας γίνεται μὲν καὶ ἡ τῆς ὄψεως κατ’ ἐνέργειαν, ὡς εἴρηται, ἀλλ’ οὐ κατὰ πάθος ἡ ἀνάκλασις ἐπὶ τὸ πρωτότυπον. ὁ δὲ Πλάτων καὶ εἰδωλικήν τινα ἐν τῇ προϊούσῃ τῆς ὄψεως ἐνεργείᾳ περὶ τὸ λεῖον τῶν σωματικῶν εἰδῶν ἔμφασιν, οὐ κατὰ ἀπόρροιαν σωμάτων ἀλλὰ [καὶ] κατὰ τὴν τῶν εἰδῶν σκιαγραφίαν, ἐν τῷ δοκεῖν καὶ φαίνεσθαι ὑφίστασθαι βούλεται. ὃ δὴ ἴσως καὶ ὁ Θεόφραστος ἐνδείκνυται, κατὰ τὰς ἀνακλάσεις λέγων τῆς μορφῆς ὥσπερ ἀποτύπωσιν ἐν τῷ ἀέρι γίνεσθα ι . Ἐπάγει δὲ ὡς ἐ π ’ ἐνίων ὁμογενὲς ἔοικεν εἶναι τὸ αἰσθητήριον τοῖς αἰσθητοῖ ς . ἥ τε γὰρ γλῶττα διὰ ὑγροῦ τῶν χυμῶν καὶ ἀκοὴ δὴ διὰ τοῦ ἀπειλημμένου ἀέρος κινουμένου τῆς φωνῆς αἰσθάνετα ι . ζητεῖ οὖν διὰ τί μὴ καὶ ἐπὶ τῶν ἄλλων ὁμοίω ς , καὶ πῶς τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχε ι , ὑπὸ τοῦ ἔξωθεν ἀέρος ὁ ἀὴρ καὶ ὑπὸ τοῦ ὑγροῦ τὸ ὑγρό ν . ἢ καὶ ἐπὶ τῶν ἄλλων ὅμοιος ὁ λόγος. ἐφ’ ἑκάστῃ γὰρ τὸ αἰσθητήριον τοιοῦτον ὁποῖον καὶ τὸ ἔξω ταῖς τῶν αἰσθητῶν ἐνεργείαις ὑποκείμενον, διαφανὲς μὲν ἐπὶ τῆς ὄψεως, διηχὲς δὲ ἐπὶ τῆς ἀκοῆς· οὐ γὰρ καθὸ ἀὴρ ἀλλὰ καθὸ διηχὲς δέχεται τὸν ψόφον· δίοσμον δὲ ἐπὶ τῆς ὀσφρήσεως· διὸ κἀνταῦθα ἢ ὑγρὸν ἢ ἀὴρ [ἢ] τὸ μεταξύ· ὑγρὸν δὲ ἐπὶ τῆς γεύσεως, καὶ ἐπὶ τῆς ἁφῆς τὸ δυνάμενον τὰς ἁπτικὰς δέχεσθαι ποιότητας. |
| Theoph.16 | καὶ οὐ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχει, ἀλλὰ τὸ δυνάμει ὑπὸ τοῦ ἐνεργείᾳ· οὐ μὴν ὡς ὁ ἀὴρ ὑπὸ τοῦ ἀέρος, ἀλλ’ ὡς δυνάμει διηχὲς ὑπὸ τοῦ ἐνεργείᾳ διηχητικοῦ. Διὰ τί οὖν ὑγρὸν ἐπὶ τῆς ὄψεως ἀλλὰ μὴ κοινὸν ὕδατος καὶ ἀέρος, ἐπειδὴ κοινὸν ἀμφοῖν τὸ διαφανές; καὶ διὰ τί μὴ καὶ ἐπὶ ἀκοῆς τὸ κοινόν, εἴ γε καὶ ἐν ὕδατι τὸ διηχές; ὁμοία δὲ καὶ ἐπὶ ὀσφρήσεως ἡ ἀπορία. ἢ ἀρκεῖ καὶ θάτερον. καὶ γὰρ ἐπὶ τῶν ἔξω οὐ μίξεως δεῖ, ἀλλ’ εἴτε ὕδωρ εἴτε ἀὴρ εἴη τὸ μεταξύ, γίνεται ἡ ὅρασις. διὰ τί οὖν ὕδατος ἡ κόρη; ἐπειδὴ εὐφυλακτότερον καὶ εὐπιλητότερον ἀέρος ὕδωρ. διὰ τί δὲ ἡ ἀκοὴ ἀέρος; ἐπειδὴ εὐκινητότερον ὁ ἀήρ, συντελεῖ δὲ ἡ κίνησις πρὸς τὴν τοῦ ψόφου αἴσθησιν. ἀλ λ ’ εἰ ἄνευ τῆς ἀναπνοῆς δυνατὸν ὀσφραίνεσθα ι , τί κωλύε ι , φησί, καὶ ἀκούειν ἄνευ τοῦ ἀέρο ς ; ἐπειδὴ οὐ δυνατὸν ἄνευ τῆς τοῦ ἐν τοῖς ὠσὶν ἀέρος πληγῆς γενέσθαι ψόφον· τὸ γὰρ τῆς ἀκοῆς αἰσθητήριον ἀήρ· τῆς δὲ ὀσφρήσεως οὐ τὸ τῆς ἀναπνοῆς εἰσφερόμενον πνεῦμα, ἀλλὰ χρήσιμον τοῦτο ἐπὶ τοῦ διανοίγειν τοὺς ὀσφραντικοὺς πόρους οἷς εἰσὶν ἐπικεκαλυμμένοι· οἷς δὲ μή, τούτοις καὶ ἄνευ τοῦ ἀναπνεῖν ἡ ὄσφρησις. Ὁ δὲ ψόφος ἆρα πάντως πρὸς στερεό ν , φησίν, ἢ καὶ στερεοῦ χωρὶς ὡς ὁ τῶν ἀνέμω ν ; ἀλλὰ καὶ οὗτοι τῇ γῇ προσπίπτοντες ψοφοῦσ ι , καὶ αἱ βρονταὶ δὲ ὡς πρὸς στερεὸν τὸ νέφος τοῦ πνεύματος προσρηγνυμένο υ . ἀλλ’ εἰ ὁ ἀὴρ συμφυής, τὸ δὲ ἀκούειν, ὅταν ὑπὸ τῆς πληγῆς ὁ ἔξω συνάψῃ, κινούμενος δὴ καὶ οὗτος ἀεὶ καὶ ἠχῶν, ἡ κίνησις ἂν τὴν κίνησιν αἰσθάνοιτο καὶ οὐχ ὁ ψόφος τὸν ψόφον· καίτοι γε κωλύοι ἂν τὸ ἐνυπάρχον ὥσπερ καὶ ἐν τοῖς ἄλλοις. |
| Theoph.17 | ἢ οὐκ αἰσθητὸς ὁ ἐντὸς ἦχος ἁπλῶς. οὐκ αἰσθανόμεθα γοῦν ἠχοῦντος ἂν μὴ τὰ ὦτα ἐμφράξωμεν. ἀλλὰ καὶ ἡ κίνησις αὐτοῦ ζωτικὴ καὶ οὐχ οἵα ἡ τοῦ πληττομένου. ὅταν δὲ ὑπὸ τοῦ πληγέντος πάθῃ καὶ τὸ τοῦ ψόφου ἀναδέξηται εἶδος, τότε ἡ ἐνέργεια ἀκοή. οὐκ ἄρα παραποδίζει ὁ πρότερος ἦχος ἐπειδὴ μὴ αἰσθητός, ἡ δὲ κίνησις ζωτικὴ οὖσα καὶ συνεργεῖ πρὸς τὴν αἴσθησιν τοῦ πληγέντος. Ἀλλ’ εἰ ὁ ψόφος ἔξωθεν διικνεῖται μέχρι τῆς ἀκοῆς, πῶς ἀποφαίνεται μηδεμίαν γίνεσθαι αἴσθησιν ἁψαμένου τοῦ αἰσθητο ῦ ; ἐπεὶ καὶ ἐπὶ τῆς ὀσφρήσεως τῇ ἀναπνοῇ τὴν ὀσμὴν ἕλκομεν ἕως ἂν προσπέσῃ δηλονότι τῷ κυρίῳ. ἢ τὸ αἰσθητὸν ὅπου καὶ ἡ πληγὴ καὶ ὅπου τὸ εὐῶδες ἄρωμα ὡς καὶ ὅπου τὸ χρῶμα· ἃ δὴ οὐχ οἷόν τε αὐτὰ προσπελάζειν τοῖς αἰσθητηρίοις εἰ μέλλοι γίνεσθαι αἴσθησις. τὸ δὲ ἀπ’ αὐτῶν τῷ μεταξὺ ἐγγινόμενον εἶδος τῆς ἐνεργείας παρεῖναι δεῖ καὶ τῷ αἰσθητηρίῳ. οὐ γὰρ δ ή , ὅπερ καὶ αὐτὸς ἐπιφέρει, μηδενὸς ἀπὸ τοῦ αἰσθητοῦ διικνουμένου κινοῖτο ἄν τις αἴσθησι ς . καὶ γὰρ τὸ χρῶμα διὰ τοῦ διαφανοῦς κινεῖ τὴν ὄψιν ποιοῦντός τι καὶ τοῦ μεταξὺ καὶ συνεργοῦντος καὶ αὐτοῦ κινηθέντος πως ὑπὸ τοῦ ὁρατοῦ—καὶ ὅπως, ἤδη κατὰ δύναμιν διήρθρωται—καὶ οὐ τοῦ μεταξὺ ἀλλὰ τοῦ ποιοῦντος ἡ αἴσθησις. οὐ γὰρ ταὐτὸν ποίησις καὶ ποιοῦν, οὐδὲ ἐνέργεια καὶ ἐνεργοῦν. ποιεῖ δὲ τὸ ποιοῦν κατὰ τὴν ποίησιν, καὶ τὸ πάσχον ὑπὸ τοῦ ποιοῦντος μὲν πάσχει, ἀλλὰ κατὰ τὴν ἀπ’ αὐτοῦ ποίησιν, ἀλλ’ οὐχ ὑπὸ τῆς ποιήσεως. καὶ αἰσθανόμεθα οὖν οὐ τῆς ἀπὸ τοῦ αἰσθητοῦ ἐνεργείας, ἀλλὰ τοῦ αἰσθητοῦ μὲν κατὰ δὲ τὴν ἀπ’ αὐτοῦ ἐνέργειαν. διὸ οὐ τοῦ μεταξὺ ἀλλὰ κατὰ τὸ ἐν τῷ μεταξὺ ἐκπεμπόμενον ἐνεργείας εἶδος τοῦ ἐκπέμποντος. Εἰπόντι δὲ τῷ Ἀριστοτέλει ὡς αἱ διαφοραὶ τῶν ψόφω ν , οἷον ὀξὺς καὶ βαρύς, ἐν τῷ κα τ ’ ἐνέργειαν ψόφῳ δηλοῦντα ι , καὶ ἐπαγαγόντι, ὥσπερ γὰρ ἄνευ φωτὸς οὐχ ὁρᾶται τὰ χρώματ α , οὕτως οὐδὲ ἄνευ ψόφου τὸ ὀξὺ καὶ βαρ ύ , ἐπισημαίνεται ὡς ὁμοίως ἔχειν λέγοντι φῶς πρὸς χρώματα καὶ ψόφον πρὸς ὀξὺ καὶ βαρύ [ἀντιλέγειν ἔστιν]. οὐ γὰρ τὸ φῶς ἀλλὰ τὸ χρῶμα ὁμοίως πρὸς λευκὸν καὶ μέλαν. ἢ ὡς μὲν γένος τὸ χρῶμα ἀναλογεῖ τῷ ψόφῳ ἀλλ’ οὐ τὸ φῶς. ἐπεὶ δὲ τὰ χρώματα οὐκ ἄνευ φωτὸς ὁρᾶται, ὡς οὐδὲ τὸ ὀξὺ καὶ βαρὺ ἄνευ ψόφου, ταύτῃ κατὰ τὸ ὁρᾶσθαι μόνον γέγονεν ἡ παραβολή. Ἀλλὰ διὰ τί τὸ αἰσθητήριον τοῦ γευστοῦ ἀξιοῖ ὁ Ἀριστοτέλης μήτε ὑγρὸν εἶναι μήτε ἀδύνατον ὑγραίνεσθαι, ἐπειδή φησιν ὑγρὸν τὸ γευστόν; ἢ οὐχ 〈ὡσ〉 ὑγρόν, φαίη ἄν τις, ἀλλ’ ὡς ἔγχυμον ὑγρὸν τῇ γεύσει ἐστὶν αἰσθητόν. |
| Theoph.18 | ἔδει οὖν μὴ ἔγχυμον εἶναι τὸ αἰσθητήριον μόνον. ἢ ἐπειδὴ ἁπτικῶς καὶ ἡ γεῦσις ἀντιλαμβάνεται τοῦ οἰκείου αἰσθητοῦ, πάσχειν αὐτὴν καὶ ὡς ὑπὸ ἁπτοῦ ἀνάγκη. ὥστε καὶ ὡς ὑπὸ ὑγροῦ· διὸ οὐ χρὴ οἰκείᾳ προκατειλῆφθαι ὑγρότητι τὸ αἰσθητήριον. Βούλεται δὲ ὁ Ἀριστοτέλης, ᾧ καὶ ὁ Θεόφραστος ἕπεται, μὴ τὴν γλῶτταν εἶναι τὸ ὄντως αἰσθητήριον τῆς γεύσεως, μηδὲ τὴν σάρκα τῆς ἁφῆς, ἀλλὰ ἀναλογεῖν ταῦτα τοῖς μεταξὺ γινομένοις ἐπὶ ὄψεως καὶ ἀκοῆς. καὶ γὰρ ἐπὶ ἁφῆς καὶ γεύσεως δεῖ μὲν εἶναι τὸ μεταξύ, εἴ γε μηδέποτε αὐτῷ προσπῖπτον τῷ αἰσθητηρίῳ τὸ αἰσθητὸν κινεῖ τὴν αἴσθησιν, οὐκ ἔξωθεν δὲ ἐπ’ αὐτῶν τὸ μεταξύ· καὶ γὰρ ὅταν ᾖ τι μεταξύ, οὐ διὰ τούτου ἡ γεῦσις ἢ ἡ ἁφή, ἀλλὰ σὺν τούτῳ· οἷον εἰ μέση εἴη ἡ ἀσπίς, οὐ διὰ τῆς ἀσπίδος ὁ λίθος πλήττει, ὡς τὸ χρῶμα ὁρᾶται διὰ τοῦ ἀέρος, ἀλλὰ σὺν τῇ ἀσπίδι καὶ τὴν χεῖρα, ὡς ἄμφω ἅμα πληγῆναι. ἐπεὶ οὖν οὐκ ἔξωθεν, ἐπὶ τῆς ἁφῆς καὶ γεύσεως τὸ δι’ οὗ ἐν ἡμῖν ἔσται. τοῦτο δὲ πῇ μὲν ἡ σὰρξ πῇ δὲ ἡ γλῶττα. ὅτι μὲν οὖν πάσχει καὶ ἡ σὰρξ ἐναργές· δῆλον δὲ ὡς οὐχὶ τοῖς ἀψύχοις ὁμοίως· οὐκοῦν ζωτικῶς, καὶ ἐπειδὴ αἰσθητικὴ ἡ ζωὴ τῆς σαρκός, καὶ αἰσθητικῶς. διὰ τί οὖν, εἰ μὴ καὶ ἐν αὐτῇ τὸ κρῖνον; εἰ γὰρ καὶ ἄλλο τι μᾶλλον καὶ ἀκριβέστερον εἴη ἁφῆς αἰσθητήριον, οἷον τὸ πνεῦμα, ἀλλὰ καὶ ἡ σὰρξ αἰσθητική· καὶ ἔστω μὲν ἀναλογοῦσα τῷ ἀέρι ἐπὶ τῆς ὄψεως μεταξὺ τοῦ κυριωτέρου αἰσθητηρίου· τῷ δὲ μὴ 〈κομίζεσθαι〉 ἔξωθεν ἀλλὰ συμπεφυκυῖα ἡμῖν εἶναι [μὴ νομίζεσθαι], ταύτῃ οὐκ ἀναίσθητος. διὰ τί οὖν, εἰ ἡ σὰρξ αἰσθητική, ἄλλο τι δεῖ αἰσθητήριον ἁπτικὸν προϋποτίθεσθαι; ἐπειδή, φαίην ἄν, σφοδρότερον πάσχουσα ὑπὸ τοῦ αἰσθητοῦ ἀμέσως αὐτῇ προσπίπτοντος ἐκκρούει τῇ σφοδρότητι τοῦ πάθους τὴν αἰσθητικὴν ἐνέργειαν. διὸ καὶ ὁ Ἀριστοτέλης ἀξιοῖ εἶναί τι καὶ ἐπὶ τῆς ἁφῆς τε καὶ γεύσεως τὸ μεταξύ. τοῦτο δὲ συμφυὲς τιθέμενος τοῖς ζῴοις ζωτικὸν δηλαδὴ καὶ αἰσθητικὸν καὶ αὐτὸς οἶδε τὸ μεταξὺ ἐπὶ τούτων. Ἀξιοῦται δὲ κἀκεῖνο ὀρθῶς, τὸ δεῖν τὸ αἰσθητήριον ἐν μεσότητι ὑπάρχειν τῆς ἐν τοῖς αἰσθητοῖς ἐναντιώσεως οὐ κατὰ μῖξιν τῶν ἄκρων, ἤδη γὰρ ἂν εἴη πεπονθός, ἀλλ’ ὡς τὸ ἀπαθὲς καὶ δεκτικὸν τῶν παθῶν—ἐπεὶ τὸ ἐκ τῶν ἄκρων οὐκ ἔσται τῶν μέσων κριτικόν· ἀπαθὲς γὰρ ὑπὸ τοῦ ὁμοίου τὸ ὅμοιον—καὶ ὅτι σῶμα μὲν καὶ μέγεθος τὸ αἰσθητήριον, οὐ μὴν ᾗ μέγεθος αἰσθητικόν, ἀλλὰ κατὰ λόγον καὶ δύναμιν. |
| Theoph.19 | ἐν λόγῳ γάρ τινι πρὸς τὰ αἰσθητὰ τὸ αἰσθητήριον καὶ ζωῆς εἴδει κριτικῷ τῶν σωμάτων χαρακτηριζόμενον. ἀλλ’, ἐπεὶ πάθη ἢ διαφοραὶ σωμάτων εἰσὶ πάντα τὰ αἰσθητά—ποιότητες γὰρ καὶ ποσότητες· οἷς δέ ἐστι γνωστὸν ἅπαν ἐν τούτοις καὶ ἔστι—δόξειεν ἂν 〈ἐν τοῖς πάθεσι καὶ〉 ταῖς διαφοραῖς εἶναι πᾶν σῶμα. ἢ οὐ μόνῃ τῇ αἰσθήσει ἀλλὰ καὶ τῷ δοξαστικῷ λόγῳ γνωστὸν τὸ σῶμα. δόξῃ γὰρ μετ’ αἰσθήσεως γνωστὸν κατὰ τὸν Πλάτωνα, καὶ τῆς οὐσίας τῆς σωματικῆς ἡ δόξα ἐστὶν ἀντιληπτική. Τοῦ δὲ Ἀριστοτέλους τὸ μὴ εἶναι πλείους αἰσθήσεις πιστουμένου διά τε τοῦ πάντα ἡμῖν αἰσθητὰ εἶναι, τὰ ἁπτὰ μὲν τῇ ἁφῇ, τὰ δὲ διὰ τῶν μεταξὺ τῷ ἔχειν ταῦτα δι’ ὧν τὸ μεταξὺ γινώσκεται· γινώσκεται μὲν γὰρ τοῦτο διὰ μόνων δύο τῶν ἁπλῶν, ἀέρος τε καὶ ὕδατος, ἐκ δύο δὲ μόνων ἁπλῶν τούτων καὶ τὰ αἰσθητήρια ἡμῖν· τὸ γὰρ πῦρ ἢ οὐδενὸς ἢ κοινὸν πάντων, οὐδὲ ἡ γῆ, ἀλλ’ εἴπερ, τῇ ἁφῇ πως μέμικται—βουλομένου δέ, εἰ μὲν δι’ ἑνὸς αἰσθητηρίου πλείω αἰσθητά, τὸν ἔχοντα τοῦτο ἀρκεῖν πρὸς τὰ πλείω· εἰ δὲ διὰ πλειόνων τὸ αὐτό, καὶ τὸν τὸ ἕτερον ἔχοντα ἀμφοῖν αἰσθητικὸν ὑπάρχειν· ζητεῖ ὁ Θεόφραστος πρῶτον μέ ν , πόθε ν , ὡς διὰ μόνων ἀέρος καὶ ὕδατο ς . μή ποτε γὰρ ἡμῖν διὰ μόνων τούτω ν , ἐπειδὴ καὶ τὰ αἰσθητήρια ἡμῖν ἐκ τούτω ν , ἡ μὲν ὄψις ὕδατος ἡ δὲ ἀκοὴ ἀέρος θατέρου δὲ τούτων ἡ ὄσφρησι ς . δεύτερον δ έ , εἰ διὰ τοῦ αὐτοῦ πλεί ω , οὐ πάντως ὁ τοῦτο ἔχων καὶ τὰ πλείω εἴσετα ι , οἷον εἰ δ ι ’ ἀέρος καὶ τὰ ὀσφραντὰ καὶ τὰ ἀκουστ ά , οὐκ ἐξ ἀνάγκης ἄμφ ω · οὐ γὰρ ὅσα ὀσφραίνεται ταῦτα καὶ ἀκούε ι · οὐδὲ γὰρ [ ὡ ς ] ὁ ἀὴρ ἁπλῶς ὀσφραντικὸς ἢ ἀκουστικός ( ὁ γοῦν ἐν τῷ φάρυγγι οὐδέτερο ν ) ἀλλὰ κατὰ λόγο ν , καὶ δεῖ πρὸς ἑκάτερον ἔχειν λόγο ν , καὶ ὁ μὴ ἔχων οὐκ αἰσθήσεται ἀμφοῖ ν . Ἔτι ἐπισκήπτει, μή ποτε οὐδὲ ἐκεῖνο ἀληθέ ς , τὸ [ γὰ ρ ] ἐξ ἀμίκτων ἁπλῶς εἶναι τὰ αἰσθητήρι α , ἀλλὰ κατὰ τὸ ἐπικρατοῦ ν · τὸ γοῦν θερμὸν κοινὸν εἶναί φαμε ν , ἐπί τινων δὲ καὶ τὸ ὑγρό ν · ἐπεὶ καὶ τὸ ἀμιγέστατον ἔσται αἰσθητικώτατο ν , ὥστε καὶ τὸ χωριζόμενον τοῦ ζῴου ἔσται αἰσθητικό ν . |
| Theoph.20 | ἔτι εἰ ὁ λόγος αἴτιος τῆς αἰσθήσεως—καὶ γὰρ φθείρεται τῷ διαλύεσθαι τὸν λόγο ν , ὁ δὲ λόγος ἐν τῇ τῶν πλειόνων μίξει—ἐκ πλειόνων ἂν εἴη τῶν αἰσθητηρίων ἕκαστο ν . διὰ τί δὲ ἐκ δύο μόνων αἱ αἰσθήσει ς ; τὸ γὰρ ζῆν ἐν τῷ θερμῷ μᾶλλο ν , ἡ δὲ αἴσθησις τοῦ ζῆ ν . Ἐξ ἀρχῆς τοίνυν πρὸς τὰς ζητήσεις ἐροῦμεν, ἐν δύο μὲν μόνοις εἶναι τὰ μεταξὺ οὐ κατὰ τὸ φαινόμενον ἀλλὰ κατὰ τὸ φυσικὸν εὔλογον. τῶν γὰρ ἁπλῶν ἡ μὲν γῆ διὰ τὸ στερεὸν καὶ ἀντίτυπον οὐκ εὐπαθὴς οὐδὲ δεκτικὴ τῶν ἀλλοτρίων ὅρων· τὸ δὲ πῦρ ἑτέρως διὰ τὸ δραστήριον καὶ αὐτὸ εἰδοποιόν· ὁ μέντοι ἀὴρ καὶ τὸ ὕδωρ διὰ τὸ εὐόριστον εὐπαράδεκτα καὶ εὐπαθῆ καὶ οἷον εἰδοποιούμενα ῥᾳδίως· ἀκολούθως ἄρα καὶ τὰ αἰσθητήρια ἡμῖν ἐκ τούτων. πῶς οὖν καὶ πύριον καὶ ἡλιοειδὲς παρὰ τοῖς Πυθαγορείοις τὸ ὀπτικὸν λέγεται αἰσθητήριον; ὡς φωτός, φήσω, δεκτικὸν διά τε τοὺς λεπτοὺς καὶ διαυγεστάτους καὶ καθαρωτάτους ὑμένας καὶ διὰ τὰ ἐν αὐτοῖς περιεχόμενα διαφανέστατα ὑγρά· τὸ γὰρ φῶς πύριον εἶδος, οὐχ ὡς σῶμα ἀλλ’ ὡς ὑπὸ πυρὸς μετεχόμενον. διὰ μὲν οὖν τὸ εὐόριστον ἐν δύο μόνοις τὸ μεταξύ. εἰ δὲ διὰ τοῦ αὐτοῦ πλείω, τὸ τοῦτο ἔχον καὶ τὰ πλείω εἴσεται ἐν τοῖς μὴ πεπηρωμένοις μηδ’ ἀτελέσι ζῴοις. καλῶς μὲν γὰρ τοῦτο ὑπὸ τοῦ Θεοφράστου ἀξιοῦται ὅτι διὰ τοῦ αὐτοῦ τὰ πλείω γινώσκεται κατὰ λόγους καὶ κατὰ διαφόρους πρὸς τὰ πλείω λόγου ς . τὸ δὲ τέλειον τῷ ὄντι ἅπαντας ἔχειν τοὺς λόγους ἀναγκαῖον, εἰ τέλειον εἶναι μέλλοι. τέλειον δὲ δηλαδὴ τὸ καὶ τῶν ἐξῃρημένων τῆς αἰσθήσεως μετέχον δυνάμεων, ὡς ἄνθρωπος ὅ γε καὶ νοῦ μετειληχώς. τὰ δὲ ὀσφραινόμενα μὲν μὴ ἀκούοντα δὲ ἀτελῆ. εἰ δὲ καὶ τὸ θερμὸν πᾶσι κοινὸν καὶ τὸ ὑγρὸν ἐνίοις, οὐ διὰ τοῦτο μικτὰ ἔσται τὰ αἰσθητήρια. οὐδὲ 〈γὰρ〉 ὁ ἔξω ἀὴρ ἢ τὸ ὕδωρ μικτὰ ἐν τῇ τοῦ θερμοῦ μεταλήψει γίνεται· ἕως γὰρ ἂν μὴ οὐσιώδως μεταβάλλῃ μένει τὰ ἁπλᾶ· εἰ δὲ καὶ μικτά, ἀλλὰ τὸ ἐπικρατοῦν ὅμως κατὰ μόνα τὰ δύο· καὶ εἰ ἁπλᾶ δέ, οὐκ ἔσται τὸ χωριζόμενον αἰσθητικόν· ἐπειδὴ οὐχ ὡς ἁπλᾶ, ὡς δὲ τοιᾷδε ζωῇ χαρακτηριζόμενα ἦν αἰσθητικά, ἧς στερόμενα εἰκότως ἀναίσθητα—εἰ μὴ ἄρα πλατωνικώτερον καὶ τὰ ὄντως ἁπλᾶ μάλιστα αἰσθητικώτατα, ὄντως δὲ ἁπλᾶ τὰ ἐν ταῖς οἰκείαις μένοντα ὁλότησι. |
| Theoph.21 | Πῶς οὖν ὁ λόγος τῆς αἰσθήσεως αἴτιο ς ; ὁ γὰρ λόγος ἐν τῇ τῶν πλειόνων μίξει καὶ ἐν τῇ πρὸς ἄλληλα αὐτῶν σχέσε ι . ἢ τοῦτο καὶ αὐτὸς ἐπιλύεται, οὐκ ἐν τῇ τῶν στοιχείων ἀλλὰ ἐν τῇ τοῦ αἰσθητηρίου πρὸς τὰ αἰσθητὰ σχέσει ἀφορίζων τὸν λόγο ν . κάλλιον δὲ οἶμαι μὴ ἐν σχέσει προηγουμένως τὸν αἰσθητικὸν θεωρεῖν λόγον, ἀλλ’ ἐν οὐσίᾳ ζωτικῇ, κριτικῇ τῶν αἰσθητῶν· καὶ τὴν διάλυσιν τοῦ λόγου τῇ ἀνεπιτηδειότητι τοῦ δεχομένου αὐτὸν ὀργάνου ὑποτίθεσθαι· ἀνεπιτήδειον δὲ τίθεσθαι καὶ τῇ ἀσυμμέτρῳ τοῦ αἰσθητοῦ προσβολῇ διαλυούσῃ τὴν δεκτικὴν τοῦ λόγου ἐν αὐτῷ ἐπιτηδειότητα. εἰ δὲ καὶ ἡ αἴσθησις τοῦ ζῆν, τὸ δὲ ζῆν ἐν τῷ θερμῷ μᾶλλον, ἔσται καὶ τὸ θερμὸν ἐν τοῖς ἐν ἡμῖν ἁπλοῖς κατὰ τὴν τῆς ζωῆς μετάληψιν ἐπικτήτως· εἰ δὲ καὶ μικτά, ἀλλ’ ἡ ἐπικράτεια, ὡς εἴρηται, κατὰ μόνα τὰ δύο. Πάλιν ὁ Ἀριστοτέλης δεικνὺς μὴ εἶναι τῶν κοινῶν ἰδίαν αἴσθησιν τῇ κινήσει φησὶν ἡμᾶς αἰσθάνεσθαι τῶν κοινῶν (καὶ διὰ τοῦτο πλείοσιν αἰσθήσεσι γνωρίζειν) οἷον μεγέθους καὶ ὄψει καὶ ἁφῇ. ἄτοπον δὲ ὁ Θεόφραστός φησιν εἰ τὴν μορφὴν τῇ κινήσε ι , μὴ διορισθέντος, οἶμαι *** δεῖ οὖν οὐχ οὕτω τῇ κινήσει λέγεσθαι γνωριστικοὺς ἡμᾶς εἶναι τῶν κοινῶν, ὡς προηγουμένως μὲν τῆς κινήσεως, κατὰ συμβεβηκὸς δὲ ἢ δευτέρως τῶν ἄλλων, ἀλλ’ ὁμοίως μὲν πάντων τῶν κοινῶν, πάντως δὲ ἐπὶ πάντων τῇ κινήσει, τουτέστι τῷ ἀλλοιοῦσθαι, συναισθάνεσθαι. εἰ δὲ κινεῖται ὑπὸ τοῦ μεγέθους ἡ ὄψις, οὐ κατὰ συμβεβηκὸς αὐτοῦ αἰσθάνεται ὡς τοῦ γλυκέος· οὐ γὰρ πάσχει οὐδὲ ἀλλοιοῦται ἡ ὄψις ὑπὸ τοῦ γλυκέος. εἰ δὲ καὶ τὸ μέγεθος ἰδίαν τινὰ εἶχεν αἴσθησιν, κατὰ συμβεβηκὸς ἂν ταῖς ἄλλαις ἦν αἰσθητὸν ὡς τὸ γλυκύ. νῦν δὲ οὐχ οὕτως ἀλλὰ τῷ κινεῖν. οὐκ ἄρα ἔστι τις μεγέθους ἰδία ὡς αἴσθησις· ὁμοίως δὲ οὐδὲ τῶν ἄλλων ὅσα κοινά. καὶ ἡ μορφὴ δὲ κινεῖ, καὶ ἧττον διαφαίνεται τὸ ὑπ’ αὐτῆς πάθος, ἀλλὰ μᾶλλον ἡ ἐνέργεια τῆς αἰσθήσεως διὰ τὸ εἰδικώτερον τῆς μορφῆς ἐνεργητικώτερον καὶ στασιμώτερον κινούσης τὴν αἴσθησιν. Ἐφ’ οἷς ὅπως αἰσθανόμεθα ὅτι αἰσθανόμεθ α , κατὰ τὰ αὐτὰ τῷ Ἀριστοτέλει διατίθησι τὸν λόγον, τὴν κοινὴν αἴσθησιν βουλόμενος εἶναι τὴν ἐπικρίνουσαν, τὴν καὶ τῆς ἐνεργείας συναισθανομένην ἑκάστης καὶ τῆς ἀργία ς · τῆς γὰρ αὐτῆς τἀναντί α . |
| Theoph.22 | ἡ δὲ κοινὴ αἴσθησις οὔτε ἡ αὐτὴ ταῖς κατὰ μέρος οὔτε πάντῃ ἑτέρα. κατὰ γὰρ τὴν πασῶν συναίρεσιν καὶ τὴν εἰς ἓν ἀμέριστον ἀποκορύφωσιν· διὸ καὶ ἑκάστῃ πως συναισθήσεται ὅτι αἰσθάνεται, οὐχ ᾗ μεμέρισται ἀλλ’ ᾗ συνῆπται τῇ μιᾷ. ἤδη γὰρ χωριστῆς ἐστιν ἀπὸ σωμάτων δυνάμεως εἰς ἑαυτὴν ἐπιστρέφεσθαι καὶ ἑαυτὴν γνωρίζειν, σωματοειδεστέρα δὲ μᾶλλον ἑκάστη καθὸ μεμέρισται, ἐπὶ δὲ τὸ χωρὶς ἄνεισι μᾶλλον κατὰ τὴν πρὸς τὰς ἄλλας ἀμέριστον ἕνωσιν. καὶ γὰρ αὕτη ἡ ἀμέριστος ἕνωσις τοῖς χωρὶς τῶν σωμάτων προσήκει εἴδεσιν. εἰ δέ, ὡς αὐτὸς καλῶς ἀξιοῖ, τῆς αὐτῆς τἀναντία κρίνει ν , καὶ διὰ τοῦτο καὶ τὴν ἀργία ν , ἕξει μὲν καὶ ἑκάστη τὸ χωριστόν πως ἀπὸ τῶν οἰκείων ὀργάνων—οὐ γὰρ ἂν ὅτι σκότος ᾐσθάνετο ἡ ὄψις τῷ μὴ πάσχειν τὸ αἰσθητήριον· ἐνεργεῖν γὰρ ἔοικε καὶ μὴ πάσχοντος—μειζόνως δὲ ἡ κοινὴ καὶ τὰς αὐτῶν τῶν αἰσθήσεων κρίνουσα ἀργίας. Διὸ καὶ ἡ κοινὴ ἀλλ’ οὐχ ἑκάστη ἑαυτῆς συναισθήσεται καὶ τῆς οἰκείας ἐνεργείας. εἰ μὲν γὰρ τῆς ἐνεργείας, καὶ τῆς ἀργίας· εἰ δὲ τῆς ἀργίας, ἅμα τε ἂν ἀργοίη καὶ ἐνεργοίη ὡς συναισθανομένη. οὐκοῦν ἀργεῖ μὲν ὡς μεριστὴ καὶ καθ’ ἑαυτήν, ἐνεργεῖ δὲ καὶ καθὸ ἐξῄρηται τῆς ἰδίας ἐνεργείας τε καὶ ἀργίας. ὥστε κατὰ τὴν κοινήν, καθ’ ἣν καὶ ἑκάστη, οὐχ ὡς ἑκάστη οὐδὲ ὡς διῃρημέναι, ἀλλ’ ὡς ἡνωμέναι κατὰ τὴν μίαν πασῶν ἕνωσιν, ἧς καὶ τὰ πασῶν τῶν αἰσθήσεων αἰσθητὰ κρίνειν ἔργον ἐν ταὐτῷ καὶ ἀδιαιρέτως κατὰ τοὺς διαφόρους ἐνεργούσης λόγους. διὸ καὶ ἀριθμῷ μὲν ἓν τὸ κρῖνον καὶ ἀδιαίρετο ν , τῷ δὲ εἶναι διαιρετό ν , ᾗ κατὰ διαφόρους ἐνεργεῖ λόγους. Ἡ δὲ φωνὴ συμφωνία εἴρηται παρὰ τῷ Ἀριστοτέλει, ἐπειδὴ κατ’ ἐνέργειάν ἐστιν αἰσθητὴ ὅταν ἀκούηται· ἀκούεται δὲ ὅταν ἓν γένωνται ἡ φωνὴ καὶ ἡ ἀκοὴ συμφωνήσασαι καὶ συναρμοσθεῖσαι ἀλλήλαις· ἡ γὰρ ὑπερβολὴ τοῦ αἰσθητοῦ λύει ἢ φθείρει τὴν αἰσθητικὴν ἐνέργειαν· ἐν συμμετρίᾳ δὲ ἡ αἴσθησις, καὶ ἡδέα φαμὲν τὰ κατὰ τὴν συμμετρίαν. ἆρα οὖν ὅταν μὴ ἐνεργῇ ἡ αἴσθησις, οὐκ ἐν συμμετρίᾳ καθ’ ἑαυτήν; ἢ ἐπειδὴ οὐκ ἐνεργεῖ καθ’ ἑαυτὴν ἀλλ’ ἐν τῇ πρὸς τὰ ἔξω ἀποτάσει καὶ τῇ πρὸς τὰ αἰσθητὰ σχέσει, δῆλον ὡς οὐδὲ τὴν ἐνεργητικὴν ἕξει συμμετρίαν καθ’ ἑαυτήν, τὴν μέντοι κατὰ δύναμιν ἕξει συμμετρίαν. προϋπάρχει γὰρ ἡ δύναμις καὶ καθ’ ἑαυτὴν θεωρεῖται. ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἴωμεν, ἀπ’ ἄλλης ἡμῖν ἀρχῆς τὰ λοιπὰ τοῦ πέμπτου βιβλίου ἐπεξεργαζόμενοι. ΠΡΙΣΚΙΑΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΛΥΔΟΥ ΜΕΤΑΦΡΑΣΙΣ ΤΩΝ ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΑΝΤΑΣΙΑΣ Ἡ φαντασία, περὶ ἧς ἑξῆς ἀκολούθως τῷ Ἀριστοτέλει ἐπεξεργάζεται, ὅτι μὲν ἑτέρα αὕτη δύναμις παρὰ τὴν αἴσθησιν ἐκ τῶν ἐκείνου ληπτέον· καὶ ὡς διαφέρει καὶ δόξης καὶ πάσης λογικῆς ὑπολήψεως· καὶ ὡς, καθάπερ αἴσθησις ὑπὸ τῶν αἰσθητῶν κινεῖται εἰδῶν ζωτικῶς ἐγειρομένη καὶ κατὰ τὴν τῶν οἰκείων λόγων προβολὴν περὶ αὐτὰ ἐνεργοῦσα, οὕτω καὶ ἡ φαντασία ὑπὸ τῶν αἰσθητικῶν εἰδῶν κινεῖται, τούτοις ὡς ὑποκειμένοις προσεχῶς χρωμένη καὶ περὶ αὐτὰ ἐνεργοῦσα. |
| Theoph.23.(1t) | διὸ καὶ αὕτη σωματοειδὴς ζωὴ καὶ οὐκ ἄνευ τῶν σωματικῶν ἐνεργοῦσα ὀργάνων, ἐπειδὴ καὶ τὰ αἰσθητικὰ εἴδη ὑφ’ ὧν κινεῖται ἐκ τῶν ἐν τοῖς αἰσθητηρίοις τελεοῦται ἐμφάσεων. προσθετέον δὲ καὶ τὰ Ἰαμβλίχεια, ὡς πάσαις ταῖς δυνάμεσι τῆς ψυχῆς παραπέφυκεν ἡ φαντασία καὶ πάσας ἀποτυποῦται καὶ ἐκμάττεται τὰς τῶν εἰδῶν ὁμοιότητας καὶ ταῖς τῶν ἑτέρων δυνάμεσιν ἐμφάσεις εἰς τὰς ἑτέρας διαπέμπει, τὰς μὲν ἀπὸ τῆς αἰσθήσεως εἰς δόξαν ἀνεγείρουσα, τὰς δὲ ἀπὸ νοῦ δευτέρας τῇ δόξῃ προτείνουσα, ἐν ἑαυτῇ δὲ ἀπὸ τῶν ὅλων τὰ φαντάσματα παραδεχομένη· καὶ ὡς ἰδίως κατὰ τὴν ἀφομοίωσιν χαρακτηρίζεται ἔν τε τῷ ποιεῖν καὶ ἐν τῷ δέχεσθαι τὰ προσεοικότα ἢ τοῖς νοεροῖς ἢ τοῖς γενεσιουργοῖς ἢ τοῖς μέσοις ἐνεργήμασιν, ἀποτυπουμένη τε τὰς πάσας τῆς ψυχῆς ἐνεργείας καὶ συναρμόζουσα τὰς ἐκτὸς πρὸς τὰς εἴσω καὶ ἐπιτιθεῖσα ταῖς περὶ τὸ σῶμα κατατεινομέναις ζωαῖς τὰς ἀπὸ τοῦ νοῦ κατιούσας ἐμφάσεις. καθ’ ἑαυτὴν ἄρα ἡ φαντασία δύναμις οὖσα τοῦ ἀφομοιοῦν αὐτὰ πρὸς ἑαυτὴν ἐντεῦθεν καὶ ταῖς ἄλλαις συνάπτεται δυνάμεσι, προκατάρχουσα αὐτῶν ταῖς ἐνεργείαις, οὐκ οὖσα πάθος οὐδὲ κίνησις ἀλλ’ ἀμέριστος καὶ ὡρισμένη ἐνέργεια, καὶ οὐ κατὰ παραδοχὴν ἔξωθεν ὡς ὁ κηρὸς διαπλαττομένη ἀλλ’ ἔνδοθεν καὶ κατὰ 〈τὴν〉 λόγων τῶν ἀφομοιωτικῶν προβολὴν εἰς τὴν τῶν φαντασμάτων ἐγειρομένη ἐπίκρισιν. |
| Theoph.24 | Ἀλλ’ εἰ καὶ τὰς ἄλλας ἀποτυποῦται ζωὰς κατὰ τὸν Ἰάμβλιχον καὶ αὐτὰς τὰς λογικάς τε καὶ νοερὰς ἐνεργείας, πῶς ἔτι ἀληθὲς τὸ Ἀριστοτελικόν, τὸ ὑπὸ τῶν αἰσθητικῶν εἰδῶν κινεῖσθαι τὴν φαντασίαν; ἢ εἰ καὶ τὰς κρείττους ἀποτυποῦται ἐνεργείας πάσας, ὅμως κατὰ τὰ αἰσθητικὰ ἀπεικονίζεται εἴδη μορφωτικῶς καὶ μεριστῶς καὶ κατὰ τὴν πρὸς τὰ αἰσθητὰ ἀναφοράν, ὥστε καὶ τὰς κρείττους ἀποτυποῦται ἐνεργείας ᾗ ὑπὸ τῶν αἰσθητικῶν κινεῖται εἰδῶν. πῶς οὖν καὶ μὴ παρόντων τῶν αἰσθητῶν κινεῖται ἡ φαντασία; καὶ γὰρ εἰ ὑπὸ τῶν αἰσθητικῶν κινεῖται, ἀλλὰ καὶ ταῦτα παρόντων τῶν αἰσθητῶν προβάλλεται καὶ ἀπόντων ἀπολείπει. ἢ οὐχ ὡς ἡ αἴσθησις παρόντων μόνον κινεῖται τῶν αἰσθητῶν, οὕτω καὶ ἡ φαντασία, ἀλλ’ ἐπειδὰν ἅπαξ κινηθῇ, δύναται ἀφ’ ἑαυτῆς ἐγείρεσθαι καὶ προβάλλειν τὰ φαντάσματα κατὰ τὴν πρὸς τὰ εἴδη 〈τὰ〉 κινήσαντα ἀναφοράν. ἐνίοτε δὲ οὐχ ἅπαξ ἢ δὶς ἀλλὰ πλεονάκις κινηθῆναι δεῖται πρὸς τὸ ἀφ’ ἑαυτῆς ὅμοια τοῖς κινήσασι προτείνειν. καὶ τῷ μὲν μορφωτικῷ καὶ μεριστῷ κοινωνεῖ πρὸς τὴν αἴσθησιν· τῷ δὲ καὶ ἀφ’ ἑαυτῆς προτείνειν τὰ φαντάσματα καὶ μὴ παρόντων ἔτι τῶν κινούντων ἐξῄρηται τῆς αἰσθήσεως· τῷ δὲ εἰς ἕτερα ἀναφέρειν ἀεὶ καὶ ἀφομοιοῦσθαι πρὸς τὰς διαφόρους ἐνεργείας τῆς ψυχῆς, ταύτῃ πρὸς πάσας τε τῆς ψυχῆς παραπέφυκε τὰς δυνάμεις καὶ κατὰ τὸ ἀφομοιωτικὸν τῆς ψυχῆς ἵσταται ἰδίωμα. Ἐν τίνι οὖν ἡ φαντασί α , ζητεῖ ὁ Θεόφραστος. οὔτε γὰρ ἐν τῷ αἰσθητικ ῷ , διότι ἀληθοῦς οὔσης τῆς αἰσθήσεως ψευδὴς γίνεται ἐνίοτε ἡ φαντασί α · οὔτε ἐν τῷ αἰσθητηρί ῳ · τὸ μὲν γὰρ ἐν τῷ αἰσθητηρίῳ πάθημα παρόντος συμβαίνει τοῦ αἰσθητο ῦ , τὰ δὲ φαντάσματα γίνεται καὶ ἀπόντο ς . λέγω δὴ οὖν ἑτέραν εἶναι δύναμιν τὴν φαντασίαν παρὰ τὴν αἴσθησιν, προσεχῆ δὲ καὶ διὰ τοῦτο ὑπ’ αὐτῆς πως κινουμένην, καὶ οἷον μὲν ὑποκειμένοις τοῖς αἰσθητικοῖς χρωμένην εἴδεσιν ἐξ ὧν ἐγείρεται καὶ πρὸς ἃ ἀναφέρει τὰ φαντάσματα, παντοδαπῶς δὲ ταῦτα ποικίλλουσαν τῷ ὑπερανέχειν· καὶ ἀφ’ ἑαυτῆς μετὰ τὸ ἅπαξ κινηθῆναι ἐπὶ τὴν διαμόρφωσιν ὡς ἂν ὁρμήσῃ ἐγείρεσθαι· τὰς δὲ ἐμφάσεις τῶν ἀπὸ τῆς φαντασίας προβαλλομένων εἰδῶν δέχεσθαι καὶ τὸ αἰσθητήριον, ὡς οἱ μορφωτικοὶ καὶ μεριστοὶ δηλοῦσι τύποι τὸ χωριστὸν σωμάτων οὐκ ἐμφαίνοντες. καὶ ἐναργῶς δὲ πολλάκις τοῦ σώματος συγκινουμένου ταῖς φαντασίαις καὶ κατ’ αὐτὰς διατιθεμένου ἐμφαίνεσθαι σύμφημι καὶ ἐν τῷ αἰσθητηρίῳ τὰ φαντάσματα, ἀλλ’ οὐχ ὡς αἰσθητικῷ (διὸ οὐκ ἔξωθεν) οὐδὲ ὡς ὑπὸ σωμάτων τινῶν δρώντων μεταβαλλομένῳ, ἀλλ’ ὡς τὰ φανταστὰ δεχομένῳ εἴδη. |
| Theoph.25 | καὶ οὐ θαυμαστόν· ἐπεὶ καὶ τῆς λογικῆς ἡμῶν ἐνεργείας ἐμφάσεις τινὲς εἰς τὸ σῶμα καθήκουσιν, ὡς αἱ συστροφαὶ δηλοῦσι τῶν ὀμμάτων καὶ αἱ τῶν ὀφρύων συναγωγαὶ ἐν ταῖς ζητήσεσι· καὶ εἰ καὶ τὰ στερεὰ ταῦτα συνδιατίθεται μόρια, πολλῷ πρότερον τὸ αἰσθητήριον αὐτὸ ὡς ζωτικώτερον δέχεσθαι τὰ ἴχνη τῆς ζωῆς ἀνάγκη. καὶ γὰρ ἐν οἷς μὲν αἰσθητικὴ μόνως ἐστὶν ἡ ζωή, καὶ τὸ ὄργανον μόνως ἐστὶν αἰσθητήριον, ἐν οἷς δὲ καὶ φανταστικὴ καὶ ὀρεκτικὴ ἢ καὶ λογική, καὶ τὸ ὄργανόν ἐστι πρὸς τὴν τῆς ζωῆς ταύτης ὑποδοχὴν ἐπιτήδειον. δέξεται οὖν καὶ τὰς φανταστικὰς ἐμφάσεις ὡς φανταστικόν, καὶ ψευδεῖς, ἐὰν ὦσι ψευδεῖς αἱ φαντασίαι. καὶ ὥσπερ ἅμα τῶν ἀληθῶν αἰσθανόμενοι δυνάμεθα ψευδεῖς περὶ αὐτῶν προβάλλειν φαντασίας, οὕτως ἑπομένως, ὡς μὲν αἰσθητικὸν τὸ πνεῦμα τὰς ἀληθεῖς ἀπὸ τῶν αἰσθητικῶν δέχεται ἐμφάσεις, ὡς δὲ φανταστικὸν τὰς ψευδεῖς ἀπὸ τῶν αἰσθητῶν τὰς δὲ ἀληθεῖς ἀπὸ τῆς φαντασίας· ὡς ὅταν ποδιαῖον ὁρῶντες τὸν ἥλιον πολλαπλασίονα τῆς γῆς φανταζώμεθα ταῖς γεωμετρικαῖς ἐπακολουθοῦντες ἀνάγκαις. καὶ οὔτε τοῦ φαντάσματος ἡ αἴσθησις, ἐπειδὴ καὶ τὸ φάντασμα ἐν τῷ αἰσθητηρίῳ, ἀλλὰ κατὰ μὲν τῶν αἰσθητῶν ἡ αἴσθησις, τὰ δὲ φαντάσματα ἀπὸ τῆς φανταστικῆς προβολῆς· οὔτε ἀδύνατον ἅμα καὶ ἀληθεῖς καὶ ψευδεῖς περὶ τῶν αὐτῶν, οἷον περὶ ἡλίου, δέχεσθαι τὸ ὑποκείμενον ἐμφάσεις, ἐπειδὴ ἀπὸ διαφόρων δυνάμεων καὶ κατὰ διάφορα ζωῆς εἴδη τὰ ἀντικείμενα δέχεται. καὶ οὐ κωλύεται ἐν ταὐτῷ συμβαίνειν τὸ φάντασμα καὶ τὸ αἴσθημα κἂν ἀντικείμενα ᾖ, ὡς μὴ τῆς αὐτῆς ὄντα συστοιχίας μηδὲ τῆς αὐτῆς δυνάμεως ἐνεργήματα· ἐπεὶ καὶ ἡ δόξα ἐν ταὐτῷ καὶ ἡ αἴσθησις ἡ περὶ τοῦ ἡλιακοῦ μεγέθους ἀντικειμένως ἔχουσαι. τοῦτο μὲν οὖν ὧδε ἀπολογιζώμεθα. εἴρηται δὲ κἀκεῖνο ὡς οὐ παρόντων ἀεὶ δεῖ τῶν αἰσθητῶν πρὸς τὸ κινεῖσθαι τὴν φαντασίαν, ἀλλ’ ἐπειδὰν ἐγερθῇ καὶ ἐν τῇ προβλητικῇ τῆς τοίας μορφῆς ** * * * 〈ΠΕΡΙ ΝΟΥ〉 * * * Οὐ γὰρ οὕτ ω , φησί, ληπτέον οὐδὲ ὡσαύτω ς · ἐριστικὸν γά ρ · ἀλ λ ’ ὡς ὑποκειμένην τινὰ δύναμι ν , καθάπερ καὶ ἐπὶ τῶν ὑλικῶ ν . καὶ ὀλίγον προελθὼν ἐπάγει· τάχα δ ’ ἂν φανείη καὶ τοῦτο ἄτοπον εἰ ὁ νοῦς ἔχει ὕλης φύσιν μηδὲν ὢν ἅπαντα δὲ δυνατό ς . |
| Theoph.26 | οὐχ οὕτω δὲ ληπτέον οὐδὲ πάντα νοῦ ν , ἀλλὰ δεῖ διελεῖ ν . ποῖος οὖν καὶ τίς ἡ διαίρεσι ς ; ἡ μὲν γὰρ ὕλη οὐ τόδε τ ι , ὁ δὲ νοῦς εἰ μὴ οὕτ ω , τί ἂν ἕτερο ν ; κατὰ ἀναλογίαν οὖν καὶ τὸ δυνάμει ληπτέον ἐπὶ τοῦ ψυχικοῦ νο ῦ · ὡς γὰρ πρὸς τὸν ἐνεργείᾳ νοῦ ν , τουτέστι τὸν χωριστόν. ἡ μὲν οὖν ὕλη ὡς ἐσχάτη εἰκότως πάντα δυνάμει, οὐ μὴν ἡ αἴσθησις ὡς ἡ ὕλη· εἶδος γὰρ καὶ λέγεται καὶ 〈ἔστι〉 περιέχουσα κατ’ οὐσίαν 〈τοὺσ〉 τῶν αἰσθητῶν λόγους ἡ αἴσθησις. ἕτερον δὲ τρόπον δυνάμει λέγεται τὰ αἰσθητὰ ὡς ὑπ’ αὐτῶν κινουμένη πρὸς τὴν προβολήν, καὶ παρόντων καὶ δρώντων αὐτῶν εἰς τὸ αἰσθητήριον δεομένη πρὸς τὴν οἰκείαν ἐνέργειαν. ὁ δὲ ψυχικὸς νοῦς οὔτε ὡς ἡ ὕλη οὔτε ὡς ἡ αἴσθησις. καὶ γὰρ εἶδός ἐστι καὶ πάντων εἰδῶν κατὰ τὴν ἑαυτοῦ οὐσίαν περιεκτικός, καὶ ἀφ’ ἑαυτοῦ ἐνεργεῖ, καὶ ἐν ἑαυτῷ περιέχει τὰ νοητά· ἀλλὰ διὰ τὴν πρὸς τὴν ψυχὴν συγγένειαν, καὶ διὰ τὴν οὐσιώδη πρὸς αὐτὴν σχέσιν, καὶ διὰ τὴν πρὸς τὸ μεριστόν πως ἀπόνευσιν, αὐτός τε ἀπὸ τῆς ἀκραιφνῶς ἀμερίστου καὶ πάντῃ ἡνωμένης ὑπέβη νοερᾶς οὐσίας τε καὶ ἐνεργείας, καὶ τὰ ἐν αὐτῷ νοητὰ τῆς ὑπερλάμπρου καὶ αὐτοφανωτάτης ἀπολείπεται τῶν πρώτων νοητῶν ὑποστάσεως· καὶ ἡ ἀμφοῖν συνέχεια κεχαλασμένη πώς ἐστιν, ἀλλ’ οὐκ ἀκριβὴς ὁποία ἡ ἐν τῷ χωριστῷ ἕνωσις. καὶ διὰ ταῦτα αὐτός τε πρὸς τὴν καθαρῶς ἀμέριστον γνῶσιν τοῦ ἐνεργείᾳ τελεοῦντος δεῖται νοῦ, καὶ τὰ ἐν αὐτῷ νοητὰ τῆς ἀπὸ τῶν χωριστῶν νοητῶν καταλάμψεως, ἵνα τέλεια ἀποτελεσθῇ νοητά—ὅθεν καὶ ὁ Ἀριστοτέλης χρώμασιν αὐτὰ ἀπεικάζει τῆς ἀπὸ τοῦ ἡλίου δεομένοις αὐγῆς—ἥ τε ἀμφοῖν αὐτῶν συναφὴ εἰς τὸ ἀδιαίρετον συναιρεῖται ὑπὸ τῆς συνῃρημένης ἀκραιφνοῦς ἑνώσεως. ταύτῃ οὖν δυνάμει ὁ ψυχικὸς νοῦς, ὡς πρὸς τὸν χωριστὸν νοῦν, διότι καθαρῶς ἐκεῖνος ἀμέριστος καὶ ἡνωμένος ἀκραιφνῶς πρὸς τὰ νοητά, ὑπέρλαμπρα ὄντα καὶ πρῶτα καὶ τέλεια φῶτα, καὶ ὡς ὑπὸ τοῦ τοιούτου νοῦ τελειούμενος. καὶ τὸ ἄγραφον οὖν γραμματεῖον κατὰ ἀναλογίαν ἐπ’ αὐτοῦ ἀκουστέον. οὐ γὰρ ὡς μηδὲ ὅλως ἔχοντος τὰ εἴδη, ἀλλ’ ὥσπερ αὐτὸς νοῦς ἐστι δυνάμει, οὐχ ὡς μηδὲ ὅλως ὢν νοῦς, ἀλλ’ ὡς νοῦς μὲν τοιοῦτος δὲ οἷος τοῦ τελειοῦσθαι ὑπὸ τοῦ πρώτου δεῖσθαι νοῦ· οὕτω καὶ τὰ ἐν αὐτῷ νοητὰ νοητὰ μὲν ἀλλὰ τοιαῦτα οἷα τῆς ἀπὸ τῶν χωριστῶν δεῖσθαι καταλάμψεως, ἵνα ἀκραιφνῶς ᾖ νοητά. |
| Theoph.27 | διὸ καὶ χρώμασιν ἀπῄκασται, καὶ τὸ γραμματεῖον ὡς πρὸς τὴν τῶν τελείων τούτων εἰδῶν ὑποδοχὴν ἄγραφον εἴρηται. ὀρθῶς ἄρα καὶ ὁ Θεόφραστος ἄτοπον ἀποφαίνεται τὸ ὑλικὴν ἀποδιδόναι φύσιν τῷ νῷ, καὶ τὸ οὕτως ὡς ὕλη μηδὲν εἶναι ἀλλὰ πάντα δυνατόν· καὶ μὴ δεῖν οὕτω λαμβάνειν παρακελεύεται, ζητεῖν δὲ πῶς καθ’ ἕτερον τρόπον δυνάμει λέγεται. ὅπως δέ, ὡς πρὸς τὰ πάροντα εἴρηται ἱκανῶς· καὶ ἅμα ὅτι οὐδὲ πᾶς νοῦς δυνάμει ἀλλὰ ποιός, διακέκριται. Ἀπορεῖ δὲ ἑξῆς ὅπως γίνεται τὰ νοητ ά , καὶ τί τὸ πάσχειν αὐτό ν . δεῖ γά ρ , εἴπερ εἰς ἐνέργειαν ἥξει καθάπερ αἱ αἰσθήσει ς . ἀσωμάτῳ δὲ ὑ π ’ ἀσωμάτου τί τὸ πάθος ἢ ποία μεταβολ ή ; καὶ πότερον ἀ π ’ ἐκείνου ἡ ἀρχὴ ἢ ἀ φ ’ ἑαυτο ῦ ; τῷ μὲν γὰρ πάσχειν ἀ π ’ ἐκείνου δόξειεν ἄ ν · οὐδὲν γὰρ ἑαυτοῦ τῶν ἐν πάθε ι · τῷ δὲ ἀρχὴν πάντων εἶναι καὶ ἐ φ ’ ἑαυτῷ τὸ νοεῖν καὶ μὴ ὥσπερ ταῖς αἰσθήσεσι ν , ἀ φ ’ ἑαυτο ῦ . γίνεται μὲν οὖν τὰ νοητά, ἀλλ’ οὐκ ἔστιν ὡς ὁ χωριστὸς νοῦς τὰ πράγματα, διὰ τὸ κεχαλασμένον, ὡς εἴρηται, τῆς ἑνώσεως· καὶ ἐπειδὴ συνάπτεται μὲν αὐτοῖς ἀκριβῶς ὑπὸ τοῦ ἐνεργείᾳ νοῦ συναιρούμενος, ταύτῃ δὲ καὶ πάσχει πως, διότι ὑπόβας ἀπὸ τῆς καθαρῶς καὶ πάντῃ ἀμερίστου τῶν χωριστῶν νοητῶν ἑνώσεως καὶ οἷον ἐκφοιτήσας διὰ τὴν πρὸς ψυχὴν ὁμοφυΐαν, ὡς ἕτερος ὑφ’ ἑτέρων, ὑπό τε τοῦ ἐνεργείᾳ νοῦ καὶ ὑπὸ τῶν ἐν ἐκείνῳ νοητῶν τελειοῦται. ἐπεὶ δὲ αὐτὸς ἑαυτὸν τελειοῖ ἀφ’ ἑαυτοῦ τε ἐγειρόμενος καὶ ἑαυτὸν συνάπτων τῷ ἐνεργείᾳ νῷ καὶ τὴν ἀπ’ ἐκείνου τελειότητα αὐτενεργήτως δεχόμενος, καὶ ἐπειδὴ μὴ παντελῶς τοῦ ἐνεργείᾳ ἐκπεφοίτηκε νοῦ, ἀλλά, καίτοι ὑπόβας, συνῆπται ὅμως πρὸς ἐκεῖνον ἅτε νοῦς ὢν καὶ αὐτός—διὸ καὶ οὐκ ἔξω ποι στρεφόμενος ἀλλ’ εἰς ἑαυτὸν εἰσιὼν καὶ πρὸς ἑαυτὸν ὡς ὅτι μάλιστα συναιρούμενος καὶ ὑπὸ τοῦ ἐνεργείᾳ τελειοῦται νοῦ—διὰ ταῦτα τοίνυν ἑτέρως ἢ ὡς αἱ αἰσθήσεις πάσχει, καὶ ὅλως οὐ κυρίως ἀλλὰ καθ’ ὁμωνυμίαν πάσχει, ἐνεργεῖ δὲ μᾶλλον. τῇ γὰρ ἑαυτοῦ ἐνεργείᾳ καὶ τὰς ἀπὸ τῶν προτέρων δέχεται τελειότητας καὶ οὐκ ἔξωθεν εἰσδέχεται ἅπερ νοεῖ. ἔστι γὰρ καὶ αὐτὸς τὰ πράγματα τελειωθεὶς δευτέρως, ἡνωμένος τοῖς ἑαυτοῦ νοητοῖς καὶ ἅμα καὶ τοῖς κρείττοσι συνημμένος τῷ μὴ ἀπεσπάσθαι τὰ αὐτοῦ τῶν προτέρων. καὶ ἐνεργεῖ μὲν καὶ τὰ νοητὰ εἰς τὸν νοῦν, ὡς καὶ τὰ αἰσθητὰ εἰς τὴν αἴσθησιν, ἀλλ’ οὐκ ἔξωθεν, ἐπειδὴ μὴ κεχώρισται. |
| Theoph.28 | διὸ μία ἡ ἀμφοῖν, τοῦ τε νοῦ περὶ τὰ νοητὰ καὶ τῶν νοητῶν εἰς τὸν νοῦν ἡ ἐνέργεια, καθὸ οὐ διέσπασται ἀλλ’ ὁ νοῦς ἐστι τὰ νοητ ά . ἔτι καὶ ἐπὶ τῆς αἰσθήσεως τὸ πάθος περὶ τὸ αἰσθητήριον συμβαίνει, ἐπεὶ τὸ πρῶτον αἰσθητικὸν κατ’ οἰκείαν τελειοῦται ἐνέργειαν καὶ τὴν ἀπὸ τῶν αἰσθητῶν κίνησιν οὐ παθητικῶς ἀλλ’ ἐνεργητικῶς δεχόμενον· μειζόνως δὲ ὁ νοῦς ἀφ’ ἑαυτοῦ τε ἐνεργεῖ καὶ τὴν ἀπὸ τῶν νοητῶν τελείωσιν οὐ παθητικῶς ἀλλ’ ἐνεργητικῶς δέχεται· εἰ καὶ δέχεσθαι δέοι φάναι ἀλλὰ μὴ προάγειν· ἀφ’ ἑαυτοῦ γὰρ ἀρχόμενος τελειοῦται. καὶ ὅλως ἐν τοῖς ἑτεροκινήτοις τὸ πάθος ὡς ἔξωθεν διεγειρομένοις, ἐν δὲ τοῖς πάντα ἔνδοθεν ἐνεργοῦσι καὶ ὅλοις δι’ ὅλων ἐνεργητικοῖς ἀδύνατον ὑπονοεῖν τι πάθος, εἰ μὴ ὁμωνύμως. καὶ γὰρ τῇ οὐσίᾳ ἐστὶν ἐνέργεια δευτέρως καὶ ὁ δυνάμει νοῦς, αὐτὴ δ’ ἡ ἐνέργεια ἀντίκειται τῷ πάθει καὶ οὐκ ἄν ποτε παθητικῶς διατεθείη. καὶ ἁπλῶς δὴ ἐν τοῖς χωριστοῖς σωμάτων [ἀσωμάτοις], ὅπερ καὶ αὐτός φησι, τί τὸ πάθος ἢ ποία μεταβολ ή ; καὶ τὰ μὲν πάθη ἔξωθεν, ὁ δὲ νοῦς ἀρχὴ καὶ ἀ φ ’ ἑαυτο ῦ . ὡς οὖν παθητικός. εἰ γὰρ ὅλως ἀπαθή ς , φησίν, οὐδὲν νοήσε ι , τὴν ἀπὸ τῶν νοητῶν τελείωσιν πάθος καλῶν, ἐπεὶ πάντῃ καθαρεύειν τὸν νοῦν ἀνάγκη. ἐπεὶ δὲ καὶ ἀπὸ τῶν νοητῶν κατ’ οἰκείαν τελειοῦται ἐνέργειαν, διὰ τοῦτο κοινότερον ἀλλ’ οὐ κυρίως ἂν τοῦ πάθους ἐκείνου ἀκούοιμεν· ἀπαθὲς γὰρ ὁ νοῦ ς , φησὶν ὁ Θεόφραστος, εἰ μὴ ἄρα ἄλλως † ᾖ † τὸ παθητικό ν , οὐχ ὡς τὸ κινητικό ν , ἀτελὴς γὰρ ἡ κίνησι ς , ἀλ λ ’ ὡς ἐνέργει α . ταῦτα δὲ διαφέρε ι . χρῆσθαι δὲ ἀναγκαῖον ἐνίοτε τοῖς αὐτοῖς ὀνόμασι ν . ὁρᾷς ὅτι οὐδ’ ἀτελὲς οὐδὲ κατὰ τρόπον ἤ τινα κίνησιν οὐδὲ ἔξωθεν ἀλλὰ κατ’ ἐνέργειαν τὸ πάθος ἀφορίζεται ἐπὶ τοῦ νοῦ. συγγινώσκειν δὲ ἀξιοῖ τῇ τῶν ὀνομάτων χρήσει, διότι ἐκ τῶν αἰσθητῶν καὶ ἐπὶ τὰ νοερὰ μεταφέρομεν τὰ ὀνόματα. ἀξιοῖ δὲ ἀφορίζεσθαι τὸ πάσχειν. καὶ εἴρηται ὅτι κατὰ τὴν ἀπὸ τοῦ κρείττονος ἐνδιδομένην τελείωσιν ἐνεργητικῶς τοῦ δευτέρου τελειουμένου *** καὶ πῶς νοητὸν ὑπὸ νοητοῦ πάσχε ι ; ἐπειδὴ ὡς νοητὸν δεύτερον, τουτέστιν ὡς ἐνεργητικὸν καὶ ὡς ἄρχον καὶ αὐτενεργήτως ὁριζόμενον ὑπὸ τοῦ κρείττονος. καὶ πῶς αὐτὸς ἑαυτὸν τελειο ῖ ; διότι, ὡς εἴρηται, καὶ τὰ ἀπὸ τοῦ κρείττονος αὐτενεργήτως δέχεται. |
| Theoph.29 | Καὶ διὰ τί οὐκ ἀε ί ; ἢ ὁ μὲν νοῦς ἀεὶ ἐνεργεῖ, ἡ δὲ ψυχὴ οὐκ ἀεὶ χρῆται καὶ παρόντι τῷ νῷ ἐν τῇ πρὸς τὰ σώματα στροφῇ. ἐοίκασι δὲ οἱ ἄνδρες οὗτοι, καὶ ὁ Ἀριστοτέλης καὶ ὁ Θεόφραστος, ὅπερ καὶ ἤδη ἔφαμεν, νοῦν ἐνίοτε καὶ πᾶσαν τὴν λογικὴν προσαγορεύειν ζωήν, ὅπου γε καὶ μέχρι φαντασίας τὸ τοῦ νοῦ διατείνουσιν ὄνομα. καὶ οὕτως εὐλόγως ἂν ἐπὶ τῆς ψυχῆς ζητοίη διά τί οὐκ ἀε ί , οὐ τῷ μὴ ἔχειν δὴ τὴν δύναμιν ἀλλὰ τῷ πρὸς τὰ δεύτερα καὶ σωματικὰ καὶ ὅλως ἔξω ἑαυτῆς ἀποτείνεσθαι διὰ τὸ ἀμφίβιον τῆς μερικῆς ζωῆς. ἐν γὰρ τῇ εἰς ἑαυτὴν στροφῇ καὶ τῇ πρὸς νοῦν συννεύσει ἡ τελείωσις αὐτῇ, ἐν δὲ τῇ πρὸς τὰ σώματα ῥοπῇ ἡ τοῦ νοεῖν ἀπόστασις. τελεοῦται δὲ καὶ ἡ ψυχὴ ἀφ’ ἑαυτῆς τε ἀρχομένη καὶ ἑαυτὴν προσάγουσα τῷ νῷ, καὶ αὐτενεργήτως καὶ τὴν ἀπ’ ἐκείνου δεχομένη τελείωσιν· ἐπε ί , φησί, τὸ ὑ φ ’ ἑτέρου κινοῦντος τὴν ἐνέργειαν εἶναι τοῦ νοῦ καὶ ἄλλως ἄτοπο ν , καὶ πρότερόν τι ποιεῖν ἐστιν ἕτερον τοῦ νο ῦ , καὶ οὐκ ἐ φ ’ ἑαυτῷ τὸ νοεῖ ν , εἰ μή τις ἄλλος ὁ κινῶν νοῦ ς . καὶ ταῦτα ἀληθῆ εἴτε τὴν μετεχομένην ὑπὸ ψυχῆς ἀμέριστον οὐσίαν καλοίη νοῦν, εἴτε αὐτὴν τὴν λογικὴν ψυχήν. Ἀλλὰ τί τὸ ἐπαγόμενον; εἰ γὰρ ἐνεργῶ ν , φησί, γίνεται τὰ πράγματ α , τότε δὲ μάλιστα ἑκάτερόν ἐστ ι , τὰ πράγματα ἂν εἴη ὁ νοῦ ς . οὐ μόνον γὰρ τὰ νοούμενα ἀλλὰ καὶ νοῦς τότε μάλιστά ἐστιν ὅταν νοῇ· διὸ ἑκάτερον ἔφη. εἰ οὖν ὅτε τὰ πράγματά ἐστι τότε καὶ νοῦς ἐστιν, ὁ νοῦς ἂν εἴη τὰ πράγματα. ἆρα οὖ ν , ὅταν μὴ νο ῇ , μὴ ὢν τὰ πράγματα οὐδὲ νοῦς ἐστι ν ; ἢ ὁ μὲν ὄντως νοῦς καὶ ὁ δυνάμει ὑπὸ ψυχῆς μετεχόμενος νοεῖ, ἅτε ὢν καὶ αὐτός, εἰ καὶ δευτέρως, τῇ οὐσίᾳ ἐνέργει α . ἐπὶ δὲ τῆς μερικῆς ψυχῆς ἔχοι ἂν χώραν ἡ ἀπορία· αὕτη γὰρ καὶ οὐκ ἀεὶ νοεῖ. ἆρα οὖν οὐδέν ἐστι πρὶν νοεῖ ν ; ἢ ἔστι μὲν οἷον ὕλη, εἰδοποιεῖται δὲ ἔξωθεν ἐπιγινομένοις τοῖς πράγμασιν, ὅταν γινώσκῃ. ἀλλὰ καὶ ἔστι τι πρὶν ἐπίστασθαι ἡ ψυχὴ καὶ οὐκ ἔξωθεν ἀλλ’ ἀφ’ ἑαυτῆς ἄρχεταί τε καὶ προβάλλει τὰ γνωστὰ καὶ εἰς ἑαυτὴν εἰσιοῦσα εὑρίσκει τὰ πράγματα. καὶ πρὶν οὖν γνῶναί ἐστι τὰ πράγματα, ἀλλ’ ἐπειδὴ καὶ ταύτῃ μεμέρισταί πως ἡ ψυχὴ τῷ μὴ τῇ οὐσίᾳ εἶναι ἐνέργεια, δευτέραν δὲ ἴσχειν καὶ προϊοῦσαν ἀπὸ τῆς οὐσίας ἐπιστημονικὴν ἐνέργειαν, ὥσπερ ἐστὶ καὶ ὅταν μὴ ἐπίστηται, οὕτω καὶ τὰ πράγματά ἐστιν οὐκ ἐνεργητικῶς ἀλλ’ οὐσιώδως. |
| Theoph.30 | δεῖ γὰρ καὶ τὰ ἐν αὐτῇ πράγματα συστοίχως τῇ ψυχῇ νοεῖν, οὐ τῷ εἶναι νοούμενα ἀλλὰ τῷ γνωστῶς ἐνεργεῖν, καὶ γνωστὰ ἀποτελούμενα κατὰ δευτέραν καὶ προϊοῦσαν ἀπὸ τῆς οὐσίας ἐνέργειαν—εἰ μὴ ἄρα ἐπὶ τῆς ψυχῆς οὐχ ἁπλοῦν οὐδὲ μονοειδὲς οὔτε τὸ εἶναι οὔτε τὸ ἐνεργεῖν, ἀλλὰ τὸ μὲν μόνιμον τὸ δὲ μεταβαλλόμενον, περὶ δὴ τὴν μένουσαν τῆς μεταβαλλομένης προϊούσης, κατ’ ἀμφοτέρας τῆς ὅλης θεωρουμένης ψυχῆς, καὶ διὰ τοῦτο ἅμα τε μενούσης καὶ μεταβαλλομένης· καὶ ἅμα τε ἀεὶ ἐνεργούσης κατὰ τὴν κρύφιον καὶ συμφυῆ τῇ μονίμῳ οὐσίᾳ ἐνέργειαν καὶ κατὰ τὴν ἔξω προϊοῦσαν καὶ μεταβαλλομένην ζωήν· ὅταν αὐτὴ περὶ τὰ δεύτερα καὶ μεριστὰ ὅλη στρέφηται, πρὸς ταῦτα καὶ ἐνεργούσης, δόξῃ με τ ’ αἰσθήσεως χρωμένης, ἀλλ’ οὐ πρὸς τὰ ἐπιστητά, ἅπερ τὰ ἐν αὐτῇ ἐστι πράγματα, οὐδὲ ἔτι μᾶλλον πρὸς τὰ νοητά, οἷς διὰ τῶν ἐπιστητῶν συνάπτεται κατὰ μίαν οἷον συνέχειαν. καὶ ὅταν δὴ πρὸς τὰ ἐν αὐτῇ μένοντα τὴν προβεβλημένην ἐπανακαλέσηται ζωήν τε καὶ ἐνέργειαν, οὐ περὶ πάντα ἅμα ἐνεργεῖ, ἀλλὰ νῦν μὲν τάδε νῦν δὲ ἄλλα διὰ τὴν μεριστὴν φύσιν. Τὸ οὖν δυνάμει καὶ ἐνεργείᾳ κατὰ τὴν μεταβολήν. ἢ ὅταν μὴ παρῇ ἡ προϊοῦσα ἐνέργεια καθ’ ἣν ἡ ἐπιστήμη, τότε τὴν ταύτης προβλητικὴν τὴν μένουσαν οὐσίαν δυνάμει φαμέν, οὖσαν μὲν τὰ πράγματα, οὐκ ἐνεργοῦσαν δὲ κατὰ τὴν προϊοῦσαν ἐνέργειαν. κἂν οὖν μὴ πάντα ἅμα, ἄλλοτε δὲ ἄλλα γινώσκῃ, οὐ διὰ τοῦτο καὶ ἔστιν ἄλλοτε ἄλλα καὶ οὐδέποτε τὰ αὐτά, διότι οὐ πάντῃ μεταβάλλεται, ἀλλ’ ἔστι τι καὶ τὸ μένον ἐπὶ τῆς ψυχῆς, καθὰ ἀεὶ ἕστηκεν ἐν αὐτῇ τὰ πράγματα. καὶ γὰρ ἄτοπο ν , φησίν, εἰ δυνάμει μὲν ὢν μηδέν ἐστι ν , ἐνεργείᾳ δὲ ἕτερος ὅταν μὴ ἑαυτὸν νο ῇ , τῷ δὲ ἄλλο καὶ ἄλλο νοεῖν οὐδέποτε ὁ αὐτό ς . ἄκριτος γάρ τις αὕτη γε καὶ ἄτακτος ἡ φύσις —ἄριστα ἐλέγχων τοὺς δυνάμει πάντα καὶ μηδὲν εἶναι καθ’ αὑτὸν 〈τὸν〉 νοῦν ὑποτιθεμένους. πρῶτον μὲν γὰρ ὅταν μὴ νοῇ οὐδὲν ἔσται· ἔπειτα δὲ καὶ νοῶν, ὅταν ἄλλα καὶ μὴ ἑαυτὸν νοῇ, ἕτερόν τι ἔσται καὶ οὐκ αὐτός, καὶ ἄλλοτε ἄλλος καὶ ἀεὶ μεταβαλλόμενος. διό φησιν, οὐχ οὕτω ληπτέο ν , ἀλλ’ ὡς ἐλέχθη πρότερον ἐν οἷς ἠξίου κατὰ ἀναλογίαν ἀκούειν τὸ δυνάμει καὶ ἐνεργείᾳ, καὶ μὴ ὡς ἐπὶ τῆς ὕλης οὕτω καὶ ἐπὶ τοῦ νοῦ· τόδε γάρ τι εἶναι τὸν νοῦν· μηδὲ μὴν ὡς ἐπὶ τῆς αἰσθήσεως· αὕτη μὲν γά ρ , ὡς καὶ νῦν ἐπάγει, οὐκ ἄνευ σώματο ς , ὁ δὲ χωριστό ς . |
| Theoph.31 | διὸ τῶν ἔξω προελθόντων οὐ δεῖται πρὸς τὴν τελείωσιν. καὶ ὅταν ἄρα μὴ γινώσκῃ ἡ ψυχή, ἐνεργείᾳ πάντα ἐστὶ κατὰ τὴν μένουσαν καὶ οὐσιώδη τελειότητα, ἐλλείπει δὲ ἡ κατὰ προβολὴν ἐνέργεια· διὸ δυνάμει ὡς πρὸς ταύτην· καὶ ἐπειδὴ συμφυής ἐστι τοῖς ἐπιστητοῖς, ὅταν ὁτιοῦν ἐπίστηται, ἐνεργείᾳ οὖσα ὅπερ τὸ ἐπιστητὸν οὐχ ἑτέρα ἐστὶν ἑαυτῆς, διότι αὕτη κατὰ τὰ ἐπιστητὰ πάντα οὐσίωται. ἀλλὰ δὴ φαίνεται καὶ γινομένη πως. ὅταν γὰρ οὕτως ἕκαστα γένηται ὡς ἐπιστήμων κα τ ’ ἐνέργειαν λέγετα ι , τοῦτο δὲ συμβαίνειν φαμὲν ὅταν δύνηται δ ι ’ ἑαυτοῦ ἐνεργεῖ ν , ἔστι μὲν οὖν καὶ τότε δυνάμει πω ς , οὐ μὴν ὁμοίως καὶ πρὶν μαθεῖν καὶ εὑρεῖ ν . ὑπὸ τίνος οὖν ἡ γένεσις καὶ πῶ ς , εἴ τ ’ οὖν [ἢ ] ἕξεως καὶ δυνάμεως εἴτε οὐσία ς ; ἔοικε δὲ μᾶλλον ἕξεω ς , αὕτη δὲ οἷον τελεοῦν τὴν φύσι ν . γίνεται μὲν οὖν πως ἡ ψυχὴ ἐπειδὴ μὴ ἔστι μονοειδὴς ὡς τὰ νοερὰ, μηδὲ καθαρῶς μόνιμος· ἅμα δὲ μένει καὶ ἔμφυτον ἔχει τὴν μεταβολήν, ἀμφίβολός τέ ἐστι διὰ τὴν μεσότητα καὶ τὴν ἐν κινήσει ἀφοριζομένην ζωήν. διὸ καὶ εἰς ἄγνοιαν ὑποφέρεται κατὰ τὴν εἰς τὸ χεῖρον ῥοπὴν καὶ τῇ ἐπιστήμῃ αὖ τελεοῦται κατὰ τὴν ἐπὶ τὸ κρεῖττον στροφήν. διὸ καὶ ἀτελής ποτε γίνεται καὶ τελεία, ὅταν μὲν ἀγνοῇ ἀτελὴς καὶ διὰ τοῦτο δυνάμει, ἐπειδὴ τὴν τοῦ γνῶναι δύναμιν ἔχει καὶ τότε· ὅταν δὲ ἐπίστηται τελεία. διὸ ἐνεργεῖ μὲν 〈καὶ ἐν〉 τῷ ἐνεργεῖν ἡ τελειότης· ἐπεὶ δὲ καὶ ὅταν ἐπίστηται οὐ πάντως ἐνεργεῖ, δυνάμει μέν ἐστι καὶ τότ ε , οὐ μὴν ὁμοίως ὥσπερ καὶ πρὶν μαθεῖν ἢ εὑρεῖ ν , ἅτε τὴν ἕξιν ἤδη ἀπειληφυῖα καὶ τελεώσασα τὴν τῶν ἐπιστημονικῶν ἐνεργειῶν προβλητικὴν δύναμιν. ὑπὸ τίνος οὖ ν , φησίν, ἡ γένεσι ς , εἴτε ἕξεως καὶ δυνάμεως εἴτε οὐσία ς ; τουτέστι πότερον καθ’ ἕξιν μόνην καὶ δύναμιν ἐν τῇ ψυχῇ ἡ μεταβολὴ ἢ καὶ κατ’ οὐσίαν; Ἐπεὶ οὖν ἀπὸ τῆς οὐσίας αἵ τε ἕξεις καὶ ἐνέργειαι, ἀδύνατον ὑποτίθεσθαι τὴν οὐσίαν μένουσαν πάντῃ ἀμετάβλητον καὶ ἀεὶ ὡσαύτως ἔχουσαν, ποτὲ μὲν τελείων καὶ ἀγαθοειδῶν ἐνεργειῶν εἶναι ἀποδοτικήν, ποτὲ δὲ ἀτελῶν καὶ διεστραμμένων. αἱ γὰρ οὐσίαι τῶν ἐνεργειῶν αἰτίαι, καὶ ὁποῖαι ἂν ὦσιν αἱ ἐνέργειαι τοιοῦτον ἡμῖν καὶ τῆς δυνάμεως καὶ τῆς οὐσίας τὸ εἶδος συλλογίζεσθαι παρέχονται. εἰ δὲ διττὴν ἐν ἡμῖν οὐσίαν νοοῖτό τις καὶ διττὰς δυνάμεις τε καὶ ἐνεργείας, καὶ τὰς μὲν ἀεὶ τελείας, τὰς δὲ ποτὲ μὲν ἀτελεῖς ποτὲ δὲ τελείας οἰηθείη, εἰ μὲν διεσπασμένας, πολλὰ ζῷα τὸ ἓν ποιήσει καὶ παντελῶς ἀποστήσει τὴν κρείττονα οὐσίαν, ὡς μήτε ἄρχουσαν τῆς ζωῆς μήτε κοινόν τι ἔχουσαν, εἴ γε κατὰ τὴν δευτέραν τὸ παρὰ μέρος ἀτελές τε καὶ τέλειον, ἐν ᾧ ἡ ἀνθρωπεία ὁρίζεται ζωή. |
| Theoph.32 | εἰ δὲ σχέσεις λέγων διττὰς ἢ λόγους ἢ ζωὰς τὴν ἕνωσιν τοῖν δυοῖν μὴ ἀναιροίη, ἵνα μὴ χορῷ ἢ ἄλλῳ πλήθει προσεοίκῃ τὸ ἡμέτερον, συνέρχηται δὲ εἰς ἓν πάντα καὶ πρὸς μίαν συμφύηται ἀρχήν, τὸ ἓν τοῦτο ζητήσωμεν, πότερον μονοειδές ἐστι καὶ ἀκήρατον πάντῃ καὶ ἀμετάβλητον. ἀλλ’ οὕτω πάλιν οὐδεμία ἔσται ποτὲ ἐν ταῖς ψυχαῖς ἢ κατ’ οὐσίαν ἢ κατ’ ἐνέργειαν ἀτέλεια ἢ κακία ἢ πάθος· ἀκολουθοῦσι γὰρ τῇ οὐσίᾳ καὶ αἱ ἐνέργειαι. ἀλλ’ οὐδὲ πάντῃ μεταβαλλόμενον οἷόν τε συγχωρεῖν· διαμένει γὰρ ἡ ζωὴ ἐν ταῖς μεταβολαῖς. Ἄμφω ἄρα κατὰ τὸν Ἰάμβλιχον ἡ μερικὴ ψυχὴ ἐξ ἴσου συνείληφε, καὶ τὸ μόνιμον καὶ τὸ μεταβαλλόμενον, ἵνα καὶ ταύτῃ ἡ μεσότης σώζηται. τὰ μὲν γὰρ κρείττω μόνιμα μόνως, τὰ δὲ θνητὰ πάντῃ μεταβλητά. ἡ δὲ μερικὴ ψυχή, ὡς μέση πᾶσι τοῖς περικοσμίοις γένεσι συμμεριζομένη τε καὶ συμπληθυνομένη, οὐ μόνον μένει ἀλλὰ καὶ μεταβάλλει τοσαύτας διαζῶσα μεριστὰς ζωάς. καὶ οὐ κατὰ τὰς ἕξεις μόνας ἀλλὰ καὶ κατὰ τὴν οὐσίαν μεταβάλλεταί πῃ. ὃ δή, οἶμαι, καὶ αὐτὸς ἐνδεικνύμενος ἔοικε μᾶλλο ν , φησίν, ἕξεω ς . διαφαίνεται μὲν γὰρ ἡ κατὰ τὰς ἕξεις μεταβολὴ καὶ τελείωσις· διὸ μᾶλλο ν · αὐτὸ δὲ τὸ μᾶλλον φάναι ᾐνίξατο καὶ τὴν κατ’ οὐσίαν τελείωσιν. διὸ καὶ ἐπάγει· αὕτη δὲ οἷον τελεοῦν τὴν φύσι ν , τοῦ ἐνεργοῦντος δηλαδὴ ὡς οὐ πρότερον οὖσαν τελείαν· οὐδὲ γὰρ ἂν πάντῃ τελείας οὔσης τῆς οὐσίας ἀτελὴς ἦν ἥ τε ἕξις καὶ ἡ ἐνέργεια ἀπὸ μόνης προϊοῦσα τῆς οὐσίας. Ἐφεξῆς δὲ καὶ αὐτός, ὥσπερ ὁ Ἀριστοτέλης, τιθέμενος ἔνια μὲν ἄϋλα τῶν εἰδῶν, ἐφ’ ὧν ταὐτὸν αὐτό τε ἕκαστον καὶ τὸ εἶναι αὐτῷ· τὸν γὰρ λόγον καὶ τὸ εἶδος τὸ εἶναι δηλοῖ, αὐτὸ δὲ τὴν ὅλην ὑπόστασιν, ἐπὶ δὲ τῶν ἀΰλων κατὰ μόνον καὶ τὸ εἶδος καὶ τὸν λόγον ἡ ὅλη ὑπόστασις· ἔνια δὲ ἔνυλα, ἐφ’ ὧν ἕτερον αὐτὸ καὶ τὸ εἶναι αὐτῷ· κατὰ γὰρ τὸ συναμφότερον αὐτό, τὸ δὲ εἶναι πάλιν κατὰ τὸ εἶδος· ἐπειδὴ ἀμφοτέρων θεωρητικὸς ὁ δυνάμει νοῦς, ζητεῖ, πῶς ἑκάτερ α , καὶ πῶς τὰ ἐν ὕλῃ καὶ ἀφαιρέσε ι · καὶ γὰρ αὐτὰ τὰ ἔνυλα ἢ κατὰ τὸ συναμφότερον ἢ κατὰ μόνον θεωρεῖ τὸ εἶδος. διακέκριται μὲν οὖν ταῦτα σαφέστερον παρὰ τοῖς γνησίοις τοῦ Ἀριστοτέλους ἐξηγηταῖς, τῷ τε Ἰαμβλίχῳ καὶ τῷ Νεστορίου Πλουτάρχῳ φημί· μνηστέον δ’ ἔτι καὶ ἡμῖν δι’ ὀλίγων τὰ ζητούμενα διευκρινοῦσι. |
| Theoph.33 | φημὶ τοίνυν τὸν δυνάμει νοῦν, τόν τε μετεχόμενον ὑπὸ τῆς ψυχῆς καὶ αὐτὴν τὴν λογικήν, ὅταν καθαρῶς τῷ λόγῳ χρῆται καὶ μὴ σὺν αἰσθήσει καὶ φανταστικῶς εἰς τὰ ἔξω ἀποτείνηται, τὰ ἐν αὐτῇ θεωροῦσαν εἴδη καὶ τοὺς ἐν αὐτῇ ἀύλους λόγους, κατὰ τούτους καὶ τὰ ἄυλα καὶ τὰ ἔνυλα θεωρεῖν, τὰ μὲν κατὰ ταὐτότητα καὶ τὴν πρὸς ἄλληλα τῶν ἀύλων ἕνωσιν, τὰ δὲ ὡς ἀπὸ αἰτίας τὰ πρὸς τὴν αἰτίαν ὅμοια. ὡς γὰρ ὁ ἐνεργείᾳ νοῦς ἑαυτὸν νοῶν καὶ τὰ μεθ’ ἑαυτὸν ἅπαντα γινώσκει, ἅτε αὐτὸς ὢν τὰ αἰτιώδη πράγματα καὶ ἀπὸ αἰτίων τούτων καὶ τὰ αἰτιατὰ κρειττόνως ἢ ἔστιν ἐκεῖνα νοῶν, οὕτω καὶ ὁ δυνάμει νοῦς δευτέρως ἀπὸ τῶν ἐν αὐτῷ προσεχῶν αἰτίων γινώσκει τὰ ἔνυλα, ἄυλα μὲν εἰδὼς τὰ ἐν ἑαυτῷ, αἴτια δὲ τῶν ἐνύλων. Γινώσκει δὲ τὰ ἔνυλα οὐχ ὡς ἡ αἴσθησις. αὕτη μὲν γὰρ ὡς μερικὰ κατὰ τὰς ποιότητας, οἷον ὡς θερμὰ ἢ ψυχρὰ ἢ λευκὰ ἤ τι τοιοῦτον· ὁ δὲ νοῦς καὶ ἡ λογικὴ ζωὴ τὰς οὐσίας καὶ κατὰ τὰ τῶν ἐνύλων κοινὰ εἴδη. ἆρα οὖν ὅτι θερμὸν τὸ πῦρ οὐκ εἴσεται; ἢ καὶ αἱ ποιότητες καὶ τὰ συμβεβηκότα πάντα ἀπὸ τῆς ἑκάστης προΐασιν οὐσίας. διὸ ὁ τὴν οὐσίαν εἰδὼς νοῦς ** καὶ τὰ συμβεβηκότα κρειττόνως τῷ τῆς οὐσίας γνωρίζεται λόγῳ. ἀλλὰ τὸ προκείμενον, πῶς ἑκάτερα γινώσκει ἡ ψυχή, τά τε ἄυλά φημι καὶ τὰ ἔνυλα. ἤ, ὡς εἴρηται, ἄμφω μὲν κατὰ τοὺς ἐν αὐτῇ λόγους, ἀλλὰ τὰ μὲν ὡς σύστοιχα τοῖς ἐν ἑαυτῇ ἢ καὶ ὡς κρείττω, τὰ δὲ ὡς αἰτιατά. τὰ δὲ ἐν ἀφαιρέσει ἐστὶ μέν πως τὰ αὐτὰ τοῖς ἐνύλοις εἴδεσιν, ἐπινοεῖται δὲ καθ’ αὑτά, τουτέστιν οὐ μετὰ τῆς ὕλης· ἐπεὶ οὐδὲ ὑφέστηκε χωριστῶς οὐδὲ νοεῖται ὡς χωριστῶς οὐσιωμένα. ἀλλ’ ὅταν μὲν μετὰ τῆς ὕλης αὐτὰ γινώσκωμεν, τότε ὡς ἔνυλα, ὅταν δὲ ὡς εἴδη μόνον εἰδότες ὅτι ἐν ὕλῃ καὶ οὐκ ἄλλως ὑφέστηκε, τότε ἐξ ἀφαιρέσεως. Ἆρα οὖν ἑτέρῳ ἢ ἑτέρως ἔχοντι κρίνει τά τε ἄυλα καὶ τὰ ἔνυλα, καὶ τὰ ἐν ὕλῃ αὖ καὶ τὰ ἐξ ἀφαιρέσεως, ἢ τῷ αὐτῷ καὶ ὡσαύτως ἔχοντ ι ; ἢ ἄμφω ἀληθῆ· καὶ γὰρ τὸ αὐτὸ τῶν διαφόρων ἐστὶ κριτικόν, τὸ νοητικόν φημι καὶ ὡσαύτως ἔχον· κατὰ γὰρ τοὺς οἰκείους λόγους· καὶ ἑτέρῳ δέ πως καὶ ἑτέρως ἔχοντ ι , διότι ἢ ὡς αἰτίους θεωρεῖ τοὺς οἰκείους λόγους, ὅταν ἀπ’ αὐτῶν τὰ ἔνυλα θεωρῇ, ἢ ὡς συστοίχους τοῖς ἀύλοις, ἢ καὶ ὡς αἰτιατοὺς τῶν νοερῶν εἰδῶν, καὶ κατὰ τοῦτο ἑτεροιουμένοις καὶ ἑτέρως ἔχουσιν. Ὅλως δὲ ὡς χωριστὰ τὰ πράγματα τῆς ὕλη ς , οὕτω καὶ τὰ περὶ τὸν νοῦν ἀμφότεροι ἀποφαίνονται ὅ τε Ἀριστοτέλης καὶ ὁ Θεόφραστος—ἢ τοῦτο δηλοῦντες, ὅτι, ὥσπερ τὰ ἔνυλα εἴδη τῇ ἐπινοίᾳ μόνῃ χωρίζεται τῆς ὕλης, καὶ ταύτῃ ἑτέρῳ καὶ ἑτέρως ἔχοντι κρίνεται, ὡς μόνῃ ἀποδιαλαμβανόμενα τῇ ἐπινοίᾳ, οὕτω καὶ τοῦ δυνάμει νοῦ κατὰ μόνην ἐπίνοιαν χωρίζεται τὰ εἴδη· ἐπεὶ κατ’ οὐσίαν ἀεὶ σὺν τοῖς εἴδεσιν ὑπάρχει· ἵνα καὶ ὅπως δυνάμει λέγεται καὶ μηδὲν ἐνεργείᾳ ἐπιστήσωμεν, ὅτι κατὰ μόνην ἐπίνοιαν—ἢ οὖν τοῦτο σημαίνουσιν (οὕτω γὰρ ἐξηγεῖται ὁ Πλούταρχος) ἢ ὅτι, ὥσπερ τὰ χωριστὰ τῆς ὕλης τὰ μέν ἐστιν ὄντως χωριστὰ ὡς τὰ ἄυλα, τὰ δὲ κατ’ ἐπίνοιαν ὡς τὰ κατ’ ἀφαίρεσιν, οὕτω καὶ νοεῖται ἄμφω, τὰ μὲν ὡς ὄντως χωριστά, τὰ δὲ εἰ καὶ τῇ ἐπινοίᾳ χωρίζεται ἀλλ’ οὐκ ἂν ἄλλως ἢ ἐνύλως ὑφεστῶτα· ἢ μᾶλλον ἐκεῖνο, ὅτι τὰ περὶ τὸν νοῦν οὕτω θετέον ὥσπερ τὰ χωριστὰ καὶ ἄυλα διατιθέμεθα, ἵνα μὴ κατ’ ἐπίνοιαν ἀλλὰ κυρίως τὸ χωριστὸν ἀκούσωμεν. |
| Theoph.34 | ὡς γὰρ τὰ ἄυλα εἴδη ὄντως χωριστά, οὕτω καὶ ὁ νοῦς χωριστός· καὶ γὰρ πρὸ τῶν ἐνύλων τὰ ἄυλα εἴδη ὑφεστάναι τε ἀνάγκη καὶ νοητῶς ὑφεστάναι, ἅτε ἀμέριστα ὄντα καὶ ζωῆς ὅλα δι’ ὅλων καὶ γνώσεως ἡνωμένης πλήρη· ἡ γὰρ ἀζωΐα καὶ ἡ ἄγνοια κατὰ στέρησιν, ἡ δὲ στέρησις ἐν τῇ πρὸς ὕλην μίξει. ἐπεὶ οὖν νοερὰ τὰ ἄυλα, δῆλον ὡς καὶ ἐν νῷ. καὶ ὁ νοῦς αὐτός τέ ἐστιν ἄυλος καὶ τοῖς ἀύλοις συνουσίωται εἴδεσιν, εἴ γε ἀμέριστός ἐστιν ἡ ζωή τε καὶ ἡ γνῶσις εἰς ἑαυτὴν ἐστραμμένη καὶ ἐν ἑαυτῇ τὰ ὄντα εὑρίσκουσα. ἐπεὶ δὲ καὶ ἐν τοῖς ὄντως χωριστοῖς καὶ ἀύλοις πράγμασι διαφορά τίς ἐστι καθ’ ὑπόβασιν—τὰ μὲν γὰρ πάντῃ ἀμέριστα, τὰ δὲ μετά τινος ἀνελίξεως, τὰ δὲ μέσα ὡς ἀμέριστα μὲν ὁριστικὰ δὲ τῶν ἀνελιττομένων— οὕτω καὶ νοῦς πρώτως μὲν ὁ ἐνεργείᾳ χωριστός, δευτέρως δὲ ὁ δυνάμει ὢν μετεχόμενος ὑπὸ ψυχῆς καὶ αὐτὴ ἡ λογική. καὶ γὰρ αὕτη, εἰ καὶ μετὰ ἀνελίξεως, ἀλλὰ καὶ συνάγει καὶ εἰς τὸ ἀμέριστον συναιρεῖται, ἀφ’ ἑαυτῆς τε ἄρχεται καὶ ἐν αὑτῇ θεωρεῖ τὰ ὄντα· καὶ αὕτη ἄρα χωριστὴ καὶ τῶν χωριστῶν ἐστι [δὲ] πλήρης λόγων. Πάλιν δὲ ὑπομιμνήσκει φιλοσοφώτατα ὁ Θεόφραστος ὡς καὶ αὐτὸ τὸ εἶναι τὰ πράγματα τὸν νοῦν καὶ δυνάμει καὶ ἐνεργείᾳ ληπτέον οἰκείω ς , ἵνα μὴ ὡς ἐπὶ ὕλης κατὰ στέρησιν τὸ δυνάμε ι , ἢ κατὰ τὴν ἔξωθεν καὶ παθητικὴν τελείωσιν τὸ ἐνεργείᾳ ὑπονοήσωμεν, ἀλλὰ μηδὲ ὡς ἐπὶ αἰσθήσεως, ἔνθα διὰ τῆς τῶν αἰσθητηρίων κινήσεως ἡ τῶν λόγων γίνεται προβολή, καὶ αὕτη τῶν ἔξω κειμένων οὖσα θεωρητική· ἀλλὰ νοερῶς ἐπὶ νοῦ καὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ εἶναι τὰ πράγματα ληπτέο ν · καθ’ ἕνωσιν μὲν ἀμέριστον καὶ ὅρον ἀκραιφνῆ καὶ τελειότητα ἡνωμένην τὸ ἐνεργείᾳ—ἔστι γὰρ ὁ ἐνεργείᾳ νοῦς τὰ πράγματα οὐ κατὰ μέθεξιν οὐδὲ διῃρημένως, οὐδ’ ὡς ἄλλος, ἀλλ’ οὐδ’ ὡς ὁριζόμενος ὑπ’ αὐτῶν ἢ τελειούμενος· ὡς δὲ αὐτὸς ὢν τὰ πράγματα καὶ ὁ πάντων ὅρος καὶ ἡ τελειότης—κατὰ δὲ τὴν μεθ’ ἑτερότητος συναφὴν καὶ τὴν εἰς τὸ ὁριζόμενόν πως καὶ τελειούμενον ὑπόβασιν τὸ δυνάμει, διαφανέστερον μὲν ἐπὶ τῆς λογικῆς ψυχῆς τῆς ἑτερότητος ἐκφαινομένης, ὡς καὶ ἡ θεωρία αὐτῆς δηλοῖ μετὰ ἀνελίξεως συναιρουμένη τοῖς γνωστοῖς, οὔτε αὐτὴ πάντῃ μερισθεῖσα οὔτε διαστᾶσα τῶν πραγμάτων· οὐ γὰρ ἂν εἰς τὸ ἀμέριστον συνῃρεῖτο, οὐδ’ ἂν ἐφ’ ἑαυτῆς καὶ ἐν ἑαυτῇ ἐθεώρει τὰ γνωστά· ἀλλ’ οἷον κεχαλασμένην ἔχουσα τὴν πρὸς τὰ πράγματα ἕνωσιν. |
| Theoph.35 | διὸ καὶ ἤρτηται τοῦ ἀκραιφνῶς ἡνωμένου, καὶ ταύτῃ δυνάμει. διαφανέστερος μὲν οὖν ὁ χαλασμὸς οὗτος ἐπὶ τῆς ψυχῆς, ἤδη δὲ καὶ ἐπὶ τοῦ μετεχομένου ὑπ’ αὐτῆς νοῦ, διὰ τὴν ὑπόβασιν καὶ μετεχομένου καὶ τοῦ ἡνωμένου καὶ παντελῶς ἀμερίστου ὅρου ἀπῃωρημένου καὶ ὑπ’ ἐκείνου κατ’ οὐσίαν τελειουμένου· διὸ δυνάμει. ἀλλ’ ἐπεὶ καὶ αὐτὸς ἀμέριστος καὶ οὐ κατὰ ἀπόστασιν οὐδὲ διὰ παντελοῦς ἑτερότητος ἀπὸ τοῦ πρώτου ὑπέβη, διὰ τοῦτο οὔτε ὡς ἑτεροκίνητος οὔτε ὡς ὑφ’ ἑτέρου τελειοῦται, ἀλλ’ ἑαυτὸν καὶ τῷ ἐκείνου τελειῶν ὅρῳ, ὡς δευτέρως ὢν ὅπερ ἐκεῖνος καὶ κατὰ δευτέραν τινὰ καὶ πρὸς ἐκεῖνον ἡνωμένος ἕνωσιν. οὕτως οὖν οἰκείως τὸ δυνάμει ἐπὶ τοῦ νοῦ ληπτέο ν . Καί μοι δοκεῖ ἐπισημήνασθαι κἀνταῦθα τὸ δεῖν οἰκείως λαμβάνειν ὑπιδόμενος τὸ ἄγραφον γραμματεῖον, ἐνταῦθά που ὑπὸ τοῦ Ἀριστοτέλους ὡς παράδειγμα τοῦ δυνάμει νοῦ προφερόμενον, ἵνα καὶ τὸ ἄγραφον ὡς ἐν νῷ θεωρῶμεν, ἔχοντι μὲν κατ’ οὐσίαν τὰ εἴδη καὶ τέλεια ἔχοντι, ὑπὸ δὲ τοῦ πρώτου νοῦ τελειουμένῳ καὶ ἐντελεχείᾳ γραφομένῳ. τὸ γὰρ ἀμέριστον καὶ ἡνωμένον τῆς τελειότητος ἐκεῖθεν. δυνάμει μὲν τὰ νοητὰ ὁ δυνάμει νοῦ ς , ὡς καθ’ ὑπόβασιν μὲν καὶ μετά τινος ἑτερότητος, ἀλλ’ ἐγειρόμενος ἀφ’ ἑαυτοῦ εἰς τὴν ἀπὸ τοῦ πρώτου νοῦ ἀμέριστον τελειότητα· τοιοῦτον γὰρ τὸ νοερὸν δυνάμει· ἐντελεχείᾳ δὲ οὐδὲν πρὶν νοεῖ ν , τουτέστιν οὐκ ἀμερίστως οὐδὲ ἡνωμένως, πρὶν ὑπὸ τοῦ πρώτου τελειωθῆναι· τὸ δὲ πρί ν , εἰ καὶ ἐπὶ τῆς ψυχῆς, ἀλλ’ οὔτι γε ἐπὶ τοῦ μετεχομένου νοῦ χρονικῶς ἀκουστέον, κατὰ δὲ τὴν ὕφεσιν καὶ τὸν ἐπινοούμενον χωρισμὸν καὶ κατὰ τὴν αὐτοῦ ἰδιότητα. |
| Theoph.36 | ὡς γὰρ ὑφειμένος καὶ ὡς αὐτὸς ὁ δυνάμει νοῦς οὔπω ἐντελέχεια, ἀλλ’ ἢ τῷ πρώτῳ συνάπτεται ὑπ’ ἐκείνου τελειούμενος μᾶλλον δὲ κατ’ ἐκεῖνον ἑαυτὸν τελειῶν. Ἐπὶ δὲ τούτοις ἐκθέμενος τὰ Ἀριστοτέλους, ἐν οἷς ἐκεῖνος τὰ χωριστὰ καὶ ἄυλα εἰς ταὐτὸν ἄγει τῷ νῷ, ἐν δὲ τοῖς ἐνύλοις δυνάμει ἕκαστον εἶναι τῶν νοητῶν καὶ τούτοις μὴ ἐνυπάρχειν τὸν νοῦν, ἐπιδιαρθροῖ τε τὰ εἰρημένα καὶ ἐπαπορεῖ τινα. ἵνα οὖν καὶ τούτων σαφέστερον ἀντιλαβώμεθα, τὰ Ἀριστοτέλους ἡμῖν προδιαρθρωτέον ὡς οἷόν τε διὰ βραχέων. ἐπειδ ή , φησί, τὰ μέν ἐστιν ἐν ὕλῃ τὰ δὲ ἄνευ ὕλη ς , ὁποῖαι αἱ ἀσώματοι καὶ χωρισταὶ οὐσίαι, ἐν μὲν τοῖς χωριστοῖς ταὐτόν ἐστι τὸ νοοῦν καὶ τὸ νοούμενο ν . ὅ τε γὰρ νοῦς οὐκ ἔξω ἀποτεινόμενος ἀλλ’ ἐν αὑτῷ μένων νοεῖ τὰ πράγματα· διὸ ὁ αὐτὸς τοῖς νοητοῖς· τά τε ἄυλα πάντα ἀμέριστα ὄντα καὶ ζωῆς καὶ γνώσεως πλήρη νοερὰ τυγχάνει ὄντα· ἐπεὶ καὶ τὰ μὲν αἰσθητὰ διὰ τὸν ὑλικὸν διασπασμὸν ἑτέροις ἐστὶν αἰσθητά, ἑαυτοῖς δὲ ἔνια οὐδαμῶς· τὰ δὲ ἄυλα νοητὰ ὄντα καὶ ταύτῃ τῶν αἰσθητῶν διενήνοχε, τῷ μὴ διεσπάσθαι ἀπὸ τοῦ νοοῦντος μηδὲ ἔξωθεν τελειοῦσθαι, ἀλλὰ τελείως ἀφ’ ἑαυτῶν εἶναι νοητά. διὸ καὶ νοοῦντα ἔτι ἀμέριστα ὄντα ἀμερίστως καὶ τῷ νοοῦντι ἥνωται, καὶ ὅλα δι’ ὅλων ὄντα νοητὰ ὅλα δι’ ὅλων ἥνωται τῷ νῷ, καὶ οὐ κατὰ συμβεβηκὸς ἀλλὰ κατ’ οὐσίαν ὄντα νοητὰ καὶ τέλεια ὄντα κατ’ οὐσίαν, καὶ διὰ τοῦτο καὶ τέλεια κατὰ τὴν οἰκείαν οὐσίαν, νοητὰ εἴη ἂν καὶ νοοῦντα τὰ αὐτά· ἵνα καὶ καθ’ ἑαυτὰ ᾖ νοητά τε καὶ τέλεια νοητά. ὁ δὲ Ἀριστοτέλης καὶ ἀπὸ τῆς ἐπιστήμης ὑπέμνησεν ὅτι ἐν τοῖς χωριστοῖς ταὐτὸν τὸ νοοῦν καὶ τὸ νοούμενο ν . ἡ γὰρ ἐπιστήμη ἡ θεωρητικ ή , φησί, καὶ τὸ οὕτως ἐπιστητὸν ταὐτόν ἐστ ι , τουτέστιν ἡ γὰρ ἐπιστήμη, καίτοι ἔξω οὐδ’ ὅλως ἀποτεινομένη, ἐν ἑαυτῇ δὲ μένουσα καὶ εἴσω ἐνεργοῦσα, ὅμως θεωρητικὴ τῶν πραγμάτων τυγχάνει οὖσα, καὶ τὸ οὕτως ἐπιστητὸν ταὐτόν ἐστιν. ἐπεὶ γὰρ ἐπιστητά φαμεν καὶ τὰ ἔνυλα καὶ τὰ ἐξ ἀφαιρέσεως, οὐχ ὡς συστοίχως αὐτὰ τῆς ἐπιστήμης θεωρούσης, ἀλλ’ ὡς ἀπὸ αἰτίων τῶν ἐν αὐτῇ λόγων, πρὸς ταῦτα ἀντιδιαστέλλων τὸ οὕτως ἐπιστητόν φησι, τουτέστι τὸ συστοίχως ἐπιστητόν, τοιοῦτον δὲ τὸ αἰτιῶδες καὶ ἐν αὐτῇ τῇ ψυχῇ, τοῦτο δὲ ταὐτὸν τῇ ἐπιστήμῃ. ἤδη μὲν γὰρ καὶ ἐπὶ τῆς αἰσθήσεως εἴρηται ὡς οὐκ ἄλλως ἐπιτελεῖται ἡ γνῶσις, εἰ μὴ εἰς ταὐτὸν ἡ κατ’ ἐνέργειαν ἔλθοι γνῶσις τῷ κατ’ ἐνέργειαν γνωστῷ· ὥστε καὶ ἡ κατ’ ἐνέργειαν ἐπιστήμη ἡ αὐτὴ τῷ κατ’ ἐνέργειαν ἐπιστητῷ· ἀλλ’ ἡ διαφορὰ ὅτι μὴ ἔξωθεν ἥκει μηδὲ ἔξω κεῖται τὸ προηγουμένως γνωστὸν ὡς ἐπὶ τῆς αἰσθήσεως. |
| Theoph.37 | εἰ δ’ οὖν ἡ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν ταὐτόν, μειζόνως δὴ τὸ νοοῦν καὶ τὸ νοούμενον ἥνωται. Διὸ καὶ εἰκότως ἐν μέσῳ ὡς ζητήσεως καὶ σκέψεως ἄξιον ἐπεσημήνατο, τί δήποτε μὴ ἀεὶ νοοῦμε ν , εἴ γε ἐν ἡμῖν καὶ τὸ νοοῦν καὶ τὸ νοούμενο ν ; ταὐτὰ γὰρ ἄμφ ω · περὶ οὗ δὴ φθάνομεν τὸν δυνατὸν ἡμῖν τρόπον ἐπισκεψάμενοι. ἐν μὲν οὖν τοῖς χωριστοῖς ταὐτόν, ὡς εἴρηται, τὸ νοοῦν καὶ τὸ νοούμενον· ἐν δὲ τοῖς μετὰ ὕλης δυνάμει ἕκαστον τῶν νοητῶν ἐστι. τὰ γὰρ ἔνυλα οὐ καθ’ αὑτὰ νοητά ἐστιν, οὐδὲ κατ’ οὐσίαν, οὐδὲ συστοίχως τῷ νῷ. πῶς οὖν δυνάμει λέγεται; εἰ γὰρ δυνάμει, καὶ ἐνεργείᾳ ποτὲ ἔσται νοητά. ἢ ἔσται μὲν ἀλλ’ οὐ συστοίχως, κατὰ δὲ τὰ ἑαυτῶν ἐν τῷ νῷ αἴτια· καὶ ἐπειδὴ τῆς αὐτῆς ἐστι τοῖς αἰτίοις ἰδιότητος, καὶ αὐτὰ λέγεται νοητά, δυνάμει δέ, ὅτι ἐξῃρημένῳ τῷ νοοῦντι, κατὰ δὲ τὴν ἐξῃρημένην αἰτίαν ἀλλ’ οὐχ ἑαυτοῖς· οὐ γὰρ ἑαυτὰ νοεῖ. διὸ καὶ ἐπάγει, ὥστε ἐκείνοις μὲν οὐχ ὑπάρχει ὁ νοῦ ς , τοῖς ἐνύλοις λέγων, διότι μὴ ἑαυτοῖς ἐστι νοητά, ἐπειδὴ ταῦτα μὲν ἔνυλα, ἄυλος δὲ ὁ νοῦς· ἄνευ γὰρ ὕλη ς , φησί, δύναμις ὁ νοῦς τῶν τοιούτω ν . ὧν τὸ μὲν ἄνευ ὕλης τὸ ἄυλον δηλοῖ τοῦ νοῦ· δύναμις δὲ ὁ νοῦς τῶν ἐνύλων ἢ ὡς αἰτία τῶν ἐνεργειῶν (οὕτω γὰρ ὁ Πλούταρχος) ἢ ὡς μὴ συστοίχως ἀλλὰ κρειττόνως αὐτὰ θεωρῶν, διότι ἀπὸ αἰτίας· ἢ ὁ δυνάμει νοῦς δύναμις καὶ τῶν τοιούτων, ὡς καὶ ταῦτα κατὰ τὴν ἀπὸ τοῦ κρείττονος τελείωσιν νοῶν. τοῖς μὲν οὖν ἐνύλοις οὐχ ὑπάρχει ὁ νοῦ ς , ἐκείνῳ δὲ τὸ νοητὸν ὑπάρξε ι . τοῦτο δὲ διαρθρῶν ὁ Θεόφραστος ἐπάγει· ἀλ λ ’ ὅταν γένηται καὶ νοηθῇ δηλονότι ταῦτα ἕξε ι , τὰ δὲ νοητὰ ἀε ί , εἴπερ ἡ ἐπιστήμη ἡ θεωρητικὴ ταὐτὸ τοῖς πράγμασι ν , αὕτη δὲ ἡ κα τ ’ ἐνέργειαν δηλονότ ι · κυριωτάτη γά ρ . τῷ ν ῷ , φησί, τὰ μὲν νοητ ά , τουτέστι τὰ ἄυλα, ἀεὶ ὑπάρχε ι , ἐπειδὴ κατ’ οὐσίαν αὐτοῖς σύνεστι καὶ ἔστιν ὅπερ τὰ νοητά· τὰ δὲ ἔνυλ α , ὅταν νοηθ ῇ , καὶ αὐτὰ τῷ νῷ ὑπάρξε ι , οὐχ ὡς συστοίχως αὐτῷ νοηθησόμενα· οὐδέποτε γὰρ τὰ ἔνυλα τῷ νῷ ἀύλῳ ὄντι· ἀλλ’ ὅταν ὁ νοῦς τὰ ἐν αὐτῷ μὴ ὡς αὐτὰ μόνον ἀλλὰ καὶ ὡς αἴτια τῶν ἐνύλων γινώσκῃ, τότε καὶ τῷ νῷ ὑπάρξει τὰ ἔνυλα κατὰ τὴν αἰτίαν. ταῦτα δὴ περὶ μὲν τοῦ ἐνεργείᾳ οὐκ ἂν φαίην εἰρῆσθαι νοῦ (οὐ γὰρ δύναμις ἐκεῖνος) οὐδὲ τὸ ὅταν γένητα ι . |