eul_wid: die-ac

Ἐπίγραμμα
Epigram

Empedocles of Acragas Epigram PDF

unit_1 Ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κοῦρός τε κόρη τε θάμνος τ’ οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπυρος ἰχθῦς ... Ὦ φίλοι, οἳ μέγα ἄστυ κατὰ ξανθοῦ Ἀκράγαντος ναίετ’ ἀν’ ἄκρα πόλιος, ἀγαθῶν μελεδήμονες ἔργων, χαίρετ’· ἐγὼ δ’ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητὸς πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικεν, ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις.