eul_wid: ffk-av
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Epigrams (with Anacreontea) by Plato of Athens

The Epigrams are a collection of thirty-three short Greek poems preserved under the name of the philosopher Plato. Composed primarily in elegiac couplets, these verses explore themes of erotic love, friendship, mortality, and philosophical dedication. Notable examples include amorous addresses to figures such as Aster and Agathon, a lament for the philosopher's associate Dion, and a tribute to the astronomer Eudoxus. The poems are characterized by their concision, polished diction, and emotional resonance.

Scholarly consensus holds that the collection as it stands is not the work of a single author from a specific period. While a small number of the epigrams may possibly reflect Plato's own early poetic efforts, the corpus is largely considered a later Hellenistic compilation. It was likely assembled from verses composed in a Platonic style or attributed to the philosopher due to his immense cultural authority. The uncertain date of composition for individual pieces further complicates questions of authenticity.

The survival of the collection is owed to its inclusion in the Byzantine-era Greek Anthology, a vast compilation that preserved thousands of ancient epigrams. Through this transmission, the Platonic Epigrams have exercised a lasting influence as exemplary models of short-form lyric poetry. They have also been instrumental in shaping the post-classical romantic image of Plato as a figure who seamlessly united poetic sensibility with philosophical rigor.

Τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν ἔσχον·
ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη.
Τῶι μήλωι βάλλω σε· σὺ δʼ εἰ μὲν ἑκοῦσα φιλεῖς με,
δεξαμένη τῆς σῆς παρθενίης μετάδος·
εἰ δʼ ἄρʼ ὃ μὴ γίγνοιτο νοεῖς, τοῦτʼ αὐτὸ λαβοῦσα
σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος.
Μῆλον ἐγώ, βάλλει με φιλῶν σέ τις· ἀλλʼ ἐπίνευσον,
Ξανθίππη· κἀγὼ καὶ σὺ μαραινόμεθα.
Ἀστέρας εἰσαθρεῖς, Ἀστὴρ ἐμός· εἴθε γενοίμην
οὐρανός, ὡς πολλοῖσʼ ὄμμασιν εἰς σὲ βλέπω.
Ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζωιοῖσιν Ἑῶιος,
νῦν δὲ θανὼν λάμπεις Ἕσπερος ἐν φθιμένοις.
Δάκρυα μὲν Ἑκάβηι τε καὶ Ἰλιάδεσσι γυναιξί
Μοῖραι ἐπέκλωσαν δὴ τότε γεινομέναις.
σοὶ δέ, Δίων, ῥέξαντι καλῶν ἐπινίκιον ἔργων
δαίμονες εὐρείας ἐλπίδας ἐξέχεαν.
κεῖσαι δʼ εὐρυχόρωι ἐν πατρίδι τίμιος ἀστοῖς,
ὦ ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων.
Νῦν ὅτε μηδὲν Ἄλεξις ὅσον μόνον εἶφʼ ὅτι καλός,
ὦπται καὶ πάντηι πᾶς τις ἐπιστρέφεται.
θυμέ, τί μηνύεις κυσὶν ὀστέον; εἶτʼ ἀνιήσεις
ὕστερον. οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν;
Ἀρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίραν,
ἧς καὶ ἐπὶ ῥυτίδων πικρὸς ἔπεστιν ἔρως.
ἆ δειλοί, νεότητος ἀπαντήσαντες ἐκείνης
πρωτοπλόου, διʼ ὅσης ἤλθετε πυρκαϊῆς.
Εὐβοίης γένος ἦμεν Ἐρετρικόν, ἄγχι δὲ Σούσων
κείμεθα· φεῦ, γαίης ὅσσον ἀφʼ ἡμετέρης.
Οἵδε ποτʼ Αἰγαίοιο βαρύβρομον οἶδμα λιπόντες
Ἐκβατάνων πεδίωι κείμεθʼ ἐνὶ μεσάτωι.
χαῖρε, κλυτή ποτε πατρὶς Ἐρέτρια, χαίρετʼ, Ἀθῆναι,
γείτονες Εὐβοίης, χαῖρε, θάλασσα φίλη.
Χρυσὸν ἀνὴρ εὑρὼν ἔλιπε βρόχον· αὐτὰρ ὁ χρυσόν
ὃν λίπεν οὐχ εὑρὼν ἧψεν ὃν ηὗρε βρόχον.
Χρυσὸν ἀνὴρ ὃ μὲν ηὗρεν, ὃ δʼ ὤλεσεν· ὧν ὁ μὲν εὑρών
ῥῖψεν, ὁ δʼ οὐχ εὑρὼν λυγρὸν ἔδησε βρόχον.
Ἁ Κύπρις Μούσαισι· «κοράσια, τὰν Ἀφροδίταν
τιμᾶτʼ ἢ τὸν Ἔρωτʼ ὔμμιν ἐφοπλίσομαι.»
αἱ Μοῦσαι ποτὶ Κύπριν· «Ἄρει τὰ στωμύλα ταῦτα·
ἡμῖν οὐ πέτεται τοῦτο τὸ παιδάριον.»
Αἱ Χάριτες τέμενός τι λαβεῖν ὅπερ οὐχὶ πεσεῖται
ζηλοῦσαι, ψυχὴν ηὗρον Ἀριστοφάνους.
Ἡ σοβαρὸν γελάσασα καθʼ Ἑλλάδος, ἥπερ ἐραστῶν
ἑσμὸν ἐνὶ προθύροις Λαῒς ἔχουσα νέων,
τῆι Παφίηι τὸ κάτοπτρον, ἐπεὶ τοίη μὲν ὁρᾶσθαι
οὐκ ἐθέλω, οἵη δʼ ἦν πάρος οὐ δύναμαι.
Ἐννέα τὰς Μούσας φασίν τινες. ὡς ὀλιγώρως.
ἢν ἰδέ· καὶ Σαπφὼ Λεσβόθεν, ἡ δεκάτη.
Ἄρμενος ἦν ξείνοισιν ἀνὴρ ὅδε καὶ φίλος ἀστοῖς,
Πίνδαρος, εὐφώνων Πιερίδων πρόπολος.
Εἰκόνα πέντε βοῶν μικρὰ λίθος εἶχεν ἴασπις,
ὡς ἤδη πάσας ἔμπνοα βοσκομένας.
καὶ τάχα κἂν ἀπέφευγε τὰ βοίδια· νῦν δὲ κρατεῖται
τῆι χρυσῆι μάνδρηι τὸ βραχὺ βουκόλιον.
Τὸν Βρομίου Σάτυρον τεχνήσατο δαιδαλέη χείρ
μούνη θεσπεσίως πνεῦμα βαλοῦσα λίθωι.
εἰμὶ δὲ ταῖς Νύμφαισιν ὁμέψιος. ἀντὶ δὲ τοῦ πρίν
πορφυρέου μέθυος λαρὸν ὕδωρ προχέω.
εὔκηλον δʼ ἴθυνε φέρων πόδα, μὴ τάχα κοῦρον
κινήσηις ἁπαλῶι κώματι θελγόμενον.
Εἰμὶ μὲν εὐκεράοιο φίλος θεράπων Διονύσου,
λείβω δʼ ἀργυρέων ὕδατα Ναϊάδων.
θέλγω δʼ ἠρεμέοντα νέον περὶ κώματι παῖδα ...
Τὸν Σάτυρον Διόδωρος ἐκοίμισεν, οὐκ ἐτόρευσεν.
ἢν νύξηις, ἐγερεῖς· ἄργυρος ὕπνον ἔχει.
Τὸν Νυμφῶν θεράποντα φιλόμβριον ὑγρὸν ἀοιδόν,
τὸν λιβάσιν κούφαις τερπόμενον βάτραχον
χαλκῶι μορφώσας τις ὁδοιπόρος εὖχος ἔθηκεν
καύματος ἐχθροτάτην δίψαν ἀκεσσάμενος.
πλαζομένωι γὰρ ἔδειξεν ὕδωρ εὔκαιρον ἀείσας
κοιλάδος ἐκ δροσερῆς ἀμφιβίωι στόματι.
φωνὴν δʼ ἡγήτειραν ὁδοιπόρος οὐκ ἀπολείπων
Ἡ Παφίη Κυθέρεια διʼ οἴδματος ἐς Κνίδον ἦλθεν
βουλομένη κατιδεῖν εἰκόνα τὴν ἰδίην.
πάντηι δʼ ἀθρήσασα περισκέπτωι ἐνὶ χώρωι
φθέγξατο· «ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;»
Πραξιτέλης οὐκ εἶδεν ἃ μὴ θέμις, ἀλλʼ ὁ σίδηρος
ἔξεσεν, οἷά γʼ Ἄρης ἤθελε, τὴν Παφίην.
Ἁ Κύπρις τὰν Κύπριν ἐνὶ Κνίδωι εἶπεν ἰδοῦσα·
«φεῦ, φεῦ, ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;»
Οὔτε σε Πραξιτέλης τεχνάσατο, οὔθʼ ὁ σίδαρος·
ἀλλʼ οὕτως ἔστης, ὥς ποτε κρινομένη.
Σιγάτω λάσιον Δρυάδων λέπας οἵ τʼ ἀπὸ πέτρας
κρουνοὶ καὶ βληχὴ πουλυμιγὴς τοκάδων,
αὐτὸς ἐπεὶ σύριγγι μελίζεται εὐκελάδωι Πάν
ὑγρὸν ἱεὶς ζευκτῶν χεῖλος ὑπὲρ καλάμων.
αἱ δὲ πέριξ θαλεροῖσι χορὸν ποσὶν ἐστήσαντο
Ὑδριάδες νύμφαι, νύμφαι Ἁμαδρυάδες.
Ὑψίκομον παρὰ τάνδε καθίζεο φωνήεσσαν
φρίσσουσαν πυκνοῖς κῶνον ὑπὸ ζεφύροις,
καί σοι καχλάζουσιν ἐμοῖς παρὰ νάμασι σῦριγξ
θελγομένωι στάξει κῶμα κατὰ βλεφάρων.
Ναυηγοῦ τάφος εἰμί, ὁ δʼ ἀντίον ἐστὶ γεωργοῦ,
ὡς ἁλὶ καὶ γαίηι ξυνὸς ὕπεστʼ Ἀίδης.
Ναυηγόν με δέδορκας, ὃν ἡ κτείνασα θάλασσα
γυμνῶσαι πυμάτου φάρεος ἠιδέσατο.
ἄνθρωπος παλάμηισιν ἀταρβήτοις μʼ ἀπέδυσεν
τόσσον ἄγος τόσσου κέρδεος ἀράμενος.
κεῖνο καὶ ἐνδύσαιτο καὶ εἰν Ἀίδαο φέροιτο,
καί μιν ἴδοι Μίνως τοὐμὸν ἔχοντα ῥάκος.
Πλωτῆρες, σώιζοισθε καὶ εἰν ἁλὶ καὶ κατὰ γαῖαν.
ἴστε δὲ ναυηγοῦ σῆμα παρερχόμενοι.
Αἰὼν πάντα φέρει· δολιχὸς χρόνος οἶδεν ἀμείβειν
οὔνομα καὶ μορφὴν καὶ φύσιν ἠδὲ τύχην.
Εἰνοδίην καρύην με παρερχομένοισʼ ἐφύτευσαν
παισὶ λιθοβλήτου παίγνιον εὐστοχίης.
πάντας δʼ ἀκρεμόνας τε καὶ εὐθαλέας ὀροδάμνους
κέκλασμαι πυκιναῖς χερμάσι βαλλομένη.
δένδρεσιν εὐκάρποισʼ οὐδὲν πλέον· ἦ γὰρ ἔγωγε
δυσδαίμων ἐς ἐμὴν ὕβριν ἐκαρποφόρουν.
ἄλσος δʼ ὡς ἱκόμεσθα βαθύσκιον, ηὕρομεν ἔνδον
πορφυρέοις μήλοισιν ἐοικότα παῖδα Κυθήρης.
οὐ δʼ ἔχεν ἰοδόκον φαρέτρην, οὐ καμπύλα τόξα·
ἀλλὰ τὰ μὲν δένδρεσσιν ὑπʼ εὐπετάλοισι κρέμαντο,
αὐτὸς δʼ ἐν καλύκεσσι ῥόδων πεπεδημένος ὕπνωι
ηὗδεν μειδιόων· ξουθαὶ δʼ ἐφύπερθε μέλισσαι
κηροχυτοῦσʼ ἐντὸς λαροῖσʼ ἐπὶ χείλεσι βαῖνον.