ΕΙΣ ΤΟΝ ΣΙΣΥΦΟΝ
ἀσχολία. μέριμνα, φροντίς.
Φαρσαλίοις. Φάρσαλα πόλις Θεσσαλίας, ἧς οἱ πολῖται οὗτοι. ἐκ ταύτης φασὶν Ἀχιλλέα τὸν Θέτιδος γενέσθαι.
ἀτάρ. καὶ δή, πλήν, ἅτε δή, ὅμως, δέ.
σχολῆς. τῆς παρὰ τοῖς πολλοῖς εὐκαιρίας.
ἦ. ἀντὶ τοῦ ἆρα ἀπορηματικοῦ.
καὶ ἃ ἂν μὴ ἐπιστῶνται.
ἦ γάρ. ἀντὶ τοῦ οὐχ οὕτως.
μεταρσιολέσχας. διαφέρει μετέωρα μεταρσίων, ᾗ τὰ μὲν μετέωρα ἐν οὐρανῷ καὶ αἰθέρι ἐστίν, ὡς ἥλιος καὶ τὰ λοιπὰ καὶ οὐρανὸς καὶ αἰθήρ, μετάρσια δὲ τὰ μεταξὺ τοῦ αἰθέρος καὶ γῆς ἐν ἀέρι συνιστάμενα, ὡς ἄνεμοι, νεφέλαι, ὄμβροι, ἀστραπαί, βρονταί, κομῆται, δοκίδες, πώγωνες, λαμπάδες, ἴριδες, ἅλωες, διάττοντες, ῥυμοί, ῥύακες καὶ τὰ τοιαῦτα.
πάντα κάλων ἐφέντες. πάντα κάλον ἐφέντες ἢ σείσαντες. παροιμία ἐπὶ τῶν πάσῃ προθυμίᾳ χρωμένων· παρῆκται δὲ ἀπὸ τῶν τὰ σχοινία ἢ τὰ ἄρμενα χαλώντων ναυτῶν.
ἐφέντες. ἐπιτείναντες ἢ κινήσαντες.
αὐτοσχεδιάζοντες. αὐτομάτως ἢ συντόμως τι ποιοῦντες.