ΑΛΚΙΒΙΑΔΗΣ
νοσεῖ Ἀλκιβιάδης· πῦρ αὐτὸν—περιφέρει πανταχοῦ, ἀπὸ μὲν Λυκείου ἐπὶ τὴν ἐκκλησίαν, ἀπὸ δὲ τῆς ἐκκλησίας ἐπὶ τὴν θάλατταν, ἀπὸ δὲ τῆς θαλάττης ἐπὶ Σικελίαν
«ἐκαθήμεθα μὲν ἐπὶ τῶν θάκων ἐν Λυκείῳ, οὗ οἱ ἀθλο-
θέται τὸν ἀγῶνα διατιθέασιν».
«ὁ δὲ ῥᾷστα ἀνθρώπων γεγονὼς ἔτη πεντήκοντά πη»
«ὥσπερ αἱ καπηλίδες τὰ δελφάκια τρέφουσιν»
ἔπειτα πρὸς ἄνθρωπον ἐγίγνονθʼ οἱ λόγοι—τοιοῦτον, ὥσθʼ ὅ γʼ Αἰσχίνης φησὶ περὶ αὐτοῦ, ὅτι κἂν τοῖς δώδεκα θεοῖς ἥδιστα ἐπετίμησε. τοσοῦτον αὐτῷ φρονήματος περιῆν καὶ τοῦ μηδένα μηδενὸς ἄξιον εἶναι νομίζειν.
διόπερ καὶ ὅ γʼ ἐκείνου Σωκράτης οὐ τὴν αὐτὴν ἐτράπετο. ἀλλὰ τί φησί;
«γνοὺς οὖν αὐτὸν ἐγὼ ζηλοτύπως ἔχοντα πρὸς Θεμιστοκλέα».
ἔπειτʼ ἐστὶν ὁ τοῦ Θεμιστοκλέους ἔπαινος, δυοῖν ἕνεκεν ὀρθῶς ἔχων οἶμαι, τῆς τε ἀληθείας καὶ τοῦ καιρὸν ἔχειν τῷ μειρακίῳ τοὺς λόγους.
Σωκράτης «Ἐπειδὴ τοίνυν τοῦ Θεμιστοκλέους βίου ἐπιλαμβάνεσθαι ἐτόλμησας, σκέψαι οἵῳ ἀνδρὶ ἐπιτιμᾶν ἠξίωσας. ἐνθυμήθητι γὰρ ὁπόθεν ἥλιος ἀνίσχει καὶ ὅπου δύεται. Ἀλκιβιάδης Ἀλλʼ οὐδέν, ἔφη, χαλεπόν, ὦ Σώκρατες, τὰ τοιαῦτα εἰδέναι. Σωκράτης Ἤδη οὖν σοι πώποτʼ ἐμέλησεν ὅτι ταύτης τῆς χώρας τοσαύτης οὔσης, ὅσον ὁ ἥλιος πορεύεται, ἣ καλεῖται Ἀσία, εἷς ἀνὴρ ἄρχει; Ἀλκιβιάδης Πάνυ μὲν οὖν, ἔφη, ὁ μέγας βασιλεύς. Σωκράτης Οἶσθʼ οὖν ὅτι ἐκεῖνος ἐστράτευσε δεῦρο καὶ ἐπὶ Λακεδαιμονίους, ἡγούμενος, εἰ τούτω τὼ πόλει καταστρέψαιτο, ῥᾳδίως τούς γε ἄλλους Ἕλληνας ὑπηκόους αὑτῷ ἔσεσθαι· καὶ οὕτως εἰς φόβον Ἀθηναίους κατέστησεν, ὥστʼ ἐκλιπόντες τὴν χώραν εἰς Σαλαμῖνα ἔφυγον, ἑλόμενοι Θεμιστοκλέα στρατηγόν, καὶ ἐπέτρεψαν ὅτι βούλοιτο τοῖς ἑαυτῶν πράγμασι χρήσασθαι. καὶ δὴ αὗται μέγισται ἐλπίδες ἦσαν Ἀθηναίοις τῆς σωτηρίας, ἅττʼ ἂν ἐκεῖνος ὑπὲρ αὐτῶν βουλεύσαιτο. καὶ οὐ τούτου γʼ ἕνεκα Θεμιστοκλῆς τοῖς παροῦσιν ἠθύμησεν, ὅτι πλήθει νεῶν τε καὶ πεζῶν καὶ χρημάτων τὰ τῶν Ἐλλήνων πράγματα πολὺ ἐλείπετο, τὰ δὲ βασιλέως προεῖχεν, ἀλλʼ ᾔδει, ὅτι, εἰ μὴ αὑτοῦ τῷ βουλεύεσθαι ἐκεῖνος περιέσται, τά γε ἄλλα αὐτὸν τοσαῦτα ὄντα τὸ μέγεθος οὐδὲν μέγα ὠφελήσει· καὶ τοῦτο ἐγνώκει, ὅτι, ὁποτέρων ἂν οἱ ἐφεστῶτες τοῖς πράγμασι σπουδαιότεροι ἐν ἀρετῇ ἄνθρωποι ὦσι, τούτων καὶ αὐτῶν τὰ πράγματα κρείττω εἴωθε γίγνεσθαι. καὶ τότε ἄρα βασιλεὺς ᾔσθετο τὰ ἑαυτοῦ πράγματα ἀσθενέστερα ὄντα, ᾗ ἡμέρᾳ ἀνδρὶ ἑαυτοῦ σπουδαιοτέρῳ ἐνέτυχεν. ὁ δὲ οὕτω ῥᾳδίως τηλικαῦτα ὄντα τὰ ἐκείνου μετεχειρίσατο, ὥστʼ, ἐπειδὴ αὐτὸν κατεναυμάχησε, λῦσαι τὴν σχεδίαν, ἣν ἔζευξε βασιλεύς, πεῖσαι Ἀθηναίους ἐβουλήθη. ἐπειδὴ δὲ οὐκ ἐδύνατο, βασιλεῖ ἔπεμψε τἀναντία τοῖς ὑπὸ τῆς πόλεως δεδογμένοις, ὅτι κελευόντων τῶν Ἀθηναίων λῦσαι τὴν σχεδίαν αὐτὸς ἐναντιοῖτο, σῶσαι βασιλέα καὶ τοὺς μετʼ ἐκείνου πειρώμενος· ὥστʼ οὐ μόνον ἡμεῖς οὐδʼ οἱ ἄλλοι Ἕλληνες αἴτιον τῆς σωτηρίας Θεμιστοκλέα ἡγούμεθα εἶναι, ἀλλὰ καὶ αὐτὸς ὁ βασιλεὺς ὁ καταπολεμηθεὶς ὑπʼ αὐτοῦ ὑπὸ μόνου ἀνθρώπων ἐκείνου ᾤετο σεσῷσθαι. τοσοῦτον ἐκεῖνος τῷ φρονεῖν περιεγένετο. τοιγάρτοι φυγάδι ποτὲ αὐτῷ τῆς πόλεως γενομένῳ, ὡς σεσωσμένος ὑπʼ αὐτοῦ χάριν ἀπέδωκε, καὶ ἄλλα τε δῶρα πολλὰ ἐδωρήσατο καὶ Μαγνησίας ὅλης ἀρχὴν ἔδωκεν, ὥστε καὶ φεύγοντος αὐτοῦ τὰ πράγματα μείζω ἦν ἢ πολλῶν Ἀθηναίων καλῶν καὶ ἀγαθῶν δοκούντων εἶναι οἴκοι μενόντων. τίς ἂν οὖν ἐκείνῳ τῷ χρόνῳ δικαίως αἰτίαν ἔχοι μέγιστον δύνασθαι ἄλλος ἢ Θεμιστοκλῆς, ὃς τὸν τῶν ἀφʼ ἡλίου ἀνίσχοντος μέχρι ἡλίου δυομένου βασιλεύοντα, στρατηγήσας τῶν Ἑλλήνων, κατεστρέψατο; ἐνθυμοῦ οὖν, ἔφην ἐγώ, ὦ Ἀλκιβιάδη, ὅτι ἐκείνῳ τοιούτῳ ὄντι οὐχ ἱκανὴ ἡ ἐπιστήμη τοσαύτη οὖσα ἐγένετο, ὥστε φυλάξασθαι, μὴ ἐκπεσεῖν μηδὲ ἀτίμῳ ὑπὸ τῆς πόλεως γενέσθαι, ἀλλʼ ἐνεδέησε. τί οὖν οἴει τοῖς τε φαύλοις τῶν ἀνθρώπων καὶ ἐν μηδεμιᾷ ἐπιμελείᾳ ἑαυτῶν οὖσιν; οὐ θαυμαστὸν, εἰ καὶ τὰ μικρὰ δύνανται κατορθοῦν; καὶ μηδέν γʼ ἐμοῦ, ἦν δʼ ἐγώ, ὦ Ἀλκιβιάδη, καταγνῷς, ὡς πρὸς τὰς τύχας καὶ τὰ θεῖα πράγματα ἀλλοκότως καὶ ἀθέως ἔχοντος, εἰ προστίθημι ἐκείνῳ ἐπιστήμην πάντων, ὧν ἔπραττε, καὶ μηδεμίαν οἴομαι τύχην αἰτίαν τούτων τῶν ἔργων γεγενῆσθαι. πολὺ γὰρ ἂν ἐγώ σοι μᾶλλον ἔχοιμι ἀποδεῖξαι, τοὺς τἀναντία ἐμοῖ δοξάζοντας ἀθέως ἔχοντας ἢ ʼκεῖνοι ἐμέ, οἵτινες ἐξ ἴσου οἴονται τοῖς τε πονηροῖς καὶ τοῖς χρηστοῖς τὰς τύχας γίγνεσθαι, ἀλλὰ μὴ τοῖς καλοῖς κἀγαθοῖς εὐσεβεστέροις γε οὖσιν ἀμείνω τὰ παρὰ τῶν θεῶν ὑπάρχειν·»
καὶ οὐ κακῶς λέγει τὸν Θεμιστοκλέα παρόντος ἐκείνου, ὅπως μὴ ἔτι μᾶλλον ἀκούων διαφθείροιτο, οὐδέ γε εἰς παραμυθίας μέρος αὐτῷ κατατίθεται τὸ μὴ μόνον αὐτὸν τῇ ἀμαθίᾳ συνοικεῖν, ἀλλὰ καὶ πάντας εἶναι τοιούτους, ὅσοι τὰ τῆς πόλεως πράττουσιν· οὐδαμῶς· ἀλλʼ ἀναγκάζει
«κλάειν θέντα τὴν κεφαλὴν ἐπὶ τὰ γόνατα ἀθυμήσαντα,
ὡς οὐδʼ ἐγγὺς ὄντα τῷ Θεμιστοκλεῖ τὴν παρασκευήν». καὶ προσέτι συμμέτρως ἐπέτεινε τὸν λόγον. εἶπε γάρ που μεταξὺ λέγων ὡς οὐδʼ ἐκείνῳ ἡ ἐπιστήμη τοσαύτη οὖσα ἤρκεσεν, ἀλλʼ ἐνεδέησεν, ὥστε τὴν μὲν βλασφημίαν περιῃρῆσθαι, ὃ δʼ ἦν χρήσιμον εἰς τὸ προτρέψαι, παρʼ ἀμφοῖν ἐκεῖναι, καὶ παρὰ τῆς εὐφημίας καὶ παρὰ τοὺ μηδὲ ταῦτα ἀρκέσαι φῆσαι τῷ γε Θεμιστοκλεῖ. οὕτω καίτοι τοῖς ἄλλοις Αἰσχίνης λειπόμενος Πλάτωνος, τοῦτό γε ἄμεινόν πως διεχείρισεν.
«Ἐγὼ δʼ εἰ μέν τινι τέχνῃ ᾤμην δύνασθαι ὠφελῆσαι πάνυ ἂν πολλὴν ἐμαυτοῦ μωρίαν κατεγίνωσκον· νῦν δὲ θείᾳ μοίρᾳ ᾤμην μοι τοῦτο δεδόσθαι ἐπʼ Ἀλκιβιάδην καὶ οὐδέν γε τούτων ἄξιον θαυμάσαι».
«Πολλοὶ γὰρ καὶ τῶν καμνόντων ὑγιεῖς γίγνονται οἱ μὲν ἀνθρωπίνῃ τέχνῃ, οἱ δὲ θείᾳ μοίρᾳ. ὅσοι μὲν οὖν ἀνθρωπίνῃ τέχνῃ, ὑπὸ ἰατρῶν θεραπευόμενοι, ὅσοι δὲ θείᾳ μοίρᾳ ἐπιθυμία αὐτοὺς ἄγει ἐπὶ τὸ ὀνῆσον· καὶ τότε ἐπεθύμησαν ἐμέσαι, ὁπότε αὐτοῖς ἔμελλε συνοίσειν, καὶ τότε κυνηγετῆσαι, ὁπότε συνοίσειν ἔμελλε πονῆσαι».
«Ἐγὼ δὲ διὰ τὸν ἔρωτα ὃν ἐτύγχανον ἐρῶν Ἀλκιβιάδου οὐδὲν διάφορον τῶν Βακχῶν ἐπεπόνθειν. καὶ γὰρ αἱ Βάκχαι ἐπειδὰν ἔνθεοι γένωνται, ὅθεν οἱ ἄλλοι ἐκ τῶν φρεάτων οὐδὲ ὕδωρ δύνανται ὑδρεύεσθαι, ἐκεῖναι μέλι καὶ γάλα ἀρύονται. καὶ δὴ καὶ ἐγὼ οὐδὲν μάθημα ἐπιστάμενος ὃ διδάξας ἄνθρωπον ὠφελήσαιμʼ ἄν, ὅμως ᾤμην ξυνὼν ἂν ἐκείνῳ διὰ τὸ ἐρᾶν βελτίω ποιῆσαι».
ΑΞΙΟΧΟΣ
ἐν δὲ τῷ Ἀξιόχῳ πικρῶς Ἀλκιβιάδου κατατρέχει ὡς οἰνόφλυγος καὶ περὶ τὰς ἀλλοτρίας γυναῖκας σπουδάζοντος.
«καὶ τοσούτῳ ἐκεῖνο τούτου διαφέρειν ἐνόμιζον ὅσον κρείττων ἐστὶν ἀνὴρ γυναικός».
κυνηγεῖσθαι, ἰξεύεσθαι. τάχα δʼ ἂν τούτοις προσήκοιεν καὶ «οἱ ἀλεκτρυονοτρόφοι», οὓς ὠνόμασεν ἐν Ἀξιόχῳ Αἰσχίνης.
ΑΣΠΑΣΙΑ
Μετὰ δὲ ταύτην ἡ τῆς σοφίας καὶ συνέσεως εἰκὼν γραπτέα. δεήσει δὲ ἡμῖν ἐνταῦθα πολλῶν τῶν παραδειγμάτων, ἀρχαίων τῶν πλείστων, ἑνὸς μὲν καὶ αὐτοῦ Ἰωνικοῦ· γραφεῖς δὲ καὶ δημιουργοὶ αὐτοῦ Αἰσχίνης Σωκράτους ἑταῖρος καὶ αὐτὸς Σωκράτης, μιμηλότατοι τεχνιτῶν ἁπάντων, ὅσῳ καὶ μετʼ ἔρωτος ἔγραφον. τὴν δὲ ἐκ τῆς Μιλήτου ἐκείνην Ἀσπασίαν, ᾗ καὶ ὁ Ὀλύμπιος θαυμασιώτατός γε αὐτὸς συνῆν, οὐ φαῦλον συνέσεως παράδειγμα προθέμενοι, ὁπόσον ἐμπειρίας πραγμάτων καὶ ὀξύτητος ἐς τὰ πολιτικὰ καὶ ἀγχινοίας καὶ δριμύτητος ἐκείνῃ προσῆν, τοῦτο πᾶν ἐπὶ τὴν ἡμετέραν εἰκόνα μεταγάγωμεν ἀκριβεῖ τῇ στάθμῃ· πλὴν ὅσον ἐκείνη μὲν ἐν μικρῷ πινακίῳ ἐγέγραπτο, αὕτη δὲ κολοσσιαία τὸ μέγεθός ἐστι.
πεφύκασι δʼ οἱ πλεῖστοι τῶν φιλοσόφων τῶν κωμικῶν κατήγοροι μᾶλλον εἶναι, εἴ γε καὶ Αἰσχίνης ὁ Σωκρατικὸς
ἐν δὲ τῇ Ἀσπασίᾳ Ἱππόνικον μὲν τὸν Καλλίου κοάλεμον προσαγορεύει.
ὅτι μὲν ἐπιστήμην τιμᾷς παντὸς μᾶλλον, ὦ Σώκρατες, ἀκούω μέν σου πολλάκις διατεινομένου, προξενοῦντος τοὺς νέους ἄλλον ἄλλῳ διδασκάλῳ· ὅς γε καὶ εἰς Ἀσπασίας τῆς Μιλησίας παρακελεύῃ Καλλίᾳ τὸν υἱὸν πέμπειν, εἰς γυναικὸς ἄνδρα.
Ῥοδογύνη, ἡ Περσῶν βασιλίσσα, ὥς φησιν Αἰσχίνης ὁ φιλόσοφος, μεγίστην ἐποίησε τὴν Περσῶν βασιλείαν. οὕτως γάρ φησιν ἀνδρείαν αὐτὴν ἐν τοῖς ἔργοις καὶ φοβερὰν γενέσθαι, ὥστε ποτὲ περὶ τὴν ἄσκησιν τῶν τριχῶν οὖσαν, ἀκούσασαν ἀποστάντα τινὰ τῶν ἐθνῶν, ἀφιέναι μὲν ἡμιτέλεστον τὴν πλοκήν, μὴ πρότερον δὲ ἀναπλέξασθαι πρὶν καταλαβοῦσαν ὑποτάξαι τὰ προειρημένα ἔθνη. διὸ καὶ εἰκὼν αὐτῆς ἀνετέθη χρυσεία, τὰς μὲν ἡμισεῖς ἔχουσα τρίχας ἐπὶ τῆς κεφαλῆς ἀναπεπλεγμένας, τὰς δὲ ἡμισεῖς καθειμένας.
τηλικοῦτος ὢν παρʼ ἐκείνην φοιτᾷς.
τὰς δʼ ἐκ τῆς Ἰωνίας γυναῖκας συλλήβδην μοιχάδας καὶ κερδαλέας προσαγορεύει Αἰσχίνης ὁ Σωκρατικὸς ἐν τῇ Ἀσπασίᾳ.
φασὶ δʼ αὐτὴν Θαργηλίαν τινὰ τῶν παλαιῶν Ἰάδων ζηλώσασαν ἐπιθέσθαι τοῖς δυνατωτάτοις ἀνδράσι. καὶ γὰρ ἡ Θαργηλία τό τʼ εἶδος εὐπρεπὴς γενομένη καὶ χάριν ἔχουσα μετὰ δεινότητος πλείστοις μὲν Ἑλλήνων συνῴκησεν ἀνδράσι, πάντας δὲ προσεποίησε βασιλεῖ τοὺς πλησιάσαντας αὐτῇ καὶ ταῖς πόλεσι μηδισμοῦ διʼ ἐκείνων ὑπέσπειρεν ἀρχὰς δυνατωτάτων ὄντων καὶ μεγίστων.
καὶ Αἰσχίνης δὲ ὁ ἀπὸ τοῦ Σωκράτους—οὐκ ὤκνει γοργιάζειν ἐν τῷ περὶ τῆς Θαργηλίας λόγῳ· φησὶ γάρ που ὧδε.
«Θαργηλία Μιλησία ἐλθοῦσα εἰς Θετταλίαν ξυνῆν Ἀντιόχῳ Θετταλῷ βασιλεύοντι πάντων Θετταλῶν».
τὴν δʼ Ἀσπασίαν οἱ μὲν ὡς σοφήν τινα καὶ πολιτικὴν ὑπὸ τοῦ Περικλέους σπουδασθῆναι λέγουσι·
καὶ Περικλέα δημηγορεῖν παρεσκεύασεν, ὡς Αἰσχίνης ὁ Σωκρατικὸς ἐν διαλόγῳ Ἀσπασίᾳ.
λέγεται δὲ καὶ Ἀσπασία ἡ Μιλησία τὴν τοῦ Περικλέους γλῶσσαν κατὰ τὸν Γοργίαν θῆξαι.
περὶ δὲ τοῦτον τὸν χρόνον Ἀσπασία δίκην ἔφευγεν ἀσεβείας Ἑρμίππου τοῦ κωμῳδοποιοῦ διώκοντος καὶ προσκατηγοροῦντος, ὡς Περικλεῖ γυναῖκας ἐλευθέρας εἰς τὸ αὐτὸ φοιτώσας ὑποδέχοιτο. —Ἀσπασίαν μὲν οὖν ἐξῃτήσατο πολλὰ πάνυ παρὰ τὴν δίκην, ὡς Αἰσχίνης φησίν, ἀφεὶς ὑπὲρ αὐτῆς δάκρυα καὶ δεηθεὶς τῶν δικαστῶν.
Αἰσχίνης δέ φησι καὶ Λυσικλέα τὸν προβατοκάπηλον ἐξ ἀγεννοῦς καὶ ταπεινοῦ τὴν φύσιν Ἀθηναίων γενέσθαι πρῶτον Ἀσπασίᾳ συνόντα μετὰ τὴν Περικλέους τελευτήν.
ἐπεγήματο δὲ μετὰ τὸν Περικλέους θάνατον Λυσικλεῖ τῷ προβατοκαπήλῳ—καὶ τὸν Λυσικλέα ῥήτορα δεινότατον παρεσκευάσατο—ὡς Αἰσχίνης ὁ Σωκρατικὸς ἐν διαλόγῳ Ἀσπασίᾳ.
οὐ τοίνυν οὐδὲ Σωκράτης ἄλλως ἐχρῆτο τοῖς λόγοις οὐδὲ τοῖς παραδείγμασι, ἀλλʼ—εἰ δὲ Λυσικλεῖ διαλέγοιτο προβάτων καὶ καπήλων.
«φαίνει γὰρ ἐζηλωκέναι τοὺς ἐν τῷ δικαστηρίῳ καὶ ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ ἄλλων ἀγωνιζομένους».
καὶ γὰρ Σωκράτης ἔστιν ὅτε μετὰ τῶν γνωρίμων ἐφοίτα.
Σωκράτης Ἀσπασίᾳ προσεφοίτα κατὰ χάριν τοῦ τὰ ἐρωτικὰ παιδευθῆναι.
Ἀσπασία—παρὰ Σωκράτει πεφιλοσοφηκυῖα.
καὶ τὰς γυναῖκας ἀκροασομένας οἱ συνήθεις ἦγον εἰς αὐτήν.
Κριτόβουλος Οἷς δὲ σὺ λέγεις ἀγαθὰς εἶναι γυναῖκας, ὦ Σώκρατες, ἢ αὐτοὶ ταύτας ἐπαίδευσαν; Σωκράτης Οὐδὲν οἷον τὸ ἐπισκοπεῖσθαι. συστήσω δέ σοι ἐγὼ καὶ Ἀσπασίαν, ἣ ἐπιστημονέστερον ἐμοῦ σοι ταῦτα πάντα ἐπιδείξει.
Κριτόβουλος Τί οὖν, ἔφη ὁ Κριτόβουλος, ἐμοὶ τοῦτο λέγεις, ὥσπερ οὐκ ἐπὶ σοὶ ὄν, ὅ τι ἂν βούλῃ περὶ ἐμοῦ λέγειν;
Σωκράτης Μὰ Δίʼ οὐχ, ὥς ποτε ἐγὼ Ἀσπασίας ἤκουσα· ἔφη γὰρ τὰς ἀγαθὰς προμνηστρίδας μετὰ μὲν ἀληθείας τἀγαθὰ διαγγελλούσας δεινὰς εἶναι συνάγειν ἀνθρώπους εἰς κηδείαν, ψευδομένας δʼ οὐκ ἐθέλειν ἐπαινεῖν· τοὺς γὰρ ἐξαπατηθέντας ἅμα μισεῖν ἀλλήλους τε καὶ τὴν προμνησαμένην.
ΚΑΛΛΙΑΣ.
—ὁ δὲ Καλλίας αὐτοῦ περιέχει τὴν τοῦ Καλλίου πρὸς τὸν πατέρα διαφορὰν καὶ τὴν Προδίκου καὶ Ἀναξαγόρου τῶν σοφιστῶν διαμώκησιν. λέγει γὰρ ὡς ὁ μὲν Πρόδικος Θηραμένην μαθητὴν ἀπετέλεσεν, ὁ δʼ ἕτερος Φιλόξενον τὸν Ἐρύξιδος καὶ Ἀριφράδην τὸν ἀδελφὸν Ἀριγνώτου τοῦ κιθαρῳδοῦ, θέλων ἀπὸ τῆς τῶν δηλωθέντων μοχθηρίας καὶ περὶ τὰ φαῦλα λιχνείας ἐμφανίσαι τὴν τῶν παιδευσάντων διδασκαλίαν.
Τοῖν μὲν ξένοιν ἐπεμελήθην ὡς παρεκάλεις, καὶ τὸν ἐν τῷ δήμῳ συναγορεύσοντα αὐτοῖν ἐσκεψάμην τῶν ἡμετέρων τινὰ ἑταίρων, ὃς ὑπηρετήσειν ἔφη προθυμότερον διὰ τὸ καὶ σοὶ χαρίζεσθαι ἐθέλειν. περὶ δὲ τοῦ χρηματισμοῦ καὶ περὶ ὧν προσπαίζων ἔγραφες τὸ μὲν ἐπιπλήττειν ἐνίους οὐδὲν ἴσως ἄτοπον, εἰ πρῶτον μὲν ἐσπουδακότων τῶν ἄλλων περὶ πλοῦτον ἐγὼ πένης αἱροῦμαι βιοῦν, ἔπειτα ἐξόν μοι παρὰ πολλῶν πολλὰ λαμβάνειν οὐ τὰς παρὰ ζώντων μόνον δωρεὰς τῶν φίλων, ἀλλὰ καὶ ὅσα ἂν τελευτῶντές μοι ἀφῶσιν ἑκὼν παραιτοῦμαι· τὸν δʼ οὕτω διακείμενον οὐδὲν θαυμαστὸν μαινόμενον παρὰ τοῖς ἄλλοις νομίζεσθαι. χρὴ δὲ μὴ τοῦτο μόνον ἀλλὰ καὶ τὸν ἄλλον ἡμῶν προσεπιθεωρεῖν βίον, καὶ εἰ περὶ τὴν χρῆσιν τῶν χρημάτων διαφέροντες φανούμεθα, μὴ θαυμάζειν ὅτι καὶ περὶ τὸν πορισμὸν διεστήκαμεν. ἐμοὶ μὲν τοίνυν ἀπαρκεῖ τροφῇ τε χρῆσθαι τῇ λιτοτάτῃ καὶ ἐσθῆτι θέρους τε καὶ χειμῶνος τῇ αὐτῇ, ὑποδήμασι δὲ πάμπαν οὐ χρῶμαι, οὐδὲ πολιτικῆς ἐφίεμαι δόξης πλὴν ὅσον ἐκ τοῦ σώφρων εἶναι καὶ δίκαιος· οἳ δὲ πολυτελείας μὲν τῆς περὶ τὴν δίαιταν οὐδὲν ἀπολείπουσιν, ἐσθῆτας δὲ διαφόρους οὐχ ὅτι γε ἔτους τοῦ αὐτοῦ ἀλλὰ καὶ ἡμέρας τῆς αὐτῆς ἀμφιέννυσθαι ζητοῦσι, πολλὰ δὲ χαρίζονται καὶ ταῖς ἀπορρήτοις ἡδοναῖς. καὶ ὃν τρόπον οἱ τὴν κατὰ φύσιν χρόαν διεφθορότες ἐπακτοῖς χρώμασι κοσμοῦνται, κἀκεῖνοι τὴν ἐξ ἀρετῆς ἀληθινὴν δόξαν ἀπολωλεκότες, ἣν εἰκὸς παραγίνεσθαι ἐκάστῳ, εἰς τὴν ἐκ τῆς ἀρεσκείας καταφεύγουσι, διανομαῖς καὶ ἑστιάσεσι πανδήμοις τὴν παρὰ τῶν πληθῶν εὐφημίαν παρακαλούμενοι. ὅθεν εἰκότως οἶμαι πολλῶν αὐτοῖς δεῖσθαι συμβαίνει· οὔτε γὰρ αὐτοὶ ζῆν δύνανται ἀπʼ ὀλίγων, οἵ τε πλησίον ἀποδέχεσθαι αὐτοὺς οὐκ ἐθέλουσι, μὴ μισθὸν τῆς εὐλογίας φερόμενοι. ἐμοὶ μὲν πρὸς ἄμφω ταῦτα καλῶς ἔχει ὁ βίος. καὶ εἰ μέν τί με τῶν ἀληθῶν ἐκφεύγει. οὐκ ἂν ἰσχυρισαίμην· ὅτι μέντοι ταῦτα μὲν οἱ κρείττους φασὶν εἶναι βελτίω, ἐκεῖνα δὲ οἱ πολλοί, σαφῶς οἶδα πολλάκις δὲ καὶ περὶ τοῦ θεοῦ κατʼ ἐμαυτὸν ἐννοούμενος, καθʼ ὅτι εὐδαίμων εἴη καὶ μακάριος, ὁρῶ τῷ μηδενὸς δεῖσθαι αὐτὸν ὑπερβάλλοντα ἡμᾶς· φύσεως γὰρ λαμπροτάτης ἐκεῖνο ἦν, οὐ τὸ πολλῶν δεόμενον ἑτοίμως ἔχειν ἀπολαύειν. καίτοι σοφώτερόν τε εἶναι εἰκὸς ὅστις ἑαυτὸν ἀπεικάζει τῷ σοφωτάτῳ, καὶ μακαριώτερον ὑπάρχειν ὃς ἂν ὅτι μάλιστα ἐξομοιωθῇ τῷ μακαριωτάτῳ. τοῦτο δὲ εἰ μὲν πλοῦτος ποιεῖν ἐδύνατο, πλοῦτόν γʼ ἂν ἐχρῆν αἱρεῖσθαι· ἐπεὶ δὲ ἀρετὴ μόνη φαίνεται παρασκευάζειν, εὔηθες ἀφέντας τὸ ὂν ἀγαθὸν τὸ δοκοῦν μεταδιώκειν. ὡς μὲν οὖν τἀμὰ οὐχ οὕτως βέλτιον ἔχει, οὐκ ἄν μέ τις ῥαδίως μεταπείσειε· περὶ δὲ τῶν παίδων ὅπερ ἔφησθα δεῖν προνοεῖσθαι, ᾗ διανοοῦμαι περὶ αὐτῶν, μαθεῖν ἔξεστι πᾶσιν ἀνθρώποις. μίαν ἀρχὴν εὐδαιμονίας ἐγὼ νομίζω φρονεῖν εὖ, τὸν δὲ νοῦ μὲν μὴ μετειληφότα, χρυσίῳ δὲ πιστεύοντα καὶ ἀργυρίῳ πρῶτον μὲν ὅπερ οἴεται κεκτῆσθαι ἀγαθὸν οὐκ ἔχειν, ἔπειτα τοσοῦτον ὑπάρχειν ἀθλιώτερον τῶν ἄλλων, ὅσον ὁ μὲν ἀναγκασθεὶς ὑπὸ πενίας, εἰ καὶ μὴ νῦν, αὖθίς ποτε φρονήσει, ὁ δὲ τὰ μὲν ὑπʼ οἰήσεως τοῦ εἶναι μακάριος τῆς ἀληθινῆς ὠφελείας ἀμελῶν, τὰ δὲ ὑπὸ χορηγίας διαφθειρόμενος, πρὸς οἷς ἠτύχει ἤδη καὶ τῶν ὄντως ἀνθρωπίνων ἀγαθῶν προσαπεστέρηται τὴν ὑπὲρ τῶν μελλόντων χρηστὴν ἐλπίδα. οὐδὲ γὰρ σωθῆναι οἷόν τέ ἐστι τῷ τοιούτῳ πρὸς ἀρετήν, κατεχομένῳ μὲν ὑπὸ κολακείας ἀνθρώπων ὁμιλῆσαι δεινῶν, κατεχομένῳ δὲ ὑπὸ γοητείας ἡδονῶν, αἳ κατὰ πᾶν αἰσθητήριον προσβάλλουσαι τῇ ψυχῇ πᾶν ὅ τι καλὸν ἢ σωφρονικὸν ἐν αὐτῇ ἠρέμα ἐξελαύνουσι. τίς οὖν ἀνάγκη παισὶν αἰτίαν καταλιπεῖν ἀφροσύνης μᾶλλον ἢ παιδεύσεως, οὐ λόγοις μόνον, ἀλλὰ καὶ ἔργοις δηλώσαντας, ὅτι ἐν σφίσιν αὐτοῖς τὰς ἀπʼ αὐτῶν ἔχουσιν ἐλπίδας καὶ μὴ γενομένοις ἀγαθοῖς οὐδὲ ζῆν καταλείπεται, ἀλλὰ λιμῷ φθαρέντες οἰκτρῶς τελευτήσουσι, πρέπουσαν ἀργίᾳ δίκην ἐκτίνοντες; καίτοιγε ὁ νόμος μέχρι ἥβης κελεύει παῖδα ἐκτρέφεσθαι ὑπὸ γονέων. ὑμεῖς δʼ, ἴσως εἴποι τις ἂν ἀνὴρ πολιτικὸς ἀγανακτῶν πρὸς τοὺς ἑαυτοῦ υἱεῖς κληρονομεῖν ἐπιθυμοῦντας, οὐδὲ τελευτῶντος ἀφέξεσθαί μου διανοεῖσθε, ἀλλὰ καὶ τελευτῶντα τροφὰς οἱ ζῶντες αἰτήσετε καὶ οὐκ αἰσχυνεῖσθε θανάτου ζωὴν ἀπρακτοτέραν βιοῦντες; ἀλλὰ τὰ μὲν ἐμὰ περιττεύειν καὶ μετὰ θάνατον ἀξιοῦτε ἑτέροις, τὰ δʼ ὑμέτερα ὑμῖν οὐδʼ εἰς τὸ ζῆν ἐξαρκέσει. ἐκεῖνος μὲν οὖν σκαιοῖς ἴσως πρὸς τοὺς ἑαυτοῦ παῖδας χρήσεται τοῖς λόγοις, πατρικὴν ἅμα πολιτικῇ παρρησίαν ἄγων, τὰ δʼ ἐμὰ λόγου μὲν ἕνεκα ἐπιεικέστερα ὄντα τυγχάνει, ἔργῳ δὲ οὐ πόρρῳ φαίνεται πλουτούντων ἀποστατεῖν. ὅθεν ἐγὼ χρυσίον μὲν οὐ καταλείψω τοῖς ἐμαυτοῦ παισί, τοῦ δὲ χρυσοῦ κτῆμα τιμιώτερον φίλους ἐπιεικεῖς, οὓς φυλάττοντες μὲν οὐδενὸς ἐλλειφθήσονται τῶν ἀναγκαίων, κακῶς δὲ τὰ περὶ τοὺς φίλους μεταχειρίσαντες εὔδηλον ὡς τά γε χρήματα πολὺ κάκιον διοικήσουσιν. εἰ δέ σοι τὰς ἐνίων ὀλιγωρίας ὁρῶντι φαύλως δόξω βεβουλεῦσθαι. πρῶτον μὲν ἐκεῖνο ἐρῶ. ὅτι οὐ πάντες ἄνθρωποι ὁμοίως ἔχουσι πρὸς τοὺς φίλους — εἰσὶ δὲ οἳ καὶ τετελευτηκότων αὐτῶν προνοοῦσιν. ἔπειθʼ ὅτι τοὺς ἡμετέρους τοιούτους εἰκὸς εἶναι, οὐ φορτικῶς ἡμῖν συνεληλυθότας, οὐδὲ νῦν μόνον ἀλλὰ καὶ τότε τῆς παρʼ ἡμῶν οὐχ ἧττον ὠφελείας ἀπολαύοντας. τῆς μὲν οὖν ὀλιγοχρονίου χάριτος εἰκὸς καὶ τὰς ἀμοιβὰς εἶναι βραχείας, αἱ πολυχρόνιοι δὲ τῶν εὐεργεσιῶν ἴσην τῇ ὠφελείᾳ τίκτουσι τὴν ἀμοιβήν. τὰ δʼ ἐμὰ μαντεύομαι προκόπτουσι τοῖς ἑταίροις καλλίω φανεῖσθαι. διόπερ οὐδὲ μισθοὺς αὐτοὺς εἰσπράττομαι, ὅτι οὐδὲν ἔχω πρέπον ἀντικατάλλαγμα φιλοσοφίας ἄλλο πλὴν φιλίαν, καὶ ὅτι οὐχ ὥσπερ οἱ σοφισταὶ κἀγὼ δέδοικα περὶ τῶν ἰδίων· παλαιούμενα γὰρ νέα γίνεται καὶ πρὸς τὸ γῆρας μᾶλλον ἀναζωπυρεῖσθαι φιλεῖ, ὅθεν αὐτά τε μάλιστα ὑπὸ τῶν μαθόντων στέργεται τότε, καὶ ὁ γεννήσας αὐτὰ πατὴρ ἐπιποθεῖται. περιὼν μὲν οὖν τιμῆς τυγχάνει, τελευτήσας δὲ μνήμης ἀξιοῦται· κἂν τῶν οἰκείων τινὰ καταλελοιπὼς ᾖ, τοῦδε ὡς υἱέος ἢ ἀδελφοῦ κήδονται, πᾶσαν εὔνοιαν εἰς αὐτὸν ἐνδεικνύμενοι, τρόπον τινὰ ἕτερον συγγενείας τῆς κατὰ φύσιν συνανηρτημένοι αὐτῷ. οὔκουν δύνανται, οὐδʼ εἰ βούλοιντο. κακῶς πράττοντα αὐτὸν παρεξιέναι, ὥσπερ οὐδὲ τοὺς κατὰ γένος προσήκοντας ὑπερορᾶν οἷοί τέ ἐσμεν. τὸ γὰρ ἐν τῇ ψυχῇ συγγενὲς ἅτε ἐκ τοῦ αὐτοῦ πατρὸς ἀδελφὸν γεγενημένον ἀναγκάζει σφᾶς βοηθεῖν τῷ τοῦ τετελευτηκότος υἱεῖ, ὑπομιμνῆσκον τοῦ πατρὸς καὶ τὴν ἐκείνου ὀλιγωρίαν σφετέραν ἀτιμίαν τιθέμενον. ὅρα οὖν, εἴ σοι δόξω ἔτι ἢ τἀμαυτοῦ κακῶς οἰκονομεῖν ἢ τῶν παιδίων ὅπως μηδὲν ὑστερήσωσι τῶν ἀναγκαίων ἐμοῦ τελευτήσαντος ὀλιγωρεῖν, ὃς οὐδὲ χρήματα αὐτοῖς ἀλλὰ τοὺς τῶν χρημάτων καὶ αὐτῶν ἐκείνων ἐπιμελησομένους καταλείπω. καίτοι ὑπὸ μὲν ἀργυρίου οὐδεὶς βελτίων εἰς τὴν ἡμέραν ταύτην ἱστορεῖται γενόμενος, ὁ δὲ δόκιμος φίλος καὶ ταύτῃ αἱρετώτερος τυγχάνει τοῦ δοκίμου χρυσίου, ὅτι οὐ πᾶσι τοῖς ὀρεγομένοις ἀλλὰ τοῖς βελτίοσι τῶν φίλων ὑπηρετεῖ, οὐδὲ τὰς τοῦ βίου χρείας μόνον ἀλλὰ καὶ τὴν αὐτοῦ τοῦ κεκτημένου ψυχὴν θεραπεύει καὶ εἰς ἀρετῆς λόγον, ἧς χωρὶς οὐδὲν τῶν ἀνθρωπίνων ὀνίνησι, πλεῖστα συμβάλλεται, τὸ μὲν οὖν ἀκριβὲς τούτων πέρι καὶ κατʼ ὄψιν ἐντυχόντες ἀλλήλοις ἐπισκεψόμεθα· πρὸς ἃ δὲ ἐπιζητεῖς νῦν, ἀρκεῖ καὶ διὰ τῶν εἰρημένων ἀποκεκρίσθαι μετρίως.
Καλλίας ὁ δᾳδοῦχος ἦν αὐτῷ γένει προσήκων· τοῦτον οἱ ἐχθροὶ θανάτου διώκοντες, ἐπεὶ περὶ ὧν ἐγράψαντο μετρίως κατηγόρησαν, εἶπόν τινα λόγον ἔξωθεν τοιοῦτον πρὸς τοὺς δικαστάς· «Ἀριστείδην» ἔφησαν «ἴστε τὸν Λυσιμάχου θαυμαζόμενον ἐν τοῖς Ἕλλησι· τούτῳ πῶς οἴεσθε τὰ κατʼ οἶκον ἔχειν, ὁρῶντες αὐτὸν ἐν τρίβωνι τοιούτῳ προσερχόμενον εἰς τὸ δημόσιον; ἆρʼ οὐκ εἰκός ἐστι τὸν ῥιγοῦντα φανερῶς καὶ πεινᾶν οἴκοι καὶ τῶν ἄλλων ἐπιτηδείων σπανίζειν; τοῦτον μέντοι Καλλίας, ἀνεψιὸν ὄντα, πλουσιώτατος ὢν Ἀθηναίων περιορᾷ μετὰ τέκνων καὶ γυναικὸς ἐνδεόμενον, πολλὰ κεχρημένος τῷ ἀνδρὶ καὶ πολλάκις αὐτοῦ τῆς παρʼ ὑμῖν δυνάμεως ἀπολελαυκώς». ὁ δὲ Καλλίας ὁρῶν ἐπὶ τούτῳ μάλιστα θορυβοῦντας τοὺς δικαστὰς καὶ χαλεπῶς πρὸς αὐτὸν ἔχοντας ἐκάλει τὸν Ἀριστείδην, ἀξιῶν μαρτυρῆσαι πρὸς τοὺς δικαστάς, ὅτι πολλάκις αὐτοῦ πολλὰ καὶ διδόντος καὶ δεομένου λαβεῖν οὐκ ἠθέλησεν, ἀποκρινάμενος, ὡς μᾶλλον αὐτῷ διὰ πενίαν μέγα φρονεῖν ἢ Καλλίᾳ διὰ πλοῦτον προσήκει· πλούτῳ μὲν γὰρ ἔστι πολλοὺς ἰδεῖν εὖ γε καὶ κακῶς χρωμένους, πενίαν δὲ φέροντι γενναίως οὐ ῥᾴδιον ἐντυχεῖν· αἰσχύνεσθαι δὲ πενίαν τοὺς ἀκουσίως πενομένους. ταῦτα δὲ τοῦ Ἀριστείδου τῷ Καλλίᾳ προσμαρτυρήσαντος οὐδεὶς ἦν τῶν ἀκουσάντων, ὃς οὐκ ἀπῄει πένης μᾶλλον ὡς Ἀριστείδης εἶναι βουλόμενος ἢ πλουτεῖν ὡς Καλλίας. ταῦτα μὲν Αἰσχίνης ὁ Σωκρατικὸς ἀναγέγραφε.
ΜΙΛΤΙΑΔΗΣ.
«Οὗτός ἐστι Μιλτιάδης ὁ Στησαγόρου, ὃς παῖς μὲν ὢν ἤσκει Ὀλύμπια καὶ κρείττων ἦν τοὺς πόνους πονῶν ἢ παιδοτρίβης ἐπιτάττων· ἐκεῖ δὲ μείζους παῖδας αὑτοῦ καὶ πρεσβυτέρους κατεμαχέσατο καὶ ἀγωνιζόμενος ὑπὲρ τοῦ στεφάνου ἄκων ὑπὸ τοῦ παιδοτρίβου ἐξήχθη· ἔτι δὲ ἐπίτροποι αὐτοῦ ἐγένοντο οὔτε τὰς αὐτὰς ἡλικίας ἔχοντες οὔτε τοὺς αὐτοὺς τρόπους· καὶ τούτων ἁπάντων ἦν κατήκοος. παιδαγωγὸς αὐτῷ ἠκολούθει οὐ πάνυ σπουδαῖος καὶ τούτῳ οὐδὲν πώποτε ἠναντιώθη. ταῦτα μὲν παιδὶ ὄντι αὐτῷ ἐπιτετήδευται· ἐπεὶ δὲ μειράκιον ἤρχετο γίγνεσθαι, σιωπᾶν καλὸν ἡγήσατο εἶναι· σεσιώπηται αὐτῷ μᾶλλον ἢ τοῖς χαλκοῖς ἀνδριᾶσι. τοῦ σώματος αὐτῷ καλὸν ἐδόκει εἶναι ἐπιμελεῖσθαι· ἐπιμεμέληται τούτου, ὥστʼ ἔτι καὶ νῦν τῶν ἡλικιωτῶν ἄριστα ἔχει τὸ σῶμα».
Πανταχοῦ μὲν οὖν τῷ νέῳ κόσμος ἀσφαλής ἐστιν ἡ σιωπή, μάλιστα δʼ ὅταν ἀκούων ἑτέρου μὴ συνταράττηται μηδʼ ἐξυλακτῇ πρὸς ἕκαστον, ἀλλὰ κἂν ὁ λόγος ᾖ μὴ λίαν ἀρεστὸς ἀνέχηται καὶ περιμένῃ παύσασθαι τὸν διαλεγόμενον, καὶ παυσαμένου μὴ εὐθέως ἐπιβάλλῃ τὴν ἀντίρρησιν, ἀλλʼ, ὡς Αἰσχίνης φησί, διαλείπῃ χρόνον, εἴτε προσθεῖναί τι βούλοιτο τοῖς λελεγμένοις ὁ εἰρηκώς, εἴτε μεταθέσθαι καὶ ἀφελεῖν.
ΡΙΝΩΝ.
«ἀργυροκοπεῖον» ὡς Αἰσχίνης ἐν Ῥίνωνι·
ΤΗΛΑΥΓΗΣ.
Ὅτι Ἑρμογένης παρʼ Αἰσχίνῃ κωμῳδεῖται ὡς χρημάτων ἥττων· ἀμέλει τὸν Τηλαύγη ἑταῖρον ὄντα καὶ χαρίεντα παρεώρα ἀθεράπευτον.
Αἰσχίνης ὁ Σωκρατικὸς ἐν μὲν τῷ Τηλαύγει τὸν δὲ Τηλαύγην αὐτὸν ἱματίου μὲν φορήσεως καθʼ ἡμέραν ἡμιωβέλιον κναφεῖ τελοῦντα μισθόν, κωδίῳ δὲ ἐζωσμένον καὶ τὰ ὑποδήματα σπαρτίοις ἐνημμένον σαπροῖς καίπερ τελειότατον ὄντα ῥήτορα οὐ μετρίως διαγελᾷ.
Χρήσονται δέ ποτε καὶ οἱ φρόνιμοι γελοίοις πρός τε τοὺς καιρούς, οἷον ἐν ἑορταῖς καὶ ἐν συμποσίοις, καὶ ἐν ἐπιπλήξεσιν δὲ πρὸς τοὺς τρυφερωτέρους, ὡς ὁ Τηλαύγους θύλακος, καὶ ἡ Κράτητος ὀψοποιητική, καὶ φακῆς ἐγκώμιον ἂν ἀναγνῷ τις ἐν τοῖς ἀσώτοις· τοιοῦτος δὲ ὡς τὸ πλέον καὶ ὁ Κυνικὸς τρόπος· τὰ γὰρ τοιαῦτα γελοῖα χρείας λαμβάνει τάξιν καὶ γνώμης.
οὐ τοίνυν οὐδὲ Σωκράτης ἄλλως ἐχρῆτο τοῖς λόγοις οὐδὲ τοῖς παραδείγμασιν, ἀλλὰ—καὶ Τηλαύγει «ἀμιδίων» καὶ κωδίων.
Αἰσχίνης ὁ Σωκρατικὸς ἐν μὲν τῷ Τηλαύγει Κριτόβουλον τὸν Κρίτωνος ἐπʼ ἀμαθείᾳ καὶ ῥυπαρότητι βίου κωμῳδεῖ.
Πόθεν ἴσμεν, εἰ μὴ Τηλαύγης Σωκράτους τὴν διάθεσιν κρείσσων ἦν· οὐ γὰρ ἀρκεῖ, εἰ Σωκράτης ἐνδοξότερον ἀπέθανε καὶ ἐντρεχέστερον τοῖς σοφισταῖς διελέγετο καὶ καρτερικώτερον ἐν τῷ πάγῳ διενυκτέρευεν καὶ τὸν Σαλαμίνιον κελευσθεὶς ἄγειν γεννικώτερον ἔδοξεν ἀντιβῆναι καὶ ἐν ταῖς ὁδοῖς ἐβρενθύετο· περὶ οὗ καὶ μάλιστʼ ἄν τις ἐπιστήσειεν, εἴπερ ἀληθὲς ἦν· ἀλλʼ ἐκεῖνο δεῖ σκοπεῖν, ποίαν τινὰ τὴν ψυχὴν εἶχε Σωκράτης καὶ εἰ ἐδύνατο ἀρκεῖσθαι τῷ δίκαιος εἶναι τὰ πρὸς ἀνθρώπους καὶ ὅσιος τὰ πρὸς θεούς, μήτε ἐκεῖ πρὸς τὴν κακίαν ἀγανακτῶν μηδὲ μὴν δουλεύων τινὸς ἀγνοίᾳ, μήτε τῶν ἀπονεμομένων ἐκ τοῦ ὅλου ὡς ξένον τι δεχόμενος ἢ ὡς ἀφόρητον ὑπομένων, μήτε τοῖς τοῦ σαρκιδίου πάθεσιν ἐμπαρέχων συμπαθῆ τὸν νοῦν.
«τῆς σῆς διανοίας σπουδαίας γενομένης ἀγαθόν τι ἀπολαυσώμεθα».
«καὶ Σόλωνος» ἔφην ἐγὼ «τοῦ τοὺς νόμους θέντος ὁμοίως κατατεθνεῶτος ἔτι καὶ νῦν μεγάλα ἀγαθὰ ἀπολαύομεν».
Πολλαχῆ μέντοι καὶ ἐπαμφοτερίζουσιν οἷς ἐοικέναι εἴ τις ἐθέλοι καὶ ψόγους· παράδειγμα τὸ τοῦ Αἰσχίνου τὸ ἐπὶ τοῦ Τηλαύγους· πᾶσα γὰρ σχεδὸν ἡ περὶ τὸν Τηλαύγη διήγησις ἀπορίαν παράσχοι ἄν, εἴτε θαυμασμὸς εἴτε χλευασμός ἐστι. τὸ δὲ τοιοῦτον εἶδος ἀμφίβολον, καίτοι εἰρωνεία οὐκ ὂν ἔχει τινὰ ὅμως καὶ εἰρωνείας ἔμφασιν.
καὶ Ἀρίστιππος Ὀλυμπίασιν Ἰσχομάχῳ συμβαλὼν ἠρώτα τί Σωκράτης διαλεγόμενος οὕτω τοὺς Ἀθηναίους διατίθησι· καὶ μίκρʼ ἄττα τῶν λόγων αὐτοῦ σπέρματα καὶ δείγματα λαβὼν οὕτως ἐμπαθῶς ἔσχεν, ὥστε τῷ σώματι συμπεσεῖν καὶ γενέσθαι παντάπασιν ὠχρὸς καὶ ἰσχνός· ἄχρι οὗ πλεύσας Ἀθήναζε διψῶν καὶ διακεκαυμένος ἠρύσατο τῆς πηγῆς, καὶ τὸν ἄνδρα καὶ τοὺς λόγους αὐτοῦ καὶ τὴν φιλοσοφίαν ἱστόρησεν, ἧς ἦν τέλος ἐπιγνῶναι τὰ ἑαυτοῦ κακὰ καὶ ἀπαλλαγῆναι.
ἔτι ἐκ τῶν παθητικῶν λέγε διηγούμενος καὶ τὰ ἑπόμενα καὶ ἃ ἴσασι, καὶ τὰ ἴδια ἢ αὐτῷ ἢ ἐκείνῳ προσόντα· «ὁ δʼ ᾤχετό με ὑποβλέψας». καὶ ὡς περὶ Κρατύλου Αἰσχίνης, ὅτι «διασίζων, τοῖν χεροῖν διασείων»· πιθανὰ γάρ, διότι σύμβολα γίγνεται ταῦτα ἃ ἴσασιν ἐκείνων ὧν οὐκ ἴσασιν.
διʼ ἓν μὲν τοῦθʼ οὕτως ἀναγκαίως ἡ ῥητορικὴ νόμων πρότερον καὶ ἡγούμενον, δεύτερον δὲ τί χρὴ τοὺς νόμους αὐτούς, ὦ πρὸς θεῶν, εἶναι φῆσαι πλὴν λόγους, τοσοῦτον τῶν ἄλλων ἐξηλλεγμένους ὅσον εἰσὶ γεγραμμένοι; εἰ μὲν ἐγώ τι μέμνημαι καὶ Σωκράτει συνδοκεῖν Αἰσχίνης μαρτυρεῖ. χωρὶς δὲ τῆς μαρτυρίας καὶ τοῦ Σωκράτους εἰς αὐτό τις ἂν σκοπῶν ... ἴδοι. λέγουσι γάρ πως καὶ τί δεῖ ποιεῖν καὶ τίνων ἀπέχεσθαι καὶ ἐν εἰρήνῃ καὶ ἐν πολέμῳ καὶ καθʼ ἕνα καὶ κοινῇ καὶ πολιτεύονται διηνεκῶς ἐν ταῖς πόλεσιν.
«τὸ πέρα καθεύδειν τοῦ πρέποντος τοῖς τεθνηκόσι μᾶλλον ἤπερ τοῖς ζῶσιν ἁρμόδιον».
«ἀνθρώπῳ δέ τοι οὐκ ἄπορον καλὸν κἀγαθὸν εἶναι».
«ἐπʼ ἀμφότερα τὰ ὦτα καθεύδειν»
«ἐκαθήμεθα δὲ ἐν τῇ στοᾷ».
καὶ «ἀποβλεφθῆναι» ἐπὶ τοῦ θαυμασθῆναι Αἰσχίνης εἶπεν ὁ Σωκρατικός.
«γλώττας» δὲ τὰς τῶν ὑποδημάτων ἔλεγον ὡς Αἰσχίνης ὁ Σωκρατικός.
τὸ δὲ ἀμῆσαι καὶ θερίσαι· καὶ τὸ πρᾶγμα οὐ μόνον θέρος, ἀλλὰ καὶ «θερισμὸν» Αἰσχίνης εἴρηκεν ὁ Σωκρατικός.
ἀνεπιεικές· οὐκ ἐπιεικές, ἀλλὰ κακόν. Ἀριστοφάνης καὶ Αἰσχίνης.