eul_wid: psc-aa
Παροιμιῶν ΠαράρτημαAppendix of Proverbs
Appendix of Proverbs Appendix of Proverbs PDF
| t 1 | Mantissa Proverbiorum. Ἀδύνατα θηρᾷ ς : ἐπὶ τῶν ἐγχειρούντων μείζοσιν ἢ καθ’ ἑαυτούς. |
| 1 2 | Ἀετὸν κάνθαρος μαιεύσομα ι : ἐπὶ τῶν τιμωρουμένων τοὺς μείζονας προκατάρξαντας κακοῦ. λέγεται γὰρ τὰ ᾠὰ τοῦ ἀετοῦ ἀφανίζειν ὁ κάνθαρος. Ἀθηναίων δυσβουλί α : ἐπὶ τῶν παρ’ ἐλπίδας καὶ ἀναξίως εὐτυχούντων· τὸ γὰρ κακῶς βουλεύεσθαι Ἀθηναίοις ἤσκητο. |
| 1 3 | ** εὐτυχῆ μᾶλλον ἢ καλῶς φρονεῖ ν . Αἰα ῖ , τό δ ’ ἤδη θεῖον ἀνθρώποις κακόν, ὅταν τις ἴδῃ τἀγαθόν, χρῇται δὲ μή. |
| 1 4 [5] | Ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνον, Δήμητρος ἀκτῆς πόματος ὑδρηχόου; Εἱμαρμένων δὲ τῶν κακῶν βουλευμάτων κακὰς ἀμοιβάς ἐστι καρποῦσθαι βροτοῖς. Πολλαῖσι μορφαῖς οἱ θεοὶ σοφισμάτων σφάλλουσιν ἡμᾶς κρείττονες πεφυκότες:. Μενάνδρου. Αἰδὼς γὰρ ἐν κακοῖσιν οὐδὲν ὠφελε ῖ . |
| 1 6 | Αἰεί τοι τὸν ὅμοιον ἄγει θεὸς εἰς τὸν ὅμοιον καὶ ποιεῖ γνώριμον. Αἱ Χάρητος ὑποσχέσει ς : ἐπὶ τῶν προχείρως ἐπαγγελλομένων ποιῆσαι τόδε ἢ τόδε τι. |
| 1 8 | Αἱ Χάριτες γυμνα ί : ὅτι δεῖ ἀφελῶς καὶ φανερῶς χαρίζεσθαι. Ἀλλὰ γὰρ ἀθυμοῦντες ἄνδρες οὔποτε τρόπαιον ἐστήσαντ ο : ἐπὶ τῶν διὰ ῥᾳθυμίαν μηδὲν γενναῖον πράττειν δυναμένων. |
| 1 10 | Ἄλλο τ ’ ἀλλοῖαι πνοαὶ ὑψιπετῶν ἀνέμων. Ἄλλοτε μέν τε κακῷ ὅγε κύρεται, ἄλλοτε δ’ ἐσθλῷ. |
| 1 12 | Ἁλῶν δὲ φόρτος ἔνθεν ἦλθε ν , ἔν θ ’ ἔβ η : ἐπὶ τῶν καθ’ ἑαυτοὺς χρωμένων τοῖς οὖσι καὶ μηδενὶ μεταδιδόντων. Ἄμμον μετρεῖ ν : ἐπὶ τῶν ἀνήνυτα ποιούντων. |
| 1 14 | Ἄμφω τὼ χεῖρ ε : ἐπὶ τῶν ἀφθόνως καὶ δαψιλῶς μεταδιδόντων τοῖς πᾶσιν. Ἀνὰ ῥοῦν χωρεῖ ν : ἐπὶ τῶν ἐξ εὐτυχίας μεταβληθέντων εἰς τὸ ἀνάπαλιν, ὥσπερ κατὰ ῥοῦν φέρεσθαι ἐπὶ τῶν κατὰ τὸν βίον εὐπλοούντων. |
| 1 15 [5] | Ὀδυσσείας ξʹ· ὡσεί τε κατὰ ῥόο ν · ἤγουν ὡς ἐν ὕδατι κάτω ῥέοντι καὶ οὐ στατῷ κατὰ ἰσότητα ἐπιφανείας. ἐντεῦθεν ἡ παροιμία τὸ κατὰ ῥοῦν φέρεσθα ι . Ἀνδρὶ πεινῶντι κλέπτειν ἔσ τ ’ ἀναγκαίως ἔχο ν : ἐπὶ τῶν ἐξ ἀνάγκης τι ποιούντων. |
| 1 17 | Ἀνέμους γεωργεῖ ν : ἐπὶ τῶν πονούντων καὶ μηδενὸς μετεχόντων. καὶ γὰρ ὁ ἄνεμος πάντα μὲν φύει καὶ αὔξει, οὐδὲν δὲ ἕτερον ἢ μόνον ἄχνην ἀποφέρεται, ὥστε οὐδενὸς μεταλαμβάνει. Ἂν πολλὰ βάλλῃς ἄλλο τ ’ ἀλλοῖον βαλεῖ ς : πολλῶν γὰρ προβαλλομένων τινὰ τούτων δὴ τῶν πολλῶν ἐπιτυχεῖν γίνεται ὡς συμπτώματα. |
| 1 19 | Ἀντλεῖν ἀμφοτέραι ς : λείπει χερσί· ἐπὶ τῶν σπουδῇ τι ποιούντων. Ἄνω ποταμῶν χωροῦσι πηγα ί : ἐπὶ τῶν ἐναντίως λεγομένων ἢ γινομένων· οἷον ὁ πόρνος τὸν σώφρονα εἰ λέγει πόρνον. |
| 1 20 | ἐπειδὴ οἱ ποταμοὶ ἄνωθεν κάτω ῥέουσι. Ἄπαγέ με εἰς τὰς λατομία ς : ἐπὶ τῶν μὴ ὑποφερόντων τὰ ἀνάξια. |
| 1 22 | Ἀπυνδάκωτος οὐ τραπεζοῦται κύλι ξ : πύνδαξ γὰρ ὁ πυθμήν. ἡ δὲ παροιμία παρὰ Σωκράτει. Ἀργυρέαις λόχμαις μάχου καὶ πάντα νικήσει ς : ἐπὶ τῶν δώροις πείθειν πρὸς τὰ δυσκατόρθωτα παραινούντων· τοῦτον γὰρ τὸν χρησμὸν ἔχρησεν ἡ Πυθία Φιλίππῳ, αἰνιττομένη διὰ προδοσίας περιέσεσθαι τῆς Ἑλλάδος. |
| 1 24 | Ἀρετὰ ἐντὶ ἀνθρώπω τελειότας φύσιος ἀνθρώπω. Ἀρετὰ συναρμογά τις ἐντὶ τῶν ἀλόγων μερέων τᾶς ψυχᾶς ποτὶ τὸ λόγον ἔχον. |
| 1 26 | Ἄρτον οὐκ εἶχεν ὁ πτωχὸς καὶ τυρὸν ἠγόραζεν. Ἄρης τὰ αὑτοῦ ὅπλα οὐ σαλεύε ι . |
| 1 28 | Ἀσφαλέστερον τοῦ λέγειν τὸ σιγᾶ ν : Ἐπικτήτου ἡ γνώμη. Ἀτεχνῶς εἰμὶ στάθμη λευκ ή : ἐπὶ τῶν ἀληθινὴν ὁμολογούντων φιλίαν. |
| 1 30 | Αὐτόκλητοι κωμάζουσι φίλοι παρὰ τοῖς φίλοι ς : παρῆκται ἀπὸ τοῦ, Αὐτόματος δ ’ ἦλθε βοὴν ἀγαθὸς Μενέλαο ς . Αὐτὸν κέκρουκας τὸν βατῆρα τῆς θύρα ς : ἐπὶ τῶν ἀληθευόντων· οἷον ἐπ’ αὐτὴν ἐλήλυθας τὴν ἀλήθειαν. |
| 1 32 | Αὐτός τι νῦν δρῶ ν , εἶτα τοὺς θεοὺς κάλε ι : ὁμοία τῇ· Σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνε ι . ἐπὶ τοῦ μὴ χρῆναι ἐπὶ ταῖς τῶν θεῶν ἐλπίσι καθημένους ἀργεῖν. Βαλανεὺς ε ἶ : ἐπὶ τοῦ πολυπράγμονος· οὗτοι γὰρ σχολὴν ἄγοντες πολυπράγμονες εἰσί. |
| 1 34 | Βασιλεὺς ἢ ὄνο ς : ἤγουν νικῶν ἢ ἡττώμενος. ὁμοία τῇ· Ἢ τρὶς ἓξ ἢ τρεῖς κύβο ι . Πλάτων ἐν Θεαιτήτῳ· ὁ δὲ ἁμαρτὼν καθεδεῖται, ὥσπερ φασὶν οἱ σφαιρίζοντες, ὄνος· ὃς δ’ ἂν περιγίνηται ἀναμάρτητος, βασιλεὺς ἡμῶν. Βίον ἀληλεσμένο ν : ἐπὶ τῶν ἐν ἀφθονίᾳ τῶν ἐπιτηδείων ὄντων. |
| 1 36 | Βοῦν ἐν γνάθοις φέρε ι : ἐπὶ τῶν πολυφάγων. Βούτης μὴν ἔλεγε ν , νῦν δ ’ αἰπόλῳ ἀνδρὶ ἔοικα ς : ἐπὶ τῶν ἡσύχων μὲν πρῶτον καὶ ἡμέρων, ἔπειτα δὲ ἀγρίων· οἱ γὰρ βόες ἥμεροι εἰσί. |
| 1 38 | Βραχεῖα τέρψις ἡδονῆς τίκτει λύπην. Γέραιρε σαυτό ν : ἐν πλήθει. |
| 1 40 | Γῇ θάλασσαν συναναμίγνυσι ν : ἐπὶ τῶν σφόδρα ὀργιζομένων. Γῆ πιστ ή , ἄπιστος θάλασσ α . |
| 1 42 | Γλυκὺς ἀγκώ ν : παροιμιωδῶς μοχθηρίαν τόπου ὑποδηλοῖ. [ Γνῶθι σαυτό ν: ] τὸ μὲν ἀπόφθεγμα Βίαντος ὡς παροιμία δὲ λαμβάνεται, μαρτυρεῖ Θεόφραστος ἐν τῷ περὶ παροιμιῶν. |
| 1 43 [5] | οἱ πολλοὶ δὲ Χίλωνος εἶναι τὸ ἀπόφθεγμα. Κλέαρχος δὲ ὑπὸ τοῦ θεοῦ λεχθῆναι Χίλωνι Δαμαγήτου Λακεδαιμονίῳ. Γράμματα Βελλεροφόντης διεκόμισε ν : ἐπὶ τῶν προξενούντων ἑαυτοῖς τι κακόν. |
| 1 44 [30] | Βελλεροφόντης πρότερον Ἱππόνους ἐκαλεῖτο· ἀνελὼν δὲ Βέλλερον τῶν Κορινθίων δυναστὴν Βελλεροφόντης ἐκλήθη. ἦν δὲ φύσει μὲν παῖς Ποσειδῶνος, ἐπίκλησιν δὲ Γλαύκου· λαβὼν οὖν παρὰ Ποσειδῶνος τῆς Μεδούσης Γοργόνος Πήγασον πτερωτὸν ἵππον, διὰ γὰρ τοῦτο ἔσχε τὴν προσηγορίαν, ὅτι ἐκπεπηδήκει ἐκ τοῦ Γοργόνος τραχήλου· δράσας δὲ ἐμφύλιον φόνον, Βέλλερον γάρ τινα, ὡς ἔφην, τῶν πολιτῶν ἀποκτείνας φεύγει εἰς Ἄργος· τυχὼν δὲ παρὰ Προίτου καθαρσίων τοῦ βασιλέως μετ’ αὐτοῦ διέτριβεν. Ἄντεια δὲ ἡ Προίτου γυνή, ἐρασθεῖσα τοῦ Βελλεροφόντου, ἐδέετο ὅπως αὐτοῦ συνευνασθῇ· ὁ δὲ δεξιούμενος τὸ ὅσιον ἀντέλεγεν. ἡ δὲ Ἄντεια δείσασα μὴ τῷ Προίτῳ προλαβὼν ἐξείποι τοὺς αὐτῆς ἔρωτας, ἔφθασε τὸν Βελλεροφόντην κατειποῦσα ὡς ἄρα εἴη βεβιασμένη παρ’ αὐτοῦ. ὁ δὲ Προῖτος αὐτόχειρ μὲν οὐκ ἠβουλήθη τὸν Βελλεροφόντην ἀποκτεῖναι, πέμπει δὲ αὐτὸν εἰς Λυκίαν πρὸς τὸν πενθερὸν Ἰοβάτην, ἀδοκήτως καθ’ ἑαυτοῦ κομίζοντα γράμματα. ὁ δὲ πολλοῖς ἐγγεγυμνασμένον ἄθλοις, ὡς οὐχ ἑώρα φθειρόμενον, ὑπετόπησε τὴν κατ’ αὐτοῦ στρατηγηθεῖσαν δεινὴν καταβουλήν· τοσούτων γὰρ κακῶν ἄθλων καὶ ὄχλων τῇ δυνάμει κατηγωνίσατο· ἔδωκε δὲ αὐτῷ εἰς γάμον τὴν ἰδίαν θυγατέρα Κασάνδραν καὶ τῆς βασιλείας μοῖραν τινά. λέγεται δὲ αὐτὸν ἐπαρθέντα ἐφ’ οἷς ἔπραξε θελῆσαι μετὰ τοῦ Πηγάσου τὸν οὐρανὸν κατοπτεῦσαι· τὰ γὰρ νῶτα, ὡς ἔφαμεν, πτερωτὰ εἶχεν ὁ ἵππος· τὸν δὲ Δία μηνίσαντα οἶστρον ἐμβαλεῖν τῷ Πηγάσῳ, ὅθεν ἐκπεσεῖν τὸν Βελλεροφόντην καὶ κατενεχθῆναι εἰς τὸ τῆς Λυκίας πεδίον τὸ ἀπ’ αὐτοῦ καλούμενον ἀλήϊον πεδίον, ἀλᾶσθαι δὲ κατὰ τοῦτο πηρωθέντα, τὸν δὲ ἵππον λαβεῖν τὴν Ἠῶ δεηθεῖσαν τοῦ Διὸς δῶρον πρὸς τὸ ἀκόπως περιιέναι τὰς τοῦ κόσμου περιόδους· ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ ἐν Τραγῳδουμένοις. Δουλότερος Μεσσηνίω ν : ἐπὶ τῶν ἐσχάτῃ καὶ πικρᾷ δουλείᾳ ἐνεχομένων. |
| 1 46 [5] | Εἰ δὴ καὶ ἡ παροιμία σοφόν· πῶς γὰρ οὐχὶ σοφόν, περὶ ὧν Ἀριστοτέλης φησίν, ὅτι παλαιᾶς εἰσὶ φιλοσοφίας ἐν ταῖς μεγίσταις ἀνθρώπων φθοραῖς ἀπολομένης ἐγκαταλείμματα, περισωθέντα διὰ συντομίαν καὶ δεξιότητα. παροιμία δήπου καὶ τοῦτο καὶ λόγος ἔχων ἀξίωμα τῆς ὅθεν κατηνέχθη φιλοσοφίας τὴν ἀρχαιότητα, ὥστε βόειον ἐπιβλέπειν αὐτῇ· πάμπολυ γὰρ οἱ πάλαι τῶν νῦν εἰς ἀλήθειαν εὐστοχώτεροι. Εἰς κενὸν κρούειν τὰς χορδά ς : ἐπὶ τῶν ἀσίτως καὶ ἀδώρως κιθαριζόντων. |
| 1 48 | Εἰς τετρυπημένον πίθον ἀντλεῖ ν : ἐπὶ τῶν εἰς κενὸν πονούντων. Ἐκ πολλῶν ἀχύρων ὀλίγον καρπὸν συνήγαγο ν : ἐπὶ τῶν πολλὰ μὲν πονούντων, ὀλίγα δὲ καρπουμένων. |
| 1 50 | Ἐκ τετρημένης κύλικος πιεῖ ν : ἐπὶ τῶν διημαρτημένων ἐν πίστει. Ἐκτὸς πηλοῦ πόδας ἔχει ν : ἐπὶ τῶν ἔξω κινδύνου καθεστώτων. |
| 1 51 | ὅμοιον καὶ τὸ ἐπὶ ξυρο ῦ . Ἐκ τοῦ γεύματος γινώσκ ω : ἐπὶ τῶν ἐκ μικροῦ πολλά τινα καταλαμβανόντων. |
| 1 53 | Ἐπαινῶ τὸν εἰπόντα τὰς ἐλπίδας εἶναι γρηγορούντων ἐνύπνια. Ἐπὶ θύραις τὴν ὑδρία ν : δηλονότι θείς. |
| 1 54 | ἐπὶ τῶν ψυχαγωγούντων. αἱ ὑδρίαι παρῆσαν ταῖς θύραις τοῦ πίνειν τοὺς εἰσιόντας καὶ ἐξιόντας ἕνεκα. Ἐπὶ λεπτοῦ μίτου τὸ ζῆν ἤρτηται: ὁμοία τῇ προτέρᾳ. |
| 1 56 | Ἐπὶ ξυροῦ ἀκμῆς ἵστατα ι : ἐπὶ τῶν ἐν μεγίστῳ κινδύνῳ ὄντων. Ὅμηρος. Νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆ ς , Ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖ ς , ἠὲ βιῶνα ι . Ἐπίτρεπε ὧδε τὸν Ἥφαιστον προμολεῖ ν : λέγεται ἐπὶ τῶν ἀξίων πυρὸς εἴτε προσώπων εἴτε πραγμάτων. |
| 1 58 | Ἐπὶ χοίνικος μὴ καθίζει ν : τουτέστι, μὴ ἐπαναπαύεσθαι τῇ ἐφημέρῳ τροφῇ, ἀλλὰ προεισφέρειν. Ἔρις ἔριν ἀντιφυτεύε ι . |
| 1 60 | Ἔρις ἔριν τίκτουσα προσμνᾶται λόγο ν : ἐπὶ τῶν ἐκ φιλίας ἀδολεσχούντων. προσμνᾶται, προξενεῖ καὶ προμηθεύεται. μνᾶται, μνηστεύεται. καὶ ἀδολεσχῶ τὸ φιλοσοφῶ. Ἔρωτα παύει λιμός· εἰ δὲ μή, χρόνος. |
| 1 61 | ἐὰν δὲ μηδὲ ταῦτα τὴν φλόγα σβέσῃ, θεραπεία σοι τὸ λοιπὸν ἠρτήσθω βρόχος. Ἐς ὕδωρ γράφει ν : ἐπὶ τῶν μάτην πονούντων. |
| 1 63 | Ζωάγρια τίνει ν : τὰ τῆς ζωῆς χαριστήρια ἀποδοῦναι. χαριστήρια τοῦ εἰς τὸ ζῆν ἦχθαι δι’ αὐτῆς· τῷ με μάλα χρεώ, πάντα Θέτι καλλιπλοκάμῳ ζωάγρια τίνειν. Ἢ δόλῳ ἠὲ βί ῃ · ἢ ἀμφαδὸν ἠὲ κρυφηδό ν : Ἀντίγονος ἐρωτηθείς, πῶς ἄν τις ἐπιθοῖτο τοῖς πολεμίοις, εἶπε τοῦτο τὸ ἔπος. |
| 1 65 | Ἡδονὴν φεῦγε τίκτουσα λύπην. Ἡ συκάμινος συκαμίνῳ ῥύπτετα ι : πρὸς τοὺς ἑαυτοῖς τὰ ὠφέλιμα λαμβάνοντας ἐξ ἑαυτῶν. |
| 1 67 | Ἢ χρὴ τραγῳδεῖν πάντας ἢ μελαγχολᾶ ν : ἐπὶ τῶν μήτε λυπεῖσθαι μήτε χαίρειν δυναμένων. Θαρσεῖν χρ ή , φίλε Βάττε, τάχ’ αὔριον ἔσσετ’ ἄμεινον. |
| 1 68 | ἐλπίδες ἐν ζῳοῖσιν, ἀνέλπιστοι δὲ θανόντες· χὠ Ζεὺς ἄλλοκα μὲν πέλει αἴθριος, ἄλλοκα δ’ ὕει:. Θεοκρίτου. Θεοῦ παρόντος ἅπαν ἄπορον πόριμον. |
| 1 70 | Θετταλικὸν σόφισμ α : ἐπὶ τῶν μηχανοποιῶν· Θετταλὸς γάρ τις εὑρὼν ἐν μάχῃ μηχανὴν ἐθαυμάσθη. Ἵνα γὰρ δέο ς , ἔνθα καὶ αἰδώ ς : Στασίμου ἡ γνώμη τοῦ ποιητοῦ, ὃς οὕτω φησί· Ζῆνα δὲ τὸν ῥέξαντα, καὶ ὃς τάδε πάντ’ ἐφύτευσεν Οὐκ ἐθέλεις εἰπεῖν· ἵνα γὰρ δέος, ἔνθα καὶ αἰδώς. |
| 1 71 [5] | Πλάτων δὲ διαφέρεται τούτῳ τῷ ποιητῇ, λέγων· οὐκ ἄρα ὀρθῶς ἔχει λέγειν, Ἵνα γὰρ δέος, ἔνθα καὶ αἰδώς. ἐπὶ πλέον γὰρ οἶμαι δέος αἰδοῦς. Μόριον γὰρ αἰδὼς δέους, ὥσπερ ἀριθμοῦ περιττόν. ὥστε οὐχ ἵνα περ ἀριθμός, ἔνθα καὶ περιττόν· ἵνα δὲ καὶ περιττόν, ἔνθα καὶ ἀριθμός. Ἵππους εἰς λεῖον πεδίο ν : ἐπὶ τῶν ἐπί τι προχείρως ἐχόντων. |
| 1 73 | Ἰσχὺς καὶ τεῖχος καὶ ὅπλον σοφοῦ ἡ φρόνησις:. Πυθαγόρου τἀπόφθεγμα. Κα θ ’ ὕδατος γράφει ς : ἐπὶ τῶν ἀδυνάτοις ἐπιχειρούντων. |
| 1 75 [5] | Καὶ ἅμμα λύει ς : ἐπὶ τῶν δυσλύτων. ἀπὸ τῆς ἁμάξης ἡ ἱστορία. Καὶ σφάκελοι ποιοῦσιν ἀτέλεια ν : Πεισίστρατόν φασι τὸν τύραννον, τὴν τῶν Ὑμηττῶν χῶραν διεξιόντα καὶ ἰδόντα πρεσβύτην πέτρας καὶ λιθώδεις τόπους ἐργαζόμενον, πέμψαντα τὸν οἰκέτην πυνθάνεσθαι αὐτοῦ, τίνας καρποὺς ἀναιρούμενος τοιαῦτα γεωργοίη χωρία· τοῦ δὲ φήσαντος, ὀδύνας καὶ σφακέλους, καὶ τούτων τὴν δωδεκάτην τῷ Πεισιστράτῳ τελεῖν· ἀγασθέντα τὸν τρόπον αὐτοῦ καὶ τὴν παῤῥησίαν, ἀτέλειαν αὐτῷ τοῦ χωρίου δοῦναι. |
| 1 77 | Καὶ φιλεῖν δεῖ ὡς καὶ μισήσοντας, καὶ μισεῖν ὡς καὶ φιλήσοντας:. Κάτωνος. Κακὰ κέρδεα ζημίαν ἀρετῆς φέρει:. |
| 1 78 | ἀπόφθεγμα. Κακὴ γὰρ αἰδὼς ἔνθα γ’ ἀναιδὲς κρατεῖ:. |
| 1 79 | Διφίλου ἡ γνώμη. Κακοὶ κόρου οὐκ ἀνέχοντα ι : ἐπὶ τῶν ἀναξίως εὖ πραττόντων καὶ διὰ τοῦτο ἐξυβριζόντων. |
| 1 81 | Κακοὶ πίνουσι τῆς τιμωρίας τὴν ὁμίχλη ν : ἐπὶ τῶν κατ’ ἀξίαν τιμωρουμένων. ὡς τό· Αὐτὸς ἐφεῦρε τοῦ κακοῦ τὴν πιτύα ν . Κακοῖς τὸ κέρδος τῆς δίκης ὑπέρτερο ν : ἐπὶ τῶν φιλοκερδῶν. |
| 1 83 | Κακὸν γὰρ ἄνδρα χρὴ κακῶς πάσχειν ἀεί. Κακὸν Τενέδιο ν : ἐπὶ τῶν πάνυ σκληρῶν καὶ ἀπαραιτήτων. |
| 1 85 | Κακῶς ἀκούειν κρεῖσσον ἢ λέγειν κακῶ ς: . Κλεάνθους. Καλαμαραδικὸς γάδαρο ς : ἐπὶ τῶν μεγάλων· τοιοῦτοι γὰρ οἱ ἐκεῖ ὄνοι. |
| 1 87 | Κάλλιππος τρέχε ι : ἐπὶ τῶν πολλὰ μελετώντων ποιῆσαι, ὀλίγα δὲ δρώντων· τοιοῦτος γὰρ ἦν ὁ Κάλλιππος. Κάμηλος ψωριῶσα πολλῶν ὄνων ἀνατίθεται φορτί α : ἐπὶ τῶν ἐν γήρᾳ μὲν ὄντων ἢ δυστυχίαις, πολλῶν δὲ ἀμεινόνων ὄντων. |
| 1 89 | Κἂν εἰς μάχαιραν κυβιστήσειε ν : ἐπὶ τῶν θρασέων καὶ παραβόλων. Καρικὴ Μοῦσ α : ἐπὶ τῶν ἀλλογενῶν, ἤτοι Σκυθῶν. |
| 1 91 | Καρπάθιος τὸν λαγωό ν : ἐπὶ τῶν ἑαυτοὺς ἐφελκομένων εἰς κακά· νησιῶται γὰρ ὄντες οἱ Καρπάθιοι, ἐπήγαγον τὸν λαγωὸν ὡς σπάνιον· οἱ δὲ πολλοὶ γενόμενοι τοὺς καρποὺς αὐτῶν διέφθειρον. Κενὰ κροταλίζεις ὄχ η : ἐπὶ τῶν ἄνευ κυβερνητῶν ἀτάκτως κινουμένων. |
| 1 92 [5] | Ὅμηρος· πολλοὶ δ’ ἐριαύχενες ἵπποι κείν’ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας, ἡνιόχους ποθέοντες ἀμύμονας· οἱ δ’ ἐπὶ γαίῃ κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν. Κέρδος αἰσχρὸν βαρὺ κειμήλιο ν: . |
| 1 93 | Περιάνδρου τἀπόφθεγμα. Κινεῖς τὸν ἀνάγυρο ν : ἐπὶ τῶν ἐπισπωμένων ἑαυτοῖς τὰ κακά. |
| 1 94 | ἐστι δὲ τὸ φυτὸν ὁ ἀνάγυρος ἀλεξίκακον καὶ δυσῶδες. Κνωδάλου χοῖνι ξ : ἐπὶ τῶν μεγάλοις μέτροις κεχρημένων. |
| 1 96 | Κρητίζει ὁ κριτή ς : ἐπὶ τῶν ἐν τῷ κρίνειν ψευδομένων καὶ τὸ δίκαιον παραβαινόντων. Λέοντα ξηρᾷ ς : ἐπὶ τῶν τὰ ἀδύνατα ἐπιχειρούντων. |
| 1 98 | Λήθης πεδίο ν : ἐπὶ τῶν ἀδυνάτων. Λίθοις τὸν Ἥλιον βάλλε ι : ἐπὶ τῶν διακενῶς κοπιώντων. |
| 1 100 | Λύπης δὲ πάσης γίνετ’ ἰατρὸς χρόνος:. Διφίλου. Μαινόμενον θεὸν ἑτέρῳ θεῷ νήφοντι σωφρονίζεσθα ι : ἐπὶ τοῦ μιγνυμένου πρὸς ὕδωρ ἀκράτου. |
| 2 2 | Μάταια τἄλλα παρὰ Κρότωνα τἄστε α : ὅτι διέφερε ὁ Κρότων τῶν ἐπὶ Ἰταλίᾳ πόλεων ἐν ἀνδρίᾳ καὶ τῇ λοιπῇ εὐδαιμονίᾳ. Μέγα τὸ ἐν συμφοραῖσι φρονεῖν ἃ δεῖ:. |
| 2 3 | Δημοκρίτου. Μεγαλοψυχίη τὸ φέρειν πρᾴως πλημμέλειαν:. |
| 2 4 | τοῦ αὐτοῦ. Μη δ ’ ἀπὸ χυτροπόδων ἀνεπιῤῥίπτειν ἀνελόντα ἐσθίειν:. |
| 2 5 | Ἡσιόδου. Μηδὲ δίκην δικάσῃ ς , πρὶν ἀμφοῖν μῦθον ἀκούσῃ ς: . |
| 2 6 | Δημοκρίτου ἡ ὑποθήκη. Μηδὲν κατὰ βοὸς εὔξ ῃ : μὴ πάντα ἐπιτρέπειν ταῖς εὐχαῖς. |
| 2 8 | Μηδὲν ἔξωθεν πολυπραγμονεῖ ν , μηδὲ τὸ λεγόμενον ἀντικατηγορεῖν. Μὴ ἐπιστρέφεσθαι ἐπὶ τοὺς ὅρους ἐλθόντα ς : τοῦτ’ ἔστι, μέλλοντας ἀποθνήσκειν καὶ τὸν ὅρον τοῦ βίου πλησίον ὄντα ὁρῶντας φορεῖν εὐκόλως καὶ μὴ ἀθυμεῖν. |
| 2 10 | Μὴ ἐσθίειν καρδία ν : ἤτοι μὴ βλάπτειν τὴν ψυχὴν ταῖς φροντίσιν αὐτὴν κατατρίβοντα. Μὴ κρύπτε τὸ κάλλος ὥσπερ τὸ ποηφάγο ν : ἐπὶ τῶν διὰ δειλίαν κρυπτόντων καὶ ἣν ἔχουσιν ἀρετήν. |
| 2 11 | ὁ δὲ ποηφάγος ζῷόν ἐστιν ἐν Ἰνδοῖς. Μήλῳ βάλλει ν : ἐπὶ τῶν εἰς ἔρωτα ἐπαγομένων τινάς. |
| 2 13 | Μὴ παντὶ ἐμβάλλειν δεξιά ν : ἀντὶ τοῦ, προχείρως οὐ δεῖν συναλλάσσειν. Μὴ πρὸς ἐμὲ τὰ ποικίλ α : τοῦτ’ ἐστί, μὴ τὰς τέχνας κατὰ τῶν φιλῶν. |
| 2 15 | Μὴ πῦρ ἐπὶ πῦ ρ : ἀνθρακεὺς ἐκπιπράμενος ἐν τῇ καμίνῳ τοῦτο λέγει. ἐπὶ τῶν κακοῖς συνεχέστερον περιπιπτόντων. Μὴ τιμωμένης ἀρετῆς ἡ κακία παῤῥησιάζετα ι : Προκοπίου. |
| 2 17 | Μὴ φορεῖν στενὸν δακτύλιο ν : ὅτι δεῖ τὸν βίον ἐπιτηδεύειν καὶ μὴ δεῖ δεσμῷ προσάπτειν αὐτόν. Μία πρᾶξις ἀρετῆς οὐ ποιεῖ εὐδαίμονα. |
| 2 19 [10] | Μία τῶν εἰς φαρέτρα ν : ἐπὶ τῶν ἀγαθήν τινα διαγόντων ἡμέραν. ἔθος γὰρ τοῖς Ἀθηναίοις μετὰ τὸ δεῖπνον ἀεὶ λαμβάνειν τὴν φαρέτραν. καὶ εἰ μὲν ἀλύπως διαγένοιτο λευκὸν καθιέναι ψῆφον εἰς αὐτήν, εἰ δὲ ὀχληρῶς, μέλαιναν. ἀποθανόντος οὖν τὰς ψήφους ἐκ τῆς φαρέτρας ἐκχεῖν καὶ ἀριθμεῖν· καὶ ἐὰν μὲν αἱ μέλαιναι πλείους εὕροιντο, ἄχθεσθαι ὡς ἐπιπόνως βεβιωκότος· εἰ δὲ λευκαί, εὐδαιμονίζειν. Ἀριστείδης δέ φησι λευκὴν ἡμέραν λέγεσθαι, ἀπὸ τῶν δικαστικῶν ψήφων· ὧν αἱ μὲν λευκαὶ νίκην, αἱ δὲ μέλαιναι τὴν καταδίκην φέρουσι. Μικρὰ ἐλαττούμενος τὸν φίλον κακῶς μὴ λέγ ε : ἐκ τῶν ἀποφθεγμάτων Θάλεω τοῦ Μιλησίου. |
| 2 21 | Μικροῦ δ ’ ἀγῶνος οὐ μέ γ ’ ἔρχεται κλέο ς: . Σοφοκλέους ἡ γνώμη. Μισῶ μνάμονα συμπότα ν : ἐπὶ τῶν ἀκριβῶς πειρωμένων μνημονεύειν· παρόσον οἱ πίνοντες ἐπιλανθάνεσθαι μᾶλλον ὀφείλουσι. |
| 2 23 | Μισῶ σοφιστὴν ὅστις οὐχ αὑτῷ σοφό ς : ἐπὶ τῶν διὰ μισθὸν ἢ δι’ ἄλλο τι διδασκόντων. Μόχθου γὰρ οὐδεὶς τοῦ παρελθόντος λόγο ς : Σοφοκλέους ἡ γνώμη. |
| 2 25 | Μυόλεθρο ς : διὰ τὸ ἀποῤῥεόντων τῶν μυῶν τῶν μελῶν θνήσκειν αὐτούς. εἴρηται δὲ ἐπὶ τῶν ἡσύχων. Μύσιος ὄνος κατεαγὼς τὸν νῶτο ν : παροιμία ἐπὶ τῶν κυρτῶν· ὅτι οἱ Μυσοὶ ἤτοι οἱ Βουλγαροὶ εἶχον ὄνους κυρτούς. |
| 2 26 | τούτων ἦρχεν Εὔνομος καὶ Χρόμιος οἰωνιστής. Μυσκέλλου ψῆφο ς : ἐπὶ τῶν καλῶς προκρινόντων· οὗτος χρησμοῦ δοθέντος τὴν ὑγείαν τοῦ πλούτου προέκρινεν. |
| 2 28 [15] | Μυσῶν λεία ν : ἐπὶ τῶν κακῶς διαρπαζομένων· οἱ γὰρ κατ’ ἐκεῖνον τὸν χρόνον τοὺς Μυσοὺς ἐληΐζοντο μετὰ τὴν τοῦ Τηλέφου ἀποδημίαν. ἐγὼ δὲ οὕτως εὗρον. οἱ Ἕλληνες ταῖς ὁλκάσι τῇ Μυσίᾳ χώρᾳ προσέβαλον, καὶ ταύτην πορθοῦντες ἐδόκουν τὴν Τροίαν πορθεῖν. Τήλεφος δὲ τῆς Μυσίας χώρας ἀνάσσων καὶ ὑπὸ τοῦ Ἀχιλλέως τρωθεὶς ἀφίκετο πρὸς Ἀπόλλω ζητῆσαι τὴν ἴασιν. ὁ δὲ πρὸς τοῦτον ἐφοίβασεν· Ὁ τρώσας ἰάσετα ι . λοιπὸν πρῶτα μὲν ὁ αἰτησάμενος ἀπορίᾳ συνείχετο, πῶς ἄρα τὸν Ἀχιλλέα ἐχθρὸν ὄντα τούτων ζητήσαι τὴν ἴασιν. ἀλλ’ ἑπόμενος τῷ φοιβάσματι τοῦ Ἀπόλλωνος καὶ τῇ ἀνάγκῃ τῆς τρώσεως, εἰς τὸν Ἀχιλλέα κατὰ δευτέραν λογισμοῦ προσβολὴν παραγέγονεν, ὑποσχόμενος τούτῳ τῆς ἰάσεως λύτρα δοῦναι τὰ τῶν χρημάτων τούτου ἥμισυ. ὁ δ’ Ἀχιλλεὺς μόνως ἐκ τοῦ τρωθέντος ζητῆσαι μαθεῖν τὴν πρὸς Τροίαν ὁδόν, καὶ ταύτην μαθὼν ἐξ αὐτοῦ ἠρκέσθη ταύτῃ τῇ χάριτι, καὶ τὸν τρωθέντα Τήλεφον ἐθεράπευσεν· ὅθεν καὶ ἑτέρα παροιμία· Ὁ τρώσας ἰάσετα ι . Μύωπι τὸν δράκοντα ἤγειρα ς : ἐπὶ τῶν ἄγαν προθύμων· μύωψ δέ ἐστι μυῖά τις ἐρεθίζουσα τοὺς βοῦς· καὶ τὸ σίδηρον, ὃ φοροῦσιν οἱ ἱππεῖς εἰς τοὺς πόδας, μύωψ λέγεται. |
| 2 29 [5] | Ξενοφῶν δ’ ἐν πρώτῳ Κύρου παιδείας ἐγκεντρίδα τοῦτο ὠνόμασεν. Νεβρῷ ἱππεύει ς : ἐπὶ τῶν βραδέως γινομένων. |
| 2 31 | Νόμος καὶ χώρ α : διὰ τὸ ἕκαστον ἔθνος ἰδίοις νόμοις χρῆσθαι. Νῦν ἄμμε ς , πρόσ θ ’ ἄλλοι ἐθάλεον, αὐτίκα δ’ ἄλλοι, ὧν ἄμμες γενεὴν οὐκέτ’ ἐποψόμεθα. |
| 2 32 | γενναῖον τὸ Λακωνικόν. Νῦν εὐπλόηκ α , ὅτε νεναυάγηκ α : ἐπὶ τῶν παρ’ ἐλπίδα εὐτυχησάντων. |
| 2 34 | Ὀβολοῦ τάριχο ς , δ ύ ’ ὀβολῶν ἀρτύματ α : ἐπὶ τῶν μικροῖς κατορθώμασι πλείονα δαπανώντων. Ὁ γὰρ φίλου τρόπος ὥσπερ ὁ τῆς ἀληθείας μῦθος ἁπλοῦς ἐστι κατ’ Εὐριπίδην καὶ ἀφελὴς καὶ ἄπλαστος· ὁ δὲ τοῦ κόλακος ὄντως νοσῶν ἐν ἑαυτῷ, φαρμάκων δεῖται σοφῶν καὶ πολλῶν νὴ Δία καὶ περιττῶν. |
| 2 36 | Ὁ γὰρ φρονῶν εὖ πάντα συλλαβὼν ἔχει:. Σοφοκλέους. Ὁ κόσμος ἀλλοίωσι ς , ὁ βίος ὑπόληψις. |
| 2 38 | Ὄνος ἐν πιθήκοι ς : τὸ λεγόμενον. Ὁ ὅμοιος τῷ ὁμοίῳ καθ’ ὅσον ὅμοιος φίλος, ὁ ἀγαθὸς τῷ ἀγαθῷ μόνος μόνῳ φίλος. |
| 2 40 | Ὅσοι τοὺς ἀδικοῦντας κολάζουσιν, οὗτοι τοὺς ἄλλους ἀδικεῖσθαι κωλύουσι:. Ἰσαίου. Οὐ γὰρ πείσει ς , οὐ δ ’ ἢν πείσῃ ς : καθ’ ὑπερβολὴν λέγει· κἂν πείσῃς, οὐχ ἕξῃς ἡμᾶς πειθομένους. |
| 2 42 | Οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον, οὐδὲ πῦρ οὐδ’ ὧδ’ ἀναιδὴς οὐδεμία πάρδαλις. Οὐ σχολὴ δούλοι ς . |
| 2 44 | Οὐχ ὁ βωμὸς πρὸς τὸ ἱερό ν : ἐπὶ τῶν μὴ ἐξισουμένων τισίν. Οὐχ ὁσίη φθιμένοισιν ἐπ’ ἀνδράσιν εὐχετάασθαι. |
| 2 46 | Πάλιν ἡ ὗς παρορίνε ι : ἐπὶ τῶν παρακινούντων τινὰ εἰπεῖν καὶ ἄκοντα, ἃ οὐ βούλεται. Ἀλκαίου ἡ παροιμία. Παλινῳδίαν ᾄδω ν : τὸ τὰ ἐναντία εἰπεῖν τοῖς προτέροις. |
| 2 48 | Πάντα κινήσω πέτρο ν : ὁμοία τῇ· Πάντα λίθον κινήσ ω . Πάντων ἥδιστον ἡ φιλί α · καθὸ δὴ καὶ λέλεκται πυρὸς καὶ ὕδατος ὁ φίλος ἀναγκαιότερος. |
| 2 50 | Πάππος ἀκάνθη ς : ἐπὶ τοῦ μηδενός. Παρὰ ποταμὸν φρέαρ ὀρύττε ι : ἐπὶ τῶν μάτην πονούντων. |
| 2 52 | Παρθένος τὰ πατρῷ α : ἐπὶ τῶν καταχαριζομένων τὰ πατρῷα εἴωθε λέγεσθαι. Παρὼν ἀποδημε ῖ : ἐπὶ τῶν αἴσθησιν ἑαυτοῖς μηδεμίαν παρεχόντων. |
| 2 53 | Ἀριστοφάνης· ὁ νοῦς δέ σου παρὼν ἀποδημε ῖ . Πατῆσα ι : ἐνδιατρῖψαι, ἀφικέσθαι. |
| 2 54 | Ἀριστοφάνης· ἀμαθὴς ἔφυς κοὐ πολυπράγμω ν , οὔ τ ’ Αἴσωπον πεπάτηκα ς . ἐπὶ τῶν ἰδιωτῶν. Πέδη τοῦ λέγειν ἡ ἀγωνί α : Ὑπερίδης τοῦτ’ ἔφη. |
| 2 56 | Πεινῶντος ἀνδρὸς ἰσχνὰ τἀντικνήμι α . Πέρδικος ἐρᾷ σοῦ δριμύτερο ν : ἐπὶ τῶν ἄγαν ἐρώντων. |
| 2 57 | φασὶ γὰρ τοὺς τρέφοντας ἀθλητὰς πέρδικας ὅταν αὐτοὺς εἰς τὴν μάχην τὴν κατὰ ἀλλήλων ὑποθήγωσι, τὴν θήλειαν ἑκάστῳ παρεστάναι. Πίσσα ναυπηγῶν κά κ ’ ἐλέγχεα πάντα καλύπτε ι : ἐπὶ τῶν πλαστῷ βίῳ χρωμένων καὶ μὴ ἐλεγχομένων. |
| 2 59 | Πιττακὸς ὁ τοῦ Ὕῤῥ α · καιρὸν γνῶθ ι : ὃς ἦν ἐκ Μιτυλήνης. Ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντω ν : ἐπὶ τῶν ἐν τῷ λέγειν ἁμαρτανόντων. |
| 2 61 | Πόλεμος οὐ λαφυραγωγεῖ τὴν ἀρετήν:. Σκληρίου. Πολλάκις κρατίστη τῶν ἀρετῶν εἶναι δοκεῖ ἡ δικαιοσύνη, καὶ οὔτε ἕσπερος οὔθ’ ἑῷος οὕτω θαυμαστός· καὶ παροιμιαζόμενόν φαμεν *** Πολλά με διδάσκεις ἀφθόνως διὰ φθόνων ὅπως ἀκούων πολλὰ μηδὲ ἓν μάθω· Φιλήμονος. |
| 2 63 | ἐπὶ τῶν φθόνων διδασκόντων. Πολλοὶ μὲν ἐχθρο ί , παῦροι δ’ ὠφελήσιμοι. |
| 2 65 | Πολλῶν ὁ λιμὸς γίνεται διδάσκαλο ς : ἐπὶ τῶν δι’ ἀπορίαν τι κακὸν πραττόντων. Πολυγνώτου λαγώ ς : ἐπὶ τῶν ὁτιοῦν ἀκριβῶς ἐκτυπούντων· Πολύγνωτος γὰρ ζωγράφος γράψας λαγὼν δόξαν παρέσχετο τοῖς ὁρῶσι ζῶν εἶναι τὸ θηρίον τοῦτο. |
| 2 67 | Πόνος γά ρ , ὡς λέγουσι, εὐκλείας πατήρ:. Εὐριπίδου ἡ γνώμη. Πότερον ὁ τὸν τράγον ἀμέλγων ἀφρονέστερος, ἢ ὁ τὸ κόσκινον ὑποτιθείς: εἴποις ἂν ὁ τὸν τράγον. |
| 2 69 | Πρέσβυς οὐ τύπτεται οὐδὲ ὑβρίζετα ι . Πρὸ ποταμῶν ἀναστέλλετα ι : ἀντὶ τοῦ ἀνατείνει τὰ ἱμάτια. |
| 2 70 | ἐπὶ τῶν ἀκαίρως τι δρώντων. Προφερὴς ε ἶ : ἐπὶ τῶν χρόνῳ μὲν νεωτέρων, τῇ δὲ ὄψει πρεσβυτέρων δοκούντων. |
| 2 71 | Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· ἔνιοι μὲν γὰρ νέοι ὄντες προφερεῖς καὶ πρεσβύτεροι φαίνοντα ι . Πυραύστου μόρο ς : ἐπὶ τῶν ἀπὸ τούτων ἀπολλυμένων ὑφ’ ὧν ἀγαπῶσι· πύραυστος δέ ἐστι ζωΰφιον μικρόν, ὃς τοῖς λύχνοις προσιπτάμενος καὶ δοκῶν ἵπτασθαι, ὑπὸ τοῦ πυρὸς κατακαίεται. |
| 2 73 | Πῦρ εἰς ἀκάνθα ς : ἐπὶ τῶν περί τι εὐδοκιμούντων. Πῦρ ἐπὶ δαλῷ ἐλθό ν : ἐπὶ τῶν ταχέως γινομένων. |
| 2 75 [5] | Πυῤῥίχην ἐνόπλιον ἐκπονεῖ ς : ἐπὶ τῶν γυμναζομένων. τὴν δὲ πυῤῥίχην πρῶτος εὗρε Πύῤῥιχος Κυδωνιάτης, Κρὴς τὸ γένος. ἐκ τούτου καὶ πυῤῥίχιος ποῦς συγκείμενος ἐκ δύο βραχειῶν, ⏑ ⏑, οἷον, λόγος· ἄλλοι δέ φασιν ἀπὸ τοῦ Πύῤῥου τοῦ Ἀχιλλέως υἱοῦ, ὃς πρῶτος ἐκ τοῦ δορείου ἵππου ἐπήδησε καὶ ἐπὶ τῇ νίκῃ ὕμνος αὐτῷ ἐτέθη τοιούτῳ τρόπῳ. Ῥαμνουσία Νέμεσι ς : αὕτη πρῶτον ἀφίδρυτο ἐν Ἀφροδίτης σχήματι· διὸ καὶ κλάδον εἶχε μηλέας. |
| 2 76 [5] | ἱδρύσατο δὲ αὐτὴν Ἐρεχθεὺς μητέρα ἑαυτοῦ οὖσαν, ὀνομαζομένην δὲ Νέμεσιν, καὶ βασιλεύουσαν ἐν τῷ τόπῳ· τὸ δὲ ἄγαλμα Φειδίας ἐποίησεν. οὗ τὴν ἐπιγραφὴν ἐχαρίσατο Ἀγορακρίτῳ τῷ Παρίῳ ἐρωμένῳ· ὃς καὶ Ὀλυμπίασι τῷ δακτύλῳ τοῦ Διὸς ἐπέγραψεν Ἐπάρχης· καλὸς δ’ ἦν οὗτος Ἀργεῖος, ἐρώμενος αὐτοῦ· ἐξ ἧς ἡ παροιμία. Ῥαμνούσιος ε ἶ : ἐπὶ τῶν σοφῶν ἐλλογίμων· Ῥαμνοῦς γὰρ δῆμος τῆς Ἀττικῆς. |
| 2 78 | Ῥητορικὴν δειλίαν δημόσιος καιρὸς οὐ παραμένε ι : παρόσον οἱ ῥήτορες ἀνδρεῖοι θέλουσιν εἶναι. Ῥοιαὶ νυμφικα ί : ἐπὶ τῶν δωρουμένων τοῖς καλλίστοις κάλλιστα. |
| 2 80 | Σικελὸς στρατιώτης μισθὸν διωθεῖτα ι : ἐπὶ τῶν ἀπωθεῖσθαι προσποιουμένων, ἃ μηδεὶς αὐτοῖς δίδωσι. Σιτίον εἰς ἀμίδα μὴ ἐμβάλλει ν : ἐπισημαίνει γὰρ ὅτι εἰς πονηρὰν ψυχὴν ἀστεῖον λόγον ἐμβάλλειν οὐ προσῆκον· ὁ μὲν γὰρ λόγος τροφὴ διανοίας ἐστί· τοῦτον δὲ ἀκάθαρτον ἡ πονηρία ποιεῖ τῶν ἀνθρώπων. |
| 2 81 [5] | Ἀνδοκύδου Πυθαγορείου. Σίτῳ ἄμμον ἐπέχρωσα ς : ἐκ στρατηγήματος. |
| 2 82 [10] | ἐπὶ τῶν ἀπατώντων· ὁ γὰρ Μέροψ ἐν Ἀντιγονείᾳ τῇ πόλει πολιορκούμενος καὶ τῶν ἀναγκαίων ἐπιλελοιπότων αὐτῷ, δύο τῶν μεγίστων πύργων ἄμμου πλήσας νυκτός, ἄνωθέν τε ἐπιχρώσας σίτῳ, τοὺς παρὰ τῶν πολεμίων ἀφικομένους παραλαβὼν πρέσβεας καὶ παρὰ τὴν τῶν πύργων αὐτοὺς εἴσοδον στήσας μὴ ἀπατᾶσθε, ἔφη, σπάνιν ἔχειν ἡμᾶς τῶν ἀναγκαίων λογιζόμενοι· ὡς γὰρ καὶ ὑμεῖς ὁρᾶτε, καὶ ἐπὶ πλείστοις ἔτεσι διαρκούσας τροφὰς ἔχομεν. εἰ γοῦν δοκεῖ σπονδὰς ποιησάμενοι, μετ’ εἰρήνης ὑποχωρήσατε. τοῦτο οἱ πρέσβεις ἰδόντες πρὸς σπονδὰς αὐτίκα ἐχώρησαν, καὶ τὴν πολιορκίαν ἀσμενέστατα ἔλυσαν. Σκαριφίζεις ἄνθρωπ ε : ἐπὶ τῶν σκιωδῶς καὶ αἰνιγματωδῶς λεγόντων τί. |
| 2 83 | σκαριφίζειν δέ ἐστι τὸ τοὺς ζωγράφους ὑποτυποῦν· σκάριφος δέ ἐστιν ἡ γραφὶς αὐτῶν. Σκιὰ ὀνείρω ν : ἐπὶ τῶν ἀδήλων. |
| 2 85 [5] | Σμικρὰ παλαιὰ σώμα τ ’ εὐνάζει ῥοπ ή : Θεμιστίου περὶ γήρως· καίτοι περί γε τῶν γερόντων ὁ Σοφοκλῆς εἴρηκε χαριέντως· Σμικρὰ παλαιὰ σώμα τ ’ εὐνάζει ῥοπ ή · καταγωγῇ γὰρ ἔοικεν ὁ γεροντικὸς θάνατος, ἐκβολὴ δὲ καὶ ναυάγιόν ἐστιν ὁ τῶν νέων· ἐκπίπτει γὰρ ἡ ψυχὴ βίᾳ συντριβομένου τοῦ σώματος. Σπάρταν ἔλαχε ς , κείναν κόσμει· τὰς δὲ Μυκήνας ἡμεῖς ἰδίᾳ. |
| 2 87 | Σπιθαμὴ τοῦ βίο υ : τὸ ἐλάχιστον. Σπόγγῳ πάτταλον κρούει ν : ἐπὶ τοῦ μηδὲν ἀνύοντος. |
| 2 89 | Στησίχορος παλινῳδίαν ᾄδε ι : ἐπὶ τῶν μεταβαλλομένων τοῖς βελτίοσιν. Συλοσῶντος χλαμύ ς : ἐπὶ τῶν ἀλαζονευομένων ἐπὶ ἐσθῆτι· οὗτος γὰρ εἶχε χλαμύδα, ἣν Δαρείῳ ἰδιωτεύοντι δωρησάμενος ἔτυχε τῆς εἰς Σάμον καθόδου. |
| 2 91 | Συμβούλευε μὴ τὰ ἥδιστα, ἀλλὰ τὰ ἄριστα:. Σόλωνος ἡ ὑποθήκη. Τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνεται. |
| 2 93 | Τὰ Ταντάλου τάλαντα τανταλίζετα ι : ἐπὶ πλούτῳ. Ταντάλειοι τιμωρία ι : ἐπὶ τῶν ἀγαθὰ μὲν ἐπιτυχόντων, μὴ συγχωρουμένων δὲ ἀπολαύειν αὐτῶν. |
| 2 94 [25] | φασὶ γὰρ τοῦ Ταντάλου ἔμπροσθεν εἶναι παντοδαπὰ δένδρα· καὶ ἡνίκα ἂν τὴν χεῖρα ἐκτείνῃ λαβεῖν τι τῶν δένδρων, ἐκκλίνουσιν ἀπ’ αὐτοῦ· ἢ ὅτι πηγὴ πλήρης ὕδατός ἐστι καὶ ὑπὲρ κεφαλῆς λίθος μεγάλη κρέμαται· καὶ ἡνίκα ἂν κύψῃ τοῦ πιεῖν, πίπτει ἡ πέτρα καὶ οὐκ ἐᾷ αὐτὸν πιεῖν. καὶ τοῦτο ἀϊδίως:. Τάνταλο ς , υἱὸς Τμώλου καὶ Πλουτοῦς· Ταντάλου δὲ καὶ Εὐρυανάσσης Πέλοψ, Βροτέας, Νιόβη· Πέλοπος δὲ καὶ Ἱπποδαμείας Ἀτρεύς, Θυέστης, Δίας, Κυνόσουρος, Κορίνθιος, Ἵππαλμος, Ἵππασος, Κλέων, Ἀργώ, Ἀλκαθώ, Ἑλεῖος, Πιτθεύς, Τροιζήν, Νικίππη, Λυσιδίκη καὶ ἔκ τινος Ἀξιόχης νόθος Χρύσιππος· τοῦτον φθονοῦντες οἱ λοιποὶ Πελοπίδαι ὡς προκεκριμένον ὑπὸ τοῦ πατρὸς ἀναπείθουσιν ἅμα τῇ μητρὶ τῇ πρεσβυτάτῃ Ἀτρέα καὶ Θυέστην ἀνελεῖν τὸν παῖδα· οἱ δὲ ἀποκτείναντες εἰς φρέαρ ἐνέβαλον. Ὁ δὲ Πέλοψ ὑπόπτους ἔχων τοὺς παῖδας ἐκβάλλει τῆς πατρίδος ἐπαρασάμενος τούτους· ἄλλοι μὲν οὖν ἄλλῃ ᾤκησαν, Ἀτρεὺς δὲ καὶ Θυέστης ἐλθόντες ἐν τῇ Τριφυλίᾳ ᾤκησαν ἐν Μηκεστῷ· καὶ Ἀτρεὺς μὲν Κλέολαν τὴν Δίαντος ἀγαγόμενος ἔσχε Πλεισθένην τὸ σῶμα ἀσθενῆ· ὃς Ἐριφύλην γήμας ἔσχεν Ἀγαμέμνονα καὶ Μενέλαον καὶ Ἀναξιβίαν· νέος τελευτῶν ὁ Πλεισθένης καταλείπει τῷ πατρὶ τοὺς παῖδας. Θυέστης δὲ λαβὼν Λαοδάμειαν ἔσχεν Ὀρχομένην, Ἀγαύην, Κάλεα· τῶν δὲ Ἡρακλειδῶν κατασχόντων τὴν Πελοπόνησον ἔχρησεν ὁ θεὸς, τούτους μὲν ἀποσθῆναι Λακεδαίμονος, τοὺς δὲ Πελοπίδας βασιλεῦσαι. Τὰ τοῦ καιρο ῦ : πρὸ τοῦ καιροῦ. |
| 2 96 | Τέλος ὅρα τοῦ βίο υ : τοῦτο τὸ ἀπόφθεγμα Σόλων εἶπε τῷ Κροίσῳ. Τί δ ’ ἄλλο φωνὴ καὶ σκιὰ γέρων ἀνήρ; Τίκτει γά ρ , ὥσπερ φησὶν ἡ παροιμία, κόρος μὲν ὕβριν, ἀπαιδευσία δὲ μετ’ ἐξουσίας ἄνοιαν. |
| 2 99 | Τί μὴ διώκεις τὴν εὐθεῖα ν , ἀλλὰ πλαν ᾷ ; ἐπὶ τῶν μὴ κατευθὺ βαδιζόντων. Τίς γὰρ κατόπτρῳ καὶ τυφλῷ κοινωνία; Τὸ γῆρας ὥσπερ βωμός ἐστι τῶν κακῶν· πάντ’ ἔστ’ ἰδεῖν γὰρ εἰς τοῦτο καταπεφευγότα:. |
| 3 1 | Ἀντιφάνους. Τὸ Δωδωναῖον χαλκεῖο ν : ἐπὶ τῶν πολλὰ λαλούντων. |
| 3 3 | Τὸ ἐμὸν ἐμοὶ λέγεις ὄνα ρ : ἐπὶ τῶν τὰ ἑτέροις συμβάντα πρὸς τοὺς πεπονθότας διηγουμένων. Τοῖς εὐτυχοῦσι τρίμηνες παιδί α : ἐπὶ τῶν εὐπορούντων. |
| 3 4 | οἱ γὰρ εὔποροι κοπιᾶν οὐ βούλονται, ἀλλ’ ἐν παιδιαῖς καὶ τέρψεσι διάγειν. Τοῖς μὲν δούλοις ἡ ἀνάγκη νόμος, τοῖς δὲ ἐλευθέροις ὁ νόμος ἀνάγκη:. |
| 3 5 | Δημάδου. Τοῖς νενικημένοις ὀδύν η . |
| 3 7 | Τοῖς σαυτοῦ πτεροῖς ἥλω ς : ἐπὶ τῶν τοῖς οἰκείοις ἐλεγχομένων λόγοις. Τοῖς σίτου ἀποροῦσιν οἱ ὄροβο ι : δήλη. |
| 3 9 | Τὸ καλὸν φίλο ν , τὸ δ’ οὐ καλὸν οὐ φίλον. Τόλμα πρήξιος ἀρχ ή , τύχη δὲ τέλος κηρίης:. |
| 3 10 | Δημοκρίτου ἡ γνώμη. Τὸ μὲν πῦρ ὁ ἄνεμος, τὸν δὲ ἔρωτα ἡ συνήθεια ἐκκαίει:. |
| 3 11 | Σωκράτους. Τὸν ἐν κάλυξι καθήμενον εἴρειν χρὴ στεφάνου ς : ἐπὶ τῶν μὴ ἀργούντων. |
| 3 13 | Τὸν ἐπὶ τῇ φακῇ μῦθο ν : λείπει τὸ λέγεις. λέγεται ὅταν τις μνησθῇ τινος εὐτελοῦς ὄντος καὶ μεγεθύνῃ αὐτόν, ἄλλων πρότερον ὑπὲρ ἄλλων λεγόντων ἀξίων ὄντων πολλοῦ. Τὸν θέλοντα βοῦν ἔλαυν ε : ἤγουν τὴν ἀγαπῶσαν φίλει. |
| 3 15 | Τὸν λίθον πρὸς τὴν σπάρτην κατὰ τὴν Δωρικὴν παροιμίαν ἄγοντες. Τὸν πόκον περικείρεσθαι βούλομαι τῶν προβάτω ν , ἀλ λ ’ οὐ ξυρᾶσθαι δυσμενῶς ἄχρις ἐπιδερμίδο ς : Τιβερίου βασιλέως Ῥωμαίων αὕτη ἡ παροιμία. |
| 3 16 | λέγεται δὲ ἐπὶ τῶν βαρέως φορολογούντων. Τὸν τετελευτηκότα μὴ κακολόγε ι , ἀλλὰ μακάριζ ε: . |
| 3 17 [5] | Χίλωνος. Τὸ Ξενοκράτους τυρίο ν : ἐπὶ τῶν ἐπὶ πολὺ παραμενόντων καὶ μὴ τάχιστα ἀναλισκομένων· ὁ γὰρ Ξενοκράτης εἴ ποτε στάμνον οἴνου ἀνοίξειεν, ἔφθανεν ὁ οἶνος τρεπόμενος πρὶν ἂν ἀναλωθῆναι· καὶ τὰ ὄψα πολλάκις ἕωλα ἐξέῤῥιπτεν· ἔνθεν καὶ ἡ παροιμία. |
| 3 19 | Τὸ οὐ τοῦ Φιλοξένο υ : ἐπὶ τῶν πολλάκις ἀρνουμένων. Φιλόξενον γὰρ Διονύσιος καλῶν, οὐδὲν ἀπεκρίνατο οὗτος, εἰ μή, οὐ, οὐ. Τὸ παρὰ δρυῒ σκότο ς : ἐπὶ τῶν ἁπλουστέρων καὶ φοβερῶν. |
| 3 21 | Τὸ Πέρδικος σκέλο ς : ἐπὶ τῶν κατὰ ἀπορίαν λόγου ὑποκρινομένων προσθήκην. Τὸ πολλὰ τολμᾶ ν , πόλλ’ ἁμαρτάνειν ποιεῖ. |
| 3 23 | Τὸ σιγᾶν τὴν ἀλήθειαν χρυσόν ἐστι θάπτειν:. Ἄλλου τινός. Τὸ τῆς παροιμία ς , ὗς πρὸς Ἀθηνᾶν ἐρίζων πεφώρασαι. |
| 3 25 | Τοῦ Μορύχου Διονύσο υ : ἐπὶ τῶν εὐηθές τι διαπραττομένων. Τοὺς κενοὺς ἀσκοὺς τὸ πνεῦμα διΐστησι, τοὺς δὲ ἀνοήτους τὸ οἴημα:. |
| 3 26 | ἐξ ἀποφθέγματος. Τρὶς τοῦ βίου λέλουται ὥσπερ οἱ Δαρδανεῖ ς : ἐπὶ τῶν φειδωλῶν. |
| 3 27 [5] | οἱ γὰρ Δαρδανεῖς Ἰλλυρικὸν ἔθνος ὄντες τρὶς ἐν τῷ βίῳ ἐλούοντο, ὅταν ἐγεννῶντο καὶ ἐν γάμοις καὶ τελευτῶντες. ἄλλοι δὲ ἐπὶ τῶν γενναιοτάτων ἐκλαμβάνουσι ταύτην καὶ καταφρονούντων τῶν ἡδονῶν. Τρίτῃ κεφαλῇ καὶ τρίτῳ ἐγκεφάλ ῳ : ἐπὶ τῶν ἀχθοφορούντων. |
| 3 29 | Τρόπον ἀσκοῦσι ψηνῶ ν : ἐπὶ τῶν τὰ οἰκεῖα φθειρόντων, ἄλλους δὲ ὠφελούντων. Τυφλοῦται περὶ τὸ φιλούμενον ὁ φιλῶν:. |
| 3 30 | Πλάτων τοῦτ’ ἔφη. Τῷ ἀγκῶνι ἀπομυσσόμενο ς , διεδήλου δὲ τὸν ταριχέμπορον, κατὰ καὶ ἄλλην παροιμίαν τό, γλυκὺς ἀγκώ ν . |
| 3 32 | Ὑγιέστερος Κρότωνο ς : ἐπὶ τῶν πάνυ ὑγιαινόντων. Ὑπὲρ τὰ ἐσκαμμένα πηδ ᾷ : ἐπὶ τῶν ἀδυνάτοις ἐπιχειρούντων. |
| 3 34 | Ὕπνοι καὶ κόποι μαθήμασι πολέμι α : κατὰ Πλάτωνα. Ὕπνος δ ’ ἀπέστω γλυκύθυμος ὀμμάτω ν : ἐπὶ τῶν βουλομένων φιλοσοφεῖν. |
| 3 36 | Φέρει παραμυθίαν ὀδυνωμένῳ κοινωνία τῶν στεναγμῶν. Φιλεῖν ἀκαίρως ἴσον ἐστὶ τῷ μισεῖν. |
| 3 38 | Φιλῶν ἃ μὴ δεῖ οὐ φιλήσεις ἃ δεῖ· ἀπλήρωτον γὰρ ἡ ἐπιθυμία, διὰ τοῦτο καὶ ἄπορον:. Φίλωνος. Φρονεῖν δὲ θνητὸν ὄντ’ οὐ χρὴ μέγα:. |
| 3 39 | Εὐριπίδου ἡ γνώμη. Φρόνημα μέγα καὶ ῥώμην ἔχων εἰς εὐτυχὲς τέλος. |
| 3 41 | Φύσει μὲν ἀρετὰ ἀγαθοποιὸς καὶ ὠφελητική, ἁ δὲ κακία κακοποιὸς καὶ βλαπτικά. Φύσις πονηρὰ χρηστὸν ἦθος οὐ τρέφει:. |
| 3 42 | Συνεσίου. Χαμαιλέων ζῷόν ἐστιν εἰς πάντα τὴν χρόαν μετατρέπον πλὴν τοῦ λευκοῦ. |
| 3 44 | Χάραξ τὴν ἄμπελο ν : ὅταν ὑπὸ τοῦ σώζοντος τὸ σωζόμενον πάθῃ. Χρήματα δ ’ οὐχ ἁρπακτά, θεόσδοτα πολλὸν ἀμείνω:. |
| 3 45 | Ἡσιόδου. Χρὴ σιγᾶν ἢ κρείσσονα σιγῆς λέγει ν: . |
| 3 46 | Πυθαγόρου ἡ παραίνεσις. Χρῷ τῇ σεαυτοῦ λύρ ᾳ , μὴ τῇ τοῦ πέλα ς : ἐπὶ τῶν περὶ τὰ ἀλλότρια σπουδαζόντων. |
| 3 48 | Ψόγος ἀνιάτρω ν , ἔπαινος ἄντικρυς ἰατρῶν. Ψύχος φυγὼν εἰς βόρβορον ἔπεσο ν : ἐπὶ τῶν φευγόντων μικρὰ κακὰ καὶ εἰς χείρονα ἐμπιπτόντων. |
| 3 50 | Ὦ Λακιάδα ι : ἐπὶ τῶν μοιχῶν. Ὠσὶν ἑστῶσι ν : ἐπὶ τῶν πρὸς τὸ ἀκοῦσαι τὰ ὦτα εὐτρεπιζομένων. |