eul_wid: uqe-ax
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Old Scholia on Plato: Protagoras by Plato Commentary

Variant readings and glosses accompany the Protagoras: long-distance runners and Arcadian courier-runners, the prytaneum, the theatre's rod-bearers, and a scheme of Prodicus' distinctions between disputing and quarrelling, esteem and praise, enjoyment and pleasure. Hesiod's lines on the long, steep road to aretē are quoted, and an epigram gives the seven sages with their cities and sayings, before a note that no one errs willingly.

Part of Old Scholia on Plato

ΕΙΣ ΤΟΝ ΠΡΩΤΑΓΟΡΑΝ

μαθήμασιν. γρ. καὶ μαθήμασι.

Ἀνδροτίωνος. γρ. καὶ Ἀνδροτίωνος.

λιπαρῶς. ἐπιμελῶς, προσεδρευτικῶς.

ὁ δὲ μετὰ λόγου κτλ. σημείωσαι τί λέγει.

μορίων ἄλλο οἷον ἐπιστήμη. γρ. οἷον ἐπιστήμη· ἐν ἄλλῳ δὲ μορίων ἀλλοίων.

τὸ ἔλαιον. σημείωσαι περὶ ἐλαίου.

ἀσχολία. μέριμνα, φροντίς.

εἶμι. πορεύομαι.

τρίβωνος. στολὴ ἔχουσα σημεῖα ὡς γαμμάτια τριβώνιον δὲ ἱμάτιον παλαιὸν κατατετριμμένον.

δολιχοδρόμων. δολιχοδρόμοι εἰσὶν οἱ τὸν δόλιχον τρέχοντες, οὗ αἰτία ἥδε· δρομοκήρυκες ἐξ Ἀρκαδίας ἐφοίτων εἰς τὴν Ἑλλάδα τῶν πολεμικῶν ἄγγελοι, καὶ ἀπείρητο αὐτοῖς ἱππεύειν ἀλλʼ αὐτουργοῖς εἶναι τοῦ δρόμου. τὸ ἀεὶ οὖν ἐν βραχεῖ τῆς ἡμέρας διαδραμεῖν στάδια ὁπόσα ὁ δόλιχος, δρομοκήρυκας εἰργάζετο καὶ ἐγύμναζεν ἐν τῷ πολέμῳ.

ἡμεροδρόμων οἱ ταῖς βασιλικαῖς διατάξεσι ταχύτατα διακονούμενοι.

ἀμφισβητοῦσι κτλ. ἀμφισβητεῖν φίλων ἐρίζειν ἐχθρῶν εὐδοκιμεῖν παρὰ ταῖς ψυχαῖς τῶν ἀκουόντων ἄνευ ἀπάτης ἐπαινεῖσθαι ἐν λόγῳ πολλάκις παρὰ δόξαν ψευδομένων εὐφραίνεσθαι μανθάνοντά τι καὶ φρονήσεως μεταλαμβάνοντα τῇ διανοίᾳ ἥδεσθαι ἐσθίοντά τι ἢ ἄλλο ἡδὺ πάσχοντα τῷ σώματι.

πρυτανεῖον. θεσμοθέσιον, θόλος. λέγεται δὲ καὶ ἡ ἐπιμήνιος μισθοφορά.

ῥαβδοῦχον. ῥαβδοῦχοι ἄνδρες τῆς τῶν θεάτρων εὐκοσμίας ἐπιμελούμενοι.

καθʼ Ἡσίοδον. Ἡσιόδου τοῦ Ἀσκραίου τὴν μέντοι κακότητα καὶ ἰλαδόν ἐστιν ἑλέσθαι ῥηϊδίως. ὀλιγὴ μὲν ὁδός, μάλα δʼ ἐγγύθι ναίει. τῆς δʼ ἀρετῆς ἱδρῶθα θεοὶ προπάροιθεν ἔθηκαν ἀθάνατοι· μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐπʼ αὐτήν, καὶ τρηχὺς τὸ πρῶτον. ἐπὴν δʼ εἰς ἄκρον ἵκηται ῥηϊδίη δʼ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα.

εἰς καιρόν. εὐκαίρως.

πολλοῦ γε δεῖ. τοῦτο καθʼ ὑπόκρισιν λέγεται ἀποφατικῶς ἀπὸ τοῦ πολὺ ἐνδεῖ.

χαλεπόν. τὸ χαλεπόν κακόν οὐ ῥᾴδιον.

τούτων κτλ. ἑπτὰ σοφῶν ἐρέω κατʼ ἔπος πόλιν, οὔνομα, φωνήν. μέτρον μὲν Κλεόβουλος ὁ Λίνδιος εἶπεν ἄριστον. Χίλων δʼ ἐν κοιλῇ Λακεδαίμονι γνῶθι σαυτόν. ὃς δὲ Κόρινθον ἔναιεν, χόλου κρατέειν Περίανδρος. Πιττακὸς οὐδὲν ἄγαν. ὃς ἔην γένος ἐκ Μιτυλήνης. τέρμα δʼ ὁρᾶν βιότοιο Σόλων ἱεραῖς ἐν Ἀθήναις. τοὺς πλέονας κακίους δὲ Βίας ἀπέφηνε Πριηνεύς. ἐγγύην φεύγειν δὲ Θαλῆς Μιλήσιος ηὔδα.

χαριέντως. ἀστείως, συνετῶς. σημαίνει δὲ καὶ τὸ μετὰ παιγνίας.

οὐδένα ἀνθρώπων ἕκοντα ἐξαμαρτάνειν. σημείωσαι ὅτι ἀκούσια τὰ ἁμαρτήματα.

διόρισαι. ἔξω τῶν ὅρων ποίησον.

ἴτας. ἐπὶ πάντα ὁρμῶντας.