ΕΙΣ ΤΟΝ ΜΕΙΖΟΝΑ ΙΠΠΙΑΝ
Ἦλις. Ἦλις πόλις ἐν Πελοποννήσῳ πρὸς τῇ Ὀλυμπίᾳ, ἀπέχουσα Πίσης τριακοσίους σταδίους.
Λακεδαίμονα. πόλις καὶ αὕτη Πελοποννήσου, πρότερον Σπάρτη προσαγορευομένη.
Λεοντῖνος. Λεοντῖνοι πόλις Σικελίας.
ἀτάρ. πλήν, ἅτε δή, ὅμως, καὶ ἀντὶ τοῦ δέ· νῦν δέ, καὶ δή.
ἐκ Κέω. νῆσος, ἣ καὶ Μεροπὶς ἐκαλεῖτο.
καταλειφθέντων γὰρ αὐτῷ. σημείωσαι περὶ Ἀναξαγόρου.
σημείωσαι ὅτι Ἱππίας μνημονικώτατος ἦ καὶ ἔφʼ ὅσον.
αὐτὸ δείξει. παροιμία, αὐτὸ δείξει, ἐπὶ τῶν ἀπιστούντων τι μὴ γίνεσθαι. μέμνηται αὐτῆς καὶ Κρατῖνος ἐν Πυλαίᾳ, καὶ Πλάτων οὗτος ἐν Θεαιτήτῳ καὶ ἐνταῦθα. καὶ ἔστιν, ὁ τὸν ποταμὸν καθηγούμενος καὶ τὸν πόρον ζητῶν, αὐτὸ δείξει. τῶν γὰρ παροιμιῶν αἱ μὲν καθʼ αὑτὰς λέγονται, αἱ δὲ ἐπὶ λόγων σαφηνίζονται. μέμνηται δὲ αὐτῆς καὶ Σοφοκλῆς ἐν Λημνίαις οὕτως· τάχʼ αὐτὸ δείξει τοὖργον, ὡς ἐγώ, σαφῶς.
τωθάσεται. σκώψει, χλευάσει, λοιδορήσει.
ἔτνους. ἔτνος εἶδος ὀσπρίου, ὅ τινες καλοῦσι πισσάριον. τορύνη δὲ τὸ ταρακτήριον.
τὸ πρέπον δοκήσει καλὸν ποιεῖ ἄλλῳ τρόπῳ καλὸν ποιεῖ ἀληθείᾳ καλὸν ποιεῖ
μέρμερος φροντίδος ἄξιος, ἢ χαλεπός.
ἐφικέσθαι. καταλαβέσθαι.
γεγωνεῖν. μέγα φθέγγεσθαι.
βάλλʼ ἐς μακαρίαν. Ἡρακλέους θυγάτηρ, Μακαρία τοὔνομα, ἣν λόγος κατὰ τὴν Εὐρυσθέως ἐπὶ τὰς Ἀθήνας στρατείαν αὐτοκέλευστον ἑαυτὴν ὑπὲρ τῆς πόλεως εἰς σφαγὴν ἐπιδοῦναι. τοὺς οὖν Ἀθηναίους κατὰ τιμὴν τῆς παιδός, βάλλοντας αὐτὴν ἄνθεσιν καὶ στεφάνοις, παρακελεύεσθαι τοῖς ἄλλοις «βάλλʼ ἐς Μακαρίαν,» ὡς τὴν παροιμίαν παρελθεῖν καὶ ἐπὶ τῶν προθυμουμένων τι, αὖθις δὲ καταχρηστικῶς καὶ ἐπὶ πάσης ἀφοσιώσεως. Δοῦρις δέ φησιν ὅτι αὕτη τὴν πυρὰν τοῦ πατρὸς κατέσβεσεν, καὶ ἐξ ἐκείνου παρὰ Μακεδόσι νενόμισται τὰς θυγατέρας τῶν κηδευομένων, οἷς ἂν μὴ ὦσι παῖδες, τὸ αὐτὸ πράττειν ἐπὶ τοῖς πατράσιν.
ἆ.
ἆ περισπασθὲν δηλοῖ εἴθε· Καλλίμαχος— ἆ πάντως ἵνα γῆρας. καὶ τὸ ὦ ἄρθρον· Ὅμηρος— ἆ δειλοί, τί κακῶν. σημαίνει δὲ καὶ τὸ πολὺ καὶ μέγα, παρʼ Ἀρχιλόχῳ— ἆ ἔαδʼ εἴς τε ταύρους. τῷ τε ἐν ἴσῳ τῷ ναί, καὶ εἴθε. βραχέως δὲ καὶ δασέως τὸ ἅτινα, ὡς παρʼ Ἱπποκράτει. παρὰ δὲ Δημοκρίτῳ ἴδια. παρʼ Ὁμήρῳ τὰ ἑαυτοῦ— τὰ ἃ πρὸς δώμαθʼ ἕκαστος. καὶ ἀντὶ τοῦ ὧν τέτακται, καὶ παρʼ Εὐριπίδῃ ἐν Μηδείᾳ— πράξασʼ ἃ μέλλω καὶ τυχοῦσʼ ἃ βούλομαι. καὶ παρὰ Σοφοκλεῖ— αἰτεῖς ἃ τεύξῃ. εἰ δὲ ψιλωθείη περισπασθέν, τὸ νῦν σημαίνει, καὶ ἐν Εὔκλου τοῦ χρησμολόγου ποιήμασιν. βραχέως δὲ καὶ ψιλῶς σημαίνει ἀπόφασιν ἀρνητικήν.
ἆ περισπασθὲν δηλοῖ τὸ εἴθε, ἢ ὡς νῦν σχετλιαστικόν, ἀντὶ τοῦ φεῦ ἐπιρρήματος.
ἀμέλει. ἀντὶ τοῦ τοιγαροῦν συλλογιστικοῦ συνδέσμου.
καλὸν τὸ χρήσιμον. καλόν πᾶν χρήσιμον πᾶν δυνατόν πᾶν δύναμις
διανεκῆ. διὰ παντός. οὕτω καὶ Διογενιανός.
οὐχ οἷα. παροιμία ἐπὶ τῶν λεγομένων ἢ πραττομένων κατὰ δύναμιν ὑφʼ ἑκάστου λεγομένη· τὰ ἡμέτερα οὐχ οἷα βούλεταί τις, ἀλλʼ οἷα δύναται.
χαλεπὰ τὰ καλά. Περίανδρος ὁ Κορινθίων δυνάστης κατʼ ἀρχὰς δημοτικὸς ὢν ὕστερον εἰς τὸ τύραννος εἶναι μετῆλθεν. τοῦτο Πιττακὸν ἀκούσαντα, τότε Μιτυληναίων δυναστεύοντα, καὶ δείσαντα περὶ τῆς ἑαυτοῦ γνώμης καθίσαι τε ἐπὶ τὸν βωμὸν ἱκέτην καὶ ἀπολυθῆναι τῆς ἀρχῆς ἀξιοῦν. τῶν δὲ Μιτυληναίων πυνθανομένων τὴν αἰτίαν, εἰπεῖν τὸν Πιττακὸν ὡς Χαλεπὸν ἐσθλὸν ἔμμεναι. τοῦτο δὲ μαθόντα Σόλωνα εἰπεῖν· Χαλεπὰ τὰ καλά, καὶ ἐντεῦθεν εἰς παροιμίαν ἐλθεῖν· οἱ δʼ ἐπὶ τοῦ ἀδυνάτου τὸ χαλεπὸν ἀκούουσιν· ἐπὶ πάντων γὰρ γενέσθαι ἀγαθὸν ἀδύνατον.