eul_wid: dmu-aa

Μαρτυρίαι
Testimonies

Diotimus of Tyre Testimonies PDF

1 AËT. II 17, 3 (D. 346) Διότιμος Τύριος ὁ Δημοκρίτειος τὴν αὐτὴν τούτοις εἰσηνέγκατο γνώμην.
2 CLEM. Str. II 130 [II 184, 16 St.; s. Z. 16] ἔτι πρὸς τούτοις Δ. τὴν παντέλειαν τῶν ἀγαθῶν ἣν εὐεστὼ προσαγορεύεσθαι ὑπὸ Δημοκρίτου, τέλος ἀπέφηνεν.
3 SEXT. VII 140 Δ. δὲ τρία κατ’ αὐτὸν [Demokrit, 68 A 111] ἔλεγεν εἶναι κριτήρια, (1) τῆς μὲν τῶν ἀδήλων καταλήψεως τὰ φαινόμενα (‘ὄψις γὰρ τῶν ἀδήλων τὰ φαινόμενα‘, ὥς φησιν Ἀναξαγόρας [59 B 21a], ὃν ἐπὶ τούτωι Δημόκριτος ἐπαινεῖ), (2) ζητήσεως δὲ τὴν ἔννοιαν (‘περὶ παντὸς γάρ, ὦ παῖ, μία ἀρχὴ τὸ εἰδέναι περὶ ὅτου ἔστιν ἡ ζήτησισ‘ [Plato Phaedr. p. 237 B]), (3) αἱρέσεως δὲ καὶ φυγῆς τὰ πάθη· τὸ μὲν γὰρ ὧι προσοικειούμεθα, τοῦτο αἱρετόν ἐστιν, τὸ δὲ ὧι προσαλλοτριούμεθα, τοῦτο φευκτόν ἐστιν.