eul_wid: fua-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Poverty and Satire by Aristophon the Comic Poet

The Fragments on Poverty and Satire attributed to the Athenian comic poet Aristophon constitute a modern assemblage of 65 surviving passages from his lost comedies. No complete play by Aristophon survives; these excerpts, thematically grouped around poverty and satire, represent the entirety of his extant work and offer valuable, if fragmented, insights into his comic style and thematic concerns within the broader tradition of Attic comedy. The content of the fragments illustrates central preoccupations of the genre, treating poverty with both comic exaggeration and pointed social commentary while employing satire to mock contemporary figures, social practices, and intellectual trends. Other passages depict aspects of daily domestic affairs and recognizable social types, with some fragments suggesting a use of mythological parody.

These works survive exclusively through quotations by later ancient authors, lexicographers, and grammarians, including Athenaeus, Hesychius, and Pollux. The standard modern collection for these scattered references is Greek Comic Poets (PCG). While Aristophon’s direct influence on later literature is largely untraceable, his fragments were cited in antiquity for their linguistic and comic value. They remain crucial for scholars seeking to understand the full scope and development of Attic comedy beyond the major surviving playwrights such as Aristophanes and Menander, providing evidence of the thematic diversity and stylistic range present in the lost comic tradition.

ΒΑΒΙΑΣ
σαφὴς ὁ χειμών ἐστι τῆς πενίας λύχνος·
ἅπαντα φαίνει τὰ κακὰ καὶ τὰ δυσχερῆ.
ΔΙΔΥΜΟΙ Η ΠΥΡΑΥΝΟΣ
ἔπειθʼ ἡπάτια καὶ νῆστίν τινα
προσέθηκεν, οἶμαι, πεντέχαλκον προσλαβών.
ΙΑΤΡΟΣ
αἱ τῶν ἑταιρῶν γὰρ διοπετεῖς οἰκίαι·
γεγόνασιν ἄβατοι τοῖς ἔχουσι μηδὲ ἕν.
βούλομαι δʼ αὐτῷ προειπεῖν οἷός εἰμι τοὺς τρόπους.
ἄν τις ἑστιᾷ, πάρειμι πρῶτος, ὥστʼ ἤδη πάλαι
. . . ζωμὸς καλοῦμαι. δεῖ τινʼ ἄρασθαι μέσον
τῶν παροινούντων, παλαιστὴν νόμισον Ἀργεῖόν μʼ ὁρᾶν.
προσβαλεῖν πρὸς οἰκίαν δεῖ, κριός· ἀναβῆναί τι πρὸς
κλιμάκιον . . Καπανεύς, ὑπομένειν πληγὰς ἄκμων,
κονδύλους πλάττειν δὲ Τελαμών, τοὺς καλοὺς πειρᾶν καπνός.
ΚΑΛΛΩΝΙΔΗΣ
κακὸς κακῶς γένοιθʼ ὁ γήμας δεύτερος
θνητῶν· ὁ μὲν γὰρ πρῶτος οὐδὲν ἠδίκει·
οὔπω γὰρ εἰδὼς οὗτος οἷον ἦν κακὸν
ἐλάμβανεν γυναῖχʼ· ὁ δʼ ὕστερον λαβὼν
εἰς προὖπτον εἰδὼς αὑτὸν ἐνέβαλεν κακόν.
ΠΑΡΑΚΑΤΑΘΗΚΗ
αἰσχρὸν γενέσθαι πτωχὸν ἀσθενῆ θʼ ἅμα.
ΠΕΡΙΘΟΥΣ
καὶ μὴν διέφθαρταί γε τοὔψον παντελῶς·
κλεῖδες μὲν ὀπταὶ δύο παρεσκευασμέναι.
Β. αἷς τὰς θύρας κλείουσι; Α. θύννου μὲν οὖν.
Β. σεμνὸν τὸ βρῶμα. Γ. καὶ τρίτη Λακωνική.
ΠΛΑΤΩΝ
ἐν ἡμέραις τρισὶν
ἰσχνότερον αὐτὸν ἀποφανῶ Φιλιππίδου.
Β. οὕτως ἐν ἡμέραις ὀλίγαις νεκροὺς ποιεῖς;
ΠΥΘΑΓΟΡΙΣΤΗΣ
πρὸς τῶν θεῶν οἰόμεθα, τοὺς πάλαι ποτὲ
τοὺς Πυθαγοριστὰς γινομένους οὕτως ῥυπᾶν
ἑκόντας, ἢ φορεῖν τρίβωνας ἡδέως;
οὐκ ἔστι τούτων οὐδέν, ὡς ἐμοὶ δοκεῖ·
ἀλλʼ ἐξ ἀνάγκης, οὐκ ἔχοντες οὐδὲ ἕν,
τῆς εὐτελείας πρόφασιν εὑρόντες καλὴν
ὅρους ἔπηξαν τοῖς πένησι χρησίμους.
ἐπεὶ παράθες αὐτοῖσιν ἰχθῦς ἢ κρέας,
κἂν μὴ κατεσθίωσι καὶ τοὺς δακτύλους,
ἐθέλω κρέμασθαι δεκάκις.
πρὸς μὲν τὸ πεινῆν ἐσθίειν τε μηδὲ ἓν
νόμιζʼ ὁρᾶν Τιθύμαλλον ἢ Φιλιππίδην.
ὕδωρ δὲ πίνειν βάτραχος, ἀπολαῦσαι θύμων
λαχάνων τε κάμπη, πρὸς τὸ μὴ λοῦσθαι ῥύπος,
ὑπαίθριος χειμῶνα διάγειν κόψιχος,
πνῖγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν
τέττιξ, ἐλαίῳ μήτε χρῆσθαι μήθʼ ὁρᾶν
κονιορτός, ἀνυπόδητος ὄρθρου περιπατεῖν
γέρανος, καθεύδειν μηδὲ μικρὸν νυκτερίς.
εἶτʼ οὐ δικαίως ἔστʼ ἀπεψηφισμένος
ὑπὸ τῶν θεῶν τῶν δώδεκʼ εἰκότως τʼ Ἔρως;
ἐτάραττε κἀκείνους γὰρ ἐμβάλλων στάσεις,
ὅτʼ ἦν μετʼ αὐτῶν· ὡς δὲ λίαν ἦν θρασὺς
καὶ σοβαρός, ἀποκόψαντες αὐτοῦ τὰ πτερά,
ἵνα μὴ πέτηται πρὸς τὸν οὐρανὸν πάλιν,
δεῦρʼ αὐτὸν ἐφυγάδευσαν ὡς ἡμᾶς κάτω,
τὰς δὲ πτέρυγας ἃς εἶχε τῇ Νίκῃ φορεῖν
ἔδοσαν, περιφανὲς σκῦλον ἀπὸ τῶν πολεμίων.
ἔφη καταβὰς εἰς τὴν δίαιταν τῶν κάτω
ἰδεῖν ἑκάστους, διαφέρειν δὲ πάμπολυ
τοὺς Πυθαγοριστὰς τῶν νεκρῶν· μόνοισι γὰρ
τούτοισι τὸν Πλούτωνα συσσιτεῖν ἔφη
διʼ εὐσέβειαν. Β. εὐχερῆ θεὸν λέγεις,
εἰ τοῖς ῥύπου μεστοῖσιν ἥδεται ξυνών. . . . . . . . . . . . .
ἐσθίουσί τε
λάχανά τε καὶ πίνουσιν ἐπὶ τούτοις ὕδωρ·
φθεῖρας δὲ καὶ τρίβωνα τήν τʼ ἀλουσίαν
οὐδεὶς ἂν ὑπομείνειε τῶν νεωτέρων.
ΦΙΛΩΝΙΔΗΣ
τοιγαροῦν ἐμοὶ μὲν ἀρτίως ὁ δεσπότης
διʼ ἀρετὴν τῶν θηρικλείων εὐκύκλωτον ἀσπίδα,
ὑπεραφρίζουσαν, τρυφῶσαν, ἴσον ἴσῳ κεκραμένην,
προσφέρων ἔδωκεν, οἶμαι, χρηστότητος εἵνεκα.
εἶτʼ ἐλευθέραν ἀφῆκε βαπτίσας ἐρρωμένως.
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
τὸ τέλος ἅπασίν ἐστι τοῖς πτωχοῖσι νύξ·
ἐπισκοτεῖ γὰρ τοῖς κακοῖσι πανταχοῦ.