---
title: Sentences
title_greek: Γνῶμαι
author: Phocylides of Miletus
eul_wid: bdg-aa
eul_aid: bdg
canonical: "https://eulogikon.org/works/phocylides-miletus-sentences-bdg-aa"
period: Archaic
dialect: Ionic Elegiac
domain: Philosophy
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Sentences

*Γνῶμαι*

**Author:** Phocylides of Miletus

**eul_wid:** `bdg-aa` · [HTML page](https://eulogikon.org/works/phocylides-miletus-sentences-bdg-aa)

## Text

### book 1.1

[ln_1]Καὶ τόδε

### book 1.2

Φωκυλίδου· Λέριοι κακοί· οὐχ ὃ μέν, ὃς δ’ οὔ· [para]πάντες, πλὴν

### book 1.3

Προκλέους· καὶ Προκλέης Λέριος.

### book 2.1

Καὶ τόδε

### book 2.2

Φωκυλίδεω· τετόρων ἀπὸ τῶν〈δε〉 γένοντο φῦλα γυναικείων· ἣ μὲν κυνός, ἣ δὲ μελίσσης, ἣ δὲ συὸς βλοσυρῆς, ἣ δ’ ἵππου

### book 2.3

χαιτηέσσης. εὔφορος ἥδε, ταχεῖα, περίδρομος, εἶδος ἀρίστη·[ln_5]ἡ δὲ συὸς βλοσυρῆς οὔτ’ ἂρ κακὴ οὐδὲ μὲν ἐσθλή· ἡ δὲ κυνὸς

### book 2.4

χαλεπή τε καὶ ἄγριος· ἡ δὲ μελίσσης οἰκονόμος τ’ ἀγαθὴ καὶ ἐπίσταται ἐργάζεσθαι· ἧς εὔχευ, φίλ’ ἑταῖρε, λαχεῖν γάμου ἱμερόεντος.

### book 3.1

Καὶ τόδε

### book 3.2

Φωκυλίδου· τί πλέον, γένος εὐγενὲς εἶναι, οἷς’ οὔτ’ ἐν μύθοις’ ἕπεται χάρις οὔτ’ ἐνὶ βουλῆι;

### book 4.1

Καὶ τόδε

### book 4.2

Φωκυλίδου· πόλις ἐν

### book 4.3

σκοπέλωι κατὰ κόσμον οἰκεῦσα

### book 4.4

σμικρὴ κρέσσων Νίνου ἀφραινούσης.

### book 5.1

Καὶ τόδε

### book 5.2

Φωκυλίδεω· χρή τοι τὸν ἑταῖρον ἑταίρωι

### book 5.3

φροντίζειν, ἅσς’ ἂν

### book 5.4

περιγογγύζωσι

### book 5.5

πολῖται.

### book 6.1

〈Καὶ τόδε

### book 6.2

Φωκυλίδεω·〉 χρήστης κακοῦ ἔμμεναι ἀνδρός

### book 6.3

φεύγειν, μή σέ γ’ ἀνιήσηι

### book 6.4

παρὰ καιρὸν ἀπαιτέων.

### book 7.1

Χρηίζων

### book 7.2

πλούτου μελέτην ἔχε πίονος ἀγροῦ· ἀγρὸν γάρ

### book 7.3

τε λέγουσιν Ἀμαλθείης κέρας εἶναι.

### book 8.1

Νυκτὸς βουλεύειν, νυκτὸς δέ τοι ὀξυτέρη

### book 8.2

φρήν ἀνδράσιν· ἡσυχίη δ’ ἀρετὴ〈ν〉 διζημένωι ἐσθλή.

### book 9

Δίζησθαι βιοτήν, ἀρετὴν δ’, ὅταν ἦι βίος ἤδη.

### book 10.1

ἐν δὲ δικαιοσύνηι

### book 10.2

συλλήβδην πᾶς’ ἀρετή ’στιν.

### book 11.1

Πολλοί τοι δοκέουσι

### book 11.2

σαόφρονες ἔμμεναι ἄνδρες σὺν κόσμωι

### book 11.3

στείχοντες, ἐλαφρόν〈ο〉οί περ ἐόντες.

### book 12

Πολλὰ μέσοισιν ἄριστα· μέσος θέλω ἐν πόλει εἶναι.

### book 13.1

Πόλλ’ ἀέκοντα

### book 13.2

παθεῖν διζήμενον ἔμμεναι ἐσθλόν.

### book 14.1

χρὴ δ’ ἐν

### book 14.2

συμποσίωι κυλίκων

### book 14.3

περινισομενάων ἡδέα κωτίλλοντα καθήμενον οἰνοποτάζειν.

### book 15

χρὴ παῖδ’ ἔτ’ ἐόντα καλὰ διδάσκειν ἔργα.

### book 16

ἀλλ’ ἄρα δαίμονές εἰσιν ἐπ’ ἀνδράσιν ἄλλοτε ἄλλοι· οἳ μὲν ἐπερχομένου κακοῦ ἀνέρας ἐκλύσασθαι,

### book 17.1

Γνήσιός εἰμι φίλος καὶ τὸν φίλον ὡς φίλον οἶδα, [para]τοὺς δὲ κακοὺς διόλου πάντας ἀποστρέφομαι. οὐδένα θωπεύω

### book 17.2

πρὸς ὑπόκρισιν· οὓς δ’ ἄρα

### book 17.3

τιμῶ, τούτους ἐξ ἀρχῆς μέχρι τέλους ἀγαπῶ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: bdg-aa`.
