eul_wid: fdc-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments of a Comic Feast by Philyllius the Comic Poet

The Fragments of a Comic Feast constitutes a modern assemblage of 46 surviving passages from the lost comedies of the Athenian playwright Philyllius, active around 400 BCE. Working within the tradition of Old Comedy, Philyllius composed full verse plays for major festivals such as the City Dionysia, where he achieved at least one first prize. The fragments, consisting of individual lines and brief descriptive summaries, derive from plays bearing titles such as Cities, Heracles, and The Revelers. Their content frequently centres on themes of feasting, culinary detail, and the rhythms of daily life, while other passages exhibit the genre's characteristic parody of mythological narratives.

The complete texts of Philyllius's comedies have not endured. Their preservation relies entirely on indirect transmission, whereby later ancient authors excerpted his verses. The principal source is the erudite compiler Athenaeus of Naucratis, who in the 2nd or 3rd century CE quoted these fragments extensively in his sprawling work The Learned Banqueters to elucidate points of language, custom, or material culture. This collection provides an aperture into the diversity of Old Comedy beyond the handful of complete plays that survive, illustrating the genre's enduring engagement with social observation, the culture of the symposium, and comedy rooted in the everyday experiences of Athenian society.

ΑΙΓΕΥΣ
ὁ πάππος ἦν μοι γαλεὸς ἀστερίας ἴσως.
ἀναλφάβητος
ΑΝΤΕΙΑ
ΑΤΑΛΑΝΤΗ
ΑΥΓΗ
καὶ δὴ δεδειπνήκασιν αἱ γυναῖκες· ἀλλʼ ἀφαιρεῖν
ὥρα ʼστὶν ἤδη τὰς τραπέζας, εἶτα παρακορῆσαι,
ἔπειτα κατὰ χειρῶν ἑκάστῃ καὶ μύρον τι δοῦναι.
αὐτὸς φέρων πάρειμι πυρῶν ἐκγόνους τριμήνων
γαλακτοχρῶτας κολλάβους θερμούς.
πάντα γὰρ ἦν
μέστʼ ἀνδρῶν καὶ μειρακίων
πινόντων, ὁμοῦ δʼ ὁμάδῳ
γρᾴδιʼ ἦν μεγάλαισιν οἴ-
νου χαίροντα λεπασταῖς.
σὺν τῷ βαθείας καὶ πυκνὰς
ἕλκουσι τὰς ἀμύστιδας.
ΔΩΔΕΚΑΤΗ
σοὶ μὲν οὖν τήνδʼ, ἀμφορεῦ,
δίδωμι τιμήν, πρῶτα μὲν τοῦτʼ αὔτʼ ἔχειν
ὄνομα μετρητὴν μετριότητος εἵνεκα.
ΕΛΕΝΗ
ΗΡΑΚΛΗΣ
βούλεσθε δῆτʼ ἐγὼ φράσω τίς εἴμʼ ἐγώ;
ἡ τῶν προτενθῶν Δορπία καλουμένη.
ΠΛΥΝΤΡΙΑΙ Η ΝΑΥΣΙΚΑΑ
ΠΟΛΕΙΣ
ὅ τι ἂν τύχῃ
ὁ μάγειρος ἀδικήσας, τὸν αὐλητὴν λαβεῖν
πληγάς.
ἐκ τᾶς πινακίδος δʼ ἀμπερέως, ὅ τι καὶ λέγει
τὰ γράμμαθʼ, ἑρμήνευε.
σπαθᾶν τὸν ἱστὸν οὐκ ἔσται σπάθη.
πουλυπόδειον, σηπιδάριον, κάραβον, ἀστακόν, ὄστρειον,
χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας ἐκ Μυτιλήνης·
αἴρετʼ ἀνθρακίδας, τρίγλη, σαργός, κεστρεύς, πέρκη, κορακῖνος.
ἀνθρακοπώλης, κοσκινοποιός, κηπεύς, κουρεύς
δακτυλιουργόν
λιχνοφιλάργυρος
ΦΡΕΩΡΥΧΟΣ
προὔδωκεν αὐτὸν ὁ τόρος· ἦν γὰρ ἀσθενής.
ἀμυγδάλια, καρύδιʼ, ἐπιφορήματα
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
ἕλκειν τὸ βέδυ σωτήριον προσεύχομαι,
ὅπερ μέγιστόν ἐστιν ὑγιείας μέρος,
τὸ τὸν ἀέρʼ ἕλκειν καθαρόν, οὐ τεθολωμένον.
οὐκ εἰμὶ τέττιξ οὐδὲ κοχλίας, ὦ γύναι.
τὸ κάταγμα κροκυδίζουσαν αὐτὴν κατέλαβον.
ἦ τις κάμηλος ἔτεκε τὸν Φιλωνίδην.
ᾠά, κάρυʼ, ἀμυγδάλαι
καὶ λύχνον δίμυξον οἴσω καὶ θρυαλλίδʼ, ἢν δέῃ.
μαινίδες ... σκόμβροι, κοχλίαι, κορακῖνοι
ἅλα
δᾷδας
ἐπιθυμήματα
ἡμίπλεκτοι
μετάκερας
πηνίσασθαι