ΠΕΡΙ ΤΩΝ ΑΤΗΝΗΣΙ ΘΥΣΙΩΝ.
Σοῦδα Εἰρεσιώνη,: Κράτης δὲ ὁ Ἀθηναῖος ἐν τῷ Περὶ τῶν Ἀθήνησι θυσιῶν, ἀφορίας ποτὲ κατασχούσης τὴν πόλιν, θαλλόν φησι καταστέψαντας ἐρίοις ἱκετηρίαν ἀναθεῖναι τῷ Ἀπόλλωνι.
Σοῦδα Κύνειος: Κράτης ἐν τῷ Περὶ τῶν Ἀθήνησι θυσιῶν οὕτω γράφει· «Τὸ δὲ Κύννειόν ἐστι Ἀπόλλωνος ἱερὸν Κυννείου· ἀναλίσκεται δὲ εἰς τὰς θυσίας τὰς τοῦ Ἀπόλλωνος τοῦ Κυννείου τὸ ἐκ τοῦ θυννείου γινόμενον. Τοῦτο δέ ἐστι τὸ θυννεῖον Ἁλῆσι, καὶ γίνεται πρόσοδος μεγάλη. Ταύτην ἡ πόλις εἰς θυσίαν καταχωρίζει τῷ Ἀπόλλωνι τῷ Κυννείῳ Ἁλῆσι, οὗ Δημήτριος ὁ βασιλεύς.»
Οὐαλέριος Ἁρποκρατίων : Προκώνια ... Δίδυμος δὲ προκώνια, φησὶ, πυροὶ μέλιτι κεχρισμένοι· Ἀριστοφάνης δὲ ὁ γραμματικὸς καὶ Κράτης τὰ ἐξ ἀφρύκτων κριθῶν οὕτως φασὶν ὀνομάζεσθαι· ἔοικε δὲ καὶ ἐκ πυρῶν καὶ ἐκ κριθῶν γίνεσθαι, ὡς Ἀντικλείδης ἐν τοῖς Ἐξηγητικοῖς ὑποσημαίνει. Δήμων δέ φησιν ἐν τῷ Περὶ θυσιῶν· «Καὶ προκώνιά ἐστι κάγχρος κατηριγμένοι μετὰ ἀρωμάτων.»
Οὐαλέριος Ἁρποκρατίων : Ὁμηρίδαι. Σέλευκος ἐν βʹ Περὶ βίων ἁμαρτάνειν φησὶ Κράτητα νομίζοντα ἐν ταῖς Ἱεροποιίαις Ὁμηρίδας ἀπογόνους εἶναι τοῦ ποιητοῦ.
Καὶ οὐ μόνον θυσίας νηφαλίους, ἀλλὰ καὶ ξύλα τινὰ, ἐφʼ ὧν ἔκαιον. Κράτης μὲν οὖν ὁ Ἀθηναῖος τὰ μὴ ἀμπέλινα τῶν ξύλων πάντα νηφάλια φησὶ προσαγορεύεσθαι. Ὁ δὲ Φιλόχορος ἀκριβέστερόν φησι κτλ.
Ἀθήναιος : Κράτης δʼ ἐν δευτέρᾳ Ἀττικῆς διαλέκτου, θάργηλον καλεῖσθαι τὸν ἐκ τῆς συγκομιδῆς πρῶτον γινόμενον ἄρτον.
Ἀθήναιος : Κράτης δʼ ἐν δευτέρᾳ Ἀττικῆς διαλέκτου γράφει οὕτως· «Οἱ χόες πελίκαι, καθάπερ εἴπομεν, ὠνομάζοντο. Ὁ δὲ τύπος ἦν τοῦ ἀγγείου πρότερον μὲν τοῖς Παναθηναϊκοῖς ἐοικὼς, ἡνίκα ἐκαλεῖτο πελίκη, ὕστερον δὲ ἔσχεν οἰνοχόης σχῆμα» κτλ.
Ἀθήναιος : Κρ. ἐν βʹ Ἀττ. διαλ. ἐν τοῖς ὕμνοις τοῖς ἀρχαίοις φάσκων ἀντὶ τοῦ βότρυος τὴν σταφυλὴν κεῖσθαι κτλ.
Ἀθήναιος : Κρ. ἐν εʹ Ἀττικῆς διαλ. ἔκπωμά φησιν εἶναι οὕτως — σαννάκρα — καλούμενον.
Ἀθήναιος : Κράτης ἐν τοῖς Περὶ Ἀττικῆς λέξεως Ἀριστοφάνη παριστᾷ λέγοντα κτλ., καθά φησι Σέλευκος ἐν τοῖς Περὶ Ἑλληνισμοῦ.
ΒΟΙΩΤΙΑΚΑ.
Περμησὸς, ὃν καλοῦσιν οἱ ἐγχώριοι διὰ τὸ πρῶτον φανῆναι Πάρμησον, ὥς φησι Κράτης ἐν τοῖς Βοιωτιακοῖς. Ἐμβάλλει δὲ εἰς τὴν Κωπαΐδα λίμνην, τὰς δὲ πηγὰς ἔχει ἐν τῇ Θεσπιακῇ χώρᾳ.
Ἐτυμολογικὸν τὸ Μέγα : Ἄρνη, πόλις Βοιωτίας· ἔστι δὲ καὶ Θεσσαλίας· ἀπὸ Ἄρνης τῆς Αἰόλου· ὁ δὲ Κράτης φησὶ παρὰ τὸ ἄρνας· ἐπιτηδεία γὰρ εἰς τὸ ἄρνας τρέφειν ἡ πόλις. Καὶ οὐκ ἀπεικός· ὡς γὰρ ὁ αὐτός φησι, καὶ τὴν Κῶν τὴν ἐπιτηδείαν πρὸς τὰ πρόβατα τοὺς ἐνοικοῦντας Κᾶρας οὕτως ὀνομάζειν τῇ οἰκείᾳ φωνῇ. Κῶν γὰρ τὸ πρόβατον ὠνόμασαν. Οὕτω καὶ τὴν ἄρνην· καὶ γὰρ αὕτη εὔαρνος.